TLG 2022 012 :: GREGORIUS NAZIANZENUS :: Comparatio vitarum (= carmen morale 8) GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303) Comparatio vitarum (= carmen morale 8) Citation: (Line) | ||
t | ΣΥΓΚΡΙΣΙΣ ΒΙΩΝ | |
---|---|---|
1 | [Βίοι.] Κρίναις ἂν ἡμῖν, ὦ ξένε. [Κριτής.] κρίσις δὲ τίς; [Β.] βίοι μάχονται. [Κρ.] καὶ τίνες, τίς δ’ ἡ κρίσις; [Β.] ὁ κοσμικός τε καὶ ὅσος τοῦ πνεύματος, πότερός τ’ ἀμείνων καὶ σοφοῖς βιώσιμος. | |
5 | [Κρ.] ὃ δύσκριτον μέν, ἀλλ’ ὅμως ἀκουστέον. [Κόσμος.] Κόσμου πεφυκὼς οἶδα καὶ στέργω τάδε· τόδ’ εὐσεβές· πατρῷον αἰδεῖσθαι νόμον. [Πνεῦμα.] θεοῦ πεφυκὼς οἶδα καὶ σέβω θεόν· τόδ’ εὐσεβές· τέλειον εἰδέναι σέβας. | |
10 | εἰ σοὶ τὸ χεῖρόν ἐστι τιμιώτατον, πῶς οὐκ ἐμοὶ τὸ κρεῖττον ἐνδικώτερον; [Κ.] Μήτηρ ἐμοὶ σὰρξ καὶ συνεκράθην χοΐ, σαρκὸς ποθῶ πλήρωμα τῆς ἐρρηγμένης. [Π.] θεὸς πατήρ μοι καὶ θεῷ συνεζύγην, | |
15 | μορφῆς ποθῶ μίμησιν, ἧς ἀπερρύην. [Κ.] πῶς δ’ ἂν συνέστη, φράζε, τὸ βροτῶν γένος, εἰ μὴ τὸ σαρκῶν συζυγὲς συνέδραμεν, νόμῳ τε θείῳ καὶ φύσει κρατούμενον; [Π.] νόμος μὲν οὗτος, νῦν δὲ λυθῆναί με δεῖ | |
20 | βίον πρὸς ἄλλον τοῦ παρόντος κρείττονα σπεύδοντα, δεσμῶν καὶ φθορᾶς ἐλεύθερον. [Κ.] πῶς οὖν νέηλυς ἦλθε παρθένος βίος; [Π.] ἦν μὲν σκιώδης καὶ πάλαι· λάμπει δὲ νῦν, ἐξ οὗ θεοῦ πέφηνε μήτηρ παρθένος. | |
25 | καὶ γὰρ νόμος παλαιὸς εἶξε τῷ νέῳ. τὸ γράμμ’ ἀπῆλθε, τὸ κράτος δὲ πνεύματος. [Κ.] ἄζυξ δ’ ἂν ἦν τις συζύγου βίου δίχα ἤ τις δίκαιος; [Π.] ὡς λίαν κομψός τις εἶ | |
πείθων τὸ σάρκα συνδραμεῖν καλῶν χάριν. | 22 | |
30 | καλοὺς μὲν ἐξέθρεψεν ἢ κακοὺς χρόνος, ὕβριν δὲ σαρκὸς ὁ σπορεὺς ἐπέβλυσεν, οὐκ ἄλλο. τὸ φρονεῖν δὲ τῷ πάθει γέλως ὡς συγκάμνοντα τῷ θεοῦ θελήματι. [Κ.] Τί οὖν βίῳ δέδωκας; [Π.] ἐζήτεις δὲ τί; | |
35 | κλάδους; ἵνα ψυγῶσιν ἢ λαῖλαψ λάβῃ; [Κ.] δὸς τὴν ἐμὴν σὺ ῥίζαν· εἶτ’ ἔχε κλάδους. [Π.] ἀρκεῖ γενέσθαι. τῇ φθορᾷ δ’ ἄλλος κάμοι τρέφων, διδάσκων, εἶτα πενθῶν ἀθρόως τὸν οὐκέτ’ ὄντα, γραπτὸν ἐν τοίχοις βλέπων | |
40 | ἄπνουν τὸ κάλλος, υἱὸν οὐ κινούμενον. [Κ.] Εὐπατρίδης ἐγώ τις. [Π.] ἐκ ποίου γένους; ποῖος δ’ ὁ πλάστης; τὸν δὲ πηλὸν ἀγνοεῖς ὡς εἷς; μί’ εὐγένεια, μίμησις θεοῦ. τάφοις κρατεῖς σὺ καὶ νέοις προστάγμασιν, | |
45 | ἐκεῖθεν ἐγράφης εὐγενής, οὐκ ἐτράφης. [Κ.] Ἐμοὶ τὸ πλουτεῖν δυσμενεῖς βάλλει κάτω, φθόνῳ δὲ τήκει τοὺς κακούς, ποιεῖ φίλους, θρόνους δίδωσιν, ἐν πόλει φυσᾶν μέγα. [Π.] ἐμοὶ δὲ πενία μηδὲ δυσμενεῖς ἔχειν | |
(50) | χαρίζετ’, οἶκτος δ’ ἀσφαλέστερος φθόνου. θρόνοι δὲ λυτοὶ καὶ φίλοι καιροῦ πλέον. ἂν οὖν μένωσι, κρεῖττον ἡττᾶσθαι θεοῦ ἢ πρῶτα πάντων τῶν ὁρωμένων ἔχειν, [ἢ πάντων εἶναι τῶν ὁρωμένων ἄνω·] | |
55 | πόλις δ’ ἔχοι με λαμπρὸν ἡ νοουμένη. [Κ.] Τίς δ’ ἀσφάλεια τῷ πένητι τοῦ βίου, τείχη, πυλῶνες, μηχαναί, ξιφηφόροι; [Π.] κάμνοντες, ὡς τί μὴ τὸ σῶμ’ ὕπερ κλαπῇ; | |
μόνον πέπασται τοῦτο καὶ μικρὸν ῥάκος. | 23 | |
60 | ἄλλων ὁ λῃστής, ἡ τυραννὶς ἐρρέτω, ὁ φὼρ ἐχόντων· εἷς ἐμοὶ πλοῦτος, θεός, ὃν οὔποτ’ οὐδεὶς ἁρπάσει κεκτημένῳ. τὰ δ’ ἄλλ’ ἐχόντων οἷς φίλον, τὴν οὐσίαν ἁρπαζέτωσαν τὴν ἐμὴν πᾶσαι χέρες· | |
65 | πένητος ἀνδρὸς οὐδὲν ἀσφαλέστερον. θύει σαγήνῃ πλούσιος, τὴν δεξιὰν τὴν αὐτὸς αὐτοῦ ὡς φίλην ἀσπάζεται καὶ τῶν καλῶν δοτῆρα οὐχ ὑμνεῖ θεόν, ἕως ἃ κέκτητ’ εἰς ξένου πέσῃ χέρας, | |
70 | οὗ μὴ θέλῃ, τί φημι; δυσμενοῦς ἴσως κἀκεῖθεν ἄλλου· τὰ τροχῶν κυλίσματα. ἐμοὶ δ’ ἅπας συνέρχετ’, ἢν θάνω, βίος, οὐδὲν φθόνῳ τε καὶ στροφαῖς λελείψεται. [Κ.] Πόσον τὸ χεῖρας μὴ βλέπειν εἰς γειτόνων, | |
75 | ἄλλους δ’ ἐς ἡμῶν, εὐσεβεστέρους ἴσως. [Π.] πόσον τὸ χεῖρας εἰς θεοῦ μόνον βλέπειν τοῦ καὶ διδόντος [καὶ] πατρικῶς αἰτουμένου, αἰσχρὸν δὲ μηδὲν τοῦ λαβεῖν δρᾶσαι χάριν, τὴν αἱμολάπτιν βδέλλαν ἐκμιμούμενον, | |
80 | τὰ μὲν κρατοῦντα, τοῖς δ’ ἐρείδοντα φρένα, τὰ δὲ βλέποντα οὐ καλοῖς ἐν ὄμμασιν, τὰ δ’ ἐκτυποῦντα ταῖς ὀνείρων ἐλπίσιν, ἀεὶ πλέον πένητα τῷ ποθουμένῳ. [Κ.] Οἴσει δὲ πῶς τις δυσκόλου καιροῦ φορὰν | |
85 | μηδὲν φέρων ἔρεισμα τῆς ἀηδίας; [Π.] ἤρου με, πῶς τις φεύξετ’ εὔστοχον βέλος; θρὶξ οὐ διαιρεῖτ’ εὐπετῶς, οὐδ’ ἐγγύθεν. γενοῦ στενός μοι, καὶ κακῶν φεύξῃ φοράν. δόναξ φέρει τὰ πνεύματ’, ἀλλ’ οὐχὶ δρύες. | |
90 | ὁ μὲν γὰρ εἴκει, τὰς δ’ ἀνατρέπει βάρος. [Κ.] Ἐμοὶ τρυφᾶν ἔξεστιν. [Π.] ἀλλ’ ἐμοὶ τρυφὴ τὸ μὴ τρυφᾶν κόρῳ τε καὶ τοῖς ἐντέροις οἰδοῦντα καὶ νοσοῦντα πλουσίᾳ νόσῳ, ὄζοντα τερπνῷ βορβόρῳ λαιμοῦ πέρα, | 24 |
95 | τὸν νοῦν στενοῦντα τῷ πάχει τῆς ἰλύος. [Κ.] Ἐμοῦ τὰ πέμματ’. [Π.] ἄρτος ἡ καρυκία ἐμοὶ τὸ πέμμα τ’ ἐξ ἁλῶν ἅπαν γλυκύ, οἷς τῶν τρυφώντων ἁλμυρὸν καταπτύω. [Κ.] Ὀσμὴ μύρων ἔμοιγε, τέρψις ᾀσμάτων. | |
(100) | χερῶν ποδῶν κροτήματ’, εὔρυθμοι κλάσεις, ὁμορροθούντων ὀργάνων συμφωνία. [Π.] αἰνεῖς σὺ ταῦτα, ταῦτα δ’ ἐστίν, οἷς κακὸς ἔμοιγε πλοῦτος ὡς κακῶν διδάσκαλος. κρείττων μὲν ἡμῖν ὀργάνων ψαλμῳδία | |
105 | ψυχὴν συναρμόζουσα τοῖς νοουμένοις. μύρου δὲ παντὸς Χριστὸς εὐωδέστερος ἡμῖν κενωθείς, ὡς λύσῃ δυσωδίας, ἧς νεκρότης μ’ ἔπλησε τῆς ἁμαρτίας. κροτῶ δὲ χεῖρας, ἢν πέσῃ φονεὺς ἐμὸς | |
110 | λόγον τιν’ ἢ πρᾶξίν τιν’ εἰσηγούμενος κακήν. ποδῶν δ’ ὄρχησις, ἔνθεος στροφή. [Κ.] Τάχ’ ἂν τόδ’ εἴποις, ὡς πενία καὶ ταῖς νόσοις ἀρκεῖ πλέον φέρουσα σωμάτων ἄκη. [Π.] τόδ’ οὐκ ἂν εἴποιμ’. οὐκ ἀληθὴς γὰρ [ὁ] λόγος· | |
115 | ὃ δ’ ἔστ’ ἀληθές, τοῦτο καὶ λελέξεται· πένης ἐχόντων εὐσθενέστερος πολύ. θεὸς δ’ ἔδωκεν ἀντανιστῶν τὴν χάριν ἰσχὺν πένησιν, εὐπόροις δὲ φάρμακα· μοχθεῖ πένης, ἱδρῶσι τὰς ὕλας κενοῖ, | |
120 | πεινῇ, ῥιγοῖ, συγκαίεθ’ ἡλίῳ μέσῳ, ὁδοιπορεῖ, φορτίζεθ’, ὕεται, στένει· καιροῦ τροφὴν ἁπλῆν τε καὶ ἀσύνθετον | |
ἐδέξατ’, οὐδὲν οἶδε μαγγανευμάτων, ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται | 25 | |
125 | γῆς καὶ θαλάττης ἐκπορίζουσιν μυχῶν θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσιν. Φῦσαι, κατάρροι, σπλῆνες, ἐξαρθρήματα, βοαί, ῥοφήσεις, ὠχρότητες, ἐκλύσεις τῶν εὐπορούντων—τῶν κόρων οὗτοι τόκοι—, | |
130 | οἳ μήτ’ ἔχουσιν, ὧν ἔχουσιν, ἡδονὴν ζητοῦσι θ’, οἷς λείψουσιν ὄγκον, πολλάκις ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους· πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες. Χρυσός, λίθοι, ποικίλματ’, ἐσθῆτος βαφαὶ | |
135 | ζῳογράφου τε πορφύρας ἀντιχρόου τοίχων, ὀρόφων καὶ ψηφίδος ποδοτριβοῦς· ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς εἰρχθείς, ὅθεν προῆλθεν, ἄξιος τάφων, ὁ δ’ ἐν προθήκῃ καὶ προσαστράπτων πότοις· | |
140 | ἵπποι, τάπητες, ἅρμαθ’, ἁρματηλάται, κύνες, κυνηγοί, θηρίων ἰχνεύμονες· καὶ ταῦτα δὴ τὰ τερπνὰ δεσποίνης κακῆς, γαστρός, πόρου τε πανδόχου, λαιμοῦ χάρις· στρῶται, θυρωροί, κλήτορες, κοιμήτορες, | |
145 | ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων, γεῦσται, σκιασταί· νευμάτων ἐπίσκοποι, λοῦσται, κερασταὶ δακτύλων ὑψώμασιν, κουρὰν γυναῖκες· ὀμμάτων ἡδύσματα· τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός. | |
(150) | Ὁ δ’ ἐνδεὴς ἕστηκεν· ἂν δὲ καὶ πέσῃ νόσῳ καμὼν μόγις ποτ’ ἢ μακρῷ χρόνῳ, οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις, τεθνήξεθ’ ὡς λέων τις ἐν βρυχήμασιν, νεκρὸς ζαπλούτων πλεῖστον εὐανθέστερος. | |
155 | Τί λοιπόν; ὕβρις, θυμός, ἔκστασις, θράσος, μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι, | |
θεοῦ περιφρόνησις, αἵματος, φίλων, ταῦτ’ οὐ πενήτων μᾶλλόν ἐστ’ ἢ πλουσίων· πλοῦτος γὰρ ὕβριν, ἡ δ’ ἀπώλειαν φέρει. | 26 | |
160 | ὁ δ’ ἐκπιέζεθ’ ὡς τὰ πόλλ’, οὐδ’ αἴρεται, θεοῦ μάλιστ’ ἂν συνδραμὼν φόβος τύχῃ, καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής. Ἄθρει δ’ ἕκαστον ἀνθ’ ἑκάστου συντόμως ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων κριτής, | |
165 | εἰ μὴ φέρειν σοι καὶ τόδ’ ὕβριν φαίνεται, ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον ἢ πνεῖν τὸν αὐτὸν ἀέρ’ ἢ κλῆσιν μίαν καλεῖσθ’, ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν. φθονεῖς ἀρίστοις καὶ κακοῖς, οἰκτίζομαι· | |
170 | κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον, κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος· διαπτύεις πένητας ὡς ἄλλου θεοῦ· ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν ἥξοντας. ἄλλη δευτέρα πλάσις τρόπος. | |
175 | χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ. κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι· μένει γὰρ οὐδέν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ. νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ’ ἡμέρα· χαρὰν δὲ λύπη καὶ τὰ τερπνὰ συμφορὰν | |
180 | ἔστησεν· οὔκουν ὡς παγίοις προσεκτέον. Σοὶ δεινὸν οὐδέν, οὐδὲ τῶν ἄγαν κακῶν· τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾶν ἐνίσταται. ἐμοὶ δὲ πένθος καὶ τὰ μικρὰ φαίνεται· θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία. | |
185 | πῶς δ’ ἂν φέροιμι ζημιούμενος θεόν; σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν δέσις, ἡδεῖς δ’ ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι· πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς· ἐμοὶ δ’ ἄϋπνον τοῦ βίου πλεῖστον μέρος· | |
190 | κεντοῦσι γάρ με καὶ καθεύδονθ’ οἱ πόνοι, ἂν δ’ ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω· φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας, κρίσις, δικαστὴς ἄρροπος, ἔντρομος στάσις, πηγὴ παφλάζους’ ἔνθεν ἀσβέστου πυρός, | 27 |
195 | σκώληξ ἐκεῖθεν ἐσθίων ἀειδίως· μέσον συνειδός, ἄγραφος κατήγορος. Θεὸς θεός σοι, ἢν φέρῃ τὰ δεξιά· ἐμοὶ σεβαστός, κἂν φέρῃ τἀναντία. τὸ γάρ με κάμνειν φάρμακον σωτηρίας. | |
(200) | ὅσον πιέζομ’, ἔρχομαι τόσῳ πέλας θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει θεῷ. καὶ γὰρ στρατοῦ διωγμὸς εἰς τείχη φέρει. Παῖδες, γυνή σοι καὶ φίλοι παρήγοροι, ἃ καὶ μεθίσταθ’ ἡ μεγίστη συμφορά. | |
205 | ἐμοὶ δ’ ἔρεισμα καὶ παραψυχὴ θεὸς πεινῶντι καὶ ῥιγοῦντι καὶ στενουμένῳ. ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει, πάτει, βιάζου· μικρὸν ὑβρίσεις χρόνον. θεῷ φέρω τὰ πάντα, πρὸς ὃν καὶ βλέπω. | |
210 | πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον· ἐκεῖ καθίσταμ’· οὐδὲν οἶδα τῶν κάτω. οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι. Τί τἆλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν τὴν ψῆφον οὐ φορητόν, ὥς γέ μοι δοκεῖ. | |
215 | οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί. ἴσον δ’ ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν. ἀρκεῖ θεός μοι, κἂν τὰ πάντ’ ἄλλος φέρῃ· τοῦτ’ εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί. [Κ.] Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές; | |
220 | [Π.] τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων; καὶ γὰρ κατορθοῦν ἐστιν ἀμφοῖν καὶ πεσεῖν. ἴσον πρὸς ἶσον, ἀλλ’ ἐγὼ χείρους πολὺ τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ· | |
τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος. | 28 | |
225 | ὧν γὰρ κρατούντων τιμιώτερον κράτος, τούτων πεσόντων πτῶσις ἀθλιωτέρα. ἐκεῖνο δ’ αἰτῶ μὴ λογίζεσθαι βίῳ, εἴ τις κάκιστος, τῷ βίῳ γὰρ δυσμενής, σκοπεῖν δ’ ἐφ’ αὑτοῦ καὶ διακρίνειν τὸ πᾶν | |
230 | καλῶν θ’ ὁμοίως καὶ κακῶν καταντίον καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταρρέπειν, οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον. γνοίης δ’ ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον. μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππῳ κακῷ | |
235 | ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου ἄριστον ἄνδρα τῷ κακίστῳ τῶν ἐμῶν. κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι. εἰ δ’ ἄκρον ἄκρῳ καὶ κακὸν θείης κακῷ ἐναντίους, μάθοις ἄν, ὁππόσον κρατῶ. | |
240 | σκόπει κἀκεῖνο· ἶσον ἐν παντὶ χρόνῳ τὸ πταῖσαν ὑμῖν καὶ παρ’ ἡμῖν τὸ κρατοῦν. μίαν δέ φασιν οὐ φέρειν χελιδόνα ἔαρ τὸ τερπνόν, οὐδὲ γῆρας τὴν τρίχα. τί φῄς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ; | |
245 | [Κρ.] Δίδωμι· πῶς δ’ οὔ; τηνικαῦτ’ οἰήσομαι χρῆναι προτιμᾶν τὸν κάτω τοῦ σοῦ βίου, ὅταν θεῷ βροτῶν τιν’ ἰσώσω μανείς· εἰ δ’ οὐ μανήσομ’, οὐδὲ τοῦτο πείσομαι. ἀλλ’ ἄπιτε· λῷον δ’ ἢν ἔχητ’ εἰρηνικῶς | |
(250) | ἄμφω πρὸς ἀλλήλους τε καὶ θεὸν μέγαν, σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ, σὺ δ’ ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων. εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει ἔχειν τὰ δεύτερ’; οὐδὲ τοῦτ’ ἀτιμία. | |
255 | οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος. | 29 |