TLG 2022 033 :: GREGORIUS NAZIANZENUS :: De dogmate et constitutione episcoporum (orat. 20) GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) De dogmate et constitutione episcoporum (orat. 20) Citation: Volume — page — (line) | ||
35.1065(20t) | ΛΟΓΟΣ Κʹ. | |
21t | Περὶ δόγματος καὶ καταστάσεως ἐπισκόπων. | |
---|---|---|
22 | Αʹ. Ὅταν ἴδω τὴν νῦν γλωσσαλγίαν, καὶ τοὺς αὐ‐ θημερινοὺς σοφοὺς, καὶ τοὺς χειροτονητοὺς θεολό‐ γους, οἷς ἀρκεῖ τὸ θελῆσαι μόνον πρὸς τὸ εἶναι σο‐ | |
25 | φοῖς· ποθῶ τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ σταθμὸν ἔσχατον ἐπιζητῶ, κατὰ τὸν Ἱερεμίαν, καὶ ἐμαυτῷ μόνῳ συγγενέσθαι βούλομαι. Οὐδὲν γάρ μοι δοκεῖ τοιοῦτον, οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρ‐ κὸς καὶ κόσμου γενόμενον, μηδενὸς τῶν ἀνθρωπίνων | |
30 | προσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσ‐ λαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ ἀεὶ τὰς θείας ἐμφάσεις καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, οἷον ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων, καὶ ὂν, | |
35 | καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον, μέχρις ἂν πρὸς τὴν πη‐ γὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ τύ‐ χωμεν τοῦ μακαρίου τέλους, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ· ὡς μόλις ἄν τις ἑαυτὸν, ἢ μα‐ | |
40 | κρᾷ φιλοσοφίᾳ παιδαγωγήσας, καὶ ἀποῤῥηγνὺς κατὰ μικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς, καὶ φωτοειδὲς, τοῦ ταπεινοῦ καὶ σκότῳ συνεζευγμένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλιστα ποιούμενος ἄνω βλέπειν, τῆς κατασπώσης ὕλης | |
45 | ἐπικρατήσειε. Πρὶν δὲ ταύτην ὑπερσχεῖν, ὅση δύνα‐ | |
μις, καὶ ἀνακαθᾶραι ἱκανῶς τά τε ὦτα καὶ τὴν διά‐ | 1065 | |
35.1068 | νοιαν, ἢ ψυχῆς ἐπιστασίαν δέξασθαι, ἢ θεολογίᾳ προσβαλεῖν, οὐκ ἀσφαλὲς εἶναι γινώσκω. | |
7 | Βʹ. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος, ἵνα μή με τοῦ δέοντος δειλότερον ὑπολάβοιτε, ἀλλὰ καὶ ἐπαινῆτε τῆς προμηθείας, ἀκούω μὲν αὐτοῦ Μωϋ‐ | |
10 | σέως, ἡνίκα ἐχρημάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι πλειόνων εἰς τὸ ὄρος προσκεκλημένων, ὧν εἷς ἦν καὶ Ἀαρὼν σὺν τοῖς παισὶν αὐτοῦ τοῖς δύο τοῖς ἱερεῦσιν, οἱ μὲν λοιποὶ πάντες προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν, ἐγγίσαι δὲ Μωϋσῆς μόνος, οὐ συναναβῆναι δὲ ὁ λαός. | |
15 | Καὶ μικρὸν πρὸ τούτων, τοὺς μὲν ἄλλους ἀστραπαὶ, καὶ βρονταὶ, καὶ σάλπιγγες, καὶ ὅλον καπνιζόμενον τὸ ὄρος, καὶ ἀπειλαὶ φρικώδεις, καὶ τοιαῦτα δείμα‐ τα ἵστη κάτω· καὶ μέγα ἦν αὐτοῖς ἀκοῦσαι τῆς τοῦ Θεοῦ φωνῆς μόνον, καὶ ταῦτα εὖ μάλα ἁγνισαμένοις. | |
20 | Μωϋσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ, καὶ Θεῷ συγγίνεται, καὶ δέχεται νόμον, τοῖς μὲν πολ‐ λοῖς τὸν τοῦ γράμματος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺς τὸν τοῦ πνεύματος. | |
27 | Γʹ. Γινώσκω δὲ Ἡλεῖ τὸν ἱερέα, καὶ μικρὸν ὕστε‐ ρον Ὀζᾶν τινα· τὸν μὲν καὶ ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰ | |
30 | τῶν θυσιῶν, καὶ ταῦτα οὐκ ἀποδεχόμενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιμήσαντα· τὸν δὲ, ὅτι τῆς κιβωτοῦ ψαῦσαι τολμήσας μόνον, περι‐ σπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος δηλαδὴ τοῦ Θεοῦ | |
35 | τῇ κιβωτῷ τὸ σεβάσμιον. Οἶδα δ’ ἐγὼ μηδὲ τῶν τοί‐ χων τοῦ ἱεροῦ ψαῦσαι τοῖς πολλοῖς ὂν ἀσφαλὲς, καὶ διὰ τοῦτο ἑτέρων ἐδεήθησαν τοίχων τῶν ἔξωθεν· μηδὲ τὰς θυσίας αὐτὰς, ὑφ’ ὧν, καὶ ὅτε, καὶ οὗ μὴ καθῆκον ἦν, ἀναλίσκεσθαι· τοσούτου δεῖν πρὸς τὰ | |
40 | Ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ἢ τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι. | |
45 | Δʹ. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦ | |
μεγάλου Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὃς | 1067 | |
35.1069 | μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶ‐ σαν, μᾶλλον δὲ, ναὸς ἅγιος ἐγένετο Θεοῦ ζῶντος καὶ ζῶν· πῶς ἢ αὐτὸς προχείρως ἐγχειρήσαιμι τοῖς περὶ Θεοῦ λόγοις, ἢ ἀποδέξωμαι τὸν ἐγχειροῦντα | |
5 | θρασέως; Οὐκ ἐπαινετὸς ὁ πόθος· φοβερὸν τὸ ἐγχεί‐ ρημα. Καὶ διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἰ μὴ μέλλοιμεν τὸ τοῦ Μανωὲ πείσεσθαι, καὶ λέξειν ἐν φαντασίᾳ Θεοῦ γενόμενοι· Ἀπολώλαμεν, ὦ γύναι, Θεὸν ἑωρά‐ | |
10 | καμεν, ἢ, ὡς Πέτρος, ἀποπέμψασθαι τοῦ πλοίου τὸν Ἰησοῦν, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας· ἢ, ὡς ὁ ἑκατόνταρχος ἐκεῖνος, τὴν μὲν θεραπείαν ἀπαιτή‐ σειν, τὸν θεραπευτὴν δὲ οὐκ εἰσδέξασθαι. Λεγέ‐ τω τις καὶ ἡμῶν, ἕως ἐστὶν ἑκατόνταρχος, καὶ πλειό‐ | |
15 | νων ἐν κακίᾳ κρατῶν, καὶ ἔτι στρατευόμενος Καίσα‐ ρι τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσωμαι, καίτοι μικρὸς ὢν τὴν πνευμα‐ τικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν | |
20 | συκομορέαν ἀρθῶ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ μαράνας τὸ σῶμα τῆς ταπεινώσεως· τότε καὶ Ἰησοῦν εἰσδέξομαι, καὶ ἀκούσομαι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ· καὶ τῆς σωτηρίας τεύξομαι, καὶ φι‐ λοσοφήσω τὰ τελεώτερα, σκορπίζων καλῶς ἃ κακῶς | |
25 | συνήγαγον, εἴτε χρήματα, εἴτε δόγματα. | |
29 | Εʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεόλογον, | |
30 | φέρε δὴ καὶ περὶ Θεοῦ ὡς ἐν βραχεῖ διαλεχθῶμεν, αὐ‐ τῷ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι θαῤῥήσαντες, περὶ ὧν ὁ λόγος. Εὔχομαι δὲ τὸ τοῦ Σολομῶντος παθεῖν, μηδὲν ἴδιον ἐννοῆσαι περὶ Θεοῦ, μηδὲ φθέγξασθαι. Ὅταν γὰρ λέγῃ, Ἀφρονέστατος | |
35 | γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀν‐ θρώπου οὐκ ἔστιν ἐμοὶ, οὐκ ἀσυνεσίαν ἑαυ‐ τοῦ δήπου καταγινώσκων τοῦτό φησιν. Πῶς γὰρ, ὅς γε τοῦτο καὶ ᾔτησε παρὰ Θεοῦ πρὸ παντὸς ἄλ‐ λου, καὶ ἔλαβε σοφίαν, καὶ θεωρίαν, καὶ πλάτος καρ‐ | |
40 | δίας, ψάμμου πλουσιώτερον τε καὶ δαψιλέστερον; Καὶ ὁ τοσοῦτον σοφὸς, καὶ τοιαύτης τετυχηκὼς δω‐ ρεᾶς, πῶς ἀφρονέστατον ἑαυτὸν πάντων ὀνομά‐ ζει; Ὡς οὐκ ἔχων ἰδίαν δηλαδὴ φρόνησιν, ἐνεργούμε‐ νος δὲ τὴν θείαν τε καὶ τελεωτέραν. Καὶ γὰρ ὁ Παῦ‐ | |
45 | λος λέγων, Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι‐ στὸς, οὐχ ὡς περὶ νεκροῦ πάντως ἑαυτοῦ διελέγετο, ἀλλ’ ὡς ζῶντος κρείσσονα τῶν πολλῶν ζωὴν, τῷ μετ‐ | |
ειληφέναι τῆς ὄντως ζωῆς, καὶ μηδενὶ θανάτῳ περα‐ | 1069 | |
35.1072 | τουμένης. Προσκυνοῦμεν οὖν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦν‐ τες δὲ τὴν θεότητα· καὶ οὔτε εἰς ἓν τὰ τρία συν‐ αλείφομεν, ἵνα μὴ τὴν Σαβελλίου νόσον νοσήσωμεν· | |
5 | οὔτε διαιροῦμεν εἰς τρία ἔκφυλα καὶ ἀλλότρια, ἵνα μὴ τὰ Ἀρείου μανῶμεν. Τί γὰρ δεῖ, καθάπερ φυτὸν ἑτεροκλινὲς πάντη καμπτόμενον, βίᾳ μετάγειν ἐπὶ τὸ ἕτερον μέρος, διαστροφῇ τὴν διαστροφὴν διορθουμέ‐ νους, ἀλλὰ μὴ πρὸς τὸ μέσον εὐθύνοντας, ἐν ὅροις | |
10 | ἵστασθαι τῆς θεοσεβείας; | |
14 | Ϛʹ. Μεσότητα δὲ ὅταν εἴπω, τὴν ἀλήθειαν | |
15 | λέγω, πρὸς ἣν βλέπειν καλῶς ἔχομεν μόνην· καὶ τὴν φαύλην συναίρεσιν παραιτούμενοι, καὶ τὴν ἀτοπωτέραν διαίρεσιν· ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λόγον, δέει πολυθεΐας, ψιλὰ ἡμῖν καταλιπεῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα, καὶ Υἱὸν, | |
20 | καὶ Πνεῦμα ἅγιον ὑπολαμβάνουσι, καὶ μὴ μᾶλλον ἓν τὰ πάντα, ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένοις (φεύ‐ γοι γὰρ ἂν εἶναι ἅπερ ἐστὶν, εἰς ἄλληλα μεταχω‐ ροῦντα καὶ μεταβαίνοντα)· μήτε εἰς τρεῖς ἢ ξέ‐ νας καὶ ἀνομοίους οὐσίας καὶ ἀπεῤῥηγμέ‐ | |
25 | νας διαιρεθέντα, κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖ‐ σαν μανίαν, ἢ ἀνάρχους καὶ ἀτάκτους, καὶ οἷον εἰπεῖν, ἀντιθέους· τῷ μὲν εἰς Ἰουδαϊκὴν σμικρολο‐ γίαν κατακλεισθῆναι, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας· τῷ δὲ εἰς ἐναντίον μὲν, | |
30 | κακὸν δὲ ἴσον πεσεῖν, τρεῖς ἀρχὰς ὑποτιθεμένους, καὶ τρεῖς Θεοὺς, ὃ τῶν προειρημένων ἀτοπώτερον· δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν (τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν ἀπεξενωμένου καὶ | |
35 | ἀπηλλοτριωμένου μετὰ τῆς κτίσεως;)· μήθ’ οὕτω φιλοχρίστους, ὡς μήτε τοῦτο φυλάττειν, τὸ εἶναι Υἱόν (τίνος γὰρ ἂν καὶ εἴη Υἱὸς, μὴ πρὸς αἴ‐ τιον ἀναφερόμενος τὸν Πατέρα;) μήτε τῷ Πα‐ τρὶ τὸ τῆς ἀρχῆς κατασμικρύνειν ἀξίωμα, τῆς ὡς | |
40 | Πατρὶ καὶ γεννήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀν‐ αξίων ἀρχὴ, μὴ θεότητος ὢν αἴτιος τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεωρουμένης. Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, εἴτ’ οὖν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότη‐ | |
45 | τος. | 1071 |
35.1073(3) | Ζʹ. Τηροῖτο δ’ ἂν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν Θεὸς, εἰς ἓν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομέ‐ | |
5 | νων, οὐ συντιθεμένων, οὐδὲ συναλειφομένων· καὶ κατὰ τὸ ἓν καὶ ταυτὸ τῆς θεότητος, ἵνα οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐ‐ σίας ταυτότητα. Αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς, ἢ ἀναλύσεως, ἢ συγ‐ | |
10 | χύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι’ ὧν τὸ ἓν σε‐ μνύνεται πλέον ἢ καλῶς ἔχει. Αἱ δὲ ἰδιότητες, Πα‐ τρὸς μὲν, καὶ ἀνάρχου, καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου (ἀρχῆς δὲ, ὡς αἰτίου, καὶ ὡς πη‐ γῆς, καὶ ὡς ἀϊδίου φωτός)· Υἱοῦ δὲ, ἀνάρχου | |
15 | μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων· ἀρχὴν δὲ ὅταν εἴπω, μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς τοῦ γεγεννηκότος καὶ τοῦ γεννήματος, μηδὲ διέλῃς τὴν φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς συναϊδίοις καὶ συνημμένοις. Εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύτερος, | |
20 | ἐκείνου δηλαδὴ πρώτως ἂν εἴη αἴτιος ὁ Πατήρ. Καὶ πῶς ποιητὴς χρόνων ὁ ὑπὸ χρόνον; Πῶς δὲ καὶ Κύριος πάντων, εἰ ὑπὸ χρόνου προείληπταί τε καὶ κυριεύεται; Ἄναρχος οὖν ὁ Πατήρ· οὐ γὰρ ἑτέρω‐ θεν αὐτῷ, οὐδὲ παρ’ ἑαυτοῦ τὸ εἶναι. Ὁ δὲ | |
25 | Υἱὸς, ἐὰν μὲν ὡς αἴτιον τὸν Πατέρα λαμβάνῃς, οὐκ ἄναρχος· ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ ὡς αἴτιος· ἐὰν δὲ τὴν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ ἄρχεται γὰρ ὑπὸ χρόνου ὁ χρόνων Δεσπότης. | |
33 | Ηʹ. Εἰ δὲ, ὅτι τὰ σώματα ὑπὸ χρόνον, διὰ τοῦτο ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περιθή‐ | |
35 | σεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ’ ἡμῖν γεννώμενα, οὐκ ὄντα ποτὲ, εἶτα γινόμενα, διὰ τοῦτο καὶ τὸν Υἱὸν ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρεληλυθέναι, συγκρίνεις τὰ ἀσύγκριτα, Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ τὸ ἀσώματον· οὐκοῦν | |
40 | καὶ πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώ‐ ματα. Σὺ μὲν οὖν ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι | |
Θεὸν, διότι τὰ σώματα· ἐγὼ δὲ διὰ τοῦτο οὐχ οὕτως, | 1073 | |
35.1076 | ὅτι οὕτω τὰ σώματα. Ὧν γὰρ τὸ εἶναι οὐχ ὅμοιον, τούτων οὐδὲ τὸ γεννᾷν ὅμοιον· εἰ μὴ καὶ τἄλλα δουλεύσῃ ταῖς ὕλαις, οἷον πάσχων, καὶ λυπού‐ μενος, καὶ πεινῶν, καὶ διψῶν, καὶ ὅσα ἢ σώματος, | |
5 | ἢ τοῦ συναμφοτέρου πάθη. Ἀλλὰ ταῦτα οὐ παραδέ‐ χεταί σου ὁ νοῦς· περὶ Θεοῦ γὰρ ὁ λόγος. Μὴ τοίνυν μηδὲ τὴν γέννησιν ἄλλως, ἢ ὡς θεϊκὴν παραδέ‐ χου. | |
12 | Θʹ. Ἀλλ’ εἰ γεγέννηται, πῶς γεγέννηται, φησίν; Ἀπόκριναί μοι, ὦ διαλεκτικὲ σὺ καὶ ἄφυκτε. Εἰ ἔκτισται, πῶς ἔκτισται; κἀμὲ ἀπαίτει τὸ, Πῶς γε‐ | |
15 | γέννηται; Πάθος περὶ τὴν γέννησιν; Πάθος καὶ περὶ τὴν κτίσιν· ἢ γὰρ οὐ πάθος ἡ ἀνατύπωσις, καὶ ἡ φροντὶς, καὶ ἡ τοῦ νοηθέντος ἀθρόως εἰς τὸ κατὰ μέρος ἐξάπλωσις; Χρόνος περὶ τὴν γέννησιν; Ἐν χρόνῳ καὶ τὰ κτιζόμενα. Τόπος ἐνταῦθα; Τόπος | |
20 | ἐκεῖ. Ἀποτυχία περὶ τὴν γέννησιν; Ἀποτυχία καὶ περὶ τὴν κτίσιν. Ταῦτα ἤκουσα φιλοσοφούντων ὑμῶν· ἃ γὰρ ὁ νοῦς ὑπέγραψε, πολλάκις ταῦτα ἡ χεὶρ οὐκ ἐτέλεσεν. Ἀλλὰ λόγῳ, φησὶ, τὸ πᾶν ὑπέστησε καὶ βουλήματι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· | |
25 | αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ὅταν εἴπῃς τῷ λόγῳ τοῦ Θεοῦ τὰ πάντα ἐκτίσθαι, οὐ τὴν ἀνθρω‐ πίνην κτίσιν εἰσάγεις· οὐδεὶς γὰρ ἡμῶν λόγῳ πράτ‐ τει τὰ γινόμενα. Οὐδὲν γὰρ ἂν ἦν ὑψηλότερον ἡμῶν, οὐδὲ ἀπονώτερον, εἰ τὸ λέγειν ἔργου συμπλήρωσις | |
30 | ἦν· ὥστε εἰ καὶ λόγῳ κτίζει Θεὸς τὰ κτιζόμενα, οὐκ ἀνθρώπινον αὐτῷ τὸ κτίζειν. Ἢ γὰρ δεῖξον καὶ ἄνθρωπον λόγῳ τι πράττοντα· ἢ δέξαι, ὅτι οὐχ ὡς ἄνθρωπος κτίζει Θεός. Ἐπεὶ διάγραψον βουλή‐ ματι πόλιν, καὶ παραστήτω πόλις· θέλησον γε‐ | |
35 | νέσθαι σοι υἱὸν, καὶ παραστήτω παῖς· θέλησον ἄλλο τι τῶν πραττομένων, καὶ εἰς ἔργον ἡ βούλησις χωρησάτω. Εἰ δὲ τούτων οὐδὲν ἕπεται τῷ βούλεσθαι, Θεοῦ δὲ τὸ βούλεσθαι πρᾶξίς ἐστιν, ἄλλως μὲν ἄν‐ θρωπος κτίζει, ἄλλως δὲ ὁ πάντων κτίστης Θεός. | |
40 | Πῶς οὖν κτίζει μὲν οὐκ ἀνθρωπικῶς, γεννᾷν δὲ ἀναγκάζεται ἀνθρωπικῶς; Σὺ μὲν οὐκ ὢν, ἔπειτα ἐγένου, εἶτα γεννᾷς· διὰ τοῦτο οὐκ ὄντα εἰς τὸ εἶναι παράγεις. Ἢ, ἵνα τι βαθύτερον εἴπω, τάχα οὐδὲ αὐτὸς ἐξ οὐκ ὄντων παράγεις· ἐπεὶ καὶ ὁ Λευῒ, φησὶν, | |
45 | ἔτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι παρελθεῖν. Καὶ μηδεὶς ἐπηρεαζέτω τῷ λόγῳ. Οὐ γὰρ οὕτως ἐκ τοῦ Πατρός φημι τὸν Υἱὸν ὑπάρχειν, ὡς ἐν τῷ Πατρὶ πρότερον ὄντα, μετὰ δὲ τοῦτο εἰς τὸ εἶναι ὁδεύσαντα· οὐδὲ γὰρ ἀτελῆ πρότερον, εἶτα τέλειον, | |
35.1076(50) | ὥσπερ νόμος τῆς ἡμετέρας γεννήσεως. | 1075 |
35.1077(7) | Ιʹ. Ταῦτα τῶν ἐπηρεαζόντων ἐστίν· ταῦτα τῶν ἐπιπηδώντων προχείρως πᾶσι τοῖς λεγομένοις. Ἡμεῖς δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω δοξάζομεν· ἀλλ’ | |
10 | ὁμοῦ τῷ τὸν Πατέρα εἶναι ἀγεννήτως (ἀεὶ δὲ ἦν, οὐχ ὑπερπίπτει γὰρ εἰς τὸ μὴ εἶναί ποτε ὁ νοῦς), καὶ ὁ Υἱὸς ἦν γεννητῶς. Ὥστε συντρέχει τὸ εἶναι τοῦ Πατρὸς τῷ γεγεννῆσθαι τοῦ Μονογενοῦς, ἐξ αὐ‐ τοῦ τε ὑπάρχοντος, καὶ οὐ μετ’ αὐτὸν, ἢ ἐπινοίᾳ | |
15 | μόνῃ τῇ τῆς ἀρχῆς· ἀρχῆς δὲ, ὡς αἰτίου. Πολλάκις γὰρ τὸν αὐτὸν ἀναστρέφω λόγον. τὸ παχύ σου καὶ ὑλικὸν τῆς διανοίας φοβούμενος. Εἰ δὲ οὐ πολυ‐ πραγμονεῖς τὴν τοῦ Υἱοῦ, εἴτε γέννησιν χρὴ λέγειν, εἴτε ὑπόστασιν, εἴτε τι ἄλλο κυριώτερον τούτων | |
20 | ἐπινοεῖ τις (νικᾷ γὰρ τὴν ἐμὴν γλῶτταν τὸ νοούμε‐ νον καὶ λεγόμενον)· μηδὲ τοῦ Πνεύματος περιεργά‐ ζου τὴν πρόοδον. Ἀρκοῦμαι ἀκούειν, ὅτι Υἱὸς, καὶ ὅτι ἐκ τοῦ Πατρός· καὶ ὅτι ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ οὐδὲν παρὰ τοῦτο περιεργάζομαι, μὴ ταυτὸ πάθω | |
25 | ταῖς φωναῖς, αἳ τῷ ὑπερφωνεῖσθαι παντελῶς δια‐ πίπτουσιν, ἢ τῇ ὄψει τεινούσῃ πρὸς ἡλιακὴν ἀκτῖνα. Ὅσῳ γὰρ ἂν πλεῖον καὶ ἀκριβέστερον ἰδεῖν ἐθέλοι τις, τοσούτῳ τὴν αἴσθησιν παραβλάπτεται, καὶ τὸ ὁπωσοῦν ὁρᾷν ἀποστερεῖται, διὰ τοῦ πλείονος | |
30 | νικῶντος τὴν ὄψιν τοῦ ὁρωμένου ἐὰν ὅλον ἰδεῖν ἐθε‐ λήσῃ, καὶ μὴ ὅσον ὁρᾷν ἀσφαλές. | |
36 | ΙΑʹ. Ἀκούεις γέννησιν; Τὸ πῶς μὴ περιεργάζου. Ἀκούεις ὅτι τὸ Πνεῦμα προϊὸν ἐκ τοῦ Πατρός; Τὸ ὅπως μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς Υἱοῦ γέννησιν, καὶ Πνεύματος πρόοδον, κἀγώ σου | |
40 | πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος· Πῶς εἶ χοῦς, καὶ εἰκὼν Θεοῦ; Τί τὸ κινοῦν σε, ἢ τί τὸ κινούμενον; Πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; Πῶς ἡ αἴσθησις ἐν τῷ αὐτῷ μένει, καὶ τὸ ἐκτὸς ἐπισπᾶ‐ ται; Πῶς ὁ νοῦς ἐν σοὶ μένει, καὶ γεννᾷ λόγον ἐν | |
45 | ἄλλῳ νοΐ; Πῶς λόγῳ νόημα διαδίδοται; Καὶ οὔπω τὰ μείζονα λέγω· Τίς οὐρανοῦ περιφορά; Τίς ἀστέρων κίνησις, ἢ τάξις, ἢ μέτρα, ἢ σύνοδος, ἢ ἀπόστασις; Τίνες δ’ ὅροι θαλάσσης; Πόθεν δὲ ἀνέ‐ μων ῥεύματα, ἢ ὡρῶν περιτροπαὶ, ἢ ὄμβρων ἐπιχύ‐ | |
35.1077(50) | σεις; Εἰ τούτων μηδὲν κατενόησας, ὦ ἄνθρωπε (κα‐ | 1077 |
35.1080 | τανοήσεις δὲ ἴσως ποτὲ, ὅταν ἀπολάβῃς τὸ τέλειον. Ὄψομαι γὰρ, φησὶ, τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου· ὡς ὑπονοεῖσθαι τὰ νῦν ὁρώμενα μὴ εἶναι τὴν ἀλήθειαν, ἀλλὰ τῆς ἀληθείας ἰνδάλματα)· | |
5 | εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων δια‐ λεγόμενος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθη‐ σις μάρτυς, πῶς Θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον ἐστὶν, εἰδέναι ὑπολαμβάνεις; Πολλῆς τοῦτο τῆς ἀλο‐ γίας. | |
12 | ΙΒʹ. Ἀλλ’ εἴ τι ἐμοὶ πείθῃ, τῷ μὴ θρασεῖ θεολόγῳ, τὸ μὲν κατέλαβες, τὸ δὲ καταλαμβάνειν δεήθητι. Τὸ μὲν ἀγάπησον ἐν σοὶ μένον, τὸ δὲ ἐν τοῖς ἄνω | |
15 | θησαυροῖς μεινάτω. Διὰ πολιτείας, ἄνελθε· διὰ καθ‐ άρσεως, κτῆσαι τὸ καθαρόν. Βούλει θεολόγος γενέσθαι ποτὲ, καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶ‐ ξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ | |
20 | φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων, ὃς ἀρθῆναι τοσοῦτον δύναται, ὥστε εἰς τὸ Παύλου μέ‐ τρον ἐλθεῖν; Ἀλλ’ ὅμως φησὶ βλέπειν δι’ ἐσόπτρου καὶ αἰνίγματος, καὶ εἶναι καιρὸν, ὅτε ὄψεται πρόσ‐ ωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώ‐ | |
25 | τερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος. Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀλη‐ θείας τοσοῦτον λείπῃ, ὅσον τὸ εἶναί σου δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώ‐ σεσθαί ποτε, ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐν‐ | |
30 | ταῦθα ἔχειν τελείαν τὴν τῶν ὄντων γνῶσιν, τί μοι τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρα‐ νῶν, πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι τοῦτο εἶναι, ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τε‐ λεωτάτου· τελεώτατον δὲ τῶν ὄντων, γνῶσις Θεοῦ. | |
35 | Ἀλλὰ τὸ μὲν κατάσχωμεν, τὸ δὲ καταλάβωμεν, ἕως ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα, ἵνα ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν, ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν, ἥτις ἐστὶ, καὶ οἵα, καὶ ὅση, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν αὐτῷ | |
40 | Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1079 |