TLG 2022 004 :: GREGORIUS NAZIANZENUS :: De vita sua

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

De vita sua

Source: Jungck, C. (ed.), Gregor von Nazianz. De vita sua. Heidelberg: Winter, 1974: 54–148.

Citation: (Line)

tΕΙΣ ΤΟΝ ΕΑΥΤΟΥ ΒΙΟΝ
1 Τὸ τοῦ λόγου βούλημα, τῶν ἐμῶν κακῶν ἐξιστορῆσαι τὴν ὁδόν, εἴτ’ οὖν δεξιῶν· οἱ μὲν γὰρ οὕτως, οἱ δ’ ἐκείνως φαῖεν ἄν, ὅπως ἄν, οἶμαι, καὶ ῥοπῆς ὦσίν τινες.
5οὐ γὰρ τὸ βούλεσθ’ ἀσφαλὲς κριτήριον. παίζει δὲ μέτρον τῆς ἀνίας φάρμακον, παίδευμα καὶ γλύκασμα τοῖς νέοις ἅμα, τερπνὸν παρηγόρημα. πρὸς δ’ ὑμᾶς λόγος, τοὺς ἦν ὅθ’ ἡμῶν, ἀλλὰ νῦν ἀλλοτρίους,
10ὅσοι τε ὁμοδοξοῦντες, εἴτε τις νόθος· πάντες γὰρ ἡμῖν εὐμενεῖς μεμυκόσιν. ἄνδρες, τὸ κλεινὸν ὄμμα τῆς οἰκουμένης, οἳ κόσμον οἰκεῖθ’, ὡς ὁρῶ, τὸν δεύτερον, γῆς καὶ θαλάσσης κάλλος ἠμφιεσμένοι,
15Ῥώμη νεουργής, εὐγενῶν ἄλλων ἕδος, Κωνσταντίνου πόλις τε καὶ στήλη κράτους, ἀκούσατ’, ἄνδρες, ἀνδρὸς ἀψευδεστάτου καὶ πολλὰ μοχθήσαντος ἐν πολλαῖς στροφαῖς, ἐξ ὧν ὑπάρχει καὶ τὸ γιγνώσκειν πλέον.
20 Κέκμηκε πάντα· καὶ τὰ καλὰ τῷ χρόνῳ κέκμηκεν. οὐδὲν ἢ στενὸν τὸ λείψανον, ὡς γῆς συρείσης ὑετῶν λάβρων φορᾷ κάχληκές εἰσιν οἱ λελειμμένοι μόνον. οὔπω μέγ’ οὐδέν, εἰ τὰ τῶν πολλῶν λέγω,
25οἳ μηδὲ τὸ πρὶν ἦσαν ἐν τάξει καλῶν, βοσκηματώδεις καὶ κάτω νενευκότες. ἡμεῖς δ’ ὁ δεινὸς καὶ τραχὺς χαραδρεών· ἡμῶν τὸ σύστημ’ ἔκλυτον, θρηνῶν λέγω, ὅσοι καθήμεθ’ οὐ καλῶς ὑψίθρονοι,
30λαοῦ πρόεδροι, τοῦ καλοῦ διδάσκαλοι, ψυχὰς τρέφειν λαχόντες ἐνθέῳ τροφῇ, αὐτοὶ δὲ λιμώττοντες· ἰατροὶ παθῶν, νεκροὶ βρύοντες ἀφθόνοις νοσήμασιν· τρίβων ὁδηγοὶ τῶν ἐπικρήμνων ἴσως,
35ἃς οὔποθ’ ὡδήγησαν οὔθ’ ὡδεύκασιν· οἷς μηδ’ ἕπεσθαι δόγμα συντομώτατον
σωτηρίας δίδαγμά τ’ εὐστοχώτατον· ὅσων τὸ βῆμα τοῦ τρόπου κατήγορον, κιγκλὶς διείργους’ οὐ βίους, ἀλλ’ ὀφρύας.54
40 Ἐξ ὧν δ’ ὑπήχθην ταῦτα δοῦναι τῷ λόγῳ —οὐ γὰρ φίλον μοι πολλὰ ῥαψῳδεῖν μάτην—, ἀκουσάτω πᾶς, οἵ τε νῦν οἵ θ’ ὕστερον. μικρὸν δ’ ἄνωθεν τὰς ἐμὰς περιστάσεις εἰπεῖν ἀνάγκη, κἂν δέῃ μακρηγορεῖν,
45τοῦ μὴ καθ’ ἡμῶν ἰσχύσαι ψευδεῖς λόγους. οἱ γὰρ κακοὶ φιλοῦσιν, ὧν δρῶσιν κακῶς, εἰς τοὺς παθόντας περιτρέπειν τὰς αἰτίας, ὡς ἂν κακῶσι καὶ πλέον τοῖς ψεύσμασιν, αὑτοὺς δ’ ὑπεκλύσωσι τῶν ἐγκλημάτων.

(50)

ἔστω δὲ τοῦτο τοῦ λόγου προοίμιον. Ἦν μοι πατὴρ καλός τε κἀγαθὸς σφόδρα, γηραιός, ἁπλοῦς τὸν τρόπον, στάθμη βίου, πάτραρχος ὄντως, Ἀβραάμ τις δεύτερος, ὤν, οὐ δοκῶν, ἄριστος, οὐ τὸν νῦν τρόπον·
55πλάνης τὸ πρόσθεν, ὕστερον Χριστοῦ φίλος, ἔπειτα ποιμήν, ποιμένων ὅ τι κράτος. μήτηρ θ’, ἵν’ εἴπω συντόμως, ὁμόζυγος ἀνδρὸς τοσούτου καὶ τάλαντον ἀρρεπές, ἐξ εὐσεβῶν τὸ πρόσθεν εὐσεβεστέρα,
60θῆλυς τὸ σῶμα, τὸν τρόπον δ’ ἀνδρὸς πέρα· ἄμφω λάλημα κοινὸν ἐξ ἴσου βίῳ. τῷ τοῦτο δῆλον; πῶς τεκμηριῶ λόγον; αὐτὴν ἐπάξομ’, ὧνπερ εἶπον, μάρτυρα, ἐμὴν τεκοῦσαν, τῆς ἀληθείας στόμα,
65κρῦψαί τι μᾶλλον τῶν φανερῶν εἰθισμένην ἢ τῶν ἀδήλων κομπάσαι δόξης χάριν. φόβος γὰρ ἦγεν, ὃς μέγας διδάσκαλος. Αὕτη ποθοῦσα παιδὸς ἄρρενος γόνον ἰδεῖν ἐν οἴκῳ, πρᾶγμα ὂν πολλοῖς φίλον,
70θεῷ προσωμίλησε καὶ δεῖται πόθου τυχεῖν. ἐπεὶ δ’ ἦν δυσκάθεκτος τὴν φρένα, δῶρον δίδωσιν, ὅνπερ ἠξίου λαβεῖν, καὶ τὴν δόσιν φθάνουσα τῇ προθυμίᾳ. καὶ τοίνυν εὐχῆς οὐχ ἁμαρτάνει φίλης,
75ἀλλ’ ἧκεν αὐτῇ δεξιὸν προοίμιον ὄψις σκιὰν φέρουσα τῶν αἰτουμένων.
ἐμὸν γὰρ εἶδος ἐμφανῶς παρίσταται καὶ κλῆσις· ἠδ’ ἦν ἔργον ἡ νυκτὸς χάρις. ἐγὼ γὰρ αὐτοῖς γίνομ’, εἰ μὲν ἄξιος56
80εὐχῆς, τὸ δῶρον τοῦ δεδωκότος θεοῦ· εἰ δ’ οὖν ἀπευκτός, τῆς ἐμῆς ἁμαρτίας. Οὕτω μὲν οὖν παρῆλθον εἰς τοῦτον βίον, πηλῷ κερασθείς—φεῦ τάλας—καὶ συνθέσει, ὑφ’ ὧν κρατούμεθ’ ἢ κρατοῦμεν ὧν μόγις·
85πλὴν παντὸς ἀρραβῶνα καλλίστου λαβών τὴν γένεσιν αὐτήν· οὐ γὰρ ἀχαριστεῖν θέμις. ὡς δ’ ἧκον, εὐθὺς γίνομαι ἀλλότριος ἀλλοτρίωσιν τὴν καλήν. τῷ γὰρ θεῷ παρίσταμ’ ὡς ἀμνός τις ἢ μόσχος φίλος,
90θῦμ’ εὐγενές τε καὶ λόγῳ τιμώμενον— ὀκνῶ γὰρ εἰπεῖν, ὡς Σαμουήλ τις νέος, πλὴν εἰ βλέποιμι πρὸς πόθον δεδωκότων. Τραφεὶς δ’ ἐν ἅπασι τοῖς καλοῖς ἐκ σπαργάνων (τύπους γὰρ εἶχον τοὺς ἀρίστους οἴκοθεν)
95ἤδη τιν’ αἰδῶ τοῦ γέρως ἐλάμβανον, καί μοι κατὰ μικρόν, ὥσπερ ἐκ γνόφου νέφος, συνήγεθ’ ἡ τοῦ κρείσσονος προθυμία. πρόσω δ’ ἔβαινον συντρέχοντος καὶ λόγου, βίβλων τ’ ἔχαιρον ταῖς θεοῦ συνηγόροις,

(100)

ἀνδρῶν θ’ ὡμίλουν τοῖς ἀρίστοις τὸν τρόπον. Τοιαῦτα μὲν δὴ ταῦτα· τἀπίλοιπα δέ οὐκ οἶδ’, ὁποίαν τοῦ λόγου τέμω τρίβον. κρύψω τὰ θαύμαθ’, οἷς με προύτρεψεν θεός, ἀρχὴν ἀρίστην τὴν προθυμίαν λαβών
105(οὕτω γὰρ ἕλκειν οἶδεν εἰς σωτηρίαν), ἢ θῶ προθύμως ἐκλαλήσας εἰς μέσον; τὸ μὲν γὰρ ἀχάριστον, τὸ δ’ οὐκ ἔξω τύφου. σιγᾶν ἄμεινον—ἀρκέσει τό μ’ εἰδέναι—, μὴ καὶ μάχεσθαι τῷ λόγῳ τὰ νῦν δοκῇ
110πλεῖστον δέοντα τῆς τότε προθυμίας. Ὃ δ’ οὖν ἀνάγκη, γνωρίσω τοῖς πλείοσιν. ἄχνους παρειά, τῶν λόγων δ’ ἔρως ἐμέ θερμός τις εἶχε. καὶ γὰρ ἐζήτουν λόγους δοῦναι βοηθοὺς τοὺς νόθους τοῖς γνησίοις,
115ὡς μήτ’ ἐπαίροινθ’ οἱ μαθόντες οὐδὲ ἕν πλὴν τῆς ματαίας καὶ κενῆς εὐγλωττίας, τῆς ἐν ψόφοις τε καὶ λάρυγξι κειμένης,
μήτ’ ἐνδεοίμην πλεκτάναις σοφισμάτων. ἐκεῖνο δ’ οὔποτ’ εἰς ἐμὴν ἦλθε φρένα,58
120πρόσω τι θεῖναι τῶν ἐμῶν παιδευμάτων. ὅπερ δὲ πάσχει θερμότης ἀεὶ νέων, ὁρμαῖς ἀτάκτοις εὐκόλως ῥιπίζεται, ὡς πῶλος ᾄττων εἰς δρόμους θυμοῦ πλέως, πέπονθα τοῦτο. τῆς γὰρ ὥρας παντελῶς
125ἔξω, θαλάσσης οὐκέθ’ ἡμερουμένης— Ταύρου τιν’ οὐρὰν οὐκ ἀκίνδυνόν φασιν οἱ ταῦτα δεινοί, πλοῦν θράσους, ἀλλ’ οὐ φρενός— τότ’ οὖν Ἀλεξάνδρειαν ἐκλιπὼν ἐγώ (κἀνθένδε γάρ τι τῶν λόγων ἐδρεψάμην)
130ἄρας ἔτεμνον πόντον εὐθὺς Ἑλλάδος. Κύπρου τὰ πλευρά· καὶ στάσις τῶν πνευμάτων ἔβραζε τὴν ναῦν καὶ τὰ πάντ’ ἦν νὺξ μία· γῆ, πόντος, αἰθήρ, οὐρανὸς ζοφούμενος· βρονταὶ δ’ ἐπήχουν ἀστραπῶν τινάγμασιν,
135κάλοι δ’ ἐρόχθουν ἱστίων πληρουμένων. ἔκλινεν ἱστός, οἰάκων δ’ οὐδὲν σθένος· βίᾳ γὰρ ἡρπάζοντο χειρὸς αὐχένες. πλῆρες δ’ ὑπερτοιχοῦντος ὕδατος σκάφος. βοὴ δὲ συμμιγής τε καὶ θρήνων πλέως
140ναυτῶν, κελευστῶν, δεσποτῶν, †ἐπηβόλων† Χριστὸν καλούντων ἐκ μιᾶς συμφωνίας, καὶ τῶν, ὅσοι τὸ πρόσθεν ἠγνόουν θεόν· ὁ γὰρ φόβος δίδαγμα καιριώτερον. ὃ δ’ ἦν ἁπάντων σχετλιώτατον κακῶν,
145ἄνυδρος ἡ ναῦς· εὐθὺ γὰρ στροβουμένης νεὼς ῥαγεῖσα σπείρετ’ ἐν βυθῷ σκάφη, ἣ τὸν γλυκὺν θησαυρὸν εἶχεν ὕδατος. λιμοῦ δ’ ἀγὼν ἦν καὶ ζάλης καὶ πνευμάτων νεκροὺς γενέσθαι. τοῦδε μὲν λύσιν θεός

(150)

εἶδεν ταχεῖαν. ἔμποροι γὰρ Φοινίκης ἄφνω φανέντες, καίπερ ὄντες ἐν φόβῳ, λιταῖς μαθόντες τὸ στενὸν τοῦ κινδύνου, κοντῶν ἐρεισμοῖς καὶ χερῶν ἀράγματα νεῶν φυγόντες (καὶ γὰρ ἦσαν εὐσθενεῖς)
155σῴζουσιν ἡμᾶς ποντίους ἤδη νεκρούς, ὡς ἐκ θαλάσσης ἐκλιπόντας ἰχθύας ἢ λαμπάδα θνῄσκουσαν οὐκ οὔσης τροφῆς. Ὁ δ’ ἠγριοῦτο καὶ πλέον βρυχώμενος
πόντος καθ’ ἡμῶν ἡμέραις ἐν πλείοσιν60
160οὔθ’ οἷ πλέοιμεν εἰδότων πολλαῖς στροφαῖς οὔτε τιν’ ὁρώντων ἐκ θεοῦ σωτηρίαν. πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων ὁ κρυπτὸς ἦν ἔμοιγε φρικωδέστερος. καθαρσίων γάρ, οἷς θεούμεθ’, ὑδάτων
165ἠλλοτριούμην ὕδασι ξενοκτόνοις. τοῦτ’ ἦν ὀδυρμός, τοῦτ’ ἔμοιγε συμφορά, τούτῳ βοὰς ἔπεμπον, ἐκτείνων χέρας, ὑπερκτυπούσας κυμάτων πολὺν ῥόθον, ῥήξας χιτῶνα, κείμενος πρηνὴς τάλας.
170ὃ δ’ ἐστὶν οὐ πιστὸν μέν, ἀψευδὲς δ’ ἄγαν, πάντες παρέντες τὴν ἑαυτῶν συμφοράν ἐμοὶ συνῆγον ἐκβοὰς εὐκτηρίους, πλωτῆρες εὐσεβοῦντες ἐν κοινοῖς κακοῖς· οὕτω συνήλγουν τοῖς ἐμοῖς παθήμασιν.
175 Σὺ καὶ τότ’ ἦσθα, Χριστέ μου, σωτὴρ μέγας, καὶ νῦν ἐλευθερῶν με κυμάτων βίου. ἐπεὶ γὰρ οὐδὲν ἐλπίδος χρηστῆς ὑπῆν, οὐ νῆσος, οὐκ ἤπειρος, οὐκ ὀρῶν ἄκρα, οὐ πυρσός, οὐ πλωτῆρσιν ἀστέρες σκοποί,
180οὐ μικρόν, οὐ μεῖζόν τι τῶν ὁρωμένων, τί μηχανῶμαι; τίς πόρος τῶν δυσχερῶν; πάντων ἀπογνοὺς τῶν κάτω πρὸς σὲ βλέπω, ζωή, πνοή μου, φῶς, κράτος, σωτηρία, φοβῶν, πατάσσων, μειδιῶν, ἰώμενε,
185πλέκων τὸ χρηστὸν τοῖς ἐναντίοις ἀεί. πάντων δ’ ὑπομνήσας σε τῶν πρὶν θαυμάτων, οἷς τὴν μεγίστην χεῖρά σου γνωρίζομεν,
190Αἰγυπτίων μάστιξιν ἐκτετριμμένων,
188πόντου ῥαγέντος Ἰσραὴλ ὡδευκότος, χειρῶν ἐπάρσει δυσμενῶν ἡττημένων,
191αὐτῆς στρατάρχαις τῆς κτίσεως δουλουμένης, σάλπιγξι τειχῶν καὶ δρόμῳ πορθουμένων, προσθείς τε τἀμὰ τοῖς πάλαι βοωμένοις, „σόσ“, εἶπον, „εἰμί, καὶ τὸ πρὶν καὶ νῦν ἔτι.
195σὺ δίς με λήψῃ, κτῆμα τῶν σοι τιμίων, γῆς καὶ θαλάσσης δῶρον, ἐξηγνισμένον εὐχῇ τε μητρὸς καὶ φόβοις ἐξαισίοις. σοὶ ζήσομ’, εἰ φύγοιμι δισσὸν κίνδυνον. σὺ ζημιώσῃ λάτριν, εἰ προοῖό με.

(200)

καὶ νῦν μαθητὴς ἐν σάλῳ· τίνασσέ μοι τὸν ὕπνον ἢ πέζευε, καὶ στήτω φόβος.“ Ταῦτ’ εἶπον· ἡ δ’ ἔληξε πνευμάτων στάσις, πίπτει δὲ πόντος, ἡ δὲ ναῦς εὐθύπλοος. καὶ τοῦτο δ’ ἐστὶν ἐμπόρευμα τῆς ἐμῆς62
205εὐχῆς· τὸ γὰρ πλήρωμα τῆς νεὼς ἅπαν ἀπῆλθον εὐσεβοῦντες εἰς Χριστὸν μέγαν, διπλῆν λαβόντες ἐκ θεοῦ σωτηρίαν. Ῥόδον δ’ ὑπερβαλόντες μικρὸν ὕστερον εἰς Αἰγινήτην ὅρμον (Αἰγιναία γάρ
210ἡ ναῦς) πλέοντες οὐρίᾳ κατήραμεν. Ἔπειτ’ Ἀθῆναι καὶ λόγοι. τἀκεῖσε δέ ἄλλοι λεγόντων, ὡς μὲν ἐν φόβῳ θεοῦ ἀνεστράφημεν πρῶτα τὰ πρῶτ’ εἰδότες· ὡς δ’ ἐν νέων ἀκμῇ τε καὶ φορᾷ θράσους,
215ἄλλων σὺν ἄλλαις φατρίαις οἰστρουμένων, οὕτω διεξῄειμεν ἥσυχον βίον —πηγή τις, οἶμαι, πόντιος καθ’ ὑδάτων γλυκεῖα πικρῶν, ὥσπερ οὖν πιστεύεται— οὔθ’ ἑλκόμενοι πρὸς τῶν φερόντων εἰς βλάβην,
220ἕλκοντες αὐτοί τ’ εἰς τὰ κρείσσω τοὺς φίλους. Καὶ γάρ με καὶ τοῦτ’ εὖ πεποίηκεν θεός· συνῆψεν ἀνδρὶ τῷ σοφωτάτῳ φέρων, μόνῳ βίον τε καὶ λόγον πάντων ἄνω. τίς οὗτος; ἦ γνώσεσθε ῥᾳδίως λίαν.
225Βασίλειος ἦν, τὸ μέγ’ ὄφελος τοῦ νῦν βίου. τοῦτον λόγου τε καὶ στέγης καὶ σκεμμάτων κοινωνὸν εἶχον. εἴ τι δεῖ καὶ κομπάσαι· ξυνωρὶς ἦμεν οὐκ ἄσημος Ἑλλάδι. τὰ πάντα μὲν δὴ κοινά, καὶ ψυχὴ μία
230δυοῖν δέουσα σωμάτων διάστασιν. ὃ δ’ εἰς ἓν ἡμᾶς διαφερόντως ἤγαγεν, τοῦτ’ ἦν· θεός τε καὶ πόθος τῶν κρεισσόνων. ἐξ οὗ γὰρ εἰς τοσοῦτο θάρσους ἤλθομεν, ὥστ’ ἐκλαλῆσαι καὶ τὰ καρδίας βάθη,
235πλέον συνεσφίγγημεν ἀλλήλοις πόθῳ. τὸ γὰρ ὁμόγνωμον πιστὸν εἰς συμφυΐαν. Τί λοιπόν; ἡ πατρίς τε καὶ βίου τύποι. καὶ γὰρ πολὺς τέτριπτο τοῖς λόγοις χρόνος· ἤδη τριακοστόν μοι σχεδὸν τοῦτ’ ἦν ἔτος.
240ἐνταῦθ’ ἐπέγνων, οἷον εἰς ἡμᾶς πόθον
οἵαν τε δόξαν εἶχον οἱ συμπαίστορες. παρῆν ὁ καιρός—καὶ παρῆν πολὺς πόνος. ἔδει περιπλοκῶν τε καὶ στυγνῶν λόγων, τῶν ἐξοδίων μνήμης τ’ ἐμπυρευμάτων.64
245τῷ μὲν βίᾳ τε καὶ μόγις, εἶξαν δ’ ὅμως, εἰπόντι πολλὰς αἰτίας τῆς ἐξόδου. ἐμοὶ δὲ καὶ νῦν προτρέχει τὸ δάκρυον τῆς τηνικαῦτα συγχύσεως μεμνημένῳ. πάντες περιστάντες με σὺν πολλῷ τάχει,

(250)

ξένοι, συνήθεις, ἥλικες, διδάσκαλοι, ὅρκοις, ὀδυρμοῖς, καί τι μιγνύντες βίας (τὸ γὰρ φιλεῖν ἔπειθε τολμᾶν καὶ τόδε) ἀπρὶξ κατεῖχον μηδ’ ἄν, εἰ γένοιτό τι, πέμψειν λέγοντες ἐκεῖθεν—οὐδὲ γὰρ πρέπειν
255ἡμῶν Ἀθήνας ἐκπεσεῖν τὰς τιμίας— ὡς δὴ λόγων δώσοντες ἐκ ψήφου κράτος· ἕως ἔκαμψαν—καὶ γὰρ ἦν δρυὸς μόνης θρήνοις τοσούτοις ἀντιβῆναι καὶ λόγοις—, οὐ μὴν τελείως· καὶ γὰρ ἀνθεῖλκεν πατρίς
260πίστει κρατοῦσα τῶν ὑφ’ ἡλίῳ σχεδόν, ἐν ᾗ φιλοσοφεῖν τῶν καλῶν ἐφαίνετο, γονεῖς τε γήρᾳ καὶ χρόνῳ κεκμηκότες. Ἔτ’ οὖν Ἀθήναις μικρὸν ἐμμείνας χρόνον ἔκλεψα μικροῦ λάθρᾳ τὴν ἐκδημίαν·
265ἦλθον, λόγους ἔδειξα, τήν τινων νόσον ἔπλης’ ἀπαιτούντων με τοῦθ’ ὥς τι χρέος. οὐ γὰρ κρότων ἔμοιγε καὶ ψόφων λόγος οὐδὲ βλακευμάτων τε καὶ λυγισμάτων, οἷς οἱ σοφοὶ χαίρουσιν ἐν πλήθει νέων.
270πρῶτον δὲ τοῦτο φιλοσοφῆσαι προυθέμην, ῥῖψαι θεῷ καὶ τἆλλα καὶ πόνους λόγων, ὡς οἱ παρέντες μηλοβότους τὰς οὐσίας ἢ χρυσὸν ἀθροίσαντες εἰς ἅλμης βυθούς. ἀλλ’ ὃ προεῖπον, τοῖς φίλοις ὠρχησάμην.
275ταῦτ’ ἦν ἀγώνων ὥσπερ ἐγγυμνάσματα ἢ καὶ προτέλεια μειζόνων μυστηρίων. Ἔδει δὲ λοιπὸν ἀνδρικῶν βουλευμάτων. ἔνδον καθίζω τῶν φίλων κριτήριον, ἐμῶν λογισμῶν γνησίων παραινετῶν.
280στρόμβος κατεῖχε τὴν ἐμὴν δεινὸς φρένα τὸ κρεῖσσον ἐκζητοῦντος ἐν τοῖς κρείσσοσι.
τὸ μὲν τὰ σαρκὸς εἰς βυθοὺς ῥῖψαι πάλαι δεδογμένον τ’ ἦν καὶ τότ’ ἤρεσκεν πλέον. αὐτῶν δέ μοι σκοποῦντι τῶν θείων ὁδῶν66
285οὐ ῥᾷστον εὑρεῖν τὴν ἀμείνω καὶ λίαν. ἄλλων γὰρ εἵνεκ’ ἄλλο καλὸν ἢ κακόν ἐφαίνεθ’ ὥσπερ πολλαχοῦ τῶν πρακτέων. τοιοῦτο τοὐμόν, ὥς τινι προσεικάσαι, μακράν τιν’ οἷον ἐννοῶν ἐκδημίαν
290πλοῦν μὲν πεφεύγειν καὶ πόνους θαλασσίους, ὁδὸν δ’ ἀνίχνευον, ἥτις εὐπορωτέρα. Ἠλίαν εἶχον ἐν λόγῳ τὸν Θεσπίτην καὶ τὸν μέγαν Κάρμηλον ἢ ξένην τροφήν, τοῦ Προδρόμου τὸ κτῆμα, τὴν ἐρημίαν,
295παίδων Ἰωναδάβ τε ἄσκευον βίον· θείων τε βίβλων αὖθις ἐκράτει πόθος καὶ πνεύματος φῶς ἐν λόγου θεωρίᾳ, πρᾶγμ’ οὐκ ἐρήμης ἔργον οὐδ’ ἡσυχίας— ἕως ἐπ’ ἄμφω πολλάκις μετακλιθείς

(300)

τέλος διαιτῶ τοῖς πόθοις τοῦτον τρόπον καὶ τὴν πλάνην ἔστησα τοῦ νοῦ μετρίως. ὁρῶν γάρ, οὓς μὲν πρακτικὸς τέρπει βίος, ἄλλοις μὲν ὄντας χρησίμους τῶν ἐν μέσῳ, αὑτοῖς δ’ ἀχρήστους καὶ κακοῖς στροβουμένους,
305ἐξ ὧν τὸ λεῖον ἦθος ἐκκυμαίνεται, τοὺς δ’ ἐκτὸς ὄντας εὐσταθεῖς μέν πως πλέον καὶ πρὸς θεὸν βλέποντας ἡσύχῳ νοΐ, αὑτοῖς μόνοις δὲ χρησίμους φίλτρῳ στενῷ καὶ ζῶντας ἔξαλλόν τε καὶ τραχὺν βίον,
310μέσην τιν’ ἦλθον ἐρημικῶν καὶ μιγάδων, τῶν μὲν τὸ σύννουν, τῶν δὲ τὸ χρηστὸν φέρων. Προσῆν δὲ μεῖζον καὶ χάρις τῶν τιμίων, λέγω δὲ τοὺς φύσαντας, οἷς ὑπόχρεως. τούτων τὸ γῆρας (καὶ γὰρ εὐσεβέστατον
315γονεῦσι πρώτην ἐκ θεοῦ τιμὴν νέμειν, ἐξ ὧν ὑπάρχει καὶ τὸ γινώσκειν θεόν) ἔθαλπον, ἐστήριζον ἐκ παντὸς σθένους, ἐχειραγώγουν, ὡς ἐμαυτῷ δεξιόν θεῖναι τὸ γῆρας, γῆρας ἱλεούμενος.
320θερίζομεν γάρ, οἷά περ καὶ σπείρομεν. Τοῦτ’ ἦν μέρος μοι φιλοσόφου παιδεύσεως· τὸ μὴ δοκεῖν τὸν πρῶτον ἐκπονεῖν βίον,
εἶναι δὲ μᾶλλον ἢ δοκεῖν θεῷ φίλον. στέργειν μὲν οὖν δεῖν ᾠόμην καὶ πρακτικούς,68
325ὅσοι λελόγχας’ ἐκ θεοῦ τιμήν τινα λαοὺς ἄγοντες ἐνθέοις τελέσμασιν. πλείων δέ μ’ εἶχε τῶν μοναστικῶν πόθος, καίπερ δοκοῦντα συντετάχθαι πλείοσιν· τρόπων γὰρ εἶναι τὴν μονήν, οὐ σωμάτων.
330τὸ βῆμα δ’ ἦν μοι σεπτόν, ἀλλ’ ἑστηκότι πόρρωθεν, ὡς φῶς ἡλίου τῶν ὄψεων ταῖς ἀσθενούσαις. πάντ’ ἂν ἤλπισα πλέον ἢ τοῦτο δέξασθ’ ἐν πολλαῖς στροφαῖς βίου. μηδὲν μέγ’ εἴπῃς, συντόμως, ἄνθρωπος ὤν.
335ἀεὶ κολούει τὰς ἐπάρσεις ὁ φθόνος. μηδὲν λάβῃς ἔξωθεν, τἀμὰ δὲ σκόπει. Οὕτω φρονοῦντι δεινὸς ἐμπίπτει κλόνος. ὁ γὰρ πατήρ με, καίπερ ἀκριβέστατα γνώμην γινώσκων τὴν ἐμήν, οὐκ οἶδ’ ὅθεν,
340ἴσως δὲ φίλτρῳ πατρικῷ κινούμενος (δεινὸν δὲ φίλτρον ἐστὶ σὺν ἐξουσίᾳ), ὡς ἂν κατάσχοι ταῖς πέδαις τοῦ πνεύματος ὧν τ’ εἶχε τιμήσειε τοῖς ἀμείνοσιν, κάμπτει βιαίως εἰς θρόνων τοὺς δευτέρους.
345οὕτω μὲν οὖν ἤλγησα τῇ τυραννίδι —οὔπω γὰρ ἄλλως τοῦτ’ ὀνομάζειν ἰσχύω, καί μοι τὸ θεῖον πνεῦμα συγγιγνωσκέτω οὕτως ἔχοντι—, ὥστε πάντων ἀθρόως, φίλων, φυσάντων, πατρίδος, γένους λυθείς,

(350)

ὡς οἱ μύωπι τῶν βοῶν πεπληγότες, εἰς Πόντον ἦλθον τῆς ἀνίας φάρμακον θήσων ἐμαυτῷ τῶν φίλων τὸν ἔνθεον. ἐκεῖ γὰρ ἤσκει τὴν θεοῦ συνουσίαν, νέφει καλυφθεὶς ὡς σοφῶν τις τῶν πάλαι·
355Βασίλειος οὗτος ἦν, ὃς ἐν ἀγγέλοις τὰ νῦν. τούτῳ τὸ λυποῦν ἐξεμάλθασσον φρενός. Ἐπεὶ δ’ ὁ μὲν γήρᾳ τε κάμνων καὶ πόθῳ ἐδεῖτο πολλὰ παιδὸς ὁ χρηστὸς πατήρ τιμὴν παρασχεῖν ταῖς τελευταίαις πνοαῖς,
360ἐμοὶ δ’ ἔπεσσεν ὁ χρόνος τὴν συμφοράν, ὡς μήποτ’ ἐχρῆν, αὖθις εἰς βυθὸν τρέχω δείσας στεναγμὸν πατρικῶν κινημάτων, μή μοι τὸ φίλτρον εἰς κατάραν ἐκπέσῃ·
τοιοῦτόν ἐστιν ἁπλότης ὠργισμένη.70
365 Μικρὸν μέσον τι, καὶ πάλιν τρικυμία, οὐκ ἔστιν εἰπεῖν ὅσσον ἀγριωτέρα. οὐδὲν δὲ χεῖρον πάντα γνωρίσαι φίλοις. ἀρχήν τιν’ ἔπραττ’ οὑμὸς ἀδελφὸς κοσμικήν —ἀδελφὸς οὑμός, ὦ κάκισθ’, ὅσον σθένεις—
370ἡ δ’ ἦν ταμείων πίστις. ἐν δ’ ἀρχῇ μέσῃ θνῄσκει, κυνῶν δὲ πλῆθος ἐξανίσταται τοῖς τοῦ θανόντος χρήμασιν καὶ λειψάνοις. πάντ’ ἐσπάρασσον οἰκέται, ξένοι, φίλοι. τίς γὰρ πεσούσης οὐ ξυλεύεται δρυός;
375 Ἐγὼ δ’, ὅσον μὲν ἧκεν εἰς ἐμὸν λόγον, οὔποτ’ ἂν ἔδεισα πραγμάτων ἐπιδρομάς· πτηνὸν γάρ εἰμι ῥᾳδίως μετάρσιον. ὅμως δ’ ἀνάγκη πάντα τῷ καλῷ πατρί συνδιαφέρειν, καὶ χρηστὰ καὶ τἀναντία,
380κοινωνὸν ὄντα πραγμάτων, οὐ χρημάτων. ὡς δ’ οἱ βάσιν τὸ πρῶτον οὐ πεπηγότες ἅπαξ ὀλισθήσαντες εἰς κρημνοῦ βάθος πίπτουσιν, οὐκέτ’ ὄντες αὑτῶν ἐγκρατεῖς, οὕτως ἔμοιγε τῶν κακῶν γεγευμένῳ
385ἄλλοις ἔπ’ ἄλλο δεινὸν ἐξηγείρετο. Ἧκέν ποθ’ ἡμῖν—τἀμμέσῳ σιγήσομαι, τοῦ μὴ δοκεῖν βλάσφημον ἐκφέρειν λόγον κατ’ ἀνδρός, ὃν νῦν εὐλογῶν ἐπαυσάμην— ἀλλ’ ἧκεν ἡμῖν τῶν φίλων ὁ φίλτατος,
390Βασίλειος—οἴμοι τῶν λόγων· ἐρῶ δ’ ὅμως—, ἄλλος πατήρ μοι φορτικώτερος πολύ· τὸν μὲν γὰρ ἐχρῆν καὶ τυραννοῦντα στέγειν, τὸν δ’ οὐκ ἀνάγκη τῆς ἑταιρίας χάριν βλάβην φερούσης, οὐκ ἀπαλλαγὴν κακῶν.
395οὐκ οἶδ’ ἐμαυτοῦ τὰς ἁμαρτίας πλέον, αἳ πολλὰ δή με πολλάκις δεδήχασιν, μέμψωμ’, ὑπερζέοντος ὡς ἀεὶ νέου τοῦ συμπεσόντος, ἢ σὲ τῆς ἐπάρσεως, ἀνδρῶν ἄριστε, ἣν δέδωκεν ὁ θρόνος;

(400)

ὡς τῶν γε λοιπῶν εἵνεχ’, ἱλήκοις λόγῳ, τάχ’ οὐδ’ ἂν αὐτὸς ἠξίους ὑπερζυγεῖν· οὔκουν τὸ πρόσθεν, ὦ φέριστ’, οὐδ’ ἠξίους· εἰ δ’ ἠξίους, τυχόν σε τῶν εὖ εἰδότων ἄμφω κατέσχεν ἄν τις εὐγνώμων κριτής.
405τί οὖν πέπονθας; πῶς τοσοῦτον ἀθρόως ἔρριψας ἡμᾶς; ὡς ὄλοιτ’ ἐκ τοῦ βίου νόμος φιλίας οὕτω σεβούσης τοὺς φίλους. λέοντες ἦμεν ἐχθές, ἀλλὰ σήμερον πίθων ἔγωγε· σοὶ δὲ μικρὸν καὶ λέων.72
410εἴ τοί γε πάντας—φθέγξομ’ ὑψηλὸν λόγον— οὕτως ἑώρας τοὺς φίλους, οὐ χρῆν γ’ ἐμέ, ὃν καὶ φίλων ἔμπροσθεν ἦγες ἦν ὅτε, πρὶν ἦς ὑπερνεφῶν τὰ πάντ’ ἔχων κάτω. Τί, θυμέ, βράζεις; εἶργε τὸν πῶλον βίᾳ.
415πρὸς νύσσαν αὖθις οἱ λόγοι. ἐκεῖνος ἦν ψεύστης ἔμοιγε, τἆλλα δ’ ἀψευδέστατος, ὅς μου λέγοντος ταῦτ’ ἀκούσας πολλάκις, ὡς νῦν μὲν οἰστὰ πάντα, κἂν χείρω πέσῃ, εἰ δ’ ἐκλίποιεν οἱ τεκόντες τὸν βίον,
420κἀμοὶ τὰ πράγματ’ ἐκλιπεῖν ἅπας λόγος, ὡς ἄν τι κερδάναιμι τῆς ἀνεστίου ζωῆς πολίτης ῥᾷστα ὢν παντὸς τόπου— ταῦτ’ οὖν ἀκούων καὶ συναινῶν τῷ λόγῳ ὅμως βιάζετ’ εἰς ἐπισκοπῆς θρόνον,
425αὐτὸς πατήρ τε δίς με τοῦτο πτερνίσας. Μήπω ταραχθῇς, πρὶν ἂν ἐκμάθῃς τὸ πᾶν. εἰ πλεῖστον ἐσκέψαντο δυσμενεῖς χρόνον, ὅπως ἀτιμάσαιεν, οὐκ ἄλλον τινά εὑρεῖν ἂν αὐτοὺς οἴομ’ ἢ τὸν νῦν τρόπον.
430ποθεῖς ἀκοῦσαι; πάντες οὐκ ἐροῦσί σοι, ὅσοις τὸ πρᾶγμ’ ἔδοξε τῶν οὐκ ἐνδίκων; ἐγὼ μὲν οἷον ἐμπαρέσχον τῷ φίλῳ ἐμαυτόν, οἶδε Πόντος, οἶδε καὶ πόλις ἡ Καισαρέων καὶ πάντες οἱ κοινοὶ φίλοι.
435μικροπρεπὲς γὰρ ταῦτ’ ὀνειδίζειν ἐμέ. τὸν μὲν γὰρ εὖ παθόντα μεμνῆσθαι πρέπει, ὧν εὖ πέπονθε, τὸν δράσαντα δ’ οὐδαμῶς. ὁ δ’ οἷος ἡμῖν, πειθέτω τὰ πράγματα. Σταθμός τίς ἐστιν ἐν μέσῃ λεωφόρῳ
440τῆς Καππαδοκῶν, ὃς σχίζετ’ εἰς τρισσὴν ὁδόν, ἄνυδρος, ἄχλους, οὐδ’ ὅλως ἐλεύθερος, δεινῶς ἀπευκτὸν καὶ στενὸν κωμύδριον. κόνις τὰ πάντα καὶ ψόφοι καὶ ἅρματα, θρῆνοι, στεναγμοί, πράκτορες, στρέβλαι, πέδαι,
445λαὸς δ’ ὅσοι ξένοι τε καὶ πλανώμενοι.
αὕτη Σασίμων τῶν ἐμῶν ἐκκλησία· τούτοις μ’ ὁ πεντήκοντα χωρεπισκόποις στενούμενος δέδωκε—τῆς εὐψυχίας— καὶ ταῦθ’, ἵν’ ἁρπάζοντος ἄλλου πρὸς βίαν74

(450)

περικρατήσῃ τὴν καθέδραν καινίσας. ἡμεῖς γὰρ αὐτῷ τῶν ἀρηΐων φίλων τὰ πρῶτα—καὶ γὰρ ἦμεν ἄλκιμοί ποτε, καὶ δεινὸν οὐδὲν τραύματ’ ηὐλογημένα. πρὸς τοῖς γὰρ ἄλλοις, οἷς ἀπηριθμησάμην,
455οὐδ’ ἦν ἀναιμωτί γε τοῦ θρόνου κρατεῖν· μεταίχμιον γὰρ ἀντεπισκόπων δύο τοῦτ’ ἦν, συνερρώγει τε δεινός τις μόθος, οὗ δημιουργὸς ἡ τομὴ τῆς πατρίδος δύω πόλεις τάξασα μικρῶν μητέρας.
460ψυχαὶ πρόφασις, τὸ δ’ ἔστιν ἡ φιλαρχία· ὀκνῶ γὰρ εἰπεῖν, οἱ πόροι τε καὶ φόροι, ἐξ ὧν δονεῖται πᾶς ὁ κόσμος ἀθλίως. Τί οὖν με ποιεῖν, πρὸς θεοῦ, δίκαιον ἦν; στέργειν; δέχεσθαι τῶν κακῶν τὰς ἐμβολάς;
465βάλλεσθ’ ἀωρί; συμπνίγεσθαι βορβόρῳ; μηδ’ ἔνθα θείην εὐπορεῖν γῆρας τόδε ἀεὶ βιαίως ἐκ σκέπης ὠθούμενον; μηδ’ ἄρτον ἕξων τῷ ξένῳ διακλάσαι, πένης πένητα λαὸν εὐθύνειν λαχών,
470ὧν μὲν κατορθώσαιμι, μηδὲ ἓν βλέπων, ὧν δ’ αἱ πόλεις ἔχουσιν, εὐπορῶν κακῶν, τρυγῶν ἀκάνθας, οὐκ ἀπανθίζων ῥόδα, τὰ δεινὰ γυμνὰ τῶν καλῶν καρπούμενος; ἄλλην ἀπαίτει μ’, ἣν θέλεις, εὐψυχίαν,
475τὴν δὲ πρότεινε τοῖς ἐμοῦ σοφωτέροις. Τοιαῦτ’ Ἀθῆναι καὶ πόνοι κοινοὶ λόγων, ὁμόστεγός τε καὶ συνέστιος βίος, νοῦς εἷς ἐν ἀμφοῖν, οὐ δύω, θαῦμ’ Ἑλλάδος· καὶ δεξιαί, κόσμον μὲν ὡς πόρρω βαλεῖν,
480αὐτοὺς δὲ κοινὸν τῷ θεῷ ζῆσαι βίον λόγους τε δοῦναι τῷ μόνῳ σοφῷ λόγῳ. διεσκέδασται πάντα, ἔρριπται χαμαί, αὖραι φέρουσι τὰς παλαιὰς ἐλπίδας. ποῦ τις πλανηθῇ; θῆρες, οὐ δέξεσθέ με,
485παρ’ οἷς τὸ πιστὸν πλεῖον, ὡς γ’ ἐμοὶ δοκεῖ; Ἔσχεν μὲν οὕτω ταῦτα, συντόμως φράσαι.
ἐπεὶ δ’ ἐκάμφθην, οὐ φρόνημ’, ἀλλ’ αὐχένα— τί φῶ; πόθεν δὲ τὴν ἐμὴν ὠδῖνά σοι πᾶσαν παραστήσαιμι; κέντρα μοι πάλιν,76
490πάλιν φυγάς τις καὶ δρομαῖος εἰς ὄρος κλέπτων φίλην δίαιταν, ἐντρύφημ’ ἐμόν. τί μοι τὸ κέρδος; οὐ γὰρ εὔτονος φυγάς ἦν, ὡς ἔοικε. πάντα δ’ εἰδὼς καρτερεῖν ἓν τοῦτ’ ἀγεννής· πατρὸς οὐ φέρω χόλον.
495πρῶτον μὲν οὖν ἀγῶνα ποιεῖται πατήρ ἐνιδρῦσαί με Σασίμοις· ὡς δ’ ἠσθένει, ὁ δεύτερος πλοῦς ἀλλὰ μὴ κάτω μένειν, αὐτῷ δὲ συμπονοῦντα (καὶ γὰρ ἦν βαρύς ταῖς σαρξὶν ἤδη) συνελαφρίζειν πόνους,

(500)

χεῖρας προτείνων, τῆσδε τῆς γενειάδος ἁπτόμενος, οἵοις πρός με χρώμενος λόγοις. „Πατήρ σε λίσσεθ’, υἱέων ὦ φίλτατε, πατὴρ ὁ πρέσβυς τὸν νέον, τὸν οἰκέτην ὁ δεσπότης φύσει τε καὶ διπλῷ νόμῳ.
505οὐ χρυσὸν αἰτῶ ς’, οὐ λίθους οὐδ’ ἄργυρον, οὐ γῆς ἀρούρας, τέκνον, οὐδ’ ὅσα τρυφῆς. ζητῶ ς’ Ἀαρὼν καὶ Σαμουὴλ πλησίον θεῖναι θεῷ τε τίμιον παραστάτην. ὁ δοὺς ἔχει σε· τέκνον, μή μ’ ἀτιμάσῃς,
510ὡς ἵλεώ γε τοῦ μόνου τύχοις πατρός. καλὸν τὸ αἴτημ’, εἰ δὲ μή γε, πατρικόν. οὔπω τοσοῦτον ἐκμεμέτρηκας βίον, ὅσος διῆλθε θυσιῶν ἐμοὶ χρόνος. δὸς τὴν χάριν, δός—ἢ τάφῳ μ’ ἄλλος δότω.
515ταύτην ὁρίζω τῆς ἀπειθείας δίκην. δὸς τὰς βραχείας ἡμέρας τῷ λειψάνῳ. τὰ δ’ εἰσέπειτα σοὶ φίλως βουλευτέα.“ Ἐπεὶ δ’ ἤκουσα ταῦτα καὶ ψυχὴ βάρους μικρὸν διέσχεν ὥσπερ ἥλιος νέφους—
520τί γίνεται; ποῖ τἀμὰ καταστρέφει πάθη; ἐνουθέτης’ ἐμαυτόν, ὡς οὐδὲν βλάβος ἕως καθέδρας πατρὸς ἐκπλῆσαι πόθον. „οὐ γὰρ καθέξει τοῦτ’“, ἔφην, „ἄκοντά με, ὃν οὔτε κήρυγμ’ οὔθ’ ὑπόσχεσις κρατεῖ.“
525οὕτως ἀνήγαγέν με νικήσας φόβος. Ἐπεὶ δ’ ὑπεξῆλθον μὲν οἱ γονεῖς βίου κλῆρον λαχόντες, εἰς ὃν ἔσπευδον πάλαι,
ἐγὼ δ’ ἐλείφθην οὐ καλῶς ἐλεύθερος, τῆς μὲν δοθείσης οὐδ’ ὅλως ἐκκλησίας78
530προσηψάμην, οὐδ’ ὅσσον λατρείαν μίαν θεῷ προσενεγκεῖν ἢ συνεύξασθαι λεῴ ἢ χεῖρα θεῖναι κληρικῶν ἑνί γέ τῳ· τῆς πατρικῆς δέ—καὶ γὰρ οὐκ ἀνίεσαν ὁρκοῦντες, ἐμπίπτοντες εὐλαβῶν τινες,
535πολλῶν ἀτελέστων μηνύοντες ἐξόδους— χρόνον βραχὺν μὲν ὡς ξένος ἀλλοτρίας ἔσχον τιν’ ἐπιμέλειαν, οὐκ ἀρνήσομαι, τοῦτ’ αὐτὸ φάσκων τοῖς ἐπισκόποις ἀεί αἰτῶν τε δῶρον ἐκ βάθους τῆς καρδίας,
540στῆσαί τιν’ ἄνδρα τῷ πτολίσματι σκοπόν, λέγων ἀληθῆ, ἓν μέν, ὡς οὔπω τινά εἰληφὸς εἴη γνωρίμῳ κηρύγματι, τὸ δεύτερον δέ, ὡς πάλαι δεδογμένον εἴη φυγεῖν με καὶ φίλους καὶ πράγματα.
545 Ὡς δ’ οὐκ ἔπειθον τοὺς μὲν ἐκ πολλοῦ πόθου κρατεῖν θέλοντας, τοὺς δ’ ἴσως ὑπέρφρονας, πρῶτον μὲν ἦλθον εἰς Σελεύκειαν φυγάς, τὸν παρθενῶνα τῆς ἀοιδίμου κόρης Θέκλας· „τάχ’ ἂν πεισθεῖεν ἀλλ’ οὕτω“, λέγων,

(550)

„χρόνῳ καμόντες ἡνίας δοῦναί τινι.“ καί μοι διῆλθεν οὐ βραχὺς τῇδε χρόνος. Ἐπεὶ δ’ ἐπιστὰς τοῖς ἐμοῖς αὖθις κακοῖς, ὧν μὲν ἐνόμιζον, εὗρον οὐδὲ ἓν καλῶν, ὧν δ’ ἐκπεφεύγειν πραγμάτων, πολὺ στῖφος,
555ὑπερφανέντων ὥσπερ ἐκ προθεσμίας, ἐνταῦθα δή μοι τοῦ λόγου τὸ σύντονον. ἐρῶ δ’, ἃ λέξω, καίπερ εὖ ἐγνωκόσιν, ἵν’ ἡμᾶς οὐκ ἔχοντες ἀλλὰ τὸν λόγον ἔχητε τοῦτον, τῆς ἀνίας φάρμακον,
560ἐχθροῖς ὄνειδος, μαρτυρίαν δὲ τοῖς φίλοις ὧν ἠδικήμεθ’ οὐδὲν ἠδικηκότες. Δύω μὲν οὐ δέδωκεν ἡλίους φύσις, δισσὰς δὲ Ῥώμας, τῆς ὅλης οἰκουμένης λαμπτῆρας, ἀρχαῖόν τε καὶ νέον κράτος,
565τοσοῦτο διαφέροντε ἀλλήλων, ὅσον τὴν μὲν προλάμπειν ἡλίου, τὴν δ’ ἑσπέρας, κάλλει δὲ κάλλος ἀντανίσχειν συζύγως. τούτων δὲ πίστιν ἡ μὲν ἦν ἐκ πλείονος
καὶ νῦν ἔτ’ ἐστὶν εὔδρομος, τὴν ἑσπέραν80
570πᾶσαν δέουσα τῷ σωτηρίῳ λόγῳ, καθὼς δίκαιον τὴν πρόεδρον τῶν ὅλων ὅλην σέβουσα τὴν θεοῦ συμφωνίαν· ἡ δ’ ἦν τὸ πρόσθεν ὀρθόπους, νῦν δ’ οὐκέτι —ταύτην λέγω δὴ τὴν ἐμήν, εἶτ’ οὐκ ἐμήν—,
575ἀλλ’ ἐν βυθοῖς ἔκειτο τῆς ἀπωλείας, ἐξ οὗ τὸ κοῦφον ἄστυ καὶ πλῆρες κακῶν πάντων Ἀλεξάνδρεια, θερμότης ἄνους, ἔπεμψ’ Ἄρειον, τὸ βδέλυγμ’ ἐρημίας, ὃς πρῶτος εἶπεν· „ἡ τριὰς οὐ σεπτέα“,
580ὅρους δ’ ἔθηκεν ἀξίας φύσει μιᾷ τεμὼν ἀνίσως τὴν ἀμέριστον οὐσίαν, ἕως κατετμήθημεν εἰς πολλὰς ὁδούς. Ὅμως δὲ καίπερ ἀθλιωτάτη πόλις οὕτως ἔχουσα κατὰ τὸν ἐκ χρόνου νόμον
585—ἔθος γὰρ ἐγχρονίζον εἰς νόμον τελεῖ— θανοῦσά τ’ οἰκτρὸν ἐξ ἀπιστίας μόρον εἶχέν τι μικρὸν ζωτικῆς σπέρμα πνοῆς, ψυχὰς τελείας τῷ λόγῳ τῆς πίστεως, λαὸν βραχὺν μέν, τῷ θεῷ δὲ πλείονα,
590ὃς οὐκ ἀριθμεῖ πλῆθος, ἀλλὰ καρδίας, πιστὸν φύτευμα, κλῆμα τιμιώτατον. τούτοις—ἐδόξαμεν γὰρ ἐν θεῷ τινες εἶναι βίῳ τε καὶ λόγῳ τῶν γνωρίμων καίπερ ἀεὶ ζήσαντες ἄγροικον βίον—
595ἔπεμψεν ἡμᾶς ἡ χάρις τοῦ πνεύματος πολλῶν καλούντων ποιμένων καὶ θρεμμάτων λαοῦ βοηθοὺς καὶ λόγου συλλήπτορας, ὡς ἂν καταψύξαιμεν εὐσεβεῖ ῥοῇ ψυχὰς ἀνύδρους καὶ χλοαζούσας ἔτι

(600)

τροφῇ τ’ ἐλαίου συγκραθῇ λύχνῳ τὸ φῶς, γλῶσσαι δὲ λάβροι καὶ πολύστροφοι πλοκαί, ἐξ ὧν τὸ ἁπλοῦν οἴχεται τῆς πίστεως, ἱστοί τ’ ἀράχνης, σαθρὰ δεσμωτήρια, τὰ κοῦφα συνδέοντες, ἰσχυροῖς γέλως,
605ῥαγεῖεν ἢ λυθεῖεν ἐν στερροῖς λόγοις, οἵ τ’ ἐμπεσόντες ἐκφύγοιεν τοὺς βρόχους. Οὕτω μὲν ἦλθον, οὐχ ἑκών, ἀλλ’ ἀνδράσιν κλαπεὶς βιαίοις, ὡς λόγου συνήγορος. καὶ γάρ τις ἐθρυλεῖτο καὶ συνήλυσις
610ἐπισκόπων νέηλυν αἵρεσιν, λόγον ἐπεισαγόντων ταῖς φίλαις ἐκκλησίαις, ὃς τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου κρᾶσιν, ἣν οὐ τραπεὶς ἐδέξατ’ ἄνθρωπον λαβών ἔμψυχον, ἔννουν, ἐμπαθῆ τὰ σώματος,82
615Ἀδὰμ ὅλον τὸν πρόσθε πλὴν ἁμαρτίας, ταύτην τεμὼν ἄνουν τιν’ εἰσάγει θεόν ὥσπερ δεδοικώς, μὴ θεῷ μάχηθ’ ὁ νοῦς —οὕτω γὰρ ἂν δείσαιμι καὶ σαρκὸς φύσιν, μᾶλλον γὰρ αὕτη, καὶ θεοῦ πορρωτάτω—
620ἢ τῶν μὲν ἄλλων δεομένων σωτηρίας τὸν νοῦν δ’ ὀλέσθαι παντελῶς δεδογμένου, ὃς δὴ μάλιστα τῷ θεῷ μου σωστέος, ὃς καὶ μάλιστ’ ὤλισθεν ἐν πρώτου πλάσει· ὃ γὰρ δέδεκτο, καὶ παρεῖδε τὸν νόμον,
625ὃ δ’ ἦν 〈τὸ〉 παριδόν, τοῦτο καὶ προσλήψιμον. μὴ τοίνυν ἥμισύν με σῳζέτω λόγος ὅλον παθόντα, μηδ’ ἀτιμούσθω θεός ὡς οὐχ ὅλον λαβών με, πηλὸν δὲ μόνον, ψυχὴν δ’ ἄνουν τε κἀλόγου ζῴου τινός,
630ὃ καὶ σέσωσται δηλαδὴ τῷ σῷ λόγῳ. Καὶ ληξάτω τοιαῦτα εὐσεβῶν ἅπας. ἴσον τι γὰρ πταίουσιν ἐξ ἐναντίας τοῖς εἰσάγουσιν ἀσκόπως υἱοὺς δύο, τὸν ἐκ θεοῦ τε καὶ τὸν ἐκ τῆς παρθένου,
635οἱ τὴν κάτω τέμνοντες εὐαρμοστίαν, οἱ μὲν ξέοντες, οἱ δὲ διπλοῦντες κακῶς. εἰ γὰρ δύω, δέδοικα μὴ ἓν τῶν δύο, ἢ προσκυνῶμεν ἀνθ’ ἑνὸς δύω θεούς, ἢ τοῦτο μὴ πάθωμεν εὐλαβούμενοι
640πέμπωμεν ἔξω τοῦ θεοῦ τὸ σύνθετον. ὧν μὲν γὰρ ἡ σάρξ, οὐδὲν ἂν πάθοι θεός. θεοῦ δ’ ὅλου μετέσχεν ἀνθρώπου φύσις, οὐχ ὡς προφήτης ἤ τις ἄλλος ἐνθέων —ὃς οὐ θεοῦ μετέσχε, τῶν θεοῦ δέ γε—,
645ἀλλ’ οὐσιωθεῖς’ ὥσπερ αὐγαῖς ἥλιος. οὗτοι μὲν οὖν ἔρροιεν ἐκ μέσου λόγου, εἰ μὴ σέβοιεν ὡς ἓν ἄνθρωπον θεόν, τὸν προσλαβόντα σύν γε τῷ προσλήμματι, τὸν ἄχρονόν τε καὶ τὸ συμμιγὲς χρόνῳ,

(650)

τὸν ἐκ μόνου πατρός τε καὶ μητρὸς μόνης,
δύω φύσεις εἰς Χριστὸν ἐλθούσας ἕνα. Τὰ δ’ ἡμέτερα πῶς καὶ τίν’ ἔσχε τὸν τρόπον; πολλοῖς συνηνέχθημεν ἐλθόντες κακοῖς. πρῶτον μὲν ἐξέζεσε καθ’ ἡμῶν ἡ πόλις84
655ὡς εἰσαγόντων ἀνθ’ ἑνὸς πλείους θεούς. θαυμαστὸν οὐδέν· ἦσαν οὕτως ἠγμένοι, ὥστ’ ἀγνοεῖν παντάπασιν εὐσεβῆ λόγον, πῶς ἡ μονὰς τριάζεθ’, ἡ τριὰς πάλιν ἑνίζετ’ ἀμφοῖν ἐνθέως νοουμένοιν.
660καὶ πρός γε τοῖς πάσχουσι δῆμος ἕλκεται, ὡς τῷ τότε σφῶν προστάτῃ καὶ ποιμένι οἶκτον λαβόντι τοῦ πάθους ὑπέρμαχον, δῆμος τοσοῦτος καὶ φρονήματος πλέως, ᾧ μὴ τὸ νικᾶν πάντα ἔσχατος ψόγος.
665λίθους παρήσω τὴν ἐμὴν πανδαισίαν, ὧν ἕν τι μέμφομ’· οὐ γὰρ ἦσαν εὔστοχοι τούτων τυχόντες, ὧν τυχεῖν κενὸς φόνος. ἔπειθ’ ὑπάρχοις ὡς φονεὺς εἰσηγόμην βλέπουσιν ὑψηλόν τι καὶ μετάρσιον,
670οἷς εἷς νόμος τὸν δῆμον ἵλεων ἔχειν, ὁ δεινὸν οὐδὲν πώποτ’ οὐδ’ εἰργασμένος οὐδ’ ἐννοήσας ὡς μαθητὴς τοῦ λόγου. καί μοι παρέστη τοῦ λόγου συνήγορος Χριστὸς βοηθῶν τῷ συνηγόρῳ λόγων,
675ὃς καὶ λεόντων οἶδεν ἐκσῴζειν ξένους καὶ πῦρ δροσίζειν εἰς ἀναψυχὴν νέων, κῆτος δὲ ποιεῖν εὐσεβῶν εὐκτήριον· οὗτός μ’ ἐδόξας’ ἐν ξένῳ κριτηρίῳ. Ἔπειτα δεινὸς τῶν ἐμῶν οἰδεῖ φθόνος
680εἰς Παῦλον ἑλκόντων με κἀπολλώ τινα, τοὺς μήτε σαρκωθέντας ἡμῖν πώποτε μήτ’ ἐκχέαντας αἷμα τιμίου πάθους· ἀφ’ ὧν καλούμεθ’, οὐχὶ τοῦ σεσωκότος· οἷς συνδονεῖται πάντα καὶ συσσείεται—
685ὡς εὐδρομούσης τἆλλα τῆς ἐκκλησίας. πῶς δ’ ἄν ποτ’ ἢ ναῦς ἢ πόλις, πῶς δ’ ἂν στρατός ἢ καὶ χοροῦ πλήρωμα, πῶς δ’ οἶκος φίλος σταίη πλέον τὸ βλάπτον ἢ κρατοῦν ἔχων; τοῦτ’ οὖν ἔπασχε τηνίχ’ ὁ Χριστοῦ λεώς·
690πρὶν γὰρ παγῆναι καὶ τυχεῖν παρρησίας, πρὶν ἐκλυθῆναι σπαργάνων τῶν παιδικῶν,
οὔπω τελείως τὴν βάσιν ἐρηρεισμένος, ἐκόπτετ’, ἐρριπτεῖτο, ἐσπαράσσετο ἐν ὄψεσιν τεκόντων εὐγενὴς τόκος86
695ἀτεκνίαν πεινῶσι τὴν ἐμὴν λύκοις. οὐ γὰρ φορητὸν ἄνδρα τὸν πενέστατον, ῥικνόν, κάτω νεύοντα καὶ δυσείμονα, γαστρὸς χαλινοῖς, δάκρυσιν τετηκότα φόβῳ τε τοῦ μέλλοντος, ὡς δ’ ἄλλων κακοῖς,

(700)

οὐδ’ εὐφυῶς ἔχοντα τῆς προσόψεως, ξένον, πλανήτην, γῆς σκότῳ κεκρυμμένον τῶν εὐσθενούντων καὶ καλῶν πλέον φέρειν. Σχεδὸν γὰρ αὐτῶν ταῦτα ἐξηκούετο· „θωπεύομεν, σὺ δ’ οὐχί· τιμῶμεν θρόνους,
705σὺ δ’ εὐλάβειαν· ἀρτύσεις ἡμῖν φίλαι, σοὶ δ’ εὐτέλεια, καὶ τρυφῆς ἔσθων ἅλας τῆς ὀφρυώδους ἁλμυρὸν καταπτύεις. δουλεύομεν καιροῖς τε καὶ λαῶν πόθοις ἀεὶ διδόντες τῷ πνέοντι τὸ σκάφος,
710χαμαιλεόντων τε τρόπον καὶ πολυπόδων πολλὰς τιθέντες τοῖς λόγοις ἀεὶ χρόας. σὺ δ’ ἡμὶν ἄκμων ἀνήλατος, τῆς ὀφρύος. ὥσπερ μιᾶς γε πίστεως οὔσης ἀεί στενοῖς τὸ δόγμα τῆς ἀληθείας σφόδρα,
715σκαιὰν βαδίζων πάντοτε τοῦ λόγου τρίβον. πόθεν δέ σοι, βέλτιστε, καὶ γλώσσῃ λάλῳ τὸν λαὸν ἕλκειν, τοὺς δὲ βάλλειν εὐστόχως κακῶς φρονοῦντας ἐν πολυσχιδεῖ πλάνῃ, διπλοῦν τιν’ ὄντα τοῖς φίλοις καὶ τοῖς ξένοις,
720τοῖς μὲν λίθον μάγνητα, τοῖς δὲ σφενδόνην;“ Ταῦτ’ εἰ μὲν οὐκ’ ἔσθ’, ὥσπερ οὐκ’ ἔστιν, κακά, τί δυσχεραίνεις ὥς τι πάσχων ἔκτοπον; εἰ δ’ ἔστι καὶ σοὶ τοῦτο φαίνεται μόνῳ, κρῖνον δικαίως ὡς θεοῦ παραστάτης
725ξαίνειν με τὸν πταίοντα, τὸν λαὸν δ’ ἔα, ὃς οὐδὲν ἠδίκηκεν ἢ στέργων ἐμέ ἡττημένος τε τῶν ἐμῶν διδαγμάτων. Τὰ πρῶτα μὲν δὴ καὶ φέρειν οἷός τε ἦν. εἰ γάρ με καὶ τὸ καινὸν ἐπτόει βραχύ,
730ὡς ἀθρόως τις ὠσὶν ἐμπεσὼν ψόφος ἢ τοῖς ἀπείροις ἀστραπῆς αὐγῆς τάχος, ἀλλ’ ἦν ἔτ’ ἀπλὴξ καὶ φέρειν πάντα σθένων·
ἥ τ’ ἐλπὶς οὖσα πραγμάτων ἐλευθέρων, τοῦ μὴ πάλιν μοι ταὐτὸ συμπεσεῖν πάθος,88
735ἔπειθε ῥᾷον διαφέρειν τὴν συμφοράν. ἃ δ’ ἦλθεν ἡμῖν αὖθις ἐκ τούτων κακά— ὢ πῶς ἂν ἐκφράσαιμι τοὺς ἐμοὺς πόνους; ὢ τῶν κακῶν ποριστά, δαῖμον βάσκανε, πῶς ἴσχυσας τοσοῦτον ἐκπλῆσαι κακόν;
740οὐχ αἷμά μ’ οὐδὲ βάτραχος, οὐ σκνιπῶν νέφος οὐδὲ κυνόμυια οὔτε τις κτηνῶν φθορά, οὐ φλυκτίς, οὐ χάλαζ’, οὐκ ἀκρίς, οὐ σκότος, οὐ πρωτοτόκων ὄλεθρος, ἔσχατον κακῶν, ἔκαμψεν ἡμᾶς (ταῦτα γὰρ τῶν ἀγρίων
745Αἰγυπτίων μάστιγες ἐκβοώμεναι). {καὶ πρός γ’ Ἐρυθρᾶς κῦμα συγκλύσαν λεών.} τί δ’ ὦσεν ἡμᾶς; κουφότης Αἰγυπτίων. ὡς δ’ ὦσεν, εἰπεῖν ἄξιον· στήλη γὰρ ἄν αὕτη γένοιτο τῶν κακῶν αἰωνία.

(750)

Ἦν τίς ποθ’ ἡμῖν ἐν πόλει θηλυδρίας, Αἰγύπτιον φάντασμα, λυσσῶδες κακόν, κύων, κυνίσκος, ἀμφόδων ὑπηρέτης, ἄρις, ἄφωνον πῆμα, κητῶδες τέρας, ξανθὸς μελάνθριξ, οὖλος ἁπλοῦς τὴν τρίχα—
755τὰ μὲν παλαιά, τὰ δ’ ἀρτίως εὑρημένα· τέχνη γάρ ἐστι δημιουργὸς δευτέρα. πλεῖστον γυναικῶν ἔργον, εἴτ’ οὖν ἀρρένων, χρυσοῦν, ἑλίσσειν τὴν φιλόσοφον σισόην. τὰ τῶν γυναικῶν ἐν προσώποις φάρμακα
760σοφοὶ φερόντων· εἰς τί γὰρ μόναι σοφαί τὴν ἀπρεπῆ τε καὶ κακὴν εὐμορφίαν, ἣ πρόγραμμ’ ἐστὶ καὶ σιωπῶν τοῦ τρόπου, ὡς οὐκ ἐχόντων Μαξίμους καὶ ἀρρένων; ἡ κουρὰ τοῦτ’ ἔδειξε λανθάνον τέως.
765τοιαῦτα θαύμαθ’ ἡμὶν ἐκ τῶν νῦν σοφῶν, διπλοῦν τιν’ εἶναι τὴν φύσιν τὸ σχῆμά τε ἀμφοῖν μερίζειν τοῖν γενοῖν τρισαθλίως, κόμην γυναιξίν, ἀνδράσιν βακτηρίαν. ἐξ ὧν ἐκόμπαζ’ ὥς τι τῇ πόλει δοκῶν,
770ὤμους σκιάζων βοστρύχοις ἀεὶ φίλοις, πέμπων λογισμοὺς σφενδονωμέναις κόμαις, πᾶσαν φέρων παίδευσιν ἐν τῷ σώματι. Πολλὰς διελθὼν οὗτος, ὡς ἀκούομεν,
ὁδοὺς πονηράς—ἅστινας δ’ ἄλλοις μέλοι,90
775οὐ γὰρ τὰ πάντ’ ἔμοιγε ἐκζητεῖν σχολή· βίβλοι δ’ ὅμως φέρουσιν ἀρχόντων ὅσαι— ταύτῃ τελευτῶν ἐγκαθέζεται πόλει. οὐδὲν γὰρ εἶχε βρῶμα τῶν εἰωθότων· ὀξὺ βλέπων δὲ καὶ σοφῶς ὀσφρώμενος—
780σοφὸν γὰρ ἔστω καὶ τὸ πικρῶς συντεθέν, τὸ δ’ ἐστὶν ἡμᾶς τῆς καθέδρας ἐκβαλεῖν τοὺς οὔτ’ ἔχοντας, οὔθ’ ὅλως τιμωμένους, πλὴν τοῦ φυλάξαι καὶ καταρτίσαι λεών· σοφώτερον δέ, καὶ γὰρ οὐ διὰ ξένων,
785αὐτῶν δ’ ἀφ’ ἡμῶν συμπλέκει τὸ δρᾶμ’ ὅλον, ὡς ἂν σοφιστὴς τῶν κακῶν καὶ συνθέτης, τῶν ταῦτ’ ἀήθων καὶ πλοκῆς πάντῃ ξένων, ἄλλην δὲ τιμᾶν δεινότητ’ εἰθισμένων· εἰπεῖν σοφόν τι καὶ λέγοντα θαυμάσαι
790βίβλων τε θείων ἐκλέγειν τὴν καρδίαν. Καινόν τιν’ εἰπεῖν ἐν κακοῖς λόγον θέλω· ἐχρῆν τὸν αὐτὸν πᾶσιν εἶναι δὴ τρόπον, ἢ τὸν κακῶν ἄπειρον ἢ τὸν ποικίλον. ἧττον γὰρ ἐβλάπτοντ’ ἂν ἔκ τινών τινες
795ἀντιζυγούντων ἢ συνεστώτων τρόπων· νῦν δ’ εἰσὶ θήρα τῶν κακῶν οἱ βελτίους. τίς ἡ τοσαύτη σύγχυσις τοῦ πλάσματος; ὡς σφόδρ’ ἀνίσως ἐζύγημεν ἐκ θεοῦ. τίς τὸν κάκιστον ὄψεται τῶν μετρίων

(800)

δολοῦντα, συμπλέκοντα, μηχανώμενον, κλέπτονθ’ ἑαυτὸν μυρίαις ἀεὶ στροφαῖς; τὸ μὲν γὰρ εὐκίνητον εἰς μοχθηρίαν τηρεῖ τὰ πάντα καὶ βλέπει τὰ καίρια· τὸ δ’ εἰς ἀρετὴν πρόχειρον εἰς ὑποψίαν
805τῶν χειρόνων ἀργόν τε καὶ νωθὲς φύσει. οὕτως ἁλίσκετ’ εὐχερῶς ἡ χρηστότης. Πῶς τοῦτο ποιεῖ καί—σκοπεῖθ’—ὡς ποικίλως. Αἰγύπτιόν τιν’ ἄλλον ὄψει Πρωτέα. τῶν εὐνοούντων γίνεται καὶ τῶν σφόδρα
810πιστῶν. τίς οὕτως ὡς ἔμοιγε Μάξιμος στέγης, τραπέζης, δογμάτων, βουλευμάτων κοινωνός; οὐδὲν θαῦμα· καὶ γὰρ ἦν μέγα· κύων ὑλακτῶν δῆθεν τοὺς κακόφρονας καὶ τῶν ἐμῶν πρόθυμος αἰνετὴς λόγων.
815ὁμοῦ δὲ ταῦτα, καί τι τῶν ἐν βήματι λαβὼν νόσημα, λεῖμμα τῆς πρώτης νόσου, τὸ δ’ ἦν ἄπαυστος ζῆλος, ἔμφυτον κακόν— οὐ ῥᾳδίως γὰρ κάμπτεται πονηρία—, τούτοις βραβεύων ἀνίσως, αὑτῷ φίλως,92
820δύω συνεργοῖς χρώμενος τῆς πικρίας, πρώτῳ τε δευτέρῳ τε ἀνθρωποκτόνοις, μόγις ποτ’ ἐξέρρηξεν ἀσπίδος τόκον. ὁ πρῶτος ἦν Βελίας, ἄγγελός ποτε, ὁ δεύτερος δὲ τοῦδε λαοῦ πρεσβύτης
825τὸν νοῦν τι μᾶλλον ἢ τὸ σῶμα βάρβαρος, ὃς οὐ παροφθείς, οὐδὲν ἐκμελὲς παθών, τὰ πρῶτ’ ἔχων τιμῆς τε καὶ θρόνων ἀεί— ἄκουε, Χριστέ, καὶ Δίκης ὄμμ’ ἀπλανές, εἰ δὴ καλεῖν ἐνταῦθα Χριστὸν ἄξιον—
830μῖσος πονηρὸν καὶ κακότροπον ἀθρόως ὤδινεν. οἴ μοι· πῶς ἀποκλαύσω; σκότος αἰθρία λαμπρά, καὶ τὸ συντεθὲν κακόν πόρρωθεν ἦλθεν ἡμίν, Αἰγύπτου νέφος. Κατάσκοποι μὲν πρῶτον, οὓς τῆς ἐκκρίτου
835γῆς Ἰσραήλ ποτ’ ἐξέπεμψ’ ὁ γεννάδας· πλὴν οὐκ Ἰησοῦς οὐδὲ Χάλεβ οἱ σοφοί, ἀλλ’ εἴ τις ὕβρις ἐν νέοις καὶ πρεσβύταις, Ἄμμων, Ἀπάμμων, Ἁρποκρᾶς, Στίππας, Ῥόδων, Ἄνουβις, Ἑρμάνουβις, Αἰγύπτου θεοί,
840πιθηκόμορφοι καὶ κυνώδεις δαίμονες, δύστηνα ναυταρίδια καὶ παράφθορα, εὔωνα, μικροῦ κέρματος πολλοὺς θεούς ῥᾷστ’ ἂν προθέντα, εἴπερ ἦσαν πλείονες. Ἔπειτα μικρὸν ὕστερον οἱ πεπομφότες
845τούτους, στρατηγοὶ τῆς φάλαγγος ἄξιοι ἤ, τῶν κυνῶν εἰπεῖν τι προσφυέστερον, οἱ ποιμένες. πλέον γὰρ οὐδὲν φθέγξομαι —καίπερ σφαδᾴζων ἔνδοθεν πολλοῖς λόγοις ὥσπερ τις ἀσκὸς δέσμιος γλεύκους ζέων

(850)

ἢ καὶ φυσητὴρ χαλκέως γέμων πνοῆς— αἰδοῖ τε τοῦ πέμψαντος, εἰ καὶ κουφόνους, αὐτῶν τ’ ἐκείνων, οἷς τι συγγνώμης τυχόν μετῆν ὑποσπασθεῖσιν ἐξ ἀγροικίας, ὅποι φέροιεν οἱ κακοί, κινουμένοις,
855οὓς ἐνθάδ’ ἡμὶν ἐδημιούργησε φθόνος.
σοφοί, τὸ πρόβλημ’ εἴπατ’—οὐκ ἔμοιγε γάρ τοῦτ’ εὐσύνοπτον, πλήν τις εἰ φράζοι σοφῶν—· πῶς Πέτρος αὐτός, ὁ βραβεὺς τῶν ποιμένων, πρώην μὲν ἡμᾶς ἐγκαθίστη γράμμασιν94
860οὕτω προδήλως διπλόης ἐλευθέροις, ὡς αὐτὰ πείσει τὰ πρὸς ἡμᾶς γράμματα, καὶ συμβόλοις ἐτίμα τῆς ἱδρύσεως, νῦν δ’ ἧκεν ἡμῖν ἔλαφος ἀντὶ παρθένου; ταῦτ’ οὐ πρόδηλα, ταῦτα δεῖθ’ ἑρμηνέως.
865 Ὤφθη τι τούτων σκηνικώτερόν ποτε πολλῶν πονηρῶς ἐν βίῳ πεπαισμένων; ὀφθήσεται δὲ ἄλλο παιγνικώτερον; οἶνόν τις εἶπε συμπότης πάντων κρατεῖν, ἄλλος γυναῖκα, τὴν δ’ ἀλήθειαν σοφός·
870ἐγὼ δ’ ἂν εἶπον χρυσόν, ὡς ἔχει κράτος. τούτῳ τὰ πάντα ῥᾳδίως πεσσεύεται. οὔπω τὸ δεινόν, εἰ τὰ τοῦ κόσμου μόνα πλέον παρ’ ἡμῖν ἰσχύει τοῦ πνεύματος. πόθεν δ’ ὁ χρυσὸς τῷ κυνί, ζητητέον.
875πρεσβύτερον ἐκ Θάσου τιν’ ἥκοντ’ ἐνθάδε χρυσὸν φέροντα τῆς ἐκεῖς’ ἐκκλησίας, ἐφ’ ᾧ πρίασθαι Προικονησίας πλάκας, τοῦτον περισήνας καὶ λαβὼν συμπράκτορα πολλαῖς τε δήσας ἐλπίσιν τὸν ἄθλιον—
880οἱ γὰρ κακοὶ τάχιστα μίγνυνται κακοῖς— τὸν χρυσὸν εἶχεν εἰς ἅπανθ’ ὑπηρέτην, πιστὸν συνεργόν, γνήσιον συνέμπορον. τεκμήριον δέ· καὶ γὰρ οἱ πρώην ἐμέ σέβοντες, ὡς ἄχρηστον, ἄχρυσον φίλον
885περιφρονοῦσι φίλτατοι καὶ ῥᾳδίως κλίνουσι πρὸς τὸ χεῖρον ὡς ῥοπὴ ζυγοῦ. Νὺξ ἦν· ἐγὼ δ’ ἔκαμνον· οἱ δ’ ὥσπερ λύκοι κλέπται φανέντες ἀθρόως μάνδρας ἔσω, πολλοὺς ἔχοντες μισθίους ἐκ τοῦ στόλου,
890ἐξ ὧν Ἀλεξάνδρεια ῥᾷστ’ ἀνάπτεται— καὶ γὰρ συνεμπίπτουσι τῷ στόλῳ σαφῶς—, κεῖραι προθυμοῦντ’ εἰς καθέδραν τὸν κύνα, πρὶν ἤ τι λαῷ, πρὶν κτίλοις ἐκκλησίας, πρὶν ἡμὶν αὐτοῖς, ὡς κυσὶν γοῦν, γνωρίσαι.
895οὕτω φασὶν καὶ ταῦτα προστεταγμένοι. οὕτως Ἀλεξάνδρεια τιμᾷ τοὺς πόνους.
οὕτω δικάσαι τις ὑμὶν ἄλλος εὐμενής. Ἦν ὄρθρος· ὁ κλῆρος δέ—καὶ γὰρ ἐγγύθεν ᾤκουν—ἀνήφθη καὶ τάχιστα τὸν λόγον96

(900)

ἄλλῳ δίδωσιν ἄλλος. εἶτ’ ἐγείρεται φλὸξ λαμπρὰ λίαν· ὢ πόσων μὲν ἐν τέλει, πόσων ξένων δὲ συρρυέντων καὶ νόθων. οὐκ ἦν γὰρ ὅστις οὐκ ἐμεμήνει τοῖς τότε τοιαῦθ’ ὁρῶντες τἀπίχειρα τῶν πόνων.
905τί μακρὰ τείνω; ἐκ μὲν ἡμῶν αὐτίκα χωροῦσιν ὀργῇ, τοῦ σκοποῦ τῷ μὴ τυχεῖν ἀλγοῦντες. ὡς δ’ ἂν μὴ μάτην ὦσιν κακοί, τὸ λεῖπον ἐκπληροῦσι τῇ σκηνῇ τέλος. εἰς γὰρ χοραύλου λυπρὸν οἰκητήριον
910ἀχθέντες οἱ σεμνοί τε καὶ θεῷ φίλοι λαόν τ’ ἔχοντες τῶν ἀποβλήτων τινάς κυνῶν τυποῦσι τὸν κάκιστον ποιμένα, κείραντες οὐ δήσαντες οὐδὲ σὺν βίᾳ· κύων γὰρ ἦν πρόθυμος εἰς τὰ κρείσσονα.
915τομὴ δ’ ὑπῆλθε βοστρύχους εὐφορβίους λύους’ ἀμόχθως τὸν πολὺν χειρῶν πόνον, τοσοῦτον αὐτῷ καὶ μόνον δεδωκυῖα, ὅσον γυμνῶσαι τὸ τριχῶν μυστήριον, τριχῶν, ἐν αἷς ἔκειτο τὸ σθένειν ἅπαν,
920ὥσπερ λέγουσι τῷ κριτῇ Σαμψών ποτε, ὃν ἡ κόμη προὔδωκεν ἐξυρημένη, τριχῶν, ἀώρου κἀνεμοφθόρου θέρους, ἅς τις γυνὴ τέτμηκεν εἰς ἐχθρῶν χάριν. Ποιμὴν δὲ δειχθεὶς ἐκ κυνῶν ἐκ ποιμένων
925πάλιν κύων πέφηνε· τῆς ἀτιμίας. κύων ἔρημος, μήτε τῆς κόμης ἔτι φέρων τὸ κάλλος, μήτε τὴν ποίμνην στρέφων, αὖθις μακέλλων ὀστέοις ἐπιτρέχων. δράσεις δὲ δὴ τί τὴν καλὴν κόμην; πάλιν
930θρέψεις φιλεργῶν; ἢ μενεῖς τοῖος γέλως; ἄμφω γὰρ αἰσχρά, καί τι τοῖν δυοῖν μέσον οὐκ ἔστιν εὑρεῖν οὐδὲ ἕν—πλὴν ἀγχόνης. θήσεις δὲ ποῦ μοι τὰς τρίχας, πέμψεις δὲ ποῦ; σκηναῖς θεάτρων, εἰπέ μοι, ἢ παρθένοις;
935τίσιν δὲ τούτων αὖθις; ἦ Κορινθίαις ταῖς σαῖς, μεθ’ ὧν τὰ θεῖα ἐξησκοῦ ποτε μόνος μόναις τε πανσόφως κοινούμενος;
ἀνθ’ ὧν σε θήσω μᾶλλον οὐρανοῦ κύνα. Εὐθὺς μὲν οὖν τοσοῦτον ἤλγησεν πόλις98
940τοῖς τηνικαῦτα συμβεβηκόσιν κακοῖς, ὥστ’ ἐπρίοντο πάντες· ἐξέχει θ’ ἅπας λόγους ἀηδεῖς τοῦ βίου κατηγόρους, θυμοῦ φέροντος ἃ φρένες συνεκρότουν. ἄλλος τι δ’ ἄλλο ἠράνιζεν εἰς ἑνός
945κακοῦ τελείου πάντοθεν συμφωνίαν. ὥσπερ γὰρ ἐν τοῖς σώμασιν συνανίσταται πάθη τὰ μικρὰ ταῖς μεγάλαις ἀρρωστίαις, κἂν ἠρεμοῦντα τῷ σθένειν τέως τύχῃ, οὕτως ἐκείνου πάντα τὰ πρόσθεν κακά

(950)

ἐστηλίτευσεν ἡ τελευταία στάσις. ἀλλ’ οὐκ ἐμοῦ γε ταῦτ’ ἂν ἐξέλθοι ποτέ. ἴσασιν οἱ λέγοντες· ἐνδάκνω δ’ ἐγώ τῶν πρόσθεν αἰδοῖ καίπερ ἠδικημένος. „Τί οὖν; σὺ τοῦτον οὐ χθὲς εἶχες ἐν φίλοις
955καὶ τῶν μεγίστων ἠξίους ἐγκωμίων;“ τάχ’ ἄν τις ἀπαντήσειε τῶν ταῦτ’ εἰδότων καὶ τὴν τότ’ εὐχέρειαν αἰτιωμένων, ὑφ’ ἧς ἐτίμων καὶ κυνῶν τοὺς χείρονας. ἄγνοιαν ἠγνόησα μίσους ἀξίαν.
960ἐξηπατήθην ὡς Ἀδὰμ γεύσει κακῇ. ὡραῖον ἦν τὸ πικρὸν εἰς ὄψιν ξύλον. τὸ σχῆμά μ’ ἠπάτησε τῆς ὁρωμένης ἄχρι προσώπου πίστεως καὶ ῥημάτων. πιστοῦ γὰρ ἀνδρὸς οὐδὲν εὐπειθέστερον
965πρὸς εὐλάβειαν ῥᾳδίως ὁρμωμένου ἢ οὖσαν ἢ δοκοῦσαν, ὢ χρηστοῦ πάθους· ὃ βούλεται γάρ, τοῦθ’ ἕκαστος οἴεται. Τί χρῆν με ποιεῖν; εἴπατ’, ὦ σοφώτατοι. τί δ’ ἄν τις ὑμῶν ἄλλο τι πρᾶξαι δοκεῖ
970οὕτως ἔτι στενῆς τε τῆς ἐκκλησίας οὔσης τόθ’, ὥστε καὶ καλάμης τι συλλέγειν; ἐξουσίαν γὰρ οὐ τοσαύτην ὁ στενός, ὅσην δίδωσι καιρὸς ὁ πλάτους γέμων. μέγιστον ἦν μοι καὶ πατῶν αὐλὴν κύων
975ἐμὴν σέβων τε Χριστὸν ἀνθ’ Ἡρακλέους. τῷ δ’ ἦν τι μεῖζον· τὴν ἐπ’ αἰσχίστοις φυγήν πίστιν πεποίηθ’ ὡς θεοῦ πάσχων χάριν. μαστιγίας ἦν, ἀλλ’ ἐμοὶ νικηφόρος.
εἰ τοῦτο δεινόν, οἶδα πολλὰ πολλάκις100
980τοιαῦθ’ ἁμαρτών. ἆρα συγγνώσεσθέ μοι, ἄνδρες δικασταί, τῆς καλῆς ἁμαρτίας; ἦν μὲν κάκιστος, ἀλλ’ ἐτίμων ὡς καλόν. Ἦ φθέγξομαί τι καὶ νεανικώτερον; ἰδού, προτείνω τὴν ἄκαιρον καὶ λάλον
985γλῶσσαν· ὁ θέλων ἀνηλεῶς ἐκτεμνέτω. τί δ’ οὐχὶ τέτμητ’; ἢ δοκεῖ σοι καὶ σφόδρα, ἣ μακρὰ σιγᾷ καὶ πλέον σιγήσεται, ἴσως δίκας τίνουσα τῆς ἀκαιρίας, ὡς ἂν μάθῃ μὴ πᾶσιν εἶναι δεξιά;
990κἀκεῖνο δ’ οἷον· προστεθήτω γὰρ μόνον· ὄντως ἀσυλλόγιστον ἡ πονηρία. ὃν γὰρ τὸ χρηστὸν οὐκ ἐποίης’ ἥμερον, τί ἂν δράσειεν ἄλλο τῶν πάντων ποτέ; καὶ οὗ τοσοῦτός ἐστιν ἡ τιμὴ ψόγος,
995τούτου τί φήσεις τὸν τρόπον; ἦ κακὸν μέγα; ταῦτ’ εἰ μέν ἐστι πιστά, μὴ ζήτει πλέον· εἰ δ’ οὐκ ἀληθῆ, μηδὲ τὰ πρόσθεν δέχου. τούτων τί ἂν γένοιτο δυσμαχώτερον; οὕτω μὲν ἔνθεν ἠλάθη κακῶς κακός,

(1000)

εἰπεῖν δ’ ἀληθὲς μᾶλλον ὡς καλῶς κακός. Ἐπεὶ δὲ φύλοις βαρβάρων κακὸν φέρων βασιλεὺς ἑῷος εἶχεν ὁρμητήριον τὴν Θεσσαλονίκην, τηνικαῦτα τί πλέκει κύων ὁ παγκάκιστος; ἄθρει μοι πάλιν·
1005ἄρας τὸ συρφετῶδες Αἰγύπτου στῖφος— λέγω δὲ τοὺς κείραντας αὐτὸν ἀπρεπῶς— ὡς τὴν καθέδραν βασιλικῷ προστάγματι πήξων ἑαυτῷ τῷ στρατοπέδῳ προστρέχει. κἀκεῖθεν αὖθις ὡς κύων ἀπορριφείς
1010ὀργῇ τε πολλῇ χὠρκίοις φρικώδεσιν— οὔπω γὰρ ἦν τὰ ὦτα διατεθεὶς κακῶς οὐδεὶς καθ’ ἡμῶν, ἀλλ’ ἔτ’ εἶχον ὑγιῶς— εἰς τὴν Ἀλεξάνδρειαν αὖθις φθείρεται, ὀρθῶς γε ποιῶν τοῦτο καὶ μόνον σοφῶς.
1015Πέτρῳ γάρ, ᾧ δίσχιστος ἡ γραφίς ποτ’ ἦν πάντα γράφοντι ῥᾳδίως τἀναντία, μισθοφορικόν τι τῶν ἀνεστίων ἔχων ἐπιφύεται καὶ τὸν γέροντ’ ἀποστενοῖ, ἢ τοῦτον αἰτῶν, ὅνπερ ἤλπισε, θρόνον
1020ἢ τοῦ παρόντος μὴ μεθήσεσθαι λέγων, ἕως ὑπάρχου τὴν κινουμένην φλόγα, μὴ ταῖς παλαιαῖς προστεθῇ τι συμφοραῖς, ὡς εἰκὸς ἦν δείσαντος ἔξω πέμπεται. καὶ νῦν δοκεῖ μὲν ἠρεμεῖν, δέος δέ μοι,102
1025μή που τὸ δεινὸν καὶ χαλάζης ἔγκυον νέφος συνωσθὲν ἐκ βιαίου πνεύματος τοῖς οὐ δοκοῦσι τὴν χάλαζαν ἐκχέῃ. οὐ μή ποτ’ ἤρεμον γὰρ ἡ μοχθηρία οὐδὲν φρονήσει, κἂν σχεθῇ παραυτίκα.
1030 Τοιαῦτα φιλοσοφοῦσιν οἱ νυνὶ κύνες— κύνες ὑλάκται, τοῦτο καὶ μόνον κύνες. τί Διογένης τοιοῦτον ἢ Ἀντισθένης; τί δαὶ πρὸς ὑμᾶς ὁ Κράτης; διάπτυε τοὺς περιπάτους Πλάτωνος· οὐδὲν ἡ Στοά.
1035ὦ Σώκρατες, τὰ πρῶτα μέχρι νῦν φέρεις. φθέγξωμ’ ἐγώ τι πιστότερον τῆς Πυθίας; ‘ἀνδρῶν ἁπάντων Μάξιμος σοφώτατος.‘ Ἐγὼ δὲ τληπαθὴς μέν, εἰ καί τις βροτῶν, ἤμην τ’ ἀπ’ ἀρχῆς, εἰμί τε πλέον τὰ νῦν,
1040πόνοις μὲν ἐκ γῆς, κινδύνοις δὲ ποντίοις, ἐξ ὧν ἐσώθην—καὶ χάρις πολλὴ φόβοις. οὗτοι δεδώκασίν με τοῖς ἄνω σαφῶς πάντων ὑπερκύψαντα τῶν πλανωμένων. ὅμως δὲ τὴν τότ’ οὐ φέρων ἀτιμίαν
1045καὶ τῆς ἀφορμῆς ἀσμένως δεδραγμένος, ὡς τὸν κάκιστον ᾐσθόμην κεκαρμένον, πάντων μὲν ἡμῖν τῶν φίλων ἐγκειμένων, οἳ καί με φρουρᾶς εἶχον εἴσω λαθρίου τηροῦντες ὁρμάς, ἐξόδους, ἀναστροφάς,

(1050)

πάντων δ’ ὁρώντων τὴν πάλην τῶν δυσμενῶν, οἳ τὴν τομὴν ᾤοντο τοῦ λόγου λύσιν— ταῦτ’ οὖν ὁρῶν τε καὶ φέρειν οὐ καρτερῶν ἀνδρός τι πάσχω (καὶ γὰρ οὐκ ἀρνήσομαι) ἁπλουστέρου τι μᾶλλον ἢ σοφωτέρου.
1055πρύμναν γάρ, ὡς λέγουσι, κρούομ’ αὐτίκα, οὐκ εὐμαθῶς μέν· οὐ γὰρ ἄν τις ᾔσθετο. Νῦν δ’ ἐξιτήριός τις ἐρράγη λόγος, ὃν ἐξέπεμψα πατρικῶν σπλάγχνων πόνῳ. ὁ δ’ ἦν· „φυλάσσεθ’, ἣν δέδωκα, τριάδα,
1060τέκνοις ποθεινοῖς εὐπορώτατος πατήρ,
καὶ τῶν ἐμῶν μέμνησθε, φίλτατοι, πόνων.“ λαὸς δ’ ἐπειδὴ τοῦτον ἤκουσεν λόγον, τῶν δυσκαθέκτων ἐκβοήσαντός τινος ἀνίστατ’ εὐθὺς ὥσπερ ἐκ καπνοῦ βίας104
1065ἑσμὸς μελισσῶν καὶ βοαῖς ἐκμαίνεται· ἄνδρες, γυναῖκες, παρθένοι, νεανίαι, παῖδες, γέροντες, εὐγενεῖς, οὐκ εὐγενεῖς, ἄρχοντες, ἠρεμοῦντες, ἐκ στρατοῦ τινες, ζέων ἕκαστος ἶσον ὀργῇ καὶ πόθῳ,
1070ὀργῇ κατ’ ἐχθρῶν καὶ πόθῳ τοῦ ποιμένος· ἀλλ’ οὐκ ἐμὸν γὰρ τῇ βίᾳ κάμψαι γόνυ, οὐδ’ ἀσπάσασθαι τὴν ἄθεσμον ἵδρυσιν, ὃς οὐδὲ τὴν ἔνθεσμον ἤνεγκ’ ἄσμενος. Ἄλλην τρέπονται τοῦ πόθου ταύτην ὁδόν.
1075ὅρκοις τε πολλοῖς καὶ λιταῖς κεχρημένοι τὸ γοῦν παραμεῖναι καὶ βοηθεῖν ἠξίουν καὶ μὴ προέσθαι τοῖς λύκοις τὸ ποίμνιον. πῶς ἂν δυναίμην καρτερεῖν τὸ δάκρυον; Ἀναστασία, ναῶν ὁ τιμιώτατος,
1080ἣ πίστιν ἐξήγειρας ἐν γῇ κειμένην, κιβωτὲ Νῶε, τὴν ἐπίκλυσιν μόνη κόσμου φυγοῦσα καὶ φέρουσα δεύτερον κόσμον τὸν ὀρθόδοξον ἐν τοῖς σπέρμασιν, σοὶ μὲν πολὺς καὶ πάντοθεν ἐπιρρεῖ λεώς
1085ὡς τοῦ μεγίστου κινδύνων ἑστηκότος ἡμῶν γενέσθαι τὸ κρατεῖν ἢ τοῦ πόθου· ἐγὼ δ’ ἄφωνος ἐν μέσῳ σκότου γέμων, οὐδ’ ὡς καταστείλαιμι τὰς φωνὰς ἔχων, οὐδ’ ὡς ὑποσχοίμην τι τῶν αἰτουμένων.
1090τὸ μὲν γὰρ οὐχ οἷόν τε, τῷ δ’ ὑπῆν φόβος. Ἔθλιβεν αὐχμός, σώματ’ ἦν διάβροχα. φωναὶ δ’ ἔλειπον, αἱ γυναῖκες ἐν φόβῳ, καὶ τῶν, ὅσαι μάλιστα εἶεν μητέρες, παίδων ὀδυρμός, ἐνδεδώκει δ’ ἡμέρα.
1095ὤμνυ δ’ ἕκαστος μὴ πρὶν ἐνδώσειν πόνων, κἂν ἐνταφῆναι τῷ νεῲ δέῃ καλῶς, ἢ τῶν ποθουμένων τιν’ ἐκβαλεῖν λόγον. οἷόν τις εἰπεῖν ἐξεβιάσθη πόνῳ— φεῦ τῆς ἀκοῆς, ἣ μὴ τότ’ εὐθὺς ἐφράγη.

(1100)

„συνεκβαλεῖσ“ γὰρ εἶπε „σαυτῷ τριάδα.“ ἕως φοβηθείς, μή τις ἐκβῇ κίνδυνος,
ὅρκον μὲν οὐδ’ ὥς—καὶ γάρ’ εἰμ’ ἀνώμοτος, ἵν’ ἐν θεῷ κἀγώ τι κομπάσω μικρόν, ἐξ οὗ λέλουμαι πνεύματος χαρίσματι—,106
1105λόγον δ’ ἔδωκα τῷ τρόπῳ πιστούμενον μενεῖν, ἕως φανῶσι τῶν σκοπῶν τινες —καὶ γὰρ τότ’ ἠλπίζοντο—, προσδοκῶν τότε λύσειν ἐμαυτὸν φροντίδων ἀλλοτρίων. οὕτω διεκρίθημεν ἀλλήλων μόγις,
1110νικῶντες ἄμφω τῇ σκιᾷ τῆς ἐλπίδος· οἱ μὲν γὰρ ὡς ἔχοντες ἡμᾶς ἐφρόνουν, ἐγὼ δὲ μικρὸν ὡς μενῶν ἔτι χρόνον. Ἦν ταῦτα. θεῖος δ’ αὖθις ἤστραπτεν λόγος, τάχιστα πυκνωθέντος ὥσπερ ἑρκίου
1115ἢ καὶ φάλαγγος τοῦ πεπονθότος μέρους τάχει στρατηγίας τε καὶ πλήθει χερός. οἱ γὰρ τὸ πρόσθεν δέσμιοι τῶν δογμάτων καὶ τοῦτ’ ἔχοντες εἰς τὸ συγκεῖσθαι μόνον ὁρῶντες, οἷ’ ἔπασχον, ἔστεργον πλέον.
1120τοὺς μὲν γὰρ ἦγεν ἡ τριὰς λαλουμένη, μακρὸν ἀποδημήσασα τοῦ λόγου χρόνον— ὀκνῶ γὰρ εἰπεῖν, ὡς πάλαι τεθαμμένη—, τὸ πατρικὸν κήρυγμα καὶ προσήλυτον. ἦν γάρ ποτ’, εἶτ’ ἔληξεν, εἶτ’ ἦλθεν πάλιν
1125τὴν ἐκ τάφων ἀνάστασιν πιστουμένη. τοῖς δ’ ἦν λόγος τις τῶν ἐμῶν ἴσως λόγων, οἱ δ’ ὡς ἀθλητῇ καρτερῷ προσέτρεχον, οἱ δ’ ὡς ἑαυτῶν ἔργον εἶχον ἀσμένως. οἱ μέν, πύθεσθε ταῦτα τῶν εὖ εἰδότων,
1130οἱ δ’, ἐκδιηγήσασθε τοῖς οὐκ εἰδόσιν— εἴπερ τινὲς τοσοῦτον ὑμῶν μακρόθεν ἢ τῆς κρατούσης νῦν Ἰταλῶν ἐξουσίας—, ὡς ἂν λαληθῇ ταῦτα καὶ τοῖς ὕστερον ὡς ἄλλο τῶν καινῶν τι τοῦ βίου κακῶν,
1135ὧνπερ ὁ μάταιος ὁλκὸς ἡμερῶν φέρει πλεῖον τὸ χεῖρον ἐμπλέκων τῷ κρείσσονι. Οὔπω λέγω τὸν ὀρθὸν ἐν πίστει λεών, τὸν τῆς ἐμῆς ὠδῖνος εὐγενῆ τόκον, οὓς ἔστιν εἰπεῖν οὐδενὸς πεφηνότος
1140τῶν συμφρονούντων τῷ παρόντι προστρέχειν, ὡς τοὺς ἀνύδρους ταῖς φανείσαις ἰκμάσι, λιμοῦ βοηθὸν τὸν λόγον ποιουμένους,
ἢ φωτὶ μικρῷ τοὺς ἄγαν σκοτουμένους. τί δ’ ἄν τις εἴποι τῶν ξένων τῆς πίστεως,108
1145ὅπως ἔχαιρον τῷ λόγῳ, μεμνημένος; Πολλαὶ μέν εἰσιν αἱ παρέξοδοι λίαν τῆς ἀπλανοῦς τε καὶ τεταγμένης ὁδοῦ πᾶσαι φέρουσαι πρὸς βυθοὺς ἀπωλείας, εἰς ἃς διεῖλεν ὁ φθορεὺς τὴν εἰκόνα,

(1150)

ὡς ἂν παρείσδυσίν τιν’ ἐντεῦθεν λάβοι γνώμας τεμών, οὐ γλῶσσαν ὡς πάλαι θεός. ἐντεῦθέν εἰσιν αἱ νόσοι τῶν δογμάτων· οἱ θεῖον οὐδὲν εἰδότες ἢ φορὰν μόνην, ὑφ’ ἧς γενέσθαι καὶ φέρεσθαι πᾶν τόδε·
1155οἱ πλῆθος εἰσάγοντες ἀνθ’ ἑνὸς θεῶν καὶ τοῖς ἑαυτῶν προσπεσόντες πλάσμασιν· οἱ τὴν πρόνοιαν μὴ διδόντες τοῖς κάτω καὶ πάντα συντιθέντες ἀστέρων πλοκαῖς. ὅσοι τε λαὸς ὄντες ἔκκριτος θεοῦ
1160τὸν υἱὸν ἐσταύρωσαν εἰς τιμὴν πατρός· ὅσοι τε μικροῖς εὐσεβεῖς ἐντάλμασιν, οἵ τ’ ἀγγέλους καὶ πνεῦμα καὶ ἀνάστασιν, οἵ τε προφητῶν γράμματ’ ἐξαρνούμενοι· Χριστόν θ’ ὅσοι σέβουσιν ἐν νόμου σκιαῖς.
1165οἱ τὸν Βυθὸν Σιγήν τε προχρόνους φύσεις τιμῶντες αἰῶνάς τε τοὺς θηλάρσενας, Σίμωνος ἰὸς τοῦ Μάγου, ὧν φύματα οἱ συντιθέντες τὴν θεότητ’ ἐκ γραμμάτων· οἱ τὴν Παλαιὰν καὶ Νέαν δύω θεοῖς
1170νείμαντες, αὐστηρῷ τε κἀγαθωτάτῳ· οἱ τρεῖς φύσεις τιθέντες οὐ κινουμένας, τὴν πνεύματος χοός τε τήν τ’ ἀμφοῖν μέσην. οἱ τῷ Μανοῦ χαίροντες ἀρχικῷ σκότῳ. οἱ Μοντανοῦ τὸ πνεῦμα τιμῶντες κακῶς·
1175οἱ τὴν Ναυάτου κενὴν ἔπαρσιν ὀφρύος. οἱ τῆς ἀρεύστου τριάδος συναιρέται, οἱ τῆς ἀτμήτου φύσεως διαιρέται· αὖθις τε τούτων ὥσπερ ἐξ ὕδρας μιᾶς πολλῶν φυέντων δυσσεβείας αὐχένων,
1180ὁ τῇ κτίσει τὸ πνεῦμα συντιθεὶς μόνον, ὁ καὶ τὸν υἱὸν προστιθεὶς τῷ πνεύματι· οἵ τ’ εἰσάγοντες ἥλικα Καίσαρος θεόν· οἱ τὴν δόκησιν εἰσάγοντες ἐκτόπως·
οἱ δεύτερον λέγοντες υἱὸν τὸν κάτω·110
1185οἱ μὴ τέλειον τὸν σεσωσμένον, ἀλλ’ ἄνουν. αὗται γάρ εἰσιν, ὡς τύπῳ φράσαι, τομαί τῆς ὀρθότητος ἐκτόπων τε μητέρες. Τούτων δὲ τίς ἦν οὕτως ἀκίνητος τότε, ὡς μὴ τὸ οὖς γε τοῖς ἐμοῖς κλίνειν λόγοις;
1190τοὺς μὲν γὰρ ᾕρει τὸ κράτος τῶν δογμάτων, οἱ δ’ ἡμεροῦντο τῷ τρόπῳ τῆς λέξεως. οὐ γὰρ μετ’ ἔχθρας οὐδὲ λοιδόρως πλέον ἢ κηδεμονικῶς τοὺς λόγους προήγομεν, ἀλγοῦντες, οὐ παίοντες οὐδ’ ἐπηρμένοι
1195καιρῷ ῥέοντι καὶ πλάνῳ καθώς τινες— τίς γὰρ λόγῳ τε καὶ κράτει κοινωνία; — οὐδὲ πρόβλημα τὸ θράσος ποιούμενοι τῆς ἀλογίας—δεινῶς γὰρ ἔντεχνον τόδε καὶ σηπιῶδες, τὸ μέλαν ἐκ βάθους ἐμεῖν,

(1200)

ὡς τοὺς ἐλέγχους ἐκδιδράσκειν τῷ ζόφῳ—, ἀλλ’ ἡμέρως τε τοῖς λόγοις καὶ προσφόρως ἐντυγχάνοντες ὡς λόγου συνήγοροι τοῦ συμπαθοῦς τε καὶ πράου καὶ μηδένα πλήσσοντος· ἐξ οὗ καὶ τὸ νικᾶσθαι λόγος,
1205καὶ τὸ κρατεῖν δὲ τιμιώτερον πολύ πειθοῖ βιαίᾳ τῷ θεῷ προσκτώμενον. τοιαῦτα πλαξὶ ταῖς ἐμαῖς ἐνεγράφη. Ἄλλος τις οὗτος τῆς ἐμῆς παιδεύσεως νόμος, σοφῶς τε καὶ καλῶς γεγραμμένος·
1210μὴ μίαν ὁδὸν τῆς εὐσεβείας εἰδέναι τὴν εὔκολόν τε καὶ κακὴν γλωσσαλγίαν, μηδ’ ἐν θεάτροις καὶ φόροις καὶ συμπόταις ὁμοῦ γελῶντας, ᾄσμασιν χαυνουμένους, πρὶν καὶ πλυθῆναι γλῶσσαν ἐξ αἰσχρῶν λόγων,
1215μηδ’ ἐν βεβήλοις ὠσὶ καὶ Χριστοῦ ξένοις ῥίπτειν ἀφειδῶς τῶν λόγων τοὺς μυστικούς, παίζοντας ἐν τοῖς καὶ πόνῳ θηρωμένοις· ἀλλ’ ἐντολαῖς μὲν ὡς μάλιστα εὐσεβεῖν πτωχοτροφοῦντα, ξενοδοχοῦντα, ταῖς νόσοις
1220ἀρκοῦντα, καρτεροῦντα, καὶ ψαλμῳδίαις, εὐχαῖς, στεναγμοῖς, δάκρυσιν, χαμευνίαις, γαστρὸς πιεσμοῖς, ἀγχόναις αἰσθήσεων, θυμοῦ γέλωτος χειλέων εὐταξίᾳ τὴν σάρκα κοιμίζοντα πνεύματος κράτει.
1225 Πολλαὶ γάρ εἰσιν αἱ σωτηρίας ὁδοί, πᾶσαι φέρουσαι πρὸς θεοῦ κοινωνίαν· ἃς χρή ς’ ὁδεύειν, οὐ μόνην τὴν ἐν λόγῳ. λόγος γὰρ ἀρκεῖ καὶ ψιλῆς τῆς πίστεως, μεθ’ ἧς ἀτεχνῶς τὸ πλέον σῴζει θεός.112
1230εἰ δ’ εἰς σοφοὺς ἔπιπτεν ἡ πίστις μόνον, θεοῦ παρ’ ἡμῖν οὐδὲν ἦν πενέστερον. ἀλλ’ εἶ φιλόγλωσσός τις ἢ ζήλου πλέως καὶ δεινόν, εἴ σοι μὴ ῥυήσεται λόγος (ἀνθρώπινον γὰρ εὔχομαι κἀνταῦθά σοι)·
1235λάλει μέν, ἐν φόβῳ δὲ μηδὲ πάντοτε, μὴ πάντα μηδ’ ἐν πᾶσι μηδὲ πανταχοῦ, ἀλλ’ ἔστιν οἷς ὅσον τε καί που καί ποτε. καιρὸς γὰρ παντός, ὡς ἀκούεις, πράγματος· ‘μέτρον τ’ ἄριστον‘ τῶν σοφῶν ἑνὸς λόγος.
1240 Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα, χωρὶς τὰ τῶν ἔξωθεν τῶν τ’ ἐμῶν λόγων. τῶν μὲν γάρ εἰσι πρὸς ἐπίδειξιν οἱ λόγοι ἐν μειρακίσκων συλλόγοις καὶ πλάσμασιν, ἐν οἷς μέγ’ οὐδὲν ἢ ἀτυχεῖν ἢ τυγχάνειν
1245σκιᾶς—σκιᾶς γὰρ οὐδὲν εὐσθενέστερα. ἡμῖν δ’—ἀληθεύειν γάρ ἐστιν ὁ σκοπός— οὕτως ἔχειν, ἢ μή, περιδεὲς τὸν λόγον. ὁδὸς γὰρ ἀμφίκρημνος, ἧς ἔξω πεσεῖν πεσεῖν προδήλως ἐστὶν εἰς Ἅιδου πύλας.

(1250)

ὅθεν μάλιστα τοὺς λόγους φυλακτέον, τὰ μὲν λέγοντας, τῶν δ’ ἀκούοντας σοφῶς, ἔστιν δ’ ὅτ’ ἐκχωροῦντας ἀμφοῖν ἐξίσης στάθμῃ δικαίᾳ τῷ φόβῳ κεχρημένους. ἧττον γὰρ οὖς ἢ γλῶσσα κίνδυνον φέρει·
1255ἧττον δ’ ἀκοῆς τὸ καὶ φυγεῖν ἐκ τοῦ μέσου. τί δεῖ σε νάρκης ἁψάμενον νεκροῦν φρένα ἢ πλησιάζειν ἄσθματι λυσσῶντος κυνός; Οὕτω μαθόντες ἐκ γραφικῶν θεσπισμάτων, οἷς ἐτράφημεν πρὶν συναχθῆναι φρένα,
1260οὕτως ἄγοντες καὶ πολίτας καὶ ξένους, ἤδη γεωργῶν ἦμεν ἐν τοῖς πλουσίοις, εἰ καὶ συνακτὸν οὐχ ὁμοῦ τοὐμὸν θέρος. τοὺς μὲν γὰρ ἄρτι τῶν ἀκανθῶν ἡμέρουν· οἱ δ’ ὡμαλίζονθ’, οἷς δ’ ἐβάλλετο σπόρος,
1265οἱ δ’ ἐν γάλακτι, τῶν δ’ ὑπὲρ γῆς ἡ φυή,
οἱ δ’ ἐχλόαζον, οἱ δ’ ἐδεσμοῦντο στάχυς, οἱ δ’ ἡδρύνοντο, οἱ δὲ λευκοὶ πρὸς θέρος· ἅλως τιν’ εἶχε, τοὺς δὲ θημών τις φίλος· οἱ δ’ ἐκρίνοντο, οἱ δὲ σιτώνων ἔσω,114
1270οἱ δ’ ἦσαν ἄρτος, τῆς γεωργίας πέρας— ἄρτος γεωργὸν τὸν καμόντα μὴ τρέφων νῦν, τοὺς δὲ μηδὲν ἐκχέαντας ἰκμάδος. Ἐβουλόμην ἐνταῦθα στῆσαι τὸν λόγον καὶ μηδὲν εἰπεῖν τῶν ἀναξίων λόγου.
1275νῦν δ’ οὐκ ἐᾷ με τὰ πρόσω τῶν πραγμάτων· ὧν τὰ μὲν ἦλθε δεξιῶς, τὰ δ’ ἀγνοῶ, τί χρὴ λέγειν με καὶ τίνι μοίρᾳ προσνέμειν. †τίς ἦν, † ἐπαινῶ. τοῦτον ἐχόντων τὸν τρόπον ἡμῶν ἐφίστατ’ ἀθρόως αὐτοκράτωρ
1280ἐκ τῆς Μακεδνῆς βαρβάρων στήσας νέφος πλήθει τε πολλῷ καὶ θράσει τεθηγμένων· ἄνθρωπος οὐ κακὸς μὲν εἰς πίστιν θεοῦ ὅσον κρατῆσαι τὰς ἁπλουστέρας φύσεις, καὶ τῆς τριάδος ὑπερφυῶς ἡττώμενος
1285(σπλάγχνων γὰρ οὗτός ἐστι καὶ πάντων λόγος, στερρᾶς ἐφ’ ἕδρας ἀσφαλῶς βεβηκότων)· οὐ μὴν τοσοῦτος τῇ ζέσει τοῦ πνεύματος, ὡς ἀντισῶσαι τοῖς παρελθοῦσιν τὰ νῦν καιρῷ τὰ καιροῦ πταίσματ’ ἐξιώμενος·
1290ἢ τὴν ζέσιν μὲν ἶσος, οὐκ ἶσος δέ γε, τί φῶ; τὸ θάρσος ἢ θράσος; διδάξατε. ἴσως δ’ ἄμεινον τὸ ‘προμήθειαν‘ καλεῖν. οὐ γὰρ κατείργειν, ἀλλὰ πείθειν ἔννομον εἶναι νομίζων, καὶ πρὸς ἡμῶν τι πλέον
1295αὐτῶν τ’ ἐκείνων, οὓς θεῷ προσάξομεν— τὸ μὲν γὰρ ἀκούσιον κρατούμενον βίᾳ, ὥσπερ βέλος νευρᾷ τε καὶ χερσὶν δεθέν ἢ ῥεῦμ’ ἐν ὁλκῷ πάντοθεν στενούμενον, καιροῦ διδόντος τὴν βίαν περιφρονεῖ.

(1300)

τὸ δ’ ἑκούσιον βέβαιον εἰς πάντα χρόνον δεσμοῖς ἀλύτοις τῶν πόθων ἐσφιγμένον— ταῦτ’ ἐννοῶν ἔμοιγε τὸν φόβον δοκεῖ τέως κατασχὼν πάντας ἕλκειν ἡμέρως προθεὶς τὸ βούλεσθ’ ἄγραφον πειθοῦς νόμον.
1305 Ὡς δ’ οὖν ἐπέστη ἄσμενος τρισασμένοις— ἃ μὲν τετίμηκέν με τῇ πρώτῃ θέᾳ,
οἷς τ’ εἶπεν οἷς τ’ ἤκουσεν εὐμενέστατα, τί χρὴ λέγειν με; καὶ γὰρ αἰσχύνης γέμον, εἰ τηλίκος ὢν φρονεῖν δοκοίην τηλίκοις,116
1310ᾧ τίμιον τοῦτ’ ἔστι καὶ μόνον, θεός. τὸ δ’ οὖν πέρας· „δίδωσι“, φησί, „τὸν νεών θεὸς δι’ ἡμῶν σοί τε καὶ τοῖς σοῖς πόνοισ“ — φωνὴν ἄπιστον πρὶν προελθεῖν εἰς τέλος. οὕτως γὰρ ἦσαν ἡ πόλις κατὰ κράτος
1315ἑστῶτες, ἡ πολλή τε καὶ δεινὴ ζέσις, ὡς μηδ’ ἄν, εἴ τι τῶν ἀηδῶν συμπέσοι, εἴξοντες, ἀλλ’ ἕξοντες, ὧνπερ ἐκράτουν· εἰ δ’ ἐκβιάζοιντ’, ἀλλὰ τὸν βαρὺν χόλον ἡμῖν ἐπαφήσοντες, ὧν ῥᾷστον κρατεῖν.
1320 Ὁ μὲν τόδ’ εἶπεν· ἐμὲ δὲ συμμιγὴς τρόμῳ παλμός τις εἶχεν ἡδονῆς. ὦ Χριστέ μου, ὃς οἷς πέπονθας εἰς τὸ πάσχειν ἐκκαλῇ, σὺ καὶ τότ’ ἦσθα τῶν ἐμῶν πόνων βραβεύς, καὶ νῦν γενοῦ μοι τῶν κακῶν παρήγορος.
1325 Παρῆν ὁ καιρός. τὸν νεὼν δ’ εἶχε στρατός ξιφηφόρος, λαθραῖος ἐκτεταγμένος. ὁ δ’ ἀντεπῄει δῆμος οἰδαίνων ἅπας, ψάμμος θαλασσῶν ἢ νιφὰς ἢ κυμάτων κινήματ’, ὀργῇ καὶ λιταῖς μεμιγμένος,
1330ὀργῇ καθ’ ἡμῶν, πρὸς δὲ τὸ κράτος λιταῖς. πλήρεις ἀγοραί, δρόμοι, πλατεῖαι, πᾶς τόπος, διώροφα, τριώροφα νευόντων κάτω ἀνδρῶν, γυναικῶν, νηπίων, παλαιτάτων· πόνος, στεναγμός, δάκρυα, βρυχήματα,
1335εἰκὼν ἁλόντος ἄστεος κατὰ κράτος. Ἐγὼ δ’ ὁ γεννάδας τε καὶ στρατηλάτης, καὶ ταῦτ’ ἐν ἀρρωστοῦντι καὶ λελυμένῳ, μικρὰ πνέοντι τῷδέ μου τῷ σαρκίῳ, μέσος στρατηγοῦ καὶ στρατοῦ, βλέπων ἄνω,
1340ᾔειν βοηθῷ χρώμενος τῇ ἐλπίδι, ἕως κατέστην εἰς νεών, οὐκ οἶδ’ ὅπως. Κἀκεῖνο δ’ εἰπεῖν ἄξιον· πολλοῖς τε γάρ ἔδοξεν εἶναι τῶν τότε κρεῖσσον λόγου, οἷς οὐδὲν ἁπλοῦν ἐστι τῶν ὁρωμένων,
1345ἐν ταῖς μεγίσταις τὸ πλέον καιρῶν ῥοπαῖς. ἐγὼ δ’ ἀπιστεῖν τοῖς λέγουσιν οὐκ ἔχω, καίτοι προσάντης τοῖς ξένοις εἴπερ τις ὤν.
τοῦ γὰρ προχείρως πάντα πιστεύειν θέλειν χεῖρον τὸ πᾶσιν ἀντιτείνειν ἐξ ἴσης.118

(1350)

τὸ μὲν γάρ ἐστι κουφότης, τὸ δὲ θράσος. τί οὖν τὸ θαῦμ’· ὦ βίβλε, κηρύσσοις βίῳ, τοῦ μὴ λαθεῖν τοὺς ὕστερον τόσην χάριν. Ἦν ὄρθρος, ἡ δ’ ἐπεῖχε νὺξ ὅλην πόλιν νέφους ὑποδραμόντος ἡλίου κύκλον,
1355ἥκιστα καιρῷ πρᾶγμα τῷ τότε πρέπον· φιλαίθριον γὰρ οὐδὲν ὡς πανήγυρις. ὃ καὶ παρεῖχε τοῖς μὲν ἐχθροῖς ἡδονήν ὡς δυσφοροῦντος τοῦ θεοῦ τοῖς δρωμένοις, ἡμῖν δ’ ἀνίαν ἐν φρεσὶν κεκρυμμένην.
1360ἐπεὶ δ’ ἐγώ τε καὶ τὸ πορφύρας κράτος κιγκλίδος ἦμεν τῆς σεβασμίας ἔσω, πάντων δ’ ἐπήρθη συμμιγὴς αἶνος θεοῦ καλουμένου βοῇ τε καὶ χειρῶν τάσει, τοσοῦτον ἐξέλαμψεν ἡλίου σέλας
1365νέφους ῥαγέντος τῷ θεοῦ προστάγματι, ὡς πάντα μὲν τὸν οἶκον ἀστραπηφόρον εὐθὺς γενέσθαι, τὸν πρὶν ἐστυγνασμένον, καὶ τῆς παλαιᾶς εἰκόνα σκηνῆς λαβεῖν ἅπαντας, ἣν ἔκρυπτε λαμπρότης θεοῦ,
1370εἶδος δὲ πᾶσιν αἰθριᾶσαι καὶ φρένας· κἀνταῦθα θάρσους συνδραμόντος τῇ θέᾳ ἡμᾶς βοᾶσθαι πανσθενεὶ ζητουμένους, ὡς τοῖς παροῦσι τοῦδε λείποντος μόνου, πρῶτόν τε καὶ μέγιστον ἐκ πρώτου κράτους
1375τοῦτ’ ἂν γενέσθαι πρὸ θρόνων πόλει γέρας· ἡμᾶς δοθῆναι τοῖς θρόνοις τοῦ ἄστεος. ταῦτ’ ἦν ἀπ’ ἀνδρῶν ἐν τέλει καὶ τῶν κάτω, πάντων ἀπ’ ἴσου τοῦ πόθου ἰσουμένων, ταῦτ’ ἐκ γυναικῶν ὑψόθεν βοώμενα
1380πέρα σχεδόν τι τοῦ γυναιξὶ κοσμίου. βροντή τις ἦν ἄπιστος ἀντικλωμένη, ἕως ἐγώ τιν’ ἐξαναστήσας θρόνων σύνεδρον—οὐκ ἐμοὶ γὰρ ἦν φωνῆς τόνος συνωσμένῳ τε καὶ δέει κεκμηκότι—
1385γλώσσης τάδ’ εἶπον ῥήματ’ ἐξ ἀλλοτρίας· „ἐπίσχεθ’ οὗτοι, τὴν βοὴν ἐπίσχετε. καιρὸς γάρ ἐστι παντός· εὐχαριστίας ὁ νῦν· ὁ δ’ εἰσέπειτα καὶ τῶν μειζόνων.“
λαὸς δ’ ἐπερρόθησαν, οἷς ἐφθεγξάμην—120
1390πᾶσιν γάρ ἐστι προσφιλὲς τὸ μέτριον— αὐτός τ’ ἀπῆλθεν αἰνέσας αὐτοκράτωρ. οὕτω μὲν οὗτος σύλλογος καταστρέφει τοσοῦτον ἡμᾶς ἐκφοβήσας καὶ μόνον, ὅσον γυμνωθὲν ἓν ξίφος πάλιν ἔσω
1395πεσεῖν, θράσος τε συντεμεῖν θερμοῦ λεώ. Τὰ δ’ ἔνθεν οὐκ οἶδ’, ὡς προάξω τὸν λόγον ἔχοντα καί τιν’ ὄγκον ἐν τοῖς πράγμασιν. τίς συγγραφεύς μοι τῷ λόγῳ δοίη πέρας; αἰσχύνομαι γὰρ ταῖς ἐμαῖς εὐφημίαις,

(1400)

κἂν ἄλλος εὖ λέγῃ με. τοῦτ’ ἐμὸς νόμος. ὅμως δὲ λέξω μετριάζων ὡς σθένος. Ἦν ἔνδον· ἡ πόλις δὲ τὸ φρύαγμα μέν κάτω βεβλήκει τοῦ ναοῦ κρατουμένου· ὅμως δ’ ὑπεστέναζεν, ὡς γίγας, φασίν,
1405βληθεὶς κεραυνῷ πρόσθεν Αἰτναίῳ πάγῳ καπνόν τε καὶ πῦρ ἐκ βάθους ἠρεύγετο. τί οὖν με ποιεῖν, πρὸς θεοῦ, δίκαιον ἦν; διδάξαθ’ ἡμᾶς, εἴπαθ’, οἱ νῦν ἐντελεῖς, ὁ μειρακίσκων σύλλογος τῶν ἀθλίων,
1410οἷς τὸ πρᾶον μὲν ἀδρανὲς νομίζεται, τὸ δ’ ἐμμανές τε καὶ κάκιστον ἀνδρικόν. ὠθεῖν, ἐλαύνειν, ἀγριοῦν, ἀναφλέγειν καιρῷ τ’ ἀπλήστως χρωμένους καὶ τῷ κράτει; ἢ φαρμακεύειν φαρμάκοις σωτηρίας;
1415δύω γὰρ οὕτω καλὰ κερδαίνειν παρῆν· αὐτούς τε ποιεῖν μετρίους τῷ μετρίῳ ἡμᾶς τε δόξαν καὶ τὸ φίλτρον λαμβάνειν. τοῦτ’ ἦν δίκαιον, τοῦτο καὶ φανήσομαι ἀεί τε ποιῶν καὶ τόθ’, ὡς μάλιστ’ ἐνῆν.
1420 Πρῶτον μέν, ὡς δείξαιμι μὴ καιροῦ φορᾷ νέμων τὸ πλεῖον ἢ κράτει τῷ τοῦ θεοῦ, τί νουθετοῦμαι τῷ καλῷ παραινέτῃ, λόγον δ’ ἔχω σύμβουλον ἀσφαλέστατον; πάντων σεβόντων τὴν ὀφρὺν τῶν ἐν τέλει—
1425τούτων μάλιστα τοὺς ἔσω παραστάτας, οἳ πάντ’ ἄνανδροι τἆλλα, πλὴν εἰς χρήματα— τί δ’ ἄν τις εἴποι, πῶς τε καὶ τέχναις ὅσαις αὐτοῖς πυλῶσι βασιλικοῖς προσκειμένων, κατηγορούντων, λαμβανόντων ἐκτόπως,
1430τῆς εὐσεβείας ἐμφορουμένων κακῶς, ἀσχημονούντων, ὥς γε συντόμως φράσαι, μόνος ποθεῖσθαι μᾶλλον ἢ μισεῖσθ’ ἔγνων καὶ τῷ σπανίῳ τὸ σεμνὸν ἠμπολησάμην θεῷ τὰ πολλὰ καὶ καθάρσει προσνέμων,122
1435τῶν δὲ κρατούντων τὰς θύρας ἄλλοις διδούς. Ἔπειτα τοὺς μὲν ἠπορημένους βλέπων, ἐφ’ οἷς συνῄδεσάν σφισιν ἠδικηκότες, τοὺς δ’ εὖ παθεῖν χρῄζοντας ὡς εἰκὸς πάλιν, τοῖς μὲν ἀφῆκα τὸν φόβον, τοὺς δ’ ὠφέλουν,
1440ἄλλους κατ’ ἄλλην χρείαν, ὡς ἦν μοι σθένος. ἓν δ’ ἐξ ἁπάντων δείγματος λέξω χάριν. Ἔνδον ποθ’ ἡσύχαζον ἐξ ἀρρωστίας— ἦρκτο γάρ, ἦρκτο συνδραμοῦσα τοῖς πόνοις. ταῦτ’ ἐτρυφῶμεν, ὡς δοκεῖ τοῖς βασκάνοις.
1445οὕτω δ’ ἔχοντος ἀθρόως δήμου τινές ἐπεισίασι, σὺν δὲ τοῖς νεανίας, ὠχρός, κομήτης, πενθικῶς ἐσταλμένος. ἐμοῦ δ’ ἐπιστρέψαντος ἐκ κλίνης πόδας οὕτω τι μικρόν, οἷα τὰ πτοουμένων,

(1450)

οἱ μὲν θεῷ τε καὶ βασιλεῖ, ἃς ἦν φίλον, φωνὰς ἀφέντες εὐχαρίστους ἀφθόνως ὡς τὴν παροῦσαν ἡμέραν δεδωκόσιν ἡμᾶς τ’ ἐπαινέσαντες ἔστιν οἷς λόγοις ἀπῆλθον. ὃς δὲ τοῖς ἐμοῖς ἄφνω ποσίν
1455προσφύς, ἱκέτης ἄφωνος, ἔκπληκτός τις ἦν. ἐμοῦ δέ, „τίς τε καὶ πόθεν, χρῄζεις δ’ ὅτου;“ λέγοντος, οὐδὲν πλεῖον ἢ μείζους βοαί. ᾤμωξεν, ἐστέναξεν, ἡ σφίγξις χεροῖν πλείων· ὑπεισῄει τι κἀμὲ δάκρυον.
1460βίᾳ δ’ ἀποσπασθέντος (οὐ γὰρ ἦν λόγῳ) τῶν τις παρόντων· „οὗτος,“ εἶπεν, „ὁ σφαγεύς σοῦ τοῦ τὸ φῶς βλέποντος ἐκ θεοῦ σκέπης. ἑκὼν πάρεστι, δέσμιος συνειδότος, φονεὺς ἀγνώμων, εὐγενὴς κατήγορος,
1465τὸ δάκρυον δίδωσι τιμὴν αἵματος.“ ταῦτ’ εἶπεν· ἐκλάσθην δὲ τοῖς λόγοις ἐγώ, φωνὴν δ’ ἀφῆκα τοῦ κακοῦ λυτήριον· „θεός σε σῴζοι· τὸν σεσωσμένον δ’ ἐμέ χρηστὸν φανῆναι τῷ σφαγεῖ οὐδὲν μέγα.
1470ἐμὸν πεποίηκέν σε τὸ θράσος· σκόπει,
ὅπως ἐμοί τε καὶ θεῷ γένῃ πρέπων.“ ταῦτ’ εἶπον· ἡ πόλις δὲ (οὐ γὰρ λανθάνει τῶν καλῶν οὐδέν) εὐθὺς ἐκμαλάσσεται, ὥσπερ σίδηρος ἐμπύροις κινήμασιν.124
1475 Τὸ δ’ ἐκ τοσούτων χρημάτων θρυλουμένων, ὧν οἱ μέγιστοι τῆς ὅλης οἰκουμένης ναῶν ἐθησαύριζον ἐκ παντὸς χρόνου, κειμηλίων τε καὶ πόρων τῶν πάντοθεν οὐδ’ ὁντινοῦν λογισμὸν ἐν τοῖς γράμμασιν
1480εὑρόντα τῶν πρὶν προστατῶν ἐκκλησίας, οὔτ’ ἐν ταμίαις νέοις, ἐν οἷς τὰ πράγματα, στέρξαι, ξένον τε μηδ’ ὅλως λαβεῖν τινα, ὅ μοι παρῄνουν καὶ παρώξυνόν τινες, τούτων λογιστὴν εἰς ὕβριν μυστηρίου,
1485πόσον δοκεῖ σοι; ὧν γὰρ ἔσχε τις μόνων, οὐχ ὧν λαβεῖν δίκαιον, ἔσθ’ ὑπεύθυνος. ταῦθ’, ὅστις ἥττων χρημάτων, καὶ μέμφεται· ὅστις δὲ κρείσσων, καὶ λίαν προσδέξεται. πᾶσιν γὰρ οὔσης τῆς ἀπληστίας κακῆς
1490ἄπληστον εἶναι χεῖρον ἐν τοῖς πνεύματος. εἰ πάντες οὕτως ἐφρόνουν εἰς χρήματα, οὐκ ἄν ποτ’ οὐδὲν τοῖον ἦν ἐκκλησίαις πλήρωμ’ ἀνευρεῖν (οὐ φρενὸς γὰρ τῆς ἐμῆς), λέγω δ’ ὅσον λειτουργόν, ἐγγίζον θεῷ.
1495 Καὶ τοῦτο δ’ ἦν θρύλημα τῶν ἐναντίων, μηδ’ ἂν πυλῶσι τὸν λεὼν ἐξαρκέσαι, τὸν πρὶν μερισθένθ’, ἡνίκ’ ἦμεν ἐνδεεῖς. τοσοῦτον ἦμεν πᾶσιν εὐτελισμένοι, ὧν νῦν νεῴ τε καὶ νεὼν πληρώματα.

(1500)

Ταῦθ’ ἡμῖν ἐσπουδάζεθ’, ὡς ἂν μὴ λέγω πτωχῶν, μοναστῶν, παρθένων, τῶν ἐν νόσοις, ξένων, παροίκων, δεσμίων ἐπιστάτας, ψαλμῳδιῶν τε δακρύων τε παννύχων, ἀνδρῶν γυναικῶν σεμνότητ’ ἀσκουμένων,
1505ἄλλοις τε, οἷς ἀγάλλετ’ εὐτάκτοις θεός. Ἀλλ’ οὐ γὰρ ἡσύχαζεν ὁ φθορεὺς φθόνος, ᾧ πάνθ’ ἁλίσκετ’, ἢ φανερῶς ἢ λαθρίως· ἀρχὴν κακῶν μοι τὸ κρατεῖν ἐπεισάγει. ὅσον γὰρ ἦν ἑῷον, Αἰγύπτου δίχα,
1510λαῶν πρόεδρον, ἄχρι Ῥώμης δευτέρας, γῆς καὶ θαλάσσης ἐκ μυχῶν ἐσωτάτων
κινηθέν, οὐκ οἶδ’ οἷστισιν θεοῦ λόγοις, συνέρχεθ’ ὡς πήξοντες εὐσεβῆ θρόνον. ὧν ἦν πρόεδρος ἀνὴρ εὐσεβέστατος,126
1515ἁπλοῦς, ἄτεχνος τὸν τρόπον, θεοῦ γέμων, βλέπων γαλήνην, θάρσος αἰδοῖ σύγκρατον βάλλων ὁρῶσι, πνεύματος γεώργιον. τίς ἠγνόησε τοῦτον, ὃν δηλοῖ λόγος, τῆς Ἀντιοχέων προστάτην ἐκκλησίας,
1520τὸν ὄνθ’ ὅπερ κέκλητο καὶ καλούμενον ὃ ἦν; μέλιτος γὰρ καὶ τρόπος καὶ τοὔνομα. ὃς πόλλ’ ἀνέτλη πνεύματος θείου χάριν (εἰ καὶ ξένῃ τι μικρὸν ἐκλάπη χερί) ἀγῶσι λαμπροῖς τὴν πλάνην ἀποξέων.
1525 Οὗτοι μ’ ἐνιδρύουσι τοῖς σεμνοῖς θρόνοις βοῶντα καὶ στένοντα, πλὴν δι’ ἓν μόνον οὐ σφόδρ’ ἄκοντα. τοῦτο μαρτύρει, λόγε. τί τοῦτο; τἀληθὲς γὰρ οὐ κρύπτειν θέμις. ᾤμην ματαίοις καρδίας φαντάσμασιν
1530(τὸ γὰρ θέλειν πρόχειρον εἰς τὴν ἐλπίδα καὶ πάντα ῥᾷστα τῇ ζέσει τοῦ πνεύματος, κἀγώ τις ἄλλως εἰς τὰ τοιαῦθ’ ὑψίνους), εἰ τὸ κράτος λάβοιμι τοῦδε τοῦ θρόνου— πολλὴν ῥοπὴν γὰρ καὶ τὸ φαίνεσθ’ εἰσφέρει—,
1535ὥσπερ χορευτὴς ἐν μέσῳ δυοῖν χοροῖν ἄμφω πρὸς αὑτὸν συντιθεὶς τοὺς πλησίον, τῇ μὲν τὸν ἔνθεν, τῇ δὲ τόν, χοροῦ νόμῳ εἰς ἓν συνάξειν τοὺς διεστῶτας κακῶς. πῶς δ’ οὐ κάκιστα καὶ δακρύων πλουσίων
1540θρήνων τε πολλῶν καὶ σπαραγμῶν ἀξίως, οἵων τις οὔπω τῶν πάλαι ἢ τῶν νέων ἐπ’ οὐδενός ποτ’ ἀνιαρῶν ἐστήσατο, πολλῶν κακῶν πολλοῖς τε συμπεπτωκότων, οὐδ’ ἣν ἅπαντες ᾄδους’ Ἰσραὴλ σποράν,
1545ὃν χριστοφόντης ἐξελίκμησεν χόλος. Οἱ γὰρ πρόεδροι καὶ λαοῦ διδάσκαλοι, οἱ πνεύματος δοτῆρες, ὧν σωτήριος θρόνων ἀπ’ ἄκρων ἐξερεύγεται λόγος, οἱ πᾶσι κηρύσσοντες εἰρήνην ἀεί

(1550)

φωναῖς πλατείαις ἐν μέσαις ἐκκλησίαις τοσοῦτον ἐπεμάνησαν ἀλλήλοις πικρῶς, ὥστ’ ἐκβοῶντες, συλλέγοντες συμμάχους,
κατηγοροῦντες καὶ κατηγορούμενοι, διδόντες, ἐκδημοῦντες ἐν πηδήμασιν,128
1555διαρπάζοντες, οὓς τύχοι τις προφθάσας, λύσσῃ φιλαρχίας τε καὶ μοναρχίας— πῶς ἐκβοήσω ταῦτα καὶ τίσιν λόγοις; — ἔρρηξαν ἤδη τὴν ὅλην οἰκουμένην, ὃ πρόσθεν εἶπον, ἡνίκ’ ἠρχόμην λόγου.
1560λῆξις δ’ ἑῴα καὶ δύσις λόγου πλέον τομὴ νομίζετ’ ἢ τόπων καὶ κλιμάτων. τὰ μὲν γὰρ ἥνωτ’, οὐκ ἄκροις, ἀλλ’ οὖν μέσοις· οἱ δ’ οὐδέν ἐστιν, ᾧ δέοντ’ ἐρρωγότες, οὐκ εὐσέβειαν (τοῦτ’ ἀνευρίσκει χόλος,
1565ψεύστης ἕτοιμος), τὴν δ’ ὑπὲρ θρόνων ἔριν. τί τοῦτο φάσκω τοὺς σκοπούς; οὐ τοὺς σκοπούς τοσοῦτον (ἄμφω καὶ γὰρ οἶδα μετρίους), ὅσονπερ ἀμφοῖν τοὺς κακοὺς σκουδαρχίδας, αὔρας φυσώσας τὴν ἀνημμένην φλόγα,
1570τὰ σφῶν τιθέντας εὖ καλῶς ἐν τοῖς φίλοις, εἴπερ καλῶς τοῦτ’ ἔστιν, οὐ λίαν κακῶς. Τούτων τι κἀγὼ τῶν κακῶν ἀπωνάμην. ἐπεὶ γάρ, ὃν μὲν ἀρτίως ἐπῄνεσα, {τῆς Ἀντιοχέων προστάτην ἐκκλησίας}
1575πλήρης μετρητῶν τῶν τ’ ἀμετρήτων ἐτῶν πόλλ’, ὡς ἀκούω, συμβατικὰ παραινέσας, ἃ πρόσθεν ἐξηκούετ’ ἐκλαλῶν φίλοις, ἔνθεν μετῆλθε πρὸς χορὸν τῶν ἀγγέλων, πομπῇ τε θείᾳ καὶ χύσει τοῦ ἄστεος
1580τόθ’ ὡς μάλιστα δειχθέντος, ὥσπερ λόγος, πρὸς τὴν ἑαυτοῦ στέλλεται παροικίαν, καλόν τι θησαύρισμα τοῖς ἐγνωκόσιν. βουλὴ δὲ προύκειθ’ ἡμὶν οὐ βουλευτέα, ἣν οἱ στασιώδεις καὶ κακοὶ συνεκρότουν
1585σπουδὴν ἔχοντες ἀνταναστῆσαί τινα πρόεδρον ἄλλον τῷ τέως μονοθρόνῳ. πολλοὶ δ’ ἐκινήθησαν ἐξ ἀμφοῖν λόγοι, εἰρηνικοί τε καὶ φέροντες εἰς κακόν· τότ’ εἶπον αὐτός, οὕσπερ ᾠόμην λόγους
1590εἶναί τ’ ἀρίστους καὶ κακῶν λυτηρίους· „Οὔ μοι δοκεῖτε ταὐτὰ γινώσκειν, φίλοι, ἅπαντες οὔθ’, ὧν νῦν χάριν βουλευτέον, ταῦθ’ ἡμὶν ἥκειν ἀξιώσοντες λόγου,
πλείστῳ δὲ μέτρῳ τοῦ δέοντος ἁμαρτάνειν.130
1595ὑμῖν μέν ἐστιν ἄστεως ἑνὸς λόγος, καὶ τοῦθ’ ὅπως μάχοιτο νυνὶ καὶ πλέον— ὁ γὰρ σκοπὸς τοῦτ’ ἔστιν, ὃν σπουδάζετε—, χειρός τε δεῖσθε τῆς ἐμῆς συλλήπτορος· ἐμοὶ δὲ μειζόνων τε καὶ πληρεστέρων.

(1600)

ὁρᾶτε τοῦτον τὸν μέγαν τῆς γῆς κύκλον, ὃς ἐσφράγισται αἵματος τοῦ τιμίου ῥοαῖς, θεοῦ παθόντος ἀνθρώπου τύπον τιμήν θ’ ἑαυτὸν ῥύσιον δεδωκότος, ἄλλοις τε πολλοῖς θύμασιν καὶ δευτέροις.
1605οὗτος δύω δονεῖται, θῶμεν, ἀγγέλοις— ἀλλ’ οὐδ’ ἐκεῖνοι (φθέγξομ’ ἀλγοῦντος λόγον) τιμῆς τοσαύτης ἄξιοι. τοὐναντίον, ὅσῳπέρ εἰσιν ἄγγελοι, τόσῳ πλέον οὐκ ἄξιοι μάχης τε καὶ τῶν χειρόνων·
1610εἴπερ τὸ κρεῖσσον ἄξιον καὶ κρεισσόνων. Ἕως μὲν οὖν ἦν ἐν μέσῳ θεῖος σκοπός— οὐδ’ ἦν σαφές πω, πῶς ποθ’ οἱ τῆς ἑσπέρας τὸν ἄνδρα δέξοντ’ ἠγριωμένοι τέως—, συγγνωστὸν ἦν πως καὶ τὸ λυπεῖν μετρίως
1615τούς, ὡς λέγουσι, ‘τῶν νόμων ἀμύντορασ‘. ἀνήρ τε γὰρ πρᾶός τις ὀργῆς φάρμακον, τό τ’ ἀγνοεῖν μέγιστον εἰς παρρησίαν. νῦν δ’ (οὐ γάρ ἐστιν οὐδὲ εἷς σάλος θεοῦ δόντος γαλήνην τοῖς ἑαυτοῦ πράγμασιν)
1620τί φημι χρῆναι; καὶ δέξασθέ μου λόγον, λόγον προμηθῆ, τῶν νέων σοφώτερον. οἱ γὰρ γέροντες τὸ ζέον γ’ οὐ πείσομεν· κενῆς γάρ ἐστιν ἧττον εὐκλείας ἀεί. θρόνος κρατείσθω τῷ κρατοῦντί νιν τέως.
1625τί δεινόν, ἄν τι καὶ μικρὸν πλείω χρόνον τὸν ἄνδρα πενθήσωμεν, ὡς πάλαι νόμος; ἔπειτα δώσει τὴν λύσιν τοῦ πράγματος τὸ γῆρας ἡ κοινή τε παντὸς τοῦ γένους ἀναγκαία τε καὶ καλὴ προθεσμία.
1630ὁ μὲν θανὼν οἰχήσεθ’ οἷ ποθεῖ πάλαι, δώσων θεῷ τὸ πνεῦμα τῷ δεδωκότι. ἡμεῖς δὲ τηνικαῦτα ἐκ συμψυχίας λαοῦ τε παντὸς καὶ σοφῶν ἐπισκόπων θρόνῳ τιν’ ἄλλον δώσομεν σὺν πνεύματι.
1635 Ἥδ’ ἂν γένοιτο τῶν κακῶν λύσις μία, ἢ γὰρ τὸ μεῖζον, προσλαβεῖν καὶ τὸ ξένον (ξένον γάρ ἐστιν, ὡς ὁρῶ, νῦν ἡ δύσις), ἢ δεύτερος πλοῦς, συμφρονῆσαι τὴν πόλιν, λαὸν τοσοῦτον καὶ χρόνῳ κεκμηκότα.132
1640στήτω ποτ’ ὀψέ, κοσμικὸς στήτω σάλος. οἶκτον λάβωμεν τῶν τε νῦν ἐσχισμένων τῶν τ’ ἐγγὺς ὄντων τοῦ πάθους τῶν θ’ ὕστερον. μή τις θελήσῃ, ποῖ προβήσεται, μαθεῖν, εἰ ταῦτα νικήσειεν ἐν μακρῷ χρόνῳ.
1645ἐπὶ ξυροῦ βέβηκεν, ἢ σῴζεσθ’ ἔτι τὸ σεμνὸν ἡμῶν δόγμα καὶ σεβάσμιον ἢ μηκέτ’ εἶναι τῇ στάσει διαρρυέν. ὥσπερ γὰρ ἡ τῶν χρωμάτων μοχθηρία τοῦ ζωγράφου νομίζετ’, οὐκ ὀρθῷ λόγῳ,

(1650)

ἢ τῶν μαθητῶν ὁ τρόπος διδασκάλων, οὕτως ὁ μύστης ὢν κακός—πόσῳ πλέον ὁ μυσταγωγὸς ὕβρις εἰς μυστήριον. μικρόν τι νικηθῶμεν, ὥστε προσλαβεῖν νίκην τε μείζω καὶ τὸ σωθῆναι θεῷ,
1655κόσμον τε σῶσαι τὸν κακῶς ὀλωλότα. οὔτοι τὸ νικᾶν δόξαν ἐν πᾶσιν φέρει. καλῶς στέρεσθαι κρεῖσσον ἢ κακῶς ἔχειν. ταῦτ’ οἶδεν ἡ τριάς τε καὶ τὸ σὺν λίθοις κήρυγμα λαμπρὸν τῆς ἐμῆς παρρησίας,
1660ὃ καί μ’ ἔθηκε τοῖς κακοῖς ἐπίφθονον. Εἴρηθ’ ἁπλῶς τε καὶ δικαίως σήμερον, ἅπερ συνοίσειν οἶδα τοῖς σκοπουμένοις. εἰ δ’ οἴεταί τις τῶν κακῶν ἢ πρὸς χάριν λέγειν τάδ’ ἡμᾶς αὐτὸς ἠγορασμένος
1665(εἰσὶν γάρ, εἰσὶν ἔμποροι τῶν ἐκκρίτων χρυσοῦ γέμοντες καὶ προθυμίας ἴσης) ἤ τι σκοπεῖν οἰκεῖον, ὡς πολλοῖς νόμος, αὐτὸς τεχνάζων λανθάνειν ἐν τοῖς κακοῖς ἢ τὸ κρατεῖν ἐντεῦθεν αὑτῷ μνώμενος,
1670δότω τὸ κρίνειν τῷ τελευταίῳ πυρί. ἡμῖν δὲ συγχωρήσατ’ ἄθρονον βίον, τὸν ἀκλεῆ μέν, ἀλλ’ ὅμως ἀκίνδυνον. καθήσομ’ ἐλθών, οἷ κακῶν ἐρημία. κρεῖσσον γὰρ ἢ τοῖς πλείοσιν μεμιγμένον
1675μήτ’ ἄλλους ἕλκειν πρὸς τὸ βούλημ’ ἰσχύειν
μήτ’ αὐτὸν ἄλλοις συμφέρεσθ’, οὗ μὴ λόγος. δεῦρ’, ὅστις οἶδε τὸν θρόνον, προσβαινέτω· πολλοὺς ἀμείψει, ἀξίους τε καὶ κακούς. πρὸς ταῦτα βουλεύεσθε. εἴρηται λόγος.“134
1680 Ταῦτ’ εἶπον· οἱ δ’ ἔκρωζον ἄλλος ἄλλοθεν, δῆμος κολοιῶν εἰς ἓν ἐσκευασμένος, τύρβη νέων τις, καινὸν ἐργαστήριον, λαῖλαψ κόνιν σύρουσα πνευμάτων στάσει, οἷς οὐδ’ ἂν ἠξίωσε τῶν τις ἐντελῶν
1685φόβῳ τε θείῳ καὶ χρόνῳ δοῦναι λόγον ἄτακτα παφλάζουσιν ἢ σφηκῶν δίκην ᾄττουσιν εὐθὺ τῶν προσώπων ἀθρόως· τοῖς δ’ ἠκολούθουν ἡ σεμνὴ γερουσία. τοσοῦτ’ ἀπεῖχον σωφρονίζειν τοὺς νέους.
1690καὶ τὸν λογισμόν, ὡς ἐπαινετός, σκόπει. δεῖν γὰρ συνάλλεσθ’ ἡλίῳ τὰ πράγματα ἐντεῦθεν ἀρχὴν λαμβάνονθ’, ὅθεν θεός ἔλαμψεν ἡμῖν σαρκικῷ προβλήματι. τί οὖν; μάθωμεν μὴ σέβειν περιτροπάς,
1695Χριστοῦ δὲ σάρκα παντὸς ἡμῶν τοῦ γένους οἴεσθ’ ἀπαρχήν. „ἡ δ’ ἐντεῦθεν ἤρξατο“, εἴποι τάχ’ ἄν τις, „ἔνθα πλεῖον τὸ θράσος, ὡς ῥᾳδίως ἐνταῦθα καὶ θανούμενος, ἐκ τοῦ δ’ ἔγερσις, ἐκ δὲ τοῦ σωτηρία.“

(1700)

τοὺς ταῦτα δοξάζοντας οὐκ εἴκειν ἐχρῆν τοῖς, ὥσπερ εἶπον, εὐμαθῶς ἐγνωκόσιν; ἐξ οὗ καὶ τἆλλα δῆλον ὡς ὑψίφρονες. Κἀκεῖνο δ’ οἷον· τὴν γλυκεῖαν καὶ καλήν πηγὴν παλαιᾶς πίστεως, ἣ τριάδος
1705εἰς ἓν συνῆγε τὴν σεβάσμιον φύσιν, ἧς ἦν ποθ’ ἡ Νικαία φροντιστήριον, ταύτην ἑώρων ἁλμυραῖς ἐπιρροαῖς τῶν ἀμφιδόξων ἀθλίως θολουμένην, οἳ ταῦτα δοξάζουσιν, οἷς χαίρει κράτος,
1710μέσοι μὲν ὄντες—ἀσμενιστὸν δ’ εἰ μέσοι, καὶ μὴ προδήλως κλήσεως ἐναντίας, ἐπίσκοποι νῦν μανθάνοντες τὸν θεόν, διδάσκαλοι χθές, καὶ μαθηταὶ σήμερον, τελειοποιοί, καὶ τέλειοι δεύτερον,
1715λαὸν καταρτίζοντες, οἳ τὰ σφῶν κακά, οὐκ οἶδ’ ὅπως μέν, ἐκλαλοῦσι δ’ οὖν ὅμως,
καὶ ταῦτα χωρὶς δακρύων· ὃ καὶ ξένον, ἄδακρυς ἐκλάλησις ἀρρωστημάτων. Οὗτοι μὲν οὕτω. δοῦλα καιροῦ γάρ φασιν136
1720τὰ πάντα. τοῦ παίζειν δὲ τίς μείζων τρυφή; ὃ μήτε μόχθῳ κτητόν, ὡς τὰ πόλλ’ ἔχει, μήτ’ ἄλλοθεν ποριστόν, ἀλλ’ οὐδ’ ὤνιον— ἡμεῖς δὲ πῶς ποθ’ οἱ φιλάνθρωποι λίαν; προυθήκαμεν κήρυγμα πρόσθεν βημάτων·
1725πᾶσιν βοῶμεν· „ὃς θέλει, δεῦρ’ εἰσίτω, κἂν δίστροφός τις ἢ πολύστροφος τύχῃ.
1726aθέατρόν ἐστι πᾶσιν ἠνεῳγμένον,
1727πανήγυρις ἕστηκεν· ἀπίτω μηδὲ εἷς ἀπραγμάτευτος. ἂν μεταστραφῇ κύβος (καιροῦ γὰρ οὐδέν ἐστιν εὐστροφώτερον),
1730ἔχεις τὸ τεχνύδριον· ἀνάδραμε τοὔμπαλιν. οὐκ εὐμαθὲς τὸ πίστει προσκεῖσθαι μιᾷ, βίων δὲ πολλὰς εἰδέναι διεξόδους.“ Ἐξ οὗ τί γίνεθ’; ἡ πολύπλοκος πάλαι εἰκὼν ἐν ὕπνοις· χρυσός, ἑξῆς ἄργυρος,
1735χαλκός, σίδηρος, ὄστρακον τὰ πρὸς πόδας. δέδοικα, μὴ τὰ πάντα λικμήσῃ λίθος. καὶ Μωαβίταις κἀμμανίταις, οἷς οὐ πάλαι, νῦν εἰσιτητόν ἐστιν εἰς ἐκκλησίαν. „σὺ δ’ οὐκ ἐπῄνεις ταῦτα τὸ πρόσθεν; λέγε.
1740τῶν συλλόγων δὲ τίς ποτ’ εἶχε τὸ κράτος;“ οἱ σύλλογοι μὲν ἦσαν, ὧν ἦσαν τότε (ὀκνῶ γὰρ εἰπεῖν αὖθις, οἷς αἰσχύνομαι), ἦσαν δὲ πάντων, ἶσον εἰπεῖν οὐδενός· ἀναρχία γάρ ἐστιν ἡ πλεισταρχία.
1745 Ἐμοῦ δὲ καλῶς ἡ νόσος προεστάτει, ἥ μ’ εἶργεν οἴκοι πολλὰ δὴ καὶ πολλάκις πρὸς ἓν μόνον βλέποντα, τὴν ἐκδημίαν, ἣ πάντων εἶχε τῶν κακῶν ἀπαλλαγήν. ὃ δ’ οὖν παρέστη, τοῦτο καὶ κείσθω νόμος.

(1750)

τινὲς μὲν ἦσαν, οἳ βίᾳ μὲν καὶ μόγις, ἀλλ’ οὖν συνῆλθον, οἷς τι μετῆν παρρησίας, ὅσοις ἄγνοια τοῦ κακοῦ συνήγορος τῇ διπλόῃ κλαπεῖσι τῶν διδαγμάτων τό τ’ ἐν μέσῳ κήρυγμα εὐσεβῶς ἔχον,
1755τόκος τεκόντων παντελῶς ἀλλότριος. τὸν συρφετὸν δὲ τὸν πολὺν χριστεμπόρων
τότε προσήσομ’, ἡνίκ’ ἂν καὶ βόρβορον εὐωδίᾳ μίξῃ τις ἀχράντου μύρου. ῥᾷον κακοῦ γὰρ ἢ καλοῦ μετουσία.138
1760τούτοις ὁ καινόδοξος οὐκ ἠρέσκετο (οὕτω καλοῦσι τοὺς προμηθεῖς οἱ θρασεῖς), ἀλλ’ οὐδ’ ἐκεῖνοι τῷ προμηθεῖ. γίνετ’ οὖν ὁ Λὼτ ἐκεῖνος ὁ πατριάρχης τ’ Ἀβραάμ· ὁ μὲν βαδίζει τήν, ὁ δὲ τὴν ἐναντίαν,
1765ὡς μὴ στενοῦσθαι τῷ πλάτει τῆς κτήσεως. Τί δεῖ λέγειν, ὅσοις τε καὶ οἵοις λόγοις ταύτην ἐπείρων τὴν πολιὰν οἱ φίλτατοι, τὰ πρῶτα μὲν διδόντες, αἰτοῦντες δέ γε τὸ γνήσιον, φεῦ, Γρηγόριον τὸν γνήσιον,
1770οἱ γνήσιοι μέν, εἰς δὲ σύμπνοιαν κακῶν· τὸ δ’ ἐστίν, εἰς ἅπαντα συνεργοῦντ’ ἔχειν. πῶς εἰς ἅπαντα; τίς δ’ ἐφαντάσθη τόσον, ὡς πλῆθος ἄξει πρός τί μ’, οὐ θεοῦ λόγος; πρόσθεν ῥυήσετ’ εἰς ἄνω πηγῶν φύσις
1775καὶ πῦρ ὁδεύσει τὴν ἐναντίαν φοράν, ἤ τι προδώσω τῆς ἐμῆς σωτηρίας. Ἐντεῦθεν ἐξέκλεπτον ἐκ μέσου πόδα. δῆλον δέ· καὶ γὰρ οἶκον ἀντηλλαξάμην ἕλκων ἐμαυτὸν ἐκ βυθῶν ἐκκλησίας
1780πόρρω κακῶν τε καὶ λόγων καὶ συλλόγων. πλὴν ὅσα κατεστέναζον οἱ προσκείμενοι— λαοῦ μάλιστα, ὡς τὰ πάντων μὴ λέγω— βοῶντες, ἱκετεύοντες, εἰς θεὸν χέρας αἴροντες, ὁρκίζοντες, ὡς τεθνηκότα
1785πενθοῦντες ἤδη—τοῦ πάθους, τῶν δακρύων. πῶς ἦν ἐνεγκεῖν ταῦτα καὶ τίνος φρενός; „ἡμᾶς ἀφήσεις τὸν σόν, ὡς ἠκούομεν, στάχυν, στενόν ποτ’, εὔκομον δὲ νῦν θέρος; λαὸν δὲ τὸν προσήλυτον, τὸν μὲν θύραις
1790ταῖς σαῖς προσεστῶθ’, οἷς ἀνοῖξαι δεῖ μόνον, τὸν δ’ ἔνδον ἤδη, τὸν δὲ θηρευτὴν ξένων, τίσιν προήσῃ; τίς σὸν ἐκθρέψει τόκον; τοὺς σοὺς πόνους τίμησον, οἷς †προσερρύης†· δὸς τῆς πνοῆς τὸ λεῖπον ἡμῖν καὶ θεῷ.
1795ναὸς γενέσθω σοῦ βίου πεμπτήριος.“ ταῦτ’ ἦν κλάσις μέν, ἀλλ’ ὅμως ἐκαρτέρουν. Μικρόν τι, καὶ δίδωσι τὴν λύσιν θεός.
ἦλθον γάρ, ἦλθον ἐξαπίνης κεκλημένοι, ὡς δή τι συνοίσοντες εἰρήνης σκοπῷ,140

(1800)

Αἰγύπτιοί τε καὶ Μακεδόνες, ἐργάται τῶν τοῦ θεοῦ νόμων τε καὶ μυστηρίων, φυσῶντες ἡμῖν ἑσπέριόν τε καὶ τραχύ. τοῖς δ’ ἀντεπῄει δῆμος ἡλιοφρόνων. κάπροι δ’ ὅπως θήγοντες ἀγρίαν γένυν
1805(ὡς ἂν μιμήσωμαί τι τῆς τραγῳδίας), λοξὸν βλέποντες ἐμπύροις τοῖς ὄμμασιν συνῆπτον. ἐν πολλοῖς δὲ τοῖς κινουμένοις θυμοῦ τὸ πλεῖον ἢ λόγου κινήμασιν καὶ τῶν ἐμῶν τι πικρότερον ἐπεσκόπουν,
1810νόμους στρέφοντες τοὺς πάλαι τεθνηκότας, ὧν πλεῖστον ἦμεν καὶ σαφῶς ἐλεύθεροι· οὐ μὴν πρὸς ἔχθραν τὴν ἐμὴν οὐδὲ θρόνον σπεύδοντες ἄλλῳ, οὐδαμῶς, ὅσον πόνῳ τῶν ἐνθρονιστῶν τῶν ἐμῶν, ὡς γοῦν ἐμέ
1815σαφῶς ἔπειθον λαθρίοις δηλώμασιν. οὐ γὰρ φορητὴν τὴν ὕβριν σφῶν εἰδέναι, ὅση παλαιὰ καὶ νέοις ἐν πράγμασιν. Ἐγὼ δὲ τέως μὲν ὥσπερ ἵππος δέσμιος, καίπερ κακοῖς τε καὶ νόσῳ τετρυμένος,
1820ἔνδον κροαίνων οὐκ ἐπαυσάμην πόδας καὶ δοῦλον ἐχρεμέτιζον ἐκ δεσμῶν βίας ποθῶν νομάς τε τήν τ’ ἐμὴν ἐρημίαν. ἐπεὶ δὲ κινεῖν, ἃ προεῖπον, ἠξίουν, ἔρρηξα δεσμὰ τήν τ’ ἀφορμὴν ἀσμένως
1825(οὐκ ἂν πείσαιμι τοὺς φιλάρχους οὔποτε, εὔδηλόν ἐστι, πλὴν ἀληθές) ἥρπασα. καιρὸς γὰρ ἦν μοι· καὶ παρελθὼν εἰς μέσους τάδ’ εἶπον· „ἄνδρες, οὓς συνήγαγεν θεός, ὡς ἄν τι βουλεύσησθε τῶν θεῷ φίλων,
1830τὸ μὲν καθ’ ἡμᾶς δευτέρου κείσθω λόγου· μικρὸν γάρ, ὥς γε πρὸς τοσοῦτον σύλλογον, ὅπως ποθ’ ἕξει, κἂν μάτην αἰρώμεθα· ὑμεῖς δὲ πρός τι μεῖζον ὑψοῦτε φρένα. εἰς ἓν γένεσθε, συνδέθητε ὀψὲ γοῦν.
1835ἕως τίνος γελώμεθ’ ὡς ἀνήμεροι καὶ τοῦτο μανθάνοντες ἕν, πνέειν μάχην; δότε προθύμως δεξιὰς κοινωνίας. ἐγὼ δ’ Ἰωνᾶς ὁ προφήτης γίνομαι.
δίδωμ’ ἐμαυτὸν τῆς νεὼς σωτηρίαν142
1840καίπερ κλύδωνος τυγχάνων ἀναίτιος. ἄραντες ἡμᾶς ῥίψατε κλήρου φορᾷ. κῆτός με δέξετ’ ἐκ βυθοῦ φιλόξενον. ἐντεῦθεν ἄρξασθ’ ὁμονοεῖν· ὁδεύετε πρὸς πάντ’ ἐφεξῆς. οὗτος εὐρυχωρίας
1845τόπος καλείσθω. τοὐμὸν οὕτως εὐκλεές. ἂν μέχρις ἡμῶν στῆτε, τοῦτ’ ἀτιμία. νόμον τίθημι μὴ θρόνων ὑπερμαχεῖν. ἂν οὕτω φρονῆτ’, οὐδὲν ἔσται δυσχερές. οὔτ’ ἐθρονίσθην ἄσμενος, καὶ νῦν ἑκών

(1850)

ἄπειμι· πείθει καὶ τὸ σῶμ’ οὕτως ἔχον. μίαν χρεωστῶ νεκρότητ’· ἔχει θεός. ἀλλ’, ὦ τριάς μου, σοῦ προκήδομαι μόνης· γλῶσσαν τίν’ ἕξεις εὐμαθῆ συνήγορον, εἰ δ’ οὖν ἐλευθέραν τε καὶ ζήλου πλέων;
1855ἔρρωσθε καὶ μέμνησθε τῶν ἐμῶν πόνων.“ Ταῦτ’ εἶπον. οἱ δ’ ὤκλαζον· ἐξῄειν δ’ ἐγώ μέσος χαρᾶς τε καί τινος κατηφείας· χαρᾶς τῷ παῦλαν τῶν πόνων λαβεῖν τινα, λύπης τῷ λαὸν ἀγνοεῖν, οἷ κείσεται.
1860τίς δ’ οὐ σπαράσσετ’ ὀρφανούμενος τέκνων; ἐγὼ μὲν οὕτως· οἱ δ’ ἴσασι καὶ θεός, εἰ μή τι πλεῖον τοὐμμέσῳ τὸ λάθριον· νεῶν ὄλεθρος καὶ σπιλάδες, λόχοι βάθους. ἄλλοι λέγουσι ταῦτα, σιγήσω δ’ ἐγώ.
1865οὐ γὰρ σχολή μοι πλεκτὰ γινώσκειν κακά τὴν ἁπλότητα καρδίας ἀσκουμένῳ, ἐξ ἧς τὸ σῴζεσθ’, οὗ μόνου πᾶς μοι λόγος. ὅμως τόδ’ οἶδα· πλεῖον, ἢ καλῶς ἔχει, ἄφνω τετίμημ’ εὐκόλῳ συναινέσει.
1870τοιαῦτα πατρὶς τοῖς φίλοις χαρίζεται. Οὕτως ἔχοντα ταῦτα. πῶς δὲ τὰ κράτους; ἔκυψ’; ἐκλίνθην; ἡψάμην τῆς δεξιᾶς; ἱκετηρίους προσήγαγόν τινας λόγους; ἄλλους δὲ πρέσβεις ἐκ φίλων προυστησάμην,
1875τῶν ἐν τέλει μάλιστα τούς μοι φιλτέρους, χρυσὸν δ’ ἔρευσα, τὸν δυνάστην τὸν μέγαν, χρῄζων τοσούτου μὴ πεσεῖν ἔξω θρόνου; ἄλλων τάδ’ ἔστω τῶν λίαν πολυστρόφων. ἐγὼ δ’, ὡς εἶχον, προσδραμὼν ἁλουργίδι,
1880πολλῶν παρόντων καὶ τάδε σκοπουμένων, „κἀγώ τιν’“, εἶπον, „ὦ βασιλεῦ, αἰτῶ χάριν τὴν σὴν μεγαλόδωρον τὰ πάντ’ ἐξουσίαν. οὐ χρυσὸν αἰτῶ ς’, οὐ πλάκας πολυχρόους οὐδὲ τραπέζης μυστικῆς σκεπάσματα,144
1885οὐ πρὸς γένους τιν’ ὕψος ἀρχικὸν λαβεῖν ἢ σοί γ’, ἄριστε, πλησίον παραστατεῖν. ταῦτ’ ἐστὶν ἄλλων, οἷς μικρὰ σπουδάζεται. ἐγὼ δ’ ἐμαυτὸν ἀξιῶ καὶ μειζόνων. ἕν μοι δοθήτω· μικρὸν εἶξαι τῷ φθόνῳ.
1890θρόνους ποθῶ μέν, ἀλλὰ πόρρωθεν σέβειν. κέκμηκα πᾶσι, καὶ φίλοις, μισούμενος τῷ μὴ δύνασθαι πρός τι πλὴν θεοῦ βλέπειν. τούτους ἀπαίτει τὴν φίλην συμφωνίαν· τὰ ὅπλα ῥιψάτωσαν, ἀλλὰ σὴν χάριν,
1895εἰ μὴ φόβῳ θεοῦ τε καὶ τιμωρίας. στῆσον τρόπαιον τῆς ἀναιμάκτου μάχης, ὃς βαρβάρων ἔστησας ἄτρεπτον θράσος. ταύτην δ’ ἀπαίτει (τὴν πολιὰν δεικνὺς ἅμα καὶ τοὺς ἱδρῶτας, οὓς ἐρεύσαμεν θεῷ)

(1900)

τὸ καρτερεῖν πάσχουσαν εἰς κόσμου χάριν. οἶσθ’, ὡς ἄκοντα καὶ θρόνῳ μ’ ἐνίδρυσαν.“ Ταῦτ’ ἐκρότει μὲν ἐν μέσοις αὐτοκράτωρ, κροτοῦσι δ’ ἄλλοι, λαμβάνω τε τὴν χάριν, μόγις μέν, ὡς λέγουσι, λαμβάνω δ’ ὅμως.
1905 Τί δεύτερόν μοι τῷ κακῷ φροντίζεται; πείθειν ἅπαντας πρὸς τάδ’ εὐφόρως ἔχειν μηδ’ ἐκτράχηλον μηδὲν ἐννοεῖν ὅλως φίλτρῳ τε τὠμῷ καὶ χόλῳ μοχθηρίας. ἔθαλπον, ᾔνουν, τοῖς κακοῖς συνεκρότουν
1910τὸ βῆμα, τοὺς ἔξωθε, τοὺς ποίμνης κτίλους, ὅσον παλαιὸν καὶ ὅσον προσήλυτον, τοῦ πατρὸς οὐ φέροντας τὴν ἐρημίαν, ἐπισκόπων τε τοὺς λίαν πεπληγότας. πολλοὶ γὰρ ὡς ᾔσθοντο τοῦ βουλεύματος,
1915φεύγοντες ᾤχονθ’ ὡς κεραυνίους βολάς, βύσαντες ὦτα καὶ κροτήσαντες χέρας, ὡς τήν γε ὄψιν μήποτ’ εἰσιδεῖν τόδε, ἄλλον τιν’ ὑψωθέντα τοῖς ἐμοῖς θρόνοις. Πέρας λόγου· πάρειμι νεκρὸς ἔμπνοος.
1920ἡττημένος—τοῦ θαύματος—στεφηφόρος, ἔχων θεόν τε καὶ φίλους τοὺς ἐνθέους ἀντὶ θρόνων τε καὶ κενοῦ φρυάγματος. ὑβρίζετ’, εὐθυμεῖτε, πάλλεσθ’, ὦ σοφοί· ᾠδὴν τίθεσθε τὰς ἐμὰς δυσπραξίας146
1925ἐν συλλόγοις τε καὶ πότοις καὶ βήμασιν. κοκκύζετ’ ἀλεκτόρειον ὡς νικηφόροι ἀγκῶσι πλευρὰς περικροτοῦντες, ὄρθιοι, ὑψαυχενοῦντες ἐν μέσοις τοῖς ἄφροσιν. ἑνὸς θέλοντος πάντες ἐκρατήσατε.
1930‘εἰ μὲν θέλοντοσ‘—τοῦ φθόνου—καὶ τοῦδέ με στερεῖτε κομπάζοντες ὡς ἀπωσμένου· εἰ δ’ οὐ θέλοντος, ἐντρέπεσθε τοῖς κακοῖς, χθὲς ἐνθρονισταὶ καὶ διῶκται σήμερον ταῦτ’ ἐκφυγόντα. στήσομαι σὺν ἀγγέλοις.
1935ἐμοῦ δ’, ὅπως ἔχει τις, οὐ βλάψει βίον, ἀλλ’ οὐδ’ ὀνήσει. συσταλήσομαι θεῷ. γλῶσσαι δέ μοι ῥείτωσαν ὡς αὖραι κεναί. καὶ τῶν κόρος μοι πολλὰ μὲν δυσφημίαις βληθέντι, πολλὰ δ’ ἐξόχοις εὐφημίαις.
1940ζητῶ τιν’ οἰκεῖν ἐκ κακῶν ἐρημίαν, οὗ μοι τὸ θεῖον νῷ μόνῳ ζητούμενον ἐλπίς τε κούφη τῶν ἄνω γηροτρόφος. ἐκκλησίαις δὲ τί δώσομεν; τὸ δάκρυον. εἰς τοῦτο γάρ με καὶ συνήγαγεν θεός
1945πολλαῖς ἑλίσσων τὴν ἐμὴν ζωὴν στροφαῖς— ἣ ποῖ προβήσετ’; εἰπέ μοι, θεοῦ λόγε· εἰς τὴν ἄσειστον εὔχομαι κατοικίαν, ἔνθα τριάς μου καὶ τὸ σύγκρατον σέλας,
ἧς νῦν ἀμυδρῶς ταῖς σκιαῖς ὑψούμεθα.148