TLG 2022 028 :: GREGORIUS NAZIANZENUS :: In Machabaeorum laudem (orat. 15)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

In Machabaeorum laudem (orat. 15)

Citation: Volume — page — (line)

35

.

912

(22t)

ΛΟΓΟΣ ΙΕʹ.
23tΕἰς τοὺς Μακκαβαίους.
24Αʹ. Τί δὲ οἱ Μακκαβαῖοι; τούτων γὰρ ἡ παρ‐
25οῦσα πανήγυρις, οὐ παρὰ πολλοῖς μὲν τιμωμένων, ὅτι μὴ μετὰ Χριστὸν ἡ ἄθλησις· πᾶσι δὲ τιμᾶσθαι ἀξίων, ὅτι περὶ τῶν πατρίων ἡ καρτερία· καὶ οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τί ποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν
30ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον; Οἱ γὰρ χω‐ ρὶς ὑποδείγματος τοιούτου, τοσοῦτοι τὴν ἀρετὴν, πῶς οὐκ ἂν ὤφθησαν γενναιότεροι, μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόῤῥη‐ τος οὗτος ὁ λόγος, καὶ σφόδρα πιθανὸς ἐμοὶ γοῦν
35καὶ πᾶσι τοῖς φιλοθέοις· μηδένα τῶν πρὸ τῆς Χρι‐ στοῦ παρουσίας τελειωθέντων, δίχα τῆς εἰς Χρι‐ στὸν πίστεως τούτου τυχεῖν. Ὁ γὰρ Λόγος ἐπ‐ αῤῥησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρί‐
σθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διά‐

35

.

913

νοιαν. ὡς ἐκ πολλῶν δῆλον τῶν πρὸ ἐκείνου τετιμη‐ μένων.
6 Βʹ. Οὔκουν, ὅτι πρὸ τοῦ σταυροῦ, τοιοῦτοι περι‐ οπτέοι· ἀλλ’ ὅτι κατὰ τὸν σταυρὸν, ἐπαινετέοι, καὶ τῆς ἐκ τῶν λόγων τιμῆς ἄξιοι· οὐχ ἵνα προσθή‐ κην ἢ δόξαν λάβοιεν· (τίνα γὰρ ὧν ἡ πρᾶξις ἔχει
10τὸ ἔνδοξον;) ἀλλ’ ἵνα δοξασθῶσιν οἱ εὐφημοῦντες, καὶ ζηλώσωσι τὴν ἀρετὴν οἱ ἀκούοντες, ὥσπερ κέν‐ τρῳ τῇ μνήμῃ πρὸς τὰ ἴσα διανιστάμενοι. Οὗτοι τίνες μὲν ὄντες, καὶ ὅθεν, καὶ ἐξ οἵας ὁρμώμενοι τὸ ἀπαρ‐ χῆς ἀγωγῆς καὶ παιδεύσεως, εἰς τοσοῦτον ἀρετῆς
15τε καὶ δόξης προεληλύθασιν, ὥστε καὶ ταῖς ἐτη‐ σίοις ταύταις τιμᾶσθαι πομπαῖς τε καὶ πανηγύρεσι, καὶ μείζονα τῶν ὁρωμένων τὴν περὶ αὐτῶν δόξαν ἐν‐ αποκεῖσθαι ταῖς ἁπάντων ψυχαῖς, ἡ περὶ αὐτῶν βί‐ βλος δηλώσει τοῖς φιλομαθέσι καὶ φιλοπόνοις, ἡ
20περὶ τοῦ αὐτοκράτορα εἶναι τῶν παθῶν τὸν λογισμὸν φιλοσοφοῦσα, καὶ κύριον τῆς ἐπ’ ἄμφω ῥοπῆς, ἀρε‐ τήν τέ φημι καὶ κακίαν. Ἄλλοις τε γὰρ οὐκ ὀλίγοις ἐχρήσατο μαρτυρίοις, καὶ δὴ καὶ τοῖς τούτων ἀθλήμασιν· ἐμοὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέ‐
25σει.
29Γʹ. Ἐλεάζαρ ἐνταῦθα, τῶν πρὸ Χριστοῦ παθόντων
30ἡ ἀπαρχὴ, ὥσπερ τῶν μετὰ Χριστὸν Στέφα‐ νος, ἀνὴρ ἱερεὺς καὶ πρεσβύτης, πολιὸς τὴν τρί‐ χα, πολιὸς τὴν φρόνησιν· πρότερον μὲν καὶ προθυό‐ μενος τοῦ λαοῦ, καὶ προσευχόμενος, νῦν δὲ καὶ τε‐ λεώτατον θῦμα προσάγων ἑαυτὸν τῷ Θεῷ, παν‐
35τὸς τοῦ λαοῦ καθάρσιον, προοίμιον ἀθλήσεως δεξιὸν, καὶ φθεγγομένη καὶ σιωπῶσα παραίνεσις· προσάγων δὲ καὶ τοὺς ἑπτὰ παῖδας, τὰ τῆς ἑαυ‐ τοῦ παιδείας ἀποτελέσματα, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, πάσης νομικῆς ἱερουργίας
40λαμπροτέραν τε καὶ καθαρωτέραν. Τὰ γὰρ τῶν παί‐ δων, τῷ πατρὶ λογίζεσθαι, τῶν ἐννομωτάτων τε
καὶ δικαιωτάτων. Παῖδες ἐκεῖ γενναῖοι καὶ με‐

35

.

916

γαλόψυχοι, μητρὸς εὐγενοῦς εὐγενῆ βλαστήματα, φι‐ λότιμοι τῆς ἀληθείας ἀγωνισταὶ, τῶν Ἀντιόχου καιρῶν ὑψηλότεροι, τοῦ Μωϋσέως νόμου μαθη‐ ταὶ γνήσιοι, τῶν πατρίων ἐθῶν ἀκριβεῖς φύλακες
5ἀριθμὸς τῶν παρ’ Ἑβραίοις ἐπαινουμένων, τῷ τῆς ἑβδοματικῆς ἀναπαύσεως μυστηρίῳ τιμώ‐ μενος, ἓν πνέοντες, πρὸς ἓν βλέποντες, μίαν ζωῆς ὁδὸν εἰδότες, τὸν ὑπὲρ τοῦ Θεοῦ θάνατον, οὐχ ἧττον ἀδελφοὶ τὰς ψυχὰς ἢ τὰ σώματα, ζηλοτυ‐
10ποῦντες ἀλλήλους τῆς τελευτῆς, (ὢ τοῦ θαύμα‐ τος!) προαρπάζοντες ὥσπερ θησαυροὺς τὰς βασά‐ νους, τοῦ παιδαγωγοῦ νόμου προκινδυνεύοντες, οὐ τὰς προσαγομένας τῶν βασάνων μᾶλλον φοβού‐ μενοι, ἢ τὰς λειπομένας ἐπιζητοῦντες· ἓν τοῦτο φο‐
15βούμενοι μόνον, μὴ ἀπείπῃ κολάζων ὁ τύ‐ ραννος, καὶ ἀπέλθωσί τινες αὐτῶν ἀστεφάνωτοι, καὶ διαζευχθῶσι τῶν ἀδελφῶν ἄκοντες, καὶ τὴν κα‐ κὴν νίκην νικήσωσι τὸ μὴ παθεῖν κινδυνεύ‐ σαντες.
20 Δʹ. Μήτηρ ἐκεῖ νεανικὴ καὶ γενναία, φιλόπαις ὁμοῦ καὶ φιλόθεος, καὶ τὰ μητρῷα σπλάγχνα σπαρασσομένη παρὰ τὸ εἰκὸς τῆς φύσεως. Οὐ γὰρ πά‐ σχοντας ἠλέει τοὺς παῖδας, ἀλλ’ ἠγωνία τὸ μὴ παθεῖν· οὐδὲ τοὺς ἀπελθόντας ἐπόθει μᾶλλον, ἢ προστεθῆναι
25τοὺς ὑπολειφθέντας ηὔχετο· καὶ τούτων ἦν αὐτῇ πλείων ὁ λόγος, ἢ τῶν μεταστάντων. Τῶν μὲν γὰρ ἀμφίβολος ἡ πάλη, τῶν δὲ ἀσφαλὴς ἡ κατάλυσις· καὶ τοὺς μὲν ἤδη Θεῷ παρετίθετο, τοὺς δὲ ὅπως λά‐ βῃ Θεὸς ἐφρόντιζεν. Ὢ ψυχῆς ἀνδρείας ἐν γυναικείῳ
30τῷ σώματι! ὢ θαυμασίας ἐπιδόσεως καὶ μεγαλοψύ‐ χου! ὢ τῆς Ἀβραμιαίου θυσίας ἐκείνης εἰ μή τι τολμητέον, καὶ μεῖζον! Ὁ μὲν γὰρ ἕνα προσάγει προθύμως, εἰ καὶ τὸν μονογενῆ, καὶ τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία· καὶ τὸ
35μεῖζον, ὅτι μὴ τοῦ γένους μόνον, ἀλλὰ καὶ τῶν τοι‐ ούτων θυμάτων, ἀπαρχὴ καὶ ῥίζα καθίσταται· ἡ δὲ δῆμον ὅλων παίδων καθιέρωσε τῷ Θεῷ, νικήσασα καὶ μητέρας, καὶ ἱερέας, τοῖς θύμασι προθύ‐ μοις εἰς σφαγὴν, ὁλοκαυτώμασι λογικοῖς, ἱερείοις
40ἐπειγομένοις· ἣ μαστοὺς παρεδείκνυ, καὶ ἀνα‐
τροφῆς ὑπεμίμνησκε, καὶ προέτεινε τὴν πολιὰν, καὶ

35

.

917

τὸ γῆρας ἀνθ’ ἱκετηρίας προὐβάλλετο· οὐ σω‐ τηρίαν ζητοῦσα, τὸ δὲ παθεῖν ἐπείγουσα, καὶ κίνδυ‐ νον ἡγουμένη τὴν ἀναβολὴν, οὐ τὸν θάνατον· ἣν οὐ‐ δὲν ἔκαμψεν, οὐδὲ ἐμαλάκισεν, οὐδὲ ἀτολμοτέ‐
5ραν ἐποίησεν· οὐκ ἀρθρέμβολα προτεινόμενα, οὐ τροχοὶ προβαλλόμενοι, οὐ τροχαντῆρες, οὐ κατα‐ πέλται, οὐκ ἀκμαὶ σιδηρῶν ὀνύχων, οὐ ξίφη θηγόμε‐ να, οὐ λέβητες ζέοντες, οὐ πῦρ ἐγειρόμενον, οὐ τύραννος ἀπειλῶν, οὐ δῆμος, οὐ δορυφόρος κατεπεί‐
10γων, οὐ γένος ὁρώμενον, οὐ μέλη διασπώμενα, οὐ σάρκες ξαινόμεναι, οὐχ αἵματος ὀχετοὶ ῥέοντες, οὐ νεότης δαπανωμένη, οὐ τὰ παρόντα δεινὰ, οὐ τὰ προσδοκώμενα χαλεπά· καὶ ὃ τοῖς ἄλλοις βαρύ‐ τατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τοῦ κινδύνου
15παρέκτασις, τοῦτο ἐκείνῃ τὸ κουφότατον ἦν· ἐνετρύ‐ φα γὰρ τῷ θεάματι· καὶ γάρ πως καὶ τριβὴν ἐνεποίει τοῖς πάθεσιν, οὐ τὸ ποικίλον τῶν προσαγομένων βα‐ σάνων μόνον, ὧν πασῶν, ὡς οὐδὲ εἷς μιᾶς, κατεφρό‐ νουν· ἀλλὰ καὶ οἱ τοῦ διώκτου λόγοι πολυειδεῖς ὄν‐
20τες, ὑβρίζοντος, ἀπειλοῦντος, θωπεύοντος· τί γὰρ οὐ κινοῦντος πρὸς τὸ τυχεῖν ὧν ἤλπιζε;
29Εʹ. Καὶ μέντοι καὶ τῶν παίδων αἱ πρὸς τὸν τύραν‐
30νον ἀποκρίσεις, τοσοῦτον ἔχουσαι τὸ σοφὸν ὁμοῦ καὶ γενναῖον, ὥστε μικρὰ μὲν εἶναι πρὸς τὴν ἐκεί‐ νων καρτερίαν ἅπαντα τὰ τῶν ἄλλων καλὰ εἰς ἓν συν‐ αχθέντα· μικρὰν δὲ τὴν καρτερίαν πρὸς τὴν ἐκείνων ἐν λόγοις σύνεσιν· καὶ τῶν αὐτῶν εἶναι μόνων, πάσχειν
35τε οὕτω καὶ φιλοσοφεῖν ἐν ταῖς ἀποκρίσεσι πρὸς τὰς τοῦ διώκοντος ἀπειλὰς, καὶ τοὺς προτεινομένους φό‐ βους, ὧν οὐδενὸς ἡττῶντο οἱ γενναῖοι παῖδες, καὶ ἡ γεν‐ ναιοτέρα τεκοῦσα· πάντων δὲ ἑαυτὴν ὑπεράνω θεῖσα, καὶ τῷ φίλτρῳ τὸν θυμὸν μίξασα, καλὸν ἐντάφιον δίδω‐
40σι τοῖς παισὶν ἑαυτὴν, ἐπαπελθοῦσα τοῖς προαπελθοῦ‐ σι· καὶ τοῦτο πῶς; ἑκουσίως ἐπὶ τοὺς κινδύνους χω‐ ρήσασα· καὶ μεθ’ οἵων τῶν ἐπιταφίων; Καλοὶ μὲν γὰρ καὶ οἱ τῶν παίδων πρὸς τὸν τύραννον λόγοι, καὶ καλῶν κάλλιστοι· πῶς γὰρ οὔ; μεθ’ ὧν παρετάξαντο,
45καὶ οἷς τὸν τύραννον ἔβαλον· καλλίους δὲ

35

.

920

καὶ οἱ τῆς μητρὸς, καὶ παρακλητικοὶ πρότερον, καὶ ὕστερον ἐπιτάφιοι. Τίνες οὖν οἱ τῶν παίδων λόγοι; Καλὸν γὰρ ἀπομνημονεῦσαι καὶ τούτων ὑμῖν, ἵν’ ἔχητε τύπον, ὥσπερ ἀθλήσεως, οὕτω καὶ λόγων μαρ‐
5τυρικῶν ἐν τοῖς τοιούτοις καιροῖς. Ἄλλου μὲν ἄλλοι, καὶ ὡς ἕκαστον οἱ τοῦ διώκοντος λόγοι, ἢ τῶν κινδύ‐ νων ἡ τάξις, ἢ τῆς ψυχῆς τὸ φιλότιμον ὥπλιζεν· ὡς δ’ οὖν τύπῳ περιλαβεῖν, ἦσαν τοιοῦτοι· «Ἡμῖν, Ἀντίοχε, καὶ πάντες οἱ περιεστηκότες, εἷς μὲν βασι‐
10λεὺς ὁ Θεὸς, παρ’ οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπι‐ στρέψομεν. Εἷς δὲ νομοθέτης ὁ Μωϋσῆς, ὃν οὐ προδώ‐ σομεν, οὐδὲ καθυβρίσομεν· οὐ μὰ τοὺς ὑπὲρ ἀρε‐ τῆς τοῦ ἀνδρὸς κινδύνους, καὶ τὰ πολλὰ θαύματα, οὐδ’ ἂν ἡμῖν ἄλλος Ἀντίοχος ἀπειλῇ σου χαλεπώτε‐
15ρος. Μία δὲ ἀσφάλεια, τῆς ἐντολῆς ἡ τήρησις, καὶ τὸ μὴ ῥαγῆναι τὸν νόμον, ᾧ τετειχίσμεθα. Μία δὲ δόξα, τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς δὲ πλοῦτος, τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν, ἢ τὸ φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμε‐
20θα τῶν λογισμῶν, καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιού‐ τους σοι νεανίας ὁ λόγος, Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗ‐ τος, καὶ τὸ πατρῷον ἔδαφος, καὶ φίλοι, καὶ συγγε‐ νεῖς, καὶ ἡλικιῶται, καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ πε‐ ριβόητον ὄνομα, καὶ πανηγύρεις πατρικαὶ, καὶ
25μυστήρια, καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ, καὶ τῶν ὑπὲρ τοῦ κα‐ λοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ ἄλλος ἡμῖν, πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἱερουσαλὴμ, ἣν
30οὐδεὶς Ἀντίοχος πολιορκήσει, οὐδὲ προσδοκήσει πα‐ ραστήσεσθαι, ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ, ἡ ἔμπνευσις, καὶ οἱ κατ’ ἀρετὴν γεννηθέντες. Φίλοι δὲ, προφῆται, καὶ πατριάρχαι, παρ’ ὧν ἡμῖν καὶ ὁ τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ, οἱ σήμερον ἡμῖν
35συγκινδυνεύοντες, καὶ τὴν καρτερίαν ὁμόχρονοι. Ναοῦ δὲ, οὐρανὸς μεγαλοπρεπέστερος, πανήγυρις δὲ, ἀγγέλων χοροστασία· καὶ μυστήριον ἓν μέ‐ γα, καὶ μέγιστον, καὶ τοῖς πολλοῖς ἀπόκρυφον, ὁ Θεὸς, πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια.
48 Ϛʹ. «Παῦσαι τοίνυν ὑπισχνούμενος ἡμῖν τὰ μικρὰ, καὶ τοῦ μηδενὸς ἄξια. Οὐ γὰρ τιμησόμεθα τοῖς

35

.

920

(50)

ἀτίμοις, οὐδὲ κερδανοῦμεν ἐπιζήμια· οὐχ οὕτως

35

.

921

ἀθλίως ἐμπορευσόμεθα. Παῦσαι καὶ ἀπειλῶν, ἢ ἀνταπειλήσομεν, ἐλέγξειν σου τὴν ἀσθένειαν, καὶ πρὸς τούτῳ τὰ ἡμέτερα κολαστήρια· ἔχομεν καὶ ἡμεῖς πῦρ, ᾧ τοὺς διώκτας κολάζομεν. Οἴει πρὸς
5ἔθνη καὶ πόλεις εἶναί σοι τὸν ἀγῶνα, καὶ βασι‐ λέων τοὺς ἀνανδροτάτους, ὧν οἱ μὲν κρατήσουσιν, οἱ δὲ ἴσως ἡττηθήσονται; οὐδὲ γὰρ περὶ τηλικούτων αὐτοῖς ὁ κίνδυνος. Πρὸς νόμον Θεοῦ παρατάσσῃ, πρὸς πλάκας θεοχαράκτους, πρὸς πάτρια καὶ λόγῳ καὶ
10χρόνῳ τετιμημένα, πρὸς ἀδελφοὺς ἑπτὰ μιᾷ ψυχῇ συνδεδεμένους, ἑπτὰ τροπαίοις σε στηλιτεύσοντας· ὧν κρατῆσαι μὲν οὐ μέγα, ἡττηθῆναι δὲ καὶ λίαν αἰσχρόν. Ἐκείνων ἐσμὲν καὶ γένος καὶ μαθηταὶ, οὓς στύλος πυρὸς καὶ νεφέλης ὡδήγει, οἷς θάλασσα
15διίστατο, καὶ ποταμὸς ἵστατο, καὶ ἥλιος ἀν‐ εκόπτετο, καὶ ἄρτος ὕετο, καὶ χειρῶν ἔκτασις ἐτρο‐ ποῦτο μυριάδας, δι’ εὐχῶν βάλλουσα· ὧν θῆρες ἡττῶντο, καὶ πῦρ οὐχ ἥπτετο, καὶ βασιλεῖς ἀπῄεσαν, τὸ γενναῖον θαυμάζοντες. Εἴπωμέν τι
20καὶ τῶν σοὶ γνωρίμων· Ἐλεαζάρου μύσται ἡμεῖς, οὗ τὴν ἀνδρείαν ἔγνως. Προηγωνίσατο πατὴρ, ἐπαγωνιοῦνται παῖδες· ἀπῆλθεν ὁ ἱερεὺς, ἐπακολου‐ θήσει τὰ θύματα· πολλὰ δεδίττῃ, πρὸς πλείω παρ‐ εσκευάσμεθα. Τί καὶ δράσεις ἡμᾶς, ὑπερήφανε,
25ταῖς ἀπειλαῖς; τί καὶ πεισόμεθα; Οὐδὲν ἰσχυρότερον τῶν πάντα παθεῖν ἑτοίμων. Ὦ δήμιοι, τί μέλ‐ λετε; τί δὲ ἀναδύεσθε; τί τὸ πρόσταγμα τὸ χρηστὸν ἀναμένετε; Ποῦ τὰ ξίφη; ποῦ τὰ δεσμά; ζητῶ τὸ τάχος. Πλεῖον ἀναπτέσθω τὸ πῦρ, οἱ θῆρες ἐνερ‐
30γέστεροι, αἱ στρέβλαι περιεργότεραι· πάντα ἔστω βασιλικὰ καὶ πολυτελέστερα. Ἐγὼ πρωτότοκός εἰμι, πρῶτόν με καθιέρωσον· ἐγὼ τελευταῖος, ἡ τάξις ἐναμειφθήτω; ἔστω τις καὶ τῶν μέσων ἐν πρώτοις, ἵνα τιμηθῶμεν ἰσομοιρίᾳ. Φείδῃ δέ; προσδοκᾷς τι
35τυχὸν καὶ τῶν ἐναντίων; Πάλιν καὶ πολλάκις ἐροῦμεν τὸν αὐτὸν λόγον· Οὐ μιαροφαγήσομεν, οὐκ ἐνδώσομεν. Θᾶττον σὺ σεβασθήσῃ τὰ ἡμέτερα, ἢ τοῖς σοῖς ἡμεῖς εἴξωμεν. Κεφάλαιον τοῦ λόγου· Ἢ καινότερα ἐπινόησον κολαστήρια, ἢ τὰ παρόντα
40ἴσθι καταφρονούμενα.»

35

.

924

(4)

Ζʹ. Ταῦτα μὲν πρὸς τὸν τύραννον. Ἃ δὲ ἀλλήλοις
5διεκελεύοντο, ἃ δὲ παρεῖχον ὁρᾷν, ὡς καλά τε καὶ ἱερὰ, καὶ παντὸς ἄλλου θεάματος καὶ ἀκούσματος ἡδίω τοῖς φιλοθέοις! Ἔγωγ’ οὖν αὐτὸς ἡδονῆς ἐμπίμ‐ πλαμαι μνημονεύων, καὶ μετ’ αὐτῶν ἀθλούντων εἰμὶ τῇ διανοίᾳ, καὶ τῷ διηγήματι καλλωπίζομαι.
10Περιέβαλλον ἀλλήλους, περιεπτύσσοντο, πανήγυ‐ ρις ἦν, ὡς ἐπ’ ἄθλοις τετελεσμένοις· «Ἴωμεν, ἀδελφοὶ, πρὸς τοὺς κινδύνους, ἐβόων, ἴωμεν, ἐπειγώμεθα, ἕως ζέει καθ’ ἡμῶν ὁ τύραννος, μή τι μαλακισθῇ, καὶ ζημιωθῶμεν τὴν σωτηρίαν. Πανδαισία πρόκει‐
15ται· μὴ ἀπολειφθῶμεν. Καλὸν μὲν καὶ συνοικοῦντες ἀλλήλοις ἀδελφοὶ, καὶ συμποσιάζοντες, καὶ συνασπί‐ ζοντες· κάλλιον δὲ ὑπὲρ ἀρετῆς συγκινδυνεύοντες. Εἰ μὲν οἷόν τε ἦν, καὶ τοῖς σώμασιν ἂν ἠγωνισάμεθα ὑπὲρ τῶν πατρίων· ἔστι καὶ οὗτος τῶν ἐπαινετῶν ὁ
20θάνατος. Ἐπεὶ δὲ οὐ τούτου καιρὸς, αὐτὰ τὰ σώ‐ ματα εἰσενέγκωμεν. Τί γάρ; Κἂν μὴ νῦν ἀποθάνω‐ μεν, οὐ τεθνηξόμεθα πάντως; οὐ τῇ γενέσει τὰ ὀφει‐ λόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν· σοφισώμεθα τὴν διάλυσιν· τὸ κοινὸν
25ἴδιον ποιησώμεθα· θανάτῳ ζωὴν ὠνησώμεθα. Μή τις οὖν ἡμῶν ἔστω φιλόψυχος, μηδὲ ἄτολμος. Ἀπογνώτω καὶ τῶν ἄλλων ὁ τύραννος, ἡμῖν ἐντυχών. Τοῖς μὲν κινδύνοις τὴν τάξιν αὐτὸς ἐπιθήσει, ἡμεῖς δὲ ἐπιθή‐ σομεν τέλος τοῖς διωκομένοις· μηδὲν περὶ τούτου
30διαφερώμεθα τῇ ζέσει τῆς προθυμίας. Καὶ ὁ πρῶτος ἔσται τοῖς ἄλλοις ὁδὸς, καὶ ὁ τελευταῖος σφραγὶς ἀθλήσεως. Ἡμῖν δὲ τοῦτο ἐμπεπήχθω πᾶσιν ὁμοίως, πανοικεσίᾳ στεφανωθῆναι, καὶ μή τινα λαβεῖν με‐ ρίδα ἐξ ἡμῶν τὸν διώκτην, ἵν’ ὡς πᾶσιν ἐγκαυχήσηται
35τῷ ἑνὶ, φλεγμαίνων τῇ πονηρίᾳ. Φανῶμεν ἀλλήλων ἀδελφοὶ, καὶ τῇ γενέσει, καὶ τῇ μεταστάσει· καὶ πάν‐ τες, ὡς εἷς, κινδυνεύσωμεν, καὶ ἀντὶ πάντων ἕκα‐ στος. Ἐλεάζαρ, ὑπόδεξαι· μῆτερ, ἐπακο‐ λούθησον· Ἱερουσαλὴμ, θάψον τοὺς ἑαυτῆς νεκροὺς
40μεγαλοπρεπῶς, ἄν τι τοῖς τάφοις ὑπολειφθῇ. Διηγοῦ τὰ ἡμέτερα, καὶ τοῖς ὕστερον δείκνυ, καὶ τοῖς σοῖς ἐρασταῖς τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς
πολυάνδριον.»

35

.

925

(5)

Ηʹ. Οἱ μὲν δὴ ταῦτα καὶ εἰπόντες, καὶ πράξαντες, καὶ ὡς συῶν ὀδόντες ἀλλήλους θήξαντες ἐν τάξει τῆς ἡλικίας, καὶ ἰσότητι τῆς προθυμίας διεκαρτέρουν. Ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις· φόβος καὶ κατά‐ πληξις τοῖς διώκουσιν, οἳ κατὰ παντὸς τοῦ ἔθνους
10στρατεύσαντες, ἀδελφῶν ἑπτὰ συμψυχίας ὑπὲρ εὐσε‐ βείας ἀγωνιζομένων, τοσοῦτον ἡττήθησαν, ὥστε μηδὲ περὶ τῶν ἄλλων ἔχειν ἔτι χρηστὰς τὰς ἐλπίδας. Ἡ δὲ γενναία μήτηρ, καὶ ὄντως ἐκείνων τῶν τοσού‐ των καὶ τοιούτων τὴν ἀρετὴν, τὸ μέγα τοῦ νόμου
15θρέμμα καὶ μεγαλόψυχον, τέως μὲν χαρᾷ καὶ φόβῳ σύμμικτος ἦν, καὶ δύο παθῶν ἐν μεταιχμίῳ· χαρᾷ, διὰ τὴν ἀνδρείαν καὶ τὰ ὁρώμενα· φόβῳ, διὰ τὸ μέλλον, καὶ τὴν ὑπερβολὴν τῶν κολάσεων· καὶ ὡς νεοσσοὺς ὄρνις, ὄφεως προσερπύζοντος, ἤ τινος
20ἄλλου τῶν ἐπιβούλων, περιίπτατο, περιέτρυζεν, ἠντι‐ βόλει, συνηγωνίζετο, τί μὲν οὐ λέγουσα; τί δὲ οὐ πράττουσα τῶν πρὸς νίκην ἐπαλειφόντων; Ἥρπαζε τὰς ῥανίδας τοῦ αἵματος, ὑπεδέχετο τὰ λακίσματα τῶν μελῶν, προσεκύνει τὰ λείψανα· τὸν μὲν συν‐
25έλεγε, τὸν δὲ παρεδίδου, τὸν δὲ παρεσκεύαζεν. Ἐπ‐ εφώνει πᾶσιν. «Εὖγε, ὦ παῖδες, εὖγε, ἀριστεῖς ἐμοὶ, εὖγε, ἀσώματοι σχεδὸν ἐν σώμασιν, εὖγε, προστάται τοῦ Νόμου, καὶ τῆς ἐμῆς πολιᾶς, καὶ τῆς θρεψαμένης ὑμᾶς πόλεως, καὶ εἰς τόδε ἀρετῆς προαγού‐
30σης. Ἔτι μικρὸν, καὶ νενικήκαμεν. Κεκμήκασιν οἱ βασανισταὶ, τοῦτο φοβοῦμαι μόνον. Ἔτι μικρὸν, καὶ μακαρία μὲν ἐν μητράσιν ἐγὼ, μακάριοι δὲ ὑμεῖς ἐν νέοις. Ἀλλὰ ποθεῖτε τὴν μητέρα; Οὐκ ἀπολείψο‐ μαι ὑμῶν, τοῦτο ὑμῖν ὑπισχνοῦμαι· οὐχ οὕτως
35ἐγὼ μισότεκνος.»
39Θʹ. Ἐπεὶ δὲ τελειωθέντας εἶδεν, καὶ τὸ ἀσφα‐
40λὲς εἶχεν ἐκ τῆς συμπληρώσεως, διάρασα τὴν κεφαλὴν μάλα φαιδρῶς, ὥσπερ τις Ὀλυμπιονίκης, ἐν ὑψηλῷ τῷ φρονήματι, καὶ τὰς χεῖρας ἐκτείνασα, μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ· «Εὐχαριστῶ σοι, φησὶ, Πάτερ ἅγιε, καὶ σοὶ, παιδευτὰ νόμε, καὶ σοὶ
45πάτερ ἡμῶν καὶ προαγωνιστὰ τῶν τέκνων τῶν σῶν Ἐλεάζαρ, ὅτι τὸν τῶν ἐμῶν ὠδίνων καρπὸν παρ‐ εδέξασθε, καὶ ὅτι μήτηρ ἐγενόμην πασῶν μητέρων
ἱερωτέρα. Οὐδὲν ὑπελιπόμην κόσμῳ, πάντα Θεῷ

35

.

928

παραδέδωκα, τὸν ἐμὸν θησαυρὸν, τὰς ἐμὰς γηροκό‐ μους ἐλπίδας, Ὡς μεγαλοπρεπῶς τετίμημαι! ὡς ὑπερβαλλόντως γεγηροκόμημαι! Ἀπέχω τὰ τρο‐ φεῖα, ὦ παῖδες. Εἶδον ὑπὲρ ἀρετῆς ἀγωνιζομένους
5ὑμᾶς, πάντας στεφανίτας ἐθεασάμην. Ὡς εὐεργέτας ὁρῶ τοὺς βασανιστάς· μικροῦ καὶ τῷ τυράννῳ χάρι‐ τας ὁμολογῶ τῆς τάξεως, ὅτι με τελευταίαν ἐταμιεύ‐ σατο τοῖς κινδύνοις· ἵνα τὸν ἐμὸν τόκον πρότερον θεατρίσασα, καὶ καθ’ ἕκαστον τῶν παίδων ἀθλή‐
10σασα, οὕτως ἐπαπέλθω σὺν ἀσφαλείᾳ τελείᾳ τε‐ λείοις θύμασιν. Οὐ σπαράξομαι κόμην, οὐ διαῤῥήξω χιτῶνα, οὐ ξανῶ σάρκας ὄνυξιν, οὐκ ἐγερῶ θρῆνον, οὐ καλέσω τὰς συνθρηνούσας, οὐ συγκλείσω εἰς σκότος, ἵνα καὶ ἀὴρ συνθρηνήσῃ μοι, οὐκ ἀνα‐
15μενῶ παρακλήτορας, οὐκ ἄρτον πένθιμον παραθή‐ σομαι. Ταῦτα γὰρ τῶν ἀγεννῶν μητέρων, αἳ σαρκῶν μόνον εἰσὶ μητέρες, αἷς οἴχονται παῖδες ἄνευ σεμνοῦ τινος διηγήματος. Ἐμοὶ δὲ οὐ τεθνή‐ κατε, φίλτατοι παίδων, ἀλλ’ ἐκαρποφορήθητε· οὐκ
20ἐκλελοίπατε, ἀλλὰ μετεληλύθατε· οὐ κατεξάνθητε, ἀλλὰ συνεπάγητε· οὐ θηρίον ἥρπασεν ὑμᾶς, οὐ κῦμα ἐπέκλυσεν, οὐ λῃστὴς διέφθειρεν, οὐ νόσος δι‐ έλυσεν, οὐ πόλεμος παρανάλωσεν, οὐκ ἄλλο οὐδὲν ἢ μικρὸν ἢ μεῖζον τῶν ἀνθρωπίνων. Ἐθρήνησα ἂν καὶ
25μάλα σφοδρῶς, εἴ τι τούτων ὑμῖν συνέπεσεν. Ἐφάνην ἂν τότε τοῖς δάκρυσιν, ὡς νῦν τῷ μὴ δα‐ κρῦσαι, φιλότεκνος. Ἔτι καὶ ταῦτα μικρά. Ὄντως ἂν ὑμᾶς ἀπεκλαυσάμην, εἰ κακῶς ἐσώθητε, εἰ τῶν βα‐ σάνων ἡττήθητε, εἴ τινος ὑμῶν ἐκράτησαν, ὡς
30ἡττήθησαν νῦν οἱ διώκοντες. Τὰ δὲ νῦν, εὐφημία, χαρὰ, δόξα, χοροστασίαι, φαιδρότητες τοῖς ὑπολει‐ φθεῖσιν. Ἐγὼ γὰρ ὑμῖν ἐπισπένδομαι. Μετὰ Φινεὲς ταχθησόμεθα, μετὰ Ἄννης δοξασθησόμεθα. Πλὴν ὅσον ὁ μὲν εἷς, ὑμεῖς δὲ τοσοῦτοι ζηλωταὶ πορ‐
35νοκτόνοι, οὐ σωμάτων πορνείαν, ἀλλὰ ψυχῶν ἐγκεν‐ τήσαντες. Καὶ ἡ μὲν, ἕνα θεόσδοτον, ἀρτιγενῆ καὶ τοῦτον· ἐγὼ δὲ ἄνδρας ἑπτὰ, καὶ τούτους ἑκόν‐ τας Θεῷ καθιέρωσα. Συμπληρούτω μοι καὶ Ἱερε‐ μίας τὸν ἐπιτάφιον, οὐ θρηνῶν, ἀλλ’ εὐφημῶν
40τελευτὴν ὁσίαν. Ὑπὲρ χιόνα ἐλάμψατε, ὑπὲρ γάλα ἐτυρώθητε, ὑπὲρ λίθον σάπφειρον τὸ σύνταγμα ὑμῶν, Θεῷ καὶ γεγεννημένων καὶ δεδομένων. Τί ἔτι; Πρόσθες, ὦ τύραννε, κἀμὲ τοῖς παισὶν, εἴ τις καὶ παρ’ ἐχθρῶν χάρις, ἵν’ ᾖ σοι σεμνότερον τὸ ἀγώνισ‐
45μα. Εἴθε μὲν καὶ διὰ πασῶν ἦλθον τῶν κολάσεων,
ἵνα ἀναμίξω τοὺς ἐμοὺς ἰχῶρας τοῖς ἐκείνων

35

.

929

ἰχῶρσι, καὶ ταῖς σαρξὶ τὰς γηραιὰς σάρκας. Ἀγαπῶ διὰ τοὺς παῖδας καὶ τὰ κολαστήρια· εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τήν γε κόνιν τῇ κόνει, καὶ τάφος εἷς ἡμᾶς ὑπο‐ δέξηται. Μὴ φθονήσῃς τελευτῆς ὁμοτίμου, τοῖς
5ὁμοτίμοις τὴν ἀρετήν. Χαίρετε, ὦ μητέρες, χαίρετε, ὦ παῖδες. Οὕτως ἐκτρέφετε τοὺς ἐξ ὑμῶν προελ‐ θόντας· οὕτως ἐκτρέφεσθε. Καλὸν ὑπόδειγμα δεδώ‐ καμεν ὑμῖν· ἀγωνίζεσθε.»
16 Ιʹ. Ταῦτα ἔλεγε, καὶ προσετίθει τοῖς παισὶν ἑαυτήν. Τίνα τρόπον; Ὡς ἐπὶ νυμφῶνα τὴν πυρκαϊὰν δραμοῦσα (ταύτην γὰρ κατεκρίθη), καὶ οὐδὲ τοὺς ἄγοντας ἀναμείνασα, ἵνα μηδὲ σῶμα ψαύσειεν ἄν‐
20αγνον ἁγνοῦ καὶ γενναίου σώματος. Οὕτως ἀπέλαυσε τῆς ἱερωσύνης Ἐλεάζαρ, μυηθεὶς καὶ μυήσας τὰ ἐπουράνια, καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ ἁγιάσας, ἀλλ’ οἰκείοις αἵμασι, καὶ ποιήσας τὴν τε‐ λευτὴν τελευταῖον μυστήριον· οὕτω τῆς νεότη‐
25τος οἱ παῖδες, οὐ ταῖς ἡδοναῖς δουλεύσαντες, ἀλλὰ τῶν παθῶν κυριεύσαντες, καὶ τὸ σῶμα καθαγνίσαν‐ τες, καὶ πρὸς τὴν ἀπαθῆ ζωὴν μεταθέμενοι. Οὕτως ἀπέλαυσε τῆς πολυτεκνίας ἡ μήτηρ· οὕτω καὶ ζῶσιν ἐκαλλωπίσατο, καὶ ἀπελθοῦσι συνανεπαύσατο· οὓς
30ἐγέννησε κόσμῳ, Θεῷ παραστήσασα, καὶ τὰς ἑαυ‐ τῆς ὠδῖνας τοῖς ἄθλοις ἀπαριθμήσασα, καὶ τοῦ τόκου τὴν ἀκολουθίαν τοῖς θανάτοις γνωρίσασα. Ἀπὸ γὰρ τοῦ πρώτου τῶν παίδων μέχρι τοῦ τελευταίου τὰ τῆς ἀθλήσεως, καὶ ὥσπερ ἐν κυμάτων ἐπαναστά‐
35σεσιν, ἄλλος ἐπ’ ἄλλῳ τὴν ἀρετὴν ἐπεδείκνυτο, καὶ εἰς τὸ πάσχειν ἦν προθυμότερος, τοῖς τοῦ προει‐ ληφότος κινδύνοις στομούμενος· ὥστε ἀγαπᾷν τὸν τύραννον, ὅτι μὴ πλειόνων ἐγεγόνει μήτηρ· μᾶλλον γὰρ ἂν ἀπῆλθε κατῃσχυμμένος, καὶ ἡττημένος. Καὶ
40τότε πρῶτον ἔγνω, μὴ πάντα τοῖς ὅπλοις ἰσχύων, ὁπότε παισὶν ἀόπλοις προσέβαλεν, ἑνὶ μόνῳ, τῇ εὐσε‐ βείᾳ, καθωπλισμένοις, καὶ τῷ πάντα πάσχειν προ‐ θυμοτέροις, ἢ δρᾷν ἐκεῖνος παρεσκευάζε‐ το.
48ΙΑʹ. Τοῦτο τῆς Ἰεφθάε θυσίας ἀσφαλέστερον, καὶ

35

.

932

μεγαλοπρεπέστερον. Οὐ γὰρ ἀναγκαίαν ἐποίει τὴν ἐπίδοσιν, ὥσπερ ἐκεῖ, ἐπαγγελίας θερμότης, καὶ νίκης ἔρως ἀπεγνωσμένης· ἀλλ’ ἑκούσιος ἱερουρ‐ γία, καὶ μισθὸν ἔχουσα μόνα τὰ ἐλπιζόμενα. Τοῦτο
5τῶν Δανιὴλ ἄθλων οὐκ ἀτιμότερον, παραδοθέντος εἰς βορὰν λέουσι, καὶ τῇ τῶν χειρῶν ἐκτάσει τοὺς θῆρας νικήσαντος. Τοῦτο τῶν ἐν Ἀσσυρίᾳ νεανίσκων οὐ δεύτερον, οὓς ἄγγελος ἀνέψυξεν ἐν πυρὶ, τὸν πα‐ τρῷον νόμον μὴ καταλύσαντας, μηδὲ τροφὴν προσιε‐
10μένους βέβηλον καὶ ἀνίερον. Τοῦτο τῶν ὕστερον ὑπὲρ Χριστοῦ θυμάτων, εἰς φιλοτιμίαν οὐκ ἔλαττον. Οἱ μὲν γὰρ, ὃ καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, τῷ Χριστοῦ κατηκολούθησαν αἵματι· καὶ Θεὸς ἦν ὁδη‐ γὸς τῶν τοιούτων ἄθλων, τοσαύτην ὑπὲρ ἡμῶν εἰσ‐
15ενεγκὼν εἰσφορὰν καὶ οὕτω παράδοξον· τοῖς δὲ, οὐ πολλὰ, οὐδὲ τοιαῦτα τὰ τῆς ἀρετῆς ὑποδείγματα. Τούτων τὴν καρτερίαν ἐθαύμασε μὲν ἡ Ἰουδαία πᾶσα, καὶ ὡς αὐτὴ στεφανωθεῖσα ἠγάλλετο καὶ διαν‐ ίστατο. Καὶ γὰρ ἦν ἀγὼν οὗτος, καὶ ἀγώνων μέγιστος
20τῶν πώποτε περισχόντων τὴν πόλιν, ἢ κα‐ ταλυθῆναι τὸν νόμον κατὰ τὴν ἡμέραν ἐκείνην, ἢ δοξασθῆναι· καὶ ὡς ἐπὶ ξυροῦ τὰ πράγματα εἱστή‐ κει τότε παντὶ τῷ τῶν Ἑβραίων γένει, τὰ τῆς ἐκείνων ἀθλήσεως. Ἠγάσθη δὲ καὶ Ἀντίοχος, οὕτω
25μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν. Ἴσασι γὰρ θαυ‐ μάζειν ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὅταν, τοῦ θυμοῦ λήξαντος, ἡ πρᾶξις ἐφ’ ἑαυτῆς δοκιμά‐ ζηται. Ὥστε καὶ ἀπῆλθεν ἄπρακτος, πολλὰ μὲν τὸν πατέρα Σέλευκον ἐπαινέσας τῆς εἰς τὸ ἔθνος
30τιμῆς, καὶ τῆς εἰς τὸ ἱερὸν μεγαλοψυχίας· πολλὰ δὲ Σίμωνα τὸν ἐπαγαγόντα μεμψάμενος, ὡς καὶ τῆς ἀπανθρωπίας αἴτιον καὶ τῆς ἀδοξίας.
38 ΙΒʹ. Τούτους μιμώμεθα, καὶ ἱερεῖς, καὶ μη‐ τέρες, καὶ παῖδες· οἱ μὲν, εἰς τὴν Ἐλεαζάρου τιμὴν
40τοῦ πνευματικοῦ πατρὸς, καὶ λόγῳ, καὶ ἔργῳ τὸ βέλτιστον παραδείξαντος· αἱ δὲ, τῆς γενναίας μητρὸς, ἀληθῶς φιλότεκνοι φανεῖσαι, καὶ Χριστῷ τοὺς ἐξ αὐ‐ τῶν παραστήσασαι, ἵνα καὶ γάμος ἁγιασθῇ διὰ τῆς τοιαύτης θυσίας· οἱ δὲ, τοὺς ἱεροὺς αἰδούμενοι παῖ‐
45δας, καὶ τὴν νεότητα δαπανῶντες, οὐκ ἐν τοῖς αἰσχροῖς πάθεσιν, ἀλλ’ ἐν τοῖς κατὰ τῶν παθῶν ἀγωνίσμασι,
καὶ πρὸς τὸν καθ’ ἡμέραν Ἀντίοχον γενναίως ἀνδρι‐

35

.

933

ζόμενοι πᾶσι μέλεσι πολεμοῦντα, καὶ διαφό‐ ρως διώκοντα. Ποθῶ γὰρ ἀθλητὰς ἔχειν, κατὰ πάντα καιρὸν καὶ τρόπον, καὶ γένος ἅπαν, καὶ ἡλι‐ κίαν ἅπασαν, καὶ φανερῶς πολεμουμένην, καὶ ἀφα‐
5νῶς ἐπιβουλευομένην· καὶ βοηθεῖσθαι μὲν τοῖς πα‐ λαιοῖς διηγήμασι, βοηθεῖσθαι δὲ καὶ τοῖς νέοις, καὶ πανταχόθεν, ὥσπερ αἱ μέλισσαι, συλλέγειν τὰ χρησιμώτατα εἰς ἑνὸς κηρίου φιλοτεχνίαν καὶ γλυ‐ κασμὸν, ἵνα καὶ διὰ Παλαιᾶς καὶ Νέας εὐδοκιμῇ
10Θεὸς ἐν ἡμῖν, ὁ ἐν Υἱῷ καὶ Πνεύματι δοξαζόμενος, καὶ γινώσκων τοὺς ἰδίους, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, ὁμολογούμενός τε καὶ ὁμολογῶν, δοξαζόμενός τε καὶ δοξάζων, ἐν αὐτῷ τῷ Χριστῷ, ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.