TLG 2022 023 :: GREGORIUS NAZIANZENUS :: In seipsum ad patrem et Basilium magnum (orat. 10)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

In seipsum ad patrem et Basilium magnum (orat. 10)

Citation: Volume — page — (line)

35

.

828

(1t)

ΛΟΓΟΣ Ιʹ.
2tΕἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασί‐
3tλειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυ‐
4tγῆς.
5 Αʹ. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰ‐ δεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυ‐ ρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογίας! οὐκ
10ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν’ ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φι‐ λοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον,
15καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζή‐ τουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ’ οἷς σκεπασθήσομαι. Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλ‐ λων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω
20φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχε‐ δίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πο‐ λιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογι‐
25σμὸς ἴσως, ἀλλ’ οὖν ἀσφαλεστέρων· ἴσον ἀπ‐ έχειν καὶ ὕψους καὶ πτώματος.
29Βʹ. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρα‐
30τα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διά‐ νοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶ πολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προ‐ θεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλου‐ τοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπο‐
35μαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐ‐ φρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπω τὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶ ἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχε‐ ται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσα
40καὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀνα‐ ζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυ‐ χή μου, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου. Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνα τί μοι ἐλπίζειν ἐπ’ ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δο‐
45λίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ
τὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦ828

35

.

829

χοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κα‐ κίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρε‐ πεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνης ὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου,
5ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦ‐ μα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης; ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τί δαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίας συμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κά‐
10τω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότε τὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπι‐ τυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶν φίλων μετέχειν εὐημερίας;
16 Γʹ. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆς ἀκηδίας, ἢν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα; Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγο‐ ρήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτε
20ἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαι ὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέ‐ στερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέρας μεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴν ἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συν‐
25ηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέρας φιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίς ἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρ‐ θου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦ‐ μα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων
30ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τι‐ μιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις.
35Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προσ‐ γενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐ‐
40αγγέλιον.
43 Δʹ. Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦν‐ τος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο
45τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρ‐ χιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περι‐ τίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστη‐
ρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν830

35

.

832

μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐπ‐ οπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρω‐
5πος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πα‐ τὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρί‐ σας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ
10ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι’ οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν δια‐ κονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
15Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.832