TLG 2022 041 :: GREGORIUS NAZIANZENUS :: Contra Arianos et de seipso (orat. 33)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

Contra Arianos et de seipso (orat. 33)

Citation: Volume — page — (line)

36

.

213

(53t)

ΛΟΓΟΣ ΛΓʹ.
54tΠρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν.
55Αʹ. Ποῦ ποτέ εἰσιν, οἱ τὴν πενίαν ἡμῖν ὀνειδί‐
ζοντες, καὶ τὸν πλοῦτον κομπάζοντες; Οἱ πλήθει τὴν213

36

.

216

Ἐκκλησίαν ὁρίζοντες, καὶ τὸ βραχὺ διαπτύοντες ποίμνιον; οἱ καὶ θεότητα μετροῦντες, καὶ λαὸν σταθμίζοντες; οἱ τὴν ψάμμον τιμῶντες, καὶ τοὺς φωστῆρας ὑβρίζοντες; οἱ τοὺς κάχληκας θησαυρί‐
5ζοντες, καὶ τοὺς μαργαρίτας ὑπερορῶντες; Οὐ γὰρ ἴσασιν, ὅτι οὐ τοσοῦτον ψάμμος ἀστέρων ἀφθο‐ νωτέρα, καὶ λίθων διαυγῶν κάχληκες, ὅσον ταῦτα ἐκείνων καθαρώτερά τε καὶ τιμιώτερα. Πάλιν ἀγα‐ νακτεῖς; πάλιν ὁπλίζῃ; πάλιν ὑβρίζεις; ἡ
10καινὴ πίστις; Μικρὸν ἐπίσχες τὴν ἀπειλὴν, ἵνα φθέγξωμαι. Οὐχ ὑβρίσομεν, ἀλλ’ ἐλέγξομεν· οὐκ ἀπειλήσομεν, ἀλλ’ ὀνειδίσομεν· οὐ πλήξομεν, ἀλλ’ ἰατρεύσομεν. Ὕβρις σοι καὶ τοῦτο δοκεῖ; Τῆς ὑπερηφανίας! Κἀνταῦθα δοῦλον ποιεῖς τὸν ὁμό‐
15τιμον; Εἰ δὲ μὴ, δέξαι μου τὴν παῤῥησίαν. Καὶ ἀδελφὸς ἀδελφὸν ἐλέγχει πλεονεκτούμενος.
19Βʹ. Βούλει σοι τὰ τοῦ Θεοῦ πρὸς τὸν Ἰσραὴλ
20φθέγξομαι, τραχηλιῶντα καὶ σκληρυνόμενον; Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Μᾶλλον δὲ, πρὸς σέ μοι τὸν ὑβριστὴν ὁ λόγος. Κακῶς μὲν τοὺς ἀλλήλων ἐπι‐ τηροῦμεν καιροὺς, καὶ τὸ σύμψυχον τῷ ἑτερο‐
25δόξῳ λύσαντες, μικροῦ καὶ τῶν νῦν πολεμούντων ἡμῖν βαρβάρων, οὓς ἡ Τριὰς λυομένη συνέστη‐ σεν. Γεγόναμεν ἀλλήλοις ἀπανθρωπότεροι καὶ θρα‐ σύτεροι, πλὴν ὅσον οὐ ξένοι βάλλομεν ξένους, οὐδὲ ἀλλογλώσσους ἀλλόγλωσσοι (ὃ καὶ βραχεῖα παρα‐
30μυθία τῆς συμφορᾶς), ἀλλήλους δὲ, καὶ οἷον οἱ τῆς αὐτῆς οἰκίας, φέρομέν τε καὶ ἄγομεν· εἰ βούλει δὲ, τὰ τοῦ αὐτοῦ σώματος μέλη δαπανῶμεν καὶ δαπα‐ νώμεθα· καὶ οὐχὶ τοῦτό που δεινὸν, καίπερ ὂν τηλικοῦτον, ἀλλ’ ὅτι καὶ προσθήκην νομίζομεν τὴν
35ὑφαίρεσιν. Ἐπεὶ δὲ οὕτως ἔχομεν, καὶ μετὰ τῶν καιρῶν πιστεύομεν, ἀντιθῶμεν τοὺς καιροὺς ἀλλή‐ λοις· σὺ τὸν σὸν βασιλέα, κἀγὼ τοὺς ἐμούς· σὺ τὸν Ἀχαὰβ, ἐγὼ τὸν Ἰωσίαν. Διήγησαί μοι τὴν σὴν ἐπιείκειαν, κἀγὼ τὴν ἐμὴν θρασύτητα.
40Μᾶλλον δὲ, τὴν μὲν σὴν, πολλαὶ καὶ βίβλοι καὶ215

36

.

217

γλῶσσαι φέρουσιν, ἃς καὶ ὁ μέλλων ὑπολήψεται χρόνος, ἐμοὶ δοκεῖν, ἡ ἀθάνατος στήλη τῶν πράξεων· ἐγὼ δὲ τὴν ἐμαυτοῦ διηγήσομαι.
8 Γʹ. Τίνα δῆμον ἐπήγαγόν σοι θράσει φερόμενον; Τίνας ὁπλίτας παρέταξα; Τίνα στρατηγὸν θυμῷ
10ζέοντα, καὶ τῶν ἐπιτασσόντων θρασύτερον, καὶ τοῦτον οὐδὲ Χριστιανὸν, ἀλλ’ οἰκείαν θρησκείαν προσάγοντα τοῖς ἑαυτοῦ δαίμοσι, τὴν καθ’ ἡμῶν ἀσέβειαν; Τίνας εὐχομένους ἐπολιόρκησα, καὶ τὰς χεῖρας πρὸς τὸν Θεὸν αἴροντας; Τίνας ψαλμῳδίας
15σάλπιγξιν ἔστησα; Τίνων μυστικὸν αἷμα φονικοῖς αἵμασιν ἔμιξα; Τίνων οἰμωγὰς θρήνοις ἔπαυσα, πνευματικὰς ὀλεθρίοις, καὶ δάκρυσι τραγῳδίας, δάκρυα κατανύξεως; Ποῖον προσευχῆς οἶκον πεποίηκα πολυάνδριον; Ποῖα λειτουργικὰ σκεύη, καὶ
20τοῖς πολλοῖς ἄψαυστα, χερσὶν ἀνόμων ἐξέδωκα, ἢ Ναβουζαρδὰν τῷ ἀρχιμαγείρῳ, ἢ Βαλτάσαρ τῷ κα‐ κῶς ἐν τοῖς ἁγίοις τρυφήσαντι, καὶ μέντοι καὶ δίκας εἰσπραχθέντι τῆς ἀπονοίας ἀξίας; Θυσιαστήρια ἠγαπημένα, ὥς φησιν ἡ θεία Γραφὴ, νυνὶ δὲ
25καθυβρισμένα· ὑμῶν δὲ ποῖον δι’ ἡμᾶς κατωρ‐ χήσατο μειράκιον ἀσελγὲς, αἰσχρὰ λυγιζόμενον, καὶ καμπτόμενον; μᾶλλον δὲ, διὰ τίνος ἐγὼ τοιού‐ του τὸ μέγα μυστήριον καὶ θεῖον ἐξωρχησά‐ μην; Καθέδρα τιμία, καὶ τιμίων ἀνδρῶν
30ἵδρυμα καὶ ἀνάπαυμα, καὶ πολλοὺς εὐσεβεῖς ἀμεί‐ ψασα ἱερέας, ἄνωθεν τὰ θεῖα μυσταγωγήσαντας· ἐπὶ δὲ σὲ τίς ἀνέβη δημηγόρος Ἕλλην, καὶ γλῶσσα πονηρὰ, τὰ Χριστιανῶν στηλιτεύουσα; Παρθένων αἰδὼς καὶ σεμνότης, ὄψεις ἀνδρῶν μηδὲ σωφρόνων
35φέρουσα, σὲ δὲ τίς ἡμῶν ᾔσχυνε καὶ καθύβρισε μέ‐ χρι τῶν ἀθεάτων, καὶ ἀσεβῶν ὄψεσι προὔθηκε θέαν ἐλεεινὴν, καὶ τοῦ Σοδομιτικοῦ πυρὸς ἀξίαν; Ἐῶ γὰρ θανάτους λέγειν τῆς αἰσχύνης ἀνεκτοτέ‐ ρους.
43 Δʹ. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἓν
45ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι,217

36

.

220

μηδὲ τῇ κοινωνίᾳ χρανθῆναι, ἢν ὡς ἱὸν ὄφεως φεύ‐ γομεν, οὐ σῶμα βλάπτουσαν, τὰ δὲ βάθη μελαίνου‐ σαν τῆς ψυχῆς; τίσι καὶ τὸ θάψαι νεκροὺς ἔγ‐ κλημα γέγονεν, οὓς καὶ θῆρες ᾐδέσθησαν; καὶ τὸ ἔγ‐
5κλημα πόσον; Ἄλλου θεάτρου καὶ θηρῶν ἄλλων ἄξιον. Τίνων ἐπισκόπων γηραιαὶ σάρκες τοῖς ὄνυξι κατεξάνθησαν, παρόντων τῶν μυηθέντων καὶ βοηθεῖν οὐκ ἐχόντων, πλὴν τοῦ δακρύειν· μετὰ Χρι‐ στοῦ κρεμασθεῖσαι, τῷ παθεῖν νικήσασαι, καὶ τῷ τι‐
10μίῳ αἵματι τὸν λαὸν ῥαντίσασαι, καὶ τέλος ἀπαχεῖ‐ σαι τὸν ἐπὶ θάνατον, Χριστῷ καὶ συσταυρωθησό‐ μεναι, καὶ συνταφησόμεναι, καὶ συνδοξασθησό‐ μεναι, Χριστῷ τῷ τὸν κόσμον νικήσαντι διὰ τοιούτων σφαγίων τε καὶ θυμάτων; Τίνας πρεσβυτέρους ἐναν‐
15τίαι φύσεις, ὕδωρ καὶ πῦρ, ἐμερίσαντο, πυρσὸν ἄραν‐ τας ξένον ἐπὶ θαλάσσης, καὶ τῇ νηὶ συμ‐ φλεχθέντας ἐφ’ ἧς ἀνήχθησαν; Τίνες (ἵνα τὰ πλείω συγκαλύψω τῶν ἡμετέρων κακῶν) καὶ ὑπ’ αὐ‐ τῶν τῶν ἀρχόντων ἀπανθρωπίαν ἐνεκλήθησαν,
20τῶν τὰ τοιαῦτα χαριζομένων; Καὶ γὰρ εἰ ταῖς ἐπιθυ‐ μίαις ὑπηρέτουν, ἀλλ’ οὖν ἐμίσουν τῆς προαιρέσεως τὸ ὠμόν. Τὸ μὲν γὰρ ἦν τοῦ καιροῦ, τὸ δὲ τοῦ λογι‐ σμοῦ· καὶ τὸ μὲν τῆς τοῦ βασιλέως παρανομίας, τὸ δὲ τῆς τῶν νόμων, οἷς δικάζειν ἐχρῆν, συναισθή‐
25σεως.
29Εʹ· Ἢ ἵνα τὰ παλαιότερα λέγωμεν καὶ ταῦτα γὰρ
30τῆς αὐτῆς φρατρίας), τίνας περιελὼν χεῖρας, ἢ τε‐ θνηκότων, ἢ ζώντων ἁγίων, κατεψευσάμην, ἵνα τὴν πίστιν πολεμήσω διὰ τῆς ἐπηρείας; Τίνων ἐξορίας ὡς εὐεργεσίας ἠρίθμησα, καὶ οὐδὲ φιλοσόφων ἱερῶν ᾐδέσθην ἱερὰ συστήματα, ὅθεν τοὺς ἱκέτας ἐζή‐
35τουν. Τοὐναντίον μὲν οὖν, κἀκείνους ἐποίησα μάρτυ‐ ρας, ὑπὲρ τοῦ καλοῦ κινδυνεύοντας. Τίσιν ἐπεισήγα‐ γον πόρνας ἀσάρκοις μικροῦ καὶ ἀναίμοσι, τὴν περὶ τῶν λόγων ἀσέλγειαν ἐγκαλούμενος; Τίνας
τῶν εὐσεβῶν τῆς πατρίδος ὑπερορίσας, ἀνδρῶν ἀνό‐219

36

.

221

μων χερσὶ παρέδωκα, ἵν’ ὡς θῆρες εἰρχθέντες ἐν ἀφεγγέσιν οἴκοις, καὶ ἀλλήλων διαζευχθέντες (τοῦτο γὰρ δὴ τὸ τῆς τραγῳδίας βαρύτατον), λιμῷ καὶ δίψει κακοπαθήσωσι, τροφὴν μετρούμενοι, καὶ ταύτην διὰ
5στενῶν τῶν πόρων, καὶ οὐδὲ τοὺς συναλγοῦντας ὁρᾷν ἐώμενοι; Καὶ ταῦτα, τίνες; Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτω τιμᾶτε πίστιν ὑμεῖς; οὕτω ξε‐ νίζετε; Ἀγνοεῖτε τὰ πλείω τούτων· καὶ λίαν εἰκό‐ τως, διὰ τὸ πλῆθος τῶν δραμάτων, καὶ τῆς ἐν τῷ
10ποιεῖν τρυφῆς· ἀλλὰ τὸ πάσχον μνημονικώτερον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἀλλά τινες καὶ τοῦ καιροῦ γε‐ γόνασι βιαιότεροι, καθάπερ οἱ κατὰ φραγμῶν ὠθούμενοι σύες. Ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν γέροντα, καὶ Ἀβραμιαῖον πατέρα, ὃν ἐκ τῆς
15ὑπερορίας ἀχθέντα, λίθοις ἐδεξιώσασθε, μεσούσης ἡμέρας, ἐν μέσῃ πόλει. Ἡμεῖς δὲ καὶ τοὺς φονεῖς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐζητησάμεθα κινδυνεύον‐ τας. Ποῖα τούτων ἵλεως ἔσομαί σοι; φησί που τῆς Γραφῆς ὁ Θεός. Τί τούτων ἐπαινέσω; μᾶλλον δὲ, ἐκ
20ποίων ὑμᾶς ἀναδήσομαι;
25 Ϛʹ. Ἐπεὶ δὲ τοιαῦτα τὰ σὰ, καὶ οὕτως ἔχοντα, λέγε μοι καὶ τὰς ἐμὰς ἀδικίας, ἵν’ ἢ παύσωμαι κακὸς ὢν, ἢ αἰσχύνωμαι. Ὡς ἔγωγε μάλιστα μὲν εὔχομαι μηδὲν ἁμαρτεῖν· εἰ δ’ οὖν, καὶ ἀδικῶν ἐπανάγεσθαι· δευτέρα μερὶς αὕτη τῶν εὖ φρονούντων. Καὶ γὰρ εἰ
30μὴ κατήγορος ἐμαυτοῦ κατὰ τὸν δίκαιον ἐν πρωτολο‐ γίᾳ γίνομαι, χαίρω γε ὑπ’ ἄλλου θεραπευόμενος. Μι‐ κρά σοι, φησὶν, ἡ πόλις, καὶ οὐδὲ πόλις, ἀλλὰ χωρίον ξηρὸν, καὶ ἄχαρι, καὶ ὀλίγοις οἰκούμε‐ νον. Τοῦτο πέπονθα μᾶλλον, ὦ βέλτιστε, ἢ πεποίη‐
35κα, εἴπερ ἔστι δεινόν· καὶ εἰ μὲν ἄκων, ἀνέχο‐ μαι δυστυχῶν (λεγέσθω γὰρ οὕτως)· εἰ δὲ ἑκὼν, φιλοσοφῶ. Πότερον τούτων ἔγκλημα; Εἰ μὴ καὶ τὸν δελφῖνα κακίζοιτό τις, ὅτι μὴ χερσαῖος· καὶ τὸν βοῦν, ὅτι μὴ πελάγιος· καὶ τὴν μύραιναν, ὅτι
40ἀμφίβιος. Ἡμῖν δὲ, φησὶ, τείχη καὶ θέατρα, καὶ ἱππικὰ, καὶ βασίλεια, καὶ κάλλη στοῶν καὶ μεγέθη, καὶ τὸ ἄπιστον τοῦτο ἔργον, ὁ ὑπο‐ χθόνιος καὶ ἀέριος ποταμὸς, καὶ ὁ λαμπρὸς
στύλος οὑτοσὶ καὶ ἀπόβλεπτος, καὶ ἀγορὰ221

36

.

224

πλήθουσα, καὶ δῆμος κυμαίνων, καὶ ἀνδρῶν εὐ‐ γενῶν συνέδριον ἐπαινούμενον.
6 Ζʹ. Πῶς δὲ οὐ λέγεις καὶ θέσεως εὐκαιρίαν, καὶ γῆν καὶ θάλασσαν, ὥσπερ ἀμιλλωμένας, ποτέρας ἂν εἴη μᾶλλον ἡ πόλις, καὶ τοῖς παρ’ ἑαυτῶν ἀγαθοῖς τὴν βασιλίδα δεξιουμένας; Τοῦτο οὖν ἀδικοῦμεν, ὅτι με‐
10γάλοι μὲν ὑμεῖς καὶ ὑπέρλαμπροι, μικροὶ δὲ ἡμεῖς καὶ ἐκ μικρῶν ἤκοντες; Πολλοὶ καὶ ἄλλοι τοῦτο ἀδι‐ κοῦσιν ὑμᾶς, μᾶλλον δὲ πάντες ὧν ὑπεραίρετε· καὶ δεῖ τεθνάναι ἡμᾶς, ὅτι μὴ πόλιν ἠγείραμεν, μηδὲ τείχη περιεβαλλόμεθα, μηδὲ ἱππικοῖς μεγαλαυ‐
15χοῦμεν, μηδὲ σταδίοις τε καὶ κυνηγεσίοις, καὶ ταῖς περὶ ταῦτα μανίαις, μηδὲ λουτρῶν χάρισι καὶ λαμ‐ πρότησι, καὶ μαρμάρων πολυτελείαις, καὶ γραφαῖς καὶ κεντήσεσι χρυσαυγέσι τε καὶ πολυειδέσι μι‐ κροῦ μιμουμέναις τὴν φύσιν; Θάλασσαν δὲ οὔπω
20περιεῤῥήξαμεν ἡμῖν αὐτοῖς, οὐδὲ τὰς ὥρας ἐκερασά‐ μεθα (ὃ σὺ δηλαδὴ πεποίηκας, ὁ νέος δημιουργὸς), ἵν’ ὡς ἥδιστά τε ὁμοῦ καὶ ἀσφαλέστατα βιοτεύοιμεν. Πρόσθες, εἰ βούλει, καὶ ἄλλας κατηγορίας, ὁ λέγων· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμόν ἐστι τὸ χρυ‐
25σίον, τὰς τοῦ Θεοῦ φωνάς. Ἡμεῖς οὔτε πλούτῳ μέγα φρονοῦμεν, ᾧ ῥέοντι μὴ προστίθεσθαι, τῆς ἡμε‐ τέρας ἐστὶ νομοθεσίας, οὐδὲ προσόδους ἀριθμοῦμεν ἐτησίας τε καὶ ἡμερησίας, οὔτε τραπέζης ὄγκῳ φι‐ λοτιμούμεθα, καὶ φαρμακείαις ταῖς ἀναισθήτου γα‐
30στρός. Οὐδὲ γὰρ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον δὲ, ἀτίμων ὁμοίως καὶ ἀπο‐ βλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀν‐ επιτήδευτος, διαφέροντες.
36 Ηʹ. Ἦ καὶ τῆς ἐσθῆτός μου τὸ τρύχινον αἰτιάσῃ, καὶ τοῦ προσώπου τὴν θέσιν οὐκ εὐφυῶς ἔχου‐ σαν; ἐπεὶ καὶ τούτοις ὁρῶ τινας τῶν λίαν ταπεινῶν αἰρομένους. Τὴν κεφαλὴν δὲ ἀφήσεις, καὶ
40οὐκ ἐπισκώψεις ἃ καὶ τὸν Ἐλισσαῖον οἱ παῖδες; τὸ γὰρ ἑξῆς σιωπήσομαι. Ἀπαιδευσίαν δὲ οὐκ ἐγκαλέ‐ σεις, ἢ ὅτι τραχύ σοι δοκῶ καὶ ἄγροικον φθέγγε‐ σθαι; Τὸ δὲ μὴ στωμύλον εἶναι, ποῦ στήσεις,
μηδὲ γελοιαστήν τινα, καὶ τοῖς συνοῦσι κεχαρι‐223

36

.

225

σμένον, μηδὲ ἀγοράζειν τὰ πολλὰ, μηδὲ λαλεῖν τε καὶ περιλαλεῖν οἷς ἔτυχε, καὶ ὡς ἔτυχεν, ὥστε ποιῆσαι φορτικοὺς καὶ τοὺς λόγους, μηδὲ τὴν νέαν Ἱερουσα‐ λὴμ, τὸν Ζεύξιππον, ἐπισκέπτεσθαι, μηδὲ οἰκίαν
5ἐξ οἰκίας ἀμείβειν θωπεύοντά τε καὶ γαστριζόμενον· ἀλλ’ οἴκοι τὰ πολλὰ μένειν κατηφῆ τε καὶ σκυθρωπά‐ ζοντα, καὶ καθ’ ἡσυχίαν ἐμαυτῷ συγγενόμενον, τῷ γνησίῳ τῶν πραττομένων ἐξεταστῇ, καὶ τοῦ δεθῆ‐ ναι τυχὸν ἀξίῳ διὰ τὸ δύσχρηστον; Πῶς ταῦτα συγ‐
10χωρεῖς ἡμῖν, καὶ οὐκ ἐγκαλεῖς; Ὡς ἡδὺς εἶ καὶ φιλάνθρωπος!
14Θʹ. Ἐγὼ δὲ οὕτως ἀρχαίως ἔχω καὶ φιλοσόφως,
15ὥστε ἕνα μὲν οὐρανὸν, καὶ κοινὸν ἅπασι τὸν αὐτὸν, ὑπολαμβάνω, κοινὴν δὲ ἡλίου καὶ σελήνης περίοδον, κοινὴν δὲ ἀστέρων τάξιν καὶ θέσιν, κοινὴν δὲ ἡμέρας καὶ νυκτὸς ἰσομοιρίαν καὶ εὐχρηστίαν· ἔτι δὲ ὡρῶν ἀλλαγὰς, καὶ ὑετοὺς, καὶ καρποὺς, καὶ ἀέρος ζωτι‐
20κὴν δύναμιν· ἕλκεσθαι δὲ ποταμοὺς, πᾶσιν ὁμοίως τὸν κοινὸν πλοῦτον καὶ ἄφθονον· μίαν δὲ καὶ τὴν αὐτὴν εἶναι γῆν; μητέρα καὶ τάφον, ἐξ ἧς ἐλή‐ φθημεν, καὶ εἰς ἣν ἀποστραφησόμεθα, μηδὲν πλέον ἀλλήλων ἔχοντες· καὶ ἔτι πρὸ τούτων, κοινὸν λό‐
25γον, νόμον προφήτας, αὐτὰ τὰ Χριστοῦ πάθη, δι’ ὧν ἀνεπλάσθημεν, οὐχ ὁ μὲν, ὁ δ’ οὒ, πάντες δὲ οἱ τοῦ αὐτοῦ Ἀδὰμ μετασχόντες, καὶ ὑπὸ τοῦ ὅφεως παραλογισθέντες, καὶ τῇ ἁμαρτίᾳ θανα‐ τωθέντες, καὶ διὰ τοῦ ἐπουρανίου Ἀδὰμ ἀνασω‐
30θέντες, καὶ πρὸς τὸ ξύλον τῆς ζωῆς ἐπαναχθέντες, διὰ τοῦ ξύλου τῆς ἀτιμίας, ὅθεν ἀποπεπτώκα‐ μεν.
34Ιʹ. Ἠπάτα δέ με καὶ ἡ τοῦ Σαμουὴλ Ἀρμα‐
35θαῒμ, ἡ μικρὰ τοῦ μεγάλου πατρὶς, οὐκ ἀτιμά‐ σασα τὸν προφήτην, οὐδὲ παρ’ ἑαυτῆς μᾶλλον, ἣ παρ’ ἐκείνου γενομένη τιμιωτέρα· ἐξ ἧς ἐκεῖνος οὐ‐ δὲν ἐκωλύθη, καὶ Θεῷ δοθῆναι πρὸ γενέσεως, καὶ χρηματίσαι βλέπων τὰ ἔμπροσθεν· οὐ μόνον δὲ, ἀλ‐
40λὰ καὶ χρίειν βασιλέας καὶ ἱερέας, καὶ κρίνειν τοὺς ἐκ τῶν λαμπρῶν πόλεων. Περὶ δὲ τοῦ Σαοὺλ ἤκουον, ὅτι τὰς ὄνους τοῦ πατρὸς ζητῶν, βασιλείαν εὕρα‐ το. Καὶ Δαβὶδ αὐτὸς ἐκ τῶν ποιμνίων τῶν προ‐ βάτων ἀναλαμβάνεται, καὶ ποιμαίνει τὸν Ἰσραήλ. Τί
45δαὶ Ἀμώς; οὐκ αἰπόλος ὢν, καὶ κνίζων συκάμι‐
να, προφήτειαν πιστεύεται; Καὶ πῶς τὸν Ἰωσὴφ225

36

.

228

παρέδραμον, ὃς καὶ δοῦλος ἐγένετο, καὶ σιτοδότης Αἰγύπτου, καὶ πατὴρ πολλῶν μυριάδων. αἳ τῷ Ἀβραὰμ προηγγέλθησαν; Ἀβραὰμ δὲ, ἵν’ εἴ‐ πω τὸ μεῖζον, οὐ μετανάστης; Μωϋσῆς δὲ, οὐκ
5ἔκθετος πρότερον, εἶτα νομοθέτης, καὶ στρατηγὸς τῶν πρὸς τὴν γῆν τῆς ἐπαγγελίας ἐπειγομένων, οὐ τὰ μεγάλα καὶ θαυμαστὰ διηγήματα; Ἠπάτα με καὶ ὁ Κάρμηλος Ἡλίου, τὸ τοῦ πυρὸς ἅρμα δεξάμενος· καὶ ἡ μηλωτὴ Ἐλισσαίου, πλείω δυνηθεῖσα, ἢ τὰ
10σηρῶν νήματα, καὶ ὁ βιασθεὶς εἰς ἐσθῆτα χρυσός. Ἠπάτα με καὶ ἡ ἔρημος Ἰωάννου, τὸν μέγιστον ἐν γεννητοῖς γυναικῶν ἔχουσα, μετὰ τῆς τροφῆς ἐκεί‐ νης, καὶ τῆς ζώνης, καὶ τοῦ ἐσθήματος. Ἐτόλμησά τι καὶ ὑπὲρ ταῦτα, Θεὸν εὗρον τῆς ἐμῆς ἀγροικίας
15συνήγορον. Μετὰ Βηθλεὲμ ταχθήσομαι, μετὰ τῆς φάτνης ἀτιμασθήσομαι, δι’ ἣν σὺ Θεὸν ἀτιμάζων, τί θαυμαστὸν, εἰ ἐκ τῆς αὐτῆς αἰτίας περιφρονεῖς καὶ τὸν κήρυκα; Προσοίσω σοι καὶ τοὺς ἁλιεῖς, καὶ τοὺς εὐαγγελιζομένους πτωχοὺς, πολλῶν
20πλουσίων προτιμηθέντας. Παύσῃ ποτὲ ταῖς πό‐ λεσιν ἐπαιρόμενος; αἰδεσθήσῃ ποτὲ τὴν ἀπόπτυστόν σοι καὶ ἄτιμον ἐρημίαν; Οὔπω λέγω χροσὸν ἐν ψάμμοις τικτόμενον, καὶ λίθους διαφανεῖς, πετρῶν προβλήματα καὶ δωρήματα οἷς εἰ ἀντιθείην καὶ
25ὅσα ἐν πόλεσιν ἄτιμα, τάχα ἂν οὐκ εἰς καλὸν τῆς παῤῥησίας ἀπολαύσαιμι.
29ΙΑʹ. Ἀλλὰ καὶ ξένος ἡμῖν ὁ κῆρυξ καὶ ὑπερ‐
30όριος, τάχα ἂν εἴποι τις τῶν σφόβρα περιγραπτῶν τε καὶ φιλοσάρκων. Οἱ ἀπόστολοι δὲ, οὐ ξένοι τῶν πολλῶν ἐθνῶν τε καὶ πόλεων, εἰς ἃς ἐμερίσθησαν, ἵνα πανταχοῦ δράμῃ τὸ Εὐαγγέλιον, ἵνα μηδὲν ἀλαμπὲς ᾖ τοῦ τρισσοῦ φωτὸς, καὶ τῆς ἀληθείας ἀφώτιστον,
35ὥστε καὶ τοῖς ἐν σκότῳ καὶ σκιᾷ θανάτου καθ‐ ημένοις λυθῆναι τὴν νύκτα τῆς ἀγνωσίας; Ἵν’ ἡμεῖς μὲν, φησὶν, εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτο‐ μὴν, ἤκουσας Παύλου λέγοντος, Ἔστω Πέτρου ἡ Ἰουδαία· τι Παύλῳ κοινὸν πρὸς τὰ ἔθνη, Λουκᾷ
40πρὸς Ἀχαίαν, Ἀνδρέᾳ πρὸς τὴν Ἤπειρον, Ἰωάννῃ πρὸς Ἔφεσον, Θωμᾷ πρὸς Ἰνδικὴν, Μάρκῳ πρὸς Ἰτα‐ λίαν; τι δαὶ τοῖς ἄλλοις πᾶσιν, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγω, πρὸς τοὺς οἷς ἐπεδήμησαν; Ὥστε, ἢ κἀκείνοις ἐπιτίμησον, ἢ κἀμοὶ συγχώρησον, ἢ δεῖξον,
45ὅτι τὸν ἀληθῆ λόγον πρεσβεύων, ἐπηρεάζῃ τὴν φλυαρίαν. Ἐπεὶ δὲ μικροπρεπῶς διελέχθην σοι περὶ
τούτων, φέρε, φιλοσοφήσω καὶ μεγαλοπρεπέστερον.227

36

.

229

ΙΒʹ. Πᾶσι μία τοῖς ὑψηλοῖς πατρὶς, ὦ οὗτος, ἡ ἄνω Ἱερουσαλὴμ, εἰς ἣν ἀποτιθέμεθα τὸ πολίτευμα. Πᾶσι γένος ἓν, εἰ μὲν τὰ κάτω βούλει σκοπεῖν, ὁ χοῦς· εἰ δὲ τὰ ὑψηλότερα, τὸ ἐμφύσημα, οὗ μετειλή‐
5φαμεν, καὶ ὃ τηρεῖν ἐκελεύσθημεν, καὶ μεθ’ οὗ πα‐ ραστῆναί με δεῖ λόγον ὑφέξοντα τῆς ἄνωθεν εὐγε‐ νείας καὶ τῆς εἰκόνος. Πᾶς μὲν οὖν εὐγενὴς, ὁ τοῦτο φυλάξας ἐξ ἀρετῆς, καὶ τῆς πρὸς τὸ ἀρχέτυπον νεύ‐ σεως· δυσγενὴς δὲ ἅπας, ὁ τῇ κακίᾳ συγχέας, καὶ
10μορφὴν ἑτέραν ἐπιβαλὼν ἑαυτῷ, τὴν τοῦ ὄφεως. Αἱ δὲ κάτω πατρίδες αὗται, καὶ τὰ γένη ταῦτα, τῆς προσκαίρου ζωῆς καὶ σκηνῆς ἡμῶν γέγονε παί‐ γνια. Πατρίς τε γὰρ, ἣν προκατέλαβεν ἕκαστος, ἢ τυραννήσας, ἢ δυστυχήσας, ἧς πάντες ὁμοίως
15ξένοι καὶ πάροικοι, κἂν ἐπὶ πολὺ τὰ ὀνόματα παίξω‐ μεν. Καὶ γένος εὐγενὲς μὲν, ἢ τὸ πάλαι πλού‐ σιον, ἢ τὸ νῦν φυσώμενον· δυσγενὲς δὲ, τὸ πενήτων πατέρων, ἢ διὰ συμφορὰν, ἢ δι’ ἐπιείκειαν. Ἐπεὶ πῶς ἄνωθεν εὐγενὲς, οὗ τὸ μὲν ἄρχεται νῦν, τὸ δὲ
20καταλύεται· καὶ τοῖς μὲν οὐ δίδοται, τοῖς δὲ γράφε‐ ται; Οὕτως ἐγὼ περὶ τούτων ἔχω. Καὶ διὰ τοῦτο, σὲ μὲν ἀφίημι τοῖς τάφοις μεγαλοφρονεῖν, ἢ τοῖς μύθοις. Ἐγὼ δὲ πειρῶμαι, ὡς οἷόν τε, ἀνακαθαίρειν ἐμαυτὸν τῆς ἀπάτης, ἵν’ ἢ φυλάξω τὴν εὐγέ‐
25νειαν, ἢ ἀνακαλέσωμαι.
31 ΙΓ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ἐπέστην ὑμῖν ὁ μικρὸς ἐγὼ καὶ κακόπατρις, καὶ τοῦτο, οὐχ ἑκὼν, οὐδ’ αὐτεπάγγελτος, κατὰ τοὺς πολλοὺς τῶν νῦν ἐπι‐ πηδώντων ταῖς προστασίαις, ἀλλὰ κληθεὶς, καὶ βια‐
35σθεὶς, καὶ κατακολουθήσας φόβῳ καὶ Πνεύματι. Ἢ μακρότερα πολεμηθείην ἐνταῦθα διακενῆς, καὶ μη‐ δένα τῆς πλάνης ἐλευθερώσαιμι, ἀλλ’ οἱ ἀτεχνίαν τῆς ἐμῆς κατευχόμενοι ψυχῆς ἐπιτύχοιεν, εἰ ψευδὴς ὁ λό‐ γος. Ἐπεὶ δὲ ἦλθον, καὶ ἴσως οὐ μετὰ φαύλης τῆς ἐξ‐
40ουσίας (ἵνα μικρόν τι καυχήσωμαι τῶν τῆς ἀφροσύ‐ νης), τίνα τῶν ἀπλήστων ἐμιμησάμην; τί τοῦ καιροῦ παρεζήλωσα, καίτοιγε τοιαῦτα ἔχων τὰ ὑποδείγματα, ὧν καὶ δίχα, μὴ κακὸν εἶναι τῶν χαλεπῶν καὶ σπανίων; Τίνων Ἐκκλητιῶν ὑμῖν ἠμφισβητήσαμεν;
45Ποίων χρημάτων, καίτοιγε τοῖς ἀμφότερα πλουτοῦσιν ὑπὲρ τὴν χρείαν, οἱ δὲ ἐνδεεῖς ἀμφότερα; Ποῖον βα‐ σιλικὸν δόγμα διαπτυσθὲν ἐζηλοτυπήσαμεν; Τί‐ νας ἀρχόντων ἐθεραπεύσαμεν καθ’ ὑμῶν; Τίνων θρα‐
σύτητα κατεμηνύσαμεν; Τὰ δὲ εἰς ἐμὲ, τίνα;229

36

.

232

Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ τότε εἶπον (ἐμνήσθην γὰρ ἐν καιρῷ τῶν Στεφά‐ νου ῥημάτων), καὶ νῦν προσεύχομαι. Λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· βλασφημού‐
5μενοι παρακαλοῦμεν.
9ΙΔʹ. Εἰ δὲ, ὅτι τυραννούμενος φέρω, τοῦτο ἀδι‐
10κῶ, χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην, καὶ ὑπ’ ἄλλων ἤνεγκα τυραννούμενος· καὶ χάρις, ὅτι τὴν ἐπι‐ είκειαν ἐνεκλήθην, ὡς ἄνοιαν. Λογίζομαι γὰρ οὕτω, λίαν ὑψηλοτέροις ἢ καθ’ ὑμᾶς λογισμοῖς χρώμε‐ νος· Πόσον μέρος ταῦτα τῶν ἐμπτυσμάτων Χρι‐
15στοῦ καὶ ῥαπισμάτων, ὑπὲρ οὗ καὶ δι’ ὃν οἱ κίνδυνοι; Ἑνὸς οὐ τιμῶμαι πάντα τοῦ ἀκανθίνου στεφάνου, ὃς τὸν νικητὴν ἡμῶν ἀπεστεφάνωσε, δι’ οὗ καὶ μαν‐ θάνω τῇ τοῦ βίου τραχύτητι στεφανούμενος· ἑνὸς τοῦ καλάμου, δι’ οὗ τὸ σαθρὸν κράτος ἐπαύσατο· μιᾶς
20τῆς χολῆς, ἑνὸς ὄξους, δι’ ὧν τὴν πικρὰν γεῦσιν ἐθεραπεύθημεν· μιᾶς τῆς ἐν τῷ πάθει μακροθυμίας. Ἂν φιλήματι προδοθῇ, ἐλέγχει μὲν, οὐ πλήττει δέ. Ἂν ἄφνω συλληφθῇ, ὀνειδίζει μὲν, ἕπεται δέ· κἂν μαχαίρᾳ Μάλχου τέμνῃς τὸ ὠτίον διὰ
25ζῆλον, ἀγανακτήσει, καὶ ἀποκαταστήσει· κἂν ἐν σιν‐ δόνι τις φεύγῃ, περιστελεῖ· κἂν πῦρ αἰτήσῃς Σο‐ δομιτικὸν ἐπὶ τοὺς ἄγοντας, οὐκ ἐπικλύσει· κἂν λῃ‐ στὴν λάβῃ διὰ κακίαν κρεμάμενον, εἰς τὸν παράδει‐ σον εἰσάγει διὰ χρηστότητα. Πάντα ἔστω τὰ τοῦ φιλ‐
30ανθρώπου φιλάνθρωπα, ὡς δὲ καὶ τῶν Χριστοῦ πα‐ θημάτων, οἷς τί τῶν μειζόνων ἂν δοίημεν, εἰ Θεοῦ καὶ θανατωθέντος ὑπὲρ ἡμῶν, αὐτοὶ τοῖς ὁμοίοις μηδὲ τὰ σμικρὰ συγχωρήσαιμεν;
38 ΙΕʹ. Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζο‐ μαι, καὶ σκοπεῖτε, εἰ μὴ καὶ λίαν ὀρθῶς, ἃ καὶ πολ‐
40λάκις ὑμῖν ἐφιλοσόφησα. Ἔχουσιν οὗτοι τοὺς οἴκους, ἡμεῖς τὸν ἔνοικον· οὗτοι τοὺς ναοὺς, ἡμεῖς τὸν Θεόν· καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες, ἱερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια,
θεοὶ διὰ Τρίαδος προσκυνουμένης. Οὗτοι δήμους,231

36

.

233

ἡμεῖς ἀγγέλους· οὗτοι θράσος, πίστιν ἡμεῖς· οὗτοι τὸ ἀπειλεῖν, ἡμεῖς τὸ προσεύχεσθαι· οὗτοι τὸ βάλλειν, ἡμεῖς τὸ φέρειν· οὗτοι χρυσὸν καὶ ἄργυρον, ἡμεῖς λόγον κεκαθαρμένον. Ἐποίησας σεαυτῷ διώροφα καὶ
5τριώροφα (γνῶθι τὰ ῥήματα τῆς Γραφῆς), οἶκον ῥιπιστὸν, διεσταλμένον θυρίσιν; ἀλλ’ οὔπω ταῦτα τῆς ἐμῆς πίστεως ὑψηλότερα, καὶ τῶν οὐρανῶν πρὸς οὓς φέρομαι. Μικρόν μοι τὸ ποίμνιον; Ἀλλ’ οὐκ ἐπὶ κρημνῶν φερόμενον. Στενή μοι ἡ μάνδρα, πλὴν
10λύκοις ἀνεπίβατος, πλὴν οὐ παραδεχομένη λῃστὴν, οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις. Ὄψομαι ταύτην, εὖ οἶδα, καὶ πλατυτέραν. Πολλοὺς τῶν νῦν λύκων, ἐν προβάτοις ἀριθμῆσαί με δεῖ, τυχὸν καὶ ποιμέσιν. Τοῦτο εὐαγγελίζεταί μοι ὁ ποιμὴν ὁ καλὸς, δι’ ὃν
15ἐγὼ τίθημι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων. Οὐ φο‐ βοῦμαι τὸ μικρὸν ποίμνιον, εὐσύνοπτον γάρ· ὅτι γι‐ νώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Τοιαῦτα τὰ Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, ἧς
20ἤκουσα παρὰ τῶν θείων λογίων, ἣν ἐδιδάχθην παρὰ τῶν ἁγίων Πατέρων, ἣν ἐδίδαξα κατὰ πάντα καιρὸν ὁμοίως, οὐ συμμορφούμενος τοῖς καιροῖς, καὶ διδάσκων οὐ παύσομαι, μεθ’ ἧς ἐγεννήθην, καὶ ᾗ συναπέρχομαι.
27 ΙϚʹ. Ταῦτα καλῶ κατ’ ὄνομα (οὐκ ἀνώνυμα γὰρ, ὥσπερ οὐδὲ ἀστέρες ἀριθμούμενοι καὶ ὀνομαζόμε‐ νοι), καὶ ἀκολουθοῦσί μοι, ἐκτρέφω γὰρ ἐπὶ ὕδατος
30ἀναπαύσεως· ἀκολουθοῦσι δὲ καὶ παντὶ τοιούτῳ ποιμένι, οὗ τὴν φωνὴν ὁρᾶτε, ὅπως ἡδέως ἤκουσαν· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι διαγνωστικὴν ἕξιν ἔχουσιν ἤδη φωνῆς οἰκείας καὶ ἀλλοτρίας. Φεύξονται Οὐαλεντίνου
35τὴν τοῦ ἑνὸς εἰς δύο κατατομὴν, οὐκ ἄλλον τοῦ ἀγαθοῦ τὸν Δημιουργὸν πιστεύοντες, καὶ τὸν Βυ‐ θὸν, καὶ τὴν Σιγὴν, καὶ τοὺς μυθικοὺς Αἰῶνας, τὰ βυθοῦ καὶ σιγῆς ὄντος ἄξια. Φεύξονται Μαρκίωνος τὸν ἐκ στοιχείων καὶ ἀριθμῶν Θεόν· Μοντανοῦ
40τὸ πονηρὸν πνεῦμα καὶ γυναικεῖον· Μάνου τὴν ὕλην μετὰ τοῦ σκότους· Ναυάτου τὴν ἀλαζο‐ νείαν, καὶ τὴν ἐν ῥήμασι καθαρότητα· Σαβελλίου τὴν ἀνάλυσιν καὶ τὴν σύγχυσιν, καὶ τὴν, ἵν’ οὕτως εἴπω, κατάποσιν, τὰ τρία εἰς ἓν συναιροῦν‐
45τος, ἀλλ’ οὐκ ἐν τρισὶν ὑφεστῶσι τὸ ἓν ὁρίζοντος·
Ἀρείου καὶ τῶν ὑπ’ Ἀρείῳ τὴν τῶν φύσεων ἀλλο‐233

36

.

236

τρίωσιν, καὶ τὸν καινὸν Ἰουδαϊσμὸν, μόνῳ τῷ ἀγεν‐ νήτῳ τὴν θεότητα περιγράφοντος· Φωτεινοῦ τὸν κάτω Χριστὸν, καὶ ἀπὸ Μαρίας ἀρχόμενον. Αὖ τοὶ δὲ προσκυνοῦσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ
5τὸ ἅγιον Πνεῦμα, μίαν θεότητα· Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν, εἰ μὴ τραχύνῃ, τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν ἐν τρισὶν ἰδιότησι, νοεραῖς, τε‐ λείαις, καθ’ ἑαυτὰς ὑφεστώσαις, ἀριθμῷ διαιρεταῖς, καὶ οὐ διαιρεταῖς θεότητι.
12 ΙΖʹ. Τούτων παραχωρείτω μοι τῶν φωνῶν πᾶς ὁ ἀπειλῶν σήμερον· τῶν δὲ ἄλλων μεταποιείσθωσαν οἱ βουλόμενοι. Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζη‐
15μιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον· ζη‐ μιοῦται δὲ, εἰ ποτὲ, καὶ εἰ κτίσματα. Οὐ γὰρ Θεὸς τὸ κτιζόμενον. Οὐ φέρω ζημιούμενος, οὐδὲ ἐγὼ τὴν τε‐ λείωσιν. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τοῦτο ἀκυρωθείη μοι, παρὰ τίνος ἕξω τὸ δεύτερον; Τί
20φατὲ, οἱ καταβαπτίζοντες, ἢ ἀναβαπτίζοντες; Ἔστιν εἶναι πνευματικὸν δίχα Πνεύματος; Μετέχει δὲ Πνεύματος ὁ μὴ τιμῶν τὸ Πνεῦμα; Τιμᾷ δὲ ὁ εἰς κτίσμα καὶ ὁμόδουλον βαπτιζόμενος; Οὐκ ἔστιν, οὐχ οὕτω, πολλὰ ἐρεῖς. Οὐ ψεύσομαί σε, Πάτερ ἄναρχε·
25οὐ ψεύσομαί σε, μονογενὲς Λόγε· οὐ ψεύσομαί σε, τὸ Πνεῦμα τὸ ἅγιον. Οἶδα τίνι ὡμολόγησα, καὶ τίνι ἀπεταξάμην, καὶ τίνι συνεταξάμην. Οὐ δέχομαι τὰς πιστοῦ φωνὰς διδαχθῆναι, καὶ μαθεῖν ἀπίστους· ὁμολογῆσαι ἀλήθειαν, καὶ γενέσθαι μετὰ τοῦ ψεύ‐
30δους· ὡς τελειούμενος κατελθεῖν, καὶ ἀνελ‐ θεῖν ἀτελέστερος· ὡς ζησόμενος βαπτισθῆναι, καὶ ἐννεκρωθῆναι τῷ ὕδατι, καθάπερ τὰ ταῖς ὠδῖσιν ἐναποθανόντα κυήματα, καὶ σύνδρομον λαβόντα τῇ γεννήσει τὸν θάνατον. Τί με ποιεῖς μακάριον ἐν ταυτῷ
35καὶ ἄθλιον, νεοφώτιστον καὶ ἀφώτιστον, θεῖον καὶ ἄθεον, ἵνα ναυαγήσω καὶ τὴν ἐλπίδα τῆς ἀναπλά‐ σεως; Βραχὺς ὁ λόγος· μνήσθητι τῆς ὁμολογίας. Εἰς τί ἐβαπτίσθης; εἰς Πατέρα; Καλῶς· πλὴν, Ἰου‐ δαϊκὸν ἔτι. Εἰς Υἱόν; Καλῶς· οὐκ ἔτι μὲν Ἰου‐
40δαϊκὸν, οὔπω δὲ τέλειον. Εἰς τὸ ἅγιον Πνεῦμα; Ὑπέρευγε· τοῦτο τέλειον. Ἆρ’ οὖν ἁπλῶς εἰς ταῦτα, ἢ καί τι κοινὸν τούτων ὄνομα; Ναὶ κοινόν.
Τί τοῦτο; Δηλαδὴ τὸ τοῦ Θεοῦ. Εἰς τοῦτο τὸ κοινὸν235

36

.

237

ὄνομα πίστευε, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ με‐ ταβήσῃ ἐντεῦθεν εἰς τὴν ἐκεῖθεν μακαριότητα. Ἡ δέ ἐστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τούτων αὐτῶν ἐκτυ‐ πωτέρα κατάληψις· εἰς ἣν φθάσαιμεν καὶ ἡμεῖς, ἐν
5αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων Ἀμήν.237