TLG 2022 048 :: GREGORIUS NAZIANZENUS :: In sanctum baptisma (orat. 40) GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) In sanctum baptisma (orat. 40) Citation: Volume — page — (line) | ||
12t | ΛΟΓΟΣ Μʹ. | |
---|---|---|
13t | Εἰς τὸ ἅγιον βάπτισμα. | |
14 | Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυ‐ | |
15 | ρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια, καὶ ὀνομαστήρια, τοῖς σαρ‐ κὸς φίλοις, κουρόσυνά τε καὶ κατοικέσια, καὶ ἐτήσια, ὅσα τε ἄλλα πανηγυρίζουσιν ἄν‐ | |
20 | θρωποι), σήμερον περὶ τοῦ βαπτίσματος βραχέα διαλεξόμεθα, καὶ τῆς ἐντεῦθεν ἡμῖν ὑπαρχού‐ σης εὐεργεσίας· εἰ καὶ χθὲς ἡμᾶς ὁ λόγος παρέδρα‐ με, τῆς ὥρας κατεπειγούσης, καὶ ἅμα τοῦ λόγου τὸν κόρον φεύγοντος. Κόρος δὲ λόγου πολέμιος | |
25 | ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώμασι. Προσ‐ έχειν δὲ ἄξιον τοῖς λεγομένοις, καὶ μὴ παρέργως, ἀλλὰ προθύμως τὸν περὶ τηλικούτων δέξασθαι λό‐ γον· ἐπειδὴ καὶ τοῦτό ἐστι φωτισμὸς, τὸ γνῶναι τοῦ μυστηρίου τὴν δύναμιν. | |
33 | Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος· τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀνα‐ | |
35 | στάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ ἐμπαθής· ἡ δὲ ἡμερινὴ, καὶ ἐλευ‐ θέρα, καὶ λυτικὴ παθῶν, πᾶν τὸ ἀπὸ γενέσεως κά‐ | |
λυμμα περιτέμνουσα, καὶ πρὸς τὴν ἄνω ζωὴν ἐπαν‐ | ||
36.361 | άγουσα· ἡ δὲ φοβερωτέρα καὶ συντομωτέρα, πᾶν τὸ πλάσμα συνάγουσα ἐν βραχεῖ τῷ πλάστῃ παραστησόμενον, καὶ λόγον ὑφέξον τῆς ἐνταῦθα δου‐ λείας, καὶ πολιτείας, εἴτε τῇ σαρκὶ μόνον ἐπηκο‐ | |
5 | λούθησεν, εἴτε τῷ Πνεύματι συνανῆλθε, καὶ τὴν χάριν ᾐδέσθη τῆς ἀναπλάσεως. Ταύτας δὴ τὰς γεν‐ νήσεις ἁπάσας παρ’ ἑαυτοῦ τιμήσας ὁ ἐμὸς Χριστὸς φαίνεται· τὴν μὲν, τῷ ἐμφυσήματι τῷ πρώτῳ καὶ ζωτικῷ· τὴν δὲ, τῇ σαρκώσει, καὶ τῷ βαπτί‐ | |
10 | σματι, ὅπερ αὐτὸς ἐβαπτίσατο· τὴν δὲ, τῇ ἀναστά‐ σει, ἧς αὐτὸς ἀπήρξατο· ὡς ἐγένετο πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γενέσθαι καταξιώσας. | |
16 | Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόν‐ τος καιροῦ· περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀναγ‐ καίας, ἧς ἐπώνυμος ἡ τῶν φώτων ἡμέρα, φιλοσοφήσω‐ | |
20 | μεν· Τὸ φώτισμα, λαμπρότης ἐστὶ ψυχῶν, βίου μετάθεσις, ἐπερώτημα τῆς εἰς Θεὸν συνειδήσεως· τὸ φώτισμα, βοήθεια τῆς ἀσθενείας τῆς ἡμετέρας· τὸ φώτισμα, σαρκὸς ἀπόθεσις, Πνεύματος ἀκολούθη‐ σις, Λόγου κοινωνία, πλάσματος ἐπανόρθωσις, κα‐ | |
25 | τακλυσμὸς ἁμαρτίας, φωτὸς μετουσία, σκότους κα‐ τάλυσις· τὸ φώτισμα, ὄχημα πρὸς Θεὸν, συνεκδη‐ μία Χριστοῦ, ἔρεισμα πίστεως, νοῦ τελείωσις, κλεὶς οὐρανῶν βασιλείας, ζωῆς ἄμειψις, δουλείας ἀναίρεσις, δεσμῶν ἔκλυσις, συνθέσεως μεταποίη‐ | |
30 | σις· τὸ φώτισμα (τί δεῖ πλείω καταριθμεῖν), τῶν τοῦ Θεοῦ δώρων τὸ κάλλιστον καὶ μεγαλο‐ πρεπέστατον. Ὥσπερ γὰρ Ἅγια ἁγίων καλεῖ‐ ταί τινα, καὶ ᾌσματα ᾀσμάτων (ἐμπεριεκτι‐ κώτερα γάρ ἐστι καὶ κυριώτερα)· οὕτω καὶ αὐτὸ | |
35 | παντὸς ἄλλου τῶν παρ’ ἡμῖν φωτισμῶν ὂν ἁγιώ‐ τερον. | |
38 | Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώ‐ | |
40 | ρημα· εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντων ἡμῶν (φιλοῦσι γὰρ οἱ σφόδρα περί τι ἐρω‐ τικῶς διακείμενοι, ἡδέως συνεῖναι καὶ τοῖς ὀνόμασιν), εἴτε τοῦ πολυειδοῦς τῆς εὐεργεσίας πολλὰς καὶ τὰς κλήσεις ἡμῖν δημιουργήσαντος. Δῶρον καλοῦμεν, | |
45 | χάρισμα, βάπτισμα, χρίσμα, φώτισμα, ἀφθαρσίας ἔνδυμα, λουτρὸν παλιγγενεσίας, σφραγῖδα, πᾶν ὅ τι | |
τίμιον· δῶρον μὲν, ὡς καὶ μηδὲν προεισενεγκοῦσι | ||
36.364 | διδόμενον· χάρισμα δὲ, ὡς καὶ ὀφείλουσι· βά‐ πτισμα δὲ, ὡς συνθαπτομένης τῷ ὕδατι τῆς ἁμαρτίας· χρίσμα δὲ, ὡς ἱερὸν καὶ βασιλικὸν (ταῦ‐ τα γὰρ ἦν τὰ χριόμενα)· φώτισμα δὲ, ὡς λαμ‐ | |
5 | πρότητα· ἔνδυμα δὲ, ὡς αἰσχύνης κάλυμμα· λουτρὸν δὲ, ὡς ἔκπλυσιν· σφραγῖδα δὲ, ὡς συντήρη‐ σιν, καὶ τῆς δεσποτείας σημείωσιν. Τούτῳ συγχαί‐ ρουσιν οὐρανοί· τοῦτο δοξάζουσιν ἄγγελοι, διὰ τὸ συγγενὲς τῆς λαμπρότητος· τοῦτο εἰκὼν τῆς ἐκεῖθεν | |
10 | μακαριότητος· τοῦτο ἡμεῖς ἐξυμνεῖν βουλόμεθα μὲν, οὐ δυνάμεθα δὲ ὅσον ἄξιον. | |
14 | Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσι‐ | |
15 | τον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ἥλιος· ὅσον ἂν καθαιρώμεθα, φανταζόμενον· καὶ ὅσον ἂν φαντα‐ σθῶμεν, ἀγαπώμενον· καὶ ὅσον ἂν ἀγαπήσωμεν, | |
20 | αὖθις νοούμενον· αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ κα‐ ταληπτικὸν, ὀλίγα τοῖς ἔξω χεόμενον. Φῶς δὲ λέγω, τὸ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρού‐ μενον· ὧν πλοῦτός ἐστιν ἡ συμφυΐα, καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος. Δεύτερον δὲ φῶς ἄγγελος, | |
25 | τοῦ πρώτου φωτὸς ἀποῤῥοή τις, ἢ μετουσία, τῇ πρὸς αὐτὸ νεύσει καὶ ὑπουργίᾳ τὸν φωτισμὸν ἔχουσα· οὐκ οἶδα, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη τὸν φωτισμὸν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν τάξιν λαμβάνουσα. Τρίτον φῶς ἄνθρωπος, ὃ καὶ τοῖς | |
30 | ἔξω δῆλόν ἐστι. Φῶς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν· καὶ ἡμῶν αὐτῶν πάλιν οἱ θεοειδέστεροι, καὶ μᾶλλον Θεῷ πλησιάζοντες. Οἶδα καὶ ἄλλο φῶς, ᾧ τὸ ἀρχέγονον ἠλάθη σκότος, ἢ διεκόπη, πρῶτον ὑποστὰν τῆς ὁρατῆς κτίσεως, τήν | |
35 | τε κυκλικὴν τῶν ἀστέρων περίοδον, καὶ τὴν ἄνωθεν φρυκτωρίαν, κόσμον ὅλον αὐγάζουσαν. | |
42 | Ϛʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρω‐ τόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς· καὶ διότι, Φῶς τὰ προστάγματά σου | |
45 | ἐπὶ τῆς γῆς), εἰ καὶ τὸ φθονερὸν σκότος ἐπεισελθὸν τὴν κακίαν ἐδημιούργησεν· φῶς δὲ τυπικὸν καὶ σύμ‐ μετρον τοῖς ὑποδεχομένοις, ὁ γραπτὸς νόμος, σκια‐ γραφῶν τὴν ἀλήθειαν, καὶ τὸ τοῦ μεγάλου φωτὸς μυστήριον· εἴπερ καὶ τὸ Μωϋσέως πρόσωπον | |
36.364(50) | τούτῳ δοξάζεται. Καὶ ἵνα πλείονα φῶτα δῶμεν τῷ | |
36.365 | λόγῳ, φῶς μὲν ἦν ἐκ πυρὸς τῷ Μωϋσεῖ φαντα‐ ζόμενον, ἡνίκα τὴν βάτον ἔκαιε μὲν, οὐ κατέκαιε δὲ, ἵνα καὶ τὴν φύσιν παραδείξῃ, καὶ γνωρίσῃ τὴν δύ‐ ναμιν· φῶς δὲ, τὸ ἐν στύλῳ πυρὸς ὁδηγῆσαν τὸν | |
5 | Ἰσραὴλ, καὶ ἡμερῶσαν τὴν ἔρημον· φῶς, τὸ Ἡλίαν ἁρπάσαν ἐν τῷ τοῦ πυρὸς ἅρματι, καὶ μὴ συμφλέξαν τὸν ἁρπαζόμενον· φῶς, τὸ τοὺς ποιμένας περιαστρά‐ ψαν, ἡνίκα τὸ ἄχρονον φῶς τῷ χρονικῷ ἐμίγνυτο· φῶς, τὸ τοῦ προδραμόντος ἀστέρος ἐπὶ Βηθλεὲμ | |
10 | κάλλος, ἵνα καὶ Μάγους ὁδηγήσῃ, καὶ δορυφο‐ ρήσῃ τὸ ὑπὲρ ἡμᾶς φῶς, μεθ’ ἡμῶν γενόμενον φῶς, ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθη‐ ταῖς, μικροῦ στεῤῥοτέρα δὲ ὄψεως· φῶς, ἡ Παῦ‐ λον περιαστράψασα φαντασία, καὶ πληγῇ τῶν | |
15 | ὄψεων, τὸν σκότον τῆς ψυχῆς θεραπεύσασα· φῶς, καὶ ἡ ἐκεῖθεν λαμπρότης, τοῖς ἐνταῦθα κεκα‐ θαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἵσταται ὁ Θεὸς ἐν μέσῳ, θεῶν ὄντων καὶ βασι‐ λέων, διαστέλλων καὶ διαιρῶν τὰς ἀξίας τῆς ἐκεῖθεν | |
20 | μακαριότητος· φῶς παρὰ ταῦτα ἰδιοτρόπως, ὁ τοῦ βαπτίσματος φωτισμὸς, περὶ οὗ νῦν ἡμῖν ὁ λό‐ γος, μέγα καὶ θαυμαστὸν τὸ τῆς σωτηρίας ἡμῶν περιέχων μυστήριον. | |
28 | Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως· ἁπλότης | |
30 | γὰρ εἰρηναία καὶ ἀστασίαστος· θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆς ἀγγελικῆς, ἢ ὅτι ἐγγυτάτω τούτου, διὰ τὴν πρὸς Θεὸν ἐγγύτητα. Τὸ δὲ ἁμαρτάνειν, ἀνθρώ‐ πινον, καὶ τῆς κάτω συνθέσεως· σύνθεσις γὰρ ἀρχὴ διαστάσεως· οὐκ ᾤετο δεῖν ἀβοήθητον τὸ ἑαυτοῦ πλά‐ | |
35 | σμα καταλιπεῖν ὁ Δεσπότης, οὐδὲ περιϊδεῖν κινδυνεῦον τὴν ἀπ’ αὐτοῦ διάστασιν. Ἀλλ’ ὥσπερ οὐκ ὄν‐ τας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασε, πλάσιν θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέ‐ | |
40 | ροις, τὴν ἡλικίαν, καὶ χάρισμα, καὶ τῆς πεσούσης εἰκόνος, διὰ τὴν κακίαν, ἐπανόρθωσις· ἵνα μὴ τῇ ἀπογνώσει χείρους γινόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελέως ἔξω τοῦ καλοῦ καὶ τῆς | |
ἀρετῆς δι’ ἀπόγνωσιν πίπτωμεν· μηδὲ εἰς κακῶν | ||
36.368 | βάθος ἐμπεσόντες, ὃ δὴ λέγεται, καταφρονῶμεν· ἀλλ’ ὥσπερ οἱ μακρὰν ὁδὸν τέμνοντες, καταλύματι τοὺς πόνους διαναπαύσαντες, οὕτω τὸ ἑξῆς τῆς ὁδοῦ νεαροὶ καὶ πρόθυμοι διανύσωμεν. Αὕτη μὲν ἡ τοῦ | |
5 | βαπτίσματος χάρις καὶ δύναμις, οὐ κόσμου κατα‐ κλυσμὸν ὡς πάλαι, τῆς δὲ τοῦ καθ’ ἕκαστον ἁμαρ‐ τίας κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν ἀπὸ κακίας ἐπεισελθόντων συγχωσμάτων ἢ μολυ‐ σμάτων. | |
12 | Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύ‐ σεως· διττὴ καὶ ἡ κάθαρσις, δι’ ὕδατός τέ | |
15 | φημι καὶ Πνεύματος, τοῦ μὲν θεωρητῶς τε καὶ σω‐ ματικῶς λαμβανομένου, τοῦ δὲ ἀσωμάτως καὶ ἀθεω‐ ρήτως συντρέχοντος· καὶ τοῦ μὲν τυπικοῦ, τοῦ δὲ ἀληθινοῦ, καὶ τὰ βάθη καθαίροντος· ὃ τῆς πρώτης γενέσεως ἐπικουρία τυγχάνον, καινοὺς ἀντὶ παλαιῶν, | |
20 | καὶ θεοειδεῖς ἀντὶ τῶν νῦν ὄντων ἐργάζεται, χω‐ ρὶς πυρὸς ἀναχωνεῦον, καὶ ἀνακτίζον δίχα συν‐ τρίψεως. Εἰ γὰρ δεῖ συντόμως εἰπεῖν, συνθήκας πρὸς Θεὸν δευτέρου βίου καὶ πολιτείας καθαρωτέρας, ὑπο‐ ληπτέον τὴν τοῦ βαπτίσματος δύναμιν. Ὃ δὴ καὶ | |
25 | μάλιστα φοβητέον, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον, μὴ ψεῦσται τῆς ὁμολο‐ γίας ταύτης φαινώμεθα. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθεὶς, πόσος ὁ κίνδυνος, ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθη‐ | |
30 | κῶν, τούτων παραβάτας εὑρίσκεσθαι· καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύ‐ δους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ; Καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως, κἂν ὅτι μά‐ | |
35 | λιστα ἐπιζητῶμεν ταύτην ἐν πολλοῖς στεναγμοῖς τε καὶ δάκρυσιν, ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις κατά γε τὸν ἐμὸν ὅρον καὶ νόμον (ἔρχεται γὰρ καὶ πιστεύομεν· εἰ δὲ καὶ τὰς οὐλὰς ἐξαλείφωμεν, ἀγαπῴην ἂν, ἐπειδὴ καὶ αὐτὸς χρῄζω φιλανθρωπίας)· | |
40 | πλὴν μὴ δευτέρας δεηθῆναι καθάρσεως, ἀλλὰ στῆναι μέχρι τῆς πρώτης ἄμεινον, ἣν κοινὴν οἶδα πᾶσι καὶ ἄμοχθον καὶ ὁμότιμον, δούλοις, δεσπόταις, πένησι, πλουσίοις, ταπεινοῖς, ὑψηλοῖς, εὐγενεστέροις, ἀγε‐ νεστέροις, ὀφείλουσιν, οὐκ ὀφείλουσιν, ὡς ἀέρος | |
45 | πνεῦσιν, καὶ φωτὸς χύσιν, καὶ ὡρῶν ἀλλαγὰς, καὶ κτίσεως θέαν, τοῦ μεγάλου καὶ κοινοῦ πᾶσιν ἡμῖν | |
ἐντρυφήματος, καὶ ἰσομοιρίαν πίστεως. | ||
36.369 | Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσιν. Πόσον γὰρ εἰσοίσομεν δάκρυον, ἵν’ ἀντι‐ | |
5 | σωθῇ τῇ πηγῇ τοῦ βαπτίσματος; τίς δὲ ὁ ἐγγυητὴς, ὅτι μενεῖ τὴν θεραπείαν τὸ τέλος, ἀλλ’ οὐκ ὀφείλοντας ἡμᾶς ἔτι τὸ κριτήριον ὑποδέξεται, καὶ τῆς ἐκεῖσε δεομένους πυρώσεως; Σὺ μὲν δεήσῃ τοῦ Δεσπό‐ του τυχὸν, ὁ καλὸς καὶ φιλάνθρωπος γεωργὸς, ἔτι | |
10 | φείσασθαι τῆς συκῆς, καὶ μήπω ταύτην ἐκτεμεῖν ἐγκαλουμένην τὸ ἄκαρπον, ἀλλὰ συγχωρηθῆναι περι‐ βαλεῖν κόπρια, δάκρυα, στεναγμοὺς, ἀνακλήσεις, χαμευνίας, ἀγρυπνίας, τῆξιν ψυχῆς καὶ σώματος, τὴν δι’ ἐξαγορεύσεως, καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπαν‐ | |
15 | όρθωσιν· ἄδηλον δὲ, εἰ φείσεται ταύτης ὁ Δεσπότης, ὡς καταργούσης τὸν τόπον, ἄλλου δεομένου φιλανθρωπίας, καὶ γινομένου χείρονος ἐκ τῆς εἰς τοῦτον μακροθυμίας. Συνταφῶμεν οὖν Χριστῷ διὰ τοῦ βαπτίσματος, ἵνα καὶ συναναστῶμεν· συγκατ‐ | |
20 | έλθωμεν, ἵνα καὶ συνυψωθῶμεν· συνανέλθωμεν, ἵνα καὶ συνδοξασθῶμεν. | |
25 | Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ· καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμε‐ νον), ἔχεις ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα. | |
30 | Προβαλοῦ τὸ ὕδωρ, προβαλοῦ τὸ Πνεῦμα, ἐν ᾧ πάντα τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβεσθή‐ σεται. Πνεῦμα μὲν ἔστιν, ἀλλὰ διαλύον ὄρη· ὕδωρ μὲν ἔστιν, ἀλλὰ πυρὸς σβεστήριον. Ἐὰν προσ‐ βάλῃ τὴν χρείαν (καὶ γὰρ κἀκείνῳ τετόλμηκε), | |
35 | καὶ ζητῇ τοὺς λίθους ἄρτους γενέσθαι, τὸ πει‐ νεῖν ἐπιθέμενος· μὴ ἀγνοήσῃς αὐτοῦ τὰ νοή‐ ματα. Δίδαξον ἃ μὴ μεμάθηκε· τὸν λόγον ἀντίθες τὸν ζωτικὸν, ὅς ἐστιν ἐξ οὐρανοῦ πεμπόμενος ἄρτος, καὶ τῷ κόσμῳ τὸ ζῇν χαριζόμενος. Ἐὰν διὰ | |
40 | κενοδοξίας ἐπιβουλεύῃ σοι (καὶ γὰρ ἐκείνῳ, ἀνάγων ἐπὶ τὸ τοῦ ἱεροῦ πτερύγιον, καὶ, βάλε σεαυτὸν κάτω, λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος), μὴ κατενεχθῇς διὰ τῆς ἐπάρσεως. Ἂν τοῦτο λάβῃ, οὐ μέχρι τούτου στήσεται. Ἄπληστός ἐστιν, | |
45 | εἰς πάντα ἐπέρχεται. Σαίνει μὲν τῷ χρηστῷ, τελευτᾷ δὲ εἰς πονηρόν. Οὗτος αὐτοῦ τῆς μάχης ὁ τρόπος. Ἀλλὰ καὶ Γραφῶν ἔμπειρος ὁ λῃστής. Ἐκεῖ‐ θεν τὸ, Γέγραπται, περὶ τοῦ ἄρτου· ἐντεῦθεν τὸ, | |
Γέγραπται, περὶ τῶν ἀγγέλων. Γέγραπται γὰρ, | ||
36.372 | φησὶν, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε. Ὦ σοφιστὰ τῆς κακίας· πῶς τὸ ἑξῆς ὑπεκράτησας; Πάνυ γὰρ νοῶ τοῦτο, κἂν αὐτὸς ἀποσιωπήσῃς, ὅτι | |
5 | ἐπὶ τὴν ἀσπίδα σε καὶ τὸν βασιλίσκον ἐπιβήσομαι, καὶ καταπατήσω ἐπάνω ὄφεων καὶ σκορπίων, τῇ Τριάδι τετειχισμένος. Ἐὰν ἐξ ἀπληστίας καταπα‐ λαίῃ σε, πάσας ὑποδεικνύων τὰς βασιλείας, ὡς αὐτῷ διαφερούσας, ἐν μιᾷ καιροῦ τε ῥοπῇ καὶ | |
10 | ὄψεως, ἀπαιτῶν τὴν προσκύνησιν· ὡς πένητος κα‐ ταφρόνησον. Εἰπὲ, τῇ σφραγῖδι θαῤῥήσας· Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ· τῆς ἄνω δόξης οὔπω δι’ ἔπαρ‐ σιν, ὥσπερ σὺ, καταβέβλημαι· Χριστὸν ἐνδέδυμαι· Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι· σύ με | |
15 | προσκύνησον. Ἀπελεύσεται, σαφῶς οἶδα, τού‐ τοις ἡττημένος καὶ ᾐσχυμμένος, ὥσπερ ἀπὸ Χριστοῦ τοῦ πρώτου φωτὸς, οὕτω τῶν ἀπ’ ἐκείνου πεφωτι‐ σμένων. Τοιαῦτα τὸ λουτρὸν τοῖς ᾐσθημένοις αὐτοῦ χαρίζεται· τοιαύτην προτείνει τοῖς καλῶς πεινῶσι | |
20 | τὴν πανδαισίαν. | |
22 | ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν· μετάσχω‐ μεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως | |
25 | ἱερωτέρων, ῥαντιζούσης τοὺς κεκοινωμένους, καὶ πρόσκαιρον ἐχούσης σώματος κάθαρσιν, οὐ παντελῆ τῆς ἁμαρτίας ἀναίρεσιν. Τί γὰρ ἔδει καθαίρεσθαι τοὺς ἅπαξ κεκαθαρμένους; Βαπτισθῶμεν σήμερον, ἵνα μὴ αὔριον βιασθῶμεν. Καὶ μὴ ἀναβαλώ‐ | |
30 | μεθα τὴν εὐεργεσίαν, ὡς ἀδικίαν· μηδὲ ἀναμείνω‐ μεν πλεῖον γενέσθαι κακοὶ, ἵνα πλεῖον συγχω‐ ρηθῶμεν· μηδὲ γενώμεθα Χριστοκάπηλοι καὶ Χριστέμποροι· μηδὲ φορτισθῶμεν πλέον ἢ δυνάμεθα φέρειν, ἵνα μὴ αὐτάνδρῳ τῇ νηὶ βαπτι‐ | |
35 | σθῶμεν, καὶ τὸ χάρισμα ναυαγήσωμεν, ἀνθ’ ὧν τὸ πλεῖον ἠλπίσαμεν, τὸ πᾶν ἀπολέσαντες. Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρή‐ ματι· ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς· ἕως | |
40 | οὐκ ἐπ’ ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ’ αὐτὸς εἶ τούτου κύριος· ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα· ἕως δύνασαι γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ’ ὁμολογού‐ | |
45 | μενος· οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος· ἕως | |
δῆλόν σοι τὸ δῶρον, ἀλλ’ οὐκ ἀμφίβολον· καὶ τοῦ | ||
36.373 | βάθους ἡ χάρις ἅπτεται, ἀλλ’ οὐ τὸ σῶμα ἐπιτάφια λούεται· ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύ‐ ματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμε‐ να, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλ‐ | |
5 | κοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα· ἕως οὐκ ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτη‐ ρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θά‐ νατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν, | |
10 | ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος· ἕως οὐ μάχη βα‐ πτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμ‐ φότερα τοῦ καιροῦ μὴ συγχωροῦντος. | |
17 | ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ’ οὐ Θεόν; Τί καιρὸν, ἀλλ’ οὐ λογισμόν; Τί φίλον ἐπίβουλον, ἀλλ’ οὐ πόθον σωτήριον; Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τὴν βίαν; | |
20 | Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν; Τί παρ’ ἄλλου δέῃ μαθεῖν τὴν ἔξοδον, ἀλλ’ οὐχ ὡς ἤδη παρούσης διανοήσῃ; Τί φάρμακα ἐπιζητεῖς, τὰ μηδὲν ὀνήσοντα; Τί κριτικὸν ἱδρῶτα, ἴσως παρ‐ εστῶτος τοῦ ἐξοδίου; Σαυτὸν πρὸ τῆς ἀνάγκης | |
25 | ἰάτρευσον· σαυτὸν ἐλέησον, τὸν γνήσιον τῆς ἀσθε‐ νείας θεραπευτήν· σαυτῷ προσάγαγε τὸ σωτή‐ ριον ὄντως φάρμακον. Ἕως ἐξ οὐρίας πλεῖς, φοβή‐ θητι τὸ ναυάγιον· καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Πανηγυρισθήτω τὸ δῶρον, ἀλλὰ | |
30 | μὴ θρηνηθήτω· ἐπεργασθήτω τὸ τάλαντον, ἀλλὰ μὴ συγχωσθήτω. Γενέσθω τι μέσον τῆς χάριτος καὶ τῆς ἀναλύσεως, ἵνα μὴ ἐξαλειφθῇ τὰ πονηρὰ γράμματα μόνον, ἀλλὰ καὶ μετεγγραφῇ τὰ βελ‐ τίονα· ἵνα μὴ τὸ χάρισμα μόνον ἔχῃς, ἀλλὰ καὶ τὴν | |
35 | ἀντίδοσιν· ἵνα μὴ τὸ πῦρ φύγῃς μόνον, ἀλλὰ καὶ τῆς δόξης κληρονομήσῃς, ἣν τὸ ἐπεργάσασθαι τῷ δώρῳ χαρίζεται. Ἔστι γὰρ τοῖς μὲν μικροψύ‐ χοις μέγα, τὸ φυγεῖν βάσανον· τοῖς δὲ μεγαλοψύ‐ χοις, τὸ καὶ τυχεῖν ἀντιδόσεως. | |
42 | ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι· εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν | |
45 | βλέπε μόνον. Εἰ δὲ ὑπὲρ τούτους, καὶ υἱὸς, ὡς πατέρα αἰδέσθητι. Ἔργασαι τὸ καλὸν, ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι, κἂν εἴ σοι μηδὲν ἔσεσθαι μέλλοι. | |
Τοῦτο αὐτὸ μισθὸς, τὸ τῷ πατρὶ χαρίζεσθαι. | ||
36.376 | Ὧν ἡμεῖς μὴ καταφρονοῦντες φαινοίμεθα. Ὡς ἔστιν ἄτοπον, χρήματα μὲν προαρπάζειν, ὑγείαν δὲ ἀναβάλλεσθαι· καὶ σώματα μὲν προκαθαίρειν, ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι· καὶ τῆς μὲν κάτω | |
5 | δουλείας ἐλευθερίαν ζητεῖν, τῆς ἄνω δὲ μὴ ἐφίεσθαι· καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρε‐ πῶς, ἢ ἀμφιέσῃ, πᾶσαν ποιεῖσθαι σπουδὴν, ὅπως δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ, μηδὲν φροντίζειν· καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι, σαυτὸν | |
10 | δὲ μὴ βούλεσθαι. Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγα‐ θὸν, μηδενὸς ἂν φείδεσθαι χρήματος· εἰ δὲ πρόκει‐ ται τὸ φιλάνθρωπον, καταφρονεῖς τῷ ἑτοίμῳ τῆς εὐποιΐας. Πᾶς σοι καιρὸς ἐκπλύσεως, ἐπειδὴ πᾶς ἀναλύσεως. Μετὰ Παύλου βοῶ σοι, τῆς μεγάλης | |
15 | φωνῆς· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· οὐχ ἕνα καιρὸν, ἀλλὰ πάντα τοῦ Νῦν ὁρίζοντος. Καὶ πάλιν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστὸς, λύων τὴν νύκτα τῆς ἁμαρτίας· | |
20 | ἐπειδὴ, Ἐν νυκτὶ ἐλπὶς πονηρὰ, κατὰ τὸν Ἡσαΐαν, καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέ‐ στερον. | |
26 | ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκό‐ μιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου και‐ ρὸς, καὶ φύτευε καθ’ ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θαῤῥήσας ἔαρι, καὶ ἄνελκε τὴν | |
30 | ναῦν, πάλιν ἀρχομένου χειμῶνος, καὶ τῆς θαλάσσης ἀγριουμένης. Καὶ πολέμου καιρὸς ἔστω σοι, καὶ εἰ‐ ρήνης, καὶ γάμου, καὶ τῶν οὐ γάμου, καὶ φιλίας, καὶ διαστάσεως, ἂν ταύτης δεήσῃ, καὶ παντὸς ὅλως πράγματος, εἴ τι τῷ Σολομῶντι πειστέον. Πει‐ | |
35 | στέον δέ· καὶ γὰρ ὠφέλιμος ἡ παραίνεσις. Ἀεὶ δὲ τὴν σωτηρίαν ἐργάζου, καὶ πᾶς ἔστω σοι καιρὸς τοῦ βαπτίσματος ὅρος. Ἐὰν ἀεὶ τὸ σήμερον παρα‐ τρέχων, ἐπιτηρῇς τὸ εἰς αὔριον, λανθάνεις ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμε‐ | |
40 | νος, ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρὸν, Θεῷ τὸ μέλλον· ἐμοὶ τὴν νεότητα, Θεῷ τὸ γῆρας· ἐμοὶ τὰς ἡδονὰς, ἐκείνῳ τὴν ἀχρηστίαν. Ὅσος ὁ περὶ σὲ κίνδυνος! ὅσα τὰ παρ’ ἐλπίδα συμπτώ‐ ματα! Ἢ πόλεμος παρανάλωσεν, ἢ σεισμὸς συν‐ | |
45 | έχωσεν, ἢ θάλασσα ὑπεδέξατο, ἢ θηρίον ἥρπασεν, ἢ νόσος ἀπώλεσεν, ἢ ψὶξ παραδραμοῦσα, τὸ φαυ‐ | |
λότατον (τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον εὐκολώ‐ | ||
36.377 | τερον, κἂν μέγα φρονῇς τῇ εἰκόνι;), ἢ πότος πλεονάσας, ἢ ἄνεμος κρημνίσας, ἢ ἵππος συναρπά‐ σας, ἢ φάρμακον ἐκ προνοίας ἐπιβουλεῦσαν, τυχὸν δὲ καὶ ἀντὶ σωτηρίου φανὲν δηλητήριον, ἢ | |
5 | δικαστὴς ἀπάνθρωπος, ἢ δήμιος ἀπαραίτητος, ἤ τι τῶν ὅσα ταχίστην ποιεῖ τὴν μετάστασιν, καὶ βοηθείας ἰσχυροτέραν. | |
10 | ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρίσματι καὶ τῷ Πνεύματι, ὡς ὁ Ἰσραὴλ πάλαι τῷ νυκτερινῷ καὶ φυλακτικῷ τῶν πρωτοτό‐ | |
15 | κων αἵματι· τί σοι συμβήσεται, καὶ τί σοι πε‐ πραγμάτευται; Τῶν Παροιμιῶν ἄκουσον· Ἐὰν γὰρ κάθῃ, φησὶν, ἄφοβος ἔσῃ· Ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις. Καὶ παρὰ τοῦ Δαβὶδ εὐαγγελίσθη‐ τι· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ | |
20 | συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ. Τοῦ‐ τό σοι καὶ ζῶντι μέγιστον εἰς ἀσφάλειαν. Πρόβατον γὰρ ἐσφραγισμένον οὐ ῥᾳδίως ἐπιβουλεύεται, τὸ δὲ ἀσήμαντον κλέπταις εὐάλωτον· καὶ ἀπελθόντι δεξιὸν ἐντάφιον, ἐσθῆτος λαμπρότερον, χρυσοῦ τιμιώτερον, | |
25 | τάφου μεγαλοπρεπέστερον, ἀγόνων χοῶν εὐσεβέστε‐ ρον, ἀπαργμάτων ὡρίων καιριώτερον, ὧν τοῖς νεκροῖς οἱ νεκροὶ χαρίζονται, νόμον ποιησάμενοι τὴν συνήθειαν. Πάντα οἰχέσθω σοι, πάντα διαρπαζέσθω, χρήματα, κτήματα, θρόνοι, λαμπρότητες, ὅσα τῆς | |
30 | κάτω περιφορᾶς· σὺ δὲ κατάλυσον ἐν ἀσφαλείᾳ τὸν βίον, μηδὲν ζημιωθεὶς τῶν ἐκ Θεοῦ σοι δοθέν‐ των εἰς σωτηρίαν βοηθημάτων. | |
35 | ΙϚʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων; Τί δαί; Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύ‐ σῃς, καὶ τὸ μέγιστον ὧν ἔχεις, ἀφαιρεθῇς Χριστόν; Ἆρ’ οὖν διὰ τοῦτο φεύξῃ καὶ τὸ γενέσθαι Χριστια‐ | |
40 | νός; Ἄπαγε! Οὐχ ὑγιαίνοντος ὁ φόβος, παραφρο‐ νοῦντος ὁ λογισμός. Ὢ τῆς ἀνευλαβοῦς εὐλαβείας, εἰ δεῖ τοῦτο εἰπεῖν! ὢ τῶν τοῦ πονηροῦ σοφισμάτων! Ὄντως σκότος ἐστὶ, καὶ φῶς ὑποκρίνεται. Ὅταν μη‐ | |
δὲν ἰσχύσῃ φανερῶς πολεμῶν, ἀφανῶς ἐπιβουλεύει. | ||
36.380 | Καὶ γίνεται σύμβουλος ὡς χρηστὸς, ὢν πονηρός· ἵν’ ἑνί γε τῷ τρόπῳ πάντως ἰσχύσῃ, καὶ μηδαμόθεν αὐτοῦ τὴν ἐπιβουλὴν διαφύγωμεν. Ὅπερ οὖν κἀνταῦ‐ θα σαφῶς τεχνάζεται. Τὸ γὰρ φανερῶς καταφρονεῖν | |
5 | τοῦ βαπτίσματος πείθειν οὐκ ἔχων, ζημιοῖ σε διὰ τῆς πλαστῆς ἀσφαλείας, ἵν’ ὃ φοβῇ γε, τοῦτο λάθῃς παθὼν διὰ τοῦ φόβου· καὶ τὸ φθεῖραι τὴν δωρεὰν δε‐ δοικὼς, αὐτῷ τούτῳ τῆς δωρεᾶς ἐκπέσῃς. Ὁ μὲν οὖν τοιοῦτός ἐστι, καὶ οὔποτε παύσεται τῆς ἑαυτοῦ δι‐ | |
10 | πλόης, ἕως ἂν βλέπῃ πρὸς οὐρανὸν ἐπειγομένους ἡμᾶς, ὅθεν αὐτὸς ἐκπέπτωκεν. Σὺ δὲ, ὦ ἄνθρω‐ πε τοῦ Θεοῦ, γνῶθι τὴν ἐπιβουλὴν τοῦ ἀντικει‐ μένου. Πρὸς γὰρ τὸν ἔχοντα, καὶ ὑπὲρ τῶν με‐ γίστων, ἡ μάχη. Μὴ λάβῃς σύμβουλον τὸν ἐχθρόν· | |
15 | μὴ καταφρονήσῃς τοῦ ἀκοῦσαι καὶ γενέσθαι πιστός. Ἕως εἶ κατηχούμενος, ἐν προθύροις εἶ τῆς εὐσε‐ βείας. Εἴσω γενέσθαι σε δεῖ, τὴν αὐλὴν διαβῆναι, τὰ ἅγια κατοπτεῦσαι, εἰς τὰ Ἅγια τῶν ἁγίων παρα‐ κύψαι, μετὰ τῆς Τριάδος γενέσθαι. Μεγάλα ἐστὶν | |
20 | ὑπὲρ ὧν πολεμῇ· μεγάλης δεῖ σοι καὶ τῆς ἀσφα‐ λείας. Προβαλοῦ τὸν θυρεὸν τῆς πίστεως. Φοβεῖταί σε μετὰ τοῦ ὅπλου μαχόμενον· καὶ διὰ τοῦτο γυ‐ μνοῖ σε τοῦ χαρίσματος, ἵνα κρατήσῃ ῥᾷόν σου ἀόπλου καὶ ἀφυλάκτου. Πάσης ἡλικίας ἅπτεται, | |
25 | πάσης ἰδέας βίου. Διὰ πάντων ἀποκρουσθήτω. | |
28 | ΙΖʹ. Νέος εἶ; Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, | |
30 | ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Οὕτω τῆς ἡλικίας ἀπόλαυσον· ἀλλὰ μὴ ἀνάσχῃ μαρανθῆναί σου τὴν νεότητα, τῷ ἀτελεῖ τῆς πίστεως νεκρωθεῖσαν. Γηραιὸς εἶ, καὶ τῆς ἀναγ‐ καίας ἐγγὺς προθεσμίας; τὴν πολιὰν αἰδέσθητι· δὸς | |
35 | ἣν ἀπαιτῇ φρόνησιν, ἀνθ’ ἧς νῦν ἔχεις ἀσθε‐ νείας· ταῖς ὀλίγαις ἡμέραις βοήθησον· πίστευσον τῷ γήρᾳ τὴν κάθαρσιν. Τί φοβῇ τὰ νεότητος ἐν βαθεῖ γήρᾳ, καὶ ταῖς ἐσχάταις ἀναπνοαῖς; Ἢ καὶ σὺ μέ‐ νεις, νεκρὸς λουθῆναι, οὐ μᾶλλον ἐλεούμενος, ἢ μι‐ | |
40 | σούμενος; Ἢ ποθεῖς τῶν ἡδονῶν τὰ λείψανα, βίου λείψανον ὤν; Αἰσχρὸν τὴν μὲν ἡλικίαν παρακμάσαι, μὴ παρακμάσαι δὲ τὴν ἀσέλγειαν· ἀλλ’ ἢ πάσχειν τοῦτο, ἢ δοκεῖν, διαμέλλοντα πρὸς τὴν κάθαρσιν. Νήπιον ἔστι σοι; Μὴ λαβέτω καιρὸν ἡ κακία· ἐκ | |
45 | βρέφους ἁγιασθήτω, ἐξ ὀνύχων καθιερωθήτω τῷ | |
Πνεύματι. Σὺ δέδοικας τὴν σφραγῖδα διὰ τὸ τῆς | ||
36.381 | φύσεως ἀσθενές· ὡς μικρόψυχος ἡ μήτηρ, καὶ ὀλιγόπιστος! Ἡ Ἄννα δὲ, καὶ πρὶν ἢ γεννηθῆ‐ ναι τὸν Σαμουὴλ, καθυπέσχετο τῷ Θεῷ, καὶ γεννη‐ θέντα, ἱερὸν εὐθὺς ποιεῖ, καὶ τῇ ἱερατικῇ στολῇ συν‐ | |
5 | ανέτρεψεν, οὐ τὸ ἀνθρώπινον φοβηθεῖσα, τῷ δὲ Θεῷ πιστεύσασα. Οὐδὲν δεῖ σοι περιαμμάτων καὶ ἐπᾳσμά‐ των, οἷς ὁ πονηρὸς συνεισέρχεται, κλέπτων εἰς ἑαυ‐ τὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας, ἐν τοῖς κουφοτέροις. Δὸς αὐτῷ τὴν Τριάδα, τὸ μέγα καὶ καλὸν φυλακτή‐ | |
10 | ριον. | |
13 | ΙΗʹ. Τί ἔτι; Παρθενίαν ἀσκεῖς; Τῇ καθάρσει σφραγίσθητι· ταύτην ποίησαι τοῦ βίου κοινω‐ | |
15 | νὸν, καὶ συνόμιλον· αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν μέλος, πᾶν κίνημα, πᾶσαν αἴ‐ σθησιν. Τίμησον αὐτὴν, ἵνα σε κοσμήσῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Δέδεσαι γάμῳ; Καὶ τῇ σφραγῖ‐ | |
20 | δι συνδέθητι· ταύτην συνοίκισον σεαυτῷ τῆς σωφρο‐ σύνης φύλακα· πόσων εὐνούχων οἴει, πόσων θυ‐ ρωρῶν οὖσαν ἀσφαλεστέραν; Οὔπω σαρκὶ συνεζεύ‐ χθης; μὴ φοβηθῇς τὴν τελείωσιν. Καθαρὸς εἶ, καὶ μετὰ τὸν γάμον· ἐμὸς ὁ κίνδυνος, ἐγὼ τούτου | |
25 | συναρμοστὴς, ἐγὼ νυμφοστόλος. Οὐ γὰρ, ἐπεὶ ἡ παρθενία τιμιωτέρα, ἐν τοῖς ἀτίμοις ὁ γάμος. Μιμή‐ σομαι Χριστὸν, τὸν καθαρὸν νυμφαγωγὸν, καὶ νυμ‐ φίον, ὃς καὶ θαυματουργεῖ γάμῳ, καὶ τιμᾷ συζυγίαν τῇ παρουσίᾳ. Μόνον ἔστω γάμος καθαρὸς, καὶ | |
30 | πόθοις ῥυπαροῖς ἀνεπίμικτος. Ἓν αἰτῶ μόνον· λάβε παρὰ τοῦ δώρου τὴν ἀσφάλειαν, καὶ δὸς τῷ δώρῳ τὴν ἁγνείαν κατὰ καιρὸν, ἕως εὐχῆς πρόκειται προ‐ θεσμία, καὶ ἀσχολίας τιμιωτέρα, καὶ ταύτην ἐκ κοινῆς ὁμολογίας καὶ συναινέσεως. Οὐ γὰρ νομο‐ | |
35 | θετοῦμεν, ἀλλὰ παραινοῦμεν, καὶ τῶν σῶν τι λαβεῖν ὑπὲρ σοῦ βουλόμεθα, καὶ τῆς κοινῆς ὑμῶν ἀσφαλείας ἕνεκεν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐκ ἔστιν οὐ βίος, οὐκ ἐπιτήδευμα, ᾧ μὴ τοῦτο λυσιτελέστερον. Δέξαι, ὁ ἐν ἐξουσίᾳ, τὸν χαλινόν· ὁ ἐν δουλείᾳ, | |
40 | τὴν ἰσοτιμίαν· ὁ ἀθυμῶν, τὴν παραμυθίαν· ὁ ἐν εὐ‐ θυμίᾳ, τὴν παιδαγωγίαν, ὁ πένης, τὸν ἄσυλον πλοῦ‐ τον· ὁ εὐπορῶν, τὴν καλὴν ὧν ἔχεις οἰκονομίαν. Μη‐ δὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς σεαυτοῦ | |
σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, | ||
36.384 | ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα· ὡς τό γε καθ’ ἑαυ‐ τοῦ παίζειν, λίαν ἐπισφαλὲς καὶ ἀνόητον. | |
7 | ΙΘʹ. Ἀλλ’ ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δη‐ μοσίοις· καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάν‐ θρωπον; Ἁπλοῦς ὁ λόγος· Εἰ μὲν οἷόν τε, φύγε καὶ | |
10 | τὴν ἀγορὰν μετὰ τῆς καλῆς συνοδίας, πτέρυγας ἀε‐ τοῦ σεαυτῷ περιθεὶς, ἢ περιστερᾶς, ἵν’ οἰκειότερον εἴπω (τί γάρ σοι καὶ Καίσαρι, ἢ τοῖς Καίσαρος;). Ἕως οὗ καταπαύσῃς, οὗ μὴ ἔστιν ἁμαρτία, μη‐ δὲ μελάνωσις, μηδὲ δάκνων ὄφις ἐφ’ ὁδοῦ, κωλύων | |
15 | σου τὰ κατὰ Θεὸν διαβήματα. Ἅρπασον τὴν σεαυ‐ τοῦ ψυχὴν ἐκ τοῦ κόσμου· φύγε Σόδομα· φύγε τὸν ἐμπρησμόν· ὅδευσον ἀμεταστρεπτὶ, μὴ παγῇς λίθος ἁλός· εἰς τὸ ὄρος σώζου, μὴ συμπαραληφθῇς. Εἰ δὲ προκατέχῃ, καὶ δέδεσαι δεσμοῖς ἀναγ‐ | |
20 | καίοις, ἐκεῖνο σεαυτῷ διαλέχθητι, μᾶλλον δὲ σοὶ αὐ‐ τὸς διαλεχθήσομαι· Κρεῖσσον μὲν καὶ τυχεῖν τοῦ ἀγαθοῦ, καὶ φυλάσσειν τὴν κάθαρσιν· εἰ δὲ ἀμ‐ φότερα μὲν ἐνδέχεται, κρεῖσσόν ποτε μικρὰ μολυνθῆ‐ ναι τοῖς σοῖς δημοσίοις, ἢ παντάπασιν ἐκπεσεῖν τῆς | |
25 | χάριτος· ὥσπερ, οἶμαι, κρεῖσσον ἐπιτιμηθῆναί τι παρὰ πατρὸς καὶ δεσπότου, ἢ ἀπωσθῆναι· καὶ μικρὸν αὐγάζεσθαι, ἢ παντελῶς σκοτίζεσθαι. Σωφρόνων δὲ, ὥσπερ τῶν ἀγαθῶν τὰ μείζω καὶ τελεώτερα, οὕτω καὶ τῶν κακῶν αἱρεῖσθαι τὰ ἐλάττω τε καὶ | |
30 | κουφότερα. Διὰ τοῦτο μὴ λίαν φοβηθῇς τὴν κάθαρσιν. Κρίνεται γὰρ ἀεὶ μετὰ τῶν ἐπιτηδευμάτων τὸ κατ‐ ορθούμενον, παρὰ τοῦ δικαίου καὶ φιλανθρώπου τῶν ἡμετέρων κριτοῦ. Καὶ μικρὸν κατορθώσας πολλάκις ὁ ἐν τῷ μέσῳ, πλέον ἔσχε τοῦ ἐν ἐλευθερίᾳ μὴ | |
35 | τὸ πᾶν κατορθώσαντος· ὥσπερ, οἶμαι, παραδοξότερον ἐν πέδαις μικρὰ προβαίνειν, ἢ τρέχειν μηδενὶ βαρού‐ μενον· καὶ διὰ βορβόρου μικρὰ ῥαντίζεσθαι, ἢ καθα‐ ρὸν εἶναι διὰ καθαρᾶς ὁδοῦ φερόμενον. Τεκμήριον δὲ τοῦ λόγου, καὶ Ῥαὰβ τὴν πόρνην ἓν ἐδικαίωσε μό‐ | |
40 | νον, ἡ φιλοξενία, τἄλλα οὐκ ἐπαινουμένην· καὶ τὸν τελώνην ἓν ὕψωσεν, ἡ ταπείνωσις, οὐδὲν ἄλλο μαρτυρηθέντα· ἵνα σὺ μάθῃς, σεαυτοῦ μὴ ῥᾳ‐ δίως ἀπογινώσκειν. | |
49 | Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι | |
36.384(50) | διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδο‐ ναῖς, καὶ τηνικαῦτα τυχεῖν τῆς χάριτος; Οὐδὲ γὰρ | |
τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ὑπῆρξέ τι | ||
36.385 | πλέον, ἴσου τοῦ μισθοῦ δοθέντος καὶ τοῖς τελευταίοις. Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὅστις ποτὲ εἶ, ὁ ταῦτα λέγων, μόγις τῆς ἀναβολῆς ἐξειπὼν τὸ ἀπόῤῥητον· καί σε τῆς κακουργίας οὐκ ἐπαινῶν, ἐπαινῶ τῆς | |
5 | ἐξαγορεύσεως. Ἀλλὰ δεῦρο, καὶ τὴν παραβολὴν ἑρ‐ μηνεύθητι, ὡς ἂν μὴ βλάπτῃ τοῖς γεγραμμένοις ἐξ ἀπειρίας. Πρῶτον μὲν, οὐ περὶ τοῦ βαπτίσματος ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ τῶν κατὰ διαφόρους και‐ ροὺς πιστευόντων, καὶ εἰς τὸν καλὸν ἀμπελῶνα εἰσ‐ | |
10 | ερχομένων, τὴν Ἐκκλησίαν. Ἀφ’ ἧς γὰρ ἡμέρας καὶ ὥρας ἐπίστευσεν ἕκαστος, ἀπ’ ἐκείνης καὶ ἀπαι‐ τεῖται τὴν ἐργασίαν. Ἔπειτα, εἰ καὶ τῷ μέτρῳ τοῦ μόχθου, πλεῖον εἰσήνεγκαν οἱ προεισελθόν‐ τες, ἀλλ’ οὐχὶ καὶ τῷ μέτρῳ τῆς προαιρέσεως· | |
15 | καὶ τυχὸν τοῖς τελευταίοις, ἐκ ταύτης καὶ πλεῖον ὠφείλετο, εἰ καὶ παράδοξός πως ὁ λόγος. Τοῦ μὲν γὰρ ὕστερον εἰσελθεῖν, τὸ καὶ ὕστερον κληθῆναι πρὸς τὴν ἀμπελουργίαν αἴτιον· τῶν ἄλλων δὲ τὸ διάφο‐ ρον ὅσον ἐπισκεψώμεθα· Οἱ μὲν οὐ πρότερον | |
20 | ἐπίστευσαν, οὐδὲ εἰσῆλθον, πρὶν ἢ συμφωνηθῆναι αὐτοῖς τὸν μισθόν· οἱ δὲ ἀσύμφωνοι τῇ ἐργασίᾳ προσ‐ ῆλθον, ὃ μείζονός ἐστι γνώρισμα πίστεως. Καὶ οἱ μὲν φθονερᾶς, καὶ γογγυστικῆς εὑρέθησαν ὄντες φύ‐ σεως· οἱ δὲ οὐδὲν ἐγκαλοῦνται τοιοῦτον. Καὶ τοῖς | |
25 | μὲν μισθὸς ἦν τὸ διδόμενον, καίπερ οὖσι πονηροῖς, τοῖς δὲ ἡ χάρις· ὥστε καὶ ἄνοιαν ἐγκληθέντες, εἰκότως τοῦ πλείονος ἐστερήθησαν. Τί δ’ ἂν καὶ αὐτοῖς ὀψισθεῖσιν ἐγένετο, καταμάθωμεν· τὸ ἴσον τοῦ μισθοῦ δηλονότι. Πῶς οὖν αἰτιῶνται τὸν ἐργοδότην, | |
30 | ὡς διὰ τὸ τῆς ἰσότητος ἄνισον; Ταῦτα πάντα τὴν τοῦ ἱδρῶτος ὑφαιρεῖ χάριν τοῖς πρώτοις, καὶ εἰ προ‐ κεκμήκασιν. Ἐξ ὧν συμβαίνει καὶ δικαίαν εἶναι τὴν τοῦ ἴσου διανομὴν, ἀντιμετρουμένης τῷ πό‐ νῳ τῆς προαιρέσεως. | |
40 | ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παρα‐ βολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν· τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς τελευταίοις, ἵν’ αὐτῷ τούτῳ πλέον ἔχῃς τῷ φιλανθρώπῳ, καὶ χρέος, ἀλλὰ μὴ χά‐ | |
45 | ριν λαβεῖν τὴν ἀντίδοσιν; Ἔπειτα εἰσελθόντας ἐκεῖ | |
36.388 | λαμβάνειν τοὺς ἐργάτας, οὐ διαμαρτόντας τοῦ ἀμπε‐ λῶνος· ὅ σοι παθεῖν, κίνδυνος. Ὥστε εἰ μὲν ἦν δῆ‐ λον, ὅτι τεύξῃ τῆς δωρεᾶς, οὕτω φρονῶν, καὶ ὑπο‐ κρατῶν τι κακούργως τῆς ἐργασίας, συγγνωστὸν ἦν | |
5 | σοι πρὸς τοὺς τοιούτους καταφεύγοντι λογισμοὺς, καὶ παρακερδαίνειν τι βουλομένῳ τῆς τοῦ Δεσπότου φιλ‐ ανθρωπίας· ἵνα μὴ λέγω, ὅτι καὶ αὐτὸ τὸ καμεῖν πλέον, πλείων μισθὸς τῷ μὴ πάντη καπηλικῷ τὴν διάνοιαν. Εἰ δὲ κίνδυνός σοι, τοῦ ἀμπελῶνος παντε‐ | |
10 | λῶς ἐκπεσεῖν διὰ τῆς ἐμπορίας, καὶ εἰς τὸ κεφάλαιον ζημιοῖ τὰ μικρὰ παρεκλέγων· φέρε, τοῖς ἐμοῖς πεί‐ σθητι λόγοις· ἀφεὶς τὰς τοιαύτας παρεξηγήσεις καὶ ἀντιθέσεις, ἀσυλλογίστως τῷ δώρῳ πρόσελθε, μὴ προαναρπασθῇς τῶν ἐλπίδων, καὶ κατὰ σεαυτοῦ | |
15 | λάθῃς τὰ τοιαῦτα σοφιζόμενος. | |
20 | ΚΒʹ. Τί δαί; Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον; Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσματος. Αἰνίγματι λέγεις ὅμοιον, εἰ πεφωτισ‐ μένος ἐστὶ Θεῷ, διὰ τὸ φιλάνθρωπον, ὁ ἀφώ‐ | |
25 | τιστος, ἢ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐντὸς ὁ ταύτης τυχεῖν σπουδάζων, δίχα τοῦ πράττειν τὰ τῆς βασιλείας. Ἐγὼ δὲ, ὡς ἔχω περὶ τούτων, εἰπεῖν θαῤῥήσω· οἶμαι δὲ καὶ τῶν ἄλλων συνθήσεσθαι τοὺς νοῦν ἔχοντας. Τῶν τυχόντων τῆς δωρεᾶς, οἱ μὲν | |
30 | παντελῶς ἦσαν ἀλλότριοι τοῦ Θεοῦ καὶ τῆς σωτηρίας, πᾶν εἶδος κακίας διεξελθόντες, καὶ εἶναι κακοὶ σπου‐ δάζοντες· οἱ δὲ ἡμιμόχθηροί πως, καὶ μέσως ἔχοντες ἀρετῆς καὶ κακίας· οἳ τὸ μὲν κακὸν ἔπρα‐ ξαν, τῷ πραττομένῳ δὲ οὐ συνῄνεσαν, καθάπερ οἱ | |
35 | πυρέττοντες τῷ ἑαυτῶν ἀῤῥωστήματι. Οἱ δὲ καὶ πρὸ τῆς τελειώσεως ἦσαν ἐπαινετοί· οἱ μὲν ἐκ φύσεως, οἱ δὲ κατὰ σπουδὴν προκαθαίροντες ἑαυτοὺς τῷ βαπτίσματι· καὶ μετὰ τὴν τελειότητα πεφήνασι κρείττους καὶ ἀσφαλέστεροι· τὸ μὲν, ἵνα | |
40 | τύχωσι τοῦ ἀγαθοῦ, τὸ δὲ, ἵνα φυλάξωσιν. Ἐν τού‐ τοις, βελτίους μὲν τῶν παντάπασι πονηρῶν, οἱ τῆς κακίας τι ὑφιέμενοι· βελτίους δὲ τῶν μικρόν τι ὑφιεμένων, οἱ σπουδαιότεροι καὶ προσαρώ‐ σαντες ἑαυτοὺς τοῦ βαπτίσματος· ἔχουσι γάρ | |
45 | τι πλέον, τὴν ἐργασίαν. Οὐ γὰρ, ὥσπερ τῶν ἁμαρτημάτων ἐξάλειψιν ἔχει τὸ λουτρὸν, οὕτω καὶ | |
τῶν κατορθωμάτων ἀναίρεσιν. Τούτων δὲ αὐτῶν | ||
36.389 | βελτίους, οἱ καὶ γεωργοῦντες τὸ χάρισμα, καὶ ὅτι μάλιστα εἰς κάλλος ἑαυτοὺς ἀποξέοντες. | |
7 | ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν· οἷς μετὰ τῶν ἄλλων κα‐ | |
10 | κῶν, οὐδὲ τὸ χάρισμα, οἶμαι, σφόδρα αἰδέσιμον, ἀλλ’ ὄντως χάρισμα· εἰ μὲν δοθείη, στεργόμενον· εἰ δὲ μὴ δοθείη, περιφρονούμενον. Οἱ δὲ γινώ‐ σκουσι μὲν, καὶ τιμῶσι τὴν δωρεάν· ἀναβάλλονται δὲ, οἱ μὲν διὰ ῥᾳθυμίαν, οἱ δὲ δι’ ἀπληστίαν. Οἱ | |
15 | δὲ οὐδέ εἰσιν ἐν δυνάμει τοῦ δέξασθαι, ἢ διὰ νηπιό‐ τητα τυχὸν, ἤ τινα τελέως ἀκούσιον περιπέτειαν, ἐξ ἧς οὐδὲ βουλομένοις αὐτοῖς ὑπάρχει τυχεῖν τοῦ χαρίσματος. Ὥσπερ οὖν ἐν ἐκείνοις πλείστην δια‐ φορὰν εὕρομεν, οὕτω κἂν τούτοις. Χείρους μὲν | |
20 | οἱ παντάπασι καταφρονηταὶ τῶν ἀπληστοτέρων ἢ ῥᾳθυμοτέρων· χείρους δὲ οὗτοι, τῶν ἐξ ἀγνοίας καὶ τυραννίδος ἀποπιπτόντων τῆς δωρεᾶς. Τυραννὶς γὰρ οὐκ ἄλλο τι, ἢ ἀκούσιος διαμαρτία. Καὶ ἡγοῦ‐ μαι, τοὺς μὲν καὶ δίκας ὑφέξειν, ὥσπερ καὶ τῆς | |
25 | ἄλλης πονηρίας, οὕτω καὶ τῆς τοῦ λουτροῦ περιφρο‐ νήσεως· τοὺς δὲ ὑφέξειν μὲν, ἧττον δὲ, ὅτι μὴ κακίᾳ μᾶλλον ἢ ἀνοίᾳ τὴν ἀποτυχίαν εἰργάσαντο· τοὺς δὲ, μήτε δοξασθήσεσθαι, μήτε κολασθήσεσθαι παρὰ τοῦ δικαίου κριτοῦ, ὡς ἀσφραγίστους μὲν, | |
30 | ἀπονήρους δὲ, ἀλλὰ παθόντας μᾶλλον τὴν ζημίαν, ἢ δράσαντας. Οὐ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ τιμῆς· ὥσπερ οὐδὲ ὅστις οὐ τιμῆς, ἤδη καὶ κο‐ λάσεως. Σκοπῶ δὲ κἀκεῖνο· Εἰ κρίνεις φόνου τὸν φονικὸν ἐκ μόνου τοῦ βούλεσθαι, καὶ δίχα τοῦ | |
35 | φόνου, βεβαπτίσθω σοι καὶ ὁ θελήσας τὸ βά‐ πτισμα, δίχα τοῦ βαπτίσματος· εἰ δὲ οὐκ ἐκεῖνο, πῶς τοῦτο, συνιδεῖν οὐκ ἔχω. Εἰ βούλει δὲ οὕτως· εἰ ἀρκεῖ σοι πρὸς δύναμιν τοῦ βαπτίσματος ὁ πό‐ θος, καὶ διὰ τοῦτο δικάζῃ περὶ τῆς δόξης, ἀρ‐ | |
40 | κείτω σοι καὶ πρὸς δόξαν, ἡ τῆς δόξης ἐπιθυμία. Καὶ τίς σοι βλάβη, τὸ μὴ τυχεῖν ταύτης, τὴν ἔφεσιν | |
ἔχοντι; | ||
36.392(7) | ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φω‐ νῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρ‐ | |
10 | τόντα τῆς χάριτος. Καὶ δέξασθε τὸν φωτισμὸν ἕως καιρὸς, ἵνα μὴ σκοτία ὑμᾶς καταδιώξῃ, καὶ κατα‐ λάβῃ χωρίσασα τοῦ φωτίσματος· Ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι, μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Ἐκείνη Δαβὶδ ἡ φωνή· αὕτη τοῦ ἀλη‐ | |
15 | θινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Οἴεσθε δὲ καὶ τὸν Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν τοῖς ἀργοτέροις ἢ νωθεστέροις· Ἕως πότε, ὀκνηρὲ, κατάπεισαι, λέγοντα; Πότε δὲ ἐξ ὕπνου ἀναστήσῃ; Τὸ καὶ τὸ | |
20 | σκήπτῃ, καὶ προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις. Μένω τὰ Φῶτα· τὸ Πάσχα μοι τιμιώτερον· τὴν Πεν‐ τηκοστὴν ἐκδέξομαι· Χριστῷ συμφωτισθῆναι βέλτιον· Χριστῷ συναναστῆναι κατὰ τὴν ἀναστάσιμον ἡμέ‐ ραν· τοῦ Πνεύματος τιμῆσαι τὴν ἐπιφάνειαν. Εἶτα | |
25 | τί; Ἥξει τὸ τέλος ἐξαίφνης ἐν ἡμέρᾳ, ᾗ οὐ προσδο‐ κᾷς, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκεις· εἶτα παραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία τῆς χάριτος, καὶ λιμώξεις ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθό‐ τητος· δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρποῦσθαι, τῷ | |
30 | ἀόκνῳ τὸν ἄμητον, καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν, ὥσπερ τὸν διψητικώτατον ἔλαφον, σπουδῇ ταῖς πηγαῖς προστρέχοντα, καὶ σβεννύντα τὸν τοῦ δρόμου κόπον τῷ ὕδατι· ἀλλὰ μὴ τὸ τοῦ Ἰσμαὴλ παθεῖν, ἀνυδρίᾳ ξηραίνεσθαι· ἢ τὸ τοῦ μύθου, ἐν μέσῃ πηγῇ | |
35 | δίψῃ κολάζεσθαι. Δεινὸν παρελθεῖν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ἐπιζητεῖν. Δεινὸν τὸ μάννα παραδραμεῖν, καὶ τηνικαῦτα τροφῆς ἐφίεσθαι. Δεινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι, ὅτε οὐκ ἔστι λύσις | |
40 | ζημίας, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων, καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν, καὶ τὴν τῶν κεκαθαρμένων λαμπρότητα. Διὰ τοῦτο μὴ μέλλετε πρὸς τὴν χάριν· ἀλλ’ ἐπείγεσθε, μὴ λῃστὴς ὑμᾶς προλάβῃ, μὴ μοιχὸς | |
45 | παραδράμῃ, μὴ ἄπληστος πλεονεκτήσῃ, μὴ φονεὺς προαρπάσῃ τὸ ἀγαθὸν, μὴ τελώνης, μὴ πόρνος, μή τις τῶν βιαστῶν τῆς βασιλείας καὶ ἁρπακτῶν. Βιά‐ | |
ζεται γὰρ ἑκοῦσα, καὶ τυραννεῖται δι’ ἀγαθότητα. | ||
36.393 | ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος· ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸς τὸ βέλτιον. Ἐὰν ἐπὶ κῶμον κληθῇς, μὴ ταχύ‐ | |
5 | νῃς· ἐὰν ἐπ’ ἄρνησιν, ἀποπήδησον· ἐὰν εἴπῃ σοι πονηρὸν ἐργαστήριον· Ἐλθὲ μεθ’ ἡμῶν, κοι‐ νώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· μηδὲ τὰς ἀκοὰς ὑπόσχῃς. Δύο γὰρ τὰ μέγιστα κερδανεῖς· ἐκείνῳ τε γνωριεῖς τὴν | |
10 | ἁμαρτίαν, καὶ σαυτὸν ἐξαιρήσεις πονηρᾶς κοινωνίας. Ἂν δέ σοι λέγῃ Δαβὶδ ὁ μέγας· Δεῦτε, ἀγαλ‐ λιασώμεθα τῷ Κυρίῳ· ἐὰν δὲ προφήτης ἄλλος· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· ἐὰν δὲ αὐτὸς ὁ Σωτήρ· Δεῦτε πρός με, πάντες οἱ κο‐ | |
15 | πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἢ, Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, λαμπροὶ λαμπρῶς ὑπὲρ χιόνα λάμψαντες, ὑπὲρ γάλα τυρω‐ θέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες· μὴ ἀντι‐ τείνωμεν, μὴ βραδύνωμεν. Γενώμεθα Πέτρος καὶ | |
20 | Ἰωάννης· ὡς ἐπὶ τὸν τάφον ἐκεῖνοι καὶ τὴν ἀνάστα‐ σιν, οὕτως ἐπὶ τὸ λουτρὸν αὐτοὶ σπεύδωμεν, συντρέχοντες, ἀντιτρέχοντες, ὅπως ἂν τὸ ἀγαθὸν προλάβωμεν ἀγωνιζόμενοι. Καὶ μὴ εἴπῃς, Ἀπελ‐ θὼν ἐπάνηκε, καὶ αὔριον βαπτισθήσομαι, δυ‐ | |
25 | νατὸς ὢν σήμερον εὖ παθεῖν· παρέστω μοι μή‐ τηρ, παρέστω μοι πατὴρ, ἀδελφοὶ, γυνὴ, τέκνα, φίλοι, πᾶν ὅ τί μοι τίμιον, καὶ τηνικαῦτα σωθήσο‐ μαι· νῦν δὲ οὔπω μοι καιρὸς λαμπρύνεσθαι. Δέος γὰρ, μὴ κοινωνοὺς λάβῃς πένθους, οὓς εὐφρο‐ | |
30 | σύνης κοινωνοὺς ἤλπισας. Ἐὰν μὲν παρῶσιν, ἀγα‐ πητέον· ἐὰν δὲ ἀπῶσι, μὴ ἀναμείνῃς. Αἰσχρὸν γὰρ εἰπεῖν· Ποῦ δέ μοι τὸ καρποφορούμε‐ νον ἐπὶ τῷ βαπτίσματι; Ποῦ δὲ ἡ ἐμφώτειος ἐσθὴς, ᾗ λαμπρυνθήσομαι; Ποῦ δὲ τὰ πρὸς δεξίωσιν | |
35 | τῶν ἐμῶν βαπτιστῶν, ἵνα κἀν τούτοις εὐδοκιμήσω; Πάνυ γὰρ, ὡς ὁρᾷς, ἐστὶ ταῦτα τῶν ἀναγκαίων, καὶ παρὰ τοῦτο ἡ χάρις ἐλαττωθήσεται. Μὴ μικρο‐ λογοῦ περὶ τὰ μεγάλα· μηδὲν ἀγεννὲς πάθῃς. Μεῖζον τῶν ὁρωμένων ἐστὶ τὸ μυστήριον· σαυτὸν | |
40 | καρποφόρησον· Χριστὸν ἔνδυσαι, θρέψον με πολιτείᾳ· οὕτως ἐγὼ χαίρω φιλοφρονούμενος· οὕτω καὶ Θεὸς, ὁ τὰ μέγιστα χαριζόμενος. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν, ἵνα μὴ κἀνταῦθα παρωθῶν‐ ται οἱ πένητες· οὐ γὰρ ἔχουσιν, ὅπως τοῖς πλου‐ | |
45 | σίοις ἁμιλληθῶσιν. Ἐν ἄλλοις μὲν, ἡ διαφορὰ τοῦ | |
36.396 | πλουτεῖν καὶ τοῦ πένεσθαι· ἐνταῦθα δὲ, ὁ προθυμό‐ τερος, πλουσιώτερος. | |
6 | ΚϚʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω· μηδὲν ἀνθελ‐ κέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λα‐ βοῦ τοῦ ποθουμένου· ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρεμπέσῃ μέσον, καὶ διακόψῃ | |
10 | τὸν πόθον. Φίλιππός εἰμι· γενοῦ Κανδάκης. Εἰπὲ καὶ αὐτός· Ἰδοὺ τὸ ὕδωρ· τί κωλύει με βαπτι‐ σθῆναι; Ἅρπασον τὸν καιρόν· τῷ ἀγαθῷ περιχά‐ ρηθι· καὶ εἰπὼν, βαπτίσθητι, καὶ βαπτισθεὶς σώ‐ θητι· κἂν ᾖς Αἰθίοψ τὸ σῶμα, τὴν ψυχὴν λευκάνθητι. | |
15 | Τύχε τῆς σωτηρίας, ἧς οὐδὲν ὑψηλότερον, οὐδὲ τι‐ μιώτερον τοῖς γε νοῦν ἔχουσι. Μὴ εἴπης· Ἐπίσκοπος βαπτισάτω με, καὶ οὗτος μητροπολίτης, ἢ Ἱερο‐ σολυμίτης (οὐ γὰρ τόπων ἡ χάρις, ἀλλὰ τοῦ Πνεύμα‐ τος), καὶ οὗτος τῶν εὖ γεγονότων. Δεινὸν γὰρ, εἰ τῷ | |
20 | βαπτιστῇ τὸ εὐγενές μου καθυβρισθήσεται· ἢ πρεσβύ‐ τερος μὲν, ἀλλὰ καὶ οὗτος τῶν ἀγάμων, καὶ οὗτος τῶν ἐγκρατῶν καὶ ἀγγελικῶν τὴν πολιτείαν· δεινὸν γὰρ, εἰ ἐν καιρῷ καθάρσεως ῥυπωθήσομαι. Μὴ ζήτει ἀξιοπιστίαν τοῦ κηρύσσοντος, μηδὲ τοῦ βαπτίζοντος. | |
25 | Ἄλλος ὁ τούτων κριτὴς, καὶ τῶν ἀφανεστέρων δοκι‐ μαστής· ἐπειδὴ, ἄνθρωπος μὲν εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Σοὶ δὲ πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν· μόνον ἔστω τις τῶν ἐγκρίτων, καὶ μὴ τῶν προδήλως κατεγνωσμένων, μηδὲ τῆς Ἐκκλησίας | |
30 | ἀλλότριος. Μὴ κρῖνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰα‐ τρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σὲ καθαιρόντων, μηδὲ διακρίνου πρὸς τοὺς γεννήτορας. Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Σκόπει δὲ οὕτως· Ἔστω χρυσὸς, | |
35 | ἔστω σίδηρος, δακτύλιοι δὲ ἀμφότεροι, καὶ τὴν αὐτὴν ἐγκεχαράχθωσαν εἰκόνα βασιλικὴν, εἶτα κηρὸν ἐντυ‐ πούτωσαν· τί διοίσει ἡ σφραγὶς αὕτη τῆς σφραγῖδος ἐκείνης; Οὐδέν. Ἐπίγνωθι τὴν ὕλην ἐν τῷ κηρῷ, κἂν ᾖς σοφώτατος· εἰπὲ, τί μὲν τοῦ σιδήρου, | |
40 | τί δὲ τοῦ χρυσοῦ τὸ ἐκσφράγισμα, καὶ πῶς ἕν ἐστι· τῆς γὰρ ὕλης τὸ διάφορον, οὐ τοῦ χαρακτῆρος. Οὕ‐ τως ἔστω σοι πᾶς βαπτιστής. Κἂν τῇ πολιτείᾳ προ‐ έχῃ, ἀλλ’ ἥ γε τοῦ βαπτίσματος δύναμις ἴση· καὶ τελειοποιός σοι πᾶς ὁμοίως, ὁ τῇ αὐτῇ πίστει μεμορ‐ | |
45 | φωμένος. | |
48 | ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλού‐ σιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ | |
36.396(50) | δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονή‐ | |
36.397 | σεις, ὅσον Χριστὸς, ᾧ σὺ βαπτίζῃ σήμερον, ὃς διὰ σὲ καὶ δούλου μορφὴν ἐδέξατο. Ἀφ’ ἧς ἡμέρας μετα‐ ποιῇ, πάντες εἶξαν οἱ παλαιοὶ χαρακτῆρες· μιᾷ μορφῇ πᾶσι Χριστὸς ἐπιτέθειται. Μὴ ἀπ‐ | |
5 | αξιώσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, εἰδὼς ὅπως Ἰωάννης ἐβάπτισεν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς (ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖ‐ σε κολάσεως), καὶ δείξῃς, ὅτι τὴν ἁμαρτίαν ὄν‐ τως μεμίσηκας, παραδειγματίσας αὐτὴν καὶ | |
10 | θριαμβεύσας, ὡς ἀξίαν ὕβρεως. Μὴ διαπτύσῃς ἐξορ‐ κισμοῦ θεραπείαν, μηδὲ πρὸς τὸ μῆκος ταύτης ἀπ‐ αγορεύσῃς. Βάσανός ἐστι καὶ αὕτη τῆς περὶ τὸ χά‐ ρισμα γνησιότητος. Τί τοσοῦτον πονήσεις, οἷον ἡ τῶν Αἰθιόπων βασίλισσα, ἐκ τῶν περάτων τῆς γῆς | |
15 | ἀπαναστᾶσα, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶν‐ τος; Καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε, παρὰ τοῖς τελείως λογιζομένοις. Μὴ κατοκνήσῃς, μὴ ὁδοῦ μῆ‐ κος, μὴ μέτρα θαλάσσης, μὴ πῦρ, εἰ καὶ τοῦτο πρό‐ κειται, μὴ ἄλλο μηδὲν, ἢ μικρὸν, ἢ μεῖζον τῶν κω‐ | |
20 | λυμάτων, ὥστε τυχεῖν τοῦ χαρίσματος. Εἰ δέ σοι μη‐ δὲν πονήσαντι, μηδὲ πραγματευσαμένῳ, τυχεῖν ἔξ‐ εστι τοῦ ποθουμένου, πόσης εὐηθείας τὴν δωρεὰν ἀναβάλλεσθαι; Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ’ ὕδωρ (Ἡσαΐας διακελεύεταί σοι)· καὶ ὅσοι μὴ ἔχε‐ | |
25 | τε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίεσθε οἶνον, ἄνευ ἀργυρίου τιμῆς. Ὢ τοῦ τάχους τῆς φιλανθρωπίας! Ὢ τῆς εὐκολίας τοῦ συναλλάγματος! Ὤνιόν σοι τοῦτο τοῦ θελῆσαι μόνον τὸ ἀγα‐ θόν· αὐτὴν τὴν ὁρμὴν ἀντὶ τοῦ μεγάλου τιμήματος | |
30 | δέχεται. Διψᾷ τὸ διψᾶσθαι· ποτίζει τοὺς πιεῖν ἐθέ‐ λοντας· εὐεργετεῖται, τὴν εὐεργεσίαν αἰτούμενος· πρόχειρός ἐστι μεγαλόδωρος· δίδωσιν ἥδιον, ἢ λαμ‐ βάνουσιν ἕτεροι. Μόνον μὴ μικρολογίαν καταγνωσθῶ‐ μεν τοῦ μικρὰ αἰτεῖν, καὶ τοῦ διδόντος ἀνάξια. | |
35 | Μακάριος, ὃν αἰτεῖ πόμα Χριστὸς, ὡς τὴν Σαμαρεῖ‐ τιν ἐκείνην, Καὶ δίδωσι πηγὴν ὕδατος ἁλλο‐ μένου εἰς ζωὴν αἰώνιον. Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, καὶ πᾶσαν ψυχὴν, αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν βοῦς καὶ ὄνος πατεῖ σήμερον, χέρσον | |
40 | τε οὖσαν καὶ ἄνυδρον, καὶ ἀλογίᾳ πιεζομένην. Μα‐ κάριος, ὃς κἂν χειμάῤῥους ᾖ σχοίνων, ἐξ οἴκου Κυρίου ποτίζεται, καὶ γίνεται σιτοφόρος ἀντὶ σχοινο‐ φόρου, καὶ γεωργεῖ τροφὴν ἀνθρωπίνην, ἀλλ’ οὐ τραχεῖάν τε καὶ ἀνόνητον. Ὑπὲρ οὗ πᾶσαν εἰσ‐ | |
45 | ενεκτέον σπουδὴν, ὥστε μὴ διαμαρτεῖν τῆς κοινῆς | |
χάριτος. | ||
36.400 | ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ’ ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χά‐ ριτος; ἢ καὶ ταῦτα βαπτίσομεν; Πάνυ γε, εἴπερ | |
5 | τις ἐπείγοι κίνδυνος. Κρεῖσσον γὰρ ἀναισθήτως ἁγιασθῆναι, ἢ ἀπελθεῖν ἀσφράγιστα καὶ ἀτέλεστα. Καὶ τούτου λόγος ἡμῖν, ἡ ὀκταήμερος περιτομὴ, τυ‐ πική τις οὖσα σφραγὶς, καὶ ἀλογίστοις ἔτι προσαγο‐ μένη· ὡς δὲ καὶ ἡ τῶν φλιῶν χρίσις, διὰ τῶν ἀναι‐ | |
10 | σθήτων φυλάττουσα τὰ πρωτότοκα. Περὶ δὲ τῶν ἄλ‐ λων δίδωμι γνώμην, τὴν τριετίαν ἀναμείναντας, ἢ μικρὸν ἐντὸς τούτου, ἢ ὑπὲρ τοῦτο (ἡνίκα καὶ ἀκοῦ‐ σαί τι μυστικὸν, καὶ ἀποκρίνεσθαι δυνατὸν, εἰ καὶ μὴ συνιέντα τελέως, ἀλλ’ οὖν τυπούμενα), οὕτως | |
15 | ἁγιάζειν καὶ ψυχὰς καὶ σώματα τῷ μεγάλῳ μυστη‐ ρίῳ τῆς τελειώσεως. Καὶ γὰρ οὕτως ἔχει· Τοῦ μὲν βίου τὰς εὐθύνας τηνικαῦτα ὑπέχειν ἄρχονται, ἡνίκα ἂν ὅτε λόγος συμπληρωθῇ, καὶ τὸ μυστήριον μάθωσι (τῶν γὰρ ἐξ ἀγνοίας ἁμαρτημάτων παρὰ | |
20 | τῆς ἡλικίας αὐτοῖς τὸ ἀνεύθυνον)· τετειχίσθαι δὲ τῷ λουτρῷ, παντὶ λόγῳ λυσιτελέστερον, διὰ τὰς ἐξαίφνης συμπιπτούσας ἡμῖν προσβολὰς τῶν κινδύνων, καὶ βοηθείας ἰσχυροτέρας. | |
27 | ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτί‐ ζεται, καὶ ταῦτα Θεὸς ὤν· καὶ σὺ κελεύεις ἐπισπεύ‐ δειν τὸ βάπτισμα; Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμε‐ | |
30 | νον. Ὁ μὲν γὰρ αὐτοκάθαρσις ἦν, καὶ οὐκ ἐδεῖτο καθάρσεως· ἀλλὰ σοὶ καθαίρεται, ὥσπερ καὶ σάρκα φορεῖ σοὶ, ἄσαρκος ὤν. Οὐδέ τις κίνδυνος ἦν αὐ‐ τῷ τὸ βάπτισμα παρατείνοντι· αὐτὸς γὰρ καὶ τοῦ παθεῖν ἦν ἑαυτῷ ταμίας, ὥσπερ καὶ τῆς γεννή‐ | |
35 | σεως. Σοὶ δὲ, οὐδὲ περὶ μικρῶν ὁ κίνδυνος, εἰ ἀπέλ‐ θοις τῇ φθορᾷ γεννηθεὶς μόνῃ, καὶ μὴ τὴν ἀφθαρσίαν ἀμφιεσάμενος. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τῷ μὲν ἀναγκαῖος ἦν οὗτος ὁ καιρὸς τοῦ βαπτίσματος· σοὶ δὲ οὐχ ὁ αὐτὸς λόγος. Ἀνεδείχθη μὲν γὰρ τριακοστὸν | |
40 | γεγονὼς ἔτος, οὐ πρότερον, τοῦ τε μὴ δοκεῖν ἐπιδεικτικὸς εἶναί τις (τῶν γὰρ ἀπειροκάλων τὸ πάθος), καὶ ὡς τελείαν βάσανον ἀρετῆς, καὶ τοῦ δι‐ δάσκειν καιρὸν ταύτης ἐχούσης τῆς ἡλικίας. Ἐπεὶ δὲ παθεῖν ἔδει τὸ τοῦ κόσμου σωτήριον πάθος, | |
45 | πάντα συνδραμεῖν ἔδει πρὸς τὸ πάθος ὅσα τοῦ πάθους, τὴν ἀνάδειξιν, τὸ βάπτισμα, τὴν ἄνωθεν μαρτυρίαν, τὸ κήρυγμα, τὴν συνδρομὴν τοῦ πλήθους, τὰ θαύμα‐ τα, καὶ ὥσπερ ἓν σῶμα γενέσθαι, μὴ διεσπασμένον, | |
μηδὲ ἀπεῤῥηγμένον τοῖς διαστήμασιν. Ἐκ μὲν γὰρ | ||
36.401 | τοῦ βαπτίσματος καὶ τοῦ κηρύγματος, ὁ τῶν συντρε‐ χόντων σεισμὸς (οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τὸν και‐ ρὸν ἐκεῖνον), ἐκ δὲ τοῦ πλήθους, ἡ τῶν σημείων ἐπί‐ δειξις, καὶ τὰ θαύματα τῷ Εὐαγγελίῳ προσάγοντα. | |
5 | Ἐκ δὲ τούτων, ὁ φθόνος· ἐκ δὲ τούτου, τὸ μῖσος· ἐκ δὲ τοῦ μίσους, τὸ τῆς ἐπιβουλῆς, καὶ τῆς προδοσίας· ἐκ τούτου δὲ, ὁ σταυρὸς, καὶ ὅσοις σεσώσμεθα. Τὰ μὲν δὴ τοῦ Χριστοῦ τοιαῦτα, καὶ οὕτως ἔχοντα, ὅσον ἡμῖν ἐφικτόν· τάχα δ’ ἄν τις καὶ ἄλλος εὑρεθείη λό‐ | |
10 | γος τούτων ἀποῤῥητότερος. | |
14 | Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν | |
15 | ἑπομένῳ, κακῶς βουλεύεσθαι· ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα φαίνεται, καὶ οὐ συμβαίνοντα τοῖς καιροῖς; Οἷον, ἐνήστευσε μικρὸν πρὸ τῆς πείρας, ἡμεῖς πρὸ τοῦ Πάσχα· τὸ μὲν τῶν νηστειῶν ἓν, οὐ μικρὸν δὲ | |
20 | ἀμφοτέρων τῶν καιρῶν τὸ διάστημα. Ὁ μὲν γὰρ κατὰ τῶν πειρασμῶν ταύτας προβάλλεται· ἡμῖν δὲ τὴν συννέκρωσιν Χριστοῦ τοῦτο δύναται, καὶ κάθαρ‐ σίς ἐστι προεόρτιος. Καὶ ὁ μὲν νηστεύει τεσσαράκοντα ἡμέρας (Θεὸς γὰρ ἦν), ἡμεῖς δὲ τῇ δυνάμει τοῦτο | |
25 | συνεμετρήσαμεν, εἰ καί τινας ᾄττειν ὁ ζῆλος πείθει καὶ ὑπὲρ δύναμιν. Πάλιν μυσταγωγεῖ τὸ Πάσχα τοὺς μαθητὰς ἐν ὑπερῴῳ, καὶ μετὰ τὸ δεῖπνον, καὶ πρὸ μιᾶς τοῦ παθεῖν ἡμέρας· ἡμεῖς ἐν προσευχῆς οἴ‐ κοις, καὶ πρὸ τοῦ δείπνου, καὶ μετὰ τὴν ἀνάστασιν. | |
30 | Ἀνίσταται τριήμερος, ἡμεῖς μετὰ πολὺν χρόνον· καὶ οὔτε ἀπέῤῥηκται τῶν ἐκείνου τὰ ἡμέτερα, οὔτε συν‐ έζευκται χρονικῶς· ἀλλ’ ὅσον τύπος τις εἶναι τῶν ἡμετέρων παραδοθέντα, τὸ πάντη παραπλήσιον διαπέφευγεν. Τί οὖν θαυμαστὸν, καὶ τὸ βάπτι‐ | |
35 | σμα παρειλῆφθαι μὲν δι’ ἡμᾶς, τῷ χρόνῳ δὲ διαφέ‐ ρειν; Ὃ σύ μοι δοκεῖς ὡς μέγα τι καὶ θαυμαστὸν οἷον προβάλλεσθαι κατὰ τῆς ἑαυτοῦ σωτη‐ ρίας. | |
42 | ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λό‐ γους χαίρειν ἐάσατε· αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδή‐ σατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε· τὸν μὲν προ‐ | |
45 | καθαίρειν ὑμᾶς αὐτοὺς τοῦ βαπτίσματος, τὸν δὲ συντηρεῖν τὸ βάπτισμα· ἐπειδὴ τῆς αὐτῆς ἐστι δυσχε‐ ρείας, καὶ κτήσασθαί τι τῶν ἀγαθῶν οὐχ ὑπάρχον, καὶ κτηθὲν διασώσασθαι. Πολλάκις γὰρ ὃ μὲν σπουδὴ προσέλαβε, ῥᾳθυμία διέφθειρεν· ὃ δὲ ὄκνος ἀπώλε‐ | |
36.401(50) | σεν, ἀνεκαλέσατο ἐπιμέλεια. Καλόν σοι βοήθημα πρὸς | |
τὸ τυχεῖν, ὧν ἐπιποθεῖς, ἀγρυπνίαι, νηστεῖαι, χαμευ‐ | ||
36.404 | νίαι, προσευχαὶ, δάκρυον, οἶκτος τῶν δεομένων, με‐ τάδοσις. Τοῦτό σοι γενέσθω, ὧν τετύχηκας, εὐ‐ χαριστήριόν τε ἅμα καὶ φυλακτήριον. Ἔχεις πολλῶν ἐντολῶν ὑπόμνημα, τὴν εὐεργεσίαν· μὴ παραδρά‐ | |
5 | μῃς. Πένης προσῆλθε; μνήσθητι πόσον πτω‐ χεύων, πόσον ἐπλούτησας. Ἄρτου δεόμενος, ἢ πόμα‐ τος, Λάζαρος ἴσως τις ἄλλος τοῖς σοῖς πυλῶσι προσ‐ εῤῥιμμένος; Αἰδέσθητι τὴν μυστικὴν τράπεζαν, ᾗ προσῆλθες· τὸν ἄρτον, οὗ μετείληφας· τὸ ποτήριον, | |
10 | οὗ κεκοινώνηκας τοῖς Χριστοῦ πάθεσι τελειούμε‐ νος. Ξένος προσέπεσεν, ἄοικος, παρεπίδημος; Ὑπό‐ δεξαι διὰ τούτου τὸν διὰ σὲ ξενιτεύσαντα, καὶ ταῦτα ἐν τοῖς ἰδίοις, καὶ εἰσοικισθέντα σοι διὰ τῆς χά‐ ριτος, καὶ πρὸς τὴν ἄνω κατοικίαν ἑλκύσαντα. Γενοῦ | |
15 | Ζακχαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον μεγαλόψυχος· πάντα τῇ εἰσόδῳ τοῦ Χριστοῦ καρποφόρησον, ἵνα μέγας ἀναφανῇς, κἂν μικρὸς ᾖς τὴν σωμα‐ τικὴν ἡλικίαν, καλῶς Χριστὸν θεασάμενος. Ἄῤῥωστος πρόκειται καὶ τραυματίας; τὴν σὴν ὑγίειαν αἰ‐ | |
20 | δέσθητι, καὶ τὰ τραύματα, ὧν σε Χριστὸς ἠλευθέ‐ ρωσεν. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, τὸ σὸν τιμῶν ἔνδυμα τῆς ἀφθαρσίας· Χριστὸς δὲ τοῦτό ἐστιν· Ἐπειδὴ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, Χριστὸν ἐνδεδύμεθα. Ἐὰν χρεωφειλέτην λάβῃς προσπίπτοντα, | |
25 | πᾶσαν συγγραφὴν ἄδικον καὶ δικαίαν διάσπασον. Μνήσθητι τῶν μυρίων ταλάντων, ὧν σοι Χριστὸς ἐχαρίσατο. Μὴ γένῃ πράκτωρ πικρὸς τοῦ ἐλάττονος χρέους. Καὶ ταῦτα τίσι; Τοῖς ὁμοδούλοις, ὁ τὸ πλέον παρὰ τοῦ Δεσπότου συγχωρηθεὶς, μὴ καὶ | |
30 | τῆς ἐκείνου φιλανθρωπίας ὑπόσχῃς δίκην, ἣν οὐκ ἐμιμήσω λαβὼν ὑπόδειγμα. | |
35 | ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μό‐ νον, ἀλλὰ καὶ τῆς εἰκόνος· μὴ τῶν ἁμαρτημά‐ των ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρ‐ θωσις· μὴ τὸν προλαβόντα βόρβορον ἀποκλυζέτω μόνον, ἀλλὰ καὶ τὴν πηγὴν καθαιρέτω· μὴ τὸ καλῶς | |
40 | κτᾶσθαι τυπούτω μόνον, ἀλλὰ καὶ τὸ καλῶς ἀποκτᾶ‐ σθαι, ἢ, τό γε κουφότατον, τὸ κακῶς κτηθὲν ἀποτίθε‐ σθαι. Τί γὰρ ὄφελος σοὶ μὲν συγχωρηθῆναι τὴν ἁμαρ‐ τίαν, τῷ δὲ ἠδικημένῳ μὴ λυθῆναι τὴν παρὰ σοῦ ζη‐ μίαν· δύο σοι κακῶν ὄντων, τοῦ τε κτήσασθαι μὴ | |
45 | δικαίως, καὶ τοῦ τὸ κτηθὲν κατέχεσθαι; Τοῦ μὲν | |
ἄφεσιν ἔλαβες, τὸ δὲ σήμερον ἀδικεῖς. Σήμερον γάρ | ||
36.405 | ἐστι παρὰ σοὶ τὸ ἀλλότριον· καὶ οὐκ ἀνῃρέθη τὸ ἁμάρτημα, τῷ χρόνῳ δὲ διεκόπη. Τὸ μὲν πρὸ τοῦ βαπτίσματος τολμηθὲν, τὸ δὲ μένον μετὰ τὸ βάπτι‐ σμα· τῶν γὰρ ἡμαρτημένων, οὐ τῶν ἁμαρτανομένων | |
5 | τὸ λουτρὸν ἔχει συγχώρησιν. Δεῖ δὲ μὴ σοφισθῆναι τὸν καθαρμὸν, ἀλλ’ ἐνσημανθῆναι· λαμπρυνθῆναί σε τελείως, ἀλλὰ μὴ χρωσθῆναι· μηδὲ ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλ’ ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. Μακά‐ ριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι· τοῦτο τῆς παντε‐ | |
10 | λοῦς καθάρσεως· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρ‐ τίαι· τοῦτο τῶν οὔπω τὸ βάθος καθηραμένων. Μακά‐ ριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν· τρίτη τις αὕτη τάξις τῶν ἁμαρτανομένων· ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς γνώμης ἀνεύ‐ | |
15 | θυνον. | |
19 | ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος; χθὲς ἦσθα | |
20 | Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύ‐ πτουσα· σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν, καὶ εἰς γῆν κλιθῇς, ὥσπερ κύφωνι παρὰ τοῦ πονηροῦ βαρηθεῖσα, καὶ δυσ‐ ανάκλητον ἔχῃς τὴν ταπεινότητα. Χθὲς ἐξηραί‐ | |
25 | νου θάλλουσα τῇ αἱμοῤῥοίᾳ (ἐπήγαζες γὰρ τὴν φοινι‐ κὴν ἁμαρτίαν)· σήμερον ἀνέθηλας ξηραν‐ θεῖσα. Ἥψω γὰρ τῶν Χριστοῦ κρασπέδων, καὶ τὴν ῥύσιν ἔστησας. Φύλασσέ μοι τὴν κάθαρσιν, μὴ πάλιν αἱμοῤῥοήσῃς, καὶ οὐκ ἰσχύσῃς λαβέσθαι Χριστοῦ, | |
30 | ἵνα κλέψῃς τὴν σωτηρίαν. Οὐ γὰρ πολλάκις φιλεῖ Χριστὸς κλεπτόμενος, καὶ εἰ λίαν ἐστὶ φιλάνθρωπος. Χθὲς ἐπὶ κλίνης ἔῤῥιψο παρειμένος καὶ λελυμένος, καὶ οὐκ εἶχες ἄνθρωπον, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ σε εἰς τὴν κολυμβήθραν· σήμερον | |
35 | εὗρες ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, μᾶλλον δὲ, Θεὸν καὶ ἄνθρωπον. Ἤρθης ἀπὸ τοῦ κραββά‐ του, μᾶλλον δὲ ἦρας τὸν κράββατον, καὶ ἐστη‐ λίτευσας τὴν εὐεργεσίαν· μὴ πάλιν ἐπὶ κραββάτου ῥιφῇς ἁμαρτήσας, τῆς κακῆς τοῦ σώματος ἀνα‐ | |
40 | παύσεως παρειμένου ταῖς ἡδοναῖς· ἀλλ’ ὡς ἔχεις, βάδιζε μεμνημένος τῆς ἐντολῆς· Ἰδοὺ ὑγιὴς γέγο‐ νας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γέ‐ νηται, κακῷ φανέντι μετὰ τὴν εὐποιίαν. Λάζαρε, δεῦρο ἔξω, ἤκουσας τῆς μεγάλης φωνῆς ἐν τάφῳ | |
45 | κείμενος (τί γὰρ τοῦ Λόγου μεγαλοφωνότερον;) καὶ προῆλθες, οὐ τετραήμερος νεκρὸς, ἀλλὰ πολυήμερος, τῷ τριημέρῳ συναναστὰς, καὶ τῶν ἐνταφίων δεσμῶν | |
ἐξελύθης. Μὴ νεκρωθῇς πάλιν, καὶ γένῃ μετὰ τῶν | ||
36.408 | κατοικούντων ἐν τάφοις, μηδὲ κατασφιγγῇς ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτημάτων· ἄδηλον ὂν, εἰ πάλιν ἐξαναστήσῃ τῶν τάφων, μέχρι τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως, ἣ πᾶν τὸ ποίημα ἄξει εἰς | |
5 | κρίσιν, οὐ θεραπευθησόμενον, ἀλλὰ κριθησόμενον, καὶ λόγον ὑφέξον, ὧν εὖ ἢ κακῶς ἐθησαύρισεν. | |
9 | ΛΔʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονη‐ | |
10 | ρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρ‐ σιν, ἵνα γνῶ, πόσον τῆς νομικῆς αὕτη τιμιω‐ τέρα. Γενοῦ μὴ τῶν ἐννέα τῶν ἀχαρίστων, ἀλλὰ τὸν δέκατον μίμησαι· καὶ γὰρ εἰ Σαμαρείτης ἦν, | |
15 | ἀλλὰ τῶν ἄλλων εὐγνωμονέστερος. Ἀσφάλισαι, μὴ πάλιν κακῶς ἐξανθήσῃς, καὶ δυσθεράπευτον ἕξεις τὴν ἀνωμαλίαν τοῦ σώματος. Πρώην ἐξήραινέ σου τὴν χεῖρα μικρολογία καὶ φειδωλία· σήμερον ἐκτεινάτω μετάδοσις καὶ φιλανθρωπία. Καλὴ θερα‐ | |
20 | πεία χειρὸς ἀῤῥωστούσης, σκορπίζειν, διδόναι τοῖς πένησιν, ἐξαντλεῖν ὧν ἔχομεν δαψιλῶς, μέχρις ἂν καὶ τοῦ πυθμένος ἁψώμεθα (ἴσως καὶ οὗτος πηγά‐ σει σοι τροφὴν, καθάπερ τῇ Σαραφθίᾳ, καὶ μάλιστα εἰ τύχοις Ἡλίαν τρέφουσα), καλὴν εὐπορίαν | |
25 | εἰδέναι, τὸ διὰ Χριστὸν ἀπορεῖν, τὸν δι’ ἡμᾶς πτω‐ χεύσαντα. Εἰ κωφὸς ἦσθα καὶ ἄλαλος, ὁ Λόγος ἐν‐ ηχησάτω σοι· μᾶλλον δὲ κάτασχε τὸν ἐνηχήσαντα. Μὴ κλείσῃς τὰ ὦτα πρὸς παιδείαν Κυρίου καὶ νουθεσίαν, ὡς ἀσπὶς πρὸς ἐπᾴσματα. Εἰ τυφλὸς καὶ ἀφώτιστος, | |
30 | φώτισον τοὺς ὀφθαλμούς σου, μή ποτε ὑπνώσης εἰς θάνατον. Ἐν τῷ φωτὶ Κυρίου θέασαι φῶς, ἐν τῷ Πνεύματι τοῦ Θεοῦ τὸν Υἱὸν αὐγάσθητι, τὸ τρισσὸν φῶς καὶ ἀμέριστον. Ἐὰν ὅλον εἰσδέξῃ τὸν Λόγον, πάσας τὰς Χριστοῦ θεραπείας ἐπὶ τὴν σεαυ‐ | |
35 | τοῦ συνάξεις ψυχὴν, ἃς κατὰ μέρος ἕκαστος τεθερά‐ πευται. Μόνον μὴ ἀγνοήσῃς τὸ μέτρον τῆς χάριτος· μόνον μὴ καθεύδοντί σοι καὶ ἀμεριμνοῦντι κακῶς ἐπισπείρῃ ὁ ἐχθρὸς τὰ ζιζάνια· μόνον ἐπίφθονος τῷ πονηρῷ γεγονὼς διὰ τὴν καθαρότητα, μὴ πάλιν σεαυ‐ | |
40 | τὸν ἐλεεινὸν καταστήσῃς διὰ τῆς ἁμαρτίας· μόνον μὴ τῷ ἀγαθῷ περιχαρεὶς, καὶ ὑψωθεὶς ἄμετρα, καταπέσῃς ἐν τῷ ἐπαρθῆναι· μόνον ἀεὶ φιλοπόνει τὴν κάθαρσιν, ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμε‐ νος· καὶ ἧς ἔτυχες κατὰ δωρεὰν ἀφέσεως, | |
45 | ταύτην ἐπιμελείᾳ συντήρησον· ἵνα τὸ μὲν ἀφεθῆναί σοι παρὰ Θεοῦ, τὸ δὲ συντηρηθῆναι, καὶ παρὰ σοῦ | |
γένηται. | ||
36.409 | ΛΕʹ. Γενήσεται δὲ πῶς; Ἀεὶ τῆς παραβολῆς ἐκεί‐ νης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα, διωχθὲν τῷ βαπτίσματι. Οὐ φέρει | |
5 | τὸν διωγμόν· οὐ δέχεται ἄοικον εἶναι καὶ ἀν‐ έστιον. Πορεύεται δι’ ἀνύδρων τόπων, καὶ ξηρῶν θείας ἐπιῤῥοῆς· ἐκεῖ φιλοχωρῆσαι βούλεται· πλανᾶται ζητοῦν ἀνάπαυσιν, οὐχ εὑρίσκει· βεβαπτισμέναις ἐντυγχάνει ψυχαῖς, ὧν τὴν κακίαν τὸ λουτρὸν ἐξ‐ | |
10 | έκλυσεν· φοβεῖται τὸ ὕδωρ· ἐμπνίγεται τῇ καθάρσει, καθάπερ ὁ Λεγεὼν τῇ θαλάσσῃ. Πάλιν ὑποστρέφει πρὸς τὸν οἶκον, ὅθεν ἀνεχώρησεν. Ἀναίσχυντόν ἐστι, φιλόνεικόν ἐστι, προσβάλλει πάλιν, πειρᾶται πάλιν. Ἐὰν μὲν εὕρῃ Χριστὸν εἰσοικισθέντα, καὶ | |
15 | πληρώσαντα τὴν χώραν ἣν αὐτὸς ἐκένωσεν· ἀπ‐ εκρούσθη πάλιν, ἀπῆλθεν ἄπρακτον, ἐλεεινὸν ἐγένετο τῆς περιπλανήσεως. Ἐὰν δὲ σεσαρωμένον καὶ κεκοσμημένον τὸν ἐν σοὶ τόπον εὕρῃ, κενὸν καὶ ἄπρακτον, ἕτοιμον ἐπίσης πρὸς ὑποδοχὴν τοῦδε ἢ | |
20 | τοῦδε τοῦ προκαταλαβόντος, εἰσεπήδησεν, εἰσῳκίσθη μετὰ πλείονος τῆς παρασκευῆς, καὶ γίνεται τὰ ἔσχατα χείρονα τῶν προτέρων, ὅσῳ τότε μὲν ἐλπὶς ἦν διορθώσεώς τε καὶ ἀσφαλείας· νῦν δὲ πρόδηλος ἡ κακία, τῇ φυγῇ τοῦ καλοῦ τὸ πονηρὸν | |
25 | ἕλκουσα· καὶ διὰ τοῦτο βεβαιοτέρα τῷ οἰκήτορι ἡ κατάσχεσις. | |
28 | ΛϚʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. | |
30 | Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς ἡδύτερον, τοῖς φωτὸς γευσαμένοις;) καὶ σὲ περιαστράψω τοῖς λεγομένοις. Φῶς μὲν ἀνέτειλε τῷ δικαίῳ, καὶ ἡ τούτου σύζυγος εὐφροσύνη· Φῶς δὲ δικαίοις διὰ παντός. Φωτίζεις δὲ σὺ θαυμαστῶς | |
35 | ἀπὸ ὀρέων αἰωνίων, πρὸς τὸν Θεὸν λέγεται· ἀγγε‐ λικῶν, οἶμαι, δυνάμεων, αἳ συνεργοῦσιν ἡμῖν πρὸς τὰ κρείττονα. Κύριος δὲ φωτισμός μου, παὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Τοῦ Δαβὶδ ἤκουσας λέ‐ γοντος· καὶ ποτὲ μὲν αἰτοῦντος ἐξαποσταλῆναι | |
40 | τὸ φῶς αὐτῷ καὶ τὴν ἀλήθειαν· ποτὲ δὲ εὐχαριστοῦν‐ τος, ὅτι καὶ τούτου μετείληφεν, ἐν τῷ σημειω‐ θῆναι τὸ τοῦ Θεοῦ φῶς ἐπ’ αὐτὸν, τουτέστιν ἐνση‐ μανθῆναι καὶ γνωρισθῆναι τὰ σημεῖα τῆς δεδο‐ μένης ἐλλάμψεως. Ἓν μόνον φῶς φεύγωμεν, | |
45 | τὸ τοῦ πικροῦ πυρὸς ἔκγονον. Μὴ πορευθῶμεν τῷ φωτὶ τοῦ πυρὸς ἡμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύ‐ | |
σαμεν. Οἶδα γὰρ πῦρ καθαρτήριον, ὃ Χριστὸς | ||
36.412 | ἦλθε βαλεῖν ἐπὶ τῆς γῆς, πῦρ καὶ αὐτὸς ἀν‐ αγωγῆς λόγοις καλούμενος. Ἀναλωτικὸν τοῦτο τῆς ὕλης καὶ τῆς πονηρᾶς ἐστιν ἕξεως, ὃ καὶ ἀν‐ αφθῆναι τάχιστα βούλεται. Ποθεῖ γὰρ τῆς εὐεργεσίας | |
5 | τὸ τάχος· ἐπεὶ καὶ πυρὸς ἄνθρακας δίδωσιν ἡμῖν εἰς βοήθειαν. Οἶδα καὶ πῦρ οὐ καθαρτήριον, ἀλλὰ καὶ κολαστήριον· εἴτε καὶ Σοδομιτικὸν, ὃ πᾶσιν ἁμαρτωλοῖς ἐπιβρέχει θείῳ καὶ καταιγίδι μιγνύμε‐ νον· εἴτε τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς | |
10 | ἀγγέλοις αὐτοῦ· εἴτε ὃ πρὸ προσώπου Κυρίου πο‐ ρεύεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ τὸ τούτων ἔτι φοβερώτερον· ὃ τῷ ἀκοιμήτῳ σκώληκι συντέτακται, μὴ σβεννύμενον, ἀλλὰ διαιωνίζον τοῖς πονηροῖς. Πάντα γὰρ ταῦτα τῆς | |
15 | ἀφανιστικῆς ἐστι δυνάμεως· εἰ μή τῳ φίλον κἀνταῦθα νοεῖν τοῦτο φιλανθρωπότερον, καὶ τοῦ κολάζοντος ἐπαξίως. | |
20 | ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα· τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον, καὶ τοῦ ἀληθινοῦ φωτὸς ἀντίθετον, ἐκεῖνο εἶναι ὑποκρινόμενον, ἵνα κλέπτῃ τῷ φαι‐ | |
25 | νομένῳ· τοῦτο καὶ σκοτία ἐστὶ, καὶ μεσημβρία δοκεῖ, τὸ τοῦ φωτὸς ἀκμαιότατον. Οὕτως ἀκούω τοῖς δια‐ παντὸς ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσι. Τοῦτο καὶ νύξ ἐστι, καὶ φωτισμὸς νομίζεται τοῖς ὑπὸ τῆς τρυφῆς διεφθαρμένοις. Τί γάρ φησιν ὁ Δαβίδ; | |
30 | Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον καὶ ἠγνόουν· φω‐ τισμὸν γὰρ εἶναι τὴν τρυφὴν ὑπελάμβανον. Ἀλλ’ ἐκεῖνοι μὲν τοιοῦτοι, καὶ οὕτως ἔχοντες· ἡμεῖς δὲ φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· ἔσται δὲ τοῦτο, ἐκ τοῦ σπείρειν εἰς δικαιοσύνην, καὶ τρυγᾷν καρπὸν | |
35 | ζωῆς (πρᾶξις γὰρ, θεωρίας πρόξενος), ἵνα τά τε ἄλλα καὶ τοῦτο μάθωμεν, τί μὲν τὸ ἀληθινὸν φῶς, τί δὲ τὸ ψευδόμενον, καὶ μὴ λάθωμεν περιπεσόντες, ὡς καλῷ, τῷ χείρονι. Γενώμεθα φῶς, ὥσπερ οἱ μα‐ θηταὶ παρὰ τοῦ μεγάλου Φωτὸς ἤκουσαν, Ὑμεῖς | |
40 | ἐστε τὸ φῶς τοῦ κόσμου, λέγοντος. Γενώμεθα φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, τουτέστι ζωτικὴ τοῖς ἄλλοις δύναμις. Λαβώμεθα θεότητος, λαβώμεθα τοῦ πρώτου καὶ ἀκραιφνεστάτου Φωτός. Ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ, πρὸ τοῦ προσκό‐ | |
45 | ψαι τοὺς πόδας ἡμῶν ἐπ’ ὄρη σκοτεινὰ καὶ πολέμια. Ἕως ἡμέρα ἐστὶν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περι‐ πατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ | |
ἀσελγείαις, ἃ νυκτός ἐστι κλέμματα. | ||
36.413(3) | ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν· μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ | |
5 | τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπω‐ μεν. Φωτισθῶμεν τὸν ὀφθαλμὸν, ἵν’ ὀρθὰ βλέπω‐ μεν, καὶ μηδὲν εἴδωλον πορνικὸν ἐν ἡμῖν αὐτοῖς φέ‐ ρωμεν ἐκ φιλοπόνου θέας καὶ περιέργου. Κἂν γὰρ τῷ πάθει μὴ προσκυνήσωμεν, ἀλλὰ τὴν ψυχὴν | |
10 | ἐμολύνθημεν. Εἴ τις δοκὸς ἐν ἡμῖν, εἰ τι κάρφος, ἀνακαθαίρωμεν· ἵνα καὶ τὰ τῶν ἄλλων ὁρᾷν δυνώ‐ μεθα. Φωτισθῶμεν ἀκοὴν, φωτισθῶμεν γλῶσσαν· ἵνα ἀκούσωμεν, τί λαλήσει Κύριος ὁ Θεὸς, καὶ ἀκουστὸν ἡμῖν γένηται τὸ πρωινὸν ἔλεος, καὶ ἀκουτισθῶμεν | |
15 | ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀκοαῖς θείαις ἐνηχουμέ‐ νην· ἵνα μὴ ὦμεν μάχαιρα ὀξεῖα, μηδὲ ξυρὸν ἠκονη‐ μένον, μηδὲ ὑπὸ τὴν γλῶσσαν στρέφωμεν κόπον καὶ πόνον, ἀλλὰ λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, τὰς πυρίνας γλώσσας αἰδούμενοι. | |
20 | Ἰαθῶμεν ὄσφρησιν, ἵνα μὴ θηλυνώμεθα, μηδὲ ἀντὶ ὀσμῆς ἡδείας κονιορτώμεθα· ἀλλ’ ὀσφραινώ‐ μεθα, τοῦ ἐκκενωθέντος δι’ ἡμᾶς μύρου πνευ‐ ματικῶς ἀντιλαμβανόμενοι, καὶ τοσοῦτον ἐξ αὐτοῦ ποιούμενοι καὶ μεταποιούμενοι, ὥστε καὶ αὐτῶν | |
25 | ἡμῶν ὀσφραίνεσθαι ὀσμὴν εὐωδίας. Καθαρθῶμεν ἁφὴν, γεῦσιν, λάρυγγα, μὴ μαλακῶς ἐπαφώμενοι, καὶ λειότησι χαίροντες, ἀλλὰ τὸν σαρκωθέντα δι’ ἡμᾶς Λόγον ψηλαφῶντες, ὡς ἄξιον, καὶ Θωμᾶν κατὰ τοῦτο μιμούμενοι· μὴ χυμοῖς καὶ ὄψοις γαργαλιζό‐ | |
30 | μενοι, τοῖς ἀδελφοῖς τῶν πικροτέρων γαργα‐ λισμῶν, ἀλλὰ γευόμενοι καὶ γινώσκοντες, ὅτι χρηστὸς ὁ Κύριος τὴν κρείττω γεῦσιν καὶ μένουσαν· μηδὲ μικρὰ τὸν πικρὸν καὶ ἀχάριστον ἀγωγὸν ἀνα‐ ψύχοντες, τὸν παραπέμποντα, καὶ οὐ κατέχοντα τὸ | |
35 | διδόμενον, ἀλλὰ τοῖς γλυκυτέροις μέλιτος λόγοις τοῦ‐ τον εὐφραίνοντες. | |
39 | ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν | |
40 | κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐξ ἧς πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται· καὶ τὴν ὑπεραίρουσαν ἡμῶν ἁμαρ‐ τίαν κάτω βάλλειν, ὑπεραιρομένην τῷ κρείττονι. Κα‐ | |
45 | λὸν καὶ ὦμον ἁγιάζεσθαι καὶ καθαίρεσθαι, ἵνα δυ‐ | |
νηθῇ τὸν σταυρὸν αἴρειν Χριστοῦ, μὴ παντὶ ῥᾳδίως | ||
36.416 | αἰρόμενον. Καλὸν καὶ τὰς χεῖρας τελειοῦσθαι, καὶ τοὺς πόδας· τὰς μὲν, ὡς ἐν παντὶ τόπῳ ὁσίας αἴρεσθαι, καὶ δράσσεσθαι τῆς Χριστοῦ παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ πιστεύεσθαι λόγον διὰ τοῦ | |
5 | πρακτικοῦ, ὡς τὸν ἐν τῇ χειρὶ τοῦδε τοῦ προφή‐ του δεδομένον· τοὺς δὲ, μὴ ὀξεῖς εἶναι πρὸς τὸ ἐκχέειν αἷμα, μηδὲ εἰς κακίαν τρέχοντας· ἀλλ’ ἑτοί‐ μους εἰς τὸ Εὐαγγέλιον, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, καὶ Χριστὸν ὑπονίπτοντα καὶ καθαί‐ | |
10 | ροντα δέχεσθαι. Εἴ τις ἐστὶ καὶ κοιλίας κάθαρσις, χωρητικῆς καὶ ἀναδοτικῆς τῶν ἐκ τοῦ Λόγου τροφῶν, καλὸν καὶ ταύτην μὴ θεοποιεῖν ἐκ τρυ‐ φῆς καὶ τῆς καταργουμένης βρώσεως· ἀλλὰ καθαί‐ ρειν ὅτι μάλιστα, καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν | |
15 | Λόγον Κυρίου ἐν μέσῃ δέχεσθαι, καὶ ἀλγεῖν καλῶς ὑπὲρ τοῦ Ἰσραὴλ πταίοντος. Εὑρίσκω καὶ τὴν καρ‐ δίαν καὶ τὰ ἐντὸς, τιμῆς ἀξιούμενα. Πείθει με τοῦτο Δαβὶδ, καρδίαν καθαρὰν ζητῶν ἐν ἑαυτῷ κτί‐ ζεσθαι, καὶ Πνεῦμα εὐθὲς ἐν τοῖς ἐγκάτοις ἐγκαινί‐ | |
20 | ζεσθαι. Τὸ διανοητικὸν, οἶμαι, τούτῳ δηλῶν, καὶ τὰ τούτου κινήματα, ἢ διανοήματα. | |
24 | Μʹ. Τί δὲ ἡ ὀσφύς; Τί δὲ οἱ νεφροί; Μηδὲ γὰρ | |
25 | τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρ‐ σις· ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δι’ ἐγκρατείας, ὥσπερ τῷ Ἰσραὴλ πάλαι, κατὰ τὸν νόμον, τοῦ πάσχα μεταλαμ‐ βάνοντι. Οὐδεὶς γὰρ καθαρῶς Αἴγυπτον ἐξέρχε‐ | |
30 | ται, οὐδὲ φεύγει τὸν ὀλοθρεύοντα, μὴ ταῦτα παιδα‐ γωγήσας. Οἱ δὲ τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούσθωσαν, ὅλον τὸ ἐπιθυμητικὸν πρὸς Θεὸν μεταφέροντες, ὥστε δύνασθαι λέγειν· Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· καὶ, Ἡμέραν ἀνθρώπου οὐκ ἐπ‐ | |
35 | εθύμησα. Δεῖ γὰρ γενέσθαι ἄνδρα ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος. Οὕτως ἂν ἡμῖν καὶ ὁ τὸ πλεῖστον τῆς ἰσχύος ἐπὶ τοῦ ὀμφαλοῦ καὶ τῆς ὀσφύος φέρων δράκων καταλυθείη, τῆς περὶ ταῦτα δυναστείας αὐτῷ νεκρωθείσης. Μὴ θαυμάσῃς δὲ, εἰ καὶ τοῖς ἀσχήμοσιν | |
40 | ἡμῶν, τιμὴν περισσοτέραν τίθημι, λόγῳ νεκρῶν ταῦτα καὶ σωφρονίζων, καὶ κατὰ τῆς ὕλης ἱστάμε‐ νος. Πάντα δῶμεν Θεῷ τὰ μέλη ἐπὶ τῆς γῆς, πάντα καθιερώσωμεν. Μὴ λοβὸν ἥπατος, μηδὲ νεφροὺς μετὰ τῆς πιμελῆς, μηδὲ τὸ μέρος τοῦ σώματος, μηδὲ τὸ | |
45 | καὶ τό. Διὰ τί γὰρ τὰ ἄλλα ἡμῖν ἀτιμαστέα; Ὅλους δὲ | |
36.417 | ἡμᾶς αὐτοὺς ἀνενέγκωμεν· γενώμεθα ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια· μηδὲ τὸν βραχίονα μόνον, μηδὲ τὸ στηθύνιον μόνον, ἀφαίρεμα ἱερατικὸν ποιώμεθα (μικρὸν γὰρ τοῦτο)· ἀλλ’ ὅλους δι‐ | |
5 | δόντες ἡμᾶς αὐτοὺς, ὅλους ἀντιλαμβάνωμεν· ἐπειδὴ τοῦτό ἐστι λαβεῖν καθαρῶς, τὸ τῷ Θεῷ δοθῆναι, καὶ ἱερουργῆσαι τὴν ἡμῶν αὐτῶν σωτηρίαν. | |
10 | ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ’ ἧς καὶ ἀλγεινὰ πάντα φέρω, καὶ τερπνὸν ἅπαν διαπτύω, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. | |
15 | Ταύτην πιστεύω σοι σήμερον· ταύτῃ καὶ συμβαπτίσω καὶ συνανάξω σε. Ταύτην δίδωμι παντὸς τοῦ βίου κοινωνὸν καὶ προστάτιν, τὴν μίαν θεότητά τε καὶ δύναμιν ἐν τοῖς τρισὶν εὑρισκομένην ἑνικῶς, καὶ τὰ τρία συλλαμβάνουσαν μεριστῶς· οὔτε ἀν‐ | |
20 | ώμαλον οὐσίαις ἢ φύσεσιν, οὔτε αὐξομένην, ἢ μειουμένην ὑπερβολαῖς καὶ ὑφέσεσι, πάντοθεν ἴσην, τὴν αὐτὴν πάντοθεν, ὡς ἓν οὐρανοῦ κάλλος καὶ μέγε‐ θος· τριῶν ἀπείρων ἄπειρον συμφυΐαν, Θεὸν ἕκαστον καθ’ ἑαυτὸ θεωρούμενον, ὡς Πατέρα καὶ Υἱὸν, ὡς | |
25 | Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, φυλασσομένης ἑκάστῳ τῆς ἰδιότητος. Θεὸν τὰ τρία σὺν ἀλλήλοις νοούμενα, ἐκεῖνο διὰ τὴν ὁμοουσιότητα, τοῦτο διὰ τὴν μοναρ‐ χίαν. Οὐ φθάνω τὸ ἓν νοῆσαι, καὶ τοῖς τρισὶ περι‐ λάμπομαι· οὐ φθάνω τὰ τρία διελεῖν, καὶ εἰς τὸ | |
30 | ἓν ἀναφέρομαι. Ὅταν ἕν τι τῶν τριῶν φαν‐ τασθῶ, τοῦτο νομίζω τὸ πᾶν, καὶ τὴν ὄψιν πεπλήρω‐ μαι, καὶ τὸ πλεῖον διέφυγεν. Οὐκ ἔχω τὸ μέγεθος τούτου καταλαβεῖν, ἵνα δῶ τὸ πλεῖον τῷ λειπομένῳ. Ὅταν τὰ τρία συνέλω τῇ θεωρίᾳ, μίαν ὁρῶ λαμ‐ | |
35 | πάδα, οὐκ ἔχων διελεῖν ἢ μετρῆσαι τὸ φῶς ἑνιζόμε‐ νον. | |
39 | ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ | |
40 | μὴ πάσχων; Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν Υἱὸν τέμνων ἀπὸ τοῦ Πα‐ τρὸς, ἢ ἀπὸ τοῦ Υἱοῦ τὴν οὐσίαν τοῦ Πνεύμα‐ τος. Τὸ γὰρ παράδοξον, ὅτι μὴ κτίσις ἐπάγεται | |
45 | μόνον Θεῷ παρὰ τοῖς κακῶς θεότητα ταλαντεύου‐ | |
σιν, ἀλλὰ καὶ αὐτὴ πάλιν ἡ κτίσις εἰς ἑαυτὴν τέμνε‐ | ||
36.420 | ται. Ὥσπερ τοῦ Πατρὸς ὑποστέλλεται ὁ Υἱὸς τοῖς ταπεινοῖς καὶ κάτω κειμένοις, οὕτως ὑποστελ‐ λομένης πάλιν καὶ ἀπὸ τοῦ Υἱοῦ τῆς ἀξίας τοῦ Πνεύματος· ὡς ἂν καὶ Θεὸς, καὶ κτίσις ὑβρίζηται | |
5 | τῇ καινῇ ταύτῃ θεολογίᾳ. Οὐδὲν τῆς Τριάδος, ὦ οὗτοι, δοῦλον, οὐδὲ κτιστὸν, οὐδὲ ἐπείσακτον, ἤκουσα τῶν σοφῶν τινος λέγοντος. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην, φησὶν ὁ θεῖος ἀπόστολος. Εἰ ἔτι κτίσματι | |
10 | προσεκύνουν, ἢ εἰς κτίσμα ἐβαπτιζόμην, οὐκ ἂν ἐθεούμην, οὐδὲ τὴν πρώτην μετεποιούμην γέννησιν. Τί φήσω πρὸς τοὺς τὴν Ἀστάρτην προσκυνοῦντας, ἢ τὸ Χαμὼς βδέλυγμα Σιδωνίων, ἢ τοῦ ἄστρου τὸν τύπον, τοῦ μικρὸν ὑπὲρ ταῦτα Θεοῦ τοῖς εἰδωλολά‐ | |
15 | τραις, πλὴν κτίσματος καὶ ποιήματος· αὐτὸς, ἢ μὴ προσκυνῶν τὰ δύο, εἰς ἃ συμβεβάπτισμαι, ἢ προσκυ‐ νῶν τὰ ὁμόδουλα; Ὁμόδουλα γὰρ, καὶ εἰ μι‐ κρὸν τιμιώτερα· ἐπεὶ καὶ ἐν ὁμοδούλοις ἐστί τις δια‐ φορὰ καὶ προτίμησις. | |
22 | ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν | |
25 | ἀρχὴν, μὴ ἐλαττόνων ἀρχὴν ποιήσω, καὶ καθυβρίσω διὰ τῆς προτιμήσεως· οὐ γὰρ δόξα τῷ ἐξ οὗ ἡ τῶν ἐξ αὐτοῦ ταπείνωσις. Πρὸς δὲ καὶ ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ τὸ μεῖζον λαβὼν διχοτομήσῃς τὴν φύσιν, κατὰ πάντα τῷ μείζονι χρώμενος. Οὐ γὰρ | |
30 | κατὰ τὴν φύσιν τὸ μεῖζον, τὴν αἰτίαν δέ. Οὐδὲν γὰρ τῶν ὁμοουσίων τῇ οὐσίᾳ μεῖζον ἢ ἔλαττον. Θέλω τὸν Υἱὸν προτιμῆσαι τοῦ Πνεύματος, ὡς Υἱόν· καὶ οὐ συγχωρεῖ τὸ βάπτισμα τελειοῦν με διὰ τοῦ Πνεύματος. Ἀλλὰ δέδοικας, μὴ τριθεΐαν ὀνειδισθῇς; | |
35 | Ἔχε σὺ τὸ ἀγαθὸν, τὴν ἐν τοῖς τρισὶν ἕνωσιν· ἐμοὶ τὴν μάχην παράπεμψον. Ἔασόν με ναυπηγὸν εἶναι, σὺ χρῶ τῇ νηί. Καὶ εἰ ναυπηγός ἐστιν ἕτερος, ἐμὲ λάβε τῆς οἰκίας ἀρχιτέκτονα· σὺ ταύτην οἴκει μετὰ ἀσφαλείας, καὶ εἰ μηδὲν ἐμόχθησας. Οὐχ | |
40 | ἧττον εὐπλοήσεις, ἢ οἰκήσεις τὴν οἰκίαν, ἐμοῦ τοῦ ταῦτα κατασκευάσαντος, εἰ καὶ μηδὲν περὶ ταῦτα πεφιλοπόνηκας. Ὁρᾷς τὴν εὐγνωμοσύνην ὅση; ὁρᾷς τοῦ Πνεύματος τὴν χρηστότητα; Ἐμὸς ὁ πόλε‐ μος, ἔστω σὸν τὸ ἐκνίκημα. Ἐγὼ βαλλοίμην, σὺ δὲ | |
45 | εἰρήνευε, τῷ προπολεμοῦντι συνευχόμενος· χεῖρα δί‐ δου διὰ τῆς πίστεως. Ἔχω τρεῖς λίθους οἷς σφενδονήσω τὸν ἀλλόφυλον. Ἔχω τρεῖς ἐμπνεύσεις, | |
κατὰ τοῦ υἱοῦ τῆς Σαραφθίας, αἷς ζωοποιήσω νε‐ | ||
36.421 | νεκρωμένους. Ἔχω τρεῖς ἐπικλύσεις κατὰ τῶν σχιδάκων, αἷς καθιερώσω τὴν θυσίαν, ὕδατι πῦρ ἐγείρων, τὸ παραδοξότατον· καὶ τοὺς προφήτας κα‐ ταβαλῶ τῆς αἰσχύνης, μυστηρίου δυνάμει χρώ‐ | |
5 | μενος. | |
8 | ΜΔʹ. Τί μοι δεῖ μακροτέρων λόγων; Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐν‐ | |
10 | ώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθήσῃ τῆς πίστεως. Εἰ μὲν ἄλλως ἐγγέγραψαι, ἢ ὡς ὁ ἐμὸς ἀπαιτεῖ λόγος, δεῦρο, καὶ μετεγγράφηθι. Ἐγὼ τούτων οὐκ ἀφυὴς καλλιγράφος, γράφων ἃ γέγραμμαι, καὶ διδάσκων ἃ καὶ μεμά‐ | |
15 | θηκα, καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. Ἐμὸς ὁ κίνδυνος, ἐμὸν καὶ τὸ γέρας, τοῦ τῆς σῆς ψυχῆς οἰκονόμου, καὶ τελειοῦντός σε διὰ τοῦ βαπτί‐ σματος. Εἰ δὲ οὕτως ἔχεις, καὶ καλοῖς ἐνεσημάνθης τοῖς γράμμασι, φύλασσέ μοι τὰ γεγραμμένα, ἐν | |
20 | καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος. Μίμησαι τὸν Πιλᾶτον ἐπὶ τὸ κρεῖττον, κακῶς γράφοντα, καλῶς γεγραμμένος. Εἰπὲ τοῖς μεταπείθουσί σε· Ὃ γέγραφα, γέγραφα. Καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοῦ κακοῦ μένοντος ἀκλι‐ | |
25 | νοῦς, τὸ καλὸν ῥᾷστα μετακλίνοιτο· δέον εὐμε‐ τακινήτους μὲν εἶναι πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χεί‐ ρονος, ἀκινήτους δὲ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ βελτίονος. Εἰ οὕτως βαπτίζῃ, καὶ κατὰ ταύτην τὴν μαθητείαν, Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, ἰδοὺ κίχρημι | |
30 | τὰς χεῖρας τῷ Πνεύματι. Ταχύνωμεν τὴν σωτηρίαν, ἀναστῶμεν ἐπὶ τὸ βάπτισμα· σφύζει τὸ Πνεῦμα, πρό‐ θυμος ὁ τελειωτὴς, τὸ δῶρον ἕτοιμον. Εἰ δὲ σκάζεις ἔτι, καὶ μὴ καταδέχῃ τὸ τέλειον τῆς θεότητος, ζήτει σὸν βαπτιστὴν, ἢ καταβαπτιστήν. Ἐμοὶ δὲ οὐ σχολὴ | |
35 | τέμνειν θεότητα, καὶ νεκρόν σε ποιεῖν ἐν καιρῷ τῆς ἀναγεννήσεως· ἵνα μήτε τὸ χάρισμα ἔχῃς, μήτε τὴν ἐλπίδα τῆς χάριτος, ἐν ὀλίγῳ ναυαγήσας τὴν σωτη‐ ρίαν. Ὡς ὅ τι ἂν ὑφέλῃς τῶν τριῶν τῆς θεότητος, τὸ πᾶν ἔσῃ καθῃρηκὼς, καὶ σεαυτῷ τὴν τελείωσιν. | |
42 | ΜΕʹ. Ἀλλ’ οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος· σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ’ ἡμῶν τυπωθῆ‐ | |
45 | ναι πρὸς τελειότητα; Εἴσω τῆς νεφέλης χωρήσωμεν· δός μοι τὰς πλάκας τῆς σῆς καρδίας· γίνομαί σοι Μωσῆς, εἰ καὶ τολμηρὸν εἰπεῖν· ἐγγράφω δακτύλῳ | |
Θεοῦ νέαν δεκάλογον· ἐγγράφω σύντομον σωτηρίαν. | ||
36.424 | Εἰ δέ τι θηρίον αἱρετικὸν καὶ ἀλόγιστον, κάτω μει‐ νάτω· ἢ κινδυνεύσει λιθοβολούμενον τῷ λόγῳ τῆς ἀληθείας. Βαπτίσω σε μαθητεύων, εἰς ὄνομα Πα‐ τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὄνομα δὲ | |
5 | κοινὸν τῶν τριῶν ἓν, ἡ θεότης. Γνώσῃ καὶ τοῖς σχήμασι καὶ τοῖς ῥήμασιν, ὡς ὅλην ἀποπέμπῃ τὴν ἀθεΐαν, οὕτως ὅλῃ θεότητι συντασσόμενος. Πί‐ στευε, τὸν σύμπαντα κόσμον, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος, ἐξ οὐκ ὄντων παρὰ Θεοῦ γενόμενον, | |
10 | καὶ προνοίᾳ τοῦ ποιήσαντος διοικούμενον, δέξασθαι τὴν εἰς τὸ κρεῖττον μεταβολήν. Πίστευε, μὴ οὐσίαν εἶναί τινα τοῦ κακοῦ, μήτε βασιλείαν, ἢ ἄναρ‐ χον, ἢ παρ’ ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην, ἀλλ’ ἡμέτερον ἔργον εἶναι τοῦτο καὶ τοῦ | |
15 | πονηροῦ, ἐκ τῆς ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν, ἀλλ’ οὐχὶ τοῦ κτίσαντος. Πίστευε, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν προαιώνιον Λόγον, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τοῦτον ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, γεγενῆσθαι διὰ σὲ καὶ Υἱὸν ἀνθρώπου, | |
20 | ἐκ τῆς Παρθένου προελθόντα Μαρίας, ἀῤῥήτως καὶ ἀρυπάρως (οὐδὲν γὰρ ῥυπαρὸν οὗ Θεὸς, καὶ δι’ οὗ σωτηρία), ὅλον ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας· | |
25 | ἀπαθῆ θεότητι, παθητὸν τῷ προσλήμματι· το‐ σοῦτον ἄνθρωπον διά σε, ὅσον σὺ γίνῃ δι’ ἐκεῖνον Θεός· τοῦτον ὑπὲρ τῶν ἀνομιῶν ἦχθαι εἰς θάνατον, σταυρωθέντα τε καὶ ταφέντα, ὅσον θανάτου γεύ‐ σασθαι, καὶ ἀναστάντα τριήμερον, ἀνεληλυθέναι εἰς | |
30 | τοὺς οὐρανοὺς, ἵνα σε συναγάγῃ κάτω κείμενον· ἥξειν τε πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρου‐ σίας, κρίνοντα ζῶντας καὶ νεκρούς· οὐκ ἔτι μὲν σάρ‐ κα, οὐκ ἀσώματον δὲ, οἷς αὐτὸς οἶδε λόγοις, θεοει‐ δεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντη‐ | |
35 | σάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος. Δέχου πρὸς τούτοις ἀνάστασιν, κρίσιν, ἀνταπόδοσιν τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς. Ταύτην δὲ εἶναι φῶς τοῖς κεκα‐ θαρμένοις τὴν διάνοιαν, τουτέστι Θεὸν ὁρώμενόν τε καὶ γινωσκόμενον, κατὰ τὴν ἀναλογίαν τῆς καθαρό‐ | |
40 | τητος, ὃ δὴ καὶ βασιλείαν οὐρανῶν ὀνομάζομεν· σκότος δὲ τοῖς τυφλώττουσι τὸ ἡγεμονικὸν, τουτέστιν ἀλλοτρίωσιν Θεοῦ κατὰ τὴν ἀναλογίαν τῆς ἐντεῦθεν ἀμβλυωπίας. Δέκατον, ἐργάζου τὸ ἀγαθὸν ἐπὶ τούτῳ τῷ θεμελίῳ τῶν δογμάτων· ἐπειδὴ, Πίστις | |
45 | χωρὶς ἔργων νεκρὰ, ὡς ἔργα δίχα πίστεως. Ἔχεις | |
36.425 | τοῦ μυστηρίου τὰ ἔκφορα, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπόῤῥητα. Τὰ δὲ ἄλλα εἴσω μα‐ θήσῃ, τῆς Τριάδος χαριζομένης, ἃ καὶ κρύψεις παρὰ σεαυτῷ σφραγῖδι κρατούμενα. | |
10 | ΜϚʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στά‐ σις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προ‐ χάραγμα. Ἡ ψαλμῳδία, μεθ’ ἧς δεχθήσῃ, τῆς ἐκεῖ‐ θεν ὑμνῳδίας προοίμιον. Αἱ λαμπάδες, ἅσπερ ἀν‐ | |
15 | άψεις, τῆς ἐκεῖθεν φωταγωγίας μυστήριον, μεθ’ ἧς ἀπαντήσομεν τῷ νυμφίῳ φαιδραὶ καὶ παρθένοι ψυχαὶ, φαιδραῖς ταῖς λαμπάσι τῆς πίστεως, μήτε καθεύδουσαι διὰ ῥᾳθυμίαν, ἵνα μὴ λάθῃ παρὼν ἀδο‐ κήτως ὁ προσδοκώμενος, μήτε ἄτροφοι, καὶ ἀνέλαιοι, | |
20 | καὶ καλῶν ἔργων ἐπιδεεῖς, ἵνα μὴ τοῦ νυμφῶνος ἐκπέσωμεν. Ὁρῶ γὰρ τὸ πάθος, ὡς ἐλεεινόν. Ὁ μὲν παρέσται, ἀπαιτούσης τῆς κραυγῆς τὴν ἀπάντησιν· αἱ δὲ ἀπαντήσονται, ὅσαι φρόνιμοι, μετὰ λαμπροῦ τοῦ φωτὸς, καὶ δαψιλεστέρας τῆς τούτου τροφῆς· αἱ | |
25 | δὲ ταραχθήσονται ζητοῦσαι τὸ ἔλαιον οὐκ ἐν καιρῷ παρὰ τῶν ἐχόντων. Ὁ δὲ εἰσελεύσεται δρομαῖος· αἱ δὲ συνεισελεύσονται· αἱ δὲ ἀποκλεισθήσονται, τὸν τοῦ εἰσελθεῖν καιρὸν εἰς τὸ παρασκευάσασθαι δαπα‐ νήσασαι, καὶ πολλὰ μετακλαύσονται, ὀψὲ μαθοῦσαι | |
30 | τὴν ζημίαν τῆς ῥᾳθυμίας, ὅταν μηκέτι ὁ νυμφὼν αὐταῖς εἰσιτητὸς ᾖ, καὶ πολλὰ δεομέναις, ὃν κακῶς ἑαυταῖς ἀπέκλεισαν· ἄλλον τρόπον μιμησάμεναι τοὺς ὑστεροῦντας τοῦ γάμου, ὃν ὁ καλὸς πατὴρ ἑσ‐ τιᾷ τῷ καλῷ νυμφίῳ, διὰ τὴν γυναῖκα τὴν νεόνυμφον, | |
35 | ἢ διὰ τὸν ἀγρὸν τὸν νεώνητον, ἢ τὸ ζεῦγος τῶν βοῶν, ἃ κακῶς ἐκτήσαντο, διὰ τῶν μικρῶν τὰ μείζονα ζη‐ μιούμενοι. Οὐδεὶς γὰρ ἐκεῖ τῶν ὑπεροπτικῶν καὶ ῥᾳθύμων, οὐδὲ τῶν ῥυπαρῶς, ἀλλ’ οὐ νυμφικῶς ἐστολισμένων, κἂν ἐντεῦθεν ἑαυτὸν ἀξιώσῃ τῆς | |
40 | ἐκεῖθεν λαμπροφορίας, καὶ λαθὼν ἑαυτὸν παρενείρῃ, κεναῖς ἐλπίσιν ἐξαπατώμενος. Εἶτα τί; Ὅταν ἔνδον γενώμεθα, τότε οἶδεν ὁ νυμφίος ἃ διδάξει, καὶ ἃ συν‐ έσται ταῖς συνεισελθούσαις ψυχαῖς. Συνέσται δὲ, ὡς οἶμαι, διδάσκων τὰ τελεώτερά τε καὶ καθαρώτερα· | |
45 | ὧν καὶ ἡμεῖς μεταλάβοιμεν, οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. | |
Ἀμήν. |