TLG 2022 049 :: GREGORIUS NAZIANZENUS :: In pentecosten (orat. 41)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

In pentecosten (orat. 41)

Citation: Volume — page — (line)

36

.

428

(50t)

ΛΟΓΟΣ ΜΑʹ.
51tΤοῦ αὐτοῦ εἰς τὴν Πεντηκοστήν.
52Αʹ. Περὶ τῆς ἑορτῆς βραχέα φιλοσοφήσωμεν,
ἵνα πνευματικῶς ἑορτάσωμεν. Ἄλλη μὲν γὰρ ἄλλῳ428

36

.

429

πανήγυρις· τῷ δὲ θεραπευτῇ τοῦ Λόγου λόγος, καὶ λόγων ὁ τῷ καιρῷ προσφορώτατος. Καὶ οὐδὲν οὕτως εὐφραίνει καλὸν τῶν φιλοκάλων οὐδένα, ὡς τὸ πανηγυρίζειν πνευματικῶς τὸν φιλέορτον. Σκο‐
5πῶμεν δὲ οὕτως· Ἑορτάζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· τὸν γὰρ σωματικὸν διώκων νό‐ μον, εἰς τὸν πνευματικὸν νόμον οὐκ ἔφθασεν. Ἑορτάζει καὶ Ἕλλην, ἀλλὰ κατὰ τὸ σῶμα, καὶ τοὺς ἑαυτοῦ θεούς τε καὶ δαίμονας· ὧν οἱ
10μὲν εἰσὶ παθῶν δημιουργοὶ κατ’ αὐτοὺς ἐκείνους, οἱ δὲ ἐκ παθῶν ἐτιμήθησαν. Διὰ τοῦτο ἐμπαθὲς αὐτῶν καὶ τὸ ἑορτάζειν· ἵν’ ᾖ τιμὴ Θεοῦ τὸ ἁμαρ‐ τάνειν, πρὸς ὃν καταφεύγει τὸ πάθος, ὡς σεμνο‐ λόγημα. Ἑορτάζομεν καὶ ἡμεῖς, ἀλλ’ ὡς δοκεῖ
15τῷ Πνεύματι. Δοκεῖ δὲ, ἢ λέγοντάς τι τῶν δεόν‐ των, ἢ πράττοντας. Καὶ τοῦτό ἐστι τὸ ἑορτάζειν ἡμῶν, ψυχῇ τι θησαυρίσαι τῶν ἑστώτων καὶ κρα‐ τουμένων, ἀλλὰ μὴ τῶν ὑποχωρούντων καὶ λυομέ‐ νων, καὶ μικρὰ σαινόντων τὴν αἴσθησιν, τὰ πλείω
20δὲ, λυμαινομένων τε καὶ βλαπτόντων, κατά γε τὸν ἐμὸν λόγον. Ἀρκετὸν γὰρ τῷ σώματι ἡ κακία αὐτοῦ. Τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, ἢ τῷ θηρίῳ δαψιλεστέρας τροφῆς, ἵνα μᾶλλον δυσκάθ‐ εκτον γένηται, καὶ τοῦ λογισμοῦ βιαιό‐
25τερον;
29Βʹ. Διὰ ταῦτα μὲν οὖν ἑορταστέον πνευματικῶς.
30Ἀρχὴ δὲ τοῦ λόγου (ῥητέον γὰρ, καὶ εἰ μικρόν τι παρεκβατικώτερος ἡμῖν ὁ λόγος, καὶ φιλοπονη‐ τέον τοῖς φιλολόγοις, ἵν’ ὥσπερ ἥδυσμά τι τῇ πανηγύρει συγκαταμίξωμεν)· Τὴν ἑβδομάδα τιμῶ‐ σιν Ἑβραίων παῖδες, ἐκ τῆς Μωϋσέως νομοθεσίας,
35ὥσπερ οἱ Πυθαγορικοὶ τὴν τετρακτὺν ὕστερον, ἣν δὴ καὶ ὅρκον πεποίηνται· καὶ τὴν ὀγδοάδα καὶ τριακάδα, οἱ ἀπὸ Σίμωνος, καὶ Μαρκίωνος, οἷς δὴ καὶ ἰσαρίθμους τινὰς Αἰῶνας ἐπονομάζουσι, καὶ τιμῶσιν. Οὐκ οἶδα μὲν οἷστισι λόγοις ἀναλο‐
40γίας, ἢ κατὰ τίνα τοῦ ἀριθμοῦ τούτου δύναμιν, τιμῶσι δ’ οὖν. Τὸ μὲν πρόδηλον, ὅτι ἐν ἓξ ἡμέ‐ ραις ὁ Θεὸς τὴν ὕλην ὑποστήσας τε καὶ μορφώ‐ σας, καὶ διακοσμήσας παντοίοις εἴδεσι καὶ συγ‐ κρίμασι, καὶ τὸν νῦν ὁρώμενον τοῦτον κόσμον
45ποιήσας, τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων, ὡς δηλοῖ καὶ ἡ τοῦ Σαββάτου προσηγορία, κατάπαυσιν Ἑβραϊκῶς σημαίνουσα. Εἰ δέ τις καὶ ὑψηλότερος περὶ ταῦτα λόγος, ἄλλοι φιλοσοφείτω‐ σαν. Ἡ τιμὴ δὲ αὐτοῖς, οὐκ ἐν ἡμέραις μόνον,

36

.

429

(50)

ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς φθάνουσα. Ἡ μὲν οὖν τῶν430

36

.

432

ἡμερῶν, τὸ Σάββατον, τοῦτο δηλοῖ τὸ συνεχῶς παρ’ αὐτοῖς τιμώμενον, καθὸ καὶ ἡ τῆς ζύμης ἄρ‐ σις ἰσάριθμος· ἡ δὲ τῶν ἐτῶν, ὁ ἑβδοματικὸς ἐνιαυ‐ τὸς τῆς ἀφέσεως. Καὶ οὐκ ἐν ἑβδομάσι μόνον,
5ἀλλὰ καὶ ἐν ἑβδομάσιν ἑβδομάδων, ὁμοίως ἔν τε ἡμέραις καὶ ἔτεσιν. Αἱ μὲν οὖν τῶν ἡμερῶν ἑβ‐ δομάδες γεννῶσι τὴν Πεντηκοστὴν, κλητὴν ἁγίαν παρ’ αὐτοῖς ἡμέραν· αἱ δὲ τῶν ἐτῶν, τὸν Ἰωβυ‐ λαῖον παρ’ αὐτοῖς ὀνομαζόμενον, ὁμοίως γῆς
10τε ἄφεσιν ἔχοντα, καὶ δούλων ἐλευθερίαν, καὶ κτήσεων ὠνητῶν ἀναχώρησιν. Καθιεροῦσι γὰρ, οὐ γεννημάτων μόνον, οὐδὲ πρωτοτόκων, ἀλλ’ ἤδη καὶ ἡμερῶν καὶ ἐτῶν ἀπαρχὰς τῷ Θεῷ τοῦτο τὸ γένος. Οὕτως ὁ ἑπτὰ τιμώμενος ἀριθμὸς τὴν
15τιμὴν τῆς Πεντηκοστῆς συνεισήγαγεν. Ὁ γὰρ ἑπτὰ ἐπὶ ἑαυτὸν συντιθέμενος, γεννᾷ τὸν πεντήκοντα, μιᾶς δεούσης ἡμέρας, ἣν ἐκ τοῦ μέλλοντος αἰῶ‐ νος προσειλήφαμεν, ὀγδόην τε οὖσαν τὴν αὐτὴν καὶ πρώτην, μᾶλλον δὲ μίαν καὶ ἀκατάλυτον. Δεῖ
20γὰρ ἐκεῖσε καταλῆξαι τὸν ἐνταῦθα Σαββατισμὸν τῶν ψυχῶν, ὡς δοθῆναι μερίδα, τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, καθὼς ἤδη τινὲς τῶν πρὸ ἡμῶν τὸ Σολομώντειον ἐξειλήφασι.
27 Γʹ. Τῆς δὲ τοῦ ἑπτὰ τιμῆς, πολλὰ μὲν τὰ μαρτύρια, ὀλίγα δὲ ἐκ πολλῶν ἡμῖν ἀρκέσει. Ὡς ἑπτὰ μὲν ὀνομαζόμενα τίμια Πνεύματα. Τὰς
30γὰρ ἐνεργείας, οἶμαι, τοῦ Πνεύματος, Πνεύματα φίλον τῷ Ἡσαΐᾳ καλεῖν. Κεκαθαρμένα δὲ τὰ λόγια τοῦ Κυρίου, κατὰ τὸν Δαβὶδ, ἑπταπλασίως. Καὶ ὁ μὲν δίκαιος, ἑξάκις μὲν ἐξ ἀναγκῶν ἐξαι‐ ρούμενος, ἐν δὲ τῷ ἑβδόμῳ μηδὲ πλησσόμενος. Ὁ
35δὲ ἁμαρτωλὸς, οὐχ ἑπτάκις μόνον, ἀλλὰ καὶ ἑβ‐ δομηκοντάκις ἑπτὰ συγχωρούμενος. Καὶ μέντοι πάλιν ἐκ τῶν ἐναντίων (ἐπαινετὴ γὰρ καὶ ἡ τῆς κακίας κόλασις), Κάϊν μὲν ἐκδικούμενος ἑπτά‐ κις, τουτέστι δίκας εἰσπραττόμενος τῆς ἀδελφο‐
40κτονίας· ὁ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ, ὅτι φο‐ νεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα. Οἱ δὲ πονηροὶ γείτονες ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν ἀπολαμβάνοντες· ἑπτὰ δὲ στύλοις ὁ τῆς Σοφίας οἶκος ὑπερειδόμενος· τοσούτοις δὲ ὀφθαλ‐
45μοῖς ὁ τοῦ Ζοροβάβελ λίθος κοσμούμενος. Ἑπτά‐
κις δὲ τῆς ἡμέρας ὁ Θεὸς αἰνούμενος. Καὶ μὴν432

36

.

433

καὶ στεῖρα τίκτουσα ἑπτὰ, τὸν τέλειον ἀριθμὸν, ἡ τῆς ἀτελοῦς ἐν τέκνοις ἀντίθετος.
5 Δʹ. Εἰ δὲ δεῖ καὶ τὰς παλαιὰς ἱστορίας σκοπεῖν, ἐννοῶ μὲν τὸν ἕβδομον ἐν προγόνοις Ἐνὼχ, τῇ μεταθέσει τετιμημένον. Ἐννοῶ δὲ τὸν εἰκοστὸν πρῶτον Ἀβραὰμ, τῇ πατριαρχίᾳ δεδοξασμένον, μυστηρίου προσθήκῃ μείζονος. Τρισσουμένη γὰρ ἡ
10ἑβδομὰς τὸν ἀριθμὸν τοῦτον ἐργάζεται. Τολ‐ μήσειε δ’ ἄν τις τῶν πάντα νεανικῶν, καὶ ἐπὶ τὸν νέον Ἀδὰμ ἐλθεῖν, τὸν Θεόν μου καὶ Κύριον Ἰησοῦν Χριστὸν, ἀπὸ τοῦ παλαιοῦ καὶ τοῦ ὑπὸ τὴν ἁμαρτίαν Ἀδὰμ, ἑβδομηκοστὸν ἕβδομον ἀρι‐
15θμούμενον, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν ἀνα‐ ποδίζουσαν. Ἐννοῶ δὲ καὶ τὰς ἑπτὰ σάλπιγγας Ἰησοῦ τοῦ Ναυὴ, καὶ περιόδους τοσαύτας, καὶ ἡμέ‐ ρας, καὶ ἱερέας, ἐξ ὧν τὰ Ἱεριχούντια τείχη κατασείεται. Ὡς δὲ καὶ τὴν ἑβδόμην ἀναστρο‐
20φὴν, ὥσπερ δὲ μυστικὴν τὴν τρισσὴν ἐμφύ‐ σησιν Ἡλίου τοῦ προφήτου, τῷ τῆς Σαρα‐ φθίας χήρας υἱῷ τὸ ζῇν ἐμπνεύσασαν, καὶ τοῦ αὐτοῦ τὴν ἰσάριθμον κατὰ τῶν σχιδάκων ἐπί‐ κλυσιν, ἡνίκα πυρὶ θεοπέμπτῳ τὴν θυσίαν ἀν‐
25ήλωσε, καὶ τοὺς τῆς αἰσχύνης προφήτας κατ‐ έκρινε, τὸ ἴσον οὐ δυνηθέντας ἐκ τῆς προκλή‐ σεως. Οὕτω δὲ καὶ τὴν ἑβδόμην κατασκοπὴν τοῦ νέφους τῷ παιδαρίῳ προστεταγμένην, Ἑλισ‐ σαίου τε τὴν ἴσην διάκαμψιν ἐπὶ τὸν παῖδα
30τῆς Σουναμίτιδος, τὴν πνοὴν ζωπυρίσασαν. Τοῦ δὲ αὐτοῦ, οἶμαι, δόγματος (ἵνα μὴ λέγω τὴν ἑπτάκαυλον καὶ ἑπτάλυχνον τοῦ ναοῦ λυχνίαν) ἐν ἑπτὰ μὲν ἡμέραις ὁ ἱερεὺς τελειούμενος, ἐν ἑπτὰ δὲ ὁ λεπρὸς καθαιρόμενος, ἐν τοσαύταις δὲ ὁ ναὸς
35ἐγκαινιζόμενος. Ἑβδομηκοστῷ δὲ ἔτει ὁ λαὸς ἐκ τῆς αἰχμαλωσίας ἐπαναγόμενος, ἵν’ ὅπερ ἐστὶν ἐν μονάσι, τοῦτο ἐν δεκάσι γένηται, καὶ ἀριθμῷ τε‐ λεωτέρῳ τὸ τῆς ἑβδομάδος τιμηθῇ μυστήριον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἰησοῦς αὐτὸς, ἡ καθαρὰ
40τελειότης, οἶδε τρέφειν μὲν ἐν ἐρημίᾳ καὶ πέντε ἄρτοις πεντακισχιλίους, οἶδε δὲ καὶ ἑπτὰ πάλιν τετρακισχιλίους. Καὶ τὰ τοῦ κόρου λείψανα, ἐκεῖ
μὲν δώδεκα κόφινοι, ἐνταῦθα δὲ σπυρίδες ἑπτά·434

36

.

436

οὐδέτερον ἀλόγως, οἶμαι, οὐδὲ ἀναξίως τοῦ Πνεύ‐ ματος. Καὶ σὺ δ’ ἂν κατὰ σαυτὸν ἀναλεγόμενος, πολλοὺς τηρήσαις ἀριθμοὺς, ἔχοντάς τι τοῦ φαι‐ νομένου βαθύτερον. Ὃ δὲ τῷ παρόντι καιρῷ χρη‐
5σιμώτατον, ὅτι κατὰ τούτους ἴσως τοὺς λόγους, ἢ ὅτι ἐγγύτατα τούτων, ἢ καὶ θειοτέρους τι‐ νὰς, τιμῶσι μὲν Ἑβραῖοι τὴν Πεντηκοστὴν ἡμέ‐ ραν, τιμῶμεν δὲ καὶ ἡμεῖς· ὥσπερ ἐστὶ καὶ ἄλλα τινὰ τῶν Ἑβραϊκῶν, τυπικῶς μὲν παρ’ ἐκεί‐
10νοις τελούμενα, μυστικῶς δὲ ἡμῖν ἀποκαθ‐ ιστάμενα. Τοσαῦτα περὶ τῆς ἡμέρας προδιαλεχθέν‐ τες, ἐπὶ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν.
15 Εʹ. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπι‐ δημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπί‐ δος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμιον! Τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς
20ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος, ἕως ἂν μηδεὶς πείθῃ με λόγος, ὅτι κάλλιον ἀπεσκευά‐ σθαι τοῦ σώματος. Τὰ δὲ τοῦ Πνεύματος ἄρχε‐ ται. Τίνα δὲ ἦν τὰ τοῦ Χριστοῦ; Παρθένος, γέννησις, φάτνη, σπαργάνωσις, ἄγγελοι δοξάζοντες, ποιμένες
25προστρέχοντες, ἀστέρος δρόμος, μάγων προσ‐ κύνησις καὶ δωροφορία, Ἡρώδου παιδοφονία, φεύγων Ἰησοῦς εἰς Αἴγυπτον, ἐπανιὼν ἐξ Αἰγύπτου, περι‐ τεμνόμενος, βαπτιζόμενος, μαρτυρούμενος ἄνωθεν, πειραζόμενος, λιθαζόμενος δι’ ἡμᾶς, οἷς τύπον
30ἔδει δοθῆναι τῆς ὑπὲρ τοῦ λόγου κακοπαθείας, προ‐ διδόμενος, προσηλούμενος, θαπτόμενος, ἀνιστάμενος, ἀνερχόμενος, ὧν καὶ νῦν πάσχει πολλά· παρὰ μὲν τῶν μισοχρίστων, τὰ τῆς ἀτιμίας καὶ φέρει (μακρό‐ θυμος γάρ)· παρὰ δὲ τῶν φιλοχρίστων, τὰ τῆς ἐπι‐
35τιμίας. Καὶ ἀναβάλλεται, ὥσπερ ἐκείνοις τὴν ὀργὴν, οὕτως ἡμῖν τὴν χρηστότητα· τοῖς μὲν ἴσως μετανοίας διδοὺς καιρὸν, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσι καὶ τοῖς ὑπὲρ εὐσε‐ βείας ἀγῶσιν· ὥσπερ ἄνωθεν θείας οἰκονομίας
40λόγος, καὶ τῶν ἀνεφίκτων αὐτοῦ κριμάτων, οἷς εὐθύ‐ νει σοφῶς τὰ ἡμέτερα. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα· καὶ τὰ ἑξῆς ὀψόμεθα ἐνδοξότερα, καὶ ὀφθείημεν. Τὰ δὲ τοῦ Πνεύματος, παρέστω μοι τὸ Πνεῦμα, καὶ δι‐ δότω λόγον, ὅσον καὶ βούλομαι· εἰ δὲ μὴ τοσοῦτον,
45ἀλλ’ ὅσος γε τῷ καιρῷ σύμμετρος. Πάντως δὲ436

36

.

437

παρέσται δεσποτικῶς, ἀλλ’ οὐ δουλικῶς, οὐδὲ ἀναμέ‐ νον ἐπίταγμα, ὥς τινες οἴονται. Πνεῖ γὰρ ὅπου θέλει, καὶ ἐφ’ οὓς βούλεται, καὶ ἡνίκα, καὶ ὅσον. Οὕ‐ τως ἡμεῖς καὶ νοεῖν καὶ λέγειν ἐμπνεόμεθα περὶ
5τοῦ Πνεύματος.
10 Ϛʹ. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατ‐ άγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ποιεῖν ἑαυτοῖς τὸ ἐλεύθερον. Οἱ δὲ Θεὸν νομίζοντες, ἔνθεοι
15καὶ λαμπροὶ τὴν διάνοιαν. Οἱ δὲ καὶ ὀνομάζοντες, εἰ μὲν εὐγνώμοσιν, ὑψηλοί· εἰ δὲ ταπεινοῖς, οὐκ οἰκονο‐ μικοί· πηλῷ μαργαρίτην πιστεύοντες, καὶ ἀκοῇ σα‐ θρᾷ βροντῆς ἦχον, καὶ ὀφθαλμοῖς ἀσθενεστέροις ἥλιον, καὶ τροφὴν στερεὰν τοῖς ἔτι γάλα ποτιζομένοις·
20δέον κατὰ μικρὸν προάγειν αὐτοὺς εἰς τὸ ἔμπρο‐ σθεν, καὶ προβιβάζειν τοῖς ὑψηλοτέροις, φωτὶ φῶς χαριζομένους, καὶ ἀληθείᾳ προξενοῦντας ἀλήθειαν· διὸ καὶ ἡμεῖς τὸν τελεώτερον τέως ἀφέντες λόγον (οὔπω γὰρ καιρὸς), οὕτως αὐτοῖς διαλεξόμεθα.
28 Ζʹ. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύ‐
30ματος σαφῶς ἡ ἐνέργεια· δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατολμῆσαι μικρόν. Εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δου‐ λείας ἔξω τιθέναι τὸ καὶ ἡμᾶς ποιοῦν ἐλευθέ‐ ρους, τὸ ἑξῆς αὐτοὶ σκέψασθε, μετὰ τοῦ ἁγίου Πνεύ‐
35ματος, καὶ ἡμῶν. Πείθομαι γὰρ ποσῶς τούτου μετ‐ έχειν ὑμᾶς, καὶ ὡς οἰκείοις ἤδη συνδιασκέψομαι. Ἢ δότε μοι τὸ μέσον τῆς δουλείας, καὶ τῆς δε‐ σποτείας, ἵν’ ἐκεῖ θῶ τὴν ἀξίαν τοῦ Πνεύματος· ἢ τὴν δουλείαν φεύγοντες, οὐκ ἄδηλον, ὅποι τάξετε τὸ
40ζητούμενον. Ἀλλὰ ταῖς συλλαβαῖς δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσκόμματος ὑμῖν τοῦτο γίνεται, καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστὸς τισίν. Ἀνθρώπινον τὸ πάθος. Συμβῶμεν ἀλλήλοις πνευματικῶς. Γενώμεθα φιλάδελφοι μᾶλ‐
45λον, ἢ φίλαυτοι. Δότε τὴν δύναμιν τῆς θεότητος, καὶ
δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν· ὁμο‐438

36

.

440

λογήσατε τὴν φύσιν ἐν ἄλλαις φωναῖς, αἷς αἰδεῖσθε μᾶλλον· καὶ ὡς ἀσθενεῖς ὑμᾶς ἰατρεύσομεν· ἔστιν ἃ καὶ τῶν πρὸς ἡδονὴν παρακλέψαντες. Αἰσχρὸν μὲν γὰρ, αἰσχρὸν, καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν
5ἐῤῥωμένους, μικρολογεῖσθαι περὶ τὸν ἦχον, καὶ κρύπτειν τὸν θησαυρὸν, ὥσπερ ἄλλοις βασκαίνοντας, ἢ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δεδοικότας· αἴσχιον δὲ ἡμῖν ὃ ἐγκαλοῦμεν παθεῖν, καὶ μικρολο‐ γίαν καταγινώσκοντας, αὐτοὺς μικρολογεῖσθαι περὶ
10τὰ γράμματα.
15 Ηʹ. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογή‐ σατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως· καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ μὴ
20ἔνστασις διαβολικὴ, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον· Μήτε ὑμεῖς ἡμᾶς εὐθύ‐ νητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀνα‐ βάσεως), οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέ‐ σομεν, ἕως ἂν καὶ δι’ ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ
25φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαρασ‐ σόμεθα. Ταῦτα ὑμῖν, παρ’ οἷς τι καὶ ζωτικὸν εὑρί‐ σκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν· ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον·
30οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προσ‐ λάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθὸς, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Τολμῶ τι καὶ
35μεῖζον ὑπὲρ ὑμῶν, τὸ τοῦ Ἀποστόλου φθέγξασθαι. Τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσοῦτον ὑμῶν αἰ‐ δοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας, καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, καὶ τὴν πάννυ‐
40χον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι, ὡς κατάκριτος, δέχομαι· μόνον εἰ σταίητε μεθ’ ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσαι‐ μεν. Περὶ γὰρ τῶν ἄλλων, τί χρὴ καὶ λέγειν,
45σαφῶς τεθνηκότων (οὓς Χριστοῦ μόνου ἐγεῖραι,
τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν αὐτοῦ440

36

.

441

δύναμιν, οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυ‐ γομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι, τὸ ἓν βλέ‐ ποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ
5γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύ‐ φλωσιν; Ἐπεὶ δὲ μετρίως ἐθέμην τὰ πρὸς ὑμᾶς, φέρε, καὶ πρὸς τὸ Πνεῦμα πάλιν ἐπανέλθωμεν· οἶμαι δὲ καὶ ὑμεῖς ἤδη συνέψεσθε.
13 Θʹ. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ’ ἀεὶ
15Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμού‐ μενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτὲ, ἢ Υἱὸν Πα‐ τρὶ, ἢ Πνεῦμα Υἱῷ. Τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμ‐ πλήρωσιν τελειότητος. Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ
20μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληροῦν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταυτὸν ἀεὶ, καὶ οἷς συν‐ τέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφὲς, αὐτοκίνητον, ἀει‐
25κίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον (εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μο‐ νογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπεται)· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορη‐ γὸν φωτός· αὐτοαγαθὸν, καὶ πηγὴ ἀγαθότητος·
30Πνεῦμα εὐθὲς, ἡγεμονικὸν, κύριον, ἀποστέλλον, ἀφ‐ ορίζον, ναοποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλε‐ ται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀλη‐ θείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βου‐ λῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι’ οὗ
35Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ’ ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατὴρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱὸς, τοῦ
40Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐ‐ σίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται.
46 Ιʹ. Ὠδίνεις τὰς ἀντιθέσεις; ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων
γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι, ἢ φοβήθητι,442

36

.

444

μετὰ πυρὸς ὁρωμένας. Σήμερον δογματίσω‐ μεν, αὔριον τεχνολογήσωμεν· σήμερον ἑορτάσω‐ μεν, αὔριον ἀσχημονήσωμεν. Ταῦτα μυστικῶς, ἐκεῖνα θεατρικῶς· ταῦτα ταῖς ἐκκλησίαις, ἐκεῖνα ταῖς ἀγο‐
5ραῖς· ταῦτα τοῖς νήφουσιν, ἐκεῖνα τοῖς μεθύουσιν· ταῦτα σπουδαζόντων, ἐκεῖνα παιζόντων κατὰ τοῦ Πνεύματος. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τὸ ἀλλότριον, φέρε, καταρτίσωμεν τὸ ἡμέτερον. ΙΑʹ. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς
10καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τε‐ λείωσις καὶ ἡ ἔλλαμψις, καὶ τὸ πρὸς κακίαν δυσκί‐ νητον, ἢ ἀκίνητον, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος. Ἔπειτα ἐν τοῖς Πατράσι, καὶ ἐν τοῖς προφήταις, ὧν
15οἱ μὲν ἐφαντάσθησαν Θεὸν, ἢ ἔγνωσαν, οἱ δὲ καὶ τὸ μέλλον προέγνωσαν τυπούμενοι τῷ Πνεύματι τὸ ἡγε‐ μονικὸν, καὶ ὡς παροῦσι συνόντες τοῖς ἐσομένοις. Τοι‐ αύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Ἔπειτα ἐν τοῖς Χριστοῦ μαθηταῖς (ἐῶ γὰρ Χριστὸν εἰπεῖν, ᾧ παρῆν,
20οὐχ ὡς ἐνεργοῦν, ἀλλ’ ὡς ὁμοτίμῳ συμπαρομαρτοῦν)· καὶ τούτοις τρισσῶς, καθ’ ὅσον οἷοί τε ἦσαν χωρεῖν, καὶ κατὰ καιροὺς τρεῖς· πρὶν δοξασθῆναι Χριστὸν τῷ Πάθει· μετὰ τὸ δοξασθῆναι τῇ Ἀναστάσει· μετὰ τὴν εἰς οὐ‐ ρανοὺς Ἀνάβασιν, ἢ ἀποκατάστασιν, ἢ ὅ τι χρὴ λέγειν.
25Δηλοῖ δὲ ἡ πρώτη τῶν νόσων, καὶ ἡ τῶν πνευμάτων κάθαρσις, οὐκ ἄνευ Πνεύματος δηλαδὴ γενομένη· καὶ τὸ μετὰ τὴν οἰκονομίαν ἐμφύσημα, σαφῶς ὂν ἔμ‐ πνευσις θειοτέρα· καὶ ὁ νῦν μερισμὸς τῶν πυρίνων γλωσσῶν, ὃ καὶ πανηγυρίζομεν. Ἀλλὰ τὸ μὲν
30πρῶτον, ἀμυδρῶς· τὸ δὲ δεύτερον, ἐκτυπώτερον· τὸ δὲ νῦν, τελεώτερον, οὐκ ἔτι ἐνεργείᾳ παρὸν, ὡς πρότερον, οὐσιωδῶς δὲ, ὡς ἂν εἴποι τις, συγγινόμε‐ νόν τε καὶ συμπολιτευόμενον. Ἔπρεπε γὰρ, Υἱοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, καὶ αὐτὸ φανῆναι σω‐
35ματικῶς· καὶ Χριστοῦ πρὸς ἑαυτὸν ἐπανελθόντος, ἐκεῖνο πρὸς ἡμᾶς κατελθεῖν· ἐρχόμενον μὲν ὡς Κύ‐ ριον, πεμπόμενον δὲ ὡς οὐκ ἀντίθεον. Αἱ γὰρ τοιαῦ‐ ται φωναὶ οὐχ ἧττον τὴν ὁμόνοιαν δηλοῦσιν, ἢ φύ‐ σεις χωρίζουσιν.
45 ΙΒʹ. Διὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλη‐ τος ἡμῖν μὴ λείπῃ· Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτι‐
μίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος444

36

.

445

ἐγὼ, καθίσταται. Τοῦτο δὲ συνδεσποτείας, ἀλλ’ οὐκ ἀτιμίας ὄνομα. Τὸ γὰρ, ἄλλος, οὐκ ἐπὶ τῶν ἀλλο‐ τρίων, ἀλλ’ ἐπὶ τῶν ὁμοουσίων οἶδα λεγόμενον. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν Λόγον οἰκείωσιν. Πυ‐
5ρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν (οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πανταχό‐ θεν βουλομένοις ὑπάρχει μαθεῖν)· ἢ διὰ τὴν οὐσίαν. Πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν, κἂν πάλιν ἀγανακτῇς τῷ ὁμοουσίῳ
10στενοχωρούμενος. Μεριζομέναις δὲ, διὰ τὸ τῶν χα‐ ρισμάτων διάφορον· καθεζομέναις δὲ, διὰ τὸ βασιλι‐ κὸν, καὶ τὴν ἐν τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ χερουβίμ. Ἐν ὑπερῴῳ δὲ (εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος), διὰ τὴν ἀνά‐
15βασιν τῶν δεξομένων, καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζεται, δι’ ὧν ὑμνεῖται Θεός. Καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις, ἵνα ἐκεῖνο παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ
20Θεὸν πρὸς ἡμᾶς, ὃ καὶ πρότερον ἐπὶ Μωϋσέως οἶδα γενόμενον, τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέ‐ σθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης Ἕως δ’ ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ δὲ ταπεινώσεως,
25ἄμικτος ἡ ἀγαθότης, καὶ τὸ φιλάνθρωπον ἀκοινώνη‐ τον· καὶ χάσμα ἐν μέσῳ μέγα καὶ ἀδιάβατον, οὐ τὸν πλούσιον τοῦ Λαζάρου μόνον, καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγενήτου καὶ ἑστηκυίας.
35 ΙΓʹ. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ’ ἐμέ· καὶ, Ἀνα‐ παύσεται ἐπ’ αὐτὸν ἑπτὰ Πνεύματα· καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς· καὶ, Πνεῦμα ἐπιστήμης ἐμπλῆσαν Βεσελεὴλ τὸν ἀρχιτέ‐
40κτονα τῆς σκηνῆς· καὶ, Πνεῦμα παροξυνόμενον· καὶ, Πνεῦμα ἐξᾶραν Ἡλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρὰ Ἑλισσαίου διπλάσιον· καὶ, πνεύματι ἀγαθῷ καὶ ἡγεμονικῷ Δαβὶδ ὁδηγούμενός τε καὶ στηριζόμε‐ νος. Ἐπηγγέλθη δὲ, ὑπὸ μὲν Ἰωὴλ πρότερον· Καὶ
45ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος· Ἐκ‐
χεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα446

36

.

448

(δηλαδὴ τὴν πιστεύουσαν), καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ τὰ ἑξῆς· ὑπὸ δὲ Ἰησοῦ καὶ ὕστερον, δοξαζομένου τε καὶ ἀν‐ τιδοξάζοντος, ὡς τὸν Πατέρα, καὶ ὑπὸ τοῦ Πατρός.
5Καὶ ἡ ἐπαγγελία, ὡς δαψιλὴς, συνδιαιωνίζειν καὶ συμπαραμενεῖν, εἴτουν νῦν τοῖς κατὰ καιρὸν ἀξίοις, εἴτε ὕστερον τοῖς τῶν ἐκεῖσε ἀξιουμένοις, ὅταν ὁλόκληρον αὐτὸ τῇ πολιτείᾳ φυλάξωμεν, ἀλλὰ μὴ τοσοῦτον ἀποβάλωμεν, καθ’ ὅσον ἂν ἁμαρτάνω‐
10μεν.
13 ΙΔʹ. Τοῦτο τὸ Πνεῦμα συνδημιουργεῖ μὲν Υἱῷ καὶ τὴν κτίσιν καὶ τὴν ἀνάστασιν. Καὶ πειθέτω σε
15τὸ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Πνεῦμά τε θεῖον τὸ ποιῆσάν με· Πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με· καὶ πά‐ λιν· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθή‐
20σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Δημιουργεῖ δὲ τὴν πνευματικὴν ἀναγέννησιν· καὶ πειθέτω σε τὸ, Μηδένα δύνασθαι τὴν βασι‐ λείαν ἰδεῖν ἢ λαβεῖν, ὅς τις μὴ ἄνωθεν ἐγεννήθη Πνεύματι, καὶ τὴν προτέραν ἐκαθαρίσθη γέννησιν,
25ἣ νυκτός ἐστι μυστήριον, ἡμερινῇ καὶ φωτεινῇ δια‐ πλάσει, ἣν καθ’ ἑαυτὸν ἕκαστος διαπλάττεται. Τοῦτο τὸ Πνεῦμα (σοφώτατον γὰρ καὶ φιλανθρωπό‐ τατον), ἂν ποιμένα λάβῃ, ψάλτην ποιεῖ, πνευμάτων πονηρῶν κατεπᾴδοντα, καὶ βασιλέα τοῦ Ἰσραὴλ ἀνα‐
30δείκνυσιν. Ἐὰν αἰπόλον συκάμινα κνίζοντα, προφήτην ἐργάζεται. Τὸν Δαβὶδ καὶ τὸν Ἀμὼς ἐν‐ θυμήθητι. Ἐὰν μειράκιον εὐφυὲς λάβῃ, πρεσβυτέ‐ ρων ποιεῖ κριτὴν καὶ παρ’ ἡλικίαν. Μαρτυρεῖ Δα‐ νιὴλ, ὁ νικήσας ἐν λάκκῳ λέοντας. Ἐὰν ἁλιέας εὕρῃ,
35σαγηνεύει Χριστῷ, κόσμον ὅλον τῇ τοῦ λόγου πλοκῇ συλλαμβάνοντας. Πέτρον λάβε μοι, καὶ Ἀνδρέαν, καὶ τοὺς υἱοὺς τῆς βροντῆς, τὰ πνευματικὰ βροντή‐ σαντας. Ἐὰν τελώνας, εἰς μαθητείαν κερδαίνει, καὶ ψυχῶν ἐμπόρους δημιουργεῖ. Φησὶ Ματθαῖος, ὁ χθὲς
40τελώνης, καὶ σήμερον εὐαγγελιστής. Ἐὰν διώκτας θερμοὺς, τὸν ζῆλον μετατίθησι, καὶ ποιεῖ Παύλους ἀντὶ Σαύλων, καὶ τοσοῦτον εἰς εὐσέβειαν, ὅσον εἰς κακίαν κατέλαβεν. Τοῦτο καὶ Πνεῦμά ἐστι πραότη‐ τος· καὶ παροξύνεται τοῖς ἁμαρτάνουσιν. Τοιγαροῦν
45πειραθῶμεν ὡς πράου, καὶ μὴ ὀργίλου, τὴν ἀξίαν ὁμολογοῦντες, καὶ τὸ βλάσφημον φεύγοντες, καὶ μὴ βουληθῶμεν ἰδεῖν ὀργιζόμενον ἀσυγχώρητα. Τοῦτο
κἀμὲ ποιεῖ σήμερον ὑμῖν τολμηρὸν κήρυκα· εἰ μὲν448

36

.

449

οὖν οὐδὲν πεισόμενον, τῷ Θεῷ χάρις· εἰ δὲ πει‐ σόμενον, καὶ οὕτω χάρις· τὸ μὲν, ἵνα φείσηται τῶν μισούντων ἡμᾶς· τὸ δὲ, ἵν’ ἡμᾶς ἁγιάσῃ, μισθὸν τοῦ‐ τον λαβόντας τῆς ἱερουργίας τοῦ Εὐαγγελίου, τὸ
5τελειωθῆναι δι’ αἵματος.
8 ΙΕʹ. Ἐλάλουν μὲν οὖν ξέναις γλώσσαις, καὶ οὐ πα‐ τρίοις, καὶ τὸ θαῦμα μέγα, λόγος ὑπὸ τῶν οὐ
10μαθόντων λαλούμενος· καὶ τὸ σημεῖον τοῖς ἀπί‐ στοις, οὐ τοῖς πιστεύουσιν, ἵν’ ᾖ τῶν ἀπίστων κατήγο‐ ρον, καθὼς γέγραπται· Ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύ‐
15ριος. Ἤκουον δέ. Μικρὸν ἐνταῦθα ἐπίσχες, καὶ δια‐ πόρησον, πῶς διαιρήσεις τὸν λόγον. Ἔχει γάρ τι ἀμ‐ φίβολον ἡ λέξις, τῇ στιγμῇ διαιρούμενον Ἆρα γὰρ ἤκουον ταῖς ἑαυτῶν διαλέκτοις ἕκαστος, ὡς φέρε εἰπεῖν, μίαν μὲν ἐξηχεῖσθαι φωνὴν, πολλὰς δὲ
20ἀκούεσθαι, οὕτω κτυπουμένου τοῦ ἀέρος, καὶ, ἵν’ εἴπω σαφέστερον, τῆς φωνῆς φωνῶν γινομένων· ἢ τὸ μὲν, Ἤκουον, ἀναπαυστέον, τὸ δὲ, Λαλούντων ταῖς ἰδίαις φωναῖς, τῷ ἑξῆς προσθετέον, ἵν’ ᾖ, Λα‐ λούντων φωναῖς, ταῖς ἰδίαις τῶν ἀκουόντων, ὅπερ
25γίνεται, ἀλλοτρίαις· καθὰ καὶ μᾶλλον τίθεμαι. Ἐκείνως μὲν γὰρ τῶν ἀκουόντων ἂν εἴη μᾶλλον, ἣ τῶν λεγόντων, τὸ θαῦμα· οὕτω δὲ τῶν λεγόντων· οἳ καὶ μέθην καταγινώσκονται, δῆλον ὡς αὐτοὶ θαυμα‐ τουργοῦντες περὶ τὰς φωνὰς τῷ Πνεύματι.
33 ΙϚʹ. Πλὴν ἐπαινετὴ μὲν καὶ ἡ παλαιὰ διαίρεσις τῶν φωνῶν (ἡνίκα τὸν πύργον ᾠκοδόμουν οἱ κακῶς
35καὶ ἀθέως ὁμοφωνοῦντες, ὥσπερ καὶ τῶν νῦν τολ‐ μῶσί τινες)· τῇ γὰρ τῆς φωνῆς διαστάσει συνδιαλυ‐ θὲν τὸ ὁμόγνωμον, τὴν ἐγχείρησιν ἔλυσεν· ἀξιεπαι‐ νετωτέρα δὲ ἡ νῦν θαυματουργουμένη. Ἀπὸ γὰρ ἑνὸς Πνεύματος εἰς πολλοὺς χυθεῖσα, εἰς μίαν
40ἁρμονίαν πάλιν συνάγεται. Καὶ ἔστι διαφορὰ χαρι‐ σμάτων, ἄλλου δεομένη χαρίσματος, πρὸς διά‐ κρισιν τοῦ βελτίονος· ἐπειδὴ πᾶσαι τὸ ἐπαινετὸν ἔχουσι. Καλὴ δ’ ἂν κἀκείνη λέγοιτο περὶ ἧς Δαβὶδ
λέγει· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς450

36

.

452

γλώσσας αὐτῶν. Διατί; Ὅτι ἠγάπησαν πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν· μόνον οὐχὶ φανερῶς τὰς ἐνταῦθα γλώσσας καταιτιώ‐ μενος, αἳ θεότητα τέμνουσιν. Ταῦτα μὲν οὖν ἐπὶ
5τοσοῦτον.
8 ΙΖʹ. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλα‐ βεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλα‐
10μίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσοποταμίταις τε καὶ τοῖς ἐμοῖς Καππα‐ δόκαις, ἐλάλουν αἱ γλῶσσαι, καὶ τοῖς ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν Ἰουδαίοις (εἴ τῳ φίλον οὕτω νοεῖν), ἐκεῖσε συνειλεγμένοις, ἄξιον ἰδεῖν, τί‐
15νες ἦσαν οὗτοι, καὶ τῆς ποίας αἰχμαλωσίας. Ἡ μὲν γὰρ εἰς Αἴγυπτον καὶ Βαβυλῶνα περίγραπτός τε ἦν, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυτο. Ἡ δὲ ὑπὸ Ῥω‐ μαίων οὔπω γεγένητο, ἔμελλε δὲ, εἴσπραξις οὖσα τῆς κατὰ τοῦ Σωτῆρος θρασύτητος. Λείπεται δὴ τὴν
20ὑπ’ Ἀντιόχου ταύτην ὑπολαμβάνειν, οὐ πολὺ τού‐ των οὖσαν τῶν καιρῶν πρεσβυτέραν. Εἰ δέ τις ταύ‐ την μὲν οὐ προσίεται τὴν ἐξήγησιν, ὡς περιεργο‐ τέραν (οὔτε γὰρ παλαιὰν εἶναι τὴν αἰχμαλωσίαν, οὔτ’ ἐπὶ πολὺ τῆς οἰκουμένης χεθεῖσαν), ζητεῖ δὲ τὴν
25πιθανωτέραν, ἐκεῖνο ἴσως ὑπολαβεῖν ἄμεινον, ὅτι πολλάκις, καὶ ὑπὸ πλειόνων, τοῦ ἔθνους μεταναστάν‐ τος, ὡς τῷ Ἔσδρᾳ ἱστόρηται, αἱ μὲν τῶν φυλῶν ἀνεσώθησαν, αἱ δὲ ὑπελείφθησαν· ὧν εἰκὸς διασπα‐ ρεισῶν εἰς ἔθνη πλείονα, τηνικαῦτα παρεῖναί τινας,
30καὶ μετέχειν τοῦ θαύματος.
34ΙΗʹ. Καὶ ταῦτα προεξήτασται τοῖς φιλομαθέσιν,
35ἴσως οὐ περιέργως. Καὶ ὅτι ἂν ἄλλο συνεισφέ‐ ρῃ τις εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἡμῖν τοῦτο ἔσται συνειλοχώς. Ἡμῖν δὲ τὸν μὲν σύλλογον ἤδη διαλυτέον (ἱκανὸς γὰρ ὁ λόγος), τὴν δὲ πανή‐ γυριν οὐδέποτε. Ἀλλ’ ἑορταστέον, νῦν μὲν
40καὶ σωματικῶς, μικρὸν δὲ ὕστερον ὅλον πνευματι‐ κῶς· ἔνθα καὶ τοὺς λόγους τούτων εἰσόμεθα καθα‐ ρώτερον καὶ σαφέστερον, ἐν αὐτῷ τῷ Λόγῳ, καὶ Θεῷ, καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῇ ἀληθινῇ τῶν σωζομένων ἑορτῇ, καὶ ἀγαλλιάσει· μεθ’ οὗ ἡ
45δόξα καὶ τὸ σέβας τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύ‐ ματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.452