TLG 2022 053 :: GREGORIUS NAZIANZENUS :: Significatio in Ezechielem [Sp.]

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

Significatio in Ezechielem [Sp.]

Citation: Volume — page — (line)

36

.

665

(26t)

ΣΗΜΑΣΙΑ ΕΙΣ ΤΟΝ ΙΕΖΕΚΙΗΛ.
27 Νομίζομεν τὸν ἄνθρωπον εἶναι τὸ λογικόν· τὸν λέοντα, τὸ θυμικόν· τὸν μόσχον, τὸ ἐπιθυμητικόν· τὸν ἀετὸν, τὴν συνείδησιν ἐπικειμένην τοῖς λοι‐
30ποῖς, ὅ ἐστι πνεῦμα παρὰ Παύλου λεγόμενον τοῦ ἀνθρώπου· τὸν ἐπικαθεζόμενον, τὸν Πατέρα· τὸ δὲ πνεῦμα, τὸ Πνεῦμα τὸ ἅγιον· τὴν δὲ νεφέλην, τὸν Υἱόν· ἀπὸ βοῤῥᾷ δὲ, ἀπὸ τῆς εἰσαγωγικῆς, ἐπὶ τὰ κρείττονα ὁδεύοντα. Φέγγος, διὰ τὸ φωτίζεσθαι· πῦρ
35δὲ, διὴ τὴν παίδευσιν· τὸ ἐξαστράπτον, ὅτι ἐκ δια‐ λειμμάτων αἱ κολάσεις· τὸ δὲ κεκαθαρμένον τῆς ψυχῆς, ἤλεκτρον λέγεται· σημειωτέον, ὅτι τὸ τοῦ ἀνθρώπου ὁμοίωμα προηγεῖται. Πᾶσα δὲ ἡ λογικὴ φύσις πτερουμένη ἐστὶ πτεροῖς πνευματικοῖς. Συ‐
40σφίγγουσι δὲ ἀλλήλους, διὰ τὸ κοινωνικὸν καὶ τὴν ὁμόνοιαν. Χεὶρ δὲ ἀνθρώπου ὑποκάτω, διὰ τὸ εὔ‐ τακτον. Τὸ δὲ στερέωμα, διὰ τὸ στεῤῥόν. Ἶριν δὲ, διὰ τὴν εἰρήνην καὶ διαθήκην τὴν πρὸς ἡμᾶς ὑπὸ τοῦ Θεοῦ. Σάπφειρος, τὰ ἀπόῤῥητα· κρύσταλλος, τὸ
45καθαρὸν καὶ ἄδολον. Ὀρθοὶ οἱ πόδες, διὰ τὸ βάσι‐ μον καὶ μόνιμον. Πῦρ ἐν μέσῳ συστρεφόμενον, οὐχὶ χαῦνον καὶ διαῤῥέον. Φέγγος δὲ, διὰ τὸ τέλος τῆς ἀναπαύσεως. Τὸ ἴχνος δὲ τῶν ποδῶν, ὡς μὲν ὁ Σύμ‐ μαχος, μόσχου, διὰ τὸ γεωπόνον· ὡς δὲ Ἀκύλας,

36

.

665

(50)

στρογγύλον, διὰ τὸ κάλλιστον τῶν σχημάτων. Τὸ
εἶδος δὲ τῶν τροχῶν, ὡς μὲν ὁ Σύμμαχος, ὑακίν‐665

36

.

668

θινον. Ἀνέκαμπτον δὲ, ὡς εἶδος τοῦ βεζὲκ, ὡσεὶ δυσοδοῦντα, τὸ ὅλον τοῦ φωτὸς μὴ ἔχοντα, ἀλλ’ ὡς εἶδος τοῦ βεζὲκ, ὅ ἐστι τῆς ἀστραπῆς. Ἐὰν μὲν ἀπαρτίσῃ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, κυριεύει τῶν
5ἄλλων ἀνθρώπων· εἰ δὲ μὴ, τὸ ἐναντίον συμβαί‐ νει. Ἔχει τι ὁ λέων, τὸ γαῦρον, τὸ εὔτονον, ἵνα καλῶς αὐτῷ χρησώμεθα. Τὸν δὲ μόσχον, ἵνα δεόντως ἐπιθυμῶμεν. Ἡσαΐας λέγει· Ἁγιάσεις αὐτὸν ἐν πυρὶ καιομένῳ. Ἀπὸ ὀσφύος, καὶ ἄνω, ἤλεκτρον·
10τὰ γὰρ ἄνω οὐ δεῖται κολάσεως. Ἀπὸ ὀσφύος, καὶ κάτω, πῦρ, τὰ γενέσεως πράγματα· ταῦτα δὲ κο‐ λάσεως δεῖται. Τὸ Πνεῦμα πρῶτον ἐξαίρει καθαῖρον· εἶτα τοὺς μὴ καθαρθέντας ἐκ τούτου τὸ πῦρ καθαί‐ ρει. Τὸ δὲ φέγγος, χρηστὸν τέλος. Τοιαῦται γὰρ
15αἱ κολάσεις. Εἷς ὅρος δημιουργοῦ, τὸ τὴν ὑπο‐ κειμένην ὕλην, ὡς βούλεται, καὶ ὡς ἐνδέχεται τῇ τέχνῃ ποιεῖν· ὥσπερ ὁ Θεὸς ἀγαθὸς καὶ σοφὸς, ἀλλ’ οὐχ ὡς ἡμεῖς, οὕτως καὶ δημιουργός· ἐπειδὴ ἁπλοῦς καὶ ἀσύνθετος· ἡμεῖς γὰρ σύνθετοι ὑπάρχοντες, οὐχ
20οὕτως ἐσμέν. Ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς, τοὺς σοφοὺς τὰ τέκνα λέγων. Καὶ πάλιν αὐ‐ τὸς αὐτοῖς ὁ Σωτήρ φησιν ἐν τῷ· Σοφώτεροί εἰσιν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου, ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, ἐν τῇ γενεᾷ αὐτῶν· υἱοὺς φωτὸς λέγων
25τοὺς πεφωτισμένους τῇ γνώσει. Καὶ, Ἦμεν φύσει τέκνα ὀργῆς, οὐ τὸ κατὰ φύσιν λέγων, ἀλλ’ ὅτι ἐν ἀληθείᾳ ὑπεύθυνοι ὀργῆς τυγχάνουσιν οἱ ἁμαρτάνον‐ τες. Καὶ περὶ τοῦ Ἰούδα γέγραπται, ὅτι Υἱὸς ἀπ‐ ωλείας· ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπε, τῷ τὰ τῆς
30ἀπωλείας πεπραχέναι. Ἡσαΐας ἔτεσι τρισὶ γυμνὸς καὶ ἀνυποδέστατος διήγαγε. Τὸν Μωσέα φασὶ μετὰ τὸ ἀκοῦσαι τῶν χρησμῶν τοῦ Θεοῦ, μηκέτι ἅψασθαι τῆς γυναικὸς, μηδὲ τεκνοποιῆσαι. Βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, φασὶν, ὅτι ὁ ναὸς
35ὁ ἐν Ἱεροσολύμοις οἰκοδομηθήσεται ὕστερον, ὡς τοῦ Ἀντιχρίστου πιστευθησομένου ὑπὸ Ἰουδαίων Χριστοῦ εἶναι, καὶ καθεσθησομένου, καὶ δόξοντος ὅλης τῆς οἰκουμένης εἶναι βασιλέως. Ἥξει δὲ ἐπ’ ἐρημίᾳ τοῦ
κόσμου· βδέλυγμα γάρ ἐστι τῆς ἐρημώσεως. Λέγον‐667

36

.

669

ται οἱ τρεῖς παῖδες, οἱ ἐν Βαβυλῶνι, καὶ κατὰ τὴν κάμινον, παῖδες εἶναι τοῦ Ἐζεκίου, καὶ Ἱεζεκιὴλ
δοῦλος γεγενῆσθαι πρότερον Ἱερεμίου.669