TLG 2022 026 :: GREGORIUS NAZIANZENUS :: In consecratione Eulalii Doarensium episcopi (orat. 13) GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) In consecratione Eulalii Doarensium episcopi (orat. 13) Citation: Volume — page — (line) | ||
35.852(39t) | ΛΟΓΟΣ ΙΓʹ. | |
40t | Εἰς τὴν χειροτονίαν Δοαρῶν ὁμιλία ἐκδοθεῖσα | |
---|---|---|
41t | Εὐλαλίῳ ἐπισκόπῳ. | |
42 | Αʹ. Δέξασθε τὸν ἡμέτερον λόγον, ἀδελφοὶ, κἂν ἐλά‐ χιστος ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενος· πλὴν ὅμως σταθμίζειν οἶδεν ὁ Δεσπότης Θεὸς τῇ δι‐ | |
45 | καίᾳ κρίσει τὸν ἔλεον· δέχεται γὰρ καὶ Παύ‐ | |
λου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλὼ τὴν | 852 | |
35.853 | ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώ‐ νου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευ‐ σιν. Δέξασθε λόγον νεόκτιστον ἐπὶ νεοκτίστῳ ποιμένι· δέξασθε φωνὴν εὐχαριστήριον ἐπὶ τοῖς | |
5 | ὀρωμένοις θαύμασι. Μικροὶ μὲν ἡμεῖς καὶ ἐλάχιστοι ἐν υἱοῖς Ἰσραήλ· εὐχαριστεῖν δὲ πλουσίως οὐδὲν κω‐ λύει καὶ τοὺς μικρούς. Τὴν μὲν οὖν τελεωτέραν εὐφημίαν ἀποδώσουσι τῷ Θεῷ πάντως οἱ τελεώτεροι· ἡμεῖς δὲ τὴν κατὰ δύναμιν εἰσοίσομεν σήμερον. | |
10 | Τοιγαροῦν ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ὅτι θαυ‐ μαστὰ ἐποίησεν. Ἐκυμαινόμεθα, ἐπολεμούμεθα, ἐξ‐ ωθούμεθα· τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἤμελ‐ λεν. Ἀλλὰ τίς ἔστησε τὴν καταιγίδα εἰς αὔραν; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς | |
15 | τοὺς ἐξωσμένους καὶ ἀπεῤῥιμμένους ἡμᾶς εἰσεδέξατο; Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἐνεργήσας ταῦτα; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Βʹ. Οὗτος ἔτεμε θάλασσαν· οὗτος ἔτρεψεν ἐν ἐρήμῳ | |
20 | λαὸν φυγάδα, ξένον ὑετὸν χαρισάμενος· οὗτος πέ‐ τραν ἐπήγασεν· οὗτος κατεπολέμησε τὸν Ἀμαλὴκ, χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι. Τοῦτο γὰρ ἴσχυσαν ἱερέως χεῖρες ἐπὶ τοῦ ὄρους αἰρόμεναι, καὶ εἰς εὐχὴν τυπούμεναι, ὃ πολλαὶ μυριάδες οὐκ | |
25 | ἴσχυσαν. Οὗτος τείχη κατέσεισεν ἀμάχως καὶ ἀπολέ‐ μως· καὶ, ἵνα τὰ τελευταῖα λέγω, οὗτος κατήνεγκε τὸν Γολιὰθ κατὰ τοῦ μεγάλου Δαβὶδ τολμήσαν‐ τα, τὸν ἐπηρμένον, καὶ ἀλαζόνα, καὶ ἀπόγονον τῶν γιγάντων. Διὰ ταῦτα οὖν ὁμοθυμαδὸν λέγωμεν· | |
30 | Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θή‐ ραν τοῖς ὀδοῦσιν αὐτῶν· καὶ, Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς πα‐ γίδος τῶν θηρευόντων· ἄλλα τε ὅσα ψυχὴ περιχα‐ ρὴς ἐπὶ Θεοῦ μεγαλοδωρεᾷ φθέγγεται. Οὐκ ἤλθομεν | |
35 | βάλλειν μάχαιραν, ἀλλ’ εἰρήνην. Οὐκ ἤλθομεν ἐπ’ ἀτιμίᾳ τοῦ μεγάλου ποιμένος, τοῦ τῆς λαμ‐ πρᾶς προκαθεζομένου πόλεως· τίμιον ἴσμεν, κεφα‐ λὴν γινώσκομεν, ἅγιον καλοῦμεν, καὶ ἀδικούμε‐ νοι· μόνον ἔστω φιλότεκνος, καὶ πάσης προνοῶν | |
40 | Ἐκκλησίας. Προσθήκην ἱερέων ἐπραγματευσάμεθα, οὐχ ὑφαίρεσιν· αἱρετικῶν ἀνατροπὴν, οὐκ ὀρθοδόξων ἐλάττωσιν. | |
45 | Γʹ. Τί φῂς, ὦ παῖ Δαθὰν καὶ Ἀβειρὼν, καὶ | 854 |
35.856 | στρατηγὲ ἀσωφρόνιστε, ὁ κατὰ Μωϋσέως τολμήσας, καὶ χεῖρας ἐπαφεὶς ἡμῖν, ὥσπερ ἐκεῖνοι τὰς γλώσ‐ σας τῷ μεγάλῳ θεράποντι; Οὐκ ἔφριξας; Οὐκ ἐν‐ ετράπης; Οὐκ ἔῤῥευσάν σοι ταῦτα διανοουμένῳ κατὰ | |
5 | γῆς αἱ σάρκες; Εἶτα τὰς χεῖρας ταύτας ἀνατείνεις τῷ Θεῷ; Εἶτα δῶρα προσάξεις; Εἶτα ὑπερεύξῃ λαοῦ; Φοβοῦμαι μή ποτε τοσοῦτον ἡ ῥομφαία τοῦ Θεοῦ κατιωθῇ, καὶ ἠρεμήσειεν. Οὔτε τῷ ποιμένι τῷ σῷ μέγα τι ἐχαρίσω, καὶ σαυτὸν τὰ μέγιστα ἐζη‐ | |
10 | μίωσας, ἀλλοτριώσας σεαυτὸν τῆς τοῦ Θεοῦ χά‐ ριτος. | |
13 | Δʹ. Νῦν δὲ, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, δεῦ‐ ρό μοι καὶ τὸν σὸν ἀπολάμβανε λαὸν σὺν ἡμῖν τε καὶ | |
15 | πρὸ ἡμῶν, ὃν ἐνεχείρισέ σοι τὸ Πνεῦμα τὸ ἅγιον, ὃν προσάγουσιν ἄγγελοι, ὃν ὁ βίος καὶ ὁ τρόπος ἐπί‐ στευσεν. Εἰ δὲ διὰ πειρασμῶν καὶ κωλυμάτων τὸν θρόνον κληρονομεῖς, μὴ θαυμάσῃς· οὐδὲν τῶν μεγά‐ λων ἀδόκιμον, οὐδὲν ἀβασάνιστον. Ἕπεται γὰρ φύσει | |
20 | τοῖς μὲν ταπεινοῖς τὸ ῥᾴδιον, τοῖς δὲ ὑψηλοῖς τὸ δύσ‐ κτητον. Ἤκουσας τοῦ εἰπόντος, Ὅτι δεῖ ἡμᾶς διὰ πολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· εἰπὲ καὶ αὐτός· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ὢ | |
25 | τοῦ θαύματος! Τὸ ἑσπέρας· ηὐλίσθη κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Ἔα ληρεῖν τοὺς πολε‐ μοῦντας καὶ περιχάσκειν, ὡς κύνας ὑλακτοῦντας διακενῆς· ἡμεῖς δὲ μὴ πολεμώμεθα. Δίδασκε προσ‐ κυνεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ | |
30 | Πνεῦμα τὸ ἅγιον, ἐν τρισὶν ὑποστάσεσιν, ἐν μιᾷ δό‐ ξῃ τε καὶ λαμπρότητι. Τὸ ἀπολωλὸς ἐκζήτει· τὸ ἀσθενὲς ἐνίσχυε· τὸ ἰσχυρὸν φύλασσε. Τοσαύτην ἀπ‐ αιτοῦμέν σε τὴν ἐν τοῖς πνευματικοῖς εὐδοκίμησιν, ὅσην ἐπὶ τῶν κοσμικῶν συνέγνωμεν. Τὴν μὲν οὖν | |
35 | τελεωτέραν ὅπλισιν δέχοιο παρὰ τῶν μειζόνων στρατηγῶν, δι’ ἧς δυνήσῃ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ παραστῆσαι τῷ Κυρίῳ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς | |
40 | τοὺς αἰῶνας. Ἀμήν. | 856 |