TLG 2022 052 :: GREGORIUS NAZIANZENUS :: In sanctum pascha (orat. 45)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

In sanctum pascha (orat. 45)

Citation: Volume — page — (line)

36

.

624

(1t)

ΛΟΓΟΣ ΜΕʹ.
2tΕἰς τὸ ἅγιον Πάσχα.
3 Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ’ αὐτοῦ σήμε‐
5ρον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξου‐ σίας καὶ θεωρίας, καὶ ἀποσκοπεύσω καὶ γνώσομαι, τί ὀφθήσεται, καὶ τί λαληθήσεταί μοι. Καὶ ἔστην, καὶ ἀπεσκόπευσα· καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν, καὶ οὗτος ὑψηλὸς σφόδρα· καὶ ἡ ὅρασις
10αὐτοῦ, ὡς ὅρασις ἀγγέλου· καὶ ἡ στολὴ αὐτοῦ, ὡς φέγγος ἀστραπῆς διερχομένης· καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ κατ’ ἀνατολὰς, καὶ ἐβόησε φωνῇ μεγάλῃ. Φωνὴ αὐτοῦ, ὡς φωνὴ σάλπιγγος· καὶ κύκλῳ αὐτοῦ, ὡς πλῆθος οὐρανίου στρατιᾶς, καὶ εἶπε· Σήμερον
15σωτηρία τῷ κόσμῳ, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρα‐ τος. Χριστὸς ἐκ νεκρῶν, συνεγείρεσθε· Χριστὸς εἰς ἑαυτὸν, ἐπανέρχεσθε· Χριστὸς ἐκ τάφων, ἐλευ‐ θερώθητε τῶν δεσμῶν τῆς ἁμαρτίας. Πύλαι ᾅδου ἀνοίγονται, καὶ θάνατος καταλύεται, καὶ ὁ παλαιὸς
20Ἀδὰμ ἀποτίθεται, καὶ ὁ νέος συμπληροῦται· εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε. Ταῦτα ὁ μὲν ἔλεγεν· οἱ δὲ ἀνύμνουν, ὅπερ καὶ πρότερον, ἡνίκα ἡμῖν ἐπεφάνη Χριστὸς διὰ τῆς κάτω γεννή‐ σεως, τὸ, δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ‐
25ρήνη, ἐν ἀνθρώποις εὐδοκία. Μεθ’ ὧν καὶ αὐτὸς ἐν ὑμῖν ταῦτα φθέγγομαι· εἴη δὲ καὶ φωνὴν λαβεῖν τῆς ἀγγελικῆς ἀξίαν, καὶ πάντα περιηχοῦσαν τὰ πέρατα. Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα,
30τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πά‐ σας, οὐ τὰς ἀνθρωπικὰς μόνον καὶ χαμαὶ ἐρχομέ‐ νας, ἀλλ’ ἤδη καὶ τὰς αὐτοῦ Χριστοῦ καὶ ἐπ’ αὐτῷ τελουμένας, ὅσον ἀστέρας ἥλιος. Καλὴ μὲν καὶ
35ἡ χθὲς ἡμῖν λαμπροφορία καὶ φωταγωγία, ἣν ἰδίᾳ τε καὶ δημοσίᾳ συνεστησάμεθα, πᾶν γένος ἀν‐ θρώπων μικροῦ καὶ ἀξία πᾶσα, δαψιλεῖ τῷ πυρὶ τὴν νύκτα καταφωτίζοντες, καὶ τοῦ μεγάλου φωτὸς ἀντίτυπος, ὅσον τε οὐρανὸς ἄνωθεν φρυκτωρεῖ, κό‐
40σμον ὅλον αὐγάζων τοῖς παρ’ ἑαυτοῦ κάλλεσι, καὶ ὅσον ὑπερουράνιον, ἔν τε ἀγγέλοις τῇ πρώτῃ
φωτεινῇ φύσει μετὰ τὴν πρώτην, τῷ ἐκεῖθεν πηγά‐624

36

.

625

ζεσθαι, καὶ ὅσον ἐν τῇ Τριάδι, παρ’ ἧς φῶς ἅπαν συνέστηκεν, ἐξ ἀμερίστου φωτὸς μεριζόμενον καὶ τιμώμενον. Καλλίων δὲ ἡ σήμερον, καὶ πε‐ ριφανεστέρα. Ὅσῳ χθὲς μὲν πρόδρομον ἦν τοῦ με‐
5γάλου φωτὸς ἀνισταμένου τὸ φῶς, καὶ οἷον εὐφροσύνη τις προεόρτιος. Σήμερον δὲ τὴν ἀνάστασιν αὐτὴν ἑορτάζομεν, οὐκ ἔτι ἐλπιζομένην, ἀλλ’ ἤδη γεγενη‐ μένην, καὶ κόσμον ὅλον ἑαυτῇ συνάγουσαν. Ἄλ‐ λος μὲν οὖν ἄλλο τι τῷ καιρῷ καρποφορείτω, καὶ δω‐
10ροφορείτω δῶρον ἑόρτιον, ἢ μικρὸν, ἢ μεῖζον, τῶν πνευματικῶν τε καὶ Θεῷ φίλων, ὅπως ἂν ἕκα‐ στος ἔχῃ δυνάμεως. Τῆς γὰρ ἀξίας, μόλις ἂν καὶ ἄγγελοι τύχοιεν, οἱ πρῶτοι, καὶ νοεροὶ, καὶ καθαροὶ, καὶ τῆς ἄνω δόξης ἐπόπται καὶ μάρτυρες· εἴπερ
15καὶ τούτοις τὸ πᾶν ἐφικτὸν τῆς ὑμνήσεως. Ἡμεῖς δὲ λόγον εἰσοίσομεν, ὧν ἔχομεν τὸ κάλλιστόν τε καὶ τιμιώτατον, ἄλλως τε καὶ Λόγον ὑμνοῦντες, ἐπ’ εὐεργεσίᾳ τῆς λογικῆς φύσεως. Ἄρξομαι δὲ ἐν‐ τεῦθεν. Οὐδὲ γὰρ ἀνέχομαι, τοὺς περὶ τοῦ μεγάλου
20θύματος καὶ τῆς μεγίστης ἡμερῶν θύων λόγους, μὴ πρὸς Θεὸν ἀναδραμεῖν, κἀκεῖθεν ποιήσασθαι τὴν ἀρχήν. Καί μοι καθήρασθε καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα (ἐπειδὴ περὶ Θεοῦ καὶ θεῖος ὁ λόγος), ἵν’ ἀπέλθητε τρυφήσαντες ὄντως
25τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος, ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.
31 Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλ‐ λον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ’ ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνο‐
35μάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, μήτε ἀρξά‐ μενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπίπτον ἔννοιαν, καὶ χρόνου, καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμε‐
40νος, καὶ τούτῳ λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ’ αὐτὸν, ἀλλ’ ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι φεῦγον, καὶ
πρὶν νοηθῆναι διαδιδράσκον· τοσαῦτα περιλάμπον626

36

.

628

ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν, ἀστραπῆς τάχος οὐχ ἱσταμένης· ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον καὶ ἀνεπιχείρητον)·
5τῷ δὲ ἀλήπτῳ, θαυμάζηται· θαυμαζόμενον δὲ, πο‐ θῆται πλέον· ποθούμενον δὲ, καθαίρῃ· καθαῖρον δὲ, θεοειδεῖς ἐργάζηται· τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις ἤδη προσομιλῇ (τολμᾷ τι νεανικὸν ὁ λόγος)· Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος· καὶ τοσοῦ‐
10τον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄλη‐ πτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὂν ἁπλῆς ἐστι
15φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ, ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, τὸ εἶναι μόνον συνθέτοις.
23 Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τού‐
25τοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκ‐ βατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὸν κά‐ τω, καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν
30δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ’ ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖ‐ σιν, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα.
35Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ’ οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ
40δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζο‐ μένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἣ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθο‐ νίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἁμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω
45μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἂ καὶ τοῖς σεραφὶμ
συγκαταλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς628

36

.

629

μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὅπερ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλι‐ στά τε καὶ ὑψηλότατα.
7 Εʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ’ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργε‐
10τούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος)· πρῶ‐ τον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρα‐ νίους· καὶ τὸ ἐννόημα ἔργον ἦν, Λόγῳ συμπληρού‐ μενον, καὶ Πνεύματι τελειούμενον· καὶ οὕτως ὑπ‐ έστησαν λαμπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώ‐
15της λαμπρότητος, εἴτε νοερὰ πνεύματα, εἴτε πῦρ, οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε τινὰ φύσιν ἄλλην ὅτι ἐγγυτάτω τῶν εἰρημένων, ταύτας ὑπολη‐ πτέον. Βούλομαι μὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν,
20ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπο‐ μένας (τὰ γὰρ ἐνταῦθα δευτέρας ἐλλάμψεως)· πείθει δέ με, μὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπολαμβάνειν ταύτας καὶ λέγειν, ὁ διὰ τὴν λαμπρό‐ τητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενό‐
25μενος καὶ λεγόμενος, αἵ τε ὑπ’ αὐτὸν ἀποστατικαὶ δυνάμεις, δημιουργοὶ τῆς κακίας τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡμῖν πρόξενοι.
29Ϛʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ καὶ διὰ ταῦτα
30ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσο‐ φῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κόσμον, ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι, τὸ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε
35καὶ σύγκριμα· ἐπαινετὸν μὲν τῆς καθ’ ἕκαστον εὐ‐ φυΐας, ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρ‐ μοστίας καὶ συμφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ, μὴ μόνον οἰκείαν ἑαυτῷ
40φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν· καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέ‐ ρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι.
48Ζʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ’
ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς630

36

.

632

εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγα‐ λουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶ‐ μα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σο‐
5φίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδεί‐ ξασθαι Λόγος, καὶ ζῶον ἓν ἐξ ἀμφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ, τὸν ἄνθρω‐
10πον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ’ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος), οἷόν τινα κόσμον ἕτερον, ἐν μικρῷ μέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτὸν,
15ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπί‐ γειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρα‐ τὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπει‐ νότητος, τὸν αὐτὸν πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ
20τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν, ἵνα μέ‐ νῃ, καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάσχων ὑπομιμνήσκηται, καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰ‐ κονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας
25τοῦ μυστηρίου, τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσοντος ὑψηλότερον.
32 Ηʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμή‐ σας, ἵν’ ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ
35παρασχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωρ‐ γὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἀπλουστέρων, καὶ τῶν τελεωτέρων, γυμνὸν τῇ ἁπλότητι, καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προ‐ βλήματος· τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ’ ἀρ‐
40χῆς· καὶ δίδωσι νόμον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόμος ἦν ἐντολὴ, ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὗ μὴ προσαπτέον. Τὸ δὲ ἦν, τὸ ξύλον τῆς γνώ‐ σεως, οὔτε φυτευθὲν ἀπ’ ἀρχῆς κακῶς, οὔτε ἀπ‐ αγορευθὲν φθονερῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσ‐
45σας οἱ θεομάχοι, μηδὲ τὸν ὄφιν μιμείσθωσαν)· ἀλλὰ καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὴ θεωρία, ἧς μόνοις ἐπι‐
βαίνειν ἀσφαλὲς, τοῖς τὴν ἕξιν τελεωτέροις,632

36

.

633

οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις· ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι, καὶ δεομένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπα‐
5θεν, ὡς ἁπαλωτέρα, καὶ ἣν προσήγαγεν, ὡς πιθα‐ νωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενείας! ἐμὴ γὰρ ἡ τοῦ προπάτορος), τῆς μὲν ἐντολῆς ἐπελάθετο τῆς δοθεί‐ σης, καὶ ἡττήθη τῆς μικρᾶς γεύσεως· ὁμοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ
10διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερμα‐ τίνους ἀμφιέννυται χιτῶνας, ἴσως τὴν παχυτέραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶ‐ τον γινώσκει τὴν ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύ‐ πτεται. Κερδαίνει μέν τι κἀνταῦθα, τὸν θάνατον, καὶ
15τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν. Καὶ γίνεται φιλανθρωπία, ἡ τιμωρία. Οὕτω γὰρ πείθομαι κολάζειν Θεόν.
21Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν,
25ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν, ἀνελπίστοις μεταβολαῖς, ὑφ’ ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν· τέλος, ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις
30τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορ‐ κίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κα‐ κῶν καὶ πρῶτον, εἰδωλολατρίαις, καὶ τῇ μετα‐ θέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα, ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ
35βοηθήματος, μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου, ἡ μὴ
40κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος, ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. καὶ πάντα γίνεται, πλὴν τῆς ἁμαρτίας,
45ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ, καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆ‐ ναι), προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος, ὧν τὸ

36

.

633

(50)

μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως!
Ὢ τῆς παραδόξου κράσεως! Ὁ ὢν, γίνεται· καὶ ὁ634

36

.

636

ἄκτιστος, κτίζεται· καὶ ὁ ἀχώρητος, χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ σαρ‐ κὸς παχύτητι· καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν’ ἐγὼ πλουτήσω τὴν αὐτοῦ
5θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν’ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγα‐ θότητος; τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλα‐ βον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς
10ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρ‐ κα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον· τοῦτο
15τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.
18 Ιʹ. Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων; Κέντει τὸν
20πῶλον περὶ τὴν νύσσαν· τὰ τῆς ἑορτῆς ἡμῖν φιλο‐ σόφει, καὶ οἷς προκαθεζόμεθα σήμερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ μικρὸν ἄνωθεν ἠρξάμην, οὕτω τοῦ λόγου καὶ τοῦ πόθου βιασαμένων. Οὐ χεῖρον δὲ ἴσως τοῖς φιλομαθέσι καὶ φιλοκάλοις περὶ τῆς προσ‐
25ηγορίας αὐτῆς τοῦ Πάσχα βραχέα διαλαβεῖν. Γέ‐ νοιτο γὰρ ἂν οὐ φαῦλον τοῦτο ταῖς ἀκοαῖς ἐπεισόδιον. Τὸ Πάσχα τοῦτο, τὸ μέγα τε καὶ σεβάσμιον, Φάσκα τοῖς Ἑβραίοις προσαγορεύεται, κατὰ τὴν ἐκεί‐ νων φωνήν· δηλοῖ δὲ ἡ φωνὴ τὴν διάβασιν· ἱστορι‐
30κῶς μὲν, διὰ τὴν ἐξ Αἰγύπτου πρὸς τὴν Χαναναίαν φυγὴν καὶ μετανάστασιν· πνευματικῶς δὲ, διὰ τὴν ἐκ τῶν κάτω πρὸς τὰ ἄνω, καὶ τὴν γῆν τῆς ἐπαγγελίας πρόοδον καὶ ἀνάβασιν. Ὅπερ δὲ πολλα‐ χοῦ τῆς Γραφῆς συμβὰν εὕρομεν, ἀπὸ τῶν ἀσαφε‐
35στέρων μεταποιηθέντα τινὰ τῶν ὀνομάτων ἐπὶ τὸ σαφέστερον, ἢ τῶν ἀγροικοτέρων ἐπὶ τὸ εὐσχη‐ μονέστερον, τοῦτο κἀνταῦθα τεθεωρήκαμεν. Τοῦ γὰρ σωτηρίου πάθους ὄνομα τοῦτο εἶναί τινες νομί‐ σαντες, εἶτα ἐξελληνίζοντες τὴν φωνὴν, κατὰ
40τὴν τοῦ φῖ πρὸς τὸ πῖ, καὶ τοῦ κάππα πρὸς τὸ χῖ μεταποίησιν, Πάσχα τὴν ἡμέραν προσηγορεύκασιν.
Παραλαβοῦσα δὲ ἡ συνήθεια τὴν φωνὴν, ἰσχυροτέραν636

36

.

637

ἐποίησε, προστρεχούσης τῆς τῶν πολλῶν ἀκοῆς, ὡς εὐσεβεστέρῳ τῷ ῥήματι.
5 ΙΑʹ. Πάντα μὲν οὖν τὸν νόμον, σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων, ὁ θεῖος Ἀπόστολος πρὸ ἡμῶν ἀπεφήνατο. Καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωϋσεῖ Θεὸς, ἡνίκα περὶ τούτων ἐνομοθέτει· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν
10δειχθέντα σοι ἐν τῷ ὄρει· σκιαγραφίαν τινὰ καὶ προχάραγμα τῶν ἀοράτων παραδεικνὺς τὰ ὁρώμενα. Καὶ πείθομαι, μηδὲν εἰκῆ, μηδὲ ἀλογίστως, μηδὲ χα‐ μερπῶς τούτων διατετάχθαι, μηδὲ ἀναξίως τῆς τοῦ Θεοῦ νομοθεσίας, καὶ τῆς Μωϋσέως ὑπουργίας·
15εἰ καὶ χαλεπὸν ἑκάστῃ τῶν σκιῶν, ἑκάστην ἐφευρεῖν θεωρίαν εἰς λεπτὸν καταβαίνοντα, ὅσα τε περὶ τῆς σκηνῆς αὐτῆς, καὶ μέτρων, καὶ ὕλης, καὶ τῶν αἰρόντων ταῦτα Λευϊτῶν τε καὶ λειτουργῶν, ὅσα τε περὶ θυσιῶν, καὶ καθαρσίων, καὶ ἀφαιρεμάτων
20νενομοθέτηται· καὶ μόνοις εἶναι θεωρητὰ τοῖς κατὰ Μωϋσέα τὴν ἀρετὴν, ἢ ὅτι ἐγγυτάτω τῆς ἐκείνου παιδεύσεως. Ἐπεὶ καὶ ἐν αὐτῷ τῷ ὄρει Θεὸς ἀνθρώ‐ ποις φαντάζεται, τὸ μέν τι καταβαίνων αὐτὸς τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτω‐
25θεν ταπεινώσεως, ἵνα χωρηθῇ μετρίως γοῦν θνητῇ φύσει, καὶ ὅσον ἀσφαλὲς, ὁ ἀχώρητος. Οὐ γὰρ οἷόν τε ἄλλως ἐν περινοίᾳ Θεοῦ γενέσθαι σώμα‐ τος ὑλικοῦ καὶ δεσμίου νοῦ πάχος μὴ βοηθούμενον. Τότε τοίνυν, οὐ πάντες τῆς αὐτῆς ἀξιωθέντες φαί‐
30νονται τάξεώς τε καὶ στάσεως· ἀλλ’ ὁ μὲν τῆς, ὁ δὲ τῆς, πρὸς μέτρον, οἶμαι, τῆς ἑαυτοῦ καθάρσεως ἕκαστος· οἱ δὲ καὶ παντάπασιν ἀπεληλαμένοι, καὶ μόνης ἀκούειν τῆς ἄνωθεν φωνῆς συγχωρούμενοι, ὅσοι θηριώδεις τὸν τρόπον, καὶ θείων μυστηρίων
35ἀνάξιοι.
38 ΙΒʹ. Ὅμως δὲ μέσην χωροῦντες ἡμεῖς τῶν τε πάντη παχυτέρων τὴν διάνοιαν, καὶ τῶν ἄγαν θεωρητι‐
40κῶν τε καὶ ἀνηγμένων, ἵνα μήτε παντελῶς ἀρ‐ γοὶ καὶ ἀκίνητοι μένωμεν, μήτε περιεργότεροι τοῦ δέοντος ὦμεν, καὶ τῶν προκειμένων ἔκπτωτοι καὶ ἀλλότριοι (τὸ μὲν γὰρ Ἰουδαϊκόν πως καὶ ταπεινὸν, τὸ δὲ ὀνειροκριτικὸν, καὶ ὁμοίως ἀμφότερα κατεγνω‐
45σμένα)· οὕτω περὶ τούτων διαλεξόμεθα, κατὰ τὸ ἡμῖν ἐφικτὸν, καὶ οὐ λίαν ἔκτοπον, οὐδὲ τοῖς πολλοῖς
καταγέλαστον. Ἡγούμεθα γὰρ, ἐπειδὴ πεσόντας638

36

.

640

ἡμᾶς ἐκ τῆς ἁμαρτίας τὸ ἀπ’ ἀρχῆς, καὶ διὰ τῆς ἡδο‐ νῆς κλαπέντας μέχρις εἰδωλολατρείας, καὶ τῶν ἀθέ‐ σμων αἱμάτων, ἔδει πάλιν ἀνακληθῆναι, καὶ πρὸς τὸ ἀρχαῖον ἐπαναχθῆναι, διὰ σπλάγχνα ἐλέους Θεοῦ
5Πατρὸς ἡμῶν, οὐκ ἀνασχομένου ζημιωθῆναι τοσοῦτον ἔργον τῆς οἰκείας χειρὸς τὸν ἄνθρωπον. Πῶς οὖν ἀναπλασθῆναι, καὶ τί γενέσθαι; Τὸ μὲν σφοδρὸν τῆς ἰατρείας ἀποδοκιμασθῆναι, ὡς οὔτε πεῖσον, καὶ προσπλῆξαι δυνάμενον, διὰ τὴν ἐκ τοῦ χρόνου φυσίω‐
10σιν, τῷ δὲ ἡμέρῳ καὶ φιλανθρώπῳ τῆς θεραπείας οἰκονομηθῆναι πρὸς ἐπανόρθωσιν. Μηδὲ γὰρ ἂν πτόρθον λοξὸν ἐνεγκεῖν ἀθρόαν μετάκλισιν καὶ βίαν χειρὸς ἀπευθυνούσης (θᾶττον μέν τ’ ἂν πληγῆ‐ ναι, ἢ ὀρθωθῆναι), μήτε ἵππον θερμὸν καὶ ὑπερ‐
15ήλικα χαλινοῦ τυραννίδα, δίχα τινὸς κολακείας καὶ ποππυσμάτων. Διὰ τοῦτο δίδοται νόμος ἡμῖν εἰς βοή‐ θειαν, οἷόν τι διατείχισμα, μέσον Θεοῦ καὶ εἰδώλων, τῶν μὲν ἀπάγων ἡμᾶς, πρὸς δὲ τὸν ἐπανάγων. Καὶ συγχωρεῖ τι μικρὸν ἀπ’ ἀρχῆς, ἵνα τὸ μεῖζον λάβῃ.
20Συγχωρεῖ τὰς θυσίας τέως, ἵν’ ἐγκαταστήσῃ Θεόν· ἔπειτα, ἡνίκα καιρὸς, καταλύσῃ καὶ τὰς θυ‐ σίας, σοφῶς ὑπαλλάττων ἡμᾶς ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι, καὶ μετάγων ἐπὶ τὸ Εὐαγγέλιον ἤδη γεγυμνασμένους πρὸς εὐπείθειαν.
28 ΙΓʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, εἱσῆλθεν ὁ γρα‐ πτὸς νόμος, συνάγων ἡμᾶς εἰς Χριστὸν, καὶ οὗτος
30τῶν θυσιῶν ὁ λόγος, ὡς ὁ ἐμὸς λόγος. Ὡς ἂν δὲ τὸ τῆς σοφίας βάθος μὴ ἀγνοῇς, καὶ τὸν πλοῦτον τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων, οὐδὲ ταύτας παντε‐ λῶς ἀνιέρους ἀφῆκεν, οὐδὲ ἀσυντελεῖς, οὐδὲ μέχρι ψιλοῦ προϊούσας τοῦ αἵματος· ἀλλὰ τὸ μέγα καὶ
35ἄθυτον ἱερεῖον, ἵν’ οὕτως εἴπω, ὅσον ἐπὶ τῇ πρώτῃ φύσει, ταῖς νομικαῖς θυσίαις ἐγκαταμέμικται, καὶ οὐ μικροῦ μέρους τῆς οἰκουμένης, οὐδὲ πρὸς ὀλίγον, ἀλλὰ παντὸς τοῦ κόσμου καὶ διαιωνίζον καθάρσιον. Διὰ τοῦτο λαμβάνεται πρόβατον μὲν, διὰ τὴν
40ἀκακίαν, καὶ τὸ ἔνδυμα τῆς ἀρχαίας γυμνώσεως. Τοιοῦτον γὰρ τὸ ὑπὲρ ἡμῶν σφάγιον, ἔνδυμα ἀφθαρ‐ σίας, καὶ ὂν, καὶ καλούμενον. Τέλειον δὲ, οὐ διὰ
τὴν θεότητα μόνον, ἧς οὐδὲν τελεώτερον, ἀλλὰ640

36

.

641

καὶ διὰ τὴν πρόσληψιν τὴν χρισθεῖσαν θεότητι, καὶ γενομένην ὅπερ τὸ χρῖσαν, καὶ θαῤῥῶ λέγειν, ὁμόθεον. Ἄῤῥεν δὲ, ὡς ὑπὲρ τοῦ Ἀδὰμ προσ‐ αγόμενον, μᾶλλον δὲ τοῦ στεῤῥοῦ τὸ στεῤῥότερον,
5τοῦ πρώτου πεσόντος ὑπὸ τὴν ἁμαρτίαν, καὶ ὅτι μά‐ λιστα μηδὲν θῆλυ, μηδὲ ἄνανδρον ἐν ἑαυτῷ φέρον· ἀλλὰ καὶ ἐκραγὲν βίᾳ δεσμῶν παρθενικῶν τε καὶ μητρικῶν, κατὰ πολλὴν ἐξουσίαν, καὶ τεχθὲν ἄρσεν ἐκ τῆς προφήτιδος, ὡς Ἡσαΐας εὐαγγελίζεται.
10Ἐνιαύσιον δὲ, ὡς ἥλιον δικαιοσύνης, ἢ ἐκεῖθεν ὁρ‐ μώμενον, ἢ τῷ ὁρωμένῳ περίγραπτον, καὶ εἰς ἑαυτὸν ἐπιστρέφοντα· στέφανόν τε χρηστότητος εὐλογούμενον, καὶ πανταχόθεν ἴσον ἑαυτῷ καὶ ὅμοιον· οὐ μόνον δὲ, ἀλλὰ καὶ ὡς ζωογονοῦν τὸν τῶν ἀρε‐
15τῶν κύκλον, ἠπίως ἐπιμιγνυμένων καὶ κιρνα‐ μένων ἀλλήλαις, νόμῳ φιλίας καὶ τάξεως. Ἄμωμον δὲ καὶ ἀκίβδηλον, ὡς θεραπευτικὸν μώμων, καὶ τῶν ἀπὸ κακίας ἐλαττωμάτων καὶ μολυσμάτων. Εἰ γὰρ καὶ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε, καὶ
20τὰς νόσους ἐβάστασεν, ἀλλ’ οὐκ αὐτός τι πέπονθε τῶν θεραπείας ἀξίων. Ἐπειράσθη μὲν γὰρ κατὰ πάντα, καθ’ ὁμοιότητα τὴν ἡμετέραν, χωρὶς ἁμαρ‐ τίας δέ. Ὁ γὰρ διώξας τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς, οὐ κατέλαβεν.
27 ΙΔʹ. Τί ἔτι; Μὴν μὲν εἰσάγεται πρῶτος, μᾶλλον δὲ, ἀρχὴ μηνῶν· εἴτε τις τοῦτο παρ’ Ἑβραίοις ὢν ἀπ’ ἀρχῆς, εἴτε ὕστερον ἐντεῦθεν γενόμενος, καὶ
30παρὰ τοῦ μυστηρίου τὸ εἶναι πρῶτος λαβών. Τῇ δε‐ κάτῃ δὲ τοῦ μηνός· οὗτος γὰρ ἀριθμῶν πληρέστατος, ἐκ μονάδων πρώτη μονὰς τελεία, καὶ γεννητικὴ τε‐ λειότητος. Διατηρεῖται δὲ εἰς πέμπτην ἡμέραν, ἴσως ὅτι καθαρτικὸν αἰσθήσεων τὸ ἐμὸν θῦμα, ἐξ ὧν τὸ
35πταίειν, καὶ περὶ ἃς ὁ πόλεμος, εἰσδεχομένας τὸ κέντρον τῆς ἁμαρτίας. Ἐκλέγεται δὲ, οὐκ ἀπὸ τῶν ἀρνῶν μόνον, ἀλλὰ καὶ τοῦ χείρονος εἴδους, καὶ τῆς ἀριστερᾶς χειρὸς τῶν ἐρίφων, ὅτι μὴ ὑπὲρ τῶν δι‐ καίων μόνον, ἀλλὰ καὶ τῶν ἁμαρτωλῶν σφαγιά‐
40ζεται· τάχα δὲ ὑπὲρ τούτων καὶ πλέον, ὅσῳ καὶ μεί‐ ζονος χρῄζομεν τῆς φιλανθρωπίας. Θαυμαστὸν δὲ οὐδὲν, εἰ μάλιστα μὲν κατ’ οἶκον ἕκαστον ἐπιζητεῖται τὸ πρόβατον, εἰ δὲ μὴ, καὶ κατ’ οἴκους πατριῶν, διὰ πενίαν ἐρανιζόμενον· ἐπειδὴ κράτιστον, μάλιστα μὲν
45αὐτὸν ἕκαστον ἀρκεῖν ἑαυτῷ πρὸς τελείωσιν, καὶ θυ‐ σίαν ζῶσαν, ἁγίαν προσάγειν τῷ καλοῦντι Θεῷ,
πάντοτε καὶ διὰ πάντων καθιερούμενον· εἰ δὲ μὴ,642

36

.

644

καὶ συνεργοῖς εἰς τοῦτο κεχρῆσθαι, τοῖς κατ’ ἀρετὴν ὁμογενέσι καὶ ὁμοτρόποις. Τοῦτο γάρ μοι δοκεῖ βούλεσθαι, τὸ κοινωνεῖν τοῖς ἔγγιστα τοῦ θύματος, εἰ δεήσειεν.
7 ΙΕʹ. Ἐντεῦθεν ἡ ἱερὰ νὺξ, καὶ τοῦ παρόντος βίου τῆς κεχυμένης, τῆσδε νυκτὸς ἀντίπαλος, καθ’ ἣν τὸ πρωτόγονον λύεται σκότος, καὶ εἰς φῶς ἅπαντα,
10καὶ τάξιν, καὶ εἶδος ἔρχεται, καὶ κόσμον ἡ πρὶν ἀκοσμία λαμβάνει. Ἐντεῦθεν Αἴγυπτον φεύγομεν, τὴν σκυθρωπὴν καὶ διώκτριαν ἁμαρτίαν, καὶ Φαραὼ τὸν ἀόρατον τύραννον, καὶ τοὺς πικροὺς ἐργοδότας, πρὸς τὸν ἄνω μετασκευαζόμενοι κόσμον· καὶ τοῦ πη‐
15λοῦ καὶ τῆς πλινθείας ἐλευθερούμεθα, τῆς τε τοῦ ἀχύρου καὶ σφαλερᾶς τοῦ σαρκίου τοῦδε συστά‐ σεως, καὶ μηδ’ ὅσον ἀχυρώδεσι λογισμοῖς ἐπὶ τῶν πολλῶν κρατουμένης. Ἐντεῦθεν ὁ ἀμνὸς σφαγιάζε‐ ται, καὶ σφραγίζονται τῷ τιμίῳ αἵματι πρᾶξις καὶ
20λόγος, εἴτουν ἕξις καὶ ἐνέργεια, αἱ τῶν ἡμετέ‐ ρων θυρῶν παραστάτιδες, λέγω δὴ τῶν τοῦ νοῦ κινημάτων τε καὶ δογμάτων, καλῶς ἀνοιγομέ‐ νων καὶ κλειομένων ἐκ θεωρίας, ἐπειδὴ μέτρον ἐστί τι καὶ καταλήψεων. Ἐντεῦθεν ἡ τελευταία καὶ βα‐
25ρυτάτη τοῖς διώκταις πληγὴ, καὶ νυκτὸς ὄντως ἀξία· καὶ θρηνεῖ τὰ πρωτότοκα τῶν οἰκείων λογισμῶν καὶ πράξεων Αἴγυπτος (ὃ καὶ σπέρμα Χαλδαϊκὸν ἐξαι‐ ρόμενον τῇ Γραφῇ καλεῖται, καὶ νήπια Βαβυ‐ λώνια τῇ πέτρᾳ προσκροτούμενα καὶ λυόμενα),
30καὶ βοῆς πάντα μεστὰ καὶ κραυγῆς Αἰγυπτίοις· καὶ ἡμῶν ἀποχωρήσει τηνικαῦτα ὁ ἐκείνων ὀλο‐ θρευτὴς, αἰδοῖ καὶ φόβῳ τοῦ χρίσματος. Ἐντεῦθεν ἄρσις τῆς ζύμης ἑπταήμερος (οὗτος γὰρ μυστικώ‐ τατος ἀριθμῶν, καὶ τῷ κόσμῳ τούτῳ σύστοιχος,
35τῆς παλαιᾶς καὶ ὀξώδους κακίας (οὐ γὰρ τῆς ἀρτο‐ ποιοῦ τε καὶ ζωτικῆς)· ἵνα μηδὲν Αἰγύπτιον ἐπισιτι‐ ζώμεθα φύραμα, καὶ λείψανον Φαρισαϊκῆς καὶ ἀθέου διδασκαλίας.
40 ΙϚʹ. Καὶ οἱ μὲν θρηνείτωσαν· ἡμῖν δὲ ὁ ἀμνὸς βρωθήσεται· τὸ πρὸς ἑσπέραν μὲν, ὅτι ἐπὶ συν‐ τελείᾳ τῶν αἰώνων τὸ Χριστοῦ πάθος· ἐπεὶ καὶ κοινωνεῖ τοῦ μυστηρίου τοῖς μαθηταῖς ἐν ἑσπέρᾳ, λύων τὸν σκότον τῆς ἁμαρτίας. Οὐχ ἑψόμενος δὲ,
45ἀλλ’ ὀπτώμενος· ὡς ἂν μηδὲν ἀθεώρητον, μηδ’ ὑδα‐644

36

.

645

ρὲς ὁ λόγος ἡμῖν ἂν ἔχῃ, μηδ’ εὐδιάλυτον, ἀλλ’ ὅλος συνεστὼς ᾖ, καὶ στεῤῥὸς, καὶ τῷ καθ‐ αρτικῷ πυρὶ δεδοκιμασμένος, καὶ παντὸς ὑλώδους ἐλεύθερος, καὶ ἀπέριττος, καὶ τοῖς καλοῖς ἄνθραξι
5βοηθώμεθα, τὸ διανοητικὸν ἡμῶν ἀνάπτουσι καὶ καθ‐ αίρουσι, παρὰ τοῦ πῦρ ἐλθόντος βαλεῖν ἐπὶ τῆς γῆς, τὸ τῶν μοχθηρῶν ἕξεων ἀναλωτικὸν, καὶ τὴν ἄναψιν ἐπισπεύδοντος. Ὅσον μὲν οὖν σαρκῶδες τοῦ λόγου καὶ τρόφιμον, μετὰ τῶν ἐντοσθίων καὶ τῶν κρυ‐
10φίων τοῦ νοῦ βρωθήσεται καὶ ἀναλωθήσεται, καὶ εἰς πέψιν πνευματικὴν ἀναδοθήσεται, ἄχρι κεφαλῆς καὶ ποδῶν, τῶν τε πρώτων περὶ θεότητος θεωρημά‐ των, καὶ τῶν τελευταίων τῆς σαρκώσεως φρον‐ τισμάτων. Οὐκ ἐξοίσομεν δὲ οὐδὲν, οὐδὲ εἰς τὸ πρωὶ
15καταλείψομεν· ὅτι μηδὲ ἐκφορὰ τοῖς ἔξω τὰ πολλὰ τῶν ἡμετέρων μυστηρίων, μηδὲ ὑπὲρ τὴν νύκτα ταύτην ἔστι τις κάθαρσις, καὶ τὸ τῆς ἀναβολῆς οὐκ ἐπαινετὸν τοῖς τοῦ Λόγου μεταλαμβάνουσιν. Ὥσπερ γὰρ τὴν ὀργὴν μὴ διημερεύειν, ἀλλὰ προκα‐
20ταλύειν ἡλίου καλὸν, καὶ τῷ Θεῷ φίλον, χρονικῶς τε καὶ ἀναγωγικῶς (ἐπιδύεσθαι γὰρ ὀργιζομένοις ἡμῖν οὐκ ἀσφαλὲς τὸν τῆς δικαιοσύνης ἥλιον)· οὕτω τὴν τοιαύτην βρῶσιν μὴ διανυκτερεύειν, μηδὲ εἰς τὴν ἑξῆς ἀποτίθεσθαι. Ὅσον δὲ ὀστῶδες καὶ ἄβρω‐
25τον, καὶ ἡμῖν δυσθεώρητον, οὐδὲ συντριβήσεται, κακῶς διαιρούμενον καὶ νοούμενον (ἐῶ γὰρ λέγειν, ὅτι μηδὲ, κατὰ τὴν ἱστορίαν, τοῦ Ἰησοῦ συν‐ ετρίβη, καί τοί γε τοῦ θανάτου τοῖς σταυρωταῖς ἐπι‐ σπευδομένου, διὰ τὸ Σάββατον)· οὐδὲ ἀποῤῥι‐
30φήσεται καὶ περισυρήσεται· ἵνα μὴ δοθῇ τὰ ἅγια τοῖς κυσὶ καὶ κακοῖς τοῦ Λόγου σπαράκταις, ὥσπερ οὐδὲ τοῖς χοίροις τὸ λαμπρὸν τοῦ Λόγου καὶ μαργαρῶδες· ἀλλὰ πυρὶ καταναλωθήσεται, τῷ καὶ τὰ ὁλοκαυτώματα, τὰ πάντα ἐρευνῶντι καὶ εἰ‐
35δότι Πνεύματι λεπτυνόμενα καὶ σωζόμενα, οὐκ ἀπολ‐ λύμενα καθ’ ὑδάτων, οὐδὲ σπειρόμενα· ὥσπερ ἡ κε‐ φαλὴ τοῦ μόσχου παρὰ Μωϋσέως, ἡ σχεδιασθεῖσα τῷ Ἰσραὴλ, εἰς ὀνειδισμὸν τῆς σκληρότητος.
41 ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον πα‐ ραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσο‐ μεν γὰρ τὸ θῦμα κατὰ σπουδὴν, καὶ ἄζυμα ἐπὶ
45πικρίδων συνεσθίοντες, καὶ τὰς ὀσφύας περιεζω‐ σμένοι, καὶ τὰ ὑποδήματα περικείμενοι, καὶ πρεσβυ‐ τικῶς βακτηρεύοντες. Κατὰ σπουδὴν μὲν, ἵνα μὴ
πάθωμεν ὅπερ ὁ Λὼτ ἐκεῖνος ἀπηγόρευται παρὰ τῆς646

36

.

648

ἐντολῆς· μὴ περιβλεψώμεθα, μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὅρος ἀποσωθῶμεν, μὴ συμ‐ παραληφθῶμεν τῷ Σοδομιτικῷ καὶ ξένῳ πυρὶ, μηδ’ εἰς στήλην ἀλὸς παγῶμεν, ἐκ τῆς ἐπὶ τὸ χεῖρον
5ἐπιστροφῆς, ὅπερ ἐργάζεται μέλλησις. Ἐπὶ δὲ πι‐ κρίδων, διὰ τὸ πικρὸν τοῦ κατὰ Θεὸν βίου, καὶ πρόσαντες, τοῖς ἀρχομένοις μάλιστα, καὶ ἡδονῶν ὑψηλότερον. Εἰ γὰρ καὶ χρηστὸς ὁ νέος ζυγὸς, καὶ τὸ φορτίον ἐλαφρὸν, ὥσπερ ἀκούεις· ἀλλὰ διὰ τὴν ἐλπί‐
10δα τοῦτο καὶ τὴν ἀντίδοσιν, πολλῷ τῆς ἐνταῦθα κα‐ κοπαθείας οὖσαν δαψιλεστέραν· ἐπεὶ ἄλλως γε, τίς οὐκ ἂν εἴποι, πολὺ τῶν νομικῶν διατάξεων τὸ Εὐαγ‐ γέλιον ἐργωδέστερον εἶναι καὶ μοχθηρότερον; Τοῦ γὰρ νόμον τὰ τέλη τῶν ἀμαρτημάτων κωλύον‐
15τος, ἡμεῖς καὶ τὰς αἰτίας, ὡς πράξεις σχεδὸν, ἐγκα‐ λούμεθα. Οὐ μοιχεύσεις, φησὶν ὁ νόμος· σὺ δὲ, οὐδὲ ἐπιθυμήσεις, ἐκ περιέργου θέας καὶ φιλοπόνου φλέγων τὸ πάθος. Οὐ φονεύσεις, ἐκεῖνος· σὺ δὲ, οὐδὲ ἀντιπλήξεις, ἀλλὰ καὶ σεαυτὸν ἐμπαρέξεις
20τῷ παίοντι. Ὅσον ταῦτα ἐκείνων φιλοσοφώτε‐ ρα! Οὐκ ἐπιορκήσεις, ἐκεῖνος· σὺ δὲ, οὐδὲ ὁμῇ τὴν ἀρχὴν, οὐ μικρὸν, οὐ μεῖζον, ὡς τοῦ ὅρκου τὴν ἐπιορκίαν τίκτοντος. Οὐ συνάψεις οἰκίαν πρὸς οἰ‐ κίαν, ἐκεῖνος, καὶ ἀγρὸν πρὸς ἀγρὸν, καταδυνα‐
25στεύων τοῦ πένητος· σὺ δὲ, ἀποθήσῃ καὶ τὰ δικαίως κτηθέντα προθύμως, καὶ γυμνωθήσῃ τοῖς πένησιν, ἵνα κούφως τὸν σταυρὸν αἴρῃς, καὶ πλουτήσῃς τὰ μὴ ὁρώμενα.
30 ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος· οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν· οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσι‐ κῆς κινήσεως· σοὶ καὶ ἀναστελλέσθω ζώνῃ καὶ σω‐ φροσύνῃ τὸ ἐπιθυμητικὸν καὶ χρεμετιστικὸν (ὡς
35ἡ θεία φησὶ Γραφὴ, τὸ τοῦ πάθους αἰσχρὸν δια‐ σύρουσα), ἵνα καθαρῶς ἐσθίῃς τὸ Πάσχα, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰωάννου ζώνην μιμούμενος, τοῦ ἐρημικοῦ, καὶ προδρόμου, καὶ με‐ γάλου τῆς ἀληθείας κήρυκος. Οἶδα καὶ ζώνην ἄλλην,
40τὴν στρατιωτικὴν λέγω καὶ ἀνδρικὴν, καθ’ ἣν Εὔζω‐ νοι Συρίας καὶ Μονόζωνοί τινες ὀνομάζονται· καθ’ ἣν καὶ τῷ Ἰὼβ χρηματίζων φησὶν ὁ Θεός· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, καὶ δὸς ἀπόκρι‐ σιν ἀνδρικήν· ἣν καὶ ὁ θεῖος Δαβὶδ περιεζῶσθαι
45δύναμιν ἐκ Θεοῦ μεγαλαυχεῖ, καὶ τὸν Θεὸν αὐτὸν648

36

.

649

εἰσάγει ἐνδεδυμένον δύναμιν καὶ περιεζωσμένον, δη‐ λαδὴ κατὰ τῶν ἀσεβῶν· εἰ μή τῳ φίλον, τὸ περιὸν τῆς δυνάμεως, καὶ οἷον ἀνεσταλμένον, οὕτω παραδη‐ λοῦσθαι, καθὸ καὶ φῶς ἀναβάλλεται, ὡς ἱμάτιον. Τὸ
5γὰρ ἄσχετον αὐτοῦ τῆς δυνάμεως καὶ τοῦ φωτὸς τίς ὑποστήσεται; Ζητῶ, τί κοινὸν ὀσφύϊ καὶ ἀληθείᾳ; τί δαὶ τῷ ἁγίῳ Παύλῳ νοεῖται τὸ φάσκειν· Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ; Μήποτε ὡς τοῦ θεωρητικοῦ τὸ ἐπιθυμητικὸν περι‐
10σφίγγοντος, καὶ οὐκ ἐῶντος ἀλλαχοῦ φέρεσθαι; Οὐ γὰρ ἐθέλει τὸ περί τι διακείμενον ἐρωτικῶς, πρὸς τὰς ἄλλας ἡδονὰς τὴν αὐτὴν ἔχειν δύναμιν.
15 ΙΘʹ. Τὰ δὲ ὑποδήματα, ὁ μὲν τῆς ἁγίας γῆς καὶ θεοστιβοῦς ψαύειν μέλλων, ὑπολυέσθω, καθὰ καὶ Μωϋσῆς ἐκεῖνος ἐπὶ τοῦ ὄρους, ἵνα μηδὲν νεκρὸν φέ‐ ρῃ, μηδὲ μέσον Θεοῦ καὶ ἀνθρώπων. Ὡς δὲ καὶ εἴ τις μαθητὴς ἐπὶ τὸ Εὐαγγέλιον πέμπεται, φιλοσόφως
20καὶ ἀπερίττως· ὃν δεῖ πρὸς τῷ ἀχάλκῳ, καὶ ἀράβδῳ, καὶ μονοχίτωνι, ἔτι καὶ γυμνοπο‐ δεῖν, ἵνα φανῶσιν οἱ πόδες ὡραῖοι τῶν εὐαγγελι‐ ζομένων εἰρήνην, καὶ ἄλλο πᾶν ἀγαθόν. Ὁ δὲ φεύγων Αἴγυπτόν τε καὶ τὰ Αἰγύπτια, ὑποδεδέσθω, τῆς τε
25ἄλλης ἀσφαλείας ἕνεκα καὶ τῆς πρὸς τοὺς σκορπίους καὶ τοὺς ὄφεις, οὓς καὶ πολλοὺς Αἴγυπτος τρέφει, ὥστε μὴ βλάπτεσθαι παρὰ τῶν τηρούντων τὴν πτέρ‐ ναν, οὓς πατεῖν ἐκελεύσθημεν. Περὶ δὲ τῆς βακτη‐ ρίας οὕτως ἔχω, καὶ τοῦ περὶ ταύτην αἰνίγμα‐
30τος. Τὴν μὲν ὑπερειστικὴν οἶδα, τὴν δὲ ποιμαντικήν τε καὶ διδασκαλικὴν, καὶ τὰ λογικὰ πρόβατα ἐπιστρέ‐ φουσαν. Ἀλλὰ σοὶ νῦν τὴν ὑπερείδουσαν ὁ νόμος δια‐ κελεύεται, μήπου τὸν λογισμὸν ὀκλάσῃς, αἷμα Θεοῦ, καὶ πάθος ἀκούων, καὶ θάνατον, μήπου περιενεχθῇς
35ἀθέως, ὡς Θεοῦ συνήγορος· ἀλλ’ ἀνεπαισχύντως καὶ ἀνενδοιάστως, φάγε τὸ σῶμα, πίε τὸ αἷμα, εἰ τῆς ζωῆς ἐπιθυμητικῶς ἔχεις, μήτε τοῖς περὶ σαρ‐ κὸς ἀπιστῶν λόγοις, μήτε τοῖς περὶ τὸ πάθος βλαπτόμενος. Ἐρηρεισμένος ἵστατο, πάγιος, βεβη‐
40κὼς, ἐν μηδενὶ σαλευόμενος ὑπὸ τῶν ἀντικειμένων, μηδὲ πιθανότητος λόγοις παρασυρόμενος. Ἐπὶ τὸ ὕψος σεαυτοῦ στῆθι, ἐν ταῖς αὐλαῖς Ἱερουσα‐ λὴμ στῆσον τοὺς πόδας, ἐπὶ τῆς πέτρας ἔρει‐ σον, ἵνα μὴ σαλεύηταί σου τὰ κατὰ Θεὸν διαβή‐
45ματα.
47 Κʹ. Τί φῄς; Οὕτω ταῦτα ἔδοξεν, Αἴγυπτον ἐξελ‐ θεῖν, τὴν σιδηρᾶν κάμινον, καταλιπεῖν σε τὴν ἐκεῖσε
πολυθεΐαν, καὶ ὑπὸ Μωϋσέως ἀχθῆναι, καὶ τῆς650

36

.

652

ἐκείνου νομοθεσίας καὶ στρατηγίας; Εἰσηγοῦμαι τι καὶ τῶν οὐκ ἐμῶν, μᾶλλον δὲ καὶ λίαν ἐμῶν, ἂν πνευματικῶς θεωρῇς. Χρῆσαι παρ’ Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ· μετὰ τούτων ὅδευσον· ἐκ τῶν
5ἀλλοτρίων ἐφοδιάσθητι, μᾶλλον δὲ τῶν σῶν· χρεω‐ στεῖταί σοι μισθὸς τῆς δουλείας καὶ τῆς πλινθείας· σόφισαί τι καὶ σὺ περὶ τὴν ἀπαίτησιν· καλῶς ἀπο‐ στέρησον. Ἔστω, τεταλαιπώρηκας ἐνταῦθα, τῷ πηλῷ μαχόμενος, τῷ μοχθηρῷ τούτῳ καὶ ῥυπαρῷ σώ‐
10ματι, καὶ πόλεις οἰκοδομῶν ἀλλοτρίας καὶ σφαλερὰς, ὧν ἀπολεῖται τὸ μνημόσυνον μετ’ ἤχου. Τί δαί; προῖκα ἐξέρχῃ καὶ ἀμισθί; Τί δαί; καταλείψεις Αἰγυπτίοις καὶ ταῖς ἀντικειμέναις δυνάμεσιν, ἃ κα‐ κῶς ἐκτήσαντο, καὶ χεῖρον δαπανήσουσιν; Οὐκ ἔστιν
15ἐκείνων· ἐσύλησαν, ἥρπασαν τοῦ εἰπόντος· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυσίον, καὶ δώσω αὐτὸ ᾧ βούλομαι. Χθὲς ἦν ἐκείνων· συν‐ εχωρεῖτο γάρ. Σήμερον σοὶ προσάγει καὶ δίδωσιν ὁ Δεσπότης, καλῶς χρησομένῳ καὶ σωτηρίως. Κτη‐
20σώμεθα ἡμῖν αὐτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδι‐ κίας, ἵν’ ὅταν ἐκλίπωμεν, ἀντιλάβωμεν ἐν καιρῷ κρίσεως.
25 ΚΑʹ. Εἰ μέν τις εἶ Ῥαχὴλ, ἢ Λεία, ψυχὴ πατριαρ‐ χικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον, ἅπερ ἂν εὕρῃς, τοῦ σοῦ πατρὸς, οὐχ ἵνα φυλάξῃς, ἀλλ’ ἵν’ ἀφανίσῃς· εἰ δὲ Ἰσραηλίτης σοφὸς, πρὸς τὴν γῆν τῆς ἐπαγγελίας μετένεγκε· καὶ περὶ τούτων ὁ διώ‐
30κτης ἀλγησάτω, καὶ γνώτω κατασοφισθεὶς, ὅτι μά‐ την ἐτυράννει καὶ κατεδουλοῦτο τοὺς κρείττονας. Ἂν οὕτω ποιῇς, καὶ οὕτως ἐξέλθῃς Αἴγυπτον, εὖ οἶδα, στύλῳ πυρὸς καὶ νεφέλης ὁδηγηθήσῃ νυκτὸς καὶ ἡμέρας, ἔρημος ἡμερωθήσεται, θάλασσά σοι
35τμηθήσεται, Φαραὼ βαπτισθήσεται, ἄρτος ὀμβρήσει, πέτρα πηγάσει, Ἀμαλὴκ καταπολεμηθήσεται· οὐχ ὅπλοις μόνον, ἀλλὰ καὶ πολεμίαις χερσὶ δικαίων, εὐχὴν ὁμοῦ τυπούσαις, καὶ σταυροῦ τρόπαιον τὸ ἀήττητον· ποταμὸς ἀνακοπήσεται, ἥλιος στήσεται
40σελήνη σχεθήσεται, τείχη κατενεχθήσεται, καὶ δίχα μηχανημάτων, σφηκίαι προδραμοῦνται, ὁδοποιοῦσαι τῷ Ἰσραὴλ, καὶ τοὺς ἀλλοφύλους ἀνείργουσαι· τἄλλα τε ὅσα ἐπὶ τούτοις καὶ σὺν τούτοις ἱστόρηται, ἵνα μὴ μακρὸν ἀποτείνω λόγον, παρὰ Θεοῦ σοι δοθή‐
45σεται. Τοιαύτην ἑορτὴν ἑορτάζεις σήμερον· τοιοῦ‐ τον ἑστιᾷ τὸ ἐπὶ σοὶ τοῦ γεννηθέντος γενέθλιον, καὶ τοῦ παθόντος ἐπιτάφιον· τοιοῦτόν σοι τὸ τοῦ Πάσχα μυστήριον. Ταῦτα ὁ νόμος ὑπέγραψε· ταῦτα Χριστὸς ἐτελείωσεν, ὁ τοῦ γράμματος καταλυτὴς,

36

.

652

(50)

ὁ τελειωτὴς τοῦ Πνεύματος, ὃς οἷς ἔπαθε, τὸ πάσχειν
διδάσκων, οἷς ἐδοξάσθη, τὸ συνδοξασθῆναι χαρίζεται.652

36

.

653

ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐχέθη, τὸ μέγα καὶ περιβόητον τοῦ Θεοῦ,
5καὶ ἀρχιερέως, καὶ θύματος; Κατειχόμεθα μὲν γὰρ ὑπὸ τοῦ πονηροῦ, πεπραμένοι ὑπὸ τὴν ἁμαρ‐ τίαν, καὶ ἀντιλαβόντες τῆς κακίας τὴν ἡδονήν. Εἰ δὲ τὸ λύτρον οὐκ ἄλλου τινὸς, ἢ τοῦ κατέχοντος γίνε‐ ται, ζητῶ τίνι τοῦτο εἰσηνέχθη, καὶ δι’ ἥντινα τὴν
10αἰτίαν; Εἰ μὲν τῷ πονηρῷ, φεῦ τῆς ὕβρεως· εἰ μὴ παρὰ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ τὸν Θεὸν αὐτὸν λύ‐ τρον ὁ λῃστὴς λαμβάνει, καὶ μισθὸν οὕτως ὑπερ‐ φυῆ τῆς ἑαυτοῦ τυραννίδος, δι’ ὃν καὶ ἡμῶν φείδεσθαι δίκαιον ἦν· εἰ δὲ τῷ Πατρὶ, πρῶτον μὲν
15πῶς; Οὐχ ὑπ’ ἐκείνου γὰρ ἐκρατούμεθα. Δεύτερον δὲ, τίς ὁ λόγος, Μονογενοῦς αἷμα τέρπειν Πατέρα, ὃς οὐδὲ τὸν Ἰσαὰκ ἐδέξατο παρὰ τοῦ πατρὸς προσ‐ φερόμενον, ἀλλ’ ἀντηλλάξατο τὴν θυσίαν, κριὸν ἀντι‐ δοὺς τοῦ λογικοῦ θύματος; Ἢ δῆλον, ὅτι λαμβάνει
20μὲν ὁ Πατὴρ, οὐκ αἰτήσας, οὐδὲ δεηθεὶς, ἀλλὰ διὰ τὴν οἰκονομίαν, καὶ τὸ χρῆναι ἁγιασθῆναι τῷ ἀνθρωπίνῳ τοῦ Θεοῦ τὸν ἄνθρωπον· ἵν’ αὐτὸς ἡμᾶς ἐξέληται, τοῦ τυράννου βίᾳ κρατήσας, καὶ πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ τοῦ Υἱοῦ μεσιτεύσαν‐
25τος, καὶ εἰς τιμὴν τοῦ Πατρὸς τοῦτο οἰκονομήσαν‐ τος, ᾧ τὰ πάντα παραχωρῶν φαίνεται. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα, καὶ τὰ πλείω σιγῇ σεβέσθω. Ὁ δὲ χαλκοῦς ὄφις κρεμᾶτοι μὲν κατὰ τῶν δα‐ κνόντων ὄφεων, οὐχ ὡς τύπος δὲ τοῦ ὑπὲρ ἡμῶν
30παθόντος, ἀλλ’ ὡς ἀντίτυπος· καὶ σώζει τοὺς εἰς αὐτὸν ὁρῶντας, οὐχ ὅτι ζῇ πιστευόμενος, ἀλλ’ ὅτι νενέκρωται, καὶ συννεκροῖ τὰς ὑπ’ αὐτὸν δυνά‐ μεις, καταλυθεὶς, ὥσπερ ἦν ἄξιος. Καὶ τίς ὁ πρέ‐ πων αὐτῷ παρ’ ἡμῶν ἐπιτάφιος; Ποῦ σου, θά‐
35νατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; Τῷ σταυρῷ βέβλησαι, τῷ ζωοποιῷ τεθανάτωσαι. Ἄ‐ πνους, νεκρὸς, ἀκίνητος, ἀνενέργητος, καὶ, εἰ τὸ σχῆμα σώζεις ὄφεως, ἐν ὕψει στηλιτευόμε‐ νος.
42ΚΓʹ. Μεταληψόμεθα δὲ τοῦ Πάσχα, νῦν μὲν654

36

.

656

τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον (τὸ γὰρ νομικὸν Πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος)· μικρὸν δὲ ὕστερον, τελεώτερον καὶ καθαρώτερον, ἡνίκα ἂν αὐτὸ πίνῃ καινὸν μεθ’
5ἡμῶν ὁ Λόγος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς, ἀποκα‐ λύπτων καὶ διδάσκων, ἃ νῦν μετρίως παρέδειξε. Καινὸν γάρ ἐστιν ἀεὶ τὸ νῦν γνωριζόμενον. Τίς δὲ ἡ πόσις καὶ ἡ ἀπόλαυσις, ἡμῶν μὲν τὸ μαθεῖν, ἐκεί‐ νου δὲ τὸ διδάξαι, καὶ κοινώσασθαι τοῖς ἑαυτοῦ μαθη‐
10ταῖς τὸν λόγον. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις, καὶ τοῦ τρέφοντος. Ἀλλὰ δεῦρο, καὶ ἡμεῖς τοῦ νόμου μεταλά‐ βωμεν εὐαγγελικῶς, ἀλλὰ μὴ γραπτῶς· τελείως, ἀλλὰ μὴ ἀτελῶς· ἀϊδίως, ἀλλὰ μὴ προσκαίρως, Ποιησώ‐ μεθα κεφαλὴν, μὴ τὴν κάτω Ἱερουσαλὴμ, ἀλλὰ τὴν
15ἄνω μητρόπολιν· μὴ τὴν ὑπὸ στρατοπέδων νῦν πα‐ τουμένην, ἀλλὰ τὴν ὑπ’ ἀγγέλων δοξαζομένην. Θύ‐ σωμεν, μὴ μόσχους νέους, μηδὲ ἀμνοὺς κέρατα ἐκ‐ φέροντας καὶ ὁπλὰς, παρ’ οἷς πολὺ τὸ νεκρὸν καὶ ἀναίσθητον· ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέ‐
20σεως, ἐπὶ τὸ ἄνω θυσιαστήριον, μετὰ τῆς ἄνω χο‐ ροστασίας. Διάσχωμεν τὸ πρῶτον καταπέτασμα, τῷ δευτέρῳ προσέλθωμεν, εἰς τὰ Ἅγια τῶν ἁγίων πα‐ ρακύψωμεν. Εἴπω τὸ μεῖζον, ἡμᾶς αὐτοὺς θύσωμεν τῷ Θεῷ· μᾶλλον δὲ, θύωμεν καθ’ ἑκάστην ἡμέραν
25καὶ πᾶσαν κίνησιν. Πάντα ὑπὲρ τοῦ Λόγου δεχώμε‐ θα, πάθεσι τὸ πάθος μιμώμεθα, αἵματι τὸ αἷμα σε‐ μνύνωμεν, ἐπὶ τὸν σταυρὸν ἀνίωμεν πρόθυμοι. Γλυ‐ κεῖς οἱ ἧλοι, καὶ εἰ λίαν ὀδυνηροί. Τὸ γὰρ μετὰ Χριστοῦ πάσχειν, καὶ ὑπὲρ Χριστοῦ, τοῦ μετ’ ἄλλων
30τρυφᾷν αἱρετώτερον.
33 ΚΔʹ. Ἂν Σίμων ἦς Κυρηναῖος, τὸν σταυρὸν ἆρον, καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστὴς,
35ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον· εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσθη διὰ σὲ καὶ τὴν σὴν ἁμαρτίαν, σὺ γενοῦ δι’ ἐκεῖνον ἔννομος. Προσκύνησον τὸν διὰ σὲ κρεμασθέντα, καὶ κρεμάμενος· κέρδανόν τι καὶ παρὰ τῆς κακίας· ὤμνησαι τῷ θανάτῳ τὴν σωτη‐
40ρίαν· εἰς τὸν παράδεισον εἴσελθε μετὰ Ἰησοῦ, ὥστε μαθεῖν ὧν ἐκπέπτωκας· Τὰ ἐκεῖ κάλλη θεώρησον· τὸν γογγυστὴν ἄφες ἀποθανεῖν ἔξω, μετὰ τῆς βλα‐ σφημίας. Κἂν Ἰωσὴφ ᾖς ὁ ἀπὸ Ἀριμαθαίας, αἴ‐ τησαι τὸ σῶμα παρὰ τοῦ σταυροῦντος· σὸν γενέσθω
45τὸ τοῦ κόσμου καθάρσιον. Κἂν Νικόδημος ᾖς, ὁ νυ‐ κτερινὸς θεοσεβὴς, μύροις αὐτὸν ἐνταφίασον. Κἂν Μαρία τις ᾖς, κἂν ἡ ἄλλη Μαρία, κἂν Σαλώμη, κἂν Ἰωάννα, δάκρυσον ὀρθρία. Ἴδε πρώτη τὸν λίθον ἡρμένον, τυχὸν δὲ καὶ τοὺς ἀγγέλους, καὶ Ἰη‐

36

.

656

(50)

σοῦν αὐτόν. Φθέγξαι τι· φωνῆς ἄκουσον. Ἂν ἀκού‐656

36

.

657

σῃς. Μή μου ἅπτου, πόῤῥω στῆθι, σεβάσθητι τὸν Λόγον, ἀλλὰ μὴ λυπηθῇς. Οἶδε γὰρ οἷς ὀφθῇ πρῶ‐ τον. Ἐγκαίνισον τὴν ἀνάστασιν· τῇ Εὔᾳ βοήθησον, τῇ πρώτῃ πεσούσῃ, τῇ πρώτῃ Τριστὸν ἀσπά‐
5σασθαι, καὶ γνωρίσαι τοῖς μαθηταῖς. Γενοῦ Πέτρος, ἢ Ἰωάννης· ἐπὶ τὸν τάφον ἐπείχθητι, ἀντιτρέ‐ χων, συντρέχων, τὴν καλὴν ἅμιλλαν ἁμιλλώμε‐ νος. Κἂν προληφθῇς τῷ τάχει, τῇ σπουδῇ νί‐ κησον μὴ παρακύψας εἰς τὸ μνημεῖον, ἀλλ’ ἔνδον
10γενόμενος. Κἂν ὡς Θωμᾶς ἀπολειφθῇς, τῶν μαθητῶν συνηγμένων, οἷς Χριστὸς ἐμφανίζεται, ὅταν ἴδῃς, μὴ ἀπιστήσῃς· κἂν ἀπιστήσῃς, τοῖς λέγουσι πίστευσον· εἰ δὲ μηδὲ τούτοις, τοῖς τύποις τῶν ἥλων πιστώθητι. Ἂν εἰς ᾅδου κατίῃ, συγκάτελθε. Γνῶθι καὶ τὰ ἐκεῖσε
15τοῦ Χριστοῦ μυστήρια, τίς ἡ οἰκονομία τῆς δι‐ πλῆς καταβάσεως, τίς ὁ λόγος· ἁπλῶς σώζει πάντας ἐπιφανεὶς, ἢ κακεῖ τοὺς πιστεύοντας.
19ΚΕʹ. Κἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε· γενοῦ
20μετὰ τῶν παραπεμπόντων ἀγγέλων, ἢ τῶν δεχομέ‐ νων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέ‐ ραις γενέσθαι, ἵν’ ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. Ἀπόκριναι τοῖς ἀποροῦσι διὰ τὸ σῶμα, καὶ τὰ τοῦ Πάθους σύμβολα, οἷς μὴ κατελθὼν συν‐
25ανέρχεται, καὶ διὰ τοῦτο πυνθανομένοις· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσί τε οἷς ἀεὶ πεποίηκε, καὶ ποιεῖ, καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπό‐ τητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν
30ἀπόκρισιν. Κἂν θαυμάζωσι, λέγοντες, κατὰ τὴν Ἡσαΐου δραματουργίαν· Τίς οὗτος ὁ παραγενό‐ μενος ἐξ Ἐδὼμ, καὶ τῶν γηίνων; ἢ, Πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου, ὡς ληνοβάτου, καὶ πλήρη ληνὸν πατήσαντος; προβαλοῦ τὸ ὡραῖον τῆς
35στολῆς τοῦ πεπονθότος σώματος, τῷ Πάθει καλλω‐ πισθέντος, καὶ τῇ Θεότητι λαμπρυνθέντος, ἧς οὐδὲν ἐρασιμιώτερον, οὐδὲ ὡραιότερον.
40 ΚϚʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς Θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέθανε, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα;
45Τοῦτο ἐγκαλεῖς Θεῷ τὴν εὐεργεσίαν; διὰ τοῦτο μι‐ κρὸς, ὅτι διὰ σὲ ταπεινός; ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθεν ὁ Ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ
τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ’ ὧν658

36

.

660

ἐθυσίαζες, καὶ πλανώμενον εὗρε, καὶ εὑρὼν ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ’ ὧν καὶ τὸ ξύλον, καὶ λαβὼν ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωὴν, καὶ ἀναγαγὼν τοῖς μένουσι συνηρίθμησεν; ὅτι λύχνον ἧψε, τὴν ἑαυτοῦ
5σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δρα‐ χμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύ‐
10νης, ἃς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο, ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρ‐ λαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος;
15Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; διὰ ταῦτα ὑπο‐ λαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νί‐ πτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν; ὅτι διὰ τὴν συγκύ‐ πτουσαν χαμαὶ ψυχὴν ταπεινοῦται, ἵνα καὶ συν‐
20υψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελωνῶν ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν. Εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι
25συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι· καὶ τὸν ἐπικλινόμενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος κατὰ τὸν νόμον ἀνασώσηται.
31 ΚΖʹ. Ἀπεστάλη μὲν, ἀλλ’ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε, νόμῳ φύσεως. Εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς
35ἀποστολὴν εἶναι νόμισον, ἐφ’ ὃν ἀναφέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρ‐ θαι παρὰ τοῦ Πατρὸς καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυ‐
40τὸν ἀνεστακέναι, καὶ ἀνεληλυθέναι πάλιν· ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λογίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγος! Ὑπὸ μὲν τῶν ὡς Θεὸς
45τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν ὡς σὰρξ
ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῆ πλέον;660

36

.

661

μᾶλλον δὲ, τίσιν ἀφῇ, τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέμνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τού‐ τους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ Θεότητι. Προσκόπτεις τῇ σαρκί; τοῦτο καὶ Ἰουδαῖοι.
5Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς (καὶ τὸ ἑξῆς σιωπή‐ σομαι); ἀπιστεῖς τῇ Θεότητι; τοῦτο οὐδὲ οἱ δαίμονες. Ὦ καὶ δαιμόνων ἀπιστότερε σὺ, καὶ Ἰουδαίων ἀγνω‐ μονέστερε! Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν ὁμο‐ τιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν
10ᾔδεσαν· ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν Θεότητα. Κρεῖτ‐ τον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν’ εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως. Ἀλλ’ ὁ μὲν πρὸς ἐκείνους πόλε‐
15μος ἢ καταλυέσθω, ὀψὲ γοῦν σωφρονήσαντας εἴπερ ἐθέλοιεν, ἢ ἀναβεβλήσθω, μὴ βουλομένων, ἀλλ’ ἐχόν‐ των ὡς ἔχουσιν. Πάντως δὲ οὐδὲν δείσομεν, ὑπὲρ τῆς Τριάδος, μετὰ τῆς Τριάδος ἀγωνιζόμενοι.
23 ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον· Γεγόναμεν, ἵν’ εὖ πάθωμεν· εὖ πεπόνθα‐
25μεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύ‐ θημεν, ἵνα τρυφήσωμεν. Ἐντολὴν ἐλάβομεν, ἵν’ εὐδο‐ κιμήσωμεν ταύτην φυλάξαντες· οὐκ ἀγνοοῦντος τοῦ Θεοῦ τὸ ἐσόμενον, ἀλλὰ νομοθετοῦντος τὸ αὐτεξού‐ σιον. Ἠπατήθημεν, ἐπειδὴ ἐφθονήθημεν·
30ἐκπεπτώκαμεν, ἐπειδὴ παρέβημεν· ἐνηστεύσαμεν, ἐπειδὴ μὴ ἐνηστεύσαμεν, τοῦ ξύλου τῆς γνώσεως ὑποκρατηθέντες. Ἀρχαία γὰρ ἦν ἡ ἐντολὴ, καὶ ἡμῖν ὁμόχρονος ψυχῆς τις οὖσα παιδαγωγία, καὶ τρυφῆς σωφρόνισμα· ἣν ἐπετάχθημεν εἰκότως, ἵν’ ὃ μὴ φυ‐
35λάξαντες ἀποβεβλήκαμεν, φυλάξαντες ἀπολάβωμεν. Ἐδεήθημεν Θεοῦ σαρκουμένου καὶ νεκρουμένου, ἵνα ζήσωμεν· συνενεκρώθημεν, ἵνα καθαρῶμεν· συναν‐ έστημεν, ἐπειδὴ συνενεκρώθημεν· συνεδοξάσθημεν, ἐπειδὴ συνανέστημεν.
42 ΚΘʹ. Πολλὰ μὲν δὴ τοῦ τότε καιροῦ τὰ θαύματα· Θεὸς σταυρούμενος, ἥλιος σκοτιζόμενος, καὶ πάλιν ἀναφλεγόμενος (ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ
45κτίσματα)· καταπέτασμα σχιζόμενον, αἷμα καὶ ὕδωρ τῆς πλευρᾶς χεόμενον· τὸ μὲν, ὡς ἀνθρώπου, τὸ δὲ, ὡς ὑπὲρ ἄνθρωπον· γῆ σειομένη, πέτραι ὑπὲρ τῆς πέτρας ῥηγνύμεναι, νεκροὶ ἀνιστάμενοι εἰς πί‐
στιν τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως· τὰ ἐπὶ662

36

.

664

τῷ τάφῳ σημεῖα, τὰ μετὰ τὸν τάφον, ἃ τίς ἂν ἀξίως ὑμνήσειεν; Οὐδὲν δὲ οἷον τὸ θαῦμα τῆς ἐμῆς σωτηρίας· ῥανίδες αἵματος ὀλίγαι κόσμον ὅλον ἀνα‐ πλάττουσαι, καὶ γίνονται καθάπερ ὀπὸς γάλακτι πᾶσιν
5ἀνθρώποις, εἰς ἓν ἡμᾶς συνδέουσαι καὶ συνάγουσαι.
8 Λʹ. Ἀλλ’, ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παν‐ τὸς τοῦ κόσμου καθάρσιον! ὡς γὰρ ἐμψύχῳ σοι δια‐
10λέξομαι. Ὦ Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύναμις! χαίρω γὰρ πᾶσί σου τοῖς ὀνόμασιν. Ὦ νοῦ τοῦ μεγάλου γέννημα, καὶ ὅρμημα, καὶ ἐκσφρά‐ γισμα! ὦ Λόγε νοούμενε, καὶ ἄνθρωπε θεωρούμενε, ὃς πάντα φέρεις ἀναδησάμενος τῷ ῥήματι τῆς
15δυνάμεώς σου! νῦν μὲν ἔχοις τὸν λόγον τοῦτον, οὐκ ἀπαρχὴν, ἀλλὰ συμπλήρωσιν ἵσως τῆς ἡμετέρας καρποφορίας, χαριστήριον τὸν αὐτὸν καὶ ἱκέσιον μη‐ δὲν κακοπαθεῖν ἡμᾶς ἔξω τῶν ἀναγκαίων καὶ ἱερῶν, οἷς συνεζήσαμεν· καὶ στήσαις τῷ σώματι
20τὴν καθ’ ἡμῶν τυραννίδα (ὁρᾷς ὅσην, Κύριε, καὶ ὡς κάμπτουσαν), ἢ τὴν σὴν ψῆφον, εἰ παρὰ σοῦ καθαι‐ ροίμεθα. Εἰ δὲ καταλύσαιμεν ἀξίως τοῦ πόθου, καὶ δεχθείημεν ταῖς οὐρανίαις σκηναῖς, τάχα σοι καὶ αὐτόθι θύσομεν δεκτὰ ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον, ὦ
25Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον· ὅτι σοὶ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ κράτος, εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.664