TLG 2022 022 :: GREGORIUS NAZIANZENUS :: Apologeticus ad patrem (orat. 9) GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) Apologeticus ad patrem (orat. 9) Citation: Volume — page — (line) | ||
35.820(8t) | ΛΟΓΟΣ Θʹ. | |
9t | Ἀπολογητικὸς εἰς τὸν ἑαυτοῦ πατέρα Γρηγόριον, | |
---|---|---|
10t | συμπαρόντος αὐτῷ Βασιλείου, ἡνίκα ἐπίσκο‐ | |
11t | πος ἐχειροτονήθη Σασίμων. | |
12 | Αʹ. Πάλιν ἐπ’ ἐμὲ χρίσμα καὶ Πνεῦμα· καὶ πά‐ λιν ἐγὼ πενθῶν καὶ σκυθρωπάζων πορεύομαι. Θαυ‐ μάζετε ἴσως· καὶ Ἡσαΐας, πρὶν μὲν ἰδεῖν τὴν | |
15 | δόξαν Κυρίου, καὶ τὸν θρόνον τὸν ὑψηλόν τε καὶ ἐπηρ‐ μένον, καὶ τὰ περὶ αὐτὸν σεραφὶμ, οὐδὲν τοιοῦτον φθέγγεται, οὔτε ἀποδυσπετεῖ, οὔτε δέδοικεν· ἀλλὰ τοῦ μὲν Ἰσραὴλ καταβοᾷ, ἑαυτοῦ δὲ φείδεται καὶ ἀπέχεται, ὡς οὐδὲν ὑπαιτίου. Ἐπεὶ δὲ ταῦτ’ εἶδε, | |
20 | καὶ τῆς φωνῆς ἤκουσε τῆς ἁγίας καὶ μυστικῆς, ὥσ‐ περ τι μᾶλλον ἑαυτοῦ συναισθόμενος· Ὢ τάλας, φησὶν, ἐγὼ, ὅτι κατανένυγμαι, καὶ ὅσα ἑξῆς τοῦ λόγου, ἵνα φύγω τὴν βλασφημίαν. Εὑρίσκω δὲ καὶ Μανωὲ τὸν παλαιὸν ἐκεῖνον ἐν τοῖς κριταῖς, | |
25 | καὶ Πέτρον ὕστερον, τὸ τῆς Ἐκκλησίας ἔρεισμα· τὸν μὲν, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, Θεὸν ἑωράκαμεν, ἐπειδὴ κρείττονος ὄψεως ᾔσθετο ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ δύναμιν· τὸν δὲ οὐκ ἐνεγκόντα τὴν τοῦ Σωτῆρος ἐπιστασίαν τε καὶ ἐνέργειαν, ἣν | |
30 | ἐν τῇ ἁλείᾳ τοῖς συμπλέουσιν ἐπεδείξατο, καὶ διὰ τοῦτο θαυμάζοντα μὲν, ἀποπέμποντα δὲ τοῦ πλοίου, καὶ τὴν αἰτίαν προστιθέντα, ὅτι μὴ εἴη ἄξιος θείας ἐπιφανείας καὶ ὁμιλίας. | |
36 | Βʹ. Καὶ τοῦ ἑκατοντάρχου δὲ ὅταν ἀκούω ἐν τοῖς Εὐαγγελίοις, τὴν μὲν δύναμιν ἀπαιτοῦντος, τὴν δὲ παρουσίαν παραιτουμένου, ὡς οὐ χωρούσης αὐτοῦ τῆς στέγης θεῖον ἀξίωμά τε καὶ μέγεθος, οὐκ ἔχω | |
40 | μέμφεσθαι τῆς δειλίας ἐμαυτὸν ταύτης καὶ τῆς σκυ‐ | |
35.821 | θρωπότητος. Ὀφθαλμοῦ μὲν γὰρ ἀτονίαν ἥλιος, ψυ‐ χῆς δὲ ἀῤῥωστίαν ἐλέγχει Θεὸς ἐπιδημῶν· καὶ τοῖς μέν ἐστι φῶς, τοῖς δὲ πῦρ, ἑκάστῳ κατὰ τὴν ὑποκειμένην ὕλην τε καὶ ποιότητα. Τί ὑπολαμβάνο‐ | |
5 | μεν περὶ τοῦ Σαούλ; Ἐχρίσθη μὲν γὰρ, καὶ μετέσχε τοῦ Πνεύματος, καὶ ἦν τότε πνευματικὸς, οὐδ’ ἂν ἐγὼ περὶ αὐτοῦ φαίην ἑτέρως, ἀλλὰ καὶ προεφήτευ‐ σε, καὶ οὕτω παρ’ ἐλπίδα καὶ τὸ εἰκὸς, ὥστε καὶ παροιμίαν γενέσθαι τὸ θαῦμα ἐκεῖνο· Εἰ καὶ | |
10 | Σαοὺλ ἐν προφήταις; εἰς ἔτι καὶ νῦν λεγόμενόν τε καὶ ἀκουόμενον. Ἐπεὶ δὲ οὐχ ὅλον ἑαυτὸν ἐμπαρέσχε τῷ Πνεύματι, οὐδὲ ἐστράφη καθαρῶς εἰς ἄνδρα ἄλλον, ὡς κεχρημάτιστο, ἀλλ’ ἐνέμεινέ τι τοῦ παλαιοῦ τῆς κακίας σπινθῆρος, καὶ τοῦ πονηροῦ | |
15 | σπέρματος, καὶ ἦν ἐν αὐτῷ μάχη πνεύματος καὶ σαρκός· τί χρὴ πάντα ἐκτραγῳδεῖν τὰ ἐκείνου; ἴστε τὸ ἐναντίον πνεῦμα, καὶ τὸν ψάλτην, ᾧ κατεπῄδε‐ το. Πλὴν ἐκεῖνο κἀντεῦθεν γνώριμον, ὅτι, κἂν μὴ τῶν ἀναξίων ἡ χάρις ἅπτηται, μηδὲ | |
20 | πονηροῦ καὶ ἀναρμόστου παντελῶς τοῦ ὀργάνου (εἰς γὰρ κακότεχνον ψυχὴν μὴ εἰσελεύσεσθαι σοφίαν εἴ‐ ρηται καλῶς, κἀγὼ πείθομαι), ἀλλὰ φυλάξαι γε τὴν ἀξίαν καὶ τὴν ἁρμονίαν, ὡς ὁ ἐμὸς λόγος, ἔργον οὐκ ἔλαττον, ἢ ἀπαρχῆς ἁρμοσθῆναι καλῶς καὶ ἀξιωθῆ‐ | |
25 | ναι, διὰ τὸ τρεπτὸν καὶ ἀλλοιωτὸν τῆς ἀνθρωπίνης ἕξεώς τε καὶ φύσεως· ᾧ γε καὶ ἡ χάρις αὐτὴ πολλάκις, ἵν’ εἴπω τῶν ἡμετέρων κακῶν τὸ σχετλιώ‐ τατόν τε καὶ παραδοξότατον, τύφον ἐμποιήσασα καὶ μετεωρίσασα, κατήνεγκεν ἀπὸ Θεοῦ τοὺς οὐ καλῶς | |
30 | προσεγγίσαντας, καὶ κατεβλήθημεν ἐν τῷ ἐπαρ‐ θῆναι, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θά‐ νατον. | |
37 | Γʹ. Ταῦτά ἐστιν, ἃ ἐγὼ δεδοικὼς, πικρίας ἐν‐ επλήσθην καὶ κατηφείας, καί τι τοιοῦτον ἔπαθον, οἷον πρὸς τὰς ἀστραπὰς οἱ παῖδες, ἡδονὴν ἐκπλήξει μι‐ | |
40 | γνύντες ἐκ τοῦ θεάματος· ἠγάπησά τε ὁμοῦ τὸ Πνεῦμα, καὶ ἐφοβήθην· καὶ χρόνου τινὸς ἐδεήθην, εἰς ἐμαυτὸν συστραφεὶς, ἐκνῆψαι καὶ γενέσθαι τῆς ἀσφαλεστέρας μοίρας καὶ κρείττονος, ἵνα, τοῦ λυποῦντος ὑπεξελθόντος, ὥσπερ ζιζανίων ἐν σπέρμα‐ | |
45 | τι, καὶ τῶν φαύλων λογισμῶν εἰξάντων τοῖς ἀμεί‐ νοσι, νικήσῃ καθαρῶς τὸ Πνεῦμα, καί με λαβὸν ἔχῃ πρὸς τὴν ἑαυτοῦ διακονίαν καὶ λειτουργίαν, πρὸς τὸν | |
καταρτισμὸν τοῦ λαοῦ τούτου, πρὸς ψυχῶν κυβέρ‐ | ||
35.824 | νησιν, πρὸς διδασκαλίαν τὴν ἐν λόγῳ, καὶ τὴν ἐν ἔργῳ, καὶ ὑποδείγματι, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, πρὸς ποιμαντικὴν εὔθετον, ἀποσπῶσαν κόσμου, Θεῷ προσάγουσαν, δαπανῶσαν | |
5 | σῶμα, πνεύματι προστιθεῖσαν, σκότος φεύγουσαν, φωτὶ χαίρουσαν, θῆρας ἐλαύνουσαν, μάνδραν συνάγουσαν, κρημνοὺς φυλασσομένην καὶ ἐρημίας, ὄρεσι καὶ ὕψεσι προσελαύνουσαν. Περὶ ὧν μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Μιχαίας λέγειν, χαμόθεν | |
10 | ἡμᾶς ἀνέλκων ἐπὶ τὰ ἡμέτερα ὕψη· Ἐγγίσατε ὄρεσιν αἰωνίοις. Ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, κἂν δοκῇ τισιν εἶναι τὰ χα‐ μαιπετῆ καὶ κάτω στρεφόμενα. | |
16 | Δʹ. Ταύτην με διδάξατε τὴν ποιμαντικὴν, ὦ φίλοι λοιπὸν ἐμοὶ ποιμένες καὶ συμποιμένες. Ταύτης δότε μοι τὰ συνθήματα, σύ τε ὁ κοινὸς Πατὴρ, καὶ πολλοὺς τῷ χρόνῳ καταρτίσας καὶ παραμείψας | |
20 | ποιμένας, σύ τε ὁ τῆς ἐμῆς φιλοσοφίας βασανιστὴς καὶ κριτής. Ἀλλ’ (ὅπως μοι φιλοσόφως δέξῃ τὸν λόγον), ἢ δυνάμεθα, καὶ ἐν μέσῃ ζάλῃ στρεφόμε‐ νοι καὶ περιηχούμενοι, ποιμαίνειν ἐπιστημόνως, καὶ ἐκτρέφειν τὸ ποίμνιον; Ὁ φιλανθρωπότερος ἐν | |
25 | προβάτοις (εἰ μή μοι δυσχεραίνῃς), ἡνίκα τῆς ἀλόγου νομῆς μετείχομεν, ἢ ἐν ποιμέσιν, ἡνίκα τῆς πνευματικῆς ἠξιώθημεν. Ἔχεις μὲν, ὅπερ ἐπό‐ θεις, ὑπὸ χεῖρας ἡμᾶς, καὶ νενίκηκας τὸν ἀήττητον· καὶ ἰδού σοι μετὰ καὶ τῶν ἄλλων ὁ λόγος, ὃν | |
30 | εἰδὼς ἐπεζήτεις, καὶ ὃν ἐπαινῶν, ἔβαλλες ἀργοῦντα πολλαῖς τῶν σῶν λόγων καὶ πυκναῖς ταῖς νιφά‐ σιν. | |
35 | Εʹ. Ἀλλ’ ἔχω τι τῇ φιλίᾳ καὶ μέμψασθαι· τίς δικά‐ σει μοι τῶν κοινῶν φίλων; ἢ τίς ἀδέκαστος ἔσται κριτὴς, ἵνα τὴν δικαίαν ἐνέγκῃ ψῆφον, ἀλλὰ μὴ τὸ τῶν πολλῶν πάθῃ, καὶ λάβῃ ἐν κρίσει πρόσωπον; Εἴπω κελεύεις τὴν μέμψιν, καὶ οὐκ ἐπαφήσεις μοι | |
40 | πάλιν τὸν λόγον; Ἐγένετό τι καὶ σοὶ πρὸς ἡμᾶς ἀπόῤῥητον, ὦ θαυμάσιε, πρᾶγμα ὄντως ἀπόῤῥη‐ | |
τόν τε καὶ ἄπιστον, καὶ οὔπω πρότερον περὶ | ||
35.825 | ἡμῶν ἀκουσθέν. Οὐκ ἐπείσθημεν, ἀλλ’ ἐβιάσθημεν. Ὢ τοῦ θαύματος! Ὡς γέγονε πάντα καινά! Καὶ ὅσον διέστησεν ἡμᾶς! τί βούλει καὶ εἴπω, τὸν θρόνον, ἢ τὸ τῆς χάριτος μέγεθος; Πλὴν ἡγοῦ, καὶ κατευ‐ | |
5 | οδοῦ, καὶ βασίλευε, καὶ ποίμαινε ἡμᾶς ποιμαίνοντας. Ὡς ἕτοιμοί γε ἡμεῖς ἕπεσθαι, καὶ ὑπὸ τῆς σῆς ποι‐ μαντικῆς ψυχῆς ἄγεσθαι τῆς ὑψηλῆς καὶ ἐν‐ θέου· εἰρήσεται γὰρ τἀληθὲς, εἴ τι καὶ παρὰ τὸν νό‐ μον ἐξ ἀγάπης τετολμήκαμεν. Δίδαξον τὴν | |
10 | σὴν ἀγάπην περὶ τὰ ποίμνια, τὸ σὸν ἐπιμελές τε ὁμοῦ καὶ εὐσύνετον, τὴν ἐπιστασίαν, τὰς ἀγρυπνίας, τὴν τῶν σῶν σαρκῶν ὑποχώρησιν, ἣν τῷ πνεύματι ὑπ‐ εχώρησαν, τὸ τοῦ σοῦ χρώματος ἄνθος τῇ ποίμνῃ κάμνοντος, τὸ ἐν πραΰτητι σύντονον, τὸ ἐν τῷ | |
15 | πρακτικῷ γαληνόν τε καὶ ἥμερον (πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον, οὐδὲ πολλὰ ἔχον τὰ παραδεί‐ γματα), τοὺς ὑπὲρ τῆς ποίμνης πολέμους, τὰς νίκας ἃς ἐν Χριστῷ σὺ νενίκηκας. | |
20 | Ϛʹ. Εἰπὲ τίσι τῶν νομῶν προσακτέον, ἐπὶ ποίας πηγὰς ἰτέον, καὶ τίνας φευκτέον, ἢ νομὰς, ἢ νάμα‐ τα· τίνας ποιμαντέον τῇ βακτηρίᾳ, τίνας τῇ σύ‐ ριγγι· πότε ἀκτέον ἐπὶ νομὰς, καὶ πότε ἀνακλη‐ τέον ἀπὸ νομῶν· πῶς πολεμητέον τοῖς λύκοις, | |
25 | καὶ πῶς τοῖς ποιμέσιν οὐ πολεμητέον· καὶ μάλιστα ἐν τῷ νῦν καιρῷ, ὅτε ποιμένες ἠφρονεύσαντο, καὶ δι‐ έσπειραν τὰ πρόβατα τῆς νομῆς, ἵνα τοῖς ἁγιωτά‐ τοις προφήταις τὰ αὐτὰ συνοδύρωμαι. Πῶς τὸ ἀσθε‐ νὲς ἐνισχύσω, καὶ τὸ πεπτωκὸς ἀναστήσω, καὶ τὸ | |
30 | πλανώμενον ἐπιστρέψω, καὶ τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ φυλάξω τὸ ἰσχυρόν; Πῶς ταῦτα καὶ μάθω, καὶ φυλάξω κατὰ τὸν ὀρθὸν τῆς ποιμαντικῆς λόγον, καὶ τὸν ὑμέτερον· ἀλλὰ μὴ γένωμαι κακὸς ποιμὴν, τὸ γάλα κατεσθίων, καὶ τὰ ἔρια περιβαλλόμενος, καὶ | |
35 | τὰ παχύτερα κατασφάζων ἢ ἀπεμπολῶν, καὶ τὰ ἄλλα παρεὶς τοῖς θηρίοις καὶ τοῖς κρημνοῖς, ποιμαί‐ νων ἐμαυτὸν, οὐ τὰ πρόβατα, ὅπερ ὠνειδίζοντο οἱ πά‐ λαι προεστῶτες τοῦ Ἰσραήλ. Ταῦτα διδάσκοιτέ με, καὶ τούτοις στηρίζοιτε τοῖς λόγοις, καὶ μετὰ τούτων | |
40 | ποιμαίνοιτε καὶ συμποιμαίνοιτε τῶν παραγγελ‐ μάτων, καὶ σώζοιτε, ὥσπερ τῇ διδασκαλίᾳ, οὕτω καὶ ταῖς εὐχαῖς, ἐμέ τε καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον, εἰς ἀσφάλειαν ἐμοὶ, εἰς καύχημα ὑμῖν ἐν ἡμέρᾳ ἐπιφα‐ νείας καὶ ἀποκαλύψεως τοῦ μεγάλου Θεοῦ, καὶ ἀρχι‐ | |
45 | ποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ ἡ δόξα Πατρὶ παντοκράτορι σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. |