TLG 2022 042 :: GREGORIUS NAZIANZENUS :: In Aegyptiorum adventum (orat. 34)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

In Aegyptiorum adventum (orat. 34)

Citation: Volume — page — (line)

36

.

241

(14t)

ΛΟΓΟΣ ΛΔʹ.
15tΕἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας.
16 Αʹ. Τοὺς ἀπ’ Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων
20ὥρια ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς· πλουτίζει δὲ Χριστὸς ὁ ἐμὸς, πρότερον μὲν εἰς Αἴγυπτον φυγαδευόμενος, νυνὶ δὲ ἀπ’ Αἰγύπτου χορηγούμενος· τότε μὲν, ἐκ τῆς Ἡρώδου παιδοφονίας, νῦν δὲ, ἐκ τῆς τῶν πατέρων
25φιλοτεκνίας· Χριστὸς, ἡ καινὴ τροφὴ τῶν καλῶς πει‐ νώντων, ἡ μείζων σιτοδοσία πάσης τῆς ἱστορου‐ μένης τε καὶ πιστευομένης· ὁ ἅρτος, ὁ ἐκ τοῦ οὐρα‐ νοῦ καταβαίνων, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τὴν ἀνόλεθρόν τε καὶ ἀκατάλυτον, περὶ οὗ καὶ νῦν ἀκούειν
30δοκῶ μοι λέγοντος τοῦ Πατρός· Ἐξ Αἰγύπτου ἐκά‐ λεσα τὸν Υἱόν μου.
33 Βʹ. Ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος εἰς πάντας ἀν‐ θρώπους, ὑγιῶς πιστευόμενός τε καὶ κηρυσσόμενος
35καὶ ὑμεῖς ἄριστοι καρποδόται πάντων, μάλιστα τῶν νῦν ὀρθῶς πιστευόντων, ὅσα ἐμὲ γινώσκειν, τὸν τῆς τοιαύτης τροφῆς, οὐκ ἐραστὴν μόνον, ἀλλὰ καὶ χορηγὸν, καὶ οὐκ ἔνδημον μόνον, ἀλλ’ ἤδη καὶ ὑπερ‐ όριον. Ὑμεῖς γὰρ τρέφετε μὲν σωματικῶς δήμους
40καὶ πόλεις, ἐφ’ ὅσον ἐξικνεῖται ὑμῶν τὸ φιλάνθρω‐ πον· τρέφετε δὲ πνευματικῶς, οὐ τὸν δεῖνα δῆμον, οὐδὲ τήνδε, ἢ τήνδε τὴν πόλιν μικροῖς ὁρίοις περι‐ γραφομένην, κἂν φρονῶσιν ὑπέρλαμπρον, ἀλλὰ μικροῦ πᾶσαν τὴν οἰκουμένην. Καὶ θεραπεύετε, οὐ
45λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἃ καὶ λιμώττειν οὐ
μέγα, καὶ μὴ λιμώττειν ῥᾴδιον· ἀλλὰ λιμὸν τοῦ241

36

.

244

ἀκοῦσαι λόγου Κυρίου, ὃν καὶ πάσχειν ἐλεεινό‐ τατον, καὶ θεραπεύειν νῦν ἐργωδέστατον· ἐπειδὴ ἐπληθύνθη ἡ ἀνομία, καὶ ὀλίγους εὑρίσκω τοὺς γνη‐ σίους ταύτης θεραπευτάς.
7 Γʹ. Τοιοῦτος Ἰωσὴφ ὁ ὑμέτερος σιτομέτρης, ταυτὸν δὲ εἰπεῖν καὶ ἡμέτερος, ὃς καὶ προβλέπειν ᾔδει λιμὸν ὑπὸ σοφίας ὑπερβαλλούσης, καὶ θε‐
10ραπεύειν λόγοις οἰκονομίας, ταῖς καλαῖς τῶν βοῶν καὶ πίοσι, τὰς αἰσχρὰς καὶ ἀτρόφους ἰώμενος. Καὶ Ἰωσὴφ ὁπότερον βούλει λαμβάνειν, εἴτε τὸν τῆς ἀθα‐ νασίας ἐραστὴν, καὶ δημιουργὸν, καὶ ἐπώνυ‐ μον· εἴτε τὸν ἐκείνου καὶ θρόνῳ, καὶ λόγῳ, καὶ
15πολιᾷ διάδοχον, τὸν νέον Πέτρον ἡμῖν, οὐχ ἧττον τὴν ἀρετὴν, ἢ τὴν κλῆσιν· ὑφ’ ὧν τὸ μέσον ἐξεκόπη καὶ συνετρίβη, κἂν ἔτι σπαίρῃ μικρά τε καὶ ἀσθενῆ, καθάπερ τὸ οὐραῖον διακοπέντος τοῦ ὄφεως· ὧν ὁ μὲν ἐν γήρᾳ καλῷ καταλύσας τὸν βίον ἐπὶ πολλοῖς
20τοῖς ἀγωνίσμασι καὶ ἀθλήμασιν, ἄνωθεν ἐποπτεύει, εὖ οἶδα, νῦν τὰ ἡμέτερα, καὶ χεῖρα ὀρέγει τοῖς ὑπὲρ τοῦ καλοῦ κάμνουσι, καὶ τόσῳ μᾶλλον, ὅσῳ τῶν δεσμῶν ἐστιν ἐλεύθερος· ὁ δὲ ἐπὶ τὴν αὐτὴν κατάλυ‐ σιν, ἢ ἀνάλυσιν, ἐπὶ τοῖς αὐτοῖς ἄθλοις
25ἐπείγεται, καὶ πλησιάζει μὲν ἤδη τοῖς ἄνω, τοσοῦ‐ τον δὲ μετὰ τῆς σαρκός ἐστιν ἔτι, ὅσον βοηθῆσαι τῷ λόγῳ τὰ τελευταῖα, καὶ τῆς ὁδοῦ γενέσθαι μετὰ δα‐ ψιλεστέρων τῶν ἐφοδίων.
30 Δʹ. Τούτων ὑμεῖς θρέμματα καὶ προβλήματα τῶν μεγάλων, καὶ δογματιστῶν, καὶ ἀγωνιστῶν τῆς ἀλη‐ θείας, καὶ νικητῶν· οὓς οὐ καιρὸς, οὐ δυνάστης, οὐ λόγος, οὐ φθόνος, οὐ φόβος, οὐ κατήγορος, οὐ συκο‐ φάντης, οὐ φανερῶς πολεμῶν, οὐ λαθραίως ἐπιβου‐
35λεύων, οὐχ ἡμέτερος τῷ δοκεῖν, οὐκ ἀλλότριος, οὐ χρυσὸς, ὁ ἀφανὴς τύραννος, ᾧ νῦν τὰ πολλὰ μεταῤ‐ ῥίπτεται καὶ πεττεύεται, οὐ θεραπεῖαι, οὐκ ἀπειλαὶ, οὐκ ἐξορίαι μακραί τε καὶ ἀριθμούμεναι (δημεύσει γὰρ οὐκ ἐγένοντο μόνον ἁλωτοὶ, διὰ τὸν μέγαν πλοῦ‐
40τον, τὴν ἀκτημοσύνην), οὐκ ἄλλο οὐδὲν τῶν ἀπόντων, ἢ τῶν παρόντων, ἢ τῶν προσδοκωμένων ἐπῆρεν, οὐδὲ ἀνέπεισε χείρους γενέσθαι, καὶ προδοῦναί τι τῆς Τριάδος, καὶ ζημιωθῆναι θεότητα. Τοὐναντίον μὲν οὖν ἐῤῥώσθησαν τοῖς κινδύνοις, καὶ φιλοτιμότε‐
45ροι γεγόνασιν εἰς εὐσέβειαν. Τοιοῦτο γὰρ τὸ παθεῖν ὑπὲρ Χριστοῦ, τῷ φίλτρῳ προστίθησι, καὶ οἷον ἀῤ‐
ῥαβὼν γίνεται τῶν ἑξῆς ἄθλων τοῖς μεγαλόφροσι.243

36

.

245

Τοιαῦτά σου, Αἴγυπτε, τὰ νῦν διηγήματά τε καὶ θαύματα.
5 Εʹ. Σὺ δέ μοι τοὺς τράγους ἐπῄνεις τοὺς Μενδη‐ σίους, καὶ τὸν Μεμφίτην Ἄπιν, μόσχον σιτευτόν τινα καὶ πολύσαρκον, καὶ τὰς Ἴσιδος τελετὰς, καὶ τοὺς Ὀσίριδος σπαραγμοὺς, καὶ τὸν σεμνόν σου Σάραπιν, ξύλον προσκυνούμενον μετὰ μύθου, καὶ χρόνου, καὶ
10τῆς τῶν προσκυνούντων ἀνοίας, ὡς ὕλην ἄγνωστόν τινα καὶ οὐράνιον, πλὴν ὕλην, κἂν βοηθῆται τῷ ψεύ‐ δει· καὶ τὰ ἔτι τούτων αἰσχρότερα, κνωδάλων τινῶν καὶ ἑρπετῶν πολυειδῆ πλάσματα, ὧν πάντων ὑπερ‐ ῆρε Χριστὸς, καὶ οἱ Χριστοῦ κήρυκες· ἄλλοι τε ἄλ‐
15λως κατὰ τοὺς ἑαυτῶν ἕκαστοι χρόνους ἐκλάμψαντες· καὶ δὴ καὶ οἱ νῦν μνημονευθέντες Πατέρες· ἀφ’ ὧν σὺ γινώσκῃ μᾶλλον, ὦ θαυμασία, σήμερον, ἢ πάντων ὁμοῦ πάντες, καὶ παλαιῶν καὶ νέων διηγημάτων.
21 Ϛʹ. Διὰ ταῦτά σε περιπτύσσομαι καὶ ἀσπάζομαι, λαῶν ἄριστε, καὶ φιλοχριστότατε, καὶ θερμότατε τὴν εὐσέβειαν, καὶ τῶν ἀγόντων ἄξιε· οὐ γὰρ ἔχω τι τού‐ του μεῖζον εἰπεῖν, οὐδὲ ᾧ μᾶλλον ἂν ὑμᾶς ξενίσαιμι·
25καὶ δεξιοῦμαι, ὀλίγα μὲν γλώσσῃ, τὰ πολλὰ δὲ δια‐ νοίας κινήμασι. Λαὸς ἐμός· ἐμὸν γὰρ ὀνομάζω, τὸν ὁμόφρονα καὶ ὁμόδοξον, καὶ παρὰ τῶν αὐτῶν Πα‐ τέρων, καὶ τῆς αὐτῆς Τριάδος προσκυνητήν. Λαὸς ἐμός· ἐμὸς γὰρ, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι· καὶ,
30ἵνα πληγῶσι μᾶλλον οἱ τοῦτο πάσχοντες, ἰδοὺ δίδωμι δεξιὰς κοινωνίας ἐπὶ τοσούτων μαρτύρων, ὁρατῶν τε καὶ ἀοράτων· καὶ ἀπωθοῦμαι παλαιὰν διαβολὴν νέᾳ χρηστότητι. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ τὸν μέγιστον ὁ μικρότατος σφετερίζομαι. Τοιαύτη γὰρ ἡ
35τοῦ Πνεύματος χάρις· ὁμοτίμους ποιεῖ τοὺς ὁμό‐ φρονας. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ πόῤῥωθεν· ὅτι θεϊκῶς συναπτόμεθα, καὶ τρόπον ἄλλον, ἢ ὃν αἱ πα‐ χύτητες. Τὰ μὲν γὰρ σώματα τόπῳ συνάπτεται, ψυ‐ χαὶ δὲ Πνεύματι συναρμόζονται. Λαὸς ἐμὸς, ὁ
40πρότερον μὲν φιλοσοφῶν τὸ πάσχειν ὑπὲρ Χριστοῦ, νῦν δὲ τὸ μὴ ποιεῖν, ἐὰν ἐμοὶ πείθησθε, ἀλλ’ αὔταρ‐ κες κέρδος τίθεσθαι τὴν τοῦ ποιεῖν ἐξουσίαν, καὶ ἡγεῖσθαι Χριστῷ λατρείαν εἰσφέρειν, ὥσπερ τότε τὴν καρτερίαν, οὕτως ἐν τῷ παρόντι τὴν ἐπιείκειαν.
45Λαὸς, ἐφ’ ὃν παρατέτακται ὁ Κύριος τοῦ εὖ ποιῆσαι, ὥσπερ τοῦ κακοποιῆσαι τοὺς ἐναντίους. Λαὸς, ὃν ἐξ‐ ελέξατο ἑαυτῷ Κύριος ἐκ πάντων ὧν προσεκαλέσατο. Λαὸς, ὁ ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένος, ᾧ, Σὺ γὰρ εἶ θέλημα ἐμὸν, λέγει Κύριος· καὶ, Αἱ πύλαι

36

.

245

(50)

σου γλύμμα· καὶ ὅσα τοῖς σωζομένοις ὕστερον.
Λαὸς, καὶ μή με θαυμάσητε τῆς ἀπληστίας, εἰ245

36

.

248

πολλάκις ὑμᾶς ἀναστρέφω· κατατρυφῶ γὰρ ὑμῶν τῇ συνεχείᾳ τῆς κλήσεως, ὥσπερ οἱ θεαμάτων τινῶν, ἢ ἀκουσμάτων ἀπλήστως ἐμφορούμενοι.
7 Ζʹ. Ἀλλ’, ὦ Θεοῦ λαὸς, καὶ ἡμέτερος, καλὴ μὲν ὑμῶν καὶ ἡ πρώην πανήγυρις, ἣν ἐπὶ τῆς θα‐ λάσσης ἐστήσασθε, καὶ εἴπερ ἄλλη τις ὀφθαλμῶν χά‐
10ρις, ἡνίκα εἶδον δενδρουμένην τὴν θάλασσαν, καὶ χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν, καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦ‐ μα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυ‐ φοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν
15πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγα‐ λοπρεπεστέρα. Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμε‐ τρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠν‐ έσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ’ ὅσον
20εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις θρέ‐ ψαντες, ἥκετε καὶ αὐτοὶ παρ’ ἡμῶν τραφησόμενοι. Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς
25ὑμετέρας οὐ φαυλοτέραν. Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ, ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ
30προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμή‐ σατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζε‐ σθαι, καὶ τὸ καθ’ ἕκαστον σαθρὸν οἴεσθαι διορ‐ θοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοι‐
35νίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συν‐ ιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεό‐ τητα. Καὶ ἵνα γε εἰδῆτε, μὴ μάτην προσδραμόντες ἡμῖν, μηδὲ ὡς ξένοις καὶ ἀλλοτρίοις, ἀλλ’ ἐν ὑμετέ‐
40ροις καταχθέντες, καὶ καλῶς ὁδηγηθέντες ὑπὸ τοῦ Πνεύματος, βραχέα περὶ Θεοῦ φιλοσοφήσομεν ὑμῖν. Καὶ γνωρίσατε τὰ ὑμέτερα, ὥσπερ οἱ τοῖς ἐπισήμοις τῶν ὅπλων τὸ οἰκεῖον διαγινώσκοντες.
46 Ηʹ. Δύο διαφορὰς ἐν τοῖς οὖσι γινώσκω τὰς ἀνω‐ τάτω, δεσποτείαν τε καὶ δουλείαν· οὐχ ἃς παρ’ ἡμῖν, ἢ τύραννις ἔτεμεν, ἢ πενία διέστησεν, ἀλλ’ ἃς φύσις διώρισεν, εἴ τῳ φίλον οὕτω καλεῖν. Τὸ γὰρ πρῶτον,

36

.

248

(50)

καὶ ὑπὲρ τὴν φύσιν. Τούτων δὲ, ἡ μὲν ποιητική τέ ἐστι, καὶ ἀρχικὴ, καὶ ἀκίνητος· ἡ δὲ πεποιημένη,
καὶ ὑπὸ χεῖρα, καὶ μεταπίπτουσα. Καὶ ἔτι συντομώ‐247

36

.

249

τερον εἰπεῖν, ἡ μὲν ὑπὲρ χρόνον, ἡ δὲ ὑπὸ χρόνον. Καλεῖται δὲ ἡ μὲν, Θεὸς, καὶ ἐν τρισὶ τοῖς μεγίστοις ἵσταται, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ· τῷ Πατρὶ λέγω, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἃ
5μήτε οὕτως ἀλλήλων ἀπήρτηται, ὡς φύσει τέ‐ μνεσθαι· μήτε οὕτως ἐστένωται, ὡς εἰς ἓν πρόσ‐ ωπον περιγράφεσθαι· τὸ μὲν γὰρ τῆς Ἀρειανῆς μανίας, τὸ δὲ τῆς Σαβελλιανικῆς ἀθεΐας ἐστίν· ἀλλ’ ἔστι, τῶν μὲν πάντη διαιρετῶν ἑνικωτέρα, τῶν
10δὲ τελείως μοναδικῶν ἀφθονωτέρα. Ἡ δὲ μεθ’ ἡμῶν τέ ἐστι, καὶ καλεῖται κτίσις, κἂν ἄλλα ἄλλων ὑπεραίρῃ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἐγγύτητος.
16 Θʹ. Τούτων δὲ οὕτως ἐχόντων, ὅτῳ μὲν ἡ καρδία πρὸς Κύριον, ἴτω μεθ’ ἡμῶν, καὶ προσκυνῶμεν τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα, μηδὲν ταπεινότητος ὄνο‐ μα τῇ ἀπροσίτῳ δόξῃ προσάγοντες, ἀλλὰ τὰς ὑψώσεις
20τοῦ ἑνὸς Θεοῦ ἐν τοῖς τρισὶ διαπαντὸς ἐν τῷ λάρυγγι φέροντες. Ἧς γὰρ οὐδὲ μέγεθος φύσεως κυρίως ἔστιν εἰπεῖν, διὰ τὸ ἄπειρον καὶ ἀόριστον, πῶς ταύτῃ τα‐ πεινότητα ἐπεισάξομεν; Ὅστις δὲ ἀλλοτρίως ἔχει Θεοῦ, καὶ διὰ τοῦτο τέμνει τὴν μίαν καὶ ὑπὲρ πάντα
25τὰ ὄντα οὐσίαν εἰς ἀνισότητα φύσεων, θαυμαστὸν, εἰ μὴ τῇ ῥομφαίᾳ τμηθήσεται, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τεθήσεται, πονηρὸν δρεπομένου πονηρᾶς δόξης καρπὸν, καὶ νῦν καὶ ὕστερον.
31 Ιʹ. Περὶ μὲν γὰρ τοῦ Πατρὸς, τί χρὴ καὶ λέγειν, οὗ καὶ τὸ παρὰ πάντων συγκεχωρηκὸς φείδεσθαι ταῖς φυσικαῖς ἐννοίαις προκατειλημμένων; Εἰ καὶ τῆς ἀτιμίας τὰ πρῶτα ἠνέγκατο, πρῶτος τμηθεὶς
35εἰς Ἀγαθὸν καὶ Δημιουργὸν παρὰ τῆς ἀρχαίας και‐ νοτομίας. Περὶ δὲ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, σκοπεῖτε ὡς ἁπλῶς καὶ συντόμως διαλεξώμεθα. Εἰ μέν τις ἔχοι τούτων τι λέγειν τρεπτὸν ἢ ἀλλοιω‐ τὸν, ἢ χρόνῳ, ἢ τόπῳ, ἢ δυνάμει, ἢ ἐνεργείᾳ με‐
40τρούμενον, ἢ οὐ φυσικῶς ἀγαθὸν, ἢ οὐκ αὐτοκίνητον, ἢ οὐκ αὐτεξούσιον, ἢ λειτουργὸν, ἢ ὑμνῳδὸν, ἢ φοβού‐ μενον, ἢ ἐλευθερούμενον, ἢ οὐ συναριθμούμενον· δεικνύτω τοῦτο, καὶ ἡμεῖς στέρξομεν, συνδούλων
σεμνότητι δοξαζόμενοι, εἰ καὶ Θεὸν ζημιούμεθα. Εἰ249

36

.

252

δὲ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς αἰτίας· πάντα δὲ ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύ‐ ματος, πλὴν τῆς υἱότητος, καὶ τῶν ὅσα σωματικῶς περὶ αὐτοῦ λέγεται διὰ τὸν ἐμὸν ἄνθρωπον, καὶ
5τὴν ἐμὴν σωτηρίαν, ἵνα τὸ ἐμὸν λαβὼν, τὸ ἑαυτοῦ χαρίσηται διὰ τῆς καινῆς ἀνακράσεως· παύσασθε παραληροῦντες ὀψὲ γοῦν, ὦ σοφισταὶ κενῶν ῥη‐ μάτων, αὐτοῦ πιπτόντων. Καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραὴλ, ἵν’ ἐκ τῆς Γραφῆς ὑμᾶς ὀδύρωμαι;
12 ΙΑʹ. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προσ‐ ηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν· αἰδοῦ‐
15μαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος· φοβοῦμαι δὲ τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι. Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφη‐ μούμενον, ὁ Κύριος ἦν· τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦ‐
20μα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώ‐ τιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐντα‐ φῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ’ εἰς νέκρω‐ σιν τελειούμενος.
26 ΙΒʹ. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς· καὶ συγγνώ‐ μη τῇ ἀπονοίᾳ· περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ
30Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθ‐ ομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ
35κλοπαὶ καὶ ἀπάται, δι’ ἄλλης ἐρωτήσεως καὶ ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμ‐ πρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ
40Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκω! Δός μοι λου‐ τρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον. Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικη‐ τήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν,
45τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν’ ἐμοὶ τέ‐ μῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χα‐
ρίσματι; Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε,251

36

.

253

ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότι‐ μον.
6 ΙΓʹ. Κεφάλαιον δὲ τοῦ λόγου· Μετὰ τῶν χερου‐ βὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ
10πτέρυγες. Μετὰ Δαβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέ‐ γοντος· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ ἐν τῷ Πνεύματι τὸν Υἱόν· οὗ τί ἂν γένοιτο τηλαυ‐ γέστερον; Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ’ ἀπὸ
15γῆς, ἀλλ’ ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς, ἀλλ’ οὐ σύνδουλον ἀγαθὸν, υἱοῦ προσηγορίᾳ μόνῃ τετιμημένον· καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ
20ἄλλον τοῦ λέγοντος· Θεοῦ δὲ ὁ Λόγος)· καὶ ὅταν μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς, τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος· ὅταν δὲ, Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογι‐
25ζόμενος· ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.
28 ΙΔʹ. Μετὰ Λουκᾶ ἐμπνεύσθητι, ταῖς Πράξεσι τῶν ἀποστόλων προσομιλῶν. Τί μετὰ Ἀνανίου τάττῃ καὶ
30Σαπφείρας τῶν καινῶν νοσφιστῶν (εἴ γε καινὸν ὄντως ἡ τῶν ἰδίων κλοπὴ), καὶ ταῦτα νοσφιζόμενος, οὐκ ἀργύριον, οὐδ’ ἄλλο τι τῶν εὐτελῶν καὶ μικρῶν, οἷον γλῶσσαν χρυσῆν, ἢ ψιλὴν, ἢ δίδραχμον, ὥς ποτε στρατιώτης ἄπληστος, ἀλλ’ αὐτὴν κλέπτων θεό‐
35τητα, καὶ ψευδόμενος, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν, ὅπερ ἤκουσας; Τί; Μηδὲ τὴν ἐξουσίαν αἰδῇ τοῦ Πνεύματος, ἐφ’ οὓς θέλει, καὶ ἡνίκα, καὶ ὅσον πνέον‐ τος; Ἐπιδημεῖ τοῖς περὶ Κορνήλιον πρὸ τοῦ βαπτί‐ σματος, ἄλλοις μετὰ τὸ βάπτισμα διὰ τῶν ἀποστόλων.
40Ὥστε ἀμφοτέρωθεν, ἔκ τε ὧν ἐπιφοιτᾷ δεσποτι‐ κῶς, ἀλλ’ οὐ δουλικῶς, καὶ ἐξ ὧν ἐπιζητεῖται πρὸς τὴν τελείωσιν, τὴν θεότητα μαρτυρεῖσθαι τοῦ Πνεύ‐ ματος. ΙΕʹ. Μετὰ Παύλου θεολόγησον, τοῦ πρὸς τρίτον οὐ‐
45ρανὸν ἀναχθέντος· ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετη‐
ρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦν‐253

36

.

256

τος, ὑπαριθμοῦντος τὸ αὐτό. Ἵνα τί; Δηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως. Ποτὲ δὲ τῶν τριῶν με‐ μνημένου· ποτὲ δὲ τινῶν, ἢ τινὸς, ὡς ἑπομένου πάντως τοῦ λείποντος· καὶ ποτὲ μὲν τὴν ἐνέργειαν
5τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος, ὡς οὐδὲν διαφέρον‐ τος· ποτὲ δὲ, ἀντὶ τοῦ Πνεύματος, τὸν Χριστὸν ἐπι‐ φέροντος· καὶ ὅτε μὲν διαιρεῖ τὰς ὑποστάσεις, εἷς Θεὸς, λέγοντος, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’
10οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ. Ὅτε δὲ συνάγει τὴν μίαν θεότητα· ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, δηλαδὴ διὰ τοῦ ἁγίου Πνεύμα‐ τος, ὡς πολλαχοῦ δείκνυται τῆς Γραφῆς. Αὐτῷ ἡ
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.255