TLG 2022 054 :: GREGORIUS NAZIANZENUS :: Fragmentum ex oratione contra astronomos [Sp.] GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) Fragmentum ex oratione contra astronomos [Sp.] Citation: Volume — page — (line) | ||
36.675(12t) | Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐκ τοῦ πρὸς ἀστρονόμους λόγου. | |
13 | Ὥσπερ οἱ ἰχθύες οἱ ἐν τοῖς ὕδασι ζῶντες διὰ τῶν ἐν μήτρᾳ συνεπικλυζομένων χυμῶν καὶ ὑδάτων εἰς | |
---|---|---|
15 | ζωογονίαν ψυχαγωγοῦνται, μετὰ μέντοι τὸν τόκον οὐ κατ’ ἐκπνοὴν, ἀλλὰ κατ’ εἰσπνοὴν καὶ ἀναπνοὴν τῆς ζωῆς τοῦ ἀέρος πᾶν ἔμψυχον ἀπολαύει ζῶον· καὶ δεσμὸς μὲν τῆς ψυχῆς ἐστι τὸ σῶμα, δεσμὸς δὲ τοῦ σώματός ἐστι τὸ αἷμα, μᾶλλον δὲ ἡ τοῦ αἵματος | |
20 | ἐνυπόστατος θέρμη, ἧς ἀποψυχωμένης, ὁ τῆς ψυχῆς χωρισμὸς ἐκ τοῦ σώματος γίνεται, ἀποπηγνυμένου τοῦ αἵματος. Ὅθεν τὰ αὐθωρὰ καὶ αὐθήμερα τῶν ἀνθρώπων νεκρὰ σώματα ἀνατεμνόμενα, χολὴν μὲν ἴσως ἔτι ἔχουσιν ἔνδον, ὡσαύτως καὶ φλέγμα καὶ | |
25 | χυμὸν, αἷμα δὲ οὐδαμῶς· κατ’ ἔλλειψιν γὰρ, ὡς ἤδη εἶπον, τοῦ θερμοῦ στοιχείου ὁ τῆς ψυχῆς χω‐ ρισμὸς ἐκ τοῦ σώματος γίνεται. Καὶ τούτου χάριν τὰ πλεῖστα τῶν βρεφῶν νυκτὶ καὶ τίκτονται, ἀποψυ‐ χωμένης τῆς μήτρας καὶ ἐξωδούσης διὰ τῆς νυκτε‐ | |
30 | ρινῆς ψύξεως τὸ βρέφος· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ πλεῖστα τῶν σωμάτων νυκτὶ τελευτῶσιν, ὡς ἀν‐ τιδιωκομένης τῆς θέρμης τοῦ αἵματος καὶ δη... ούσης ὑπὸ ψύχους τῆς νυκτός. Καὶ οὗτος μὲν ὁ λό‐ γος τοῦ χωρισμοῦ τῶν ψυχῶν. Ἀναγκαῖον δέ σε καὶ | |
35 | τὸν ἴδιον τῶν στοιχείων τοῦ σώματος χωρισμὸν ἐπί‐ στασθαι, ἵνα καὶ τὸν τῆς ἀναστάσεως ἐν βεβαίῳ κατ‐ έχῃς λόγον. Ἀποχωριζομένης γὰρ τῆς ψυχῆς ἐκ τοῦ σώματος, τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνῆλθον ... μων ἐν αὐτοῖς καὶ ἀποφέρονται, ἐν μὲν τῷ πυρὶ | |
40 | τὸ θερμὸν τοῦ αἵματος ὡς εἰς ἰδίαν παρακαταθήκην, ἐν δὲ τῷ ὕδατι τὸ ὑγρὸν, ἐν δὲ τῷ ἀέρι τὸ ψυχρόν· | |
λοιπὸν ἐν τῇ γῇ, ἤτοι τῷ τάφῳ, ἀπομένει τὸ ξηρὸν, | 675 | |
36.676(13) | ἤτοι ὁ χοῦς ὁ ληφθεὶς παρ’ αὐτῆς ὑπὸ Θεοῦ ἀπ’ ἀρχῆς. Τῷ οὖν καιρῷ τῆς ἀναστάσεως ὡς ἐκ παρα‐ | |
15 | θηκῶν τινων τῶν εἰρημένων τοῦ κόσμου μερῶν, ἀποδίδωσιν ἕκαστον στοιχεῖον πρὸς τὸν χοῦν τὸ ἴδιον, καὶ πάλιν συνίσταται τὸ σῶμα ἐκ τεσσάρων, καὶ προστρέχει αὐτῷ ἡ ψυχὴ, καὶ οὕτως πάλιν ἀναμορ‐ φοῦται ὁ ἄνθρωπος. Θελήσεις δὲ ὡς πάντα φιλολο‐ | |
20 | γοῦντα καὶ τοῦτο ἐν εἴδει ποιήσασθαι· φημὶ δὴ τῶν διὰ τοῦ σώματος ἐνεργειῶν τῆς ψυχῆς μνήμης τέ φημι καὶ λόγου, ἐπιθυμίας καὶ θυμοῦ, γέλωτός τε καὶ πνοῆς, ποῦ ταῦτα, καὶ διὰ ποίων ἐνεργοῦνται μορίων. Αἱ μέντοι γὰρ μνῆμαι καὶ αἱ τούτων | |
25 | διακρίσεις διὰ τοῦ ἐγκεφάλου ὑπὸ τῆς ψυχῆς ἐνερ‐ γοῦνται· διόπερ πολλάκις κατὰ κεφαλῆς τινες και‐ ρίαν πληγὴν λαβόντες, οὐκ ἀπέθανον μὲν παρ’ αὐτὰ, ἔκφρονες δὲ καὶ ἀνούστατοι γέγοναν· διὰ τοῦτο με‐ τάφρενα τὰ ὄπισθεν τῆς κεφαλῆς λέγονται. Τὸ δὲ | |
30 | λογιστικὸν διὰ τῆς καρδίας ἐνεργεῖ ἡ ψυχή. Τὸ δὲ ἀναπνευστικὸν διὰ τοῦ πνεύμονος· τὸ δὲ θυμικὸν διὰ τοῦ αἵματος· ὅθεν ἔστιν ἰδέσθαι πολλάκις ἐν τοῖς θυμουμένοις κατὰ τὴν ὥραν τοῦ θυμοῦ, ὕφαι‐ μον καὶ πυρακτούμενον τὸ εἶδος αὐτῶν. Τὸ δὲ ἐπι‐ | |
35 | θυμητικὸν ἡ ψυχὴ διὰ τοῦ ἥπατος ἐνεργεῖ· ὅθεν τοῦ ἥπατος ψυχομένου, δυσπευσίας εὐθέως παρακο‐ λουθούσης, ἀνορεκτεῖ ὁ ἄνθρωπος περὶ τὰς βρώσεις. Ἐπίστησον γὰρ ὡς πάντα τὰ λίχνα ζῶα τέλειον ἥπατος ἔχουσιν· οἷον γίνονται χοῖροι καὶ στρου‐ | |
40 | θίονες. Γνώσῃ δὲ πάλιν τὸ μειδιαστικὸν διὰ τοῦ σπληνὸς ἐνεργεῖν τὴν ψυχὴν δυσεπιθύμως πρὸς τοὺς | |
γέλωτας ἔχουσι· καὶ οἱ πολλάκις ὑπὸ πλειόνων γε‐ | 676 | |
36.677 | λώντων κατασυρόμενοι, σπληνίζεσθαί φασι. Θελήσεις δὲ πάντως καὶ περὶ σπερμογόνων νοεῖν δι’ οἵων καὶ πόθεν πρόεισι μορίων, οἵτινές εἰσιν οἱ νεφροί· ὅθεν καὶ οἱ περὶ τὰ τοιαῦτα δεινοὶ φιλοῦσιν εἰπεῖν τοὺς | |
5 | λίαν περὶ τὰς συνουσίας ἀφειδῶς ἔχοντας κατα‐ κάμπτεσθαι τῇ ὀδύνῃ τῶν νεφρῶν. Μέντοιγε οὖν πεφιλολογότας εἰδέναι χρὴ τὸ τοῖς πολλοῖς ἄδηλον, ὡς ψυχὴ ἀποῤῥαγεῖσα ἐκ τοῦ σώματος καὶ τῶν τοῦ σώματος ἀπηριθμημένων μορίων, καὶ γυμνὴ καθ’ | |
10 | ἑαυτὴν ἐν ἀσαρκίᾳ καὶ ἀς...μασίᾳ οὖσα, οὔτε μέμνηται λοιπὸν, οὔτε γεωργεῖ καθῶς μαρτυρεῖ ὁ εἰπὼν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογ... (forte διαλογισμοὶ) αὐτοῦ. Ζητήσεις δὲ, σοφὲ, κατὰ τὸν τόπον γενόμενος ἐπι‐ | |
15 | μελῶς τὸν περὶ ...χῆς (forte ψυχῆς) λόγον. Τὸ διὰ τοῦτο καὶ τοῖς πολλοῖς ἄληπτον ὁμοῦ τε καὶ ἄλυτον ... τε καὶ πῶς ψυχὴ ἀσώματος χωρί‐ ζεται τοῦ σώματος, καὶ ἐν τῷ τῆς ψυχῆς χωρισμῷ θάνατος οὐ γίνεται· εἷς γάρ ἐστι καὶ μόνος ψυχῆς | |
20 | χωρισμὸς ἀπὸ σώματος. Ἐπίστησον δὲ μετὰ πάν‐ των τοῦτο· πόθεν καὶ τίνος χάριν οἱ μὲν τῶν ἀν‐ θρώπων φυσικῶς, καὶ οὐκ ἔκ τινος ἀσκήσεως, ἐξ αὐτῆς τῆς νεαρᾶς αὐτῶν νηπιότητος οἱ μὲν ὀξεῖς, οἱ δὲ πραεῖς, οἱ δὲ φιλήδονοι, καὶ ἄλλοι σώφρονες, | |
25 | καὶ ἄλλοι ἥσυχοι, ἕτεροι δὲ ταραχώδεις· καὶ οἱ μὲν φρόνιμοι, οἱ δὲ ἀκεραιότεροι, καὶ οἱ μὲν δόλιοι, οἱ δὲ ἄφρονες, καὶ ἄλλα πλεῖστα Ἕλληνες. Φιλοσόφων | |
ἀπαίδευτοι οἱ τὴν πολυθρύλλητον τῶν μετεώρων | 677 | |
36.678 | ἄστρων ἀστρολογίαν μυθευσάμενοι, τήν τε εἱ‐ μαρμένην δεινῶς δογματίσαντες, τῇ διοικήσει τῶν ἄστρων, καὶ οὐ Θεῷ πάμπαν τὰ καθ’ ἡμᾶς οἰακίζεσθαι δεινῶς ἐδογμάτισαν. Οἱ δὲ τὰς εὐσυν‐ | |
5 | έτους καὶ θεοσδότους ἐπιστημονικῶς καταλαβόντες ποιότητάς τε καὶ ἀληθεῖς οὐσιώδεις περὶ τῆς ἀν‐ θρώπου φυσικῆς πραότητός τε καὶ ὀξύτητος, ἁπαλό‐ τητός τε καὶ δεινότητος, σωφροσύνης τέ φημι καὶ ἀκολασίας καὶ τῶν τοιούτων ἁπάντων φυσικῶν | |
10 | πλεονεκτημάτων, εὐσόφως ἔφησαν οὕτως· ὡς οὐκ ἀφ’ ἑνὸς καὶ μόνου τρόπου αἱ τοιαῦται τῇ φύσει φυσικαὶ συνεπιγίνονται καὶ συναποτίκτονται γνῶμαι καὶ καταστάσεις, ἀλλὰ καὶ ἀπὸ δευτέρας τινὸς καὶ τρίτης καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ | |
15 | ἑβδόμης αἰτίας· καὶ πρῶτον μὲν ἀπὸ γονικῆς τῶν πα‐ τέρων ὁμοιότητος, δεύτερον ἐκ τῆς διαφορᾶς τῶν στοιχείων ἡμερινῆς καὶ νυκτερινῆς κινήσεως. Γνῶθι γὰρ, ὦ φιλόσοφε, ὡς τρεῖς κινήσεις ἐκ τῶν διαστη‐ μάτων τῶν τριῶν ὡρῶν τοῖς στοιχείοις ὑπάρχουσιν· | |
20 | ἀπὸ μὲν πρώτης ὥρας ἡμερινῆς ἄχρι τρίτης κινου‐ μένης τῆς χολῆς, ὡς μαρτυροῦσι πολλάκις ἕωθεν ὀφθαλμοί τινων .....δέστεροι ὁρώμενοι· ἀπὸ δὲ τρίτης ἕως ἕκτης σὺν τῇ θέρμῃ τοῦ ἡλίου ..... αἵματος κινήσεις καὶ ἀναζέσεις, ὀξύτεραι καὶ πι‐ | |
25 | κρότεραι .....ότεραι δὲ μετὰ βρῶσιν· ἀπὸ δὲ ἕκτης ὥρας ἕως ἐνάτης, εἴωθεν ἡ τοῦ ...ματος κίνησις γίνεσθαι, καὶ οὕτω λοιπὸν ἡ τοῦ χυμοῦ ἕως | |
ἑσπέρας. | 678 |