TLG 2022 039 :: GREGORIUS NAZIANZENUS :: In seipsum, cum rure rediisset, post ea quae a Maximo perpetrata fuerant (orat. 26)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

In seipsum, cum rure rediisset, post ea quae a Maximo perpetrata fuerant (orat. 26)

Citation: Volume — page — (line)

35

.

1228

(18t)

ΛΟΓΟΣ ΚϚʹ.
19tΕἰς ἐαυτὸν, ἐξ ἀγροῦ ἐπανήκοντα μετὰ
20tτὰ κατὰ Μάξιμον.
21 Αʹ. Ἐπόθουν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμην τοῖς ἴσοις μέτροις. Πείθομαι γὰρ, εἰ δεῖ καὶ πίστιν προσθεῖναι τῷ λόγῳ, Ναὶ νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν Χριστῷ Ἰη‐
25σοῦ τῷ Κυρίῳ ἡμῶν. Τοῦτον γάρ μοι πεποίηκε τὸν ὅρκον τὸ Πνεῦμα τὸ ἅγιον, ᾧ πρὸς ὑμᾶς κεκινήμεθα, ἵνα κατασκευάσωμεν Κυρίῳ λαὸν περιούσιον. Σκο‐ πεῖτε τὴν πίστιν ὅση· καὶ τὸ ἐμαυτοῦ πείθω, καὶ τὸ ὑπὲρ ὑμῶν διατείνομαι. Καὶ θαυμαστὸν
30οὐδέν. Ὧν γὰρ κοινὸν τὸ Πνεῦμα, κοινὸν καὶ τὸ πά‐ θος· οἷς δὲ τὸ πάσχειν ἴσον, ἴσον καὶ τὸ πιστεύειν. Ὃ γὰρ μή τις πέπονθεν, οὐδ’ ἂν ἑτέρῳ πιστεύ‐ σειεν· ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότε‐ ρος, μάρτυς ἀόρατος ἀοράτου πάθους, μορφῆς ἀλλο‐
35τρίας οἰκεῖον ἔσοπτρον. Διὰ τοῦτο οὐδὲ ἠνεσχόμην ἀποφοιτῆσαι ὑμῶν μακρότερα, καίτοιγε ἱκανῶς τοῖς ἐνταῦθα δυσχεραίνων τε καὶ ἀχθόμενος· οὐχ οἷς αἱ πόλεις φέρουσι μόνον (δήμοις, θορύβοις, ἀγοραῖς, θεάτροις, πλησμοναῖς, ὕβρεσιν, ἄγουσι καὶ ἀγομένοις,
40ζημιοῦσι καὶ ζημιουμένοις, πενθοῦσι καὶ πενθουμέ‐ νοις, κλαίουσι, χαίρουσι, γαμοῦσι, θάπτουσιν, εὐφη‐ μουμένοις, βλασφημουμένοις, ὕλῃ κακίας, κόσμου βράσματι, ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ὥσπερ ἐν Εὐρίπῳ καὶ πνεύμασιν), ἀλλὰ καὶ τούτοις ἤδη τοῖς
45σεμνοτέροις καὶ τιμιωτέροις, τοῖς περὶ τὸ βῆμα1228

35

.

1229

τοῦτο λέγω, καὶ τὴν ἁγίαν τράπεζαν· ὧν ἡμεῖς τὸ κράτος ἔχειν δοκοῦντες, καὶ τῶν ἐγγιζόντων ὄντες Θεῷ, δέδοικα μὴ κακῶς ἐγγίζωμεν, καὶ, ὡς καλάμη πυρὶ, πῦρ οὐ φέροντες.
10 Βʹ. Πλὴν ἐπανῆλθον ὑμῖν, βίᾳ μὲν ἀποδραμὼν, οὐ βίᾳ δὲ προσδραμὼν, ἀλλὰ καὶ μάλα προθύμως, καὶ αὐτομάτοις ποσὶ, τὸ τοῦ λόγου, τοῦ Πνεύματος οὕτως ἄγοντος, καθάπερ τι ῥεῦμα, πρὸς μὲν τὸ ἄναντες βιαζόμενον, εἰς δὲ τὸ πρανὲς ἐπειγόμενον. Ὄν‐
15τως ἡμέρα μία, βίος ὅλος ἀνθρώπου, τοῖς πόθῳ κάμ‐ νουσιν. Τὸ γὰρ τοῦ Ἰακὼβ ἑτέρως ἔχειν μοι φαίνεται· ὃς ἔτη δεκατέσσαρα δουλεύων τῷ Σύρῳ Λάβαν ὑπὲρ τῶν δύο παρθένων οὐκ ἔκαμνεν· Ἦσαν γὰρ αὐτῷ, φησὶν, αἱ πᾶσαι ἡμέραι, ὡς ἡμέρα μία,
20διὰ τὸ ἀγαπᾷν αὐτάς. Ἴσως ὅτι ἐν ὄψεσιν ἦν τὸ ποθούμενον, ἢ ὅτι κοῦφον τὸ κάμνειν ἔρωτι, κἂν ἡ ἀναβολὴ τὸ λυπηρὸν ἔχῃ. Οὕτως τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν, ὥς τις ἔφη τῶν πρὸ ἡμῶν. Ἐγὼ γοῦν ἡνίκα μὲν παρήμην, ἐλάχιστα
25τοῦ πάθους ἐπαισθανόμενος, ἡνίκα δὲ ἐχωρίσθην, ἔγνων τὸν πόθον τὸν γλυκὺν τύραννον· καινὸν δὲ οὐδέν. Εἰ γὰρ τοσοῦτον ὀδύρεται καὶ βουκόλος μό‐ σχον τῆς ἀγέλης ἀποφοιτήσαντα, καὶ ποιμὴν πρόβα‐ τον ἐλλεῖψαν δεκάδι, καὶ ὄρνεον νοσσιὰν, ἣν πρὸς
30ὀλίγον ἀπέλιπεν, ὥστε οἱ μὲν τὰς σύριγγας λα‐ βόντες, ἐπί τινα σκοπιὰν ἀνελθόντες, πληροῦσι τῆς ἀθυμίας τοὺς δόνακας, καὶ ἀνακαλοῦνται, ὡς λογικὰ, τὰ πλανώμενα· κἂν ὑπακούσωσι, χαίρουσι μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, ὧν οὐκ ἐφρόντισαν· τὸ δὲ
35τρύζον ἐπὶ τὴν καλιὰν ἵεται, καὶ τρύζουσι προσπίπτει τοῖς νεοσσοῖς, καὶ περιέπει ταῖς πτέρυξι· πηλίκον ἂν εἴη δεξιῷ ποιμένι λογικὰ θρέμματα, καὶ ὧν τι προεκινδύνευσεν, ἐπεὶ καὶ τοῦτο τῷ φίλτρῳ προσ‐ τίθησιν;
45 Γʹ. Ὡς ἐγὼ δέδοικα μὲν τοὺς βαρεῖς λύκους, μὴ τὴν σκοτόμαιναν ἡμῶν τηρήσαντες, τὴν ποίμνην
σπαράξωσι λόγοις συναρπακτικοῖς τε καὶ βιαίοις·1230

35

.

1232

ἐπειδὴ τὰς ἀκαιρίας τηροῦσι, τὸ φανερῶς ἰσχύειν οὐκ ἔχοντες. Δέδοικα δὲ τοὺς λῃστὰς καὶ κλέπτας, μὴ διὰ τῆς αὐλῆς ὑπερβάντες, ἢ ἀναιδείᾳ συλήσω‐ σιν, ἢ δι’ ἀπάτης κλέψωσιν, ὥστε θῦσαι, καὶ ἀπο‐
5κτεῖναι, καὶ ἀπολέσαι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες, ὥς τις ἔφη τῶν προφητῶν. Δέδοικα δὲ τὴν παράθυρον, μή τις ἄκλειστον εὑρὼν τῶν χθὲς ἡμετέρων καὶ πρώην, εἶτα ὡς ἴδιος εἰσελθὼν, ἐπιβουλεύσῃ ὡς ἀλλότριος. Πολλαὶ γὰρ καὶ ποικίλαι
10τοῦ τὰ τοιαῦτα ἐνεργοῦντος αἱ μεθοδεῖαι· καὶ οὐδεὶς οὕτως ἀρχιτέκτων οὐδενὸς τῶν ποικίλων, ὡς σοφι‐ στὴς κακίας ὁ ἀντικείμενος. Δέδοικα δὲ ἤδη καὶ κύ‐ νας, ποιμένας εἶναι βιαζομένους, καὶ τὸ παράδοξον, οὐδὲν εἰς ποιμαντικὴν εἰσενεγκόντας, ἢ
15τὸ κεῖραι κόμας, ἃς κακῶς ἤσκησαν· οἳ μήτε κύνες ἔμειναν, μήτε ποιμένες γεγόνασι, πλὴν τοῦ σπαράξαι, καὶ διασπεῖραι, καὶ διαλῦσαι κόπον ἀλλότριον. Ἐπειδὴ ῥᾷον ἀεὶ τὸ διαφθείρειν τοῦ συν‐ τηρεῖν· καὶ γεννᾶται μὲν ἄνθρωπος κόπῳ, φησὶν ὁ
20Ἰὼβ, καὶ ναυπηγεῖται ναῦς, καὶ οἰκία συνίσταται· ἀποκτεῖναι δὲ, ἢ καταλῦσαι, ἢ ἐμπρῆσαι, τοῦ βουλομένου παντός. Ὥστε μηδὲ νῦν μέγα φρονείτω‐ σαν οἱ τῇ ποίμνῃ τοὺς κύνας ἐπαναστήσαντες, οἳ πρόβατον μὲν ἓν οὐκ ἂν ἔχοιεν εἰπεῖν, ὡς προσήγα‐
25γον, ἢ διέσωσαν· οὐ γὰρ ἔμαθον καλὸν ποιεῖν, πονη‐ ρίαν ἀσκήσαντες. Εἰ δὲ τὴν ποίμνην ταράσσουσι, τοῦτο καὶ ζάλη μικρὰ, τοῦτο καὶ νόσος ὀλίγη, τοῦτο καὶ θηρίον ἓν ἀθρόως ἐπιπεσόν. Στήτωσαν οὖν οἱ τῇ ἑαυτῶν αἰσχύνῃ μεγαλαυχούμενοι· καὶ παυσάμενοι
30τῆς κακίας, ἂν ἄρα δύνωνται, προσκυνησάτωσαν, καὶ προσπεσέτωσαν, καὶ κλαυσάτωσαν ἐναντίον Κυ‐ ρίου τοῦ ποιήσαντος αὐτοὺς, καὶ τῇ ποίμνῃ μιχθήτω‐ σαν, ὅσοι μὴ παντελῶς ἀνίατοι.
38 Δʹ. Ταῦτα ὁ δειλὸς ἐγὼ ποιμὴν καὶ περιεσκεμμέ‐ νος, καὶ διὰ τοῦτο τὴν ἀσφάλειαν ὡς ῥᾳθυμίαν ἐγκα‐
40λούμενος. Οὐ γάρ εἰμι ποιμὴν ἐκείνων τις τῶν τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, καὶ μόχθῳ κατεργαζομέ‐ νων, ἢ ἀπεμπωλούντων καὶ λεγόντων· Εὐλο‐ γητὸς Κύριος, καὶ πεπλουτήκαμεν· ποιμαινόντων
45ἑαυτοὺς, οὐ τὰ πρόβατα, εἴ τι τῶν προφητικῶν φω‐ νῶν μέμνησθε, δι’ ὧν ἐκεῖνοι τοὺς κακοὺς ποι‐ μένας ἐλαύνουσιν· ἀλλ’ ἐκείνων μᾶλλον τῶν δυναμέ‐
νων εἰπεῖν μετὰ Παύλου· Τίς ἀσθενεῖ, καὶ οὐκ1232

35

.

1233

ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐμὴ πύρω‐ σις, ἢ φροντίς; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ’ ὑμᾶς. Καί· Ἐγενόμην συγκαιόμενος τῷ καύ‐ σωνι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς
5πιεζόμενος· πατριάρχου φωνὴ ποιμένος, οὗ τὰ ἐπί‐ σημα πρόβατα, καὶ ταῖς ἐκεῖθεν ληνοῖς ἐγκισσᾷν μελετήσαντα. Οὕτω μὲν οὖν, καὶ διὰ ταῦτα ἐπέστην ὑμῖν, καὶ οὕτως ἔχουσιν. Ἐπεὶ δὲ ἐπέστην, δῶμεν λόγον ἀλλήλοις, ὧν μεταξὺ κατωρθώσαμεν. Ἐπειδὴ
10καλὸν μὴ ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου καὶ λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς. Ὑμεῖς μὲν ἀπαγγείλατέ μοι τὴν ἐργασίαν τὴν ὑμετέ‐ ραν· ἐγὼ δὲ εἰς μέσον θήσω, ἃ καθ’ ἡσυχίαν ἐμαυ‐
15τῷ συγγενόμενος ἐφιλοσόφησα.
18 Εʹ. Τίνα μὲν θεωρίαν τῶν ὑψηλῶν, ἢ παρ’ ἐμοῦ λαβόν‐ τες ἐφυλάξατε, ἢ παρ’ ὑμῶν αὐτῶν εἰσηνέγκατε, ἢ περὶ
20θεολογίας, ἢ περὶ τῶν ἄλλων δογμάτων, ἃ πολλὰ καὶ πολλάκις ὑμῖν παρεθέμην; Ζητῶ γὰρ οὐ τὸ δάνειον μό‐ νον, ἀλλὰ καὶ τὸν τόκον· οὐ τὸ τάλαντον μόνον, ἀλλὰ καὶ τὴν ἐργασίαν· μή τις κατακρύψας καὶ καταχώσας τὸ πιστευθὲν, ἔτι καὶ καταψεύδηται τοῦ πιστεύσαν‐
25τος, ὡς σκληροῦ τε καὶ τῶν ἀλλοτρίων ἐπιθυμοῦντος. Τίνα δὲ πρᾶξιν τῶν ἐπαινουμένων, ἢ μηδὲ τῆς ἀρι‐ στερᾶς γινωσκούσης, ἐκαρποφορήσατε, ἢ ὥστε λάμ‐ πειν τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἵν’ ἐκ τοῦ καρποῦ τὸ δένδρον δειχθῇ, καὶ διὰ τῶν μαθητῶν
30ὁ διδάσκαλος γνωρισθῇ, καὶ εἴπῃ τις τῶν ἐπ‐ οπτευόντων τὰ ἡμέτερα (πολλοὶ δέ εἰσιν, οἱ μὲν δι’ εὐ‐ δοκίαν, οἱ δὲ καὶ περιέργως), ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν, οὐ κηρυσσόμενος ὑγιῶς μόνον, ἀλλὰ καὶ λατρευόμενος; Ὡς γὰρ οὐκ ἔστι χωρὶς πίστεως
35πρᾶξις ἔγκριτος (ἐπειδὴ καὶ δόξης ἕνεκεν οἱ πολλοὶ τὸ καλὸν ἐπιτηδεύουσι, καὶ φύσεως οὕτως ἔχοντες)· οὕτω καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά. Καὶ μή τις ὑμᾶς ἀπατάτω κενοῖς λόγοις τῶν πάντα συγχωρούν‐ των ἑτοίμως, ὑπὲρ ἑνὸς τοῦ ἀσεβεῖν ἐν τοῖς δόγμασι,
40καὶ φαῦλον καταβαλλόντων μισθὸν φαύλου πράγμα‐ τος. Δείξατε οὖν ἐκ τῶν ἔργων τὴν πίστιν, τῆς χώρας ὑμῶν τὸ γόνιμον, εἰ μὴ εἰς κενὸν ἐσπείραμεν, εἰ δράγμα τι ἐν ὑμῖν, τοῦ ποιῆσαι ἄλευρα ἰσχὺν ἔχον, καὶ ἀποθηκῶν ἄξιον, ἵνα καὶ προθυμότερον ὑμᾶς
45γεωργήσωμεν. Τίς εἰς ἑκατὸν καρποτοκεῖ, τίς εἰς ἑξήκοντα, τίς τὸ τελευταῖον κἂν εἰς τριάκοντα· ἢ τίς ἔμπαλιν ἀπὸ τοῦ τριάκοντα εἰς τὸν ἑξήκοντα προελ‐ θὼν (ἔχομεν γὰρ καὶ ταύτην ἐν τοῖς Εὐαγγελίοις τὴν τάξιν), εἰς τὸν ἑκατὸν ἐτελεύτησεν· ἵνα προβαίνων,

35

.

1233

(50)

ὡς ὁ Ἰσαὰκ, μέγας γένηται, πορευόμενος ἐκ δυνά‐ μεως εἰς δύναμιν, καὶ τὰς ᾠδὰς τῶν Ἀναβαθμῶν
ᾄδων, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος;1234

35

.

1236

(5)

Ϛʹ. Ζητῶ τὸν καρπὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ὑμέτερον γὰρ, οὐκ ἐμὸν, τὸ κέρδος· εἰ δὲ καὶ ἡμέτερον, ὅτι ὑμέτερον, ἀντιστρεφούσης τῆς ὠφελείας ἀφ’ ὑμῶν εἰς ἡμᾶς, ὥσπερ ἐν ταῖς αὐγαῖς τῶν ἀντανακλάσεων. Εἰ ἐπτωχοτροφήσατε, εἰ ἐξενο‐
10δοχήσατε, εἰ ἁγίων πόδας ἐνίψατε, εἰ τρυφῶντες τῇ καταργουμένῃ γαστρὶ (δεδόσθω γὰρ), καὶ διὰ τῶν ἐντολῶν ἐτρυφήσατε; ὡς οὐκ ἔστι ταύτης τρυφή τις ἀμείνων, οὐδὲ μονιμωτέρα τοῖς τρυφᾷν ἐθέλουσιν. Εἴ τινας τῶν λειτουργούντων τῷ θυσιαστηρίῳ,
15καὶ καλῶς πενομένων (δότε γάρ μοι καὶ τοῦτο εἰπεῖν), εἰς δύναμιν ἀνεπαύσατε, ἵν’ ἀπερισπάστως μᾶλ‐ λον τῷ θυσιαστηρίῳ παρεδρεύωσι, καὶ μετα‐ λαμβάνοντες τῶν ὑμετέρων, τὰ παρ’ ἑαυτῶν ἀντεισ‐ φέρωσιν; ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ
20μὴ παρέχειν ὑμᾶς. Οὐκ ἐνουθέτησα δὲ ταῦτα, ἵνα οὕτως ἐν ἐμοὶ γένηται (καλὸν γάρ μοι μᾶλλον ἀπο‐ θανεῖν, ἢ κενωθῆναί μου τὸ καύχημα, καὶ ἄμισθόν μοι γενέσθαι τὸ Εὐαγγέλιον ἐνταῦθα καρπωσαμένῳ. Τὸ μὲν γὰρ εὐαγγελίσασθαι, τῆς ἀνάγκης· ἡ
25φιλοτιμία δὲ, τὸ ἀδάπανον)· ἀλλ’ ἵν’ ὑμεῖς μάθητε Χριστὸν εὖ ποιεῖν, διὰ τοῦ καὶ τῶν μικρῶν τινα εὖ ποιεῖν. Ἐπειδὴ, ὡς πάντα ὅσα ἐγὼ, πλὴν ἁμαρτίας, ἐγένετο δι’ ἐμέ· οὕτω καὶ τὰ ἐλάχιστα τῶν ἐμῶν εἰς ἑαυτὸν ἀναδέχεται· κἂν στέγης μεταδῷς, κἂν
30ἐνδύματος, κἂν ἐν φυλακῇ ἐπισκέψῃ, κἂν ἀῤῥω‐ στοῦντα ἴδῃς· τὸ φαυλότατον, κἂν ποτηρίῳ ψυχροῦ μόνῳ καταψύξῃς γλῶσσαν πιεζομένου, ὥσπερ ἐδεῖτο Λαζάρου τοῦ πένητος ὁ κάμνων ἐν τῇ φλογὶ πλούσιος, καί τι τῆς ἐνταῦθα τρυφῆς ἀντιλαβὼν,
35καὶ τοῦ περιορᾷν Λάζαρον πεινῶντα καὶ ἡλκωμέ‐ νον, τὸ ἐκεῖθεν δεῖσθαι Λαζάρου, καὶ μὴ τυγ‐ χάνειν.
42 Ζʹ. Ἃ μὲν οὖν ὑμᾶς ἀπαιτοῦμεν, ταῦτά ἐστι· καὶ οἶδ’, ὅτι οὐκ αἰσχύνεσθε, οὔτε παρ’ ἡμῶν ἀπαιτούμενοι λόγον, οὔτε παρὰ τῆς τελευταίας
45ἡμέρας, εἰς ἣν πάντα συνάγεται τὰ ἡμέτερα, κατὰ1236

35

.

1237

τὸ εἰρημένον· Κἀγὼ ἔρχομαι τὰ βουλεύματα καὶ τὰς πράξεις ὑμῶν συναγαγεῖν· καὶ, Ἰδοὺ ἄν‐ θρωπος, καὶ τὸ ἔργον αὐτοῦ, καὶ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ. Τὰ δὲ ἡμέτερα, καὶ ἃ παρὰ τῆς
5ἐρημίας ὑμῖν κομίζομεν. Ἐπειδὴ καὶ Ἡλίας ἡδέως ἐνεφιλοσόφει τῷ Καρμήλῳ, καὶ Ἰωάννης τῇ ἐρήμῳ, καὶ Ἰησοῦς αὐτὸς, τὰς μὲν πράξεις τοῖς ὄχλοις, τὰς εὐχὰς δὲ τῇ σχολῇ καὶ ταῖς ἐρημίαις, ὡς τὰ πολλὰ, προσένεμεν. Τί νομοθετῶν; Ὡς οἶμαι, τὸ
10χρῆναί τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομι‐ λεῖν τῷ Θεῷ, καὶ μικρὸν ἐπανάγειν τὸν νοῦν ἀπὸ τῶν πλανωμένων. Οὐ γὰρ αὐτὸς ἐδεῖτο ἀναχωρήσεως (οὐδὲ γὰρ εἶχεν εἰς ὅ τι συσταλῇ, Θεὸς ὢν, καὶ πάντα πληρῶν), ἀλλ’ ἵν’ ἡμεῖς μάθωμεν καὶ πράξεως και‐
15ρὸν, καὶ ἀσχολίας ὑψηλοτέρας. Τίνα οὖν τὰ τῆς ἐμῆς ἐρημίας; Βούλομαι γὰρ, ὡς ἀγαθὸς ἔμπο‐ ρος καὶ πανταχόθεν κερδαίνων, κἀντεῦθέν τι προσ‐ ενεγκεῖν ὑμῖν ἀγώγιμον.
21 Ηʹ. Ἐβάδιζον οὕτω κατ’ ἐμαυτὸν, ἤδη κλινούσης ἡμέρας. Ἀκτὴ δὲ ἦν ὁ περίπατος· καὶ γάρ πως εἴωθα τοὺς πόνους ἀεὶ ταῖς τοιαύταις διαλύειν ἀνέσεσιν· ἐπεὶ μηδὲ νευρὰ φέρει τὸ σύντονον ἀεὶ τεινομένη,
25καὶ δεῖταί τι μικρὸν τῶν γλυφίδων ἐκλύεσθαι, εἰ μέλλοι ταθήσεσθαι πάλιν, καὶ μὴ ἄχρηστος ἔσεσθαι τῷ τοξότῃ, μηδὲ ἀνόνητος ἐν καιρῷ χρήσεως. Ἐβά‐ διζον οὖν, καὶ οἱ μὲν πόδες ἐφέροντο, ἡ δὲ ὄψις εἶχε τὴν θάλασσαν. Ἡ δὲ ἦν θέαμα οὐχ ἡδὺ, καίτοιγε
30ἄλλως ἥδιστον οὖσα, ὅταν γαλήνῃ πορφύρηται, καὶ προσπαίζῃ ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Ἀλλὰ τί τότε (φθέγγομαι γὰρ ἡδέως καὶ τὰ ῥήματα τῆς Γραφῆς); Ἀνέμου μεγάλου πνέοντος, διηγείρετό τε καὶ ἐπωρύετο· τῶν δὲ κυμάτων, ὃ φιλεῖ συμβαί‐
35νειν ἐν τοῖς τοιούτοις κινήμασι, τὰ μὲν πόῤῥω‐ θεν ἀνιστάμενα, καὶ κατὰ μικρὸν κορυφούμενα, εἶτ’ ἐλαττούμενα, πρὸς ταῖς ἀκταῖς ἐλύετο· τὰ δὲ ταῖς γείτοσι πέτραις προσπίπτοντα καὶ ἀποκρουό‐ μενα, εἰς ἄχνην ἀφρώδη καὶ ψιλὴν ἐσκορπίζετο.
40Ἔνθα κάχληκες μὲν, καὶ φυκία, καὶ κήρυκες, καὶ τῶν ὀστρέων τὰ ἐλαφρότατα ἐξωθεῖτο καὶ ἀπεπτύετο· ἔστι δὲ ἃ καὶ ἡρπάζετο πάλιν, ἀναχωροῦντος τοῦ κύματος. Αἱ δὲ ἦσαν ἄσειστοι καὶ ἀτίνακτοι, οὐδέν γε ἧττον ἢ διοχλοῦντος οὐδενὸς, πλὴν ὅσον τοῖς κύ‐
45μασι βάλλεσθαι.
48 Θʹ. Ἐντεῦθεν οἶδά τι πρὸς φιλοσοφίαν ὠφεληθεὶς, καὶ (οἷος ἐγὼ πάντα συντείνων πρὸς ἐμαυτὸν,

35

.

1237

(50)

καὶ μάλιστα εἰ τύχοιμι πρός τι τῶν συμβαινόντων1238

35

.

1240

ἰλιγγιάσας, ὃ καὶ νῦν πέπονθα) οὐ παρέργως ἐδεξά‐ μην τὸ ὁρώμενον· καί μοι τὸ θέαμα παίδευμα γίνε‐ ται. Ἦ γὰρ οὐκ, ἔφην ἐγὼ, θάλασσα μὲν ὁ ἡμέτερος βίος καὶ τὰ ἀνθρώπινα (πολὺ γὰρ κἀν τούτῳ τὸ ἁλμυ‐
5ρὸν καὶ ἄστατον), πνεύματα δὲ οἱ προσπίπτοντες πειρασμοὶ καὶ ὅσα τῶν ἀδοκήτων; Ὅ μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Δαβὶδ κατανοήσας, Σῶσόν με, Κύ‐ ριε, λέγειν, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· καὶ, Ῥῦσαί με ἐκ τῶν βαθέων τῶν ὑδάτων· Ἦλ‐
10θον δὲ εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Τῶν δὲ πειραζομένων οἱ μὲν ἐδό‐ κουν μοι ὡς τὰ κουφότατα καὶ ἄπνοα παρασύρεσθαι, καὶ οὐδὲ μικρὸν ἀντέχειν πρὸς τὰς ἐπηρείας· οὐδὲ γὰρ ἔχειν ἐν ἑαυτοῖς στεῤῥότητα, καὶ βάρος λογισμοῦ
15σώφρονος, καὶ τοῖς προσπίπτουσιν ἀντιβαίνοντος· οἱ δὲ εἶναι πέτρα, τῆς πέτρας ἐκείνης ἄξιοι, ἐφ’ ἧς βεβήκαμεν, καὶ ᾗ λατρεύομεν, ὅσοι φιλοσόφῳ χρώ‐ μενοι λόγῳ, καὶ ὑπεραναβεβηκότες τὴν τῶν πολλῶν ταπεινότητα, πάντα φέρουσιν ἀσείστως καὶ ἀτινά‐
20κτως, καὶ διαγελῶσι μὲν, ἢ ἐλεοῦσι τοὺς σειομέ‐ νους (τὸ μὲν ὑπὸ φιλοσοφίας, τὸ δὲ ὑπὸ φιλανθρω‐ πίας)· αὐτοὶ δὲ τῶν αἰσχρῶν τίθενται, ἀπόντα μὲν τὰ δεινὰ περιφρονεῖν, μᾶλλον δὲ μηδὲ δεινὰ οἴεσθαι, παρόντων δὲ ἡττᾶσθαι, καὶ ταῦτα, τίνων; τῶν παρ‐
25ερχομένων, ὡς ἱσταμένων· καὶ τοῦ καιροῦ μὲν ἔξω φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαί‐ νεσθαι· ὥσπερ ἂν εἴ τις ἄριστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, μηδὲ καταβαίνων εἰς στάδιον· ἢ κυβερνήτην τῶν εὐδοκίμων, ἐν μὲν ταῖς εὐδίαις τῇ
30τέχνῃ μέγα φρονοῦντα, ἐν δὲ ταῖς ζάλαις μεθ‐ ιέντα τοὺς οἴακας.
36 Ιʹ. Ἐπεὶ δὲ ἅπαξ εἰς τούτους κατέστην τοὺς λό‐ γους, καὶ πρὸς ἑτέραν ἦλθον εἰκόνα, σφόδρα τοῖς παροῦσι συμβαίνουσαν. Τάχα με γέροντα καὶ μυθολόγον νομίσετε, ἂν καὶ ὑμῖν ταύτην γνω‐
40ρίσω· γνωριστέον δ’ οὖν, ἐπεὶ καὶ τὴν Γραφὴν οἶδα πολλάκις τοιούτοις χρωμένην εἰς σαφεστέραν διήγησιν. Ἔστι τι μύθῳ φυτὸν, ὃ θάλλει τεμνόμενον, καὶ πρὸς τὸν σίδηρον ἀγωνίζεται· καὶ εἰ δεῖ παραδόξως εἰπεῖν περὶ παραδόξου πράγματος,
45θανάτῳ ζῇ, καὶ τομῇ φύεται, καὶ αὔξεται δαπανώ‐1240

35

.

1241

μενον. Ταῦτα μὲν οὖν ὁ μῦθος, καὶ ἡ αὐτονομία τοῦ πλάσματος· ἐμοὶ δὲ δοκεῖ σαφῶς τοιοῦ‐ τον εἶναί τι ὁ φιλόσοφος. Εὐδοκιμεῖ τοῖς πάθεσι, καὶ ὕλην ἀρετῆς ποιεῖται τὰ λυπηρὰ, καὶ τοῖς ἐναν‐
5τίοις ἐγκαλλωπίζεται· μήτε τοῖς δεξιοῖς ὅπλοις τῆς δικαιοσύνης αἰρόμενος, μήτε τοῖς ἀριστεροῖς καμπτό‐ μενος· ἀλλ’ ὁ αὐτὸς οὐκ ἐν τοῖς αὐτοῖς ἀεὶ διαμένων, ἢ καὶ δοκιμώτερος, ὥσπερ ἐν καμίνῳ χρυσὸς, εὑρι‐ σκόμενος. Σκοπῶμεν δὲ οὕτως· Εὐπατρίδης ἐστίν;
10ἀντεπιδείξεται τὴν εὐτροπίαν τῷ αἵματι· ὥστε διχόθεν εὐδοκιμεῖν, καὶ γενεαλογούμενος, καὶ ὁρώμενος. Δυσγενὴς τὸν ἀνδριάντα καὶ τὸν πηλὸν (εἴπερ τι μέγα πηλὸς πηλοῦ διαφέρει); ἀντεισοίσει τὴν νοουμένην εὐγένειαν, καὶ ἣν ἕκαστος ἑαυτὸν δια‐
15πλάττει πρὸς τὸ χεῖρον ἢ βέλτιον· τὴν δὲ ἄλλην παραγράψεται, ὅση σπείρεται ἢ γράφεται, ὡς οὐδενὸς ἀξίαν καὶ κίβδηλον. Ἔστι γάρ τι γένος τρισσόν· τὸ μὲν ἄνωθεν ἠργμένον, ὃ πάντες ἐσμὲν εὐγενεῖς ἐπ’ ἴσης, ἐπεὶ κατ’ εἰκόνα Θεοῦ γεγόναμεν· τὸ δὲ
20ἀπὸ σαρκὸς ἐρχόμενον, οὐκ οἶδ’ εἴ τις εὐγενὴς, τοῦτο φθορᾷ συνιστάμενον· τὸ δὲ ἀπὸ κακίας ἢ ἀρε‐ τῆς γνωριζόμενον, οὗ μᾶλλον καὶ ἧττον μεταλαμβά‐ νομεν, ὅσον ἂν, οἶμαι, ἢ τηρήσωμεν τὴν εἰκόνα, ἢ διαφθείρωμεν. Ταύτην ἀγαπήσει τὴν εὐγένειαν
25ὅγε ἀληθῶς σοφὸς καὶ φιλόσοφος. Τὸ γὰρ τέταρτον γένος, τότε ἀξιώσω λόγου, τὸ ἐν γράμμασι καὶ προσ‐ τάγμασιν, ὅταν καὶ κάλλος ἀποδέξωμαι τὸ ἐν χρώμασι, καὶ πίθηκον αἰδεσθῶ λέοντα εἶναι κεκελευ‐ σμένον.
35 ΙΑʹ. Νέος ἐστί; Κατὰ τῶν παθῶν ἀνδρισθήσεται, καὶ τοῦτο ἀπολαύσει τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δεῖξαι πρεσβυτικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι· καὶ χαιρήσει τῇ νίκῃ πλέον ἢ οἱ ἐν Ὀλυμπίᾳ στεφανούμενοι· νικήσει γὰρ ἐν κοινῷ
40θεάτρῳ τῇ οἰκουμένῃ, καὶ νίκην ἄπρατον. Νεύει πρὸς γῆρας; Ἀλλ’ οὐχὶ γηράσει καὶ τὴν ψυχήν· δέ‐ ξεται τὴν διάλυσιν, ὡς προθεσμίαν ἀναγκαίας ἐλευθε‐ ρίας· ἡδέως πρὸς τὰ ἑξῆς μεταβήσεται, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν
45πνευματικὴν ἡλικίαν τέλειοι. Ὥρας ἔλαχεν; Ἀντι‐ στίλψει τὸ κάλλος τῷ κάλλει, τὸ τῆς ψυχῆς τῷ τοῦ σώματος. Παρῆλθε τὸ ἄνθος ἀνεπηρέαστον; νεύει πρὸς
ἑαυτὸν, οὐδὲ οἶδεν ὁρώμενος. Αἰσχρὸς τὸ φαινό‐1242

35

.

1244

μενον; ἀλλ’ εὐφυὴς τὸ κρυπτόμενον, ὥσπερ ἐν κά‐ λυκι ῥόδον ἀνθηρὸν οὐκ ἀνθηρᾷ καὶ ἀνόδμῳ τὸ εὐωδέστατον. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; οὐδὲ καιρὸν δίδωσι τὸ ἐκτὸς καθορᾶσθαι,
5μεταστρέφων τὸν θεατὴν πρὸς τὸν ἐντὸς ἄνθρω‐ πον. Εὐεκτεῖ; Χρήσεται τῇ ὑγιείᾳ πρὸς τὸ βέλτιστον· νουθετήσει, πλήξει, λόγῳ παῤῥησιάσεται, ἀγρυπνή‐ σει, χαμευνήσει, νηστεύσει, κενώσει τὴν ὕλην, θεωρήσει τὰ ἐπίγεια καὶ τὰ οὐράνια, κατὰ πᾶσαν
10σπουδὴν μελετήσει τὸν θάνατον. Ἀῤῥωστήσει; Μα‐ χήσεται· ἂν δὲ ἡττηθῇ, νικήσει λαβὼν τὸ μηκέτι μάχεσθαι. Πλούσιός ἐστι; Φιλοσοφήσει τὸ ἀποπλου‐ τεῖν, μεταδώσει τῷ δεομένῳ τῶν ὄντων, ὡς οἰκονό‐ μος τῶν ἀλλοτρίων· ἵν’ ἐκεῖνός τε εὖ πάθῃ τῇ μετα‐
15λήψει, καὶ αὐτὸς πρὸς Θεὸν συναχθῇ, μηδὲν ἔχων πλὴν τοῦ σταυροῦ καὶ τοῦ σώματος. Πένεται; Πλου‐ τήσει Θεὸν, καὶ τὸ καταγελᾷν τῶν ἐχόντων, ὡς ἀεὶ μὲν κτωμένων, ἀεὶ δὲ πενομένων, τῷ δεῖσθαι τοῦ πλείονος, καὶ πινόντων ἵνα πλέον διψήσωσιν.
24ΙΒʹ. Πεινᾷ; Μετὰ τῶν ὀρνέων τραφήσεται,
25οἷς ὁ βίος ἄσπορος καὶ ἀνήροτος· μετὰ Ἡλίου ζήσε‐ ται παρὰ τῇ Σαραφθίᾳ· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐκλείψει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐλατ‐ τονήσει· ὁ μὲν ἀεὶ πηγάσει, ἡ δὲ γεωργήσει πλου‐ σίως, ἵνα τιμηθῇ χήρα φιλόξενος, καὶ τρέφῃ τὸν
30τρέφοντα. Διψήσει; Κρῆναι τούτῳ καὶ ποταμοὶ τὸ ποτὸν, ποτὸν οὐ μεθύσκον, οὐδὲ μετρούμενον· ἂν πάντα ἐπιλίπῃ δι’ ἀνομβρίαν, χειμάῤῥῳ τυχὸν ποτισθήσεται. Ῥιγώσει; Τοῦτο καὶ Παῦλος, ἀλλ’ ἐπὶ πόσον; Ἔστι τι καὶ πέτρας ἔνδυμα· πειθέτω σε
35ὁ Ἰὼβ λέγων· Παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέ‐ πην, πέτραν περιεβάλοντο. Σκόπει μοι καὶ τὰ τε‐ λεώτερα. Λοιδορηθήσεται; νικήσει τῷ μὴ ἀντιλοι‐ δορεῖσθαι. Διωχθήσεται; ἀνέξεται. Βλασφημηθήσε‐ ται; παρακαλέσει. Διαβληθήσεται; προσεύξεται.
40Τὴν δεξιὰν ῥαπισθήσεται σιαγόνα; παρέξει καὶ τὴν ἑτέραν· εἰ τρίτην εἶχε, καὶ ταύτην ἂν προ‐ εβάλετο, ἵνα μᾶλλον διδάξῃ μακροθυμεῖν τὸν παίοντα, ἔργῳ παιδεύων, ἃ μὴ λόγῳ δυνατὸς ἦν. Ὀνειδισθή‐ σεται; τοῦτο καὶ ὁ Χριστός· τιμηθήσεται τῇ κοινω‐
45νίᾳ τοῦ πάθους. Κἂν Σαμαρείτης ἀκούσῃ, κἂν δαι‐ μονᾷν ἐγκληθῇ, μετὰ Θεοῦ πάντα δέξεται. Πολλὰ ἔτι λείψει, κἂν πολλὰ πάθῃ, ὄξος, χολὴ, στέφανος ἀκάν‐ θινος, σκῆπτρον καλάμινον, χλαμὺς κοκκίνη, σταυ‐
ρὸς, ἧλοι, λῃσταὶ συσταυρούμενοι, παριόντες ὑβρί‐1244

35

.

1245

ζοντες. Δεῖ γὰρ πλέον ἔχειν Θεὸν, ἐν τῷ πλεῖον φέρειν ἀτιμαζόμενον.
5 ΙΓʹ. Οὐδὲν ἀναλωτότερον φιλοσοφίας, οὐδὲν ἀληπτό‐ τερον. Πάντα ἐνδώσει πρότερον, ἢ φιλόσοφος. Ὄνος ἐστὶν ἄγριος ἐν ἐρήμῳ, φησὶν ὁ Ἰὼβ, ἄνετος καὶ ἐλεύθερος, καταγελῶν πολυοχλίας πόλεως, μέμ‐ ψιν φορολόγου μὴ ἀκούων. Μονόκερώς ἐστι,
10ζῶον αὐτόνομον. Εἰ βουλήσεταί σοι δουλεῦσαι; εἰ δήσεις αὐτὸν ἐπὶ φάτνης; εἰ ὑπὸ ζυγὸν ἀχθή‐ σεται; Ὅταν πάντων ἐξείργηται τῶν ἐπὶ γῆς, κατεσκεύασται αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, ἐπιστρέ‐ ψει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ, πρὸς
15Θεὸν ἀναπτήσεται. Εἴπω τι κεφάλαιον· Δύο ταῦτα δυσκράτητα, Θεὸς καὶ ἄγγελος· καὶ τὸ τρίτον φιλό‐ σοφος, ἄϋλος ἐν ὕλῃ, ἐν σώματι ἀπερίγραπτος, ἐπὶ γῆς οὐράνιος, ἐν πάθεσιν ἀπαθὴς, πάντα ἡττώμενος πλὴν φρονήματος, νικῶν τῷ νικᾶσθαι τοὺς κρατεῖν
20νομίζοντας. Ἐπεὶ δὲ τὸν φιλόσοφον ἡμῖν ὁ λόγος ἔγραψεν, ὅθεν εἶπον, ἀρξάμενος, φέρε, παρὰ τοῦτον τὰ ἡμέτερα θεωρήσωμεν (δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν, καὶ εἴ τινι τούτων τρωτὸς ἐγὼ καὶ ἁλώσιμος)· ἵν’ εἰ μὲν ἡττώμενον εὑρίσκοιεν οἱ
25μισοῦντες καὶ πολεμοῦντες, συγγινώσκοιντο γοῦν τῆς ἐγχειρήσεως, εἰ καὶ μὴ τῆς προαιρέσεως· εἰ δὲ κρείττονα τῶν πολεμούντων καὶ ὑψηλότερον, ἢ τῆς κακίας ἀπαλλαγεῖεν, ἢ καινοτέραν ὁδὸν τῆς ἀδικίας ἐπινοήσαιεν, ὡς τῆς παρούσης καταφρονουμένης, καὶ
30μὴ πρὸς τῇ κακίᾳ καὶ ἄνοιαν ἐγκαλοῖντο, ὡς ἀνο‐ μοῦντες διακενῆς, καὶ οὐδὲ εἰδότες ἀδικεῖν ὃ σπουδάζουσιν.
36 ΙΔʹ. Τί γὰρ δὴ καὶ λυπήσουσιν ἐπὶ πάντα ἐλθόντες; Ἴδωμεν ὅσα ἂν ἀδικηθείη παρὰ ἀνθρώπων ἄνθρωπος. Ἀπαίδευτον ὀνομάσουσιν; Μίαν σοφίαν οἶδα, τὸ φοβεῖσθαι Θεὸν (Ἀρχή τε γὰρ σοφίας, φό‐
40βος Κυρίου· καὶ τέλος λόγου, τὸ πᾶν ἄκουε, τὸν Θεὸν φοβοῦ. Ταῦτα Σολομὼν ὁ σοφώτατος. Δειξά‐ τωσαν οὖν ἄφοβον, καὶ νικησάτωσαν· τῆς δὲ ἄλλης σοφίας, τὴν μὲν παρέδραμον, τὴν δὲ προσλα‐ βεῖν εὔχομαι καὶ ἐλπίζω, θαῤῥῶν τῷ Πνεύματι. Πε‐
45νίαν ἐγκαλέσουσι, τὴν ἐμὴν περιουσίαν; εἴθε γὰρ ἀποδυσαίμην καὶ τὰ ῥάκια ταῦτα, ἵνα γυμνὸς δια‐
δράμω τὰς ἀκάνθας τοῦ βίου· εἴθε καὶ τὸν βαρὺν1246

35

.

1248

χιτῶνα τοῦτον ὡς τάχιστα, ἵνα λάβω κουφότερον. Φυγόπατριν ἀποκαλέσουσιν; ὡς μικρὰ φρονοῦσι περὶ ἡμῶν ὄντως ὑβρισταὶ καὶ μισόξενοι! Ἔστι γάρ μοι πατρὶς, ὦ οὗτοι, περιγραπτὸς, ᾧ πᾶσα πατρὶς, καὶ
5οὐδεμία; Σὺ δὲ οὐ ξένος καὶ παρεπίδημος; Οὐκ ἐπαινῶ σου τὴν κατοικίαν, ἂν οὕτως ἔχῃς, μὴ τῆς ἀληθινῆς πατρίδος ἐκπέσῃς, εἰς ἣν ἀποτίθεσθαι χρὴ τὸ πολίτευμα. Γῆρας δὲ οὐκ ὀνειδίσαις ἡμῖν καὶ τὸ νοσῶδες; οὐχ ὅλον τοῦτο τῆς ὕλης καὶ τῆς φύ‐
10σεως, ἵνα εἰδῇς τι τῶν ἐμῶν ἀποῤῥήτων· ἔστιν ὃ καὶ ὁ λογισμὸς ἐδαπάνησεν, ἵνα μικρόν τι καυχήσωμαι. Οὐδὲ σὺ σφριγῶν μοι καὶ σαρκοτροφῶν, ἡδὺ θέαμα. Εἴθε τι καὶ πολιᾶς ἐπήνθει σοι καὶ ὠχρό‐ τητος, ἵνα πιστευθῇς γοῦν εἶναι συνετὸς καὶ φιλό‐
15σοφος.
19ΙΕʹ. Τί ἔτι; Θρόνων καθαιρήσουσιν; Τίνων ἆρ’
20ὧν ἡδέως ἐπέβην, ἢ νῦν, ἢ πρότερον; μακαρίζω δὲ τοὺς ἐπιβαίνοντας; Σὺ δέ μοι τούτους ἡδεῖς ποιεῖς, οὕτως ἐπιβαίνων ἀναξίως; Οὐδὲ τὰ πρώην συμβάντα τὴν ἐμὴν γνώμην ὑμῖν ἐδήλωσεν; ἢ κἀ‐ κεῖνα θρύψις τις ἦν, καὶ τοῦ πόθου δοκιμασία;
25Πάντα ἂν οἱ τεχνικοὶ περὶ ἄλλων, τὰ ἑαυτῶν, τὰ μὲν ὑπονοήσαιεν, τὰ δὲ εἴποιεν. Τί δαὶ ἡ συντριβή; τί δαὶ αἱ ἀραὶ, ἃς δημοσίᾳ καθ’ ἡμῶν αὐτῶν πε‐ ποιήμεθα; τί δαὶ τὰ δάκρυα, καὶ τὸ ἐλεεινοὺς γε‐ νέσθαι ὑμῖν μικροῦ, καὶ μισουμένους διὰ τὴν ἔνστα‐
30σιν; Προεδρίας ἀποστερήσουσιν; ἣν πότε καὶ τίς τῶν εὖ φρονούντων ἐθαύμασε; νῦν δὲ καὶ τὸ φεύ‐ γειν, ὡς γοῦν ἐμοὶ δοκεῖ, πρῶτον συνέσεως· δι’ ἣν πάντα δονεῖται καὶ σείεται τὰ ἡμέτερα· δι’ ἣν τὰ πέρατα τῆς οἰκουμένης ἐν ὑποψίᾳ, καὶ πολέμῳ κωφῷ
35τινι καὶ οὐδὲ ὄνομα ἔχοντι· δι’ ἣν κινδυνεύομεν ἀν‐ θρώπων εἶναι, παρὰ Θεοῦ γεγονότες, καὶ τὸ μέγα καὶ καινὸν ἀποβαλεῖν ὄνομα. Ὡς ὄφελόν γε μηδὲ ἦν προεδρία, μηδέ τις τόπου προτίμησις, καὶ τυραννικὴ προνομία! ἵν’ ἐξ ἀρετῆς μόνης ἐγινωσκόμεθα.
40Νῦν δὲ τὸ δεξιὸν τοῦτο, καὶ τὸ ἀριστερὸν, καὶ τὸ μέσον, καὶ τὸ ὑψηλότερον, καὶ τὸ χθαμαλώτερον, καὶ τὸ προβαδίζειν ἢ συμβαδίζειν, πολλὰ πεποίηκε τὰ συντρίμματα ἡμῶν διακενῆς, καὶ πολλοὺς εἰς βόθρον ὦσε, καὶ εἰς τὴν τῶν ἐρίφων χώραν ἀπήγα‐
45γεν· οὐ τῶν κάτω μόνον, ἀλλ’ ἤδη καὶ τῶν ποιμέ‐ νων, οἳ διδάσκαλοι τοῦ Ἰσραὴλ ὄντες, ταῦτα ἠγνό‐ ησαν.
51 ΙϚʹ. Θυσιαστηρίων εἴρξουσιν; Ἀλλ’ οἶδα καὶ ἄλλο θυσιαστήριον, οὗ τύποι τὰ νῦν ὁρώμενα· ἐφ’ ὃ λαξευτήριον οὐκ ἀναβέβηκεν, οὐδὲ χεὶρ, οὐδὲ
ἠκούσθη σίδηρος, ἤ τι τῶν τεχνιτῶν καὶ1248

35

.

1249

ποικίλων, ἀλλ’ ὅλον τοῦ νοῦ τὸ ἔργον, καὶ διὰ θεωρίας ἡ ἀνάβασις. Τούτῳ παραστήσομαι, τούτῳ θύσω δεκτὰ, θυσίαν, καὶ προσφορὰν, καὶ ὁλο‐ καυτώματα, κρείττονα τῶν νῦν προσαγομένων, ὅσῳ
5κρεῖττον σκιᾶς ἀλήθεια· περὶ οὗ μοι δοκεῖ καὶ Δαβὶδ ὁ μέγας φιλοσοφεῖν, λέγων· Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, τοῦ εὐφραίνοντος τὴν πνευματικήν μου νεότητα. Τούτου μὲν οὐκ ἀπάξει με τοῦ θυσιαστηρίου πᾶς ὁ βουλόμενος. Πόλεως ἀπ‐
10ελάσουσιν; ἀλλ’ οὐχὶ καὶ τῆς ἄνω κειμένης. Τοῦτο δυνηθήτωσαν οἱ μισοῦντες ἡμᾶς, καὶ ὄντως πεπο‐ λεμήκασιν· ἕως δ’ ἂν μὴ τοῦτο δύνωνται, ῥα‐ νίσι βάλλουσιν, ἢ αὔραις παίουσιν, ἢ παίζουσιν ἐνύπνια· οὕτως αὐτῶν ἐγὼ βλέπω τὸν πόλεμον.
15Χρημάτων περιαιρήσουσιν; Τίνων; Εἰ μὲν τῶν ἐμῶν, καὶ τῶν πτερύγων περικοπτέτωσαν, ὧν οὐκ ἐπιβέβλημαι· εἰ δὲ τῶν τῆς Ἐκκλησίας, τοῦτό ἐστιν ὑπὲρ οὗ πᾶς ὁ πόλεμος· δι’ ἃ ζηλοτυπεῖ τὸ γλωσ‐ σόκομον ὁ κλέπτης, καὶ τὸν Θεὸν προδίδωσι τριάκοντα
20ἀργυρίων, τὸ δεινότατον. Τοσούτου γὰρ, οὐχ ὁ προδιδόμενος, ἀλλ’ ὁ προδιδοὺς ἄξιος.
24ΙΖʹ. Οἰκίας ἀποκλείσουσι; Τρυφὰς περικό‐
25ψουσι; Φίλους ἀλλοτριώσουσι; Πάνυ γὰρ, ὡς ὁρᾷς, πλείστων κατεναρκήσαμεν, καίτοιγε προκαλου‐ μένων (οὐ γὰρ ἀχαριστήσομεν)· εἰ δὲ καὶ κατ‐ εναρκήσαμεν, τῷ φείδεσθαι μᾶλλον ἢ τῷ προσίεσθαι. Τὸ δὲ αἴτιον, οἶκός τις ἀνέπαυσεν ἡμᾶς εὐσεβὴς καὶ φιλό‐
30θεος, καὶ οἷος τὸν Ἐλισσαῖον ὁ τῆς Σουναμίτιδος, συγγε‐ νῶν τὸ σῶμα, συγγενῶν τὸ πνεῦμα, πάντα φιλότιμος· παρ’ οἷς καὶ ὁ λαὸς οὗτος ἐπάγη, κλέπτων ἔτι τὴν διω‐ κομένην εὐσέβειαν, οὐκ ἀδεῶς, οὐδὲ ἀκινδύνως. Ἀν‐ τιμετρήσαι αὐτῷ Κύριος ἐν ἡμέρᾳ ἀνταποδόσεως!
35Τρυφὴν δὲ εἰ διώκομεν, τρυφήσαιεν καθ’ ἡμῶν οἱ μισοῦντες ἡμᾶς· οὐ γὰρ ἄλλο τι μεῖζον ἐμαυτῷ καταράσομαι. Φίλων δὲ, οἱ μὲν οὐδὲ πάσχοντες κα‐ κῶς, εὖ οἶδα, φεύξονται ἡμᾶς (τὸ γὰρ συναδικεῖσθαι, καὶ συναλγεῖν πεποίηκε)· τῶν δὲ ἤδη γεγυμνάσμεθα
40καὶ ὑπερορώμενοι φέρειν τὴν ὑπεροψίαν. Τῶν γὰρ φίλων καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν· οἱ δὲ, τὸ φι‐ λανθρωπότατον, ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐν τῇ νυκτὶ ταύτῃ πάντες ἐσκανδαλίσθησαν. Μικροῦ καὶ
45Πέτρος ἠρνήσατό με· καὶ τυχὸν οὐδὲ κλαίει πι‐
κρῶς, ἵνα θεραπεύσῃ τὴν ἁμαρτίαν.1250

35

.

1252

(3)

ΙΗʹ. Μόνος τολμηρὸς ἐγὼ, καὶ θράσους γέμων, ὡς ἔοικε· μόνος εὔελπις ἐν τοῖς φοβεροῖς, μόνος καρ‐
5τερικὸς, καὶ δημοσίᾳ προτιθέμενος, καὶ ἰδίᾳ κατα‐ φρονούμενος, καὶ Ἀνατολῇ καὶ Δύσει τῷ πολεμεῖσθαι γνωριζόμενος. Τῆς ἀπονοίας! Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ
10ἐγὼ ἐλπίζω. Τοσοῦτον ἀπέχω τοῦ φοβερὸν ἡγεῖσθαί τι τῶν παρόντων, ὥστε τὸ κατ’ ἐμαυτὸν ἀφεὶς, θρηνῶ τοὺς λυπήσαντας. Μέλη Χριστοῦ ποτε, μέλη τίμια ἐμοὶ, εἰ καὶ νῦν διεφθαρμένα, μέλη τῆς ποίμνης ταύτης, ἣν προδεδώκατε μικροῦ, καὶ πρὶν
15συναχθῆναι. Πῶς διεσπάσθητε καὶ διεσπάσατε, ὡς βοΐδια ἐκ δεσμῶν ἀνειμένα; πῶς θυσιαστηρίῳ θυσιαστήριον ἀντηγείρατε; πῶς ἐγένεσθε εἰς ἐρή‐ μωσιν ἐξάπινα; πῶς καὶ αὐτοὶ νενέκρωσθε τῇ τομῇ, καὶ ἡμᾶς ἀλγεῖν πεποιήκατε; πῶς ἁπλότητι ποιμέ‐
20νων εἰς ποίμνης διάλυσιν κατεχρήσασθε; Οὐδὲ γὰρ ἐκείνους μέμψομαι τῆς ἀπειρίας, ἀλλ’ ὑμᾶς αἰ‐ τιάσομαι τῆς κακίας. Τῇ διαφθορᾷ σου, Ἰσραὴλ, τίς βοηθήσει; Τί φάρμακον εὕρωμαι συνουλω‐ τικόν; ποῖον ἐπίδεσμον; πῶς συνάψω τὰ διεστῶτα;
25τίσι δάκρυσι, τίσι λόγοις, τίσιν εὐχαῖς θεραπεύσω τὸ σύντριμμα; ἢ τάχα τὸν τοῦτον τρόπον;
29ΙΘʹ. Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ τελεία,
30καὶ καλῶς ὑφ’ ἡμῶν συναγομένη τε καὶ σεβομένη, σὸν τὸ ἔργον, σὸν τὸ κατόρθωμα. Σὺ τούτους τε πά‐ λιν ἀποκαταστήσαις ἡμῖν, τοσοῦτον διαστάντας, ὅσον παιδευθῆναι τῷ χωρισμῷ πρὸς ὁμόνοιαν· καὶ ἡμῖν τῶν ἐντεῦθεν μόχθων ἀντιδοίης τὰ ἐπουράνιά τε καὶ
35ἀστασίαστα. Τῶν δέ ἐστι τὸ πρῶτον καὶ μέ‐ γιστον, ἐλλαμφθῆναί σοι τελεώτερόν τε καὶ κα‐ θαρώτερον, πῶς ἡ αὐτὴ, καὶ μονὰς νοῇ, καὶ Τριὰς εὑρίσκῃ· πῶς τὸ ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ προϊὸν, μία φύσις, τρεῖς ἰδιότητες, Εἷς Θεὸς, ὁ ἐπὶ
40πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν· οὔτε ὑπερτιθέμενος, οὔτε μετατιθέμενος, οὔτε μειού‐ μενος, οὔτε τεμνόμενος· τὸ μὲν ἄρτι καταλαμβανόμε‐ νος, τὸ δὲ ζητούμενος, ποτὲ δὲ, ὅσον εἶ, τυχὸν κα‐ ταληφθησόμενος τοῖς ἐνταῦθα καλῶς ζητήσασι
45διὰ βίου καὶ θεωρίας· ᾧ πᾶσα δόξα, τιμὴ, κράτος
εἰς τοὺς αἰῶνας. Ἀμήν.1252