TLG 2022 040 :: GREGORIUS NAZIANZENUS :: De moderatione in disputando (orat. 32)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

De moderatione in disputando (orat. 32)

Citation: Volume — page — (line)

36

.

173

(29t)

ΛΟΓΟΣ ΛΒʹ.
30tΠερὶ τῆς ἐν διαλέξεσιν εὐταξίας, καὶ ὅτι οὐ
31tπαντὸς ἀνθρώπου, οὔτε παντὸς καιροῦ τὸ περὶ
32tΘεοῦ διαλέγεσθαι.
33 Αʹ. Ἐπειδὴ συνεληλύθατε προθύμως, καὶ πολυάν‐ θρωπος ἡ πανήγυρις, καὶ διὰ τοῦτο μάλιστα και‐
35ρὸς ἐργασίας, φέρε τι δῶμεν ὑμῖν ἐμπόρευμα, εἰ καὶ μὴ τῆς προθυμίας ἄξιον τῆς κοινῆς, ἀλλά γε τῆς δυνάμεως τῆς ἡμετέρας μὴ ἐνδεέστερον. Ἡ μὲν γὰρ ἀπαιτεῖ τὰ μείζω, ἡ δὲ εἰσφέρει τὰ μέτρια· καὶ κρεῖσσον τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν
40ἐλλείπειν. Οὐ γὰρ ὁ μὴ δυνηθεὶς τὰ τοιαῦτα ὑπεύ‐ θυνος, ἀλλ’ ὁ μὴ βουληθεὶς ὑπαίτιος, κἂν τοῖς θείοις ὁμοίως, κἂν τοῖς ἀνθρωπίνοις πράγμασιν. Εἰμὶ μὲν ποιμὴν ὀλίγος καὶ πένης, καὶ οὔπω τοῖς ἄλλοις ἀρέσκων ποιμέσιν· οὕτω γὰρ εἰπεῖν μέτριον, εἴτε
45τὴν εὐδοκίαν καὶ τὸν ὀρθὸν λόγον, εἴτε διὰ μι‐
κροψυχίαν καὶ ἔριν, οὐκ οἶδα τοῦτο· Ὁ Θεὸς οἶδε,173

36

.

176

φησὶν ὁ θεῖος Ἀπόστολος, καὶ δηλώσει σαφῶς ἡ τῆς ἀποκαλύψεως ἡμέρα, καὶ τὸ τελευταῖον πῦρ, ᾧ πάντα κρίνεται ἢ καθαίρεται τὰ ἡμέτερα. Πειράσομαι δ’ ὅμως εἰς δύναμιν μὴ κατακρύπτειν τὸ χάρισμα,
5μηδ’ ὑπὸ τὸν μόδιον τιθέναι τὸν λύχνον, μηδὲ κατα‐ χωννύειν τὸ τάλαντον (ἃ πολλάκις ἤκουσα παρ’ ὑμῶν τὴν ἀργίαν ὀνειδιζόντων, καὶ δυσχεραινόντων τὴν σιωπὴν), ἀλλὰ λόγοις ἀληθείας ἐκπαιδεύειν καὶ συναρμόζειν τῷ Πνεύματι.
12 Βʹ. Πόθεν οὖν ἄρξομαι καταρτίζειν ὑμᾶς, ἀδελ‐ φοί; Καὶ τίσι λόγοις τιμήσω τοὺς ἀθλητὰς, ὧν ἡ παροῦσα πανήγυρις; Τί πρῶτον εἴπω, ἢ τί
15μέγιστον; Τί μάλιστα συμφέρον ταῖς ὑμετέραις ψυχαῖς; Ἢ τί τῷ παρόντι καιρῷ χρησιμώτατον; Γνοίημεν δ’ ἂν οὕτω· Τί τοῦ ἡμετέρου λόγου τὸ κάλλιστον; Ἡ εἰρήνη· προσθήσω δ’, ὅτι καὶ τὸ λυσιτελέστατον. Τί δαὶ τὸ αἴσχιστον καὶ τὸ βλαβε‐
20ρώτατον; Ἡ διχόνοια. Ἐπεὶ δὲ τοῦτο ἠρώτησα, καὶ ἀπεκρινάμην, προσερήσομαι καὶ τὸ δεύτερον· Τί τὸ μάλιστα λῦσαν ἐκείνην; Καὶ τί τὸ ταύτην εἰσ‐ αγαγόν; Ἵν’, ὥσπερ ἐν τοῖς νοσήμασι, τὰ αἴτια περι‐ κόψαντες, καὶ τὰς πηγὰς τῶν παθῶν ἐμφράξαντες,
25ἢ ἀποξηράναντες, οὕτω καὶ τὰ ἐκεῖθεν ῥεύματα καὶ ἀποτελέσματα συνεκκόψωμεν. Οὐδὲ γὰρ οἷόν τε γνῶναί τι περὶ τῆς τελευτῆς καλῶς, μὴ περὶ τῆς ἀρχῆς ὀρθῶς σκεψαμένους. Βούλεσθε οὖν ὑμεῖς τὴν αἰτίαν εἰπεῖν καὶ γνωρίσαι; Ἢ ἐμοὶ τῷ θερα‐
30πευτῇ παραχωρεῖτε, καὶ δηλῶσαι ταύτην, καὶ διορ‐ θώσασθαι; Καὶ γὰρ εἰπεῖν βουλομένων ἕτοιμος, καὶ ἀκούειν λεγόντων ἑτοιμότερος Παραχωρεῖτε μὲν, εὖ οἶδ’ ὅτι· καὶ γὰρ οὐ φαύλους ἰατροὺς ἡμᾶς τῶν τοιούτων ἴσως ὑπολαμβάνετε, οὐδ’ ἀμαθεῖς θε‐
35ραπείας ψυχῶν· εἴτε οὖν φαύλως, εἴτε ὀρθῶς τοῦτο ὑπολαμβάνοντες. Μὴ θαυμάσητε δὲ, εἰ παράδοξον ἐρῶ λόγον· καὶ γάρ ἐστι παράδοξος μὲν, ἀληθὴς δὲ, ὡς ἔγωγέ φημι, καὶ ὑμεῖς συμφήσετε, ἂν διὰ τέλους μαθεῖν ἀναμείνητε, ἀλλὰ μὴ, ὃ ἐγκαλῶ,
40πάθητε, καὶ προεξαναστῆτε τοῦ λόγου διὰ θερμότητα.
43 Γʹ. Φύσεις θερμαὶ καὶ μεγάλαι, τῆς ταραχῆς ταύ‐ της αἴτιον· οὔτιγε ἁπλῶς διάπυροι καὶ μεγάλαι
45(μήπω γὰρ καταγινώσκομεν τῆς θερμότητος, ἧς δίχα μέγα τι κατορθωθῆναι πρὸς εὐσέβειαν ἢ ἀρετὴν
ἄλλην ἀμήχανον), ἀλλὰ γενναῖαι σὺν ἀλογίᾳ, καὶ175

36

.

177

ἀμαθίᾳ, καὶ, τῷ ταύτης ἐκγόνῳ κακῷ, θράσει· θρά‐ σος γὰρ ἀμαθίας ἔκγονον. Αἱ μὲν γὰρ ἀσθενεῖς, καὶ πρὸς ἀρετὴν καὶ πρὸς κακίαν ὁμοίως νωθεῖς καὶ δυσκίνητοι, καὶ οὐδ’ ἑτέρωσε μέγα νεύουσαι, οἷα
5τὰ τῶν ναρκώντων κινήματα. Αἱ γενναῖαι δὲ, λόγου μὲν αὐτὰς παιδαγωγοῦντος καὶ διευθύνοντος, μέγα τι χρῆμα πρὸς ἀρετήν· ἐπιλειπούσης δὲ ἐπιστήμης καὶ λόγου, τὸ ἴσον εἰς κακίαν εὑρίσκονται. Ἐπεὶ καὶ ἵππον θυμοειδῆ μὲν εἶναι χρὴ καὶ γενναῖον, τὸν ἐσό‐
10μενον νικηφόρον, εἴτε πολεμιστήριον, εἴτε ἁμιλ‐ λητήριον· εἴη δ’ ἂν ὁ αὐτὸς οὐδὲν ἀγαθοῦ, μὴ χαλινῷ παιδευθεὶς, καὶ γυμνασίᾳ φιλοπονωτέρᾳ μα‐ θὼν ἡμερότητα.
17 Δʹ. Καὶ τοῦτό ἐστιν, ὡς ἐπὶ τὸ πλεῖστον, ὃ διέσπασε μέλη, διέστησεν ἀδελφοὺς, πόλεις ἐτάραξε, δήμους ἐξέμηνεν, ὥπλισεν ἔθνη, βασιλεῖς ἐπανέστησεν, ἱερεῖς
20λαῷ καὶ ἀλλήλοις, λαὸν ἑαυτῷ καὶ ἱερεῦσι, γονεῖς τέκνοις, τέκνα γονεῦσιν, ἄνδρας γυναιξὶ, γυναῖκας ἀνδράσι. Πάντα τὰ τῆς εὐνοίας ὀνόματα, δούλους καὶ δεσπότας ἀλλήλους, ἀλλήλους διδασκάλους καὶ μαθητὰς, πρεσβύτας καὶ νέους, καὶ τὸν τῆς αἰδοῦς
25ἀτιμάσαν νόμον, τοῦ μεγίστου πρὸς ἀρετὴν βοηθή‐ ματος, τὸν τῆς αὐθαδείας εἰσήνεγκεν· καὶ γεγόνα‐ μεν οὐ φυλὴ, καὶ φυλὴ καθ’ ἑαυτὴν, ὃ πάλαι ὁ Ἰσραὴλ ὠνειδίζετο· οὐδὲ Ἰσραὴλ καὶ Ἰούδας, τὰ δύο καὶ ἑνὸς ἔθνους καὶ μικροῦ τούτου τμήματα, κατ’ οἴκους δὲ
30καὶ συζυγίας τὰς ἀναγκαίας, καὶ οἷον πρὸς ἑαυτὸν ἕκαστος, ἐμερίσθημεν, ἡ οἰκουμένη πᾶσα, καὶ γένος ἅπαν ἀνθρώπων, ὅσον ὁ θεῖος λόγος ἐπέδραμεν· καὶ γέγονεν ἀναρχία, ἡ πολυαρχία, καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην· καὶ ἐχρῆν, ἐπειδὴ
35τῶν ἐκτὸς ἐχθρῶν ἐκρατήσαμεν, ὑπ’ ἀλλήλων ἡμᾶς καταλυθῆναι, καὶ, καθάπερ τοὺς μαινομένους, τῶν ἰδίων σαρκῶν ἁπτομένους, μηδὲ αἰσθάνεσθαι, ἀλλὰ καὶ χαίρειν τῷ κακῷ πλέον, ἢ εἰρηνεύοντες ἕτεροι, καὶ κέρδος ποιεῖσθαι τὴν συμφορὰν, καὶ
40ἡγεῖσθαι λατρείαν εἰσφέρειν τῷ Θεῷ τὴν κατά‐ λυσιν, καὶ διαιρεθῆναι, καὶ ἐμπρησθῆναι, οὐ τὴν ἐπαινετὴν διαίρεσιν, ἀλλὰ τὴν ψεκτὴν, οὐδὲ τὸν κα‐ θάρσιον ἐμπρησμὸν, ἀλλὰ τὸν ὀλέθριον. Οὐ γὰρ ὁ το‐ μὸς διαιρεῖ λόγος, ἡ Χριστοῦ μάχαιρα, τοὺς πισ‐
45τεύοντας ἀπὸ τῶν ἀπίστων, οὐδὲ πῦρ βάλλεται, καὶ ἀνάπτεται, ἡ δαπανῶσα τὴν ὕλην καὶ ἐσθίουσα πίστις, καὶ ἡ ζέσις τοῦ Πνεύματος· ἀλλ’ ἐναν‐
τίως ἢ πρότερον, δαπανώμεθα καὶ τεμνόμεθα.177

36

.

180

Εʹ. Τοῦτό ἐστιν ὃ πολλὰ εἶναι μέρη τὴν μίαν Ἐκ‐ κλησίαν πεποίηκε, καὶ διέστησεν, οὐκ εἰς ἕνα Παῦ‐ λον, ἢ Κηφᾶν, ἢ Ἀπολλὼ, ἢ τὸν δεῖνα φυτευτὴν, ἢ τὸν δεῖνα ποτιστήν· πολλοὺς δὲ ἀνέδειξε Παύ‐
5λους, καὶ Ἀπολλὼς, καὶ Κηφὰς, ἀφ’ ὧν ἀντὶ Χρι‐ στοῦ καλούμεθα, τὸ μέγα καὶ καινὸν ὄνομα, καὶ ὧν εἶναι λεγόμεθα· καὶ εἴθε τοσοῦτον εἶχον εἰ‐ πεῖν· ἀλλὰ καὶ πολλοὺς (ὃ φρίττω λέγων) Χριστοὺς ἀνθ’ ἑνὸς, τὸν γεννώμενον, τὸν κτιζόμενον, καὶ τὸν
10ἀπὸ Μαρίας ἀρχόμενον, καὶ τὸν ἀναλύοντα ὅθεν εἰς τὸ εἶναι προῆλθε, καὶ τὸν ἄνουν ἄνθρωπον, καὶ τὸν ὄντα, καὶ τὸν φαινόμενον. Ὡς δὲ καὶ πολλὰ Πνεύ‐ ματα, τὸ ἄκτιστον, καὶ τὸ κτίσμα, καὶ τὸ ὁμό‐ τιμον, καὶ τὸ ἐνέργημα, καὶ τὸ ψιλὸν ὄνομα. Δέον
15ἕνα Θεὸν Πατέρα γινώσκειν, ἄναρχον, καὶ ἀγέννητον, καὶ Υἱὸν ἕνα γεγεννημένον ἐκ τοῦ Πατρὸς, καὶ Πνεῦμα ἓν ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, παραχωροῦν Πατρὶ μὲν ἀγεννησίας, Υἱῷ δὲ γεννήσεως· τὰ δὲ ἄλλα συμφυὲς, καὶ σύνθρονον, καὶ ὁμόδοξον, καὶ
20ὁμότιμον· ταῦτα εἰδέναι, ταῦτα ὁμολογεῖν, μέχρι τούτων ἵστασθαι, τὴν δὲ πολλὴν φλυαρίαν, καὶ τὰς βεβήλους κενοφωνίας τῶν λόγων, τοῖς σχολὴν ἄγου‐ σιν ἀποπέμπεσθαι. Τί τὸ ταῦτα πάντα κεκινη‐ κός; Θερμότης χωρὶς λόγου καὶ ἐπιστήμης ἄσχετος,
25καὶ πίστεως πλοῦς ἀκυβέρνητος.
28 Ϛʹ. Τοῦτο οὖν εἰδότες, ἀδελφοὶ, μήτε νωθεῖς ὦμεν πρὸς τὸ καλὸν, ἀλλὰ τῷ Πνεύματι ζέωμεν, μήποτε
30ὑπνώσωμεν κατ’ ὀλίγον εἰς θάνατον, ἢ, καθεύδουσιν ἡμῖν, ἐπισπείρῃ τὰ πονηρὰ σπέρματα ὁ ἐχθρός· νω‐ θεῖα γὰρ ὕπνῳ σύζυγος· μήτε διάπυροι σὺν ἀλογίᾳ καὶ φιλαυτίᾳ, ἵνα μὴ ἐκφερώμεθα, μηδὲ τῆς ὁδοῦ τῆς βασιλικῆς ἔξω πίπτωμεν· ἕν γέ τι πταίον‐
35τες πάντως, ἢ κέντρων δεόμενοι διὰ τὴν νωθείαν, ἢ κρημνιζόμενοι διὰ τὴν θερμότητα. Ἀμφοτέρων δὲ ὅσον χρήσιμόν ἐστι λαβόντες, τῆς μὲν τὸ πρᾶον, τῆς δὲ τὸν ζῆλον· ἀμφοτέρων ὅσον ἐστὶ βλαβερὸν διαφύ‐ γωμεν, τῆς μὲν τὸν ὄκνον, τῆς δὲ τὸ θράσος· ἵνα
40μήτε τῷ ἐλλείποντι ὦμεν ἅκαρποι, μήτε τῷ περιτ‐ τεύοντι κινδυνεύωμεν. Ὁμοίως γὰρ ἄχρηστα, καὶ νωθρότης ἄπρακτος, καὶ θερμότης ἀπαίδευτος· ἡ μὲν οὐκ ἐγγίζουσα τῷ καλῷ, ἡ δὲ ὑπερπίπτουσα, καὶ τοῦ δεξιοῦ ποιουμένη τι δεξιώτερον. Ὅπερ καὶ
45ὁ θεῖος Σολομὼν καλῶς ἐπιστάμενος, Μὴ ἐκκλί‐ νῃς, φησὶν, εἰς τὰ δεξιὰ, μηδ’ εἰς τὰ ἀριστερά· μηδὲ διὰ τῶν ἐναντίων εἰς κακὸν ἴσον ἐμπέσῃς, τὴν ἁμαρτίαν. Καίτοιγε τὸ φύσει δεξιὸν ἐπαινῶν,
Ὁδοὺς γὰρ, φησὶ, τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός·179

36

.

181

διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν. Πῶς οὖν ἐπαινεῖ τὸ δεξιὸν, καὶ ἀπάγει πάλιν τοῦ δεξιοῦ; Τούτου δηλαδὴ τοῦ φαινομένου δεξιοῦ, καὶ οὐκ ὄντος. Πρὸς ὃ βλέπων ἑτέρωθι, Μὴ γίνου δίκαιος πολὺ,
5φησὶ, μηδὲ σοφίζου περισσά. Τὸ γὰρ αὐτὸ καὶ περὶ δικαιοσύνην, καὶ περὶ σοφίαν πάθος, θερμότης περὶ πρᾶξιν καὶ λόγον, ἔξω τοῦ καλοῦ καὶ τῆς ἀρετῆς δι’ ὑπερβολὴν πίπτουσα. ᾟ καὶ τὸ ἐνδέον καὶ τὸ ὑπερβάλλον ὁμοίως λυμαίνεται, ὥσπερ καὶ τῷ
10κανόνι πρόσθεσις ἢ ὑφαίρεσις.
14Ζʹ. Μηδεὶς οὖν ἔστω πλέον ἢ καλῶς ἔχει σοφὸς,
15μηδὲ τοῦ νόμου νομιμώτερος, μηδὲ λαμπρότερος τοῦ φωτὸς, μηδὲ τοῦ κανόνος εὐθύτερος, μηδὲ τῆς ἐντολῆς ὑψηλότερος. Ἔσται δὲ τοῦτο πῶς; Ἐὰν εἰδῶμεν κόσμον, καὶ ἐπαινῶμεν φύσεως νόμον, καὶ ἑπώμεθα λόγῳ, καὶ μὴ ἀτιμάζωμεν εὐταξίαν.
20Ἐμβλέψατε εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω, καὶ ἐννοήσατε, πῶς συνέστη τὸ πᾶν, καὶ ὅθεν, καὶ τί πρὸ τῆς διακοσμήσεως ἦν, καὶ τί νῦν ὄνομα τῷ παντί. Τάξει τὰ πάντα διεκοσμήθη, καὶ, ὁ δια‐ κοσμήσας Λόγος· καίτοιγε ὡς ἓν τὰ πάντα καὶ
25ἀθρόως ὑποστῆναι δυνατὸν ἦν (ὁ γὰρ τοῖς οὐκ οὖσι τὸ εἶναι δοὺς, καὶ τοῖς γενομένοις τὰς ἰδέας καὶ τὰ σχήματα, οὐδ’ ὁμοῦ τὸ πᾶν ἀναδεῖξαι καὶ διακοσ‐ μῆσαι ἀσθενὴς ἦν) ἀλλὰ διὰ τοῦτο πρῶτόν τι καὶ δεύτερον ἀριθμεῖται, καὶ τρίτον, καὶ τὰ ἑξῆς, ἵνα
30τάξις εὐθὺς συνεισέλθῃ τοῖς κτίσμασι.
33 Ηʹ. Τάξις οὖν τὸ πᾶν συνεστήσατο. Τάξις συν‐ έχει καὶ τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια· τάξις ἐν
35νοητοῖς· τάξις ἐν αἰσθητοῖς· τάξις ἐν ἀγγέλοις· τά‐ ξις ἐν ἄστροις, καὶ κινήσει, καὶ μεγέθει, καὶ σχέσει τῇ πρὸς ἄλληλα, καὶ λαμπρότητι. Ἄλλη δόξα ἠλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ·
40τάξις ἐν ὥραις καὶ καιροῖς, ἐν κόσμῳ προϊοῦσί τε καὶ ὑπαπιοῦσι, καὶ διὰ τῆς μεσότητος τὸ αὐστη‐ ρὸν τιθασσεύουσι· τάξις ἐν ἡμέρας καὶ νυκτὸς μέ‐ τροις, καὶ διαστήμασι. Τάξις ἐν στοιχείοις, ἐξ ὧν τὰ σώματα· τάξις περιήγαγεν οὐρανὸν, ἥπλωσεν
45ἀέρα, γῆν ὑπέθηκεν, ἢ καὶ ὑπερέθηκε, φύσιν ὑγρὰν ἔχεε καὶ συνήγαγεν, ἀνέμους ἀφῆκε, καὶ οὐκ ἐπ‐ αφῆκεν, ὕδωρ ἔδησεν ἐν νεφέλαις, καὶ οὐ κατ‐
έσχεν, ἀλλ’ ἔσπειρεν ἐπὶ πρόσωπον πάσης τῆς181

36

.

184

γῆς, εὐτάκτως καὶ ὁμοτίμως· καὶ ταῦτα οὐκ ἐπ’ ὀλί‐ γον, οὐδὲ εἰς ἕνα καιρὸν ἢ χρόνον, ἀλλ’ ἀπ’ ἀρχῆς εἰς τέλος, τὴν αὐτὴν ὁδὸν εὐθυνόμενα καὶ περιπο‐ ρευόμενα, πεπηγότα τε καὶ κινούμενα, τὸ μὲν τῷ
5Λόγῳ, τὸ δὲ τῇ ῥεύσει· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τοῦτο τῆς πήξεως· καὶ εἴ τι γέγονεν, ἢ γεννήσεται, τοῦτο τοῦ ῥεύ‐ ματος. Καὶ τάξεως μὲν ἐπικρατούσης, κόσμος,
10τὸ Πᾶν, καὶ τὸ κάλλος ἀκίνητον. Ἀταξία δὲ καὶ ἀκοσμία, ἐν μὲν ἀέρι τοὺς σκηπτοὺς, ἐν δὲ γῇ τοὺς σεισμοὺς, ἐν δὲ θαλάσσῃ τὰς ἐπικλύσεις, ἐν δὲ πόλεσι καὶ οἴκοις πολέμους, ἐν δὲ τοῖς σώμασι τὰς ἀῤῥωστίας, ἐν δὲ ταῖς ψυχαῖς τὰς ἁμαρτίας, ἐκαινο‐
15τόμησεν. Ταῦτα πάντα οὐ τάξεως, οὐδὲ εἰρήνης, ἀλλὰ ταραχῆς καὶ ἀταξίας ὀνόματα. Καὶ τὴν θρυλ‐ λουμένην δὲ φθορὰν καὶ προσδοκωμένην, μὴ ἄλλο τι, ἀδελφοὶ, ἢ πλεονασμὸν ἀταξίας εἶναι νο‐ μίζωμεν. Συνδεῖ μὲν γὰρ τάξις, λύει δὲ ἀταξία, ὅταν
20λύσαι τὸ πᾶν ἢ μεταποιῆσαι παραστῇ τῷ συνδή‐ σαντι.
36 Θʹ. Τάξις καὶ τοῖς ζώοις ἅπασι γένεσιν, καὶ τρο‐ φὴν, καὶ τὰς καταλλήλους ἑκάστῳ χώρας ἐνο‐ μοθέτησε. Καὶ οὔτε δελφῖνά τις εἶδεν αὔλακα τέ‐ μνοντα, οὔτε βοῦν δι’ ὕδατος ὀλισθαίνοντα· ὥσπερ
40οὐδ’ ἥλιον ἐν νυκτὶ μειούμενον, ἢ πληρούμενον οὔτε σελήνην ἐν ἡμέρᾳ πυρσεύουσαν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποί‐ ησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· νὺξ, καὶ ἄνθρωπος ὕπνῳ συστέλλεται, καὶ τὰ
45θηρία παῤῥησιάζεται, καὶ ζητεῖ τροφὴν ἕκαστον τὴν διδομένην παρὰ τοῦ κτίσαντος· ἡμέρα, καὶ τὰ θηρία συνάγεται, καὶ ἄνθρωπος ἐπὶ τὴν ἐργασίαν ἐπείγε‐ ται· καὶ ἀλλήλοις ὑποχωροῦμεν ἐν τάξει, νόμῳ καὶ λόγῳ φύσεως. Προσθήσω τὸ μέγιστόν

36

.

184

(50)

τε καὶ οἰκειότατον. Τάξις ἐκ λογικοῦ τε καὶ ἀλόγου κράματος, τὸν ἄνθρωπον, ζῶον λογικὸν, συνεστήσατο· καὶ συνέδησε μυστικῶς τε καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ, καὶ τὸν νοῦν τῷ πνεύματι. Καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλά‐
55σματι, τὸ αὐτὸ καὶ διεσώσατο, καὶ διέλυσε. Τὸ μὲν γὰρ ἐπεισήγαγε, τὸ δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγμα‐
τεύσατο διὰ λύσεως. Αὕτη καὶ τῶν ἀλόγων ἡμᾶς183

36

.

185

διέστησε, καὶ πόλεις ᾤκισε, καὶ νόμους ἔθετο, καὶ ἀρετὴν ἐτίμησε, καὶ κακίαν ἐκόλασε, καὶ τέχνας εὕρετο, καὶ συζυγίαν ἡρμόσατο, καὶ τῷ περὶ τὰ γεννώμενα φίλτρῳ τὸν βίον ἡμέρωσε, καὶ μεῖζόν τι
5τοῦ κάτω πόθου καὶ τοῦ σαρκικοῦ, τὸν περὶ Θεὸν ἐνιδρύσατο.
10 Ιʹ. Καὶ τί δεῖ καθ’ ἕκαστον λέγειν; Τάξις, τῶν ὄντων ἐστὶ μήτηρ, καὶ ἀσφάλεια· καὶ τὸ τοῦ Λόγου, μόνη καλῶς ἂν εἴποι, τοῦ πάντα δημιουργήσαντος, εἴ γε λάβοι φωνήν· Ὅτε τὸ πᾶν οὐσιοῦτο τῷ Θεῷ καὶ ὑφίστατο, ἐγὼ ἤμην παρ’ αὐτῷ ἁρμόζουσα·
15ἡνίκα ἡτοίμαζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων, καὶ ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· ἡνίκα ἐθεμελίου τὴν γῆν, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ’ οὐρα‐ νὸν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶ‐ σαν δύναμιν ἐχαρίσατο. Ἀλλ’ (οὗ χάριν ταῦτα
20πάντα διῆλθον, καὶ πρὸς ὃ πάλαι ὁ λόγος ἠπείγετο), τάξις κἂν ταῖς Ἐκκλησίαις, τὸ μὲν εἶναί τι ποίμνιον, τὸ δὲ ποιμένας διώρισε· καὶ τὸ μὲν ἄρχειν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν οἷον εἶναι κεφαλὴν, τὸ δὲ πό‐ δας, τὸ δὲ χεῖρας, τὸ δὲ ὀφθαλμὸν, τὸ δὲ ἄλλο τι τῶν
25μελῶν τοῦ σώματος, πρὸς τὴν τοῦ παντὸς εὐαρμο‐ στίαν καὶ τὸ συμφέρον, ἢ προεχομένων, ἢ προεχόν‐ των· καὶ, ὥσπερ ἐν τοῖς σώμασιν, οὔτε ἀπέῤῥηκται ἀλλήλων τὰ μέλη, ἀλλ’ ἓν σῶμα τὸ πᾶν ἐστιν ἐκ δια‐ φόρων συγκείμενον· οὔτε ταυτὸ πάντων ἐνέρ‐
30γημα, εἰ καὶ ταυτὸ τὸ χρῄζειν ἀλλήλων εἰς ἀνά‐ γκην εὐνοίας τε καὶ συννεύσεως· καὶ οὔτε ὀφθαλμὸς βαδίζει, ἀλλ’ ὁδηγεῖ· οὔτε ποὺς προβλέπει, ἀλλὰ μεταβαίνει, καὶ μετατίθησιν· οὔτε γλῶσσα δέχεται φωνὰς, ἀκοῆς γάρ· οὔτε ἀκοὴ φθέγγεται,
35γλώσσης γάρ· καὶ ῥὶς μὲν, ὀδμῶν αἰσθητήριον· λάρυγξ δὲ σῖτα γεύεται, φησὶν ὁ Ἰώβ· χεὶρ δὲ τοῦ διδόναι καὶ τοῦ λαμβάνειν ὄργανον· νοῦς δὲ τοῖς πᾶ‐ σιν ἡγεμὼν, παρ’ οὗ τὸ αἰσθάνεσθαι, καὶ εἰς ὃν ἡ αἴσθησις. Οὕτω καὶ παρ’ ἡμῖν, τῷ κοινῷ Χριστοῦ
40σώματι.
44ΙΑʹ. Οἱ γὰρ πάντες ἓν σῶμά ἐσμεν ἐν Χριστῷ· οἱ
45δὲ καθ’ ἕνα Χριστοῦ, καὶ ἀλλήλων μέλη. Τὸ μὲν γὰρ ἄρχει καὶ προκαθέζεται, τὸ δὲ ἄγεται καὶ εὐθύνεται, καὶ οὔτε ταυτὸν ἀμφότερα ἐνεργεῖ, εἴπερ μὴ ταυτὸν ἄρχειν καὶ ἄρχεσθαι· καὶ γίνεται ἀμφότερα ἓν εἰς ἕνα Χριστὸν, ὑπὸ τοῦ αὐτοῦ συναρμολογούμενα, καὶ

36

.

185

(50)

συντιθέμενα Πνεύματος. Κἂν τοῖς ἀρχομένοις πάλιν,
ὅσον τὸ μέσον καὶ παιδεύσει, καὶ ἀσκήσει, καὶ ἡλι‐185

36

.

188

κίᾳ διεστηκόσι· κἀν τοῖς ἄγουσι τὸ διάφορον ὅσον· καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, Παύλου λέγοντος, μὴ ἀμφίβαλλε. Καὶ οὓς μὲν ἔθετο, φησὶν, ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶ‐
5τον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους· πρῶτον διὰ τὴν ἀλήθειαν, δεύτερον διὰ τὴν σκιὰν, τρίτον διὰ τὸ μέτρον τῆς ὠφελείας, καὶ τῆς ἐλλάμψεως. Καὶ τὸ μὲν πνεῦμα ἓν, τὰ χαρίσματα δὲ οὐκ ἶσα, ὅτι μηδὲ
10τὰ δοχεῖα τοῦ πνεύματος. ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας καὶ θεωρίας, ἄλλῳ δὲ λόγος γνώσεως ἢ ἀποκαλύψεως, ἄλλῳ πίστις βεβαία καὶ ἀνενδοίαστος ἄλλῳ δὲ ἐνεργή‐ ματα δυνάμεων καὶ θαυμάτων ὑψηλοτέρων, ἄλλῳ
15δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, εἴτουν προ‐ στασίαι, κυβερνήσεις, εἴτουν παιδαγωγίαι σαρκὸς, γένη γλωσσῶν, ἑρμηνεῖαι γλωσσῶν, τὰ μείζω χαρίσματα, καὶ τὰ δεύτερα, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως.
22 ΙΒʹ. Ταύτην αἰδώμεθα τὴν τάξιν, ἀδελφοὶ, ταύτην φυλάττωμεν. Ὁ μὲν ἔστω τις ἀκοὴ, ὁ δὲ γλῶττα, ὁ δὲ χεὶρ, ὁ δὲ ἄλλο τι τούτων. Ὁ μὲν διδασκέτω,
25ὁ δὲ μανθανέτω· ὁ δὲ ἐργαζέσθω τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν εἰς μετάδοσιν τοῦ δεομένου καὶ χρῄ‐ ζοντος. Ὁ μὲν ἀρχέτω καὶ προβεβλήσθω· ὁ δὲ δι‐ καιούσθω διὰ τῆς ὑπουργίας· καὶ ὁ διδάσκων ἐγκόσμως. Προφῆται γὰρ δύο ἢ τρεῖς λαλείτωσαν,
30καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. Ἄλλου δὲ τρα‐ νωθέντος, ὁ πρῶτος ὑποχωρείτω. Καὶ ὁ μανθάνων, ἐν εὐπειθείᾳ· καὶ ὁ χορηγῶν, ἐν ἱλαρότητι· καὶ ὁ ὑπουργῶν, ἐν προθυμίᾳ. Μὴ πάντες ὦμεν γλῶσσα, τὸ ἑτοιμότατον· μὴ πάντες ἀπόστολοι, μὴ πάντες
35προφῆται, μὴ πάντες διερμηνεύωμεν. Μέγα τὸ περὶ Θεοῦ λαλεῖν; Ἀλλὰ μεῖζον τὸ ἑαυτὸν καθαίρειν Θεῷ· ἐπειδὴ εἰς κακότεχνον ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Καὶ σπείρειν ἐκελεύσθημεν εἰς δικαιο‐ σύνην, καὶ τρυγᾷν καρπὸν ζωῆς, ἵνα καὶ φωτι‐
40σθῶμεν τῷ φωτὶ τῆς γνώσεως. Καὶ Παῦλος, διὰ τοῦ ἀγαπᾷν ἡμᾶς τὸν Κύριον, ὑπὸ Κυρίου γινώσκεσθαι βούλεται, διὰ δὲ τοῦ γιγνώσκεσθαι, τὸ διδάσκεσθαι, καὶ ταύτην ὁδὸν βελτίονα οἶδεν εἰς γνῶσιν, τῆς φυ‐ σιούσης οἰήσεως.
46 ΙΓʹ. Μέγα τὸ διδάσκειν; Ἀλλὰ τὸ μανθάνειν ἀκίν‐ δυνον. Τί σεαυτὸν ποιεῖς ποιμένα, πρόβατον ὤν; Τί γίνῃ κεφαλὴ, ποὺς τυγχάνων; Τί στρατηγεῖν ἐπιχει‐ ρεῖς, τεταγμένος ἐν στρατιώταις; Τί τὰ μεγάλα καὶ

36

.

188

(50)

οὐκ ἀσφαλῆ κέρδη τῆς θαλάσσης ἐπιδιώκεις,
ἐνὸν ἀκινδύνως γεωργεῖν γῆν, εἰ καὶ κερδαίνοις187

36

.

189

ἐλάσσονα; Καὶ εἰ μὲν ἀνὴρ εἶ κατὰ Χριστὸν, καὶ γεγύμνασταί σοι τὰ αἰσθητήρια, καὶ λαμπρόν σοι τὸ φῶς τῆς γνώσεως, λάλει Θεοῦ σοφίαν τὴν λαλουμέ‐ νην ἐν τοῖς τελείοις, καὶ τὴν ἀποκεκρυμμένην ἐν
5μυστηρίῳ· καὶ ταύτην, ὅταν καιρὸν λάβῃς, καὶ πι‐ στευθῇς. Τί γὰρ ἔχεις παρὰ σεαυτοῦ, ὃ μὴ δέδοται, μηδὲ εἴληφας; Εἰ δὲ ἔτι νήπιος εἶ, καὶ χαμερ‐ πὴς τὴν διάνοιαν, καὶ τοῖς ὑψηλοτέροις προσβαίνειν οὐχ ἱκανὸς, γενοῦ Κορίνθιος, γάλακτι τράφηθι.
10Τί χρῄζεις στερεωτέρας τροφῆς, ἣν οὐκ ἀναλίσκει τὰ μέλη, καὶ ποιεῖ τροφὴν δι’ ἀσθένειαν; Φθέγγου μὲν, εἴ τι κρεῖττον σιωπῆς ἔχεις (καὶ γὰρ τὸ τάξιν στείλασθαι χείλεσιν ἐπαινούμενον, ἔγνως)· ἀγάπα δὲ ἡσυχίαν, ἔνθα κρεῖττον λόγου τὸ σιωπᾷν· καὶ τὰ
15μὲν εἰπεῖν, τὰ δὲ ἀκοῦσαι· καὶ τὰ μὲν ἐπαινέσαι, τὰ δὲ μὴ πικρῶς ἀποπέμψασθαι.
20 ΙΔʹ. Οὐκ ἴστε τὸν ἀγῶνα τὸν ἡμέτερον, ἀδελφοὶ, τῶν σοβαρῶς ἐνταῦθα προκαθεζομένων, καὶ ταῦτα νομοθετούντων ὑμῖν τοῖς πολλοῖς. Τάχα δὲ οὐδὲ ἡμῶν αὐτῶν οἱ πλείους γιγνώσκομεν (ὃ καὶ δακρύειν ἄξιον), ὅπως παρὰ Θεῷ ταλαντεύεται καὶ νόημα
25πᾶν, καὶ λόγος, καὶ πρᾶξις· καὶ οὐ παρὰ Θεῷ μόνον, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς πλείστοις· οἳ βραδεῖς μέν εἰσι τῶν ἰδίων κριταὶ, ταχεῖς δὲ τῶν ἀλλο‐ τρίων ἐξετασταὶ, καὶ ῥᾷον ἂν ἄλλοις τὰ μέγιστα, ἢ τὰ ἐλάχιστα ἡμῖν συγχωρήσαιεν· κἂν ὦσιν ἀμα‐
30θέστεροι, θᾶττον ἂν ἡμῶν ἀσέβειαν καταγνοῖεν, ἢ μετρίαν ἑαυτῶν ἄγνοιαν. Οὐκ ἴστε, πηλίκον ἐκ Θεοῦ δῶρον ἡ σιωπὴ, καὶ τὸ μὴ ἀνάγκην ἔχειν λόγου παντὸς, ὥστε κατ’ ἐξουσίαν, τὸν μὲν αἱρεῖσθαι, τὸν δὲ ἀποδιδράσκειν, καὶ ταμιεύειν ἑαυτῷ καὶ λό‐
35γον καὶ σιωπήν. Φύσει μὲν γὰρ ἅπας λόγος σαθρὸς καὶ εὐκίνητος, καὶ διὰ τὸν ἀντιμαχόμενον λόγον ἐλευθερίαν οὐκ ἔχων· ὁ δὲ περὶ Θεοῦ, τοσούτῳ μᾶλλον, ὅσῳ μεῖζον τὸ ὑποκείμενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώτερος. Καὶ τί φοβη‐
40θέντες, τί θαῤῥήσομεν; νοῦν, ἢ λόγον, ἢ ἀκοὴν, ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος; Καὶ γὰρ νοῆσαι χαλεπὸν, καὶ ἑρμηνεῦσαι ἀμήχανον, καὶ ἀκοῆς κεκαθαρμένης ἐπιτυχεῖν ἐργωδέστερον.
47ΙΕʹ. Φῶς μὲν ὁ Θεὸς, καὶ φῶς τὸ ἀκρότατον, οὗ
βραχεῖά τις ἀποῤῥοὴ, καὶ ἀπαύγασμα κάτω189

36

.

192

φθάνον, φῶς ἅπαν, κἂν ὑπέρλαμπρον φαίνηται· ἀλλ’ ὁρᾷς, γνόφον πατεῖ τὸν ἡμέτερον, καὶ ἔθετο σκότος ἀποκουφὴν αὐτοῦ, μέσον αὐτοῦ τε καὶ ἡμῶν θεὶς, ὥσπερ καὶ Μωϋσῆς πάλαι τὸ κάλυμμα
5ἑαυτοῦ τε καὶ τῆς πωρώσεως Ἰσραὴλ, ἵνα μὴ ῥᾳδίως ἴδῃ σκοτεινὴ φύσις τὸ ἀπόθετον κάλλος, καὶ ὀλίγων ἄξιον, μηδὲ ῥᾳδίως ἐπιτυχὸν, ῥᾳδίως καὶ ἀπο‐ βάλῃ διὰ τὴν εὐκολίαν τῆς κτήσεως· φῶς δὲ ὁμιλήσῃ φωτὶ, ἀεὶ πρὸς τὸ ὕψος ἕλκοντι διὰ τῆς ἐφέ‐
10σεως, καὶ νοῦς πλησιάσῃ τῷ καθαρωτάτῳ κεκαθαρ‐ μένος, καὶ τὸ μὲν ἄρτι φανῇ, τὸ δὲ ὕστερον, ἆθλον ἀρετῆς καὶ τῆς ἐντεῦθεν πρὸς αὐτὸ νεύσεως, εἴ‐ τουν ἐξομοιώσεως. Βλέπομεν γὰρ ἄρτι, φησὶ, δι’ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον
15πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ τὸ ταπεινὸν ἡμῶν ὅσον! καὶ ἡ ἐπαγγελία πηλίκη! γνῶ‐ ναι Θεὸν τοσοῦτον, ὅσον ἐγνώσμεθα. Ταῦτα Παῦλος ὁ μέγας κῆρυξ τῆς ἀληθείας, ὁ τῶν ἐθνῶν ἐν πίστει
20διδάσκαλος, ὁ τὸν πολὺν κύκλον τοῦ Εὐαγγελίου πλη‐ ρώσας, ὁ μὴ ἄλλῳ τινὶ ζῶν, ἢ Χριστῷ, ὁ μέχρι οὐ‐ ρανοῦ τρίτου φθάσας, ὁ τοῦ παραδείσου θεατὴς, ὁ ποθῶν διὰ τὴν τελειότητα τὴν ἀνάλυσιν.
27 ΙϚʹ. Καὶ Μωϋσῆς μὲν μόλις εἶδε Θεοῦ τὰ ὀπίσθια διὰ τῆς πέτρας (ἅτινα ταῦτά ἐστι, καὶ ἥτις ἡ πέτρα), καὶ ταῦτα πολλὰ δεηθεὶς, καὶ τυχὼν
30ὑποσχέσεως· πλὴν ὅτι μὴ, ὅσον ἐπόθησεν, εἶδεν, ἀλλὰ πλόεν τοῦ φαντασθέντος ἦν ὃ διέφυγεν· Μωϋσῆς, ὁ τοῦ Φαραὼ Θεὸς, ὁ τοσοῦτον ἄγων λαὸν, ὁ τηλικαύτην σημείων ἐπιδειξάμενος δύναμιν. Σὺ δὲ, τίνας ἔθρεψας ἐξ οὐρανοῦ; Ποῖον ὕδωρ ἐκ πέτρας
35δέδωκας; Ποίαν ἔῤῥηξας θάλασσαν ῥάβδῳ; Τίνα λαὸν διήγαγες ὡς διὰ ξηρᾶς τῆς ὑγρᾶς; Τίνας ἐχ‐ θροὺς κατεπόντισας; Τίνας στύλῳ πυρὸς καὶ νεφέ‐ λης ὡδήγησας; Τίνα κατεπολέμησας Ἀμαλὴκ εὐχῇ, καὶ χειρῶν ἐκτάσει, καὶ τῷ σταυρῷ προτυπουμένῳ
40πόῤῥωθεν μυστικῶς, ἵν’ ᾖ σοι συμφορὰ τὸ μὴ τε‐ λείως καταλαβεῖν Θεὸν, καὶ διὰ τοῦτο πάντα δονῆται, καὶ ἄνω καὶ κάτω φέρηται; Ἐπεὶ δὲ Μωϋσέως ἐμνήσθην, οὐκ ἔμαθες ἐντεῦθεν χαρίσμα‐ τος ἀκολουθίαν καὶ νόμον τάξεως; Εἰ μὲν εἶ Μωϋσῆς,
45καὶ τῆς νεφέλης εἴσω χώρησον, καὶ λάλει Θεῷ,
καὶ φωνῆς ἄκουε, καὶ δέξαι νόμον, καὶ νομοθέ‐191

36

.

193

τησον. Εἰ δὲ Ἀαρὼν, συνανάβηθι μὲν, ἀλλὰ τῆς νεφέλης ἔξω στῆθι πλησίον. Εἰ δὲ Ἰθάμαρ τις, ἢ Ἐλεάζαρ, καὶ τρίτος ἀπὸ Μωϋσέως, ἢ τῆς γερουσίας τις καὶ τῶν Ἑβδομήκοντα, ἔτι πόῤῥωθεν στῆθι, κἂν
5τῇ στάσει τὸ τρίτον ἔχων. Εἰ δὲ τοῦ λαοῦ καὶ τῶν πολλῶν εἷς, οὐ προσίεταί σε τὸ ὄρος, οὗ κἂν θηρίον θίγῃ, λιθοβοληθήσεται. Κάτω μεῖνον, καὶ μόνης ἄκουε τῆς φωνῆς, καὶ ταύτης, ἁγνίσας σεαυ‐ τὸν καὶ καθάρας, ὡς διατέταξαι.
13 ΙΖʹ. Καὶ ἵνα σε παιδεύσω διὰ πλειόνων, τίς τῶν ἱερέων ἐτελείου τὰς χεῖρας; Μωϋσῆς. Τίς τῶν τε‐
15λειουμένων ὁ πρῶτος; Ἀαρών. Καὶ ἔτι πρὸ τούτων, τίς τὰ πρὸς Θεὸν ἦν; Καὶ τίς ἀντὶ φωνῆς τῷ λαῷ; Εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων εἰσῄει τίς, πλὴν ἑνός; Ἀεὶ δὲ οὗτος; Οὐδαμῶς· ἀλλ’ ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ ἦν ὅτε. Ἔφερον δὲ τὴν σκηνὴν τίνες, πλὴν τῶν
20Λευϊτῶν; Καὶ οὗτοι, καθὼς διετέτακτο, οἱ μὲν τὰ τιμιώτερα ταύτης, οἱ δὲ τὰ δεύτερα, καθὼς ἡ τῶν φερόντων ἀξία; Ἐπεὶ δὲ καὶ φυλάσσεσθαι ταύτην ἔδει, ἐφύλασσον τίνες, καὶ πῶς, Οἱ μὲν τόδε τὸ κλίτος, οἱ δὲ τόδε· καὶ οὐδὲ ἀόριστον, οὐδὲ ἄτακτον, οὐδὲ
25τῶν ἐλαχίστων. Ἡμεῖς δὲ ἂν μικροῦ δοξαρίου τύχω‐ μεν, ἢ οὐδὲ τούτου πολλάκις, ἀλλ’ ὡς ἔτυχεν, ἢ δύο, ἢ τρία ῥήματα τῆς Γραφῆς ἐκμελετήσω‐ μεν, καὶ ταῦτα περικεκομμένως καὶ ἀνοήτως (τοῦτο ἐκεῖνο, ἡ αὐθημερινὴ σοφία, καὶ ὁ ἐν Χαλάνῃ
30πύργος, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν)· καὶ ἀπο‐ νοηθῆναι δεῖ κατὰ Μωϋσέως, καὶ γενέσθαι Δαθὰν καὶ Ἀβειρὼν τοὺς ὑβριστὰς καὶ ἀθέους. Ὧν φύγω‐ μεν τὴν αὐθάδειαν, καὶ μηδὲ τὴν ἀπόνοιαν μιμησώ‐ μεθα, μηδὲ τὸ τέλος δεξώμεθα.
37 ΙΗʹ. Βούλει δὲ καὶ ἄλλην σοι παραστήσω τάξιν, καὶ ταύτην ἐπαινετὴν, καὶ ταύτην ἀξίαν τῆς εἰς τὸ παρὸν μνήμης, καὶ νουθεσίας; Ὁρᾷς τῶν Χριστοῦ
40μαθητῶν, πάντων ὄντων ὑψηλῶν, καὶ τῆς ἐκλογῆς ἀξίων, ὁ μὲν Πέτρα καλεῖται, καὶ τοὺς θεμελίους τῆς Ἐκκλησίας πιστεύεται, ὁ δὲ ἀγαπᾶται πλέον, καὶ ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ ἀναπαύεται, καὶ φέ‐ ρουσιν οἱ λοιποὶ τὴν προτίμησιν. Ἀναβῆναι δὲ εἰς τὸ
45ὄρος δεῆσαν, ἵνα τῇ μορφῇ λάμψῃ, καὶ τὴν θεότητα παραδείξῃ, καὶ γυμνώσῃ τὸν ἐν τῇ σαρκὶ κρυπτό‐ μενον, τίνες συναναβαίνουσιν (οὐ γὰρ πάντες ἐπόπ‐ ται τοῦ θαύματος); Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ πρὸ τῶν ἄλλων καὶ ὄντες καὶ ἀριθμού‐

36

.

193

(50)

μενοι. Παρεῖναι δὲ ἀγωνιῶντι, καὶ ἀναχωροῦντι μι‐193

36

.

196

κρὸν πρὸ τοῦ πάθους, καὶ εὐχομένῳ, τίνες; Οἱ αὐτοὶ πάλιν. Αὕτη μὲν ἡ τοῦ Χριστοῦ προτίμησις. Ἡ λοιπὴ δὲ εὐκοσμία καὶ τάξις, ὅση; Τὸ μὲν Πέτρος ἐρωτᾷ, τὸ δὲ Φίλιππος, τὸ δὲ Ἰούδας, τὸ δὲ Θωμᾶς,
5τὸ δὲ ἄλλος τις, καὶ οὐδὲ τὸ αὐτὸ πάντες, οὐδὲ τὰ πάντα εἷς, ἀλλ’ ἕκαστος ἐν μέρει, καὶ καθ’ ἕν. Οὗ‐ περ ἕκαστος ἔχρῃζεν, εἴποις ἄν; Ἀλλ’ ἐκεῖνό γε, τί σοι φαίνεται; Βούλεταί τι Φίλιππος εἰπεῖν, καὶ οὐ θαῤῥεῖ μόνος, ἀλλὰ καὶ Ἀνδρέαν προσλαμβάνει.
10Χρῄζει πυθέσθαι τι Πέτρος, καὶ Ἰωάννην προβάλλε‐ ται διὰ νεύματος. Ποῦ τὸ αὐστηρὸν ἐνταῦθα; Ποῦ δὲ τὸ φίλαρχον; Πῶς ἂν μᾶλλον ἔδειξαν ὄντες μαθη‐ ταὶ Χριστοῦ, τοῦ πράου καὶ ταπεινοῦ τὴν καρδίαν, καὶ δούλου δι’ ἡμᾶς τοὺς αὐτοῦ δούλους, καὶ πᾶσαν
15τῷ Πατρὶ τὴν δόξαν ἐν πᾶσιν ἀναπέμποντος, ἵν’ ἡμῖν δῷ τύπον εὐταξίας καὶ μετριότητος; Ἣν τοσοῦτον τιμᾷν ἀπέχομεν, ὥστε ἀγαπῴην ἂν, εἰ μὴ καὶ θρα‐ σύτεροι πάντων εἴημεν, οἵ γε περὶ μεγίστων κἂν τοῖς μεγίστοις ταύτην ἐπιδεικνύμεθα.
25 ΙΘʹ. Οὐκ οἶσθα, ὅτι τὸ ταπεινὸν, οὐκ ἐν τοῖς μι‐ κροῖς κρίνεται τοσοῦτον (γένοιτο γὰρ ἂν καὶ δι’ ἔν‐ δειξιν καὶ ψευδῆ μόρφωσιν ἀρετῆς), ὅσον ἐν τοῖς μείζοσι δοκιμάζεται; Καὶ ταπεινόφρων ἐμοὶ, οὐχ ὅστις περὶ ἑαυτοῦ μικρὰ διαλέγεται, καὶ τοῦτο πρὸς
30ὀλίγους, καὶ ὀλιγάκις, οὐδ’ ὅστις ταπεινῶς προσαγο‐ ρεύει τὸν ἀτιμότερον, ἀλλ’ ὅστις μετρίως περὶ Θεοῦ φθέγγεται· καὶ τὰ μὲν εἰπεῖν οἶδε, τὰ δὲ κατέχειν, τῶν δὲ ὁμολογεῖν τὴν ἄγνοιαν, καὶ παραχωρεῖ τοῦ λόγου τῷ πιστευθέντι, καὶ εἶναί τινα πνευματι‐
35κώτερον δέχεται, καὶ διαβεβηκότα μᾶλλον ἐν θεωρίᾳ. Αἰσχρὸν γὰρ ἐσθῆτος μὲν καὶ διαίτης, μὴ τὴν ὑψηλοτέραν αἱρεῖσθαι, ἀλλὰ τὴν εὐτελεστέραν, καὶ τύλοις γονάτων, καὶ δακρύων πηγαῖς, ἔτι δὲ νη‐ στείαις, καὶ ἀγρυπνίαις, καὶ χαμευνίαις, κόπῳ καὶ
40πᾶσιν ὑπωπιασμοῖς τὸ ταπεινὸν ἐπιδείκνυσθαι, καὶ τὴν τῆς ἰδίας ἀσθενείας συναίσθησιν· αὐτοκρά‐ τορα δὲ εἶναι καὶ τύραννον ἐν τοῖς περὶ Θεοῦ λόγοις, καὶ μηδενὶ τὸ παράπαν ὑφίεσθαι, καὶ τὴν ὀφρὺν αἴ‐ ρειν ὑπὲρ πάντα νομοδιδάσκαλον· ἔνθα τὸ ταπεινὸν
45μετὰ τῆς εὐδοξίας ἔχει καὶ τὴν ἀσφάλειαν. Κʹ. Τί οὖν; σιωπησόμεθα περὶ Θεοῦ, καὶ τοῦτο κελεύεις (ὑπέκρουέ τις τῶν θερμοτέρων); Καὶ περὶ τίνος μᾶλλον, ἢ τούτου φθεγξόμεθα; Καὶ ποῦ θήσομεν τὸ, Διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ

36

.

196

(50)

στόματί μου· καὶ, Εὐλογήσω τὸν Κύριον ἐν παντὶ195

36

.

197

καιρῷ· καὶ, Ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου· καὶ, Ἰδοὺ, τὰ χείλη μου οὐ μὴ κωλύσω· καὶ τοιαῦτα ἐρεῖ μεμελετημένα, καὶ ὡρισμένα ῥή‐ ματα; Πρὸς ὃν δεῖ πράως καὶ μὴ χαλεπῶς ἀπαντῆ‐
5σαι τοῖς λόγοις, ἐντεῦθεν διδάσκοντας εὐταξίαν. Οὐ σιωπᾷν διακελεύομαι, ὦ σοφώτατε, ἀλλὰ μὴ φι‐ λονείκως ἵστασθαι· οὐ κρύπτειν τὴν ἀλήθειαν, ἀλλὰ μὴ διδάσκειν παρὰ τὸν νόμον. Ἐγὼ πρῶτος τῶν ἐπαινούντων εἰμὶ σοφίαν, κἀν τοῖς θείοις λόγοις ἀσχο‐
10λουμένων, ἢ ἀσχολεῖσθαί γε βουλομένων· καὶ μή ποτε πρὸ ταύτης τι θείην τῆς ἀσχολίας, μηδὲ ταλαί‐ πωρος ὑπ’ αὐτῆς ἀκούσαιμι τῆς Σοφίας, ὡς σοφίαν καὶ παιδείαν ἐξουθενῶν. Φεύγω δ’ ὅμως τὸ ἄμετρον, καὶ κολάζω τὴν ἀπληστίαν· καὶ ἀργὸς εἶναι
15μᾶλλον τοῦ δέοντος, ἢ περίεργος δέχομαι, ἂν μὴ ἀμφότερα διαφεύγειν ἐξῇ, καὶ τοῦ μετρίου τυγχάνειν· καὶ δειλότερος μᾶλλον τοῦ δέοντος, ἢ θρασύτερος. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ κωλύοντά με τροφῆς ἀμετρίαν, καὶ καθόλου τροφὴν
20κωλύειν κατῃτιῶ· ἢ καὶ τυφλότητα ἐπαινεῖν, σω‐ φρόνως ὁρᾷν εἰσηγούμενον.
25 ΚΑʹ. Εἰ ἔστι σοι λόγος συνέσεως, ἀποκρί‐ θητι, φησὶ, καὶ οὐδεὶς ὁ κωλύσων· εἰ δὲ μὴ, δε‐ σμὸς κείσθω σοῖς χείλεσι. Πόσῳ μᾶλλον ἁρμόζει τοῦτο τοῖς εἰς τὸ διδάσκειν ἑτοίμοις; Εἰ μὲν ἔστι σοι καιρὸς, δίδαξον· εἰ δὲ μὴ, τὴν γλῶσσαν πεδήσας,
30λῦσον τὴν ἀκοήν. Μελέτα μὲν ἐν τοῖς θείοις, ἀλλ’ εἴσω τῶν ὅρων μένων. Φθέγγου μὲν τὰ τοῦ Πνεύμα‐ τος, καὶ, εἰ δυνατὸν, μηδ’ ἄλλο τι· καὶ φθέγγου μᾶλλον ἢ ἀνάπνει (καλὸν γὰρ τοῦτο καὶ ἔνθεον, τῇ μνήμῃ τῶν θείων, ἀεὶ κεντρίζεσθαι πρὸς Θεόν),
35ἀλλ’ ἃ προσετάχθης διανοούμενος. Μὴ περιεργάζου Πατρὸς φύσιν, Υἱοῦ μονογενοῦς οὐσίωσιν, Πνεύματος δόξαν καὶ δύναμιν, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα καὶ λαμπρότητα, τὴν ἀμέριστον καὶ φύσιν, καὶ ὁμολογίαν, καὶ δόξαν, καὶ τῶν πεπιστευκότων
40ἐλπίδα. Ἔχου τῶν συντρόφων ῥημάτων· ὁ λόγος ἔστω τῶν σοφωτέρων. Ἀρκεῖ σοι τὸν θεμέλιον ἔχειν· ἐποικοδομείτω δὲ ὁ τεχνίτης. Ἀρκεῖ τῷ ἄρτῳ τὴν καρδίαν στηρίζεσθαι· τὰ ὄψα δὲ τοῖς πλουσίοις συγ‐ χώρησον. Οὐδεὶς κρίνει σε, μὴ τρέφοντα πολυτελῶς,
45τῶν νοῦν ἐχόντων· ἀλλ’ ἐὰν μὴ παραθῇς ἅρτον, μη‐ δὲ ποτίσῃς ὕδωρ, εἴτουν μαθητὴν Χριστοῦ, εἴτε ἄλλον τινὰ μέχρι τούτων δυνάμενος. Μὴ ἴσθι ταχὺς ἐν λόγοις, ἡ σοφία διακελεύεταί σοι· μὴ συμπαρ‐
εκτείνου, πένης ὢν, πλουσίῳ, μηδὲ ζήτει τῶν σοφῶν197

36

.

200

εἶναι σοφώτερος. Σοφία, καὶ τὸ γινώσκειν ἑαυτὸν, ἀλλὰ μὴ ὑπεραίρεσθαι, μηδὲ ταυτὸν ταῖς φωναῖς πά‐ σχειν, αἳ παντελῶς ἐκλείπουσιν, ἐὰν ὑπερφωνῶνται δι’ ἀμετρίαν. Κρεῖττον ὄντα σοφὸν, ὑφίεσθαι δι’ ἐπι‐
5είκειαν, ἢ ἀμαθῶς ἔχοντα διὰ θράσος ὑπερεκτείνε‐ σθαι. Τὸ τάχος ἔστω σοι μέχρι τῆς ὁμολογίας, εἴ ποτε ταύτην ἀπαιτηθείης· τὸ δὲ ὑπὲρ ταύτην εἶναι δειλότερος. Ἐκεῖ μὲν γὰρ ἡ βραδυτὴς, ἐνταῦθα δὲ ἡ ταχυτὴς ἔχει τὸν κίνδυνον.
15 ΚΒʹ. Τί σοι δεινὸν, ἐὰν μὴ πᾶσι λόγοις ἐνδυναστεύ‐ σῃς, καὶ τὴν προεδρίαν ἔχῃς ἐπὶ παντὸς προβλήμα‐ τος, ἢ ζητήματος, ἀλλ’ ἕτεροί σου φανῶσιν, ἢ σοφώ‐ τεροι, ἢ θρασύτεροι; Τῷ Θεῷ χάρις. ὅτι καὶ τὰ ἐξαί‐ ρετα δίδωσι, καὶ διὰ τῶν κοινῶν, σώζειν ἐπίσταται.
20Καὶ τοῦτο οὑ περὶ λόγους μόνον τὸ θαῦμα, ἀλλὰ καὶ περὶ τὴν δημιουργίαν αὐτὴν, εἴ ποτε κατενόησας. Οὔτε ἐν τοῖς κτίσμασι τὰ πρωτεῖά τινών ἐστιν, ἀλλὰ πάντων, καὶ κοινὴ χάρις τοῦ ἑνὸς πλάσματος· οὔτε ἐν τῇ πίστει τὰ σώζοντα τῶν δυνατωτέρων, ἀλλὰ
25τῶν βουλομένων. Τί κάλλιον ἀέρος, πυρὸς, ὕδατος, γῆς, ὑετῶν, καρπῶν ἡμέρων τε καὶ ἀγρίων, στέγης, ἐνδύματος; Τούτων ἡ μετουσία κοινὴ, τῶν μὲν καὶ παντάπασι, τῶν δὲ μετρίως· καὶ οὐδεὶς οὕτω τύραν‐ νος, ὥστε μόνος ἀπολαῦσαι τῆς κοινῆς χάριτος. Ἀνα‐
30τέλλει τὸν ἥλιον ὁμοτίμως, βρέχει πλουσίοις καὶ πέ‐ νησι· κοινὴ νυκτὸς καὶ ἡμέρας ἐναλλαγὴ, κοινὸν δῶ‐ ρον ὑγίεια, κοινὸς ὅρος ζωῆς, κοινὸν μέτρον καὶ χάρις σώματος, κοινὸν αἰσθήσεων δύναμις· τάχα δὲ καὶ πλεῖον ὁ πένης ἔχει, τὸ ἐπὶ τούτοις πλεῖον
35εὐχαριστεῖν, καὶ ἀπολαύειν ἥδιον τῶν κοινῶν, ἢ τῶν ἐκ περιουσίας οἱ δυνατώτεροι. Ταῦτα μὲν οὖν κοινὰ, καὶ ὁμότιμα, καὶ Θεοῦ δικαιοσύνης γνωρίσματα· ὁ χρυσὸς δὲ, καὶ οἱ διαφανεῖς λίθοι καὶ ἀγαπώμενοι, καὶ τῆς ἐσθῆτος ὅση μαλακὴ καὶ περίεργος, καὶ ἡ
40φλεγμαίνουσα καὶ ἐκμαίνουσα τράπεζα, καὶ τὰ περιττὰ τῆς κτήσεως, ὁ πόνος τῶν κεκτημένων, ὀλίγων ἐστὶν ἐγκαλλωπίσματα.
47 ΚΓʹ. Τοῦτο καὶ περὶ τὴν πίστιν ἐγὼ θεωρῶ. Κοι‐ νὰ, νόμος, προφῆται, Διαθῆκαι, λόγια Διαθηκῶν, χά‐ ρις, παιδαγωγία, τελείωσις, πάθη Χριστοῦ, καινὴ

36

.

200

(50)

κτίσις. ἀπόστολοι, Εὐαγγέλια, διαμονὴ Πνεύματος,199

36

.

201

πίστις, ἐλπὶς, ἀγάπη εἰς Θεόν τε καὶ ἐκ Θεοῦ, καὶ οὐ πρὸς μέτρον, ὡς ἡ τοῦ μάννα ποτὲ δωρεὰ τῷ ἀχα‐ ρίστῳ Ἰσραὴλ καὶ ἀγνώμονι· ἀλλὰ καθ’ ὅσον ἕκα‐ στος βούλεται, ἀνάβασις, ἔλλαμψις, ὀλίγη μὲν ἡ ἐν‐
5τεῦθεν, τρανοτέρα δὲ ἡ ἐλπιζομένη· τὸ μέγιστον, ἡ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐπίγνω‐ σις, καὶ ὁμολογία τῆς πρώτης ἡμῶν ἐλπίδος. Τούτων τί μεῖζον; τί δαὶ κοινότερον; Τὰ δὲ ὑπὲρ ταῦτα, κἂν τῷ σπανίῳ τὸ τιμιώτερον ἔχῃ, ἀλλὰ τῷ γε ἀναγκαίῳ
10τὸ δεύτερον· ὧν γὰρ ἄνευ τὸ εἶναι Χριστιανὸν οὐχ οἷόν τε, ταῦτα τῶν ὀλίγοις ἐφικτῶν χρησιμώ‐ τερα.
15 ΚΔʹ. Ὁ μέν τις πλουτεῖ θεωρίᾳ, καὶ ὑπὲρ τοὺς πολλοὺς αἴρεται, καὶ πνευματικὰ συγκρίνει πνευμα‐ τικοῖς, καὶ ἀπογράφεται τρισσῶς, ἐπὶ τὸ πλά‐ τος τῆς καρδίας, τὸν πάντας οἰκοδομοῦντα λό‐ γον, καὶ τὸν πολλοὺς, καὶ τὸν τινὰς ἀντὶ πλειόνων ἢ
20πάντων, καὶ οὐκ ἀνέχεται πένης ὢν, καὶ ἐμβα‐ τεύει τοῖς βάθεσιν. Ἀνίτω, καὶ ὁδηγείσθω, καὶ ὑπὸ τοῦ νοῦ φερέσθω, καὶ, εἰ βούλεται, μέχρις οὐρανοῦ τρίτου, κατὰ τὸν Παῦλον· μόνον σὺν λόγῳ καὶ ἐπι‐ στήμῃ, καὶ μὴ καταπιπτέτω διὰ τὴν ἔπαρσιν, μηδὲ
25πτεροῤῥυείτω διὰ τὸ ὕψος τῆς πτήσεως. Τίς φθόνος ἐπαινετῆς ἀναβάσεως; Καὶ τί πτῶμα τοιοῦτο, οἷον ἐπάρσει περιπαρῆναι, καὶ μὴ γνῶναι τῆς ἀνθρω‐ πίνης ἀνανεύσεως τὴν ταπείνωσιν, καὶ ὅσον ἔτι λείπεται τοῦ ἀληθινοῦ ὕψους ὁ πάντων ἀνώτα‐
30τος;
33 ΚΕʹ. Ὁ δὲ ὀλίγος ἐστὶ τὴν διάνοιαν, καὶ πένης τὴν γλῶτταν, καὶ οὐκ οἶδε λόγων στροφὰς, ῥήσεις
35τε σοφῶν καὶ αἰνίγματα, καὶ τὰς Πύῤῥωνος ἐνστά‐ σεις, ἢ ἐφέξεις, ἢ ἀντιθέσεις, καὶ τῶν Χρυσίππου συλλογισμῶν τὰς διαλύσεις, ἢ τῶν Ἀριστοτέλους τε‐ χνῶν τὴν κακοτεχνίαν, ἢ τῆς Πλάτωνος εὐγλωτ‐ τίας τὰ γοητεύματα, οἳ κακῶς εἰς τὴν Ἐκκλησίαν
40ἡμῶν εἰσέφησαν, ὥσπερ Αἰγυπτιακαί τινες μά‐ στιγες. Ἔχει καὶ οὗτος ὅθεν σωθῇ. Καὶ διὰ τίνων ῥημάτων; Οὐδὲν τῆς χάριτος πλουσιώτερον. Οὐ‐ δὲν δεῖ σοι, φησὶν, εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ἵν’ ἐκεῖθεν ἑλκύσῃς Χριστόν· οὐδὲ εἰς τὴν ἄβυσσον
45κατελθεῖν, ἵν’ ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀνασπά‐ σῃς, ἢ τὴν πρώτην πολυπραγμονῶν φύσιν, ἢ τὴν τελευταίαν οἰκονομίαν. Ἐγγύς σου, φησὶ, τὸ ῥῆμά ἐστιν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρὸν,
καὶ ἡ γλῶσσα· ἡ μὲν πιστεύουσα, ἡ δὲ ὁμολογοῦσα.201

36

.

204

Τί τούτου συντομώτερον τοῦ πλούτου; τί ταύτης τῆς δωρεᾶς εὐκολώτερον; Ὁμολόγησον Ἰησοῦν Χρι‐ στὸν, καὶ πίστευσον, ὅτι ἐκ νεκρῶν ἐγήγερ‐ ται, καὶ σωθήσῃ. Δικαιοσύνη μὲν γὰρ, καὶ τὸ πιστεῦ‐
5σαι μόνον· σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμο‐ λογῆσαι, καὶ προσθεῖναι τῇ ἐπιγνώσει τὴν παῤῥη‐ σίαν. Σὺ μεῖζόν τι σωτηρίας ζητεῖς, τὴν ἐκεῖ‐ θεν δόξαν τε καὶ λαμπρότητα· ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον, καὶ τὰς ἐκεῖθεν φυγεῖν βασάνους. Σὺ βα‐
10δίζεις τὴν ἀτριβῆ καὶ ἀπρόσιτον· ἐγὼ τὴν τετριμ‐ μένην, καὶ ἣ πολλοὺς ἔσωσεν.
13 ΚϚʹ· Οὐδὲν ἂν ἦν τῆς πίστεως ἡμῶν, ἀδελφοὶ, ἀδικώτερον, εἴ γε εἰς τοὺς σοφοὺς ἔπιπτε μόνον,
15καὶ τοὺς περιττοὺς ἐν λόγῳ, καὶ ταῖς λογικαῖς ἀπο‐ δείξεσι· τοὺς πολλοὺς δὲ ἔδει, καθάπερ χρυσοῦ, καὶ ἀργύρου, καὶ τῶν ἄλλων, ὁπόσα τίμια κάτω, καὶ περισπούδαστα τοῖς πολλοῖς, οὕτω δὴ καὶ ταύ‐ της ἀποτυγχάνειν· καὶ τὸ μὲν ὑψηλόν τε καὶ εἰς
20ὀλίγους φθάνον, φίλον ἦν Θεῷ καὶ οἰκεῖον· τὸ δὲ ἐγ‐ γυτέρω, καὶ τοῖς πολλοῖς ἐφικτὸν, ἀπόπτυστον καὶ ἀπόβλητον. Οὐδὲ γὰρ τῶν ἀνθρώπων οἱ μετριώτεροι τοῦτο πάθοιεν ἂν, ὥστε μὴ τὰς κατὰ δύναμιν ἀπαι‐ τεῖν τιμὰς, ἀλλὰ χαίρειν μόνον ταῖς προεχούσαις,
25μήτιγε δὴ Θεός· οὗ πολλῶν ὄντων ἐφ’ οἷς θαυμάζεται, οὐδὲν οὕτως, ὡς τὸ πάντας εὐεργετεῖν, ἰδιώτατον. Μὴ ἀτίμαζε τὸ εἰωθὸς, μὴ θήρευε τὸ καινὸν, ἵν’ εὐ‐ δοκιμήσῃς ἐν τοῖς πλείοσι. Κρείσσων μι‐ κρὰ μερὶς μετὰ ἀσφαλείας, ἢ μεγάλη μετὰ σαθρό‐
30τητος, παιδευέτω σε τῇ συμβουλῇ Σολομών· καὶ, Κρείσσων ἄπορος πορευόμενος ἐν ἁπλότητι αὐτοῦ (μία καὶ αὕτη τῶν παροιμιῶν σοφῶς ἔχουσα), ὁ πένης ἐν λόγῳ καὶ γνώσει, καὶ τοῖς ἁπλοῖς ῥήμα‐ σιν ἐπερειδόμενος, καὶ ἐπὶ τούτων ὥσπερ ἐπὶ λε‐
35πτῆς σχεδίας διασωζόμενος, ὑπὲρ στρεβλόχειλον ἄφρονα, τὸν ἀποδείξει λόγου θαῤῥοῦντα σὺν ἀμαθίᾳ, καὶ κενοῦντα τὸν σταυρὸν τοῦ Χριστοῦ, πρᾶγμά τι λόγου κρεῖττον, διὰ τῆς ἐν λόγοις δυνάμεως, ἔνθα τὸ ἀσθενὲς τῆς ἀποδείξεως, τῆς ἀληθείας ἐστὶν ἐλάτ‐
40τωσις.
43 ΚΖʹ. Τί πρὸς οὐρανὸν ἀνίπτασαι, πεζὸς ὤν; Τί πύργον οἰκοδομεῖς, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων;
45Τί καὶ σὺ μετρεῖς τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακὶ, στοιχεῖα με‐ γάλα, καὶ μόνῳ μετρητὰ τῷ ποιήσαντι; Γνῶθι σαυ‐ τὸν πρῶτον· τὰ ἐν χερσὶ κατανόησον· τίς εἶ, καὶ
πῶς ἐπλάσθης, καὶ πῶς συνέστης, ἵν’ εἰκὼν ᾖς203

36

.

205

Θεοῦ, καὶ τῷ χείρονι συνδεθῇς, καὶ τί τὸ κινῆσάν σε, τίς ἡ περὶ σὲ σοφία καὶ τί τῆς φύσεως τὸ μυστή‐ ριον· πῶς μετρῇ τόπῳ, καὶ νοῦς οὐχ ὁρίζεται, ἀλλ’ ἐν ταυτῷ μένων πάντα ἐπέρχεται· πῶς ὄψις
5ὀλίγη, καὶ ἐπιπλεῖστον φθάνουσα, καὶ πότερον πα‐ ραδοχή τίς ἐστι τοῦ ὀφθέντος, ἢ πρὸς ἐκεῖνο διά‐ βασις· πῶς τὸ αὐτὸ καὶ κινεῖ, καὶ κινεῖται, διὰ βουλήσεως κυβερνώμενον· τίς δαὶ παῦλα κινήσεως· τίς ὁ τῶν αἰσθήσεων μερισμὸς, καὶ πῶς διὰ τούτων
10ὁ νοῦς ὁμιλεῖ τοῖς ἔξω, καὶ τὰ ἔξωθεν παραδέ‐ χεται· πῶς ἀναλαμβάνει τὰ εἴδη· καὶ τίς ἡ τήρησις τοῦ ἀναληφθέντος, ἢ μνήμη· καὶ τίς ἡ τοῦ ἀπελ‐ θόντος ἀνάληψις, ἢ ἀνάμνησις· πῶς λόγος νοῦ γέν‐ νημα, καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοῒ, καὶ πῶς λόγῳ
15νόημα διαδίδοται· πῶς τρέφεται διὰ ψυχῆς σῶμα, καὶ πῶς ψυχὴ διὰ σώματος κοινωνεῖ πάθους· πῶς πήγνυσι φόβος, καὶ λύει θάρσος, καὶ συ‐ στέλλει λύπη, καὶ διαχεῖ ἡδονὴ, καὶ τήκει φθόνος, καὶ μετεωρίζει τῦφος, καὶ κουφίζει ἐλπίς· πῶς ἐκ‐
20μαίνει θυμὸς, καὶ αἰδὼς ἐρυθραίνει δι’ αἵματος, ὁ μὲν ζέσαντος, ἡ δὲ ἀναχωρήσαντος· καὶ πῶς οἱ χα‐ ρακτῆρες τῶν παθῶν ἐν τοῖς σώμασι· τίς ἡ τοῦ λογισμοῦ προεδρία, καὶ πῶς πᾶσι τούτοις ἐπιστατεῖ καὶ ἡμεροῖ τὰ τῶν παθῶν κινήματα· πῶς αἵματι
25κρατεῖται καὶ πνοῇ τὸ ἀσώματον· καὶ πῶς ἡ τού‐ των ἔκλειψις, ψυχῆς ἐστιν ἀναχώρησις. Ταῦτα, ἢ τούτων τι κατανόησον, ὦ ἄνθρωπε· οὔπω γὰρ λέγω φύσιν, ἢ κίνησιν οὐρανοῦ, καὶ τάξιν ἀστέρων, καὶ μίξιν στοιχείων, καὶ ζώων διαφορὰς, καὶ δυνάμεων
30οὐρανίων ὑποβάσεις καὶ ὑπερθέσεις, καὶ πάντα εἰς ὅσα ὁ δημιουργικὸς λόγος καταμερίζεται, καὶ λόγους προνοίας καὶ διοικήσεως· καὶ τότε οὔπω λέγω, Θάῤῥησον· ἀλλ’, Ἔτι φοβήθητι προσβῆναι τοῖς ὑψηλοτέροις, καὶ τοῖς μᾶλλον ὑπὲρ τὴν σὴν δύ‐
35ναμιν.
39ΚΗʹ. Μάλιστα μὲν γὰρ, γυμνασία τῆς περὶ
40τὰ μείζω φιλονεικίας, ἅπας λόγος δύσερις καὶ φιλό‐ τιμος· καὶ δεῖ, καθάπερ τοὺς παῖδας πλάττο‐ μεν ἐν τοῖς πρώτοις ἤθεσιν, ἵνα τὴν ὕστερον μοχθη‐ ρίαν φύγωσιν· οὕτω δὴ καὶ τῷ λόγῳ, μηδὲ περὶ τὰ μικρὰ φαίνεσθαι θρασὺν καὶ ἀπαίδευτον, ἵνα μὴ
45περὶ τὰ μείζω τῇ μελέτῃ καταχρησώμεθα. Ῥᾷον γὰρ ἀπ’ ἀρχῆς μὴ ἐνδοῦναι κακίᾳ, καὶ προσιοῦσαν διαφυγεῖν, ἢ προβαίνουσαν ἀνακύψαι καὶ φανῆναι ταύτης ἀνώτερον· ὥσπερ καὶ πέτραν ἀπ’ ἀρ‐ χῆς ἐρεῖσαι καὶ κατασχεῖν, ἢ φερομένην ἀνώσα‐

36

.

205

(50)

σθαι. Εἰ δὲ ἀπληστότερος εἶ, καὶ κατέχειν τὴν205

36

.

208

νόσον ἀδυνατεῖς, ταῦτα μελέτα, ἐν τούτοις ἴσθι· κενούσθω σοι τὸ φιλότιμον ἐν τοῖς ἀκινδύ‐ νοις.
7 ΚΘʹ. Οὐ δέχῃ τοῦτο, οὐδὲ ἡ γλῶσσά σου χαλινὸν ἔχει, οὐδὲ κρείττων εἶ τῆς φορᾶς, δεῖ δὲ ἀπονοεῖ‐ σθαι πάντως, καὶ ταῖς πρώταις δυνάμεσι μὴ ὑφ‐
10ίεσθαι, εἴπερ μὴ κἀκείναις μέτρον ἐστὶ τῆς γνώσεως, καὶ πλέον εἶναι μέγαν, ἢ ὅσον συμ‐ φέρον· σὺ δὲ μὴ κατακρίνῃς τὸν ἀδελφὸν, μηδὲ τὴν δειλίαν ἀσέβειαν ὀνομάσῃς, μηδὲ ἀπέλθῃς προ‐ πετῶς καταγνοὺς, ἢ ἀπογνοὺς, ὁ τὴν ἐπιεί‐
15κειαν ὑπισχνούμενος. Ἀλλ’ ἐνταῦθά μοι φάνηθι ταπεινὸς, ἕως ἔξεστιν· ἐνταῦθα τὸν ἀδελφὸν προτί‐ μησον, μὴ μετὰ τῆς σεαυτοῦ βλάβης, ἔνθα τὸ κατα‐ κρῖναι καὶ ἀτιμάσαι, ἐκβαλεῖν ἐστι Χριστοῦ καὶ τῆς μόνης ἐλπίδος, καὶ τὸν λανθάνοντα σῖτον, καὶ
20σῖτον ἴσως σου τιμιώτερον συνεκκόψαι τοῖς ζιζα‐ νίοις. Ἀλλὰ τὸ μὲν, ἐκεῖνον διόρθωσαι, καὶ τοῦτο πράως καὶ φιλανθρώπως, μὴ ὡς ἐχθρὸς, μηδὲ ὡς ἀπότομος ἱατρὸς, μηδὲ ὡς ἓν τοῦτο μόνον εἰ‐ δὼς τὴν καῦσιν καὶ τὴν τομήν· τὸ δὲ, σεαυτοῦ κα‐
25τάγνωθι. καὶ τῆς ἀσθενείας τῆς σῆς. Τί γὰρ εἰ λη‐ μῶν. ἢ ἄλλο τι πάσχων τὰς ὄψεις, ἀμυδρὸν βλέπεις τὸν ἥλιον; Τί δαὶ εἰ στρέφεσθαί σοι τὸ πᾶν δοκεῖ, ναυτιῶντι τυχὸν, ἢ μεθύοντι, καὶ τὴν σὴν ἄγνοιαν ἑτέρων ὑπολαμβάνεις; Πολλὰ δεῖ στρα‐
30φῆναι καὶ παθεῖν, πρὶν ἄλλου καταγνῶναι δυσσέ‐ βειαν.
34Λʹ. Οὐκ ἔστιν ἴσον φυτὸν ἐκτεμεῖν, ἢ ἄνθος τι
35τῶν προσκαίρων, καὶ ἄνθρωπον. Εἰκὼν εἶ Θεοῦ, καὶ εἰκόνι Θεοῦ διαλέγῃ, καὶ κρίνῃ αὐτὸς ὁ κρί‐ νων· καὶ κρίνεις ἀλλότριον οἰκέτην, καὶ ὃν ὁ ἄλλος οἰκονομεῖ. Οὕτω δοκίμαζε τὸν ἀδελφόν σου, ὡς καὶ αὐτὸς ἐν τοῖς αὐτοῖς μέτροις κρινόμενος. Διὰ τοῦτο
40μὴ ταχέως τέμῃς, μηδὲ ἀλλοτριώσῃς τὸ μέλος, ἄδη‐ λον, εἰ μὴ διὰ τούτου προσλυμανῇ τι τῷ ὑγιαί‐ νοντι· ἀλλὰ νουθέτησον, ἐπιτίμησον, παρακάλεσον. Ἔχεις ἰατρείας κανόνα. Χριστοῦ μαθητὴς εἶ, τοῦ πράου καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας
45ἡμῶν βαστάσαντος. Κἂν τὸ πρῶτον ἀντιβῇ, μακρο‐ θύμησον· κἂν τὸ δεύτερον, μὴ ἀπελπίσῃς. ἔτι και‐ ρὸς θεραπείας· κἂν τὸ τρίτον, γενοῦ φιλάνθρωπος
γεωργός· ἔτι τοῦ Δεσπότου δεήθητι, μὴ ἐκκόψαι,207

36

.

209

μηδὲ μισῆσαι τὴν ἄκαρπον συκῆν καὶ ἀνόνητον, ἀλλ’ ἐπιστρέψαι, καὶ θεραπεῦσαι, καὶ περιβα‐ λεῖν κόπρια, τὴν δι’ ἐξαγορεύσεως, καὶ τῆς εἰς τὸ φανερὸν αἰσχύνης, καὶ ἀτιμοτέρας ἀγωγῆς, ἐπανόρ‐
5θωσιν. Τίς οἶδεν, εἰ μεταβαλεῖ, καὶ καρποφο‐ ρήσει, καὶ θρέψει τὸν Ἰησοῦν ἀπὸ Βηθανίας ἐπανερ‐ χόμενον;
10 ΛΑʹ. Ἔνεγκέ τι τῆς τοῦ ἀδελφοῦ δυσωδίας, ἢ οὔ‐ σης, ἢ δοκούσης, ὁ τῷ πνευματικῷ μύρῳ συγκε‐ χρισμένος, τῷ συντεθειμένῳ τέχνῃ μυρεψικῇ, ἵνα μεταδῷς τούτῳ τῆς σῆς εὐωδίας. Οὐκ ἔστιν ἐχίδνης ἱὸς ἡ κακία, ἵν’ ὁμοῦ τῷ πληγῆναι περιβληθῇς
15ὁδύναις, ἢ καὶ διαφθαρῇς, καὶ διὰ τοῦτο ᾖ σοι συγ‐ γνώμη φεύγοντι τὸ θηρίον, ἢ ἀποκτείνοντι. Ἀλλ’ εἰ μὲν εἶ δυνατὸς, κἀκεῖνον θεράπευσον· εἰ δὲ μὴ, τό γε ἀσφαλὲς ἔχεις, ἐν τῷ μηδὲν αὐτὸς τῆς μοχθηρίας μεταλαβεῖν. Ὀσμή τίς ἐστιν ἀηδὴς
20τὸ ἐκείνου πάθος, ἣν ἀπελάσει τυχὸν τὸ σὸν εὐῶδες ὑπερνικῆσαν. Ταχὺ ἂν ἐδέξω τι τοιοῦτον ὑπὲρ τοῦ ὁμοδούλου καὶ συγγενοῦς, οἷον Παῦλος ὁ ζηλωτὴς, καὶ διανοηθῆναι, καὶ εἰπεῖν ἐτόλμησεν, ἑαυτοῦ, εἰ οἷόν τε, τὸν Ἰσραὴλ ἀντεισαχθῆναι Χριστῷ, διὰ τὸ
25συμπαθές· ὅς γε καὶ ἐξ ὑπονοίας πολλάκις μόνης, ἀποτέμνεις τὸν ἀδελφόν. Ὃν ἴσως ἐκέρδανας ἂν τῇ χρηστότητι, τοῦτον ἀπολλύεις τῇ θρασότητι, τὸ σὸν μέλος, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Εἰ τοίνυν καὶ ἰσχυρὸς εἶ, φησὶν ὁ Παῦλος περὶ βρωμάτων διαλε‐
30γόμενος, καὶ θαῤῥεῖς τῷ λόγῳ καὶ τῷ γενναίῳ τῆς πίστεως, ἀλλὰ καὶ τὸν ἀδελφὸν οἰκοδόμησον. Μὴ τῷ βρώματί σου κατάλυε τὸν ὑπὸ Χριστοῦ τῷ κοινῷ πάθει τετιμημένον. Καὶ γὰρ εἰ τὸ πρᾶγμα ἕτερον, ἀλλ’ ὅ γε τῆς παραινέσεως λόγος ὁμοίως χρήσι‐
35μος.
37 ΛΒʹ. Χρῆν δὲ καὶ νόμον κεῖσθαι παρ’ ἡμῖν, καθάπερ τοῖς πάλαι σοφοῖς Ἑβραίων, ἔστιν ἃς τῶν ἱερῶν βίβλων μὴ ἀνεῖσθαι τοῖς νέοις, ὡς οὐ λυσιτε‐
40λούσας ταῖς ἀστηρίκτοις ἔτι καὶ ἁπαλωτέραις ψυ‐ χαῖς· οὕτω καὶ μηδὲ παντὶ, μηδὲ πάντοτε, ἀλλ’ ἔστιν ὅτε, καὶ οἷς, τὸν περὶ πίστεως συγχωρεῖσθαι λόγον, τοῖς μὴ παντελῶς ὀλιγώροις λέγω, καὶ νωθροῖς τὴν διάνοιαν, ἢ τοῖς μὴ λίαν ἀπλήστοις, καὶ
45φιλοτίμοις, καὶ θερμοτέροις τοῦ δέοντος εἰς
εὐσέβειαν· καὶ τοὺς μὲν τάττειν ἐνταῦθα. οὗ μήτε209

36

.

212

ἑαυτοὺς βλάψωσι, μήτε ἄλλους ταττόμενοι· καὶ τὴν ἐν λόγοις ἐλευθερίαν ἔχειν τοὺς μετρίους ἐν λόγῳ, καὶ ὡς ἀληθῶς κοσμίους καὶ σώφρονας· τοὺς πολλοὺς δὲ ἀπάγειν τῆς ὁδοῦ ταύτης, καὶ τῆς
5νῦν κατεχούσης φιλολαλιᾶς καὶ ἀῤῥωστίας, καὶ ἐπ’ ἄλλο τι τρέπειν ἀρετῆς εἶδος ἀκινδυνότερον, ἔνθα καὶ τὸ ὀλίγωρον ἧττον βλαβερὸν, καὶ τὸ ἄπλη‐ στον εὐσεβέστερον.
11 ΛΓʹ. Εἰ μὲν γὰρ, ὥσπερ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς, ὁ Πατὴρ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν, οὕτω καὶ μία τις ἦν σω‐ τηρίας ὁδὸς, ἡ διὰ λόγου καὶ θεωρίας, καὶ ταύτης
15ἐκπεσόντας, ἔδει τοῦ παντὸς ἁμαρτεῖν, καὶ ἀποῤ‐ ῥιφθῆναι Θεοῦ, καὶ τῆς ἐκεῖθεν ἐλπίδος· οὐδὲν ἂν ἦν, οὔτε τοῦ συμβουλεύειν τὰ τοιαῦτα, οὔτε τοῦ πείθεσθαι σφαλερώτερον. Εἰ δὲ, ὥσπερ ἐν τοῖς ἀνθρω‐ πίνοις, πολλαὶ διαφοραὶ βίων καὶ προαιρέσεων, μειζόνων
20τε καὶ ἡττόνων, λαμπροτέρων καὶ ἀφανεστέρων, οὕτω κἀν τοῖς θείοις, οὐχ ἕν τι τὸ σῶζόν ἐστιν, οὐδὲ μία τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ πλείονες, καὶ τοῦ πολλὰς εἶναι μονὰς παρὰ τῷ Θεῷ, τούτου δὲ τοῦ θρυλ‐ λουμένου, κἀν ταῖς πάντων κειμένου γλώσσαις, οὐκ
25ἄλλο τι ἢ τοῦτο αἴτιον, τὸ πολλὰς εἶναι τὰς ἐκεῖσε φερούσας ὁδοὺς, τὰς μὲν ἐπικινδυνοτέρας τε καὶ λαμπροτέρας, τὰς δὲ ταπεινοτέρας τε καὶ ἀσφαλε‐ στέρας· τί τὰς ἀσφαλεστέρας ἀφέντες, ἐπὶ μίαν ταύτην τρεπόμεθα, τὴν οὕτως ἐπισφαλῆ καὶ ὀλι‐
30σθηρὰν, καὶ οὐκ οἶδ’ ὅποι φέρουσαν; Ἢ τροφὴ μὲν οὐχ ἡ αὐτὴ πᾶσι κατάλληλος, ἄλλῳ δὲ ἄλλη κατὰ τὴν διαφορὰν καὶ τῶν ἡλικιῶν καὶ τῶν ἕξεων· βίος δὲ ὁ αὐτὸς πᾶσι συμφέρων, ἢ λόγος; Οὐκ ἔγωγε τοῦτο εἴποιμ’ ἂν, οὐδὲ προσθοίμην
35τοῖς λέγουσιν. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, νέοι καὶ γέροντες, ἄρχοντες λαῶν καὶ ἀρχόμενοι, μο‐ νασταὶ καὶ μιγάδες, τὰς μὲν περιττὰς καὶ ἀχρή‐ στους φιλοτιμίας χαίρειν ἐάσατε· αὐτοὶ δὲ διὰ βίου, καὶ πολιτείας, καὶ λόγων τῶν ἀκινδυνοτέρων τῷ
40Θεῷ πλησιάζοντες, τεύξεσθε τῆς ἐκεῖθεν ἀλη‐ θείας καὶ θεωρίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,
ᾧ ἡ δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.211