TLG 2022 014 :: GREGORIUS NAZIANZENUS :: Alphabeticum paraeneticum 1 (e cod. Patm. 33) GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) Alphabeticum paraeneticum 1 (e cod. Patm. 33) Source: Sakkelion, J. (ed.), Πατμιακὴ βιβλιοθήκη. Athens: Papageorgiu, 1890: 18–19. Citation: (Line) | ||
1 | Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν. Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν. Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ. Δίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις. | |
---|---|---|
5 | Ἔργοις δ’ ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ. Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος. Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ. | |
Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον. Θνητὸς δ’ ὑπάρχων μηδόλως μέγα φρόνει. | Column end | |
10 | Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας. Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα. Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ. Νήφων προςεύχου τῷ Θεῷ καθ’ ἡμέραν. Ξένους ξένιζε, μὴ ξένος γένῃ Θεοῦ. | |
15 | Ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους. | |
Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως. Ῥάβδον σεαυτῷ τὴν συνείδησιν φέρε. Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν[θέοι]ς. Τὰς τῶν πενήτων ψυχαγώγησον λύπας. | 18 | |
20 | Ὑπὲρ σεαυτὸν τοὺς πέλας καλῶς θέλε. Φίλους ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν. Χρυσοῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν. Ψεῦδος μίσησον, τὴν δ’ ἀλήθειαν φίλει. | Column end |
Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως. | 19 |