TLG 2022 032 :: GREGORIUS NAZIANZENUS :: Ad Julianum tributorum exaequatorem (orat. 19)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

Ad Julianum tributorum exaequatorem (orat. 19)

Citation: Volume — page — (line)

37tΛΟΓΟΣ ΙΘʹ.
38tΕἰς τοὺς λόγους, καὶ εἰς τὸν ἐξισωτὴν Ἰουλι‐
39tανόν.
40 Αʹ. Τίς ἡ τυραννὶς, ἣν ἐξ ἀγάπης ἀεὶ τυραννού‐ μεθα; τίς ἡ ἐμὴ σοφία καὶ ἐπιστήμη, δι’ ἣν καθ’ ἑκάστην πανήγυριν πολεμούμεθα; Ἐγὼ μὲν γὰρ οὐδεμίαν εὑρίσκω, πανταχόθεν ἐμαυτὸν διεξάγων
καὶ διευθύνων. Πλὴν ἕν γε τοῦτο ἐμαυτῷ συνεπίστα‐1044

35

.

1045

μαι, καὶ ἴσως οὐ φαῦλον, κἄν τινες εὐήθειαν ὀνομά‐ ζωσιν. Ἐβουλήθην ἐν καιρῷ μὲν παντὶ νεκρωθῆναι τῷ βίῳ, καὶ ζῆσαι τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν, καὶ γενέσθαι τις μεγαλέμπορος, πάντων ὧν
5ἔχω τὸν τίμιον ὠνησάμενος μαργαρίτην, καὶ ἀντι‐ δοὺς τὰ ῥέοντα καὶ συρόμενα τῶν ἑστώτων καὶ οὐρανίων· ἥπερ δὴ πραγματειῶν μεγίστη καὶ βε‐ βαιοτάτη τοῖς γε νοῦν ἔχουσιν· εἰ δ’ οὒκ, ἀλλὰ τοῦτό γε καρτερῆσαι, παραχωρῆσαι τῶν θρόνων
10τοῖς βουλομένοις, αὐτὸς δὲ διὰ βίου παῖς εἶναι καὶ μαθητὴς, μέχρις ἂν τοῖς ποτίμοις τῶν λόγων τοὺς ἁλμυροὺς ἀποκλύσωμαι. Ἓν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἔστω φιλοσοφίας, εἴτε εὐηθείας, καὶ πρῶτον· δεύτερον δὲ, ὃ καὶ μέγιστον.
17 Βʹ. Ἐπειδὴ λόγῳ τὸν τῶν πολλῶν λόγον ἐπισχεῖν οὐχ οἷός τε ἐγενόμην, καὶ τὴν νῦν κατέχουσαν πάν‐ τας φορὰν καὶ προθυμίαν, εἰς τὸ διδάσκειν τε καὶ
20λαλεῖν τὰ τοῦ Πνεύματος χωρὶς Πνεύματος· ἑτέραν ἦλθον, ὡς ἐμαυτὸν πείθω, βελτίω τε καὶ ἀπονωτέραν ὁδὸν, παιδεῦσαι πρὸς ἡσυχίαν ἅπαντας τῷ ἀρχετύπῳ τῆς σιωπῆς· εἰ μέν τι μέγα περὶ ἡμῶν οἴονται, τὴν ὑπεροχὴν αἰδουμένους· εἰ δὲ μικρόν τε καὶ ὅσον
25ἄξιον, τῷ ὁμοτίμῳ συμμετριάζοντας. Οὗτος ὁ λόγος τῆς ἐμῆς σιωπῆς· τοῦτο τῆς καρτερίας ἡμῶν τὸ μυστήριον.
30 Γʹ. Ἀλλὰ τί πάθω; Ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν διέλκουσιν ἡμᾶς καὶ σπαράττουσι, καὶ ὑπὲρ τῶν ἐμῶν δικάζονται πόνων, ὥσπερ ἄλλο τι χρέος τὸν λόγον ἀπαραιτήτως εἰσπράττοντες, καὶ ἀγαπῶσι μᾶλλον ἢ αὐτὸς ἐμαυτόν· καὶ εἰσὶ πάντες ἐμοῦ
35σοφώτεροι, πλέον ἢ ἐγὼ γινώσκοντες καιρὸν λόγου ἢ σιωπῆς· καί φασιν οὐκ ἀνήσειν, ὥσπερ σιδήρῳ πυρῖτιν λίθον, παίοντες ἡμᾶς τοῖς ὀνείδεσιν, ἕως ἂν ἐκ μικροῦ σπινθῆρος τὸν τῶν λόγων πυρσὸν ἀνάψωσιν. Ἤδη δέ τινες αὐτῶν καὶ ὑπισχνοῦνται
40χρηστότερα, καὶ μεγάλα προτιθέασιν ἆθλα τοῖς λό‐ γοις· πρῶτον μὲν ἑαυτοὺς εὐποιήσειν, δόντες τῷ Θεῷ καὶ ἡμῖν εἰς τὸν λόγον καρποφορῆσαι· ἔπειτα καὶ τούσδε πάντας, διὰ τῆς ἀπογραφῆς, τὸν ἐμὸν κλῆρον, εἴπερ ἐμὸς ὁ πατρικὸς, τὸ ἐμὸν ποίμνιον,
45οὓς λίαν ἀδικοίην, μὴ πάντα τρόπον εὐεργετεῖν προ‐1046

35

.

1048

θυμούμενος. Τὸ δὲ κάλλιστον, ὅτι, ὃ πολλὰ πονήσαν‐ τας ἔδει κατορθῶσαι τοῖς λόγοις, τοῦτο ὑπὲρ τῶν λό‐ γων αὐτῶν εἰσφέρουσιν. Ὢ τῆς καλῆς φιλονεικίας, ἣν ἐμὲ νικῆσαι φιλονεικοῦσιν! Ὢ τῆς ἐπαινετῆς ἐπι‐
5δόσεως! Ὁρᾶτε πηλίκον τὸ ἔργον τῆς ἐμῆς σιωπῆς· αὐτοὺς ὑμῖν πεποίηκε τοὺς λόγους ποθεινοτέρους. Ὁρᾶτε τὸν καρπὸν τῆς ἀδοξίας τῆς ἡμετέρας. Εἴθε τι γένοιτο καὶ τῶν λόγων τοσοῦτον ὄφελος, ὅσον τῆς σιωπῆς.
12 Δʹ. Οὐκοῦν ἐπειδὴ ταῦτα δοκεῖ, καὶ νενικήκατε τὸν ἀήττητον, καὶ τρόπαιον ἐστήσατε κατὰ τῆς ἐμῆς φιλοσοφίας, φέρε τι φθέγξωμαι πρὸς ὑμᾶς,
15τῆς σιωπῆς ἄμεινον. Φθέγξομαι τοιγαροῦν, οὐ μα‐ λακόν τι καὶ ἀναβεβλημένον, οὐδὲ τῆς ἡδίστης τοῖς πολλοῖς ἁρμονίας (οὐδὲ γὰρ ἂν καλῶς ἀμειβοίμην τοὺς ἐμοὺς ἐραστὰς, οὕτω διαλεγόμενος), ἀλλὰ καὶ λίαν ἀνδρικόν τε καὶ σύντονον, καὶ ᾧ τάχα ἂν
20ἀμείνους γένοισθε, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μετενεχθέντες, καὶ ὑψωθέντες ἱκανῶς τὴν διάνοιαν. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι, (προοιμιά‐ σομαι γὰρ πρὸς ὑμᾶς ἐκ τοῦ μεγαλοφωνοτάτου Δαβίδ); Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε
25ψεῦδος, μέγα τι τὸν ἐνταῦθα βίον, καὶ τὴν τρυφὴν, καὶ τὸ μικρὸν δοξάριον, καὶ τὴν ταπεινὴν δυναστείαν, καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες; Ἃ μὴ τῶν ἐχόντων μᾶλλόν ἐστιν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων· ὥσπερ
30χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενά τε καὶ μεταῤῥιπτούμενα, ἢ ὥσπερ καπνὸς διαῤῥέοντα, καὶ ὡς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα· οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν.
38 Εʹ. Οὐκ ἀναβλέψομεν εἰς τὸν οὐρανὸν ἄνω; οὐκ ἐκνήψομεν; οὐ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρή‐
40σομεν; οὐκ εἰσόμεθα, τίς ὁ ἀληθινὸς πλοῦτος, καὶ τίς ἡ ὄντως λαμπρότης, καὶ ποῦ τὸ μὴ διαπῖπτον ἀξίωμα; τίς ἡ ἀπέραντος εὐδαιμονία, καὶ ποῦ τὸ ἀσάλευτον ἀγαθὸν, μηδὲ μεθιστάμενον, ἢ ἐπι‐ βουλευόμενον; Οὐ κτησόμεθα ταῦτα πολλοῖς ἱδρῶσι
45καὶ πόνοις, ἂν οὕτω συμβαίνῃ; οὒκ, εἴ τι δεῖ τρυ‐ φᾷν ἐντεῦθεν, ἐν ταῖς ἐλπίσι τρυφήσομεν; οὐ γνω‐ σόμεθα τοὺς ἁγίους μάρτυρας, τούς τε ἄλλους πάν‐ τας, οἳ πᾶσαν διειλήφασι τὴν οἰκουμένην, ὥσπερ τινὲς κοινοὶ σύνδεσμοι, καὶ ὧν ἡ παροῦσα πανήγυ‐

35

.

1048

(50)

ρις; Ὑπὲρ τίνος τραύματα, καὶ δεσμὰ, καὶ στρε‐
βλώσεις, καὶ πυρὸς ἀπειλὴν, καὶ ξιφῶν ἀκμὴν, καὶ1048

35

.

1049

θηρῶν ἀγριότητα, καὶ σκότος, καὶ λιμὸν, καὶ βάρα‐ θρα, καὶ χρημάτων ἁρπαγὰς, καὶ μελῶν ἀποβολὰς, καὶ θανάτους τὸ τελευταῖον, καὶ πάντα προθύμως ὑπέστησαν, ὥσπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώ‐
5μασιν; ἵνα τί γένωνται, καὶ τίνα κληρονομή‐ σωσιν, ἢ πᾶσι δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν; Οὐ μετὰ τῆς αὐτῆς ἐλπίδος, ὑπὸ τῷ αὐτῷ βραβευτῇ καὶ ἀγωνοθέτῃ, πρὸς τὸν αὐτὸν παραταξόμεθα τύ‐ ραννον, τὸν πικρὸν καὶ τότε καὶ νῦν τῶν ψυχῶν
10διώκτην, τὸν ἀόρατον ἐχθρὸν καὶ πολέμιον; Οὐκ ἀνδριούμεθα παραπλησίως ὥσπερ ἐν κοινῷ θεάτρῳ τῷδε τῷ κόσμῳ, εἰ καὶ μὴ ἀκμῇ τοῦ κινδύνου ταχεῖαν ἐχούσῃ καὶ τὴν ἀπαλλαγὴν, ἀλλὰ τοῖς γε καθ’ ἑκάστην ἡμέραν ἀγωνίσμασι καὶ πα‐
15λαίσμασιν, ἵνα καὶ τῶν αὐτῶν στεφάνων ἀξιωθῶμεν, ἢ ὅτι ἐγγυτάτω;
18 Ϛʹ. Ἐγὼ μὲν παντὶ διακελεύομαι, καὶ ἀνδρὶ καὶ γυναικὶ, καὶ πρεσβύτῃ καὶ νέῳ, ἀστικῷ τε αὖ καὶ
20ἀγροίκῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι (καὶ γὰρ ὁ αὐτὸς ἀγὼν καλεῖ πάντας), πρὸς τοῦτον ἀποδύεσθαι προθύμως, καὶ μὴ μαλακίζεσθαι, μηδὲ μέλλειν, μηδὲ προΐεσθαι τὸν καιρὸν, οὗ πάλιν τυ‐ χεῖν ἀμήχανον. Ἐργασίας γὰρ ὁ παρὼν, ὁ δὲ
25μέλλων ἀνταποδόσεως. Ἐγείρεσθε, ἄγωμεν ἐν‐ τεῦθεν, ἠκούσατε τοῦ Σωτῆρος λέγοντος, οὐ μᾶλλόν τι τοὺς τότε μαθητὰς ἐκ τοῦ τόπου τῆς Ἰουδαίας ἀπάγοντος, ἀλλὰ καὶ τοὺς ὕστερον ἅπαντας ἐντεῦθεν ἀπανιστάντος, καὶ πρὸς ἑαυτὸν ὑψούμενον ἕλ‐
30κοντος, ὡς ἡ ὑπόσχεσις. Ἀκολουθήσωμεν ἀγαθῷ Δεσπότῃ· φύγωμεν τὰς κοσμικὰς ἐπιθυμίας, φύγω‐ μεν τὸν πλάνον κόσμον καὶ κοσμοκράτορα, γενώμεθα καθαρῶς τοῦ ποιήσαντος, τιμήσωμεν τὴν εἰκόνα, αἰδεσθῶμεν τὴν κλῆσιν, μεταθώμεθα τὴν ζωήν. Τί
35ποιοῦμεν ἡμᾶς αὐτοὺς ταπεινοὺς, ὑψηλοὶ γεγονότες; Τί τοῖς ὁρωμένοις ἐγκαταμένομεν;
40 Ζʹ. Ἕκαστος, ὅ τι ἂν οἷός τε ᾖ, καρποφορείτω τῷ Θεῷ ἐν καιρῷ παντὶ, καὶ ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, κατὰ τὸ μέτρον τῆς παρούσης αὐτῷ δυνάμεως, κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα· ἵνα πᾶσι μέτροις τῆς ἀρετῆς, πάσας τὰς ἐκεῖθεν μονὰς πληρώ‐
45σωμεν, τοσοῦτον θερίσαντες, ὅσον ἐσπείραμεν, μᾶλλον δὲ τοσοῦτον ἐναποθέμενοι ταῖς θείαις ληνοῖς,
ὅσον ἐγεωργήσαμεν. Εἰσφερέτω τις, ὁ μὲν χρή‐1050

35

.

1052

ματα, ὁ δὲ τὸ μηδὲν ἔχειν· ὁ μὲν τὸ προθυμεῖ‐ σθαι, ὁ δὲ τὸ τὸν προθυμούμενον ἀποδέχεσθαι· ὁ μὲν πρᾶξιν ἐπαινετὴν, ὁ δὲ θεωρίαν εὔστοχον· ὁ μὲν λόγον καίριον, ὁ δὲ σιωπὴν εὔλογον· ὁ μέν τις διδα‐
5σκαλίαν ἄπταιστον καὶ βίον μὴ ἀνθιστάμενον, ὁ δὲ ἀκοὴν εὐπειθῆ καὶ εὐγνώμονα· ὁ μὲν παρθενίαν ἁγνὴν καὶ κόσμου παντελῶς ἀποτέμνουσαν, ὁ δὲ γά‐ μον σεμνὸν καὶ μὴ πάντη Θεοῦ χωρίζοντα· ὁ μὲν νη‐ στείαν ἄτυφον, ὁ δὲ ἀπόλαυσιν μὴ ἀκόλαστον· ἄλλος
10τὸ ἐν προσευχαῖς ἀπερίσπαστον καὶ ὕμνοις πνευματι‐ κοῖς, ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων· πάν‐ τες δάκρυα, πάντες κάθαρσιν, ἀνάβασιν πάντες καὶ τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι.
16 Ηʹ. Καλὴ καὶ ἁπλότης καρποφορία, καὶ γέλως σω‐ φρονιζόμενος, καὶ θυμὸς κολαζόμενος, καὶ ὄμμα παι‐ δαγωγούμενον, καὶ νοῦς πλανᾶσθαι μὴ συγχωρούμε‐ νος. Οὐδὲν οὕτω μικρὸν τῶν εἰσφερομένων Θεῷ, κἂν
20ἐλάχιστον ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμε‐ νον, ὃ μὴ προσίεται πάντως καὶ ἀποδέχεται, εἰ καὶ σταθμίζειν οἶδε τῇ δικαίᾳ κρίσει τὸ ἔλεος. Δέχεται καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλῶ τὴν ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου
25τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν. Μωσῆς ἐπήγνυτο τὴν σκηνὴν κάτω, τὴν τῶν οὐ‐ ρανίων ἀντίτυπον, καὶ πάντες εἰσέφερον τὸ κηρυχθὲν αὐτοῖς. Οἱ δὲ καὶ αὐτεπάγγελτοι, οἱ μὲν χρυσὸν, οἱ δὲ ἄργυρον, οἱ δὲ λίθους τιμίους εἰς τὴν ἐπωμίδα·
30αἱ δὲ βύσσον διακεκλωσμένην, αἱ δὲ κόκκινον νε‐ νησμένον, οἱ δὲ πορφύραν, οἱ δὲ δέρματα κριῶν ἠρυ‐ θροδανωμένα· αἱ δὲ καὶ τρίχας αἰγείας εἰς τὰ κάτερ‐ γα τῆς σκηνῆς, τὸ φαυλότατον· οἱ δὲ ὅ τι ἕκα‐ στος, ἢ ἑκάστη τύχοιεν ἔχοντες· πάντες δὲ ἔφερον,
35καὶ οὐδεὶς ἦν ἀσυντελὴς, οὐδὲ τῶν πενεστάτων. Οὕτω καὶ ἡμεῖς τῇ τιμίᾳ τοῦ Θεοῦ σκηνῇ τῆσδε τῆς Ἐκ‐ κλησίας, ἣν ὁ Κύριος ἔπηξε, καὶ οὐκ ἄνθρωπος, ἣ διαφόροις ἀρετῆς συνοικοδομεῖται κάλλεσιν, ὁ μὲν μικρὸν, ὁ δὲ μεῖζον, πάντες δὲ ὁμοίως εἰσφέρωμεν
40εἰς ἔργον τέλειον, εἰς κατοικητήριον Χριστοῦ, εἰς ναὸν ἅγιον, συντιθέμενοι, καὶ συναρμολογούμε‐ νοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Πάντως δὲ οὐδὲν εἰσοίσομεν τοσοῦτον, ὅσον εἰλήφαμεν, κἂν πάντα εἰσφέρωμεν. Ἐπεὶ καὶ τὸ εἶναι ἡμῖν ἐκ Θεοῦ,
45καὶ τὸ εἰδέναι Θεὸν, καὶ αὐτὸ τὸ ἔχειν ὃ εἰσενέγκω‐
μεν. Τὸ δὲ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ1052

35

.

1053

τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος, μετρεῖ Θεὸς τὴν ἐπί‐ δοσιν.
6 Θʹ. Μὴ οὖν ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ’ ἤδη γενοῦ· μηδὲ ὅτι τῆς ἀξίας λείπῃ, τὸ πᾶν ἐλλίπῃς. Ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι, ὑπὲρ δὲ τοῦ δεήθητι δοθῆναι συγγνώμην τῇ ἀσθενείᾳ.
10Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου. Μηδεὶς ἔστω κενὸς, μηδὲ ἄκαρπος, μηδέ τις στεῖρα ψυχὴ καὶ ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορείτω Θεῷ, καὶ ἐκ τῶν οἰκείων· ὁ ἁμαρτάνων τὴν με‐ ταβολὴν, ὁ καλῶς τρέχων, τὴν εὐτονίαν, ὁ νέος τὴν
15ἐγκράτειαν, ἡ πολιὰ τὴν φρόνησιν, ὁ πλούσιος τὴν μετάδοσιν, ὁ πένης τὴν εὐχαριστίαν, ὁ ἐν ἐξουσίᾳ τὴν ἀτυχίαν, ὁ εἰσπράττων τὴν ἡμερότητα. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἐνδυσώμεθα· μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νο‐
20μῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμε‐ νος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ’ ὄνομα, καὶ εἰσ‐ άγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς ζωῆς ταύτης ἐπὶ τὴν ἐκεῖθεν ἀνάπαυ‐
25σιν. Φοβηθῶμεν, μὴ ἀφ’ ἡμῶν ἄρξηται τὸ κρῖμα, κα‐ τὰ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες.
31 Ιʹ. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε· ἀρκεῖ γὰρ ὑμῖν, ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετεῖτε τοῖς νομοθέταις· οὐ γάρ
35ἐστι Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ’ εἰρήνης καὶ τάξεως. Μὴ τοίνυν ἔστω τις κεφαλὴ, μόγις που χεὶρ τυγχάνων, ἢ ποῦς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων μελῶν τοῦ σώματος· ἀλλ’ ἕκαστος ἐν ᾗ ἐκλήθη τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω, κἂν ᾖ τῆς κρείττο‐
40νος ἄξιος· ἐν ᾧ στέργει τὴν παροῦσαν, πλέον εὐδοκιμῶν, ἢ ἐν τῷ ζητεῖν ἣν οὐκ ἔλαβεν. Μή τις, ἐνὸν ἀκινδύνως ἕπεσθαι, ἄρχειν ἐπικινδύνως ἐπιθυ‐ μείτω· μηδὲ ὁ τῆς ὑποταγῆς νόμος καταλυέσθω, ἣ καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια· μηδὲ ποιῶ‐
45μεν ἀναρχίαν τὴν πολυαρχίαν. Οἱ περὶ λόγους, μὴ σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σοφίζεσθε περισ‐ σὰ καὶ ὑπὲρ τὸν λόγον, μηδὲ νικᾷν ἐπιθυμεῖτε πάν‐ τα κακῶς, ἀλλ’ ἔστιν ἃ καὶ ἡττᾶσθαι καλῶς ἀνέχε‐ σθε. Δότε τῷ Λόγῳ τὸν λόγον· ποιήσατε δικαιο‐

35

.

1053

(50)

σύνης ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν.1054

35

.

1056

(3)

ΙΑʹ. Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται, καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα
5ὑμῖν διακελεύεται μεθ’ ἡμῶν Ἰωάννης, ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ἡ πρόδρομος τοῦ Λόγου φωνή. Τί λέγων ὀψώνιον; Τὸ βασιλικὸν σιτηρέσιον δηλον‐ ότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δω‐ ρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέ‐
10γειν τὸ βλάσφημον· ὑμεῖς δὲ, οἶδ’ ὅτι συνίετε, κἂν ἐγὼ φείδωμαι. Ἀπόδοτε τὰ Καίσαρος Καίσα‐ ρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον, ὑμεῖς οἱ τῆς πολιτείας ἐπώνυμοι· φόβον δὲ ὅταν εἴπω, κωλύω τὴν πλεονεξίαν. Τί οὖν ἡμεῖς
15κερδανοῦμεν, τάχα ἂν εἴποιτε, μέγα; Τὸ πάντων μέ‐ γιστον· καὶ εἰ βούλεσθε, δι’ ἐμοῦ μεσίτου, τὰς χρη‐ στὰς ἐλπίδας, καὶ τὰ πρωτεῖα τῆς ἄνω πόλεως, οὐ τῆς μικρᾶς ταύτης καὶ ἐλαχίστης ἐν πόλεσιν, ἧς οὐ‐ δὲ τὸ ἄρχειν, ἵνα μετρίως εἴπω τιμῶν ὡς θρεψαμέ‐
20νην, πάνυ τι σεμνὸν καὶ ὑπέρλαμπρον. Ἐκεῖ γενέ‐ σθαι πρῶτοι θελήσωμεν· μεταποιηθῶμεν τῆς ἐκεῖθεν λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ, ἀντὶ τῆς ἐντεῦθεν εὐσπλαγχνίας, ἀναπαυσώμεθα· κρῖμα δίκαιον κρίνω‐ μεν· ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ
25ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα κτεινομένους, ἢ τό γε μετριώτατον εἰπεῖν, μὴ αὐτοὶ κτείνω‐ μεν· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν, μέχρι καὶ τῶν ἀπὸ τραπέζης ψιχίων· καὶ μὴ παραδράμωμεν τὸν ἡλκωμένον, καὶ βεβλημένον ἐν τοῖς ἡμετέ‐
30ροις πυλῶσιν· μὴ τρυφήσωμεν, ἄλλων κακοπα‐ θούντων· μὴ βδελυξώμεθα τὸν ὁμόδουλον· μὴ, φίλοι καὶ ἀδελφοὶ, γενώμεθα τῆς τοῦ πλουσίου μερίδος, μηδὲ ὀδυνηθῶμεν ἐν τῇ φλογὶ, μηδὲ τῷ χάσματι δια‐ στῶμεν ἀπὸ τῶν ὁσίων, μηδὲ δεηθῶμεν Λαζάρου τοῦ
35πένητος, ἄκρῳ δακτύλῳ καταψῦξαι τὴν γλῶσ‐ σαν ἡμῶν φλεγομένην, καὶ μηδὲ τοσούτου τυγχάνω‐ μεν. Γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, συμπαθεῖς· μιμησώμεθα τοῦ Δεσπότου τὴν ἀγαθότητα, ὃς ἀνα‐ τέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει
40τῇ βροχῇ πάντας ὁμοίως. Μὴ δεξώμεθα πλουτεῖν διὰ τῆς τῶν ἄλλων πενίας· μὴ παρὰ τοσοῦτον ἔλθωμεν τῆς θείας ἰσότητος· μηδὲ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ’ ὧν ὡς ἰοῦ καὶ ση‐ τὸς ἐκδαπανηθήσεται, ἢ, τό γε τῆς Γραφῆς εἰ‐
45πεῖν, ἐξεμεθήσεται. Ἀλλά ἐσμεν τοῦ δέοντος ἀπο‐
πληστότεροι; ἔστι καὶ πλεονεκτῆσαι καλῶς.1056

35

.

1057

Δῶμέν τι μικρὸν ἐντεῦθεν, ἵν’ ἐκεῖθεν πλουτήσωμεν.
6 ΙΒʹ. Ταῦτα μὲν οὖν ἤδη κοινὰ πρὸς πάντας, οὐ τοὺς ἐν πολιτείᾳ μόνον, τὰ παραγγέλματα· κοινὰ γὰρ καὶ κοινῆς ἀῤῥωστίας τὰ φάρμακα. Σὺ δὲ ἀπόγραφε δικαίως ἡμᾶς, ὁ τῶν ἡμετέρων φόρων ἀπο‐
10γραφεύς· ἀπόγραφε, μὴ τοὺς ἐμοὺς λόγους ἐπι‐ μελῶς, ὧν οὐδὲν, ἢ μικρὸν τὸ κέρδος, ἢ εἰς ἀκοῆς χάριν καὶ ἡδονὴν, ἀλλὰ τὸν ἐμὸν λαὸν ὁσίως καὶ φι‐ λανθρώπως· αἰδεσθεὶς, εἰ μή τι ἄλλο, ἢ τὸν καιρὸν αὐτὸν, ὅτι καὶ ὁ Σωτὴρ ἐν ἀπογραφῇ τίκτεται. Ἐξ‐
15ῆλθε γὰρ δόγμα, φησὶ, παρὰ Καίσαρος Αὐγού‐ στου, τοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμέ‐ νην· καὶ ἀπεγράφετο. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐν Βηθλεὲμ σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ ἀπογράψασθαι, διὰ τὸ εἶναι αὐτὸν
20ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. Καὶ τηνικαῦτα ὁ Σω‐ τὴρ τίκτεται, τὸ θαυμάσιον, ὁ πάντων δημιουργὸς καὶ δεσπότης, ἐν φαύλῳ καὶ μικρῷ καταλύ‐ ματι. Φοβηθῶμεν τὸ μυστήριον· αἰδεσθῶμεν τὴν οἰ‐ κονομίαν, καὶ αὐτοὶ τῷ καιρῷ τι συνεισενέγκω‐
25μεν. Νῦν ἄγγελοι χαίρουσι, νῦν ποιμένες περιαστρά‐ πτονται, νῦν ἀστὴρ ἐξ Ἀνατολῶν τρέχει πρὸς τὸ μέ‐ γιστον φῶς καὶ ἀπρόσιτον· νῦν μάγοι προσπίπτουσι, καὶ δωροφοροῦσι, καὶ τὸν πάντων βασιλέα γινώσκου‐ σι, καὶ καλῶς τῷ ἀστέρι τεκμαίρονται τὸν οὐράνιον·
30νυνί τε Ἡρώδης μαίνεται, καὶ παιδοφονεῖ, καὶ διὰ τὸν ἐλευθερωτὴν, ἀναιρεῖ τοὺς τῆς ἐλευθερίας τυγ‐ χάνειν ὀφείλοντας. Ἀλλ’ ἡμεῖς γε μετὰ τῶν προσκυ‐ νούντων γενώμεθα, καὶ προσενέγκωμεν τῷ δι’ ἡμᾶς πτωχεύσαντι μέχρι καὶ σώματος, μὴ λίβανον, μηδὲ
35χρυσὸν, μηδὲ σμύρναν· τὸν μὲν ὡς Θεῷ, τὸν δὲ ὡς βασιλεῖ, τὴν δὲ ὡς γευσαμένῳ δι’ ἡμᾶς νεκρότη‐ τος· ἀλλὰ δῶρα μυστικὰ, καὶ ὑπὲρ τὸ φαινό‐ μενον· τό γε μηδὲν λαβεῖν, μηδὲ τῷ πλούτῳ τι συγ‐ χωρῆσαι κατὰ πενίας, μηδ’ ἀδικῆσαι τὸ πλάσμα διὰ
40τοῦ πλάσματος.
43 ΙΓʹ. Σὺν Χριστῷ γράφεις, σὺν Χριστῷ ταλαντεύεις, σὺν τῇ κεφαλῇ δοκιμάζεις, μετὰ τοῦ λόγου λογίζῃ.
45Χριστὸς ἄρτι γεννᾶταί σοι, καὶ Θεός ἐστι, καὶ ἄν‐ θρωπος γίνεται, καὶ ἀνθρώποις συναναστρέφεται. Τί τοῦ λόγου δηλοῦντος; Ἐμοὶ δοκεῖ, εἰς νουθε‐ σίαν τῶν τὰ τοιαῦτα πιστευομένων, ὅτι ταῖς με‐
γίσταις τῶν διοικήσεων Θεὸς ἀεὶ συνεισέρχεται. Καὶ1058

35

.

1060

ἵνα μὲν καταιδέσειε τοὺς ἀπογράφοντας, τηνι‐ καῦτα ὁμιλεῖ σαρκὶ καὶ ἀνθρώποις· ἵνα δὲ παραμυ‐ θήσηται τῆς δουλείας ἡμᾶς, καὶ τὴν εὐγνωμοσύνην νομοθετήσῃ (οὐδὲ γὰρ τοῦτο παροπτέον), τελεῖ καὶ
5αὐτὸς τὸ δίδραχμον, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ Πέτρου τοῦ τιμιωτάτου τῶν μαθητῶν· ἐπεὶ καὶ ἄνθρωπος ἐγένετο δι’ ἡμᾶς, καὶ δούλου μορφὴν ἀνεδέξατο, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς θάνατον. Ταῦτα μὲν ὁ Σωτὴρ, καὶ τῷ θελήματι μό‐
10νον, ὡς Θεὸς, σῶσαι δυνάμενος, ἐπεὶ καὶ τὰ πάντα προστάγματι συνεστήσατο· μεῖζον δὲ καὶ δυσωπητι‐ κώτερον εἰσήνεγκεν ἡμῖν, τὴν συμπάθειαν καὶ τὸ ὁμότιμον. Τί δὲ ἡμεῖς οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου καὶ φιλανθρώπου, καὶ τοσοῦτον ἡμῖν λειτουρ‐
15γήσαντος; Οὐ μιμησόμεθα τοῦ Δεσπότου τὴν εὐ‐ σπλαγχνίαν; οὐκ ἐσόμεθα χρηστοὶ τοῖς ὁμοδούλοις, ἵνα τοιούτου τύχωμεν καὶ αὐτοὶ τοῦ Κυρίου μετροῦν‐ τος, ὡς ἂν μετρήσωμεν; οὐ κτησόμεθα τὰς ἑαυτῶν ψυχὰς, διὰ τῆς ἡμερότητος; Ἀρκεῖ δουλεύειν τοῖς
20ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς, τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι· καὶ τὸ μὲν τάσσειν φόρους, τὸ δὲ ἀπογράφεσθαι· καὶ τοῖς μὲν ἀδικεῖν ἐξεῖναι καὶ ποιεῖν κακῶς, τοῖς δὲ ὑπὲρ τοῦ μὴ παθεῖν δεῖσθαι καὶ ἀγωνίζεσθαι·
25καὶ ταῦτα εἶναι περὶ τὴν μίαν εἰκόνα, καὶ τὸ ἓν ἀξίωμα, τοὺς τῆς αὐτῆς ζωῆς κληρονόμους, ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν. Ἀρκεῖ ταῦτα τοῖς ἐλευθέ‐ ροις· μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον.
35 ΙΔʹ. Ὡς ἀπόλοιτο ἡ κακία, καὶ ἡ πρώτη ταύτης καταβολὴ, καὶ ὁ καθεύδουσιν ἡμῖν ἐπισπείρας τὰ ζι‐ ζάνια Πονηρὸς, ἵν’ ἀρχὴ τοῦ κακοῦ γένηται τὸ ἀμε‐ λῆσαι τοῦ ἀγαθοῦ, ὥσπερ καὶ σκότους ἡ τοῦ φωτὸς ὑποχώρησις. Ταῦτα τὸ ξύλον, καὶ ἡ πικρὰ γεῦσις,
40καὶ ὁ βάσκανος ὄφις, καὶ ἡ παρακοὴ ἐν ἱδρῶτι τοῦ προσώπου ζῇν κατακρίνασα. Ἐντεῦθεν γυμνὸς ἐγὼ καὶ ἀσχήμων, καὶ τὴν γύμνωσιν ἔγνων, καὶ τὸν δερ‐ μάτινον χιτῶνα ἠμφιασάμην, καὶ τοῦ παραδείσου διέπεσον, καὶ εἰς τὴν γῆν ἀπεστράφην, ὅθεν ἐλή‐
45φθην, ἓν τοῦτο ἀντὶ τρυφῆς ἔχων, τὰ ἐμαυτοῦ γινώ‐ σκειν κακά· καὶ λύπην κατεκρίθην ἄπαυστον ἀντὶ τῆς μικρᾶς ἡδονῆς, καὶ πόλεμον πρὸς τὸν φιλω‐ θέντα κακῶς, καὶ διὰ τῆς γεύσεως ὑποσπάσαντα.
Ταῦτα τῆς κακίας ἐμοὶ τὰ ἐπίχειρα· ἐντεῦθεν τὸ1060

35

.

1061

γεννᾶσθαι μόχθῳ, καὶ ζῇν, καὶ λύεσθαι. Αὕτη μήτηρ χρείας, ἡ δὲ πλεονεξίας, ἡ δὲ πολέμων, πόλε‐ μοι δὲ φόρων πατέρες, οἱ δὲ τῆς κατακρίσεως τὸ βαρύτατον. Ἀλλ’ ἡμεῖς γε μὴ τὸ πρόστιμον ἐπιτεί‐
5νωμεν, ὑπὸ τὴν αὐτὴν κείμενοι καταδίκην, μηδὲ ἄλ‐ λοις κακοὶ γενώμεθα. Φιλανθρωπίαν ἡμᾶς τὴν εἰς ἀλλήλους ἀπαιτεῖ Θεὸς, κἂν ὑπ’ αὐτοῦ κολαζώ‐ μεθα.
11 ΙΕʹ. Ἔσται καὶ ἄλλη τις ἐγγραφὴ, καὶ ἄλλος ἀπο‐ γραφεύς· εἴ τινα βίβλον ζώντων ἀκούεις, καὶ βίβλον οὐ σωζομένων. Ἐκεῖ πάντες ἐγγραφησόμεθα, μᾶλ‐ λον δὲ ἤδη γεγράμμεθα κατ’ ἀξίαν τῶν ἐνταῦθα βε‐
15βιωμένων ἕκαστος. Οὐ πλοῦτος ἔχει τὸ πλέον ἐκεῖ, οὐ πενία τὸ ἔλαττον, οὐ χάρις, οὐκ ἔχθρα, οὐκ ἄλλο τι τῶν ἁπάντων, οἷς ἐνταῦθα τὸ δίκαιον κλέ‐ πτεται. Δακτύλῳ Θεοῦ πάντες γεγράμμεθα, καὶ ἀνοι‐ γήσεται ἡμῖν βίβλος ἐν ἡμέρᾳ ἀποκαλύψεως. Μικρὸς
20μὲν καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων ὁμοῦ δεσπότῃ, τὸ Σολομῶντος φθέγξομαι, καὶ βασιλεὺς ἀρχο‐ μένῳ, καὶ ἀπογραφεὺς ἀπογραφομένῳ, καὶ ἡ λαμπρότης ἐγγύθεν. Καὶ τὸ δύσφημον σιωπήσομαι· πλὴν οἷα γράφομεν, τοιαῦτα καὶ γραφησόμεθα. Ταύ‐
25την ποίησον σεαυτῷ τὴν ἐγγραφὴν χρηστοτέραν, ἡμῖν φανεὶς χρηστὸς καὶ φιλάνθρωπος.
29ΙϚʹ. Τί πρὸς ταῦτα λέγεις; Τί γράφεις, ὦ φίλων
30ἄριστε καὶ ἡλίκων καὶ παιδευτῶν ἡμῖν κοινωνὲ καὶ παιδευμάτων, εἰ καὶ νῦν ἡμᾶς εἰς τὴν κρείττω μοῖ‐ ραν ὁ Θεὸς ἔταξεν, ὑμᾶς ταῦτα παιδεύειν τοὺς ἐν ἐξουσίᾳ (ὀκνῶ γὰρ εἰπεῖν βαρυτέραν); Ὦ πατρίδος εὐσεβοῦς καὶ γένους, ὦ γονέων ἱερῶν ἱερὸν φυ‐
35τὸν, ὦ ῥίζα τέκνων ἱερωτέρων, πῶς ποτε ἀπο‐ δέχῃ τοὺς ἐμοὺς λόγους; Ἆρά τι πείθομεν, ἢ δεήσει κατεπᾴδειν μακρότερα; Τοῦτο μὲν οὐκ εἰκάζειν, ἀλλ’ εὖ εἰδέναι χρὴ, ὅτι σε οἱ παρ’ ἐμοῦ λόγοι ἐκ πλείονος ἔχουσιν. Καὶ γὰρ εἰ μή τινι ἄλλῳ θαῤῥεῖν
40εἴχομεν, ἀλλὰ τοῖς λόγοις αὐτοῖς, οἵ σε ἀεὶ πρὸς τὰ καλὰ ῥᾳδίως ἄγουσιν, ἢ ἀρχόμενον, ἢ ἑπό‐ μενον· τοῦτο γάρ ἐστιν, ᾧ τῶν πολλῶν οἱ σοφοὶ δια‐ φέρουσιν. Ἐγὼ δὲ μικρὸν ἔτι προσθήσω τοῖς εἰρη‐ μένοις· σὺ μὲν ἔδωκας μισθὸν τοῖς ἐμοῖς λόγοις, ὅν‐
45τινα δέδωκας· οἱ δέ σοι διδόασι καὶ προσάγουσι πέ‐ νητας, πάντα χορὸν ἱερέων, χορὸν φιλοσόφων, οὐδενὶ δεσμῷ κάτω κατεχομένων, μόνα κεκτημένων τὰ σώ‐ ματα, καὶ οὐδ’ αὐτὰ παντελῶς· οὐδὲν ἐχόντων Καί‐
σαρι, πάντα Θεῷ, ὕμνους, εὐχὰς, ἀγρυπνίας, δάκρυα,1062

35

.

1064

κτῆσιν οὐ κρατουμένην, ἀποθανεῖν κόσμῳ, ζῆ‐ σαι Χριστῷ, σάρκα κενῶσαι, ψυχὴν ἑλκῦσαι ἀπὸ τοῦ σώματος. Τούτων φειδόμενος, ἢ καὶ καθαρῶς ἀποδι‐ δοὺς τῷ Θεῷ τοὺς θεραπευτὰς τοῦ Θεοῦ καὶ μύ‐
5στας, καὶ τῶν οὐρανίων ἐπόπτας, τὴν ἀπαρχὴν τοῦ ἡμετέρου γένους, τὸ ἔρεισμα τοὺς τῆς πίστεως στε‐ φάνους, τοὺς μαργαρίτας τοὺς τιμίους, τοὺς τοῦ ναοῦ λίθους, οὗ θεμέλιος καὶ ἀκρογωνιαῖος Χριστὸς, τοῦ καλοῦ λέγω τῆς Ἐκκλησίας πληρώματος· καὶ
10κάλλιστα ἂν καὶ τούτοις, καὶ σεαυτῷ, καὶ πᾶσιν ἡμῖν βουλεύσαιο. Καί σοι εὔχομαι τοῦτον παρ’ ἡμῶν τὸν πλοῦτον γενέσθαι μᾶλλον, ἢ πολλοῦ χρυσίου καὶ ἀργυρίου θησαυροὺς, νῦν ὑπάρχοντας, καὶ μετ’ ὀλί‐ γον οὐκ ἐσομένους.
15 ΙΖʹ. Αὕτη τῶν ἐμῶν λόγων ὑμῖν ἡ καρποφο‐ ρία, εἰ καὶ τῆς ἐλπίδος ἐλάττων, ἀλλὰ κατά γε τὴν ἡμετέραν δύναμιν. Ὑμεῖς δὲ ἀντιδοίητέ μοι τῆς ἐμῆς εἰσφορᾶς τὸ μεῖζον, τὴν εὐπείθειαν· ὡς ἂν τά τε ἄλλα καὶ ἧττον δέησθε τῶν ἐμῶν λόγων, ἀλλήλους
20κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων· ὡς ἂν χρηστῆς καὶ φιλανθρώπου τῆς ἐκεῖθεν γραφῆς τυχόντες, καὶ περὶ τὸν πάντων βασιλέα χο‐ ρεύοντες, ὃ μόνον ἔργον ἐστὶ τοῖς ἐκεῖ γεγραμ‐ μένοις, λειτουργῶμεν Θεῷ τὴν αἴνεσιν, τὴν μίαν
25Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ θεωροῦν‐ τες καὶ ἀνυψοῦντες τὴν τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα, ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ
προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1064