TLG 2022 035 :: GREGORIUS NAZIANZENUS :: De pace 2 (orat. 22)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

De pace 2 (orat. 22)

Citation: Volume — page — (line)

35

.

1132

(1t)

ΛΟΓΟΣ ΚΒʹ.
2tΕἰρηνικὸς βʹ, λεχθεὶς ἐν Κωνσταντίνου πό‐
3tλει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ, περὶ
4tἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλή‐
5tλους.
6 Αʹ. Εἰρήνη φίλη, τὸ γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, ὃ νῦν ἔδωκα τῷ λαῷ καὶ ἀντέλαβον· οὐκ οἶδα εἰ παρὰ πάντων γνησίαν φωνὴν καὶ ἀξίαν τοῦ Πνεύμα‐ τος, ἀλλὰ μὴ δημοσίας συνθήκας ἀθετουμένας
10ὑπὸ Θεῷ μάρτυρι, ὥστε καὶ μεῖζον εἶναι ἡμῖν τὸ κα‐ τάκριμα. Εἰρήνη φίλη, τὸ ἐμὸν μελέτημα καὶ καλλ‐ ώπισμα, ἣν Θεοῦ τε εἶναι ἀκούομεν, καὶ ἧς Θεὸν, τὸν Θεὸν καὶ αὐτόθεον, ὡς ἐν τῷ· Ἡ εἰρήνη τοῦ Θεοῦ· καὶ, Ὁ Θεὸς τῆς εἰρήνης· καὶ, Αὐτός
15ἐστιν ἡ εἰρήνη ἡμῶν· καὶ οὐδ’ οὕτως αἰδούμεθα. Εἰρήνη φίλη, τὸ παρὰ πάντων μὲν ἐπαινούμενον ἀγα‐ θὸν, ὑπ’ ὀλίγων δὲ φυλασσόμενον, ποῦ ποτε ἀπέλι‐ πες ἡμᾶς, τοσοῦτος ἐξ οὗ χρόνος ἤδη; καὶ πότε ἐπανήξεις ἡμῖν; Ὡς λίαν σε ποθῶ καὶ ἀσπά‐
20ζομαι διαφερόντως τῶν ἄλλων ἀνθρώπων· καὶ παρ‐ οῦσαν περιέπω, καὶ ἀποῦσαν ἀνακαλοῦμαι πολλοῖς θρήνοις καὶ δάκρυσιν, οἵοις οὔτε Ἰακὼβ καὶ τὸν Ἰωσὴφ ἐκεῖνον ὁ πατριάρχης, ὑπὸ μὲν τῶν ἀδελφῶν πεπραμένον, ὑπὸ δὲ θηρίου ἡρπασμένον, ὡς ᾤετο·
25οὔτε Δαβὶδ Ἰωνάθαν τὸν ἑαυτοῦ φίλον, ἔργον πολέ‐ μου γενόμενον, ἢ τὸν υἱὸν Ἀβεσσαλὼμ ὕστερον. Ὧν ὁ μὲν σπλάγχνοις πατρικοῖς σπαρασσόμενος, Θηρίον ἥρπασεν, ἐβόα, τὸν Ἰωσὴφ, θηρίον πονηρὸν καὶ ἀνήμερον, καὶ τὴν τοῦ παιδὸς ἐσθῆτα ᾑμαγμένην
30προθεὶς, ὡς τὰς τοῦ παιδὸς σάρκας περιεπτύσσετο, τῷ αὐτῷ καὶ φλεγόμενος καὶ παραμυθούμενος. Ὁ δὲ, νῦν μὲν τοῖς ὄρεσι καταρᾶται, καθ’ ὧν ὁ πόλεμος. Ὄρη τὰ Γελβουὲ, λέγων, μὴ πέσοι ἐφ’ ὑμᾶς μήθ’ ὑετὸς, μήτε δρόσος· καὶ, Πῶς ἔπεσε τό‐
35ξον Ἰωνάθαν καὶ δύναμις; Νῦν δ’ ἀπολο‐ γεῖται ὡς οὐδὲν ἠδικηκότι τῷ πατροφόνῳ, καὶ τῷ νε‐ κρῷ σπένδεται· ἴσως καὶ κατὰ τοῦτο ὑπεραλγῶν τοῦ παιδὸς, ὅτι κατὰ τοῦ πατρὸς ἀνετείνατο χεῖρα. Τοιοῦτο γὰρ καὶ ὁ πατήρ· ὃν ὡς ἐχθρὸν ἠμύνατο
40πολεμοῦντα, ὡς φίλον ποθεῖ τεθνηκότα· καὶ νικᾷ τὴν ἔχθραν ἡ φύσις, ἧς οὐδὲν βιαιότερον.
43 Βʹ. Ἐλεεινὸν δὲ καὶ ἡ κιβωτὸς ὑπὸ τῶν ἀλλοφύ‐ λων κατεχομένη· καὶ Ἱερουσαλὴμ ἠδαφισμένη καὶ
45ὑπὸ ἐθνῶν πατουμένη· καὶ υἱοὶ Σιὼν, οἱ τί‐ μιοι καὶ ἰσοστάσιοι χρυσίῳ, πορευόμενοι ἐν αἰχμα‐
λωσίᾳ, καὶ νῦν ἔτι διεσπαρμένοι, καὶ λαὸς ὄντες τῆς1132

35

.

1133

οἰκουμένης ξένος καὶ πάροικος. Δεινὸν δὲ καὶ τὰ νῦν ὁρώμενά τε καὶ ἀκουόμενα· πατρίδες ἀνιστάμε‐ ναι, καὶ μυριάδες πίπτουσαι, καὶ κάμνουσα γῆ τοῖς αἵμασι καὶ τοῖς πτώμασι, καὶ λαὸς ἀλλόγλωσ‐
5σος ὡς οἰκείαν διατρέχων τὴν ἀλλοτρίαν· οὐ δι’ ἀναν‐ δρίαν τῶν προμαχομένων κατηγορείτω μηδείς· οὗ‐ τοι γάρ εἰσιν οἱ μικροῦ πᾶσαν τὴν οἰκουμένην πα‐ ραστησάμενοι· ἀλλὰ διὰ τὴν ἡμετέραν κακίαν, καὶ τὴν ἐπικρατοῦσαν κατὰ τῆς Τριάδος ἀσέβειαν. Δεινὰ
10ταῦτα, καὶ πέρα δεινῶν. Τίς ἀντερεῖ τῶν συμφορὰς δοκιμάζειν εἰδότων ἐξ ὧν πεπόνθασιν, ἢ συμπεπόν‐ θασιν; Ἀλλ’ οὔπω τοσοῦτον οὐδὲν, ὅσον εἰρήνη δε‐ διωγμένη, καὶ ἡ τῆς Ἐκκλησίας εὐπρέπεια περιῃρη‐ μένη, καὶ τὸ παλαιὸν ἀξίωμα καταλελυμένον· καὶ
15παρὰ τοσοῦτον ἡ τάξις ἀντεστραμμένη, ὥστε πρότε‐ ρον μὲν ἐξ οὐ λαοῦ λαὸς, καὶ ἐξ οὐκ ἔθνους ἔθνος γε‐ γόναμεν· νῦν δὲ κινδυνεύομεν ἐκ λαοῦ μεγίστου καὶ ἔθνους, εἰς οὐ λαὸν πάλιν καὶ οὐκ ἔθνος ἀναλυθέντες γενέσθαι, ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν,
20οὐδ’ εἰς ἓν ὄνομα καὶ τάγμα συνεληλύθειμεν.
23 Γʹ. Καὶ ὄντως κινδυνεύει ῥᾷον εἶναι δυσπραγίαν ἐνεγκεῖν, ἢ εὐπραγίαν διασώσασθαι· ὁπότε καὶ
25ἡμεῖς, ἡνίκα ἐπολεμούμεθα, τοῖς διωγμοῖς ῥωσθέντες καὶ συναχθέντες, ἡνίκα συνήχθημεν, διελύθημεν. Τίς γὰρ οὐκ ἂν ὀδύραιτο εὖ φρονῶν τὰ παρόντα; Τίς δὲ λόγον εὑρήσει τῇ συμφορᾷ παρισούμενον; Λῃστὰς μὲν εἰρηνεύειν, οὓς κακία συνέδησε, καὶ τοὺς τυ‐
30ραννίδι συντεταγμένους, ἢ κλοπῆς κοινωνοὺς, ἢ στά‐ σεως συνωμότας, ἢ μοιχείας συλλήπτορας, ἔτι δὲ χορῶν συστήματα, καὶ στρατῶν τάγματα, καὶ νηῶν πληρώματα· ἐῶ γὰρ λέγειν κλήρους ἐξ ἴσου διαιρουμένους, καὶ πολιτείας ἀντιθέτους, καὶ διαδο‐
35χὰς λειτουργιῶν καὶ ἀρχῶν, τάξει προϊούσας καὶ νόμῳ, καὶ τὴν πολυύμνητον δὴ ταύτην σοφιστικὴν, ἢ γραμματικὴν, ἵνα μὴ λέγω φιλοσοφίαν, περὶ ἣν νέων φιλοτιμία λυσσᾷ τε καὶ μέμηνε· ταύτην μὲν ὁρᾷν ὀλίγα μὲν στασιάζουσαν, τὰ πλείω δὲ εἰρη‐
40νεύουσαν· ἡμᾶς δὲ ἀσυνθέτους εἶναι καὶ ἀσυνδέτους, καὶ μήποτε δύνασθαι εἰς ταυτὸν ἐλθεῖν, μηδέ τινα λόγον φανῆναι τῆς νόσου ταύτης θεραπευτὴν, ἀλλ’ ὥσπερ κακίας μυσταγωγοὺς καὶ μύστας ὄντας, οὐκ ἀρετῆς, πολλὰ μὲν ποιεῖσθαι τὰ τῆς διαστάσεως
45ὑπεκκαύματα, μικρὰ δὲ, ἢ μηδόλως τῆς ὁμονοίας φροντίζειν. Καίτοι τούτων μὲν στασιαζόντων, οὐκ εἰς μέγα ἡ στάσις φέρει· τινάς τε καὶ στασιάζειν ἢ συμφρονεῖν ἄμεινον· τὰς γὰρ ἐπὶ κακῷ συστάσεις
τίς ἂν ἐπαινέσειεν εὖ φρονῶν;1134

35

.

1136

Δʹ. Ἡμᾶς δὲ εἴ τις ἐρωτήσειε, Τί τὸ τιμώμενον ὑμῖν καὶ προσκυνούμενον; πρόχειρον εἰπεῖν· Ἡ ἀγάπη. γὰρ Θεὸς ἡμῶν ἡ ἀγάπη ἐστί. Ῥῆσις τοῦ ἁγίου Πνεύματος· καὶ τοῦτο χαίρει μᾶλλον
5ἀκούων, ἤ τι ἄλλο, ὁ Θεός. Τί δαὶ νόμου καὶ προφητῶν κεφάλαιον; οὐκ ἄλλο ἢ τοῦτο συγχωρή‐ σειεν ὁ εὐαγγελιστὴς ἀποκρίνασθαι. Τί δήποτε οὖν οἱ τῆς ἀγάπης, οὕτω μισοῦμέν τε καὶ μισού‐ μεθα; καὶ οἱ τῆς εἰρήνης, πολεμοῦμεν ἀκήρυκτά
10τε καὶ ἀκατάλλακτα; καὶ οἱ τοῦ ἀκρογωνιαίου, δι‐ ιστάμεθα; καὶ οἱ τῆς πέτρας, σειόμεθα; καὶ οἱ τοῦ φωτὸς, ἐσκοτίσμεθα; καὶ οἱ τοῦ Λόγου, τοσαύτης ἐσμὲν σιγῆς, ἢ ἀλογίας, ἢ παραπληξίας, ἢ, οὐκ οἶδ’ ὅ τι καὶ ὀνομάσω, μεστοί· ὥστε τροφῆς μὲν, καὶ
15ὕπνου, καὶ ᾠδῆς κόρος ἐστὶ, καὶ τῶν αἰσχίστων, ὡς λέγουσι· καὶ πλησμονὴ πάντων, οὐ τῶν ἀλγεινῶν μό‐ νον, ἀλλ’ ἤδη καὶ τῶν ἡδίστων, καὶ πάντα εἰς ἄλ‐ ληλα περιχωρεῖ τε καὶ περιτρέπεται· ἡμῖν δ’ οὐ‐ δεὶς ὅρος τοῦ βάλλειν καὶ βάλλεσθαι, οὐ τοῖς ἑτεροδο‐
20ξοῦσι μόνον, καὶ κατὰ τὸν τῆς πίστεως λόγον διεστη‐ κόσιν (ἧττον γὰρ ἂν ἦν ἀλγεινὸν, καὶ ὁ ζῆλος, ἀπολογία πραγμάτων ἐπαινουμένων, ἐὰν ἐν ὅροις ἱστῆται)· ἤδη δὲ καὶ τοῖς ὁμοδόξοις, καὶ πρὸς τοὺς αὐτοὺς, καὶ ὑπὲρ τῶν αὐτῶν στασιά‐
25ζουσι (τοῦτο γὰρ τὸ μοχθηρότατον, ἢ ἐλεεινότατον).
29Εʹ. Καὶ τὸ αἴτιον τί; Φιλαρχία τυχὸν, ἢ φιλοχρη‐
30ματία, ἢ φθόνος, ἢ μῖσος, ἢ ὑπεροψία, ἤ τι τῶν ὅσα μηδὲ τοὺς ἀθέους ὁρῶμεν πάσχοντας· καὶ τὸ χά‐ ριεν, ἡ τῶν ψήφων μετάθεσις. Ὅταν ἁλῶμεν, εὐσεβεῖς ἐσμεν καὶ ὀρθόδοξοι, καὶ καταφεύγομεν ψευδῶς ἐπὶ τὴν ἀλήθειαν, ὡς ὑπὲρ πίστεως στασιά‐
35ζοντες· καὶ τοῦτο μόνον ἐπαινετὸν ποιοῦμεν, ὡς ἐν κακοῖς, εἰ μὴ καὶ λίαν αἰσχρὸν, ὅτι τὴν κακίαν ἐρυ‐ θριῶντες, ἐπὶ σεμνότερον ὄνομα μεταβαίνομεν, τὴν εὐσέβειαν. Ἐμβρόντητε καὶ πολύτροπε, εἴποι τις ἂν, καὶ πλάσμα τοῦ Πονηροῦ καὶ τοῦ σοφιστοῦ τῆς
40κακίας, ὅστις ποτὲ εἶ ὁ τοῦτο πάσχων, ἢ, τό γε ἀλη‐ θέστερον εἰπεῖν, ἀνοητότατε· οὗτός σοι χθὲς ἦν εὐσε‐ βὴς, καὶ πῶς ἀσεβὴς σήμερον, μηδὲν προσθεὶς, μηδὲ ἀφελῶν, μήτε ῥήματι, μήτε πράγματι, ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἱστάμενος· ὃς ἀναπνεῖ τὸν αὐτὸν ἀέρα,
45καὶ τοῖς αὐτοῖς ὄμμασι προσβλέπει τὸν αὐτὸν ἥλιον· εἰ βούλει δὲ, ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρω‐ τηθεὶς, οὐκ ἄλλο τι ἢ ταυτὸν ἀποκρίνεται; Ἀλλὰ
καὶ πόρνος σοι σήμερον, ὁ χθὲς Ἰωσὴφ (προβαίνει1136

35

.

1137

γὰρ καὶ μέχρι τούτων ἡ ἔρις, ὥσπερ τις φλὸξ διὰ κα‐ λάμης θέουσα, καὶ τὰ κύκλῳ περιλαμβάνουσα)· καὶ Ἰούδας σήμερον, ἢ Καϊάφας, ὁ χθὲς Ἡλίας, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν μετὰ Χριστοῦ τεταγμέ‐
5νων, καὶ τὴν αὐτὴν ζώνην περικειμένων, καὶ τὸ αὐτὸ ἀμπεχομένων φαιὸν ἢ μέλαν τριβώνιον, ὃ σεμνότης βίου προβάλλεται, κατά γε τὸν ἐμὸν νόμον καὶ λόγον. Καὶ τὸ καλὸν ἄνθος τῶν ὑψηλῶν, τὴν ὠχρότητα, ἢ τὸ τῆς φωνῆς εὔτακτον καὶ ἡσύχιον, ἢ
10τὸ τοῦ βαδίσματος ἐμβριθές τε καὶ ἥμερον, χθὲς μὲν φιλοσοφίαν, σήμερον δὲ κενοδοξίαν προσηγορεύσαμεν· καὶ τὴν αὐτὴν κατὰ πνευμάτων ἢ νόσων δύναμιν, ποτὲ μὲν τῷ Ἰησοῦ, ποτὲ δὲ τῷ Βεελζεβοὺλ προσ‐ εθήκαμεν, καὶ χρώμεθα τούτων οὐ δικαίᾳ στάθμῃ,
15τῇ φιλονεικίᾳ καὶ τῷ θυμῷ.
18 Ϛʹ. Καὶ ὥσπερ ἡ αὐτὴ γῆ ἕστηκε μὲν τοῖς ἐῤῥω‐ μένοις καὶ οὐ πεπονθόσι, κινεῖται δὲ τοῖς ἰλιγγιῶσι
20καὶ περιτρεπομένοις, τοῦ τῶν ὁρόντων πάθους ἐπὶ τὸ ὁρώμενον μεταβαίνοντος· εἰ βούλει δὲ, ὥσπερ τὸ αὐτὸ τῶν κιόνων διάστημα, πλεῖον μὲν τοῖς ἐγγυτέρω καὶ προσεχέσιν, ἔλαττον δὲ τοῖς ποῤῥωτέρω φαί‐ νεται, κλεπτομένου τοῦ ἀέρος τῷ διαστήματι, καὶ
25συναπτούσης τῆς ὄψεως τὰ παχύτερα· οὕτω καὶ ἡμεῖς ῥᾳδίως ἐξαπατώμεθα διὰ τὴν ἔχθραν, καὶ περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ, φίλοι τε ὄντες καὶ μὴ, γινώσκομεν· καὶ χειροτονεῖ ῥᾳδίως ἡμῖν πολ‐ λοὺς μὲν ἁγίους, πολλοὺς δ’ ἀθέους παρὰ τὸ εἰκὸς ὁ
30καιρὸς, μᾶλλον δὲ πάντας ἀθλίους· οὐ μόνον τῷ πρὸς πονηρὸν παράδειγμα βλέπειν ἡμᾶς (ἐπειδὴ πρόχειρον ἡ κακία καὶ δίχα τοῦ ἕλκοντος), ἀλλ’ ὅτι καὶ πᾶσι πάντα συγχωροῦμεν ἑτοίμως ὑπὲρ ἑνὸς τοῦ συμμαίνεσθαι. Καὶ πρότερον μὲν οὐδὲ ῥῆμα
35τῶν περιττῶν τι φθέγγεσθαι τῶν ἀκινδύνων ἦν, νῦν δὲ λοιδορούμεθα καὶ τοῖς εὐσεβεστάτοις· καὶ ποτὲ μὲν οὐδ’ ἀναγινώσκειν ἔξω νόμον ἐξῆν, οὐδ’ ὁμολογίας ἐπικαλεῖσθαι (τὸ δέ ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὴν τοῦ λαοῦ συγκατάθεσιν)· νῦν δὲ καὶ τῶν ἀποῤῥήτων τοῖς
40βεβήλοις χρώμεθα διαιτηταῖς, ῥιπτοῦντες τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλοντες τοὺς μαργαρίτας ἔμ‐ προσθεν τῶν χοίρων. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὰς ἀκοὰς αὐτῶν ἑστιῶμεν ταῖς κατ’ ἀλλήλων ὕβρεσι· καὶ οὐδ’ ἐκεῖνο δυνάμεθα συνορᾷν, ὅτι οὐκ ἀσφαλὲς
45ὅπλον ἐχθρῷ πιστεύειν, οὐδὲ μισοῦντι Χριστιανοὺς κατὰ Χριστιανοῦ λόγον. Ὃ γὰρ σήμερον ὠνειδίσα‐ μεν, αὔριον ὠνειδίσθημεν· καὶ σαίνει τὸ λεγόμενον ὁ ἐχθρὸς, οὐχ ὅτι ἐπαινεῖ, ἀλλ’ ὅτι θησαυρίζει πι‐ κρῶς, ἵν’ ἐν καιρῷ τὸν ἰὸν ἐμέσῃ κατὰ τοῦ πιστεύ‐

35

.

1137

(50)

σαντος.1138

35

.

1140

(3)

Ζʹ. Τί ταῦτα πάσχομεν, ὦ οὗτοι, καὶ μέχρι τίνος; Πότε δὲ τῆς μέθης ἐκνήψομεν, ἢ τῶν ὀφθαλμῶν
5τὴν λήμην περιαιρήσομεν, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀναβλέψομεν; Ποία σκοτόμαινα ταῦτα; τίς νυ‐ κτομαχία; τίς ζάλη, φίλων καὶ πολεμίων ὄψιν οὐ διακρίνουσα; Διατί γεγόναμεν ὄνειδος τοῖς γείτο‐ σιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύ‐
10κλῳ ἡμῶν; Τίς ἡ φιλοτιμία τοῦ κακοῦ; Πόθεν οὕτως ἀθάνατα κάμνομεν; μᾶλλον δὲ οὐδὲ κάμνομεν, ἀλλ’ ἐῤῥώμεθα τῷ κακῷ, μαινομένων τὸ πάθος, καὶ ἡδό‐ μεθα δαπανώμενοι. Καὶ οὐδαμοῦ λόγος, οὐ φίλος, οὐ σύμμαχος, οὐκ ἰατρὸς, ἢ φαρμακεύων, ἢ ἐκτέμνων
15τὸ πάθος· οὐ παραστάτης ἄγγελος, οὐ Θεός· ἀλλὰ πρὸς τοῖς ἄλλοις, καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἡμῖν αὐτοῖς ἀπεκλείσαμεν. Ἵνα τί, Κύριε, ἀφέστη‐ κας μακρόθεν; καὶ πῶς ἀποστρέφῃ εἰς τέλος; Καὶ πότε ἐπισκοπὴν ἡμῶν ποιήσῃ; καὶ ποῦ προβή‐
20σεται ταῦτα καὶ στήσεται; Δέδοικα μὴ καπνὸς ᾖ τοῦ προσδοκωμένου πυρὸς τὰ παρόντα, μὴ τούτοις ὁ Ἀν‐ τίχριστος ἐπιστῇ, καὶ καιρὸν λάβῃ τῆς ἑαυτοῦ δυναστείας τὰ ἡμέτερα πταίσματά τε καὶ ἀῤῥωστή‐ ματα. Οὐ γὰρ ὑγιαίνουσι προσβαλεῖ τυχὸν, οὐδὲ
25τῇ ἀγάπῃ πεπυκνωμένοις· ἀλλὰ δεῖ μερισθῆναι τὴν βασιλείαν ἐφ’ ἑαυτὴν, εἶτα πειρασθῆναι καὶ δεθῆναι τὸν ἰσχυρὸν ἐν ἡμῖν λογισμὸν, εἶτα τὰ σκεύη διαρπα‐ γῆναι, καὶ ταῦτα παθεῖν ἡμᾶς, ἃ νῦν ὁρῶμεν τὸν ἐχθρὸν παρὰ Χριστοῦ πάσχοντα.
31 Ηʹ. Διὰ ταῦτα ἐγὼ κλαίω, φησὶν Ἱερεμίας ἐν Θρή‐ νοις, καὶ ζητῶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων ἀρκούσας τῷ πάθει, καὶ καλῶ τὰς σοφὰς, ἵνα τὸν θρῆνον ἐργάσωνται, ἢ συνεργάσωνται· καὶ τὴν κοι‐
35λίαν ἀλγῶ, καὶ μαιμάσσω τὰ αἰσθητήρια, καὶ οὐκ ἔχω, πῶς κουφίσω τὸ ἀλγοῦν, καὶ τίσι τοῖς ῥήμασι. Διὰ ταῦτα σιωπᾶται τὰ παλαιὰ, καὶ κωμῳδεῖται τὰ νέα (κωμῳδία γὰρ τοῖς ἐχθροῖς ἡ ἐμὴ τραγῳδία)· διὰ τοῦτο τῶν Ἐκκλησιῶν ὑφείλομεν οὐκ ὀλίγον, καὶ
40τῇ σκηνῇ προσεθήκαμεν· καὶ ταῦτα ἐν τοιαύτῃ πόλει, ἣ σπουδάζει τὸ τὰ θεῖα παίζειν, ὥσπερ τι ἕτερον, καὶ θᾶττον ἄν τι τῶν ἐπαινουμένων γελάσειεν, ἢ παρ‐ ίδοι τι τῶν γελοίων ἀγέλαστον. Ὥστε θαυμάσαιμι ἂν, εἰ μὴ κἀμὲ γελάσαι σήμερον τὸν ταῦτα λέ‐
45γοντα, τὸν εὐσεβείας ἔπηλυν κήρυκα, καὶ μὴ πάντα γελᾷν, ἀλλ’ ἔστιν ἃ καὶ σπουδάζειν διδάσκοντα. Καὶ τί γελᾷν λέγω; Θαυμαστὸν, εἰ μὴ καὶ δίκας ἀπαιτηθείην, εὐεργετεῖν βουλόμενος. Τοιαῦτα γὰρ τὰ ἡμέτερα, ὡς ἐμέ γε οὐ λυποῦσιν, οὔτ’ Ἐκκλη‐

35

.

1140

(50)

σίαι κατεχόμεναι, ὃ τάχα ἄν τις πάθοι τῶν μικρο‐
πρεπῶν τὴν διάνοιαν, οὔτε χρυσὸς ἄλλοις ῥέων, οὔτε1140

35

.

1141

γλῶσσαι πονηραὶ, τὸ ἑαυτῶν ποιοῦσαι, λέγουσαι κα‐ κῶς, ἐπειδὴ καλῶς οὐκ ἔμαθον.
4Θʹ. Οὐ γὰρ δέος, μήποτε τόπῳ περιγράφηται τὸ
5Θεῖον, ἢ ὤνιον γένηται, ἵν’ ὅλον ᾖ τῶν εὐπορωτέρων. Ἐμέ τε οὐκ ἀμείψουσιν οἱ εὐφημοῦντες, ἢ δυσφη‐ μοῦντες (ὥσπερ οἱ βορβόρῳ μύρον ἀναμιγνύντες, ἢ μύρῳ βόρβορον, καὶ τὰς ποιότητας τῇ ἐπιμιξίᾳ συγχέοντες), ἵνα δυσχεράνω τὰς βλασφημίας ὡς μεθ‐
10ιστάμενος. Ἦ πολλὰ ἂν κατέβαλον χρήματα τοῖς ἐπαινέταις, εἴ με βελτίω τοῖς ἐπαίνοις εἰργάζοντο. Νῦν δὲ οὐχ οὕτω τοῦτο ἔχει, πόθεν; ἀλλ’ ὅπερ εἰμὶ, τοῦτο μένω, καὶ δυσφημούμενος, καὶ θαυμαζόμενος. Βροτὸς δ’ ἄλλως νήχεται λόγοις, φησὶν Ἰώβ·
15καὶ ὅσα πέτραν περιῤῥέων ἀφρὸς, ἢ πίτυν αὖραι, ἤ τινα τῶν δασέων καὶ ὑψηλῶν· τοσαῦτα αἱ γλῶσσαί με περιῤῥέουσι, καὶ ἅμα φιλοσοφῶ τι τοιοῦτο πρὸς ἐμαυτόν· ὡς Εἰ μὲν ψευδὴς ὁ κατηγορῶν, οὐκ ἐμοῦ μᾶλλον ὁ λόγος, ἢ ἐκείνου τὸ λεγόμενον ἅπτεται,
20κἂν ἐμὲ ὀνόματι βλασφημῇ· εἰ δ’ ἀληθὴς, ἐμαυ‐ τὸν μᾶλλον ἢ τὸν λέγοντα αἰτιάσομαι (παρ’ ἐμοῦ γὰρ ἐκείνῳ τὸ λέγειν, οὐκ ἐμοὶ τὸ εἶναι τοιούτῳ παρὰ τοῦ λέγοντος)· καὶ παραδραμὼν τὰς φωνὰς, ὡς οὐδὲν οὔσας, ἐμαυτοῦ γενήσομαι, τοῦτο μόνον αὐτῶν κερ‐
25δαίνων τῆς μοχθηρίας, τὸ βιοῦν ἀσφαλέστερον. Τρί‐ τον δ’, ὃ καὶ μέγιστον ἔχει τι καὶ μεγαλοπρεπὲς, ἡ λοιδορία, ὅτι μετὰ Θεοῦ βλασφημούμεθα· οἱ γὰρ αὐ‐ τοὶ θεότητά τε ἀθετοῦσι, καὶ τὸν θεολόγον ὑβρίζουσιν. Οὐκοῦν τούτων οὐδὲν δεινὸν, κἂν οἱ πολλοὶ νομίζω‐
30σιν· ἀλλ’ ὅτι μηδεὶς ἔτι πιστεύεται πιστὸς εἶναι, μηδὲ τὴν ἀρετὴν ἄτεχνος καὶ σκηνῆς ἐλεύθερος, μηδ’ ἂν σφόδρα ᾖ τὴν ψυχὴν ἐῤῥωμένος, καὶ γνήσιος εἰς εὐσέβειαν· ἀλλ’ ὁ μὲν καὶ φανερῶς κακὸς, ὁ δὲ πλάσμα καὶ χρῶμα ἔχει τὴν ἐπιείκειαν, ἵνα κλέπτῃ
35τῷ φαινομένῳ.
39Ιʹ. Καὶ οἱ μὲν οὐ δοκοῦσι μέλανες διά τινας τοιού‐
40τους· οὐδὲ δυσγενεῖς, ἢ δυσειδεῖς, ἢ ἄνανδροι, ἢ ἀκόλαστοι, πλειόνων οὕτως ἐχόντων· ἀλλὰ καθ’ ἑαυ‐ τὸν ἕκαστος κρίνεται, καὶ οὐ κοινοῦται, οὔτε τῶν ψεγομένων οὐδὲν, οὔτε τῶν ἐπαινουμένων. Τὸ δὲ τῆς κακίας εἰς πάντας χεῖται ῥᾳδίως, καὶ κοινὴ κατ‐
45ηγορία τοῦ παντὸς, μὴ ὅτι τὸ τῶν πολλῶν, ἀλλὰ καὶ τὸ τινῶν γίνεται. Καὶ τὸ δεινότατον, ὅτι μὴ μέχρις ἡμῶν ἵσταται μόνον, ἀλλ’ ἐπὶ τὸ μέγα καὶ σεμνὸν ἡμῶν διαβαίνει μυστήριον. Τῶν γὰρ τὰ ἡμέτερα κρι‐ νόντων, ὃ πᾶσι μικροῦ συμβαίνει, τοῖς τῶν ἀλλοτρίων

35

.

1141

(50)

κριταῖς, οἱ μὲν ἐπιεικῶς εἰσιν ἥμεροι καὶ φιλάνθρω‐
ποι, οἱ δὲ καὶ λίαν πικροὶ καὶ ἀγνώμονες. Οἱ μὲν1142

35

.

1144

γὰρ ἡμᾶς αὐτοὺς κακίζουσι τῆς μοχθηρίας, ἀφιέντες τὸ δόγμα τῆς μέμψεως· οἱ δὲ καταιτιῶνται τὸν νό‐ μον αὐτὸν, ὡς κακίας διδάσκαλον, καὶ μάλιστα ὅταν πολλοῖς ἐντύχωσι πονηροῖς τῶν προστασίας
5ἠξιωμένων.
8 ΙΑʹ. Τί ταῦτα, ὦ οὗτοι, καὶ μέχρι τίνος; Οὐ σω‐ φρονήσομεν ὀψὲ γοῦν; Οὐκ ἐκνήψομεν; Οὐκ
10αἰσχυνούμεθα; Οὐκ, εἰ μή τι ἄλλο, τὰς τῶν ἐχθρῶν φυλαξόμεθα γλώσσας, αἳ καὶ τὰ ψευδῆ ῥᾳδίως ἐπ‐ ηρεάζουσιν; Οὐ παυσόμεθα τῆς ἄγαν φιλονεικίας; Οὐ γνωσόμεθα, τίνα μὲν ἡμῖν ἐφικτὰ τῶν ζητουμέ‐ νων, καὶ μέχρι τίνος· τίνα δὲ ὑπὲρ τὴν ἡμετέραν δύ‐
15ναμιν; Καὶ τίνα μὲν τοῦ παρόντος καιροῦ, καὶ τῆς κάτω συγχύσεως ἐπισκοτούσης τῇ διανοίᾳ· τίνα δὲ τοῦ μέλλοντος αἰῶνος, καὶ τῆς ἐκεῖθεν ἐλευθερίας· ἵνα τὰ μὲν στέργωμεν τέως, τοῖς δὲ καθαιρώμεθα ὡς ὕστερον τελεσθησόμενοι καὶ στησόμενοι τῆς
20ἐφέσεως; Οὐ διαιρήσομεν ἐν ἡμῖν αὐτοῖς, τίνα μὲν οὐδὲ ζητητέον παντάπασι, τίνα δ’ ὑπὲρ ὧν μετρίως, τίνα δὲ συγχωρητέον καὶ παρετέον τοῖς φιλέρι‐ σιν, ὅπως ἂν ἔχῃ, ὡς οὐδὲν τὸν λόγον ἡμῶν πα‐ ραβλάπτοντα; Καὶ τίνα μὲν τῇ πίστει δοτέον μόνῃ,
25τίνα δὲ καὶ τοῖς λογισμοῖς; Ὑπὲρ δὲ τίνων καὶ πο‐ λεμητέον ἐκθύμως. λογικῶς, ἀλλ’ οὐχ ὁπλιτικῶς; Τὸ γὰρ καὶ χεῖρας ἀνταίρειν, παντελῶς ἔξω τῆς ἡμε‐ τέρας αὐλῆς, καὶ τοῖς μισοῦσιν ἡμᾶς ἀποῤῥιπτέον.
31 ΙΒʹ. Οὐχ ἕνα μὲν ὅρον εὐσεβείας ἡγησόμεθα, προσκυνεῖν Πατέρα, καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν μίαν ἐν τοῖς τρισὶ θεότητά τε καὶ δύναμιν, μηδὲν ὑπερσέβοντες, μηδὲ ὑποσέβοντες
35(ἵνα μικρόν τι καὶ αὐτὸς μιμήσωμαι τοὺς περὶ ταῦτα σοφούς· τὸ μὲν γὰρ ἀδύνατον, τὸ δὲ ἀσεβὲς), μηδὲ μέγεθος ἓν ὀνομάτων καινότησι διακόπτοντες; Οὐδὲν γὰρ ἑαυτοῦ μεῖζον, ἢ ἔλαττον. Τούτου γοῦν ὡρισμένου, καὶ τἄλλα ὁμονοήσομεν, οἱ γοῦν τῆς αὐ‐
40τῆς Τριάδος, καὶ τοῦ αὐτοῦ σχεδὸν δόγματός τε καὶ σώματος· τάς τε περιττὰς καὶ ἀχρήστους παραφυά‐ δας καὶ παρεξόδους τῶν νῦν ζητημάτων, ὥσπερ τι νόσημα κοινὸν, ἐκκόψομέν τε καὶ ἀναιρήσομεν. Ἢ οὐκ ἤρκει μοι (τὰ γὰρ ἔτι πόῤῥωθεν ἐῶ λέ‐
45γειν) τὸ Μοντανοῦ πονηρὸν πνεῦμα κατὰ τοῦ ἁγίου
Πνεύματος, καὶ ἡ Νοβάτου θρασύτης, εἴτ’1144

35

.

1145

οὖν ἀκάθαρτος καθαρότης, τῇ τοῦ ῥήματος εὐ‐ πρεπείᾳ τοὺς πολλοὺς δελεάζουσα· καὶ ἡ Φρυγῶν εἰσέτι καὶ νῦν μανία, τελούντων τε καὶ τελουμένων μικροῦ τοῖς παλαιοῖς παραπλήσια· καὶ ἡ Γαλατῶν
5ἄνοια πλουτούντων ἐν πολλοῖς τῆς ἀσεβείας ὀνόμασι, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, καὶ ἡ τῶν νῦν σοφιστῶν ἐντεῦθεν ὑποδιαίρεσις, τοσοῦτον διαφερόντων, ὅσον γλῶσσα λάλος τῆς ἀργοτέρας; Ἀλλ’ ἔτι καὶ ἡμεῖς πρὸς
10ἡμᾶς αὐτοὺς σχεδόν τι διαφερόμεθα, οἱ περὶ τὸ κε‐ φάλαιον ὑγιαίνοντες, καὶ ὑπὲρ τῶν αὐτῶν καὶ πρὸς τοὺς αὐτοὺς στασιάζοντες.
15 ΙΓʹ. Λέγω δὴ τὴν ἔναγχος ἡμῖν ἐπαναστᾶσαν ζυ‐ γομαχίαν ἀδελφικὴν, ἐξ ἧς καὶ Θεὸς ἀτιμάζε‐ ται, καὶ ἄνθρωπος. Ὁ μὲν οὐδὲ γεννηθεὶς ὑπὲρ ἡμῶν ὅλως, οὐδὲ τῷ σταυρῷ προσηλωθείς· δῆλον δὲ, ὅτι οὔτε ταφεὶς, οὔτε ἀναστὰς, ὅ τισιν ἔδοξε τῶν
20κακῶς φιλοχρίστων· ἀλλ’ ἐνταῦθα μόνον τι‐ μώμενος, οὗ τὸ τῆς τιμῆς ἀτιμία καθέστηκε, καὶ διὰ τοῦτο εἰς δύο υἱοὺς τεμνόμενος, ἢ συντιθέ‐ μενος· ὁ δὲ οὐ τελέως προσλαμβανόμενος, ἢ τιμώ‐ μενος, ἀλλὰ τῷ μεγίστῳ παραῤῥιπτούμενος καὶ
25ἀποξενούμενος, εἴπερ μέγιστον ἐν ἀνθρώπου φύσει τὸ κατ’ εἰκόνα, καὶ ἡ τοῦ νοῦ δύναμις. Ἐχρῆν γὰρ, ἐπειδὴ θεότης ἥνωται, διαιρεῖσθαι τὴν ἀνθρω‐ πότητα, καὶ περὶ τὸν νοῦν ἀνοηταίνειν τοὺς τἄλλα σοφούς· καὶ μὴ ὅλον με σώζεσθαι, ὅλον πταίσαντα
30καὶ κατακριθέντα ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς, καὶ κλοπῆς τοῦ ἀντικειμένου· ὡς ἐλατ‐ τοῦσθαι τῷ μὲν Θεῷ τὴν χάριν, ἡμῖν δὲ τὴν σωτη‐ ρίαν. Οὐ μόνον δὲ, ἀλλ’ ὅτι καὶ ὑπὲρ ἀνθρώπων ἡμῖν ὁ πόλεμος τοῖς παρὰ Θεοῦ σεσωσμένοις, καὶ τοσοῦτον
35τὸ περιὸν ἡμῖν τοῦ στασιώδους, ὥστε καὶ ταῖς τῶν ἄλλων φιλοτιμίαις τοῦτο ἐχρήσαμεν, καὶ ὑπὲρ ἀλλοτρίων θρόνων ἰδίας ἔχθρας ἀναιρούμεθα· δύο τὰ μέγιστα περὶ ἓν ἐξαμαρτάνοντες, ἐκείνων τε τὸ φίλ‐ αρχον ὑπεκκαίοντες, καὶ αὐτοὶ τοῦ οἰκείου πάθους
40ἔρεισμα τοῦτο λαμβάνοντες, καθάπερ οἱ κρημνιζό‐ μενοι τὰς πλησίον πέτρας, ἢ τῶν θάμνων τὰς στεῤ‐
ῥοτέρας.1146

35

.

1148

(3)

ΙΔʹ. Δέον κἀκείνους ποιεῖν διὰ τῆς ἑαυτῶν ἀπρα‐ γμοσύνης ἀσθενεστέρους. Οὕτω γὰρ ἂν μᾶλλον αὐ‐
5τοῖς, ἢ πολεμοῦντες ὑπὲρ αὐτῶν ἐχαριζόμεθα. Νῦν δὲ οἱ μὲν συμμαχοῦσι καὶ συμμαχοῦνται λίαν ἐλεεινῶς, ὡς γοῦν ἐμοὶ δοκεῖ· ὥστε καὶ εἰς δύο μοί‐ ρας ἀντιπάλους ἤδη τὸν κόσμον ἀποκριθῆναι, καὶ τοῦτο σὺν πόνῳ μόγις, καὶ κατὰ μικρὸν συναχθέντα,
10καὶ πολλῶν αἵμασιν. Ὅσον δὲ εἰρηνικόν τε καὶ μέ‐ σον, ὑπ’ ἀμφοτέρων πάσχει κακῶς, ἢ καταφρονού‐ μενον, ἢ καὶ πολεμούμενον. Ὧν καὶ ἡμεῖς ὄντες σή‐ μερον οἱ ταῦτα κατηγοροῦντες, καὶ διὰ τοῦτο τὴν καθ‐ έδραν ταύτην δεξάμενοι, τὴν ἐπίμαχον καὶ ἐπίφθο‐
15νον· θαυμαστὸν οὐδὲν, εἰ ὑπ’ ἀμφοτέρων ἐκτρι‐ βείημεν, καὶ σταίημεν ἐκ τοῦ μέσου μετὰ τοὺς πολ‐ λοὺς ἱδρῶτας καὶ πόνους, ἵν’ ἐγγύθεν ἀλλήλους βάλ‐ λωσι, καὶ παντὶ τῷ θυμῷ, μηδενὸς ὄντος ἐν μέσῳ διατειχίσματος καὶ κωλύματος. Ταῦτα οὖν ὁρίσαι
20καὶ στῆσαι μάλιστα μὲν Θεοῦ, τοῦ πάντα συνδέον‐ τος· ἔπειτα δὲ καὶ ἀνθρώπων, ὅσοις τὸ καλὸν διεσπούδασται, καὶ τὸ τῆς ὁμονοίας ἀγαθὸν γνωρίζε‐ ται· ἀπὸ μὲν τῆς Τριάδος ἀρξάμενον, ἧς οὐδὲν οὕτως ἴδιον ὡς τὸ ἓν τῇ φύσει, καὶ πρὸς ἑαυτὴν εἰ‐
25ρηναῖον· μεταληφθὲν δὲ ὑπὸ τῶν ἀγγελικῶν καὶ θείων δυνάμεων, αἳ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀλλήλας εἰρηνικῶς ἔχουσι· προελθὸν δὲ μέχρι πάσης τῆς κτίσεως, ἧς κόσμος τὸ ἀστασίαστον· ἐν ἡμῖν δὲ πο‐ λιτευσάμενον, κατὰ μὲν ψυχὴν τῇ τῶν ἀρετῶν
30ἀντακολουθήσει καὶ κοινωνίᾳ, κατὰ δὲ σῶμα τῇ τῶν μελῶν ἢ τῶν στοιχείων πρὸς ἄλληλα εὐαρμοστίᾳ καὶ συμμετρίᾳ· ὧν τὸ μὲν κάλλος, τὸ δὲ ὑγίεια ἔστι τε καὶ ὀνομάζεται.
37 ΙΕʹ. Ἐπαινῶ δὲ ἔγωγε καὶ τὸ τοῦ Σολομῶν‐ τος, ὥσπερ παντὶ πράγματι, οὕτω δὲ καὶ πολέμῳ καὶ εἰρήνῃ νομοθετοῦντος καιρόν. Ἐκεῖνο προσθήσω
40μόνον, ἀμφοτέρων μὲν τὸν καιρὸν τηρητέον, ἐπειδὴ καὶ πολεμεῖν ἔστι ποτὲ καλῶς, κατὰ τὸν ἐκείνου νόμον καὶ λόγον· ἕως δ’ ἂν ἐξῇ, πρὸς τὴν εἰρήνην μᾶλλον ἀποκλιτέον· τοῦτο γὰρ ὑψηλότερόν τε καὶ θεοειδέστερον. Ὡς ἔστιν ἄτοπον, ἰδίᾳ μὲν ἄριστον
45ὑπολαμβάνειν τὸ τῆς ὁμονοίας, δημοσίᾳ δὲ μὴ λυσι‐ τελέστατον. Καὶ οἰκίαν μὲν καὶ πόλιν ταύτην ἄριστα διοικεῖσθαι, ἥτις ἂν μηδὲν ἢ ὡς ἐλάχιστα στασιά‐ ζῃ πρὸς ἑαυτὴν, ἢ τοῦτο πάσχουσα, τάχιστα ἐπανίῃ καὶ θεραπεύηται· τῷ δὲ κοινῷ τῆς Ἐκ‐

35

.

1148

(50)

κλησίας ἄλλο τι βέλτιον εἶναι καὶ πρεπωδέστερον.1148

35

.

1149

Καὶ αὐτὸν μὲν ἕκαστον, ὅπως ἂν πρὸς ἑαυτὸν εἰρη‐ νεύῃ, σπουδάζειν (εἰρήνη δὲ τὸ καθ’ ἕκαστον αἱρετὸν, καὶ ἡ κατὰ τῶν παθῶν δεσποτεία)· πρὸς δὲ τοὺς ἄλλους μὴ τὸν αὐτὸν φαίνεσθαι, ἀλλ’ ἡγεῖσθαι
5δόξαν ἑαυτοῦ, τὴν τοῦ πλησίον κατάλυσιν. Καὶ τὸν μὲν Θεὸν ἀφιέναι κελεύειν καὶ τοῖς ἁμαρτά‐ νουσιν εἰς ἡμᾶς, μὴ ὅτι ἑπτάκις, ἀλλὰ καὶ πολλάκις τοσοῦτον, ὡς τοῦ ἀφιέναι τὸ ἀφίεσθαι προξενοῦντος· ἡμᾶς δὲ καὶ τοῖς οὐδὲν ἀδικοῦσι προθυμότερον ἐπ‐
10ηρεάζειν, ἢ παρ’ ἄλλων εὐεργετεῖσθαι. Καὶ τοσαύτην μὲν εἰδέναι τοῖς εἰρηνοποιοῖς ἀποκειμένην μα‐ καριότητα, ὥστε καὶ υἱοὺς Θεοῦ προσαγορεύεσθαι μόνους ἐν τῇ τάξει τῶν σωζομένων· αὐτοὺς δὲ καὶ φιλέχθρως ἔχοντας, ἔπειτα οἴεσθαι καὶ φίλα
15πράττειν Θεῷ, τῷ παθόντι δι’ ἡμᾶς, ἵνα πρὸς ἑαυτὸν εἰρηνεύσῃ, καὶ καταλύσῃ τὸν ἐν ἡμῖν πόλε‐ μον.
21 ΙϚʹ. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, οὕτω δια‐ νοώμεθα. Αἰδεσθῶμεν τὸ δῶρον τοῦ εἰρηνικοῦ, τὴν εἰρήνην, ἣν ἐνθένδε ἀπιὼν ἀφῆκεν ἡμῖν, ὥσπερ ἄλλο τι ἐξιτήριον. Ἕνα πόλεμον εἰδῶμεν, τὸν κατὰ
25τῆς ἀντικειμένης δυνάμεως. Εἴπωμεν ἀδελφοὶ καὶ τοῖς μισοῦσιν ἡμᾶς, ἂν ἄρα δέχωνται. Συγχωρήσωμέν τι μικρὸν, ἵνα τὸ μεῖζον ἀντιλάβωμεν, τὴν ὁμό‐ νοιαν. Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν ἀγωνίσματα, οἳ τῷ κάτω
30κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους. Τού‐ τους ζηλώσωμεν, μὴ τῶν δαιτυμόνων τοὺς ἀπληστο‐ τέρους, ἢ τῶν ἐμπόρων· ὧν οἱ μὲν ἀμέτρως ἐμφο‐ ρηθέντες τῶν προκειμένων, οἱ δὲ τὴν ναῦν φορτί‐ σαντες, θᾶττον ἐῤῥάγησαν καὶ συγκατέδυσαν, ἤ τι
35τῆς ἀπληστίας ἀπέλαυσαν, ἵνα μικρὰ κερδάνωσι, τὰ μεγάλα ζημιωθέντες. Ἐγὼ μὲν οὖν ταῦτα καὶ βοῶ καὶ διαμαρτύρομαι, καὶ τὸ τῆς Γραφῆς ποιῶν οὐ παύσο‐ μαι· Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσα‐ λὴμ οὐκ ἀνήσω· καὶ γὰρ ἐκλείπει ἡ ψυχή μου
40ἐπὶ τοῖς ἀναιρουμένοις, οἵτινες οὐ τραυματίαι μαχαί‐ ρας, οὐδὲ τραυματίαι λιμοῦ γινόμεθα, τραυμα‐ τίαι δὲ φιλοδοξίας ἢ φιλαρχίας· ὡς μηδὲ τὸ ἐλεεῖσθαι μᾶλλον ἢ τὸ μισεῖσθαι συμβαίνειν τοῖς πίπτουσιν. Ὑμεῖς δὲ, εἰ μὲν δέχοισθε τοὺς ἐμοὺς λόγους, τοῦτο
45ἄμεινον ἀμφοτέροις· εἰ δὲ διαπτύοιτε καὶ ἀποπέμ‐ ποισθε, νικῶντος τοῦ πάθους τὸν λογισμὸν, ἐμοὶ μὲν ἱκανῶς ἀφωσίωται καὶ τὰ πρὸς Θεὸν, καὶ τὰ πρὸς ἀν‐ θρώπους· οὐδὲν γὰρ, οἶμαι, πλέον ζητήσει τις, οὐδὲ τῶν σφόδρα εἰρηνικῶν τε καὶ φιλοθέων· ὑμεῖς δ’ ἂν

35

.

1149

(50)

εἰδείητε τὰ ἑξῆς. Οὐ γὰρ ἐγώ τι προσθήσω τῶν1150

35

.

1152

τραχυτέρων, ἐπειδὴ παίδων φείδεσθαι πατρικὸς νό‐ μος. Ἀλλ’ ἵλεω τύχοιτε καὶ εἰρηνικοῦ τοῦ μεγά‐ λου κριτοῦ, νῦν τε καὶ ἐν ἡμέρᾳ ἀνταποδόσεως, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κρά‐
5τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1152