TLG 2022 003 :: GREGORIUS NAZIANZENUS :: Christus patiens [Dub.] (fort. auctore Constantino Manasse)

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

Christus patiens [Dub.] (fort. auctore Constantino Manasse)

Source: Tuilier, A. (ed.), Grégoire de Nazianze. La passion du Christ [Sources chrétiennes 149] Paris: Cerf, 1969: 124–338.

Citation: (Line)

T1Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου
T2ὑπόθεσις δραματικὴ κατ’ Εὐριπίδην περιέχουσα
T3τὴν δι’ ἡμᾶς γενομένην σάρκωσιν τοῦ σωτῆρος ἡμῶν
T4Ἰησοῦ Χριστοῦ καὶ τὸ ἐν αὐτῷ κοσμοσωτήριον πάθος.
A1Ἐπείδ’ ἀκούσας εὐσεβῶς ποιημάτων
A2ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις,
A3πρόφρων ἄκουε· νῦν τε κατ’ Εὐριπίδην
A4τὸ κοσμοσωτήριον ἐξερῶ πάθος,
A5ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων,
A6ὡς ἐκ στόματος μητροπαρθένου κόρης,
A7μύστου πεφιλμένου τε τῷ Διδασκάλῳ.
A8Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος
A9μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους,
A10πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ’ ἄκρης
A11στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν
A12τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι
A13καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως·
A14εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ,
A15οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον,
A16κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ,124
A17μηδ’ ἡ φθορά τ’ εἰσῆλθε θηρὸς ἀπάτῃ,
A18καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει.
A19Ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ,
A20οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον
A21τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,
A22ἀφθαρτίσαντα τὸ φθαρὲν φιλαγάθως,
A23καὶ ζωοποιήσαντα τὸ βροτῶν γένος·
A24μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου,
A25ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου,
A26καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως,
A27θρηνοῦς’ ἀνηλάλαζε τετρυχωμένη.
A28Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·
A29μήτηρ πάναγνος, παρθένος μύστης, κόραι
A30αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.126
1ΘΕΟΤΟΚΟΣ
1 Εἴθ’ ὤφελ’ ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις, μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φύμα, μήτηρ γένους δύστηνος ἠπατημένη
5τόλμημα τολμᾶν παντότολμον ἀνέτλη, ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη, θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν· οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι,
10λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου, λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον, μήτηρ τέκνων τ’ ἤκουσεν ἐκ δυσκοιτίας μογοστοκοῦς’ ὠδῖσί τ’ ἐμπαρειμένη, ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν
15σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης, ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις, διαδοχάς τε παραπέμπειν τῷ βίῳ,
διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους· οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν128
20καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως ἀγαθότητι δαπέδῳ κατιέναι καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος· οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει
25οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς, ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον, ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα, ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα,
30ὡς νητρεκῶς ἤϋσε Συμεὼν γέρων, τηλεσκόποις ὄμμασι πάντως προβλέπων. Ἦ που μεγίστη γίνεται σωτηρία, ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ, τὰ πάντα συμφέρουσα τῷδ’ ὥσπερ θέμις,
35μηδὲ πρὸς ἄλλου πάρφασιν σῖγα κλύῃ, ἀλλ’ ἔστι συμφρονοῦσα γνησίῳ πόσει. Νῦν δ’ ἐχθρὰ πάντα καὶ νοσεῖ τὰ καίρια, αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος. Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν·
40ἐκ δακρύων δάκρυα καταλείβεται, ὧν οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί τις· κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. Ὅθεν πότνια φύσις ἠτιμωμένη στένει κλάουσα συμφορὰς πεφυρμένας
45διαδοχάς τε τῶν ἀφερτάτων πόνων,
τὸν πάντα συντήκουσα δακρύοις χρόνον, ἐπεὶ πρὸς ἐχθροῦ ᾔσθετ’ ἠδικημένη καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ πατρός θ’ ὑποκλίναντος οὖας μητέρι,130

(50)

ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι. Βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιάς, πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται· ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο, οἷον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα·
55στυγεῖ δὲ κόσμον, οὐδ’ ὁρῶς’ εὐφραίνεται. Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος, ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας. Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων,
60τίκτουσα μὴ τίκτουσα, φεύγους’ αὖ τόκους. Δύστην’, ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον. Τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω; πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.
65Οὐκ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς· οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις. Καὶ παῖδα πῶς ἔτικτον; ὢ θάμβος μέγα· ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν;
70Πόνους φυγοῦσα, πῶς ὀδυνῶμαι κέαρ; Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο, ὅτ’ ἦλθεν εὐάγγελος ἀγγελῶν τόκον,
φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα;132
75Λόγοις δὲ τοῦδ’ εὔπλαγκτος οὐκ ἐφαινόμην, πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν, οὐχὶ σφάγιον μηνύουσάν μ’ ἐκτεκεῖν, ἀλλ’ ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου. Ὅμως δ’ ἔθυον καὶ γυναικείῳ νόμῳ
80ψυχῆς τ’ ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης, λάσκους’ ἀνευφημοῦσα τὴν ἀγγελίαν, θυηφάγον φέρουσά τ’ εὐώδη φλόγα, οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι, ζῆλον ἔμπυρον, πνεῦμα συντετριμμένον,
85ἔρωτά τ’ ἀκάθεκτον, ἔνθερμον λίαν, ἃ θυσίαν οἴδαμεν εὐφημουμένην. Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος; κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν, ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι·
90αὗται δ’ ἔπεισάν μ’ ἡμέρας μίμνειν φάος. ΧΟΡΟΣ
91Δέσποινα, νῦν πύκαζε σὸν δέμας τάχει. Ἄνδρες τρέχουσιν ἐμφανεῖς πρὸς τὴν πόλιν. ΘΕΟΤΟΚΟΣ
93Τί δ’ ἐστί; μῶν τις δυσμενῶν ἀγγέλλεται λόχος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;
95ΧΟΡΟΣ
95Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει, στρατὸν πολύν τε πᾶσαν ἀν’ ὄρφναν βλέπω λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη. ΘΕΟΤΟΚΟΣ
98Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς
στείχει, νέον τι πρᾶγμ’ ἔχων ἴσως φράσαι.134

(100)

ΧΟΡΟΣ

(100)

Ἴδω τι λέξει καὶ τίν’ ἀγγελεῖ λόγον. Πότνια, πότνα, σεμνοτάτα παρθένε· αἲ αἲ αἲ αἴ· Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον
105ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου· τανῦν δὲ τάλαιν’ ἡ πάλαι μακαρία. ΘΕΟΤΟΚΟΣ
107Τί δ’ ἐστίν; ἤ πω τίς μ’ ἀποκτεῖναι θέλει; ΧΟΡΟΣ
108Οὔκ, ἀλλὰ Παῖς θνῄσκει σὸς ὑπ’ ἀλαστόρων. ΘΕΟΤΟΚΟΣ
109Οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.
110ΧΟΡΟΣ
110Ὡς οὐκέτ’ ὄντος Υἱέος φρόντιζε δή. ΘΕΟΤΟΚΟΣ
111Ὦ δεινὰ λέξας’, οὐχὶ συγκλείσεις στόμα καὶ πᾶν μεθήσεις ἀπρεπὲς ῥῆμ’ ἐκφέρειν; Τὸν ὄντ’ ἀεὶ γὰρ μηκέτ’ εἶναι πῶς λέγεις; Εὔφημος ἴσθι, κἄν τί σοι χρεία λέγειν,
115λέγ’ ὡς προσήκει, μηδ’ ἀτιμάσῃς Θεόν. Γονᾶς γὰρ ἀπὸ χρυσέας ἔβλαστέ μοι· καινὸν δὲ πίτνειν αἷμ’ ὑπ’ ἀνέρων Θεοῦ· θανεῖν τὸν ἀθάνατον οὐκ ἔχει λόγον. Ἔτικτον αὐτόν, οἶδα δ’ ὡς ἐγεινάμην.
120ΧΟΡΟΣ
120Ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας
καὶ τούσδε κινεῖς κἀναμοχλεύεις λόγους. Ἠοῦς φανείσης, Υἱέος γ’ ὄψει μόρον, ὡς πάννυχον κρίνουσιν οἱ μιαιφόνοι. Καίτοι δέδορκ’ ἐνθάδε τῶν Παιδὸς τινὰ136
125στείχοντ’ ὀπαδῶν, πνεῦμά τ’ ἠρεθισμένον, σπουδῇ πρὸς ἡμᾶς τόνδ’ ἰθύνοντα δρόμον· δείκνυσι δ’ ὥς τι καινὸν ἀγγείλῃ παρών. ΘΕΟΤΟΚΟΣ
128Τί δήποτ’ ἆρα σημάναι νέον θέλει; ΧΟΡΟΣ
129Ἴδω τί λέξαι πνευστιῶν οὗτος θέλει.
130ΑΓΓΕΛΟΣ
130 Ὀττοτοτοί· Καλλίστα, πότνα, σεμνοτάτα Μαρία, αἲ αἲ αἲ αἴ· ἀπωλόμεσθ’ οὐ δυσμενῶν τάχ’ ὑπό του. ΘΕΟΤΟΚΟΣ
134Τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
135Ἄγ’ εἰπέ, τίς φοβεῖ σε φήμ’ αὖθις νέα; ΧΟΡΟΣ
136Ἔκλυες ὤ, ἄϊες ὤ, ἤκουσας ὃς ὃς Παῖδα σὸν προὔδωκε τοῖς μιαιφόνοις; ΘΕΟΤΟΚΟΣ
138Πρὸς τοῦ τόδ’ ἄλλο καινὸν ἀγγελεῖς κακόν; τίς ἐστι; μῶν τις τῶν φιλεῖν ἠλπισμένων;
140ΧΟΡΟΣ
140Ἀργυροδέκτης, δύστροπος μύστης, λέγει,
ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον. ΘΕΟΤΟΚΟΣ138
142Οἴμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν, εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα. Ἦ που τετόλμηκ’ ἔργον ἄτολμον τάλας;
145τί δ’ ἐγκαλῶν προὔδωκε παντευεργέτην; ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ; ΧΟΡΟΣ
147Ἄκουε τοῦδ’ ὅς σοι τρανῶς πάντ’ ἀγγελεῖ. ΑΓΓΕΛΟΣ
148Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία, ἄκουσον οὕς σοι δυστυχεῖς φέρω λόγους.

(150)

ΘΕΟΤΟΚΟΣ

(150)

Αἲ αἴ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ· κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος. ΑΓΓΕΛΟΣ
152Κακῶν μέν, ἀληθῶν δ’ ὅμως· τί γὰρ φράσω; Ἐπεὶ τὸ πάσχα καινόν, ὡς ἔφη, φάγοι, μύσταις ἄριστον παραθείς, δεῖπνον μέγα,
155δείξας δ’ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην, ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας, ἔξεισιν ὡς εἴθιστ’ ἐλαιῶν εἰς ὄρος, εἰπών τε μύσταις πάνθ’ ἅπερ τανῦν πάθοι, καταρτίσας πάντας τε μυσταγωγίαις,
160πολλοῖς ξὺν ἄλλοις καὶ τάδ’ εἶπε πρὸς Θεόν· «Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος· «τὸ παρὰ σοὶ γὰρ μὴ λιπών ποτε κλέος,
«εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν· «ἔθνη τε διδοῖς πάντ’ ἔχοντι πρὸς σέθεν·140
165«λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων «ὑπερκρεμασθείς, αὖγε σαῖν χεροῖν νέμω. «Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου, «κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ, «μακάριος τοιάδε διειργασμένος.»
170Ὅδ’ αὖθις ἀφίησιν ὡς βροντῶν ὄπα, δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ· «Καὶ πρὶν κλεΐσας, νῦν κλεΐσω σε πλέον.» Ἐπεὶ δὲ μύσταις ταῦτ’ ἐνηχήθη ξένως, ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου
175πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο, ὃν οὐδ’ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἄγων, ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει· ὃς καὶ προσιὼν ὡς φίλος Διδασκάλῳ,
180Ῥαββὶ προσειπὼν χαῖρ’, ἐφίλει δυστρόπως. ΘΕΟΤΟΚΟΣ
181Φεῦ, φεῦ, τί χεῖρον τοῦδε τολμήσειέ τις; Τί γοῦν πρὸς αὐτὸν ἀντέφησε Παῖς ἐμός; ΑΓΓΕΛΟΣ
183Οὐκ εἶπεν οὐδέν, πλὴν «Ἑταῖρ’, ἐφ’ ᾧ πάρει;» Ἄφαρ δ’ ἔβαλλον χεῖρας οἱ μιαιφόνοι·
185ἄμμες δ’ ἀφέντες ἄλλος ἄλλῃ φεύγομεν. Πέτρος δ’ ὁ κλεινὸς καὶ λόγοις ἀπείπατο·
μόνος δ’ Ἐπιστήθιος εἵπετ’ ἀτρέμας. Ἔδοξα δ’ αὐτὸς ὑπό του πεπυθέναι σιγῇ λέγοντος ὡς πρὸς αὐτὸν ἠρέμα142
190τὸν δύστροπον πράτην γε τοῦ Διδασκάλου· «Τῆς ἀσεβείας· ὦ τάλ’, οὐ φοβῇ Θεόν; «οὐ θεσμὸν αἰδῇ τῶν βροτῶν τῆς οὐσίας, «Ἀδάμ τε τὸν σπείραντα γηγενῆ στάχυν «καὶ πατριάρχας ἐκλελεγμένου γένους;
195«μύστης φανεὶς σὺ συμμαθητὰς αἰσχύνεις, «τὸν μυσταγωγόν, φεῦ, προδοὺς ἀργυρίου, «προὔδωκας αὐτὸν εἰς φόνον μιαιφόνοις. «Οὐκ εἶπεν; οὐ σῆς προὐνοήσατο φρενός, «σκοπεῖν ἐφ’ οἷσι νῦν ἑκὼν ἀλγύνεται;

(200)

«σὺ δ’ οὐκ ἀνέσχου· τοιγαροῦν γνοίης τάχει. «Εὖ δ’ ἴσθι, πατρὸς δ’ εὐσεβὲς θάλπει γένος. «Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη, «οὐκ ἄν ποτ’ ἔσχε μὴ τάδ’ ὑπεξιέναι «κἀντεῦθεν ὑμῖν ἀποδοῦναι τὴν δίκην.
205«Δοκεῖς γὰρ αὐτὸν τάδ’ ὑποστῆναι πάθη, «εἰ μή τι κερδαίνοντα κἀντεῦθεν μέγα; «Νῦν δ’ ἐκ χθονὸς μὲν ἔστ’ ἂν ἔρχηται πάλιν, «καινῶς ἄνεισι, σῖγα δ’ ἕξεται κρίσιν, «ἐρῶν καθ’ ὑμῶν Πατρὶ σὴν ἁμαρτίαν
210«λαοῦ τε τοῦδε μαινόλου τολμηρίαν, «ὡς καὶ προεῖπε Δαυΐδου γλώσσῃ πάλαι, «οὐκ ἀγνοοῦντι καὶ πρὸ τῆς τολμηρίας· «πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων «ἔργων τε κλεινῶν, μυρίων, θαυμασίων,
215«ὄψεσθε δ’ ἐν Πατρὸς μολοῦντ’ αὖθις κλέει, «κρίσιν φέροντα ζῶσι καὶ τεθνηκόσι «καὶ πᾶσι παρέχοντα τὸ κατ’ ἀξίαν. «Πῶς γοῦν προσόψει σύ τε καὶ μιαιφόνοι, «ἢ ποίαν οὐκ ἐκτίσετ’ ἔνδικον τίσιν;144
220«πλὴν καὶ πρὸ τοῦδε τίσετ’ ἔνδικον τίσιν, «εἰ μὴ χέρας νίψεσθε τὰς μιαιφόνους· «ἅς, ἢν θέλητε κἂν τανῦν ξυνιέναι, «αὐτὸς ῥυτοῖς νασμοῖσιν ἀπομόρξεται. «Ἢ σῆς γε τόλμης νῦν μάθῃς γεγευμένος,
225«σὺν σοὶ δὲ καὶ πᾶς τῶν ἀλαστόρων ὄχλος. «Νῦν δ’ εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν, «εἰ μή τι πάθῃς, ὧν φόβος πολὺς κρατεῖ, «κἀγὼ προφήτης τῶν λόγων γενήσομαι. «Ἀλλ’ ἐκποδὼν ἄπιθι καὶ σαυτοῦ πέρι
230«φρόντιζε· ταὐτοῦ δ’ αὐτὸς εὖ γε θήσεται. «Σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς, «πρῶτα κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος, «πήδημ’ ἐς ᾅδην κραιπνὸν ὁρμήσας τάχος, «λύπῃ παχνωθείς, ὡς προδοὺς ἀργυρίου,
235«καὶ νᾶμα πυρὸς παμφάγου σε δέξεται. «Οὐ γὰρ θέλεις νῦν ἐκφυγεῖν τιμωρίαν· «καὶ τῶνδε τεύξῃ, προὐννέπω δέ σοι τάδε· «οὔ ς’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ· «οὐ νεκρεγέρτου νεκρέγερσιν κατίδῃς.
240«Ἐς γὰρ τοσοῦτον μωρίας ἀφικάνεις, «ὥστ’ ἐξὸν αὖθις δείν’ ἑλεῖν βουλεύματα «καὶ πάντ’ ἀφέντα προσπεσεῖν Διδασκάλῳ
«κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα, «βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης,146
245«ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων. «Ὅμως δὲ κἀν τοῖσδ’ οὐκ ἀπειρηκώς, σέ πως «σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ· «οὐ γὰρ δύναιτ’ ἂν ἀγαθός που μὴ μένειν. «Ἀλλ’ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει·

(250)

«οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν· «ἥκιστα τοῦδε λῆμ’ ἔφυ τυραννικόν· «ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ. «Ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει· «ἔτ’ εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι,
255«καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι. «Αἴσθοιτο δ’ αὐτῶν δῆμος ὑβριστὴς ἅπας, «ἤτοι θανόντες ἢ φάος δεδορκότες, «οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται. «Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε·
260«ἄκου’, Ἰούδα, σῶν κακῶν κατάστασιν. «Καίτοι προκόψω γ’ οὐδὲν ἢ σκῆψιν μόνην· «οὐ γὰρ Θεός σε σωφρονεῖν ἀναγκάσει· «ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν «τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ’ ἀεί.»
265Ταῦτ’ εἶπεν οὐκ οἶδ’ ἄγγελός τις ἢ βροτὸς πρὸς αὐτόν, ὡς εἴρηκα, τὸν λογοπράτην. ΘΕΟΤΟΚΟΣ
267Ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί, οἵων λόγων ἄρρητον εἰσήκους’ ὄπα. Τάχ’ ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη,
270ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις· οὐ γάρ ς’ ἔλαθε τῶνδ’ ὃς αἴτιος κακῶν. Ὦ παγκάκιστε, τοῦτο γάρ ς’ εἰπεῖν ἔχω,
σὺ ταῦτ’ ἔδρασας, σὸν προδοὺς εὐεργέτην. Σὰ ταῦτα, δαῖμον· τίς γὰρ ἂν ἄλλος ποτὲ148
275ἔδρασεν ἢ ’βούλευσε δυσμενὴς ἀνήρ; Ὄλοιθ’ ὁ δράσας· ἡ δίκη δ’ ἐπίσταται, αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην. Ἀργυραμοιβέ, ποῦ συνήδῃ σῷ δόλῳ; ἆρ’ εἰσέτι ζῇς, δεινὰ ταῦτ’ εἰργασμένος;
280οὐδ’ ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας; δεῖ γὰρ τανῦν ἢ γῆς σε κρυβῆναι κάτω, ἢ πυρὸς ἐν ῥιπαῖσιν αἰθέρος θανεῖν. Ὦ μῖσος, ὦ μέγιστον, ἔχθιστον κακόν, (τὴν Δεσπότην προδοῦσαν ἐξαυδῶ κάραν,)
285ἔτλης προσελθεῖν ὡς φίλος Διδασκάλῳ· ἦλθες πρὸς αὐτόν, ἦλθες ἔχθιστος γεγὼς καὶ Πατρὶ καὐτῷ παντί τ’ ἀνθρώπων γένει. Πῶς πῶς προσεῖπας, πῶς κατησπάσω προδούς; γλώσσῃ προσηύδας, καρδίᾳ μίασμ’ ἔχων.
290Καὶ ταῦτα δράσας, ἥλιόν τε προσβλέπειν καὶ γαῖαν, ὦ κάκιστε, τολμᾷς εἰσέτι· ταῦτ’ οὔτι θάρσους ἐστὶν οὐδ’ εὐτολμίας, εὐεργέτην προδόντα, τολμᾶν προσβλέπειν· ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
295πασῶν, ἀναίδει’. Εὖ δ’ ἐπεμνήσθην σέθεν, καίτοι πρὸς οὐδὲν κέρδος, αἰσχύνην δέ σου, καὶ μὴ παρόντος, κἂν θάνῃς, κἂν φῶς βλέπῃς· ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι
ψυχὴν τἀληθῆ, σύ τε κοὐ κλύων μάθῃς·150

(300)

μάθῃς γὰρ εὑρὼν τὴν κατ’ ἀξίαν τίσιν. Ἐκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν. Ἄκου’, Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι. Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας, ἔσωσέ ς’, ὑπέδειξε φῶς σωτηρίας·
305δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων· μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους. Ἔθηκεν ἀργύρια πάντα χερσί σου, ἔκοψέ σου πρόφασιν ἀναργυρίας.
310Ἔκλεπτες ἀεί, μὴ δόκει λεληθέναι· ὅδ’, ἅτε πανάγαθος, οὐκ ἤλεγχέ σε λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος, εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας, ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας
315ἄρτου τρύφος τ’ ἔδωκε μυστικωτάτου. Καὶ ταῦθ’ ὑπ’ αὐτοῦ, παγκάκιστ’ ἀνδρῶν, παθών, προὔδωκας αὐτόν, δῶρα δ’ ἐκτήσω φόνου, πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ’ ἀνάργυρος, λαβὴν ἂν εἶχες τῶνδ’ ἐρασθῆναι τάχα·
320νῦν δ’ οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν. Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε, οὐδ’ εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ καὶ γῆν ἅπασαν ῥημάτων πλήσῃ κακῶν·
325ἐπεί μιν ἐσθλὸν ὄντ’ ἐπίσταται κτίσις, καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων. Ἀλλ’ ἦγξεν ἀγχόνη σε φιλαργυρίας,
ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως· φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλέ σοι.152
330Τοιόσδε φανείς, φῶς ὁρᾶν τολμᾷς, τάλα; ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν; Ὦ κακὸν ἔρνος, οὔποτ’ εἶ ῥίζης βροτῶν, πικρῶν δὲ ῥιζῶν φημί ς’ ἐκπεφυκέναι,
335ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου, φόνου, πότμου θ’, ὅσα τε γῆ τρέφει κακά· οὐ γὰρ ἐρῶ ποτ’ ἐκ Θεοῦ φῦναί ς’ ἐγώ, εἰδυῖα καίπερ ὡς τὸ πᾶν προαίρεσις· Θεὸς γὰρ οὐκ ἄκοντα σαώζει βίᾳ.
340Ὦ δύστροπ’, ὦ κάκιστε καὶ μιαιφόνε, οἷον πέπραχας, πεπρακὼς εὐεργέτην; Αὐτός ς’, ὃν ἐλπὶς παιδὸς εἶναι πατέρα, πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί. Ἔρρ’, αἰσχροποιέ, φιλίας διαφθορεῦ·
345ἀπέπτυς’ οὐδ’ ἀπόντι σοι δεῖ συλλαλεῖν· τὸν γὰρ δόλιον καὶ Θεὸς βδελύσσεται. Ὦ Παῖ, τί δὴ χρυσοῦ μέν, ὃς κίβδηλος ᾖ, τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,

(350)

οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματος; ἀλλ’ αὐτὸς εἰδώς, ἀγνοεῖν πάντας θέλεις; Ὄλοιτ’ ὄλοιτο πανδίκως κακεργάτης· ἔρρ’ ἔρρε, παγκάκιστε καὶ μιαιφόνε, ὄλοι’· ἐγὼ δὲ ζῶντα Παῖδ’ ἐπόψομαι,
355κἂν νῦν στένουσα πολλὰ καὶ πεπληγμένη κέντροις ἀνίας, ἡ παντλάμων δακρύω· γυνὴ γάρ εἰμι κἀπὶ δακρύοις ἔφυν. ΧΟΡΟΣ154
358 Αἲ αἲ αἲ αἴ· Σίγα, σίγα, Παῖδ’ οὐκέτ’ ὄψει ζῶντα σόν.
360ΘΕΟΤΟΚΟΣ
360Οἴμοι, τί θρηνεῖς; τίς δὲ δράματος λαβή; ΧΟΡΟΣ
361Οὐκ οἶδ’· ἔοικε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελος λέξειν τἀκεῖθεν σοῦ φίλου Παιδὸς πέρι. ΑΓΓΕΛΟΣ
363Ἔδοξε θανεῖν Παῖδα σὸν τῇδ’ ἡμέρᾳ γραμματέων ψήφῳ τε καὶ πρεσβυτέρων.
365ΘΕΟΤΟΚΟΣ
365Οἴμοι, προσῆλθεν ἐλπίς, ἣν φοβουμένη πάλαι, τὸ μέλλον ἐξετηκόμην γόοις. ΧΟΡΟΣ
367Ἀτὰρ τίς ἀγών, τίνες Ἑβραίων λόγοι καθεῖλον αὐτὸν κἀπεκύρωσαν θανεῖν; ΘΕΟΤΟΚΟΣ
369Γυναῖκες, αἳ τῆσδ’ ἐγγύς ἐστε συμφορᾶς,
370γυναῖκες, οὐκ ἀνασχέτ’ οὐκ ἀνέξομαι· ῥίψω, μεθήσω σῶμ’, ἀπαλλαγήσομαι βίου θανοῦσα· χαίρετ’, οὐκέτ’ εἴμ’ ἐγώ. Σὺ δ’ εἰπὲ τίνι κέκριται τρόπῳ θανεῖν Παῖδ’· ἆρα λευσίμῳ χερὶ ψῆφος θανεῖν;
375ἢ δὴ σιδήρῳ πνεῦμ’ ἀπορρῆξαι κρίσις; ΑΓΓΕΛΟΣ156
376Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω βαίνων, πυθέσθαι δ’ ἤθελον τοῦ δὴ πέρι· σῷ γὰρ ἀεί ποτ’ εἶχον εὔνοιαν Τέκνῳ, βλέπων νιν οἷ’ ἔρεξε θαυμάστ’ ἐν βροτοῖς,
380κἀμοῦ δὲ διήνοιξεν ὀμμάτων κόρας. Ὁρῶ δ’ ὄχλον δραμόντα καὶ φθάσαντ’ ἄκραν, ἀστῶν δὲ δή τιν’ ἠρόμην, ἄθροισμ’ ἰδών· «Τί καινὸν ἄστει; μῶν τι δυσμενῶν πάρα ἄγγελμ’ ἀνεπτέρωκεν Ἑβραίων πόλιν;»
385Ὅδ’ εἶπ’· «Ἰησοῦν κεῖνον οὐχ ὁρᾷς πέλας ἑστῶτ’ ἀγῶνα θανάτου δραμούμενον;» Ὁρῶ δ’ ἄελπτον φάσμ’, ὃ μή ποτ’ ὤφελον· τὸν μὲν κατηφῆ καὶ σιγῶνθ’ ἑστηκότα, τοὺς δ’ ὥστε κύνας αἵματος διψαλέους
390κύκλῳ περιτρέχοντας, ἐγκεχηνότας. Ἐπεὶ δὲ πλήρης ἦν Ἰουδαίων ὄχλος, δείλαιος ἀγὸς διχόμυθ’ ἐφθέγγετο, λόγους ἑλίσσων ἄλλοτ’ ἄλλους ἐν φόβῳ· τέλος δ’ ἔφη, σὸν Υἱὸν ἐκπαγλούμενος,
395ὡς ἀκέραιον, ἀνεπίπληκτον βλέπων, καὶ ξυνετῶς χωροῦντα πρὸς πάντας λόγους, τοὺς δ’ οὐκ ἐπαινῶν ὡς φονῶντας ἀνόμως, καθ’ οὗπερ οὐχ εὕρισκεν αἰτίαν φόνου, ἔλεξε γοῦν, ἔλεξε· Τίς χρῄζει λέγειν,

(400)

ὡς ἄρ’ Ἰησοῦν κατθανεῖν, ἢ μή, χρεών; καὶ τόνδ’ ἀφεῖναι μᾶλλον ἢ μιαιφόνον ὧν εἶχον ἐν δεσμοῖσι λῃστήρων ἕνα. Ἐπερρόθησαν δ’ ὡς θανεῖν σταυρῷ δέον, λῃστῆρα δ’ ἀφεῖναί τε τὸν κακεργάτην.158
405Ὁ δ’ ἡγεμὼν ἔφησε τοῖσδ’ ἐναντία, ἀλλ’ οὐκ ἔπειθ’ ὅμιλον, εὖ δοκῶν λέγειν. Ἄλλος γὰρ αὖθις εἶπε τῷδ’ ἐναντία, κραυγῇ πίσυνος κἀμαθεῖ τολμηρίᾳ· ὃς δ’ οὐκ ἐπῄνει· κἀπὶ τῷδ’ ἀνίσταται
410ὄχλου θόρυβος ἀθυρογλώσσου μέγας· ὃς δὴ κέκραγε Παῖδα σὸν θανεῖν θέμις. Κεῖνος δὲ νικᾷ κακὸς ἐν πλήθει λέγων, ὃς εἶπε δεῖν σὸν Παῖδα θανεῖν ἐν ξύλῳ. Ἤδη δ’ ἕως πέφηνεν, ἐκρέει κνέφας,
415καὶ δή νιν ἑλκύσουσιν ἔξω τῆς πύλης ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι δραμούμενον, καθ’ ὃν θανεῖν ἐστὶ κρίσις· ἐν ἡμέρᾳ γὰρ τῇδε λείψει τὸν βίον. ΘΕΟΤΟΚΟΣ
419Αἲ αἴ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
420Ναὶ ναὶ κακῶν πέλαγος ἡ τάλαιν’ ὁρῶ τοσοῦτον, ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς. Φεῦ τῆς Ἑβραίων πῇ προβήσεται φρενός; τί τέρμα τόλμης καὶ θράσους γενήσεται,
425εἰ καὶ Θεοῦ τολμῶσι τεκταίνειν φόνον; Καὐτοῦ μὲν οὔ μοι φροντίς· οὐ γάρ που μόρος
κατακρατήσει θανατοῦντος τὸν μόρον· ἔτικτον αὐτόν, οἶδα δ’ ὡς ἐγεινάμην, στερρὰς φυγοῦσα τῶν τόκων ἀλγηδόνας·160
430αὐτοὺς δὲ πενθῶ συμφορᾷ κεχρημένους. Ἔσται γὰρ ἔσται ποινάτωρ δίκη φόνου, ὃν δυσσεβεῖς τολμῶσιν ἀνόμως φθόνῳ. Αἲ αἲ αἲ αἴ· Οὐ νῦν τὸ πρῶτον, ἀλλὰ πολλάκις φθόνος
435ἔβλαψε πολλούς, οὐ τόσον δ’ ὅσον φίλους αὐτοῦ τανῦν βλάψειεν, Ἑβραίων ὄχλον. ΧΟΡΟΣ
437Τί τούσδε κινεῖς κἀναμοχλεύεις λόγους; ὄλωλέ σοι Παῖς, καὶ κινεῖς πολλοὺς λόγους. ΘΕΟΤΟΚΟΣ
439Ὦ δεινὰ λέξας’, οὐχὶ συγκλείσεις στόμα;
440σωτῆρα κόσμου σὺ δοκεῖς ὀλωλέναι; ΧΟΡΟΣ
441Βραχὺ προβᾶσα Παιδὸς ὄψει σου πάθη ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι τρέχοντος, ᾧ ζῶντ’ ἢ θανόντα νῦν ἴδῃς. ΘΕΟΤΟΚΟΣ
444Οἴμοι, τί λεύσσω; χερσὶ τῶν ἀλαστόρων,
445θεηγενές μοι Τέκνον, ἕλκῃ καὶ φέρεις, εἰς δεσμά τ’ ἦλθες καὶ θέλων ἄγῃ σφίσιν, ὁ δεσμολύτης τοῦ γένους τῶν δεσμίων.
Αἲ αἲ αἲ αἴ· Ταῦτ’ οὐ ξυνῳδὰ τοῖς πρὶν Ἀγγέλου λόγοις,162

(450)

οὐδ’ ἐλπίσι ξύμφωνα ταῖς ἐμαῖς, Τέκνον. ΧΟΡΟΣ
451Ἀλλὰ ξυνῳδὰ τοῖς προηγορευμένοις οἷς εἶπε παθεῖν χερσὶ τῶν ἀλαστόρων. ΘΕΟΤΟΚΟΣ
453Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται. Πῇ πῇ πορεύῃ, Τέκνον; ὡς ἀπωλόμην·
455ἕκητι τίνος τὸν ταχὺν τελεῖς δρόμον; μὴ γάμος αὖθις ἐν Κανᾷ κἀκεῖ τρέχεις, ἵν’ ἐξ ὕδατος οἰνοποιήσῃς ξένως; Ἐφέψομαί σοι, Τέκνον, ἢ μενῶ ς’ ἔτι; Δὸς δὸς λόγον μοι, τοῦ Θεοῦ Πατρὸς Λόγε,
460μὴ δὴ παρέλθῃς σῖγα δούλην μητέρα· νῦν γὰρ στόματος φιλίου χρῄζω σέθεν φωνῆς ἀκοῦσαι καὶ προσειπεῖν, ὦ Τέκνον. Δός μοι, πρὸς αὐτοῦ Πατρός, ὦ Τέκνον, σέθεν, σοῦ θεσπεσίου χρωτὸς ἅψασθαι χεροῖν
465ψαῦσαι ποδῶν τε καὶ περιπτύξασθαί σε. Φεῦ φεῦ, τί δράσω; καρδία μου δίκεται. Ὦ δεῦτε, φίλαι, δεῦτε, λίπωμεν φόβον· προσέλθετ’, ἀσπάσασθε καὶ προσείπατε, λάζεσθε χειρὸς δεξιᾶς. Τάλαιν’ ἐγώ,
470ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. Αἲ αἴ, πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι. Γυναῖκες, ὄψιν στυγνὰν ὡς εἶδον Τέκνου,
ποθῶ τεθνᾶναι, ζῆν δ’ ἔτ’ οὐδαμῶς φέρω. Οἴμοι, τί δράσω; πῶς λάθω λαῶν χέρας;164
475ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. Τί γοῦν τί δράσω; πῶς φύγω τόσους βρόχους; ΧΟΡΟΣ
478Οὐκ οἶδ’, ἀδελφὴ φιλτάτη· δέδοικα γάρ, κἀμοὶ κατ’ ὄσσων θερμὸν ὡρμήθη δάκρυ.
480Ὀπισθόπους δ’ ἔξιθι καὶ σιγῇ βάθι. Ἕρπ’ εἰς τὰ δεινά· νῦν ἀγὼν εὐψυχίας· ἡμεῖς τ’ ἐφεψόμεσθα δειλαίᾳ βάσει· ὄχλος γὰρ αὐτὸν μαινόλης περιτρέχει, κοὐ δεῖ πελάζειν ἐγγὺς ἐνθυμουμένοις.
485Βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται βλέπειν ὅμιλος ἐχθρός, δυσμενής, μιαιφόνος, ὁρμήν τε δεινὸς στυγερᾶς γνώμης ῥοπῇ· ἄγριον ἦθος, βαρβάρου φύσις φρενός. Δέδοικα δ’ αὐτόν, μή τι βουλεύσας νέον
490δριμυτέραν σοι συμφορὰν συσκευάσῃ· καὶ κάρτα τόνδ’ ὁρῶσα δειμαίνω πλέον μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος, κἄπειτα μείζω συμφορὰν δέξῃ νέαν, ἔγκατα Παιδὸς εἰ λεωφόρος λάβῃ.
495Ἀλλ’ ἐκκλίνασαι βραχὺ τῶν ἀλαστόρων, ἐπισκοπῶμεν δρᾶμα τῶν μιαιφόνων. Ἴωμεν οὖν, ἴωμεν ᾗχί που νάπος. ΘΕΟΤΟΚΟΣ
498Νικᾶτ’ ἐπειδὴ ταῦτα πάσαις ἁνδάνει· καὶ λοιπὸν ἀπίωμεν, ἔνθ’ ὑμῖν δοκεῖ.

(500)

ΧΟΡΟΣ

(500)

Ἐντεῦθεν ἀθρεῖν ὡς ἐξ ἀπόπτου δέον. ΘΕΟΤΟΚΟΣ166
501Δειλαί’ ἐγὼ δύστηνος, εἰ Παῖδ’ οὐχ ὁρῶ πάσχοντα δεινά, μέχρι καὶ τύμβος λάβῃ. Ὄχλους δ’ ἔφυγον, ἵνα μή τι καὶ πάθω. Τί μοι δ’ ἔτι ζῆν κέρδος ἐστὶν ἐν βίῳ;
505Αἴθ’ αἴθε πότμῳ καταλυσαίμαν ταχεῖ, εἰ μὴ μεγάλως καταγηράσκειν ἔχω, ὡς ἐλπίς ἐστι, Παιδὸς ἀνισταμένου ἔθνη τε συνάγοντος ἐνδίκῳ κρίσει, ὃν συγγενεῖς κτείνουσιν Ἑβραῖοι φθόνῳ.
510Ναὶ συγγενεῖς μου τλήμονος μητρὸς λέγω, οὐ Πατρὸς αὐτοῦ τοῦ βροτωθέντος Λόγου, ὃν ἀσπόρως ἔτικτον οἶδ’ ὑπὲρ λόγον, στερράς τ’ ἔφυγον ἐν τόκοις ἀλγηδόνας. Πέποιθα γάρ, πέποιθα, κἂν πολλὰ στένω,
515πάσχοντα μὴ φέρουσα τοῦτον νῦν βλέπειν. Ἔτικτον αὐτόν, οἶδα δ’ ὡς ἐγεινάμην· ἀλλ’ εἴμ’ ἄκομψος ἐκφέρειν μυστήρια. Ὅμως δ’ ἀνάγκη, συμφορᾶς ἀφιγμένης, γλῶσσάν μ’ ἀφεῖναι. Πρῶτα δ’ ἄρξομαι λέγειν,
520ὅθεν μ’ ὑπῆλθε πρῶτον οἷα μητέρα, φέρουσαν ἁγνὸν ἐς τόδ’ ἡμέρας δέμας· οὐδ’ οἶδα τέρψιν ἢ λόγῳ κλύειν φέρω γραφῇ τε λεύσσειν· οὐδὲ ταῦτα γὰρ σκοπεῖν ἐγὼ πρόθυμος, παρθένον ψυχὴν δ’ ἔχω.
525Ὄμνυμι τὸν σύμπαντα σαφῶς εἰδότα, μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν·
ἢ κατολοίμην ἀκλεής, ἀνώνυμος, καὶ μήτε πόντος μήτε γῆ μήτ’ αὖ πόλος τὸ σῶμά μου δέξαιτο, καὶ ψυχὴν χέρες168
530πάσχοντος Υἱοῦ γ’, ὡς κατ’ εὐχήν ἐστί μοι· ἐλπὶς τρέφει τε, κοὐ καταισχυνεῖ δέ με. Ταῦτ’ οἶδα· νῦν γὰρ οὐ θέμις πέρα λέγειν θρηνοῦσαν ὡς δεῖ. Δακρύων γὰρ ἄξια πέπονθα πόλλ’, οὐκ οἶδα δ’ εἴ τι προσπάθω.
535Πρῶτον δ’ ὅμως μοι τἀγάθ’ ἐξᾷσαι δέον· τοῖς γὰρ κακοῖσι πλείον’ οἶκτον ἐμβαλῶ. Ἤμην ἄνανδρος καὶ μένουσα παρθένος· ἃ γὰρ γυναικὶ σώφρον’ ἔσθ’ εὑρημένα, ταῦτ’ ἐξεμόχθουν, τοῦ Θεοῦ πολλὴν χάριν
540μετροῦντος ἀεὶ καὶ νέμοντος ἀφθόνως. Πρῶτον μὲν οὖν γε, κἂν προσῇ κἂν μὴ προσῇ ψόγος γυναιξίν, αὐτὸ τοῦτ’ ἐφέλκεται κακῶς ἀκούειν, εἴ τις οὐκ ἔνδον μένει· οὗπερ πόθον παρεῖς’ ἔμιμνον ἐν δόμοις
545εἴσω μελάθρων· κομψὰ θηλειῶν δ’ ἔπη οὐκ εἰσεφρούμην· τὸν δὲ νοῦν διδάσκαλον αὑτῆς ἔχουσα χρηστόν, ἐξήρκουν ἐμοί. Τὸ σωφρονεῖν ἐν πᾶσιν εἰδυῖ’ ὡς καλὸν καὶ δόξαν ἐσθλὴν πανταχοῦ κομίζεται,

(550)

γλώσσης τε σιγὴν πᾶσιν ὄμμα θ’ ἥσυχον παρεῖχον· ᾔδειν δ’ οἷς μ’ ἐχρῆν νικᾶν κόρας καὶ τίσι νίκην ὧν ἐχρῆν παριέναι. Ἀκήρατον δέ μ’ ἐκ Θεοῦ λαβὼν ἀνὴρ αὖθις τὸ παρθένειον ἅμμ’ ἀκήρατον
555τηροῦσαν ἀπέδωκεν· οὐδ’ ἔστιν λόγος, τὰ πράγματ’ αὐτὰ καὶ γὰρ ἀπήλεγξέ με. Οὕτως δ’ ἔχουσα, τῷ Θεῷ μνηστεύομαι· κἀντεῦθεν Υἱόν, πῶς ἐρεῖς; ἐγεινάμην, ὅπως γυνὴ οὔτις κομπάσει τεκεῖν ποτέ.170
560ΧΟΡΟΣ
560Καλλίστα, πότνα, σεμνοτάτα παρθένε, ἄνανδρον ἠδ’ ἄνυμφον ἴδμεν μητέρα μόνην σε πασῶν τῶν κατὰ γῆν μητέρων. Μαιευσάσης χεὶρ κλῆρον οὐ δεδεγμένη κατηγόρησε πιστὰ σοῦ θείου τόκου,
565Θεόν τε, φῄς, ἔκλυες Ἀγγέλου τεκεῖν, ἔργα θ’ ἅπερ δέδρακεν, οὐ θνητοῦ γένους· καὶ θάμβος ἐστίν, εἰ πάθῃ θνητῶν πάθος. ΘΕΟΤΟΚΟΣ
568Θαυμαστὸν εἶπας, εἰ τόδ’ εὐδοκεῖ Πατήρ, ὡς διὰ τούτου τοὺς βροτοὺς ἀγάθ’ ἔχειν.
570Οὐκ ἄλλο γὰρ φάρμακον ἐν θνητοῖς μόρου, φθορᾶς ὃ παύσει τοὺς ταλαιπώρους κακῶν. Κἀγὼ διδάξω ς’ ὡς καλῶς ἔχει τόδε· ὁ γὰρ διδάσκων γνῶσιν ἄνθρωπον Λόγος ἐμοὶ κατεσκήνωσε καὶ χάριν νέμει.
575Ἐπεὶ βροτὸν πέπλακεν ἐκ γῆς ὁ Πλάσας, λείμακί τ’ ἐντέθεικε φυτῶν ἐργάτην,
ἐντεῦθεν εἰς Ὄλυμπον ἀνάγειν θέλων· δράκων δέ νιν ἔσπευσε, γυναικὸς πλάνῃ, λειμῶνος ἐκβαλεῖν τε καὶ ῥίψαι πόλου·172
580ὅδ’ ἀντεμηχανήσαθ’ οἷα δὴ Θεὸς γυναικὸς ἐκφῦναί τε καὶ Θεὸς μένων βροτὸς γενέσθαι καὶ βροτῶν ἀναιρέτην σφαγεὶς κατασκάψαι τε καὶ ῥίψαι ποσίν. Οὕτως σὺ πείθου καὶ Θεὸν πρὸς γῆν δέχου
585ἐλθόντ’ ἀγαγεῖν πρὸς πόλον βροτῶν γένος, καὶ σπένδε καὶ κλέϊζε καὶ τόνδ’ εὐλόγει. Αὖ γάρ νιν ὄψει πρὸς χθόν’ ὡς ἐκ παστάδος θρῴσκοντα τύμβου, κᾆτ’ ἀνιόντ’ εἰς πόλον, ὡς αὐτὸς εἶπε, καὶ πρὸ τοῦ θεοπρόποι.
590Ἐλπὶς δέ μοι ξύνεστιν ἀσφαλεστάτη· ἐμοὶ γὰρ ὑπὲρ πάντας, οἷσι λείπεται, ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας, ἕξειν τι κεδνόν· ἡδὺ δ’ ἐστὶ καὶ δοκεῖν· ὅταν δὲ μᾶλλον ἐλπὶς ἀσφαλὴς μένῃ,
595τὸ χάρμα ποῖον. Ἀλλὰ νικῶμαι πόνοις καὶ προβλέπω μὲν ταῦθ’ ὅπως ἔσται τάχει, λύπη δὲ κρείσσων τῶν ἐμῶν ἐλπισμάτων. ΧΟΡΟΣ
598Πάγκλυτε, παγκαλλίστα κούρη, παρθένε, ἔμβρυον, ὡς φῄς, τὸν Θεὸν πλουτήσασα,

(600)

σὺ ταῦτ’ ἐπέγνως καὶ τὰ λοιπὰ νῦν σκόπει. Σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν καὶ ταῦθ’ ὁρῶσαν συνιέναι καὶ τέλος· ὡς φρικτὰ πάντα καὶ βροτησίῳ γένει πλὴν τῇ τεκούσῃ δυσμαθῆ συνιέναι.
605ΘΕΟΤΟΚΟΣ
605Ὦ δυστάλαινα τῶν ἐμῶν ἀλγημάτων· ὡς οἶδα μὲν πόλλ’, οἶδα δ’ οὐχ ὅπως φράσω. Ὡς θάμβος ἐστὶ τοῦτον ᾐωρημένον ἰδεῖν με καὶ θανόντα κἂν ἑκουσίως. Ἰώ μοι, ἰώ· Αἲ αἴ.174
610ΧΟΡΟΣ
610Τί γοῦν τί δράσεις, ὦ παθοῦς’ ἀμήχανα; ΘΕΟΤΟΚΟΣ
611Οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν, εἰ μὴ τάχει τῶν νῦν παρόντων πημάτων ἄκος λάβω, ὡς ἔστιν ἐλπὶς λίαν ἀσφαλεστάτη· μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον,
615ὡς ξυμπερανθῇ φροντίς, ἥ με νῦν τρύχει. Ἀλλ’, ὦ φίλ’ Υἱέ, μή μ’ ἔρημόν σου λίπῃς. ΗΜΙΧΟΡΙΟΝ
617Αἲ αἴ·
617Θρηνοῦσα πολλά, τρανὸν οὐδὲν δεικνύεις· πῇ μέν μ’ ἀπαγγέλλεις ἀκούειν δείματα πείθεις τε πολλὰ δειματοῦσθαι τοῖς λόγοις,
620πῇ δὲ θρασύνεις, κοὐδὲν ἄρα καθαρῶς. ΘΕΟΤΟΚΟΣ
621Οὐ μακρὰν ἔσται τέρμα τῶν ἠλπισμένων. ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ
622Αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῇ δ’ ἰδοῦσα καὶ κλύους’ ἐπίσταμαι· ναύταις γὰρ ἢν μέτριος ᾖ χειμὼν φέρειν,
625προθυμίαν ἔχουσι σωθῆναι πόνων, ὃ μὲν παρ’ οἴαχ’, ὃ δ’ ἐπὶ λαίφεσιν βεβώς,
ὃ δ’ ἄντλον εἴργων ναός· ἢν δ’ ὑπερβάλῃ πολὺς ταραχθεὶς πόντος, ἐνδόντες φορᾷ, παρῆκαν αὑτοὺς κυμάτων δρομήμασιν.176
630Οὕτως δὲ κἀγὼ δείν’ ὁρῶσα πήματα, ἄφθογγός εἰμι καὶ παρεῖς’ ἐῶ στόμα· νικᾷ γάρ, ὡς οὐκ ἐκ Θεοῦ, δεινὸς κλύδων. Σὲ δ’ ἐλπίς, ὡς φῄς, ἀσφαλὴς εἴθε τρέφοι, δέσποινα παγκοίρανε, μῆτερ Κοιράνου.
635Ἀλλ’ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος· τίν’ ὧδε δ’ αὖ δέδορκ’ ἰθύνοντα δρόμον; ἂ ἄ, τίνα στείχοντ’ ἀθρῶ νῦν ἐνθάδε στυγνοπρόσωπον, δακρύων πεπλησμένον; ΑΓΓΕΛΟΣ
639Δέσποινα κούρη, Δεσπότου μῆτερ Λόγου,
640μή με στυγήσῃς· οὐχ ἑκών, ἑκὼν δ’ ὅμως, λύπρ’ ἀγγελῶ σοι πρὸς παλαιοῖς καὶ νέα. ΘΕΟΤΟΚΟΣ
642Τί δ’ ἐστίν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν. ΑΓΓΕΛΟΣ
643Δέσποινα κούρη, πῶς ἐρῶ; πῶς σοι φράσω; σοὶ γὰρ μερίμνης ἄξιον φέρω λόγον
645σφοδρᾶς τ’ ἀνίας καὶ πικρῶν ἀλγηδόνων. Ὦ πότνα κούρη, σεμνοτάτα παρθένε, ὥς σε στενάζω λυγρὸς ὢν μύστης, ὅμως τῷ Μυσταγωγῷ πιστός, κἂν πάσχονθ’ ὁρῶ. ΘΕΟΤΟΚΟΣ
649Τί δ’ ἐστίν; Ἑβραίων τί μηνύεις νέον;

(650)

ΑΓΓΕΛΟΣ

(650)

Παῖς νῦν σὸς οὐκέτ’ ἐστίν, ὡς εἰπεῖν ἔπος·
δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς. ΘΕΟΤΟΚΟΣ178
652Πῶς φῄς; τί τοῦτ’ ἔλεξας; οἶδας δ’ αὖ πόθεν; ἄγ’ εἰπέ μοι, φράσον τίνι θνῄσκειν μόρῳ Χριστὸν τανῦν φῂς Παῖδ’ ἀθανάτου Πατρός;
655ὡς ἐλπὶς ἦν καὶ τόνδ’ ἀθάνατον μένειν ῥύστην τ’ ἔσεσθαι παντὸς Ἰσραὴλ γένους. ΑΓΓΕΛΟΣ
657Ἐπεὶ πόλιν γε τῆσδε Σαλομὼν χθονὸς λιπόντες ἀφίκανον ἐς Στρωτοὺς Λίθους, ἄνακτ’ ἐμὸν σύροντες ἀλάστωρ ὄχλος,
660αὐτίχ’ ὅμιλος οὐρανοδρόμῳ ξύλῳ ἀνῆγον, ἦγον, ἦγον εἰς ἄκρον τέλος· ὀρθὸς δ’ ἐς ὀρθὸν αἰθέρ’ ἐστηρίζετο. Ἐς κλῶνα δ’ ἐγκάρσιον ἄλλον εὐθέως ἔτεινον, ἐξέτεινον, ἥλωσαν χέρας,
665πόδας δὲ καθήλωσαν ἐν πηκτῷ ξύλῳ. Ὡς δ’ ἔσχον οὕτως Δεσπότην ἠρτημένον, ἄλλοι μὲν αὐτὸν καλάμῳ κραταιβόλῳ ἔβαλλον, ἀντίπυργον εἰσβάντες πέτραν, ἄλλοι δ’ ὑσώπῳ σπόγγον ὄξους ἔμπλεον
670χολῇ κεκραμένου δ’ ἀνῆγον ἐς στόμα. Οἵδ’ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμένοι,
οὔτ’ εἶδον οἷ’ ἔρεξε θαύματ’ ἐν βροτοῖς, ἄλλως διῆγον καὶ διήνεγκαν κάρας καὶ στέρν’ ἔτυπτον ἀμαθῶς ἀγνωσίᾳ.180
675Ἐγὼ δὲ πόρρω Δεσπότῃ γὰρ εἱπόμην, πρῶτον μὲν εἰς χλοηρὸν ἷζόν που νάπος τά τ’ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο ἔσωζον, ὡς ὁρῶν νιν, οὐχ ὁρώμενος ὄχλῳ κακεργάτῃ τε καὶ μιαιφόνῳ·
680σέ τ’ αὖ δακρυχέουσαν ἑστῶσαν ἰδὼν ἤλυθον εἰπεῖν οὐ καλῶς πεπραγμένα. ΘΕΟΤΟΚΟΣ
682 Ἰώ μοι, ἰώ· Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται· πῶς πῶς δ’ ἔτι ζῶ καὶ φέρω ταῦτα κλύειν;
685ἰδεῖν δὲ ταῦτα πῶς ποτ’ οἴσω παντλάμων; Ἴτ’, ὦ γυναῖκες, γῆς Γαλιλαίας τέκνα, προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονός. Ὦ δεῦτε φίλαι, δεῦτε, λίπωμεν δέος. ΧΟΡΟΣ
689Σὺ γὰρ φύγῃς τὸν δῆμον, ὡς τί μὴ πάθῃς;
690ΘΕΟΤΟΚΟΣ
690Κἀγὼ δὲ τόνδε λοιπὸν εἰς τί καὶ τρέσω; Ἴωμεν οὖν, ἴωμεν· ἀπέστω φόβος· τί γὰρ ἔτι ζῆν κέρδος ἡμῖν ἐνθάδε; Ἀλλ’ ἀπίωμεν, ὡς ἴδω Παιδὸς πάθη. Ἰώ μοι, ἰώ·
695γυναῖκες, ὄψιν φαιδρὰν οὐχ ὁρῶ Τέκνου· χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον. Γυναῖκες, ὄμμα στυγνὸν ὡς εἶδον Τέκνου, ποθῶ τεθνᾶναι, ζῆν δ’ ἔτ’ οὐδαμῶς στέγω. Χωρεῖτε χωρεῖτ’, οὐκέτι τὸ ζῆν φέρω.182

(700)

Ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, Τέκνον ποθεινόν, τοῦ δίκην πάσχεις τάδε; ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; ἁγνὰς γὰρ ἁγνὰς χεῖρας αἱμάτων φέρεις, ἁγνά τε χείλη καὶ μέλος πᾶν καὶ στόμα,
705ψυχὴν πάναγνον ἄδολόν τε καρδίαν. Καὶ πῶς ὁρῶ λῃσταῖς σε συνηρτημένον; οὐδ’ ἐξ ἐπακτοῦ τινὸς ἐχθρῶν πημονῆς, φίλος δ’ ἀπόλλυς’ οὐκ ἄκονθ’ ἑκουσίως μύστης, ὃν ὑπέδειξας ἄρτῳ σοῖς φίλοις,
710φειδεύμενος τάλανος, ὡς φύγῃ κακόν, κἂν οὐ συνῆκεν ἐμπαγεὶς βροχώμασι. Τίνος δ’ ἕκητι γῆς ς’ ἀποστέλλει Πατήρ; τί ς’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι; Δύστηνος, οἷον οἷον ἔργον νῦν βλέπω,
715οὐ τλητὸν οὐδὲ λεκτόν, ἀλλ’ ἀπωλόμην. Αἲ αἴ, Τέκνον, σῶν πανταδίκων σφαγμάτων· αἲ αἲ μάλ’ αὖθις, ὡς κακῶς διόλλυσαι, οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ’ ἁμαρτίας πρώτης γυναικὸς ἐξιώμενος βλάβην.
720Οἶδ’ οἶδα μὲν τάδ’, οἶδα δ’ οὐχ ὅπως φράσω, καὶ συνιῶ μέν, οἷα ταῦτ’ ἔσται τάχει·
ἄλγος δ’ ὕπερθεν τῶν ἐμῶν ἐλπισμάτων, στένω τε πυκνὰ συμφορᾷ νικωμένη, δάκρυσί τε βλέφαρα θερμοῖς τέγγεται·184
725ἀεὶ γάρ ἐστι τὸ γυναικεῖον φύλον πολύστονόν τε καὶ πολύδακρυ πλέον. ΧΡΙΣΤΟΣ
727Ἴδ’, ὦ γυναικῶν ἐξ ἁπασῶν βελτίων, ὁ παρθένος πάρεστιν υἱός σοι νέος. Ἰδοὺ δὲ καὶ σοί, μύστα, μήτηρ παρθένος.
730Τί γοῦν τί, γύναι, δακρύοις τέγγεις κόρας; τί δ’ αὖ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς καὶ συγχυθεῖς’ ἕστηκας, ἡνίκ’ εὐτυχεῖς, κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ τρόπον; Ταῦτα ξυνῳδὰ τοῖς προηγορευμένοις
735οἷς αὐτὸς εἶπον καὶ θεοπρόπων στόμα. Νῦν καιρὸς ἐχθρὸν γηγενῶν τίσειν δίκην. Τί δῆτα λοιπὸν σῷ γ’ ἐπιστένεις Τέκνῳ; ΘΕΟΤΟΚΟΣ
738Οὐδέν· λαοῦ τοῦδ’ ἐννοουμένη πέρι ἔγωγ’ ἐμαυτῇ πρὸς λόγους ἀφικόμην
740καὶ τούσδε θρηνῶ συμφορᾷ νικωμένη, ᾤμωξά θ’ οἷον ἔργον ἔστ’ ἐργαστέον τοὐντεῦθεν αὐτοῖς, οἵ ς’ ἀνήρτησαν, Τέκνον, καραδοκῶ τε πάνθ’ ὅπῃ προβήσεται. Λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος.
745Τὸν μὲν γὰρ ἡμῶν δυσμενῆ πεφυκότα
ῥᾷον κτενεῖς σὺ καὶ καταβαλεῖς μόρον, θᾶττόν τ’ ἀνιὼν τοὺς ἀλάστορας τίσεις· γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. Ὅθεν κἀγὼ στένουσα καὶ πεπληγμένη186

(750)

κέντροις ἀνίας, ἡ τλάμων ὀδύρομαι. Εἴμ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυμαι, στερουμένη σῆς θεσπεσίας μοι θέας. Ὡς γὰρ ἄελπτον δρᾶμα προσπεσὸν τόδε ψυχὴν διέφθαρκ’· οἴχομαι γοῦν, τοῦ βίου
755χάριν μεθεῖσα, κατθανεῖν χρῄζω, Τέκνον. Καὶ γὰρ ἔρημος, ἄπολις οὖσα τρύχομαι, οὐ μητέρ’ οὐκ ἀδελφὸν οὐχὶ συγγενῆ μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς· κἂν μὴ τάχιστ’ ἴδω σε, πῶς οἴσω, Τέκνον;
760Ἀλλ’, ὦ φίλ’ Υἱέ, μή μ’ ἔρημόν σου λίπῃς. ΧΡΙΣΤΟΣ
761Θάρσησον· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι, τὸ σὸν δ’ ἄραρε μᾶλλον· ἐξηγοῦ Θεόν· εὕρημα δ’ οὐκ οἶσθ’ οἷον εὕρηκας τόδε. Θήσω γὰρ αὖ σοι δῶρ’ ἃ καλλιστεύεται
765ἐν οὐρανῷ γαίῃ τε καὶ πάσῃ κτίσει. Πολλῶν δ’ ἕκατι τήνδε σοι δώσω χάριν. ΘΕΟΤΟΚΟΣ
767Πέποιθα κοὔτι σοῖς ἀπιστῶ που λόγοις. Κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γινώσκω καλῶς· ἐγώ ς’ ἔτικτον, οἶδα δ’ ὥς ς’ ἐγεινάμην·
770ὑπερτερεῖ δ’ ἄλγημα τῶν ἐγνωσμένων. Ἀλλ’ ἄντομαί σε τοῦδε πρὸς σωτηρίου πάθους, φέροντος ἀπάθειαν τῷ γένει,
μητροπρεπῶς τε σῶν ποδῶν ἐφάπτομαι, οἴκτειρον οἴκτειρόν με τὴν δυστλήμονα188
775καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν σοῦ λίπῃς, δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον, ἢν θᾶσσον οὐ βούλοιο σὴν δίκην κρίναι· οὕτως ἔρως σοι πρὸς Πατρὸς τελεσφόρος σκοποῦ γένοιτο, καὶ θανόνθ’ ἑκουσίως
780ἴδοιμι νεκρέγερτον ἤματι τρίτῳ, ὡς αὐτὸς εἶπας πολλάκις πρὸς σοὺς φίλους· τὸ πᾶν γὰρ οὕτως ἀσφαλέστερόν τ’ ἐμοί, σύ τ’ αὐτὸς ὢν ὄλβιος ὀλβίου Πατρὸς γνωσθεὶς ἀνυμνηθῇς γε πάσῃ τῇ κτίσει.
785Μὴ γοῦν διάξω λυπρὸν ἐς μακρὸν βίον, ὄχλος δ’ ἀλαστόρων γε τίσει τὴν δίκην, τὸν Δεσπότην κτείνας σε γῆς τε καὶ πόλου. Οὗτοι γάρ, ὡς ἔδρασαν, εὕρωσιν κακά, ἃ τοῖσι δυσσεβοῦσι γίνεται βροτοῖς·
790ἀλλ’ οὐ γὰρ αὐτῶν φροντίδ’ ὡς τέκνων ἔχω μή πως πάθωσιν οἱ προσήκοντες σφίσι, πατρῷον ἐκπράσσοντες ἀσεβῆ φόνον· ἀλλ’ αὐτός, ὦ σπλάγχνον, θεηγενὲς φάος, κάτειργε, κατάπαυσον, ἔξελ’ ἐκ φόνου
795ἐγκατάλειμμα σπέρματος πεφιλμένου. ΧΡΙΣΤΟΣ
796Αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι, πολλῶν δ’ ἕκητι τήνδε σοι δοῦναι χάριν ἐγὼ πρόθυμός εἰμι κοὐκ ἂν ἐκπέσῃς.
Συλλήψομαι γὰρ τοῦδέ σοι πάμπαν σκοποῦ,190

(800)

αὐτή τε γνοίης ζημίας ἀντιστροφήν, ἀπαλλαγεῖσα τῆσδε τῆς ἀθυμίας. ΘΕΟΤΟΚΟΣ
802Ὤμοι, φρενὸς σῆς εὐγενοῦς τε κἀγαθῆς· Ὦ Τέκνον, οἵᾳ συμφορᾷ συνεζύγης· τὸ δ’ εὐγενές σου τῶν φρενῶν σῶον μένει·
805ὅσην ἀεί μοι τὴν προμήθειαν φέρεις· ταῦτ’ ἐννοηθεῖς’ ᾐσθόμην ἀβουλίαν πολλὴν ἔχουσα καὶ μάτην λυπουμένη, μάτην θ’ ἑαυτῇ πρὸς λόγους ἀφικόμην. ΧΟΡΟΣ
809Ἂ ἄ·
809Πολυστόνων ἄϊον ἰαχὰν γόων,
810φωνὰν ἔκλυον, ἔκλυον βοὰν στόνων. Θεοκλυτεῖ δ’ ὡς ἄρα δεινά τις παθών. ΘΕΟΤΟΚΟΣ
812Καὶ μὴν ὁ κλεινὸς ἄπο δὴ στείχει Πέτρος σκυθρωπός, οἰκτρὸς καὶ κατανενυγμένος· θεοκλυτεῖ τις δ’ ὡς κακὸν ῥέξας μέγα.
815Τί, Πέτρε, θρηνεῖς; δείν’ ἔπραξας, ἀλλ’ ὅμως ἔτ’ ἔστι καὶ σοὶ τῶνδε συγγνώμης τυχεῖν. Ὦ Τέκνον, ὦ φίλτατον, ὦ Θεοῦ Λόγε, σύγγνωθ’· ἁμαρτεῖν δ’ εἰκὸς ἄνθρωπον, Τέκνον, καὶ Πέτρος ἐξήμαρτε τοὺς ὄχλους τρέσας.
820ΧΡΙΣΤΟΣ
820Στέγουσα νῦν ἄπιθι, μῆτερ παρθένε· λύω δὲ Πέτρῳ σφάλμα, χρῃζούσης σέθεν· καὶ γὰρ πάροιθεν σοῖς ἐπειθόμην λόγοις
σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν. Καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·192
825ἕλκει δὲ καὶ δάκρυα πολλήν μου χάριν καὶ πάντα λύει δεσμὸν ἀμπλακημάτων. Σοί τ’ αὖ παραινῶ, μηδένα βροτῶν στύγει, μηδ’ οἵ μ’ ἀπῃώρησαν ἀνόμως ξύλῳ. ΘΕΟΤΟΚΟΣ
829Ὤμοι, φρενὸς σῆς εὐμενεστάτης ἀεί·
830ὡς οὐδὲ πάσχων δυσμεναίνεις τῷ γένει, οὐδὲ προσηλώσασιν ὀργίζῃ ξύλῳ. Τίς γὰρ ἂν ἔτλη θυμὸν ὀργῆς σου, Τέκνον; ἢ τίς ἀγανάκτησιν ὑπέστη σέθεν; ΧΡΙΣΤΟΣ
834Ἄπιθ’ ἄπιθι δυσμενῶν νῦν ἐκ μέσου·
835ὧνπερ γὰρ οὕνεκ’ εἰς ἐμοὺς ἧκες λόγους, τὰ μὲν πέπρακται, τῶν δ’ ἐγὼ μνησθήσομαι. Ἐνταῦθα μέν σοι τῶνδ’ ἀπαλλάσσω λόγον. ΘΕΟΤΟΚΟΣ
838Ἄραρεν, ὡς ἔοικεν, ὦ τάλαιν’ ἐγώ· αἲ αἴ, τίν’ ἐκφωνεῖς φρικώδη τήνδ’ ὄπα,
840γλυκασμὸς ὢν ὅλος δὲ καὶ θυμηδία; τίνος γε διψῶν ἀπεγεύσω πικρίας; Αὖθίς τε διψᾶν κάρτα κέκραγες μέγα. ΧΟΡΟΣ
843Κραυγῆς ἀκούσας’ ἐκπέπληγμαι παντλάμων ἐγώ· τὸ μέντοι πρᾶγμ’, ἐφ’ ᾧ τανῦν στένεις,
845οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν. Φθέγξαι τι, δεῦρ’ ἄθρησον. Ἰώ μοι κακῶν· τί τί σὸν ὄμμα χρώς τε συντέτηκε νῦν; ΘΕΟΤΟΚΟΣ194
848Σιγήσατ’, ὦ γυναῖκες, ἐξειργάσμεθα· ἐπίσχετ’ αὐδήν· Παῖδ’ ἐρωτῆσαι θέλω·

(850)

ὁρῶ γὰρ ἤδη τόνδε πλησίον μόρου. Ναὶ ναὶ βλέπω κλίναντα πάντιμον κάραν, μικρὰν λιπόντα ῥᾳδίως ὁμιλίαν. Ἔα, τί λεύσσω; σὸν δέμας νεκρόν, Τέκνον, ἀθρῶ, μεγίστου θαύματος τόδ’ ἄξιον·
855ὃς ἀρτίως κέκραγε πρὸς τὸν Πατέρα φωνῇ κραταιᾷ γεῖσσα γῆς ταραξάσῃ, οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη φρικῶδες ἀντεφθέγξατ’· εἰσορῶσι δὲ θέαμα κρεῖσσον ὀμμάτων ἐφαίνετο·
860ὃν ἀρτίως ἔδρακον, ὃς φάος τόδε οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο. Τί χρῆμα πάσχεις; τῷ τρόπῳ διόλλυσαι, Τέκνον; πυθέσθαι βούλομαι σέθεν πάρα. Ἡ γὰρ ποθοῦσα καρδία πάντ’ εἰδέναι
865κἀν τοῖς κακοῖσι λίχνος οὖς’ ἁλίσκεται. Ἒ ἒ ἒ ἔ· Τάδε ξυνῳδὰ τοῖς προηγορευμένοις. Αἲ αἴ, τί δράσω; καρδία γὰρ οἴχεται. Γυναῖκες, ὄψιν οὐχ ὁρῶ φαιδρὰν Τέκνου·
870χροιὰν γὰρ ἠλλάξατο καὶ κάλλος ξένον, δεινὸν θέαμα· καὶ φόβος νεκροῦ θιγεῖν. Διδάσκαλον φέρω γὰρ ἀστέρων πάθος,
γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας. Χωρεῖτε χωρεῖτ’, οὐκέτ’ εἰμὶ προσβλέπειν196
875οἵα πρὸς αὐτόν, ἀλλὰ νικῶμαι πόνοις. Καὶ ξυνιῶ μὲν οἷα ταῦτ’ ἔσται τάχει· λύπη δὲ κρείσσων καὶ βεβαίας ἐλπίδος. Παῖ Παντάνακτος, πῶς ἐς ᾅδου νῦν δόμους οἴχῃ μόρων ἕκητι τῶν πρωτοσπόρων;
880αἴφνης δ’ ἀπέπτης, ὡς μεθεὶς ἑκουσίως ψυχήν· μόρος γὰρ οὔποτ’ ἦν ὑπέρτερος, εἰ μὴ μεθῆκας Πατρὶ πνεῦμ’ ἑκουσίως. Ἤκους’ ἔκλυον σὴν ὄπα πρὸς Πατέρα. Τίνος δ’ ἕκατι γῆς ς’ ἀποστέλλει Πατήρ;
885τί ς’ ὧδ’ ἀτίμως ἠθέλησε τεθνάναι; τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον· Ἰδοὺ τέθνηκας, τίς με δέξεται πόλις; τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
890ξένος παρασχὼν ῥύσεται δέμας τόδε; Οὐκ ἔστι. Μείνω ς’ οὖν ἔτι σμικρὸν χρόνον, ἢν τριττὸν ἦμαρ λαμπροφεγγὲς εἰσίδω, ὡς αὐτὸς εἶπας νεκρέγερσιν μηνύων, κἀγὼ πέποιθα καὶ στέγω ταῖς ἐλπίσι.
895Κἂν νῦν νέκυν βλέπους’ ἀπῃωρημένον, στένω ’μὲ μᾶλλον, ἢ σέ, τῆς ἀπουσίας· ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο. Εἰ γὰρ γενοίμην, Τέκνον, ἀντὶ σοῦ νεκρός· ὄλωλα, Τέκνον, οὐδέ μοι χάρις βίου.

(900)

Αἲ αἴ, κατ’ ὄσσων κιχάνει μ’ ἤδη σκότος·
ὄλωλα καὶ δὴ νερτέρων ποθῶ δόμους· τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας τανῦν μετοικεῖν, σῆς θέας στερουμένη. Δύστηνος, οἷον ἔσχον ἄρτ’ ἄλγημ’ ἐγώ,198
905οὐ τλητὸν οὐδὲ ῥητόν. Ἀλλ’ ἀπωλόμην. Πῶς δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος ἕξω παρηγόρημα, μήτηρ παντλάμων; Ἄλλως ς’ ἄρ’ αὐτή, Τέκνον, ἐξεθρεψάμην, ὃς τὴν τροφὴν ἅπασι δαψιλῶς νέμεις;
910μάτην τ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, φεύγουσα χεῖρας τῶν φονώντων σοί, Τέκνον, ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων; Ἀλλ’ οὐκ ἐγᾦμαι, κἂν στένω κἂν δακρύω. Ἐγώ ς’ ἔτικτον, οἶδα δ’ ὥς ς’ ἐγεινάμην·
915ὅθεν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας ἐν σοὶ μεγίστας γηροβοσκήσειν τ’ ἐμὲ καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, ζηλωτὸν ἀνθρώποισιν. Οὐδ’ ὄλωλέ μοι ἐλπὶς γλυκεῖα, σοῦ, Τέκνον, τεθνηκότος.
920Ὦ φθέγμα γλυκύ, γλυκὺ χάρμα μοι φέρον, ὦ φιλτάτη πρόσοψις, ὦ ποθουμένη ὡραιότης ἄρρητος ὑπὲρ πᾶν γένος, εἰκὼν ἄγραφος ἀγράφου μορφώματος, πῶς νῦν στυγνάζεις; οὐ φέρω βλέπουσά σε.
925Πῶς πῶς σιγᾷς νῦν, οὐδ’ ὑπανοίγεις στόμα; Δὸς φθέγμα μοι, δός, δὸς παρηγόρημά μοι· φθέγξαι τι μικρὸν μητρὶ δυστήνῳ, Τέκνον. Ναὶ Τέκνον οἶδα καὶ Θεόν μου, κἂν φέρῃς
θάνατον οἰκτρὸν ἀθανατίζοντά με,200
930θάνατον ἀθάνατον ἄγοντα κλέος καὶ χάρμα παντὶ τῷ βροτῶν γένει μέγα. ΘΕΟΛΟΓΟΣ
932Τέτλαθι, παγκοίρανε, μαιμῶσα κλάειν· ἑκὼν γὰρ ἔτλη πότμον, οὔκουν ἀέκων, ὡς παμφάγον νῦν καββαλὼν οἶτον γένους
935ἔκδικος ἔλθῃ, Δεσπότης παντεργάτης, λέβητι χρυσέῳ δ’ ἐφέψων μοι δέμας, σοφῇ προμηθείᾳ με καινίσῃ ξένως. Λυγρὸν γὰρ ἀπὸ γῆρας εὐφυῶς ξύσας ἀνθρωπολοιγοῦ παμπαλαιᾶς μοι λύμης,
940κοῦρον φίλον θήσειεν ἡβώωντά με· ὡς νῦν κάκιστον γῆρας ἅπαντας τρύχει, ναὶ ναὶ τρύχει γῆράς με πημάτων βάρει λώβης παλαιᾶς μητρὸς ἠπατημένης· ἀλλ’ αὐτὸς ἀλύξαι με πημάτων ἔφη,
945αὐτὴν πρὸς αὐτὸν μητέρα στρέψαι τ’ ἐμὴν καὶ γαῖαν οἶκόν θ’ ὃν προδοῦς’ ἀφίκετο βουλαῖς ἀνάγνοις θηρὸς ἠγριωμένου ἐς τήνδε γαῖαν, μητέρα στεναγμάτων, μετ’ ἀνδρός, ὃν πρὶν ἥδ’ ἀτιμάσας’ ἔγνω.

(950)

Ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο, οἷον τὸ λιπεῖν οὖθαρ ἀρούρης πάρος· καὶ τοῦδ’ ἕκητι πάνθ’ ὑποστῆναι θέλειν αὐτὸς προεῖπε καὶ θέλων ἔτλη μόρον,
ἤματι τριτάτῳ δ’ ἀνέγρεσθαι τάφου,202
955μύσταις φίλοις φέροντα χάρμα καὶ μέγα. Εἰδώς τε ταῦτα πάντα πρίν, σαφῶς ἔφη. Ἤδη δ’ ἔχει ξύμπαντα ταῦτα νῦν τέλος· λείπει δὲ γηθόσυνον ἦμαρ καὶ μόνον, καὶ τοῦτο νῦν μενοῦμεν, ἔσται δ’ ὡς ἔφη.
960Ὁ γὰρ τὰ λυπρὰ νητρεκῆ νῦν γνωρίσας, καὶ χάρμα δείξει λαμπρὸν ἤματι τρίτῳ. Οἶδάς τε σὺ μάλιστα τέρμα δρωμένων· θήσει δὲ λύπης ἀντὶ τῆσδε καὶ γόων τιμὰς μεγίστας ἀνὰ γῆν σοι καὶ πόλον
965πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων, ναούς τε σοι τεύξουσι τὸ βροτῶν φύλον. Θᾶττον γὰρ ἀντὶ τοῦδε δυσσεβοῦς φόνου σεμνὴν ἑορτὴν τῇδε γῇ προσάψεται, καὶ γῆν Σολύμων ἱερὸν τεύξει πέδον·
970ὧν εἵνεκα χρὴ μὴ μέτρου θρηνεῖν πέρα. Μὴ δῆτα γοῦν, δέσποιν’, ἀφέρτατα στένε, οὔτ’ ὄμμ’ ἐπαίρους’ οὔτ’ ἀπαλλάσσουσα γῆς πρόσωπον, οὐ βλέφαρα δακρύων ῥοῆς. Ἕως πότε στρέψεις δὲ κάτω τὴν δέρην,
975ῥοαῖς καταρδεύουσα τὴν γῆν δακρύων; ἔκδικον ὄμμα παντεπόπτου Δεσπότου εἰδυῖα θᾶττον χάρμα σοι φέρειν μέγα,
πρὸς ὅν σε τείνειν ὄμμα καὶ μόνον δέον. Οἶδας γάρ, οἶδας· ἕψεται τοῖς φροιμίοις204
980καὶ τέρμα φαιδρόν, γηθόσυνος ἡμέρα· μίαν μόνην μεῖναί σε δεῖ τὴν αὔριον, ὡς ξυμπερανθῇ φροντίς, ἣ κἀμὲ τρύχει. ΘΕΟΤΟΚΟΣ
983Υἱὸς σύ μοι πέφηνας ἄλλος, παρθένε· αὐτὸς γὰρ εἶπεν Υἱός, ὅς μοι καὶ μόνος.
985Οἶδάς τε πάντως πάντα, τίς χρειὼ λέγειν; ὡς ἀσπόρως ἔτικτον, ὠδίνων ἄτερ, στερράς τ’ ἔφυγον τῶν τόκων ἀλγηδόνας, Θεοῦ τε Παῖδα τοῦτον ἀγγείλας ἔφη, καὶ πόλλ’ ἔδρασεν, οἷα καὶ μόνου Θεοῦ.
990Καὶ πῶς τανῦν οἴσαιμι γυμνὸν καὶ νέκυν ἐν ἰκρίῳ βλέπους’ ἀπῃωρημένον, ὃς γαῖαν ᾐώρησεν ὑδάτων ὕπερ, δι’ ὃν τὸ φάος ἡλίου συνεστάλη, καὶ τῆς σελήνης τ’ ἐσκότασε πᾶν σέλας
995καὶ ῥῆξιν ἀνέτλησαν αἱ πέτραι φόβῳ, μνημεῖά τ’ ἠνοίγησαν εἰς δεῖγμα κράτους, αὐτοῦ παθόντος ὑπὲρ αὐτῶν Αἰτίου. ΘΕΟΛΟΓΟΣ
998Δέσποινα παγκοίρανε, μῆτερ τοῦ Λόγου, αὐτὸς κἀγὼ τέθηπα, μὴ φέρων βλέπειν

(1000)

φρικτὸν θέαμα, Δεσπότην τεθνηκότα, ζωὴν τὸν ἐμπνέοντα τοῖς ζῶσι πνοῇ, στένω τε πυκνὰ καὶ χέω θερμὸν δάκρυ. Ἐλπὶς δ’ ὅμως τρέφει με καὶ θρηνῶν φέρω·
οὐ γὰρ ἀπιστῶ τοῖς λόγοις τοῦ Δεσπότου.206
1005Ἡ καλλιφεγγὴς ἡμέρα δὲ τριτάτη τὸ τέρμα δείξει τῆς τρεφούσης ἐλπίδος· ἣ μὴ παρέλθοι, καὶ θανεῖν με συμφέρει. ΘΕΟΤΟΚΟΣ
1008Τριτάταν ἁμέραν μὲν εἰδυῖα κλύω αὖθις φθορᾶς πάναγνον ἀνίσχειν δέμας·
1010νῦν δ’ ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος καὶ δυστάλαιναν τὴν πάλαι μακαρίαν. Ὅθεν τὰ θνητῶν μᾶλλον ἡγοῦμαι σκιάν, κοὐδ’ ἂν τρέσας’ εἴποιμι τοὺς σοφοὺς βροτῶν δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων,
1015τούτους μεγίστην ζημίαν ὀφλισκάνειν. Θνητῶν γὰρ οὐδείς ἐστιν ὄλβιος φύσει· ὄλβου δ’ ἐπιρρυέντος, εὐκλεέστερος ἄλλου γένοιτ’ ἂν ἄλλος, ὄλβιος δ’ ἂν οὔ. ΗΜΙΧΟΡΙΟΝ
1019Πάντων ὅς’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει,
1020γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν, ὅσαι τεκοῦσαι καὶ θανόντ’ εἶδον τέκνα· ὡς τρὶς θανεῖν θέλοιμ’ ἂν ἢ τεκεῖν ἅπαξ καὶ πότμον ἰδεῖν ἐντραφέντος μοι τέκνου. Ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος,
1025ὦ παγκοίρανε πότνα, παρθέν’ ὀλβία. Ἦ πολλὰ παντὸς εἶ διάφορος γένους· ἐγὼ γὰρ ἀνδρὸς τέρψιν εἰσδεξαμένη, ἀνθ’ ἡδονῆς ὠδῖνας ἐν λύπαις τρέφω, καὶ θνητὸν ὡς ἔτικτον, εἰδυῖα στέγω·
1030κούφως φέρειν γὰρ συμφορὰς θνητοὺς δέον. Σὺ δ’ ἀνδρὸς οὐκ ἔγνωκας εὐνήν, παρθένε, Θεὸν τεκεῖν τ’ ἔκλυες ἀγγέλου, λέγεις· καὶ νεκρὸν αὐτὸν νῦν ὁρῶσα πῶς φέρεις; ΘΕΟΤΟΚΟΣ208
1034Ἐᾶτέ μ’· οὔτι φίλα μοι τὰ μὴ φίλα·
1035ἤγγειλεν οἷ’ ἤγγειλεν· οὐ μομφὴν ἔχει εὐάγγελος δόξης γε τῆς εὐαγγέλου· ἢν ἐσφάλην ἐγὼ δὲ τῆς ἀγγελίας οὐκ οἶδ’, ὀχυρὰς ἐμφέρω γὰρ ἐγγύας. Θρηνεῖν δὲ δεῖ με· δακρύων γὰρ ἄξια
1040πέπονθα πολλά, καὶ στένω καὶ δακρύω, ἕως ἴδοιμι ζῶντα τὸν τανῦν νέκυν. ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ
1042Δέσποινα κούρη, χρή σε συγγνώμην ἔχειν, εἴ τις ὑφ’ ἥβης σπλάγχνον εὔτονον φέρων μάταια βάζει, μὴ δόκει τούτων κλύειν·
1045σοφωτέραν γὰρ ἴδμεν οὖσάν σε βροτῶν. ΘΕΟΤΟΚΟΣ
1046 Αἲ αἴ· Ἔτλην μεγάλων ἄξια θρήνων ἐγώ. Ὦ μέγεθος οὐ μετρητὸν οὐδ’ οἷόν τ’ ἰδεῖν. Φόνον ταλαίναις χερσὶν ἐξειργασμένοι,

(1050)

τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε εἰς θρῆνον, εἰς δάκρυα· παγκαλὴς ἀγών, ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα. Φεῦ φεῦ, φρονήσαντες μὲν οἷ’ ἐδράσατε, ἀλγήσετ’ ἄλγος δεινόν· εἰ δ’ ἕως τέλους
1055ἐν τῷδ’ ἀεὶ μενεῖτ’, ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦντες δόξετ’ οὐχὶ δυστυχεῖν· ἀλλ’ οὐκ, ἐγᾦμαι, ταῦτ’ ἀνατὶ παρίῃ. Τί γὰρ καλόν; τί δ’ ἀσεβῶς τῶνδ’ οὐκ ἔχει; Ὄλοισθ’ ὄλοισθε, στυγεροὶ μιαιφόνοι,210
1060οἳ Δεσπότην κτανόντες οὐ φροντίζετε, πᾶσαν τρέμουσαν εἰσορῶντες τὴν κτίσιν· ἀλλ’ ἐστὲ θήρᾳ τοῦ φόνου γαυρούμενοι. ΧΟΡΟΣ
1063Κακῶς πέπρακται πανταχοῦ, τίς ἀντερεῖ; Ἅπας δ’ ἀληθῶς ὁ βροτῶν λυπρὸς βίος·
1065στέργουσι δ’ αὐτὸν συμφοραῖς νικώμενοι. Σοὶ δ’ οὐχ ὅμοιον ἄλγος ἀνθρώποις, κόρη, κἂν οὐ μόνη σὺ σοῦ δ’ ἀπεζύγης Τέκνου. Οὐ γὰρ ὅμοιος σὸς τόκος καὶ τοῦ γένους· ὅμως δὲ πάντα τλησικαρδίως φέρειν
1070τανῦν προσήκει κάρτα τ’ αὖ πεποιθέναι. ΘΕΟΤΟΚΟΣ
1071 Αἲ αἴ· Δέδορκά τινα τῶν ἀλαστόρων, κόραι, οἳ συνέτριψαν τῶν μιαιφόνων σκέλη, κατευθύνοντα Παιδὸς εἰς ἧπαρ δόρυ.
1075Δέδοικα δ’ αὐτόν, μή τι βουλεύσῃ νέον καὶ δευτέραν μοι συμφορὰν δράσῃ πάλιν, Παῖδ’ ἢν ἴδοιμι καὶ νέκυν ὑβρισμένον. Ἰώ μοί, μοι· Θέαμα δεινὸν ὄμμασι βλέπω νέον.
1080Κατίδετ’ ἴδεθ’ αἷμα νυγέντος νεκροῦ· ὁρᾶθ’ ὁρᾶτε πῶς διπλοῦς κρουνὸς ῥέει· πλευρᾶς γὰρ αἷμα κοὐ πεφυρμένον ποτὸν ἔβλυσεν εὐθὺς ὡς ἐνύγη τῷ ξίφει ἡβῶντος ἀνδρὸς δυσμενῶν ἐξ Αὐσόνων.212
1085Διπλοῦς ἔτι βλύζει τε κρουνὸς αὐτόθεν· αὐτὸς δ’ ὁ νύξας ἐκπλαγεὶς κέκραγέ πως, ὡς «ἔστιν ὄντως Παῖς Θεοῦ νέκυς ὅδε». Τρέχει δ’, ὁρᾶτε, καί γε προσπίτνει ξύλῳ· πίπτει τ’ ἐπ’ οὖδας τῇ θέᾳ νικώμενος,
1090στῆθός τε παίει καὶ περιπτύσσει πέδον, ἔνθ’ ἰκρίον πέπηγεν ἐμπεφυρμένον ῥείθρῳ καταρρέοντι τῆς πλευρᾶς ἔτι, ἀρύεταί τε χερσὶ κρουνοῦ καὶ κάραν ἔχρισεν, ὡς ἔοικεν, ὡς ἅγνισμ’ ἔχῃ.
1095ΧΟΡΟΣ
1095Ἔοικεν Ἄναξ πολλὰ τῇδ’ ἐν ἡμέρᾳ κακὰ ξυνάπτειν ἐνδίκως μιαιφόνοις· αὐτούς γε μέντοι, μὴ φίλους, δράσειέ τι ἔκδικον ὄμμα Δεσπότου παντεργάτου. Ἴτω δίκ’, ἴτω φανερῶς ξιφηφόρος

(1100)

καὶ πυρφόρος τάχιστα τοῖς μιαιφόνοις. Ἔστι γὰρ ὄντως θαῦμα φρικτὸν εἰσορᾶν· ὁ μὲν γὰρ ὦσε κατὰ πλευρᾶς που δόρυ, πλευρᾶς νενυγμένης δὲ θαυμαστὸν νάμα ἔσταξεν εὐθὺς αἷμά τ’ οὐ πεφυρμένον·
1105φρικτὸν θέαμα καὶ τρόμος μ’ ὁρᾶν ἔχει. Διδάσκαλον φέρω γὰρ αὐτὴν τὴν κτίσιν, γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας τάφους τε νεκρῶν ἄφαρ ἠνεῳγμένους· αὐτὸς δ’ ὁ νύξας ἔντρομος πεσὼν θίγει.214
1110ΘΕΟΤΟΚΟΣ
1110Ὦ τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα, οὕτως ἐφάνης πᾶσι, καὶ τοῖς μὴ φίλοις· σφόδρα ποθεινὴ δακρύοισι συμφορά· κενοῖς τὸ καθάρσιον αἷμα τοῦ γένους καὶ δυσμενεῖς φρίττουσιν, ἀθροῦντες ξένα,
1115Θεοῦ τε κεκράγασι τρανῶς ς’ Υἱέα· πάντα τρέμουσιν, ἅτε μὴ γνώμην ἔχει· οἱ δ’ ἐγγενεῖς ς’ ἔκτειναν ἀλόγῳ φθόνῳ, ἐξ ὧν ς’ ἐχρῆν στέφανον ἐς κάραν λαβεῖν, οὐχ οἷον ἐμπαίζοντες ἔστεψάν σέ πως·
1120οἵδ’ οὐδὲ φροντίζουσί ς’ ἐνθεῖναι τάφῳ. Πῶς οὖν ἐγώ σε τοῦ ξύλου καταγάγω; ποίῳ δὲ τύμβῳ καταθείμην σὸν δέμας; οἵοις τε πέπλοις κατακαλύψω νέκυν; πῶς καὶ τἀπιχώρια μέλψω σοι μέλη;
1125τίνος σε κηδεύσουσιν, ὦ Τέκνον, χέρες; Οἴμοι, τί δράσω; τίς γένωμαι παντλάμων; Τί ταῦτ’ ἀλύω; πειστέον τοῖς σοῖς λόγοις ἔργοις θ’, ὅς’ ὑπέδειξας εἰς μαρτυρίαν,
ὡς ἔστιν ἅπαν σοι θελητὸν δυνατόν.216
1130Πολλῶν ταμίας ἐστὶν ἀέλπτων Θεός, πολλά τ’ ἀέλπτως πολλάκις κραίνει Θεός, τὰ δ’ αὖ δοκηθέντ’ οὐκ ἐφεῦρε καὶ τέλος·
σὺ δ’ ἀδοκήτων αὐτὸς εὕροις μοι πόρον. ΘΕΟΛΟΓΟΣ218
1134Καὶ μὴν ὅδ’ Ἰώσηπος ἐν σπουδῇ ποδὸς
1135στείχει, νέον τι πρᾶγμ’ ἴσως ἔχων φράσαι. Ἀτὰρ τόδ’ ἄλλο θαῦμα καὶ παρ’ ἐλπίδα, μύστην νύχιον τῷδε συντρέχοντά πως, σκεύη φέροντα προσφυᾶ τῇ καθόδῳ. Ὦ μάκαρ, ὃς τὰ τοῦ Θεοῦ μυστήρια
1140εἰδὼς ἁγιστεύει θ’ ἑαυτοῦ βιοτὰν καὶ θιασεύεται καθαρμοῖσι ψυχάν, δέμας τε παντὸς ἀνατινάσσων ῥύπου κύκλῳ τε πασῶν ἀρετῶν στέφων κάραν, ἀεὶ θεραπεύειν θοάζει τὸν Θεόν.
1145Τὸ σωφρονεῖν γὰρ καὶ σέβειν τὰ τοῦ Θεοῦ, κάλλιστον οἶμαι δ’ αὐτὸ καὶ σοφώτατον θνητοῖσιν εἶναι χρῆμα τοῖσι χρωμένοις. ΙΩΣΗΦ
1148Ὦ φίλταθ’, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων, σοφὴν σοφοῦ παρ’ ἀνδρός· ἐκ μακρᾶς ὁδοῦ

(1150)

ἥκω δ’ ἕτοιμος τήνδ’ ἔχων σκευὴν τάχει, ὅπως νέκυν θάψαιμι τὸν πεφιλμένον. Δεῖ γάρ νιν ὄντα καὶ πάρος σεπτὸν φίλον,
ὅσον καθ’ ἡμᾶς, καὶ νέκυν τοῦτον σέβειν. Πῶς χρὴ κατάγειν; πῶς δὲ πρὸς τύμβον φέρειν220
1155πέπλοις ἐνειλίσσαι τε; Νῦν ἡγοῦ σύ μοι νέος γέροντι, παρθένος, σὺ γὰρ σοφός· ὡς οὐ κάμοιμ’ ἄν, εἴθ’ ἕως εἴθ’ ἑσπέρα, ἕως νέκυν θήσοιμι καινῷ μου τάφῳ. Ὅσον δέον γὰρ μὴ γένους κοινωνίαν
1160ἔχοντι μύστῃ, τοῦτον οἰκτείρω κἀγώ. ΘΕΟΛΟΓΟΣ
1161Ὅδ’ αὐτὸς ὑμῶν ἀπόνως ἡγήσεται, καὶ πᾶσαν εὐμάρειαν ἐν χεροῖν διδοῖ. ΙΩΣΗΦ
1163Ὢ χρῆμα παγκαλὲς Θεοῦ, δέσποιν’ ἐμή, τί Παῖδα πρὸς σὸν τήνδ’ ἄγους’ ἐρημίαν
1165ἕστηκας, αὐτῷ θρεομένη σαυτῆς λυγρά; καί σοι μόνος πάρεστι μύστης παρθένος, λιπὼν ἀδελφὸν ἐν χορῷ μυστηπόλων· ἄλλοι δ’ ὀπαδοὶ τῶν γόων πεπλησμένοι φεύγουσι, πολλῷ τῷ φόβῳ πεφρικότες,
1170οὐδ’ εἶδον οὐδὲν τῶν νεωτέρων κακῶν· σὺ δ’ οὐ πέφρικας δυσμενῶν ἀβουλίαν. Ἐγὼ δέδοικα μή τι βουλεύσῃ νέον ὅμιλος ἐχθρός, δυσμενής, μιαιφόνος· βαρεῖα γὰρ φρὴν οὐδ’ ἀνέξεται κλύειν,
1175κἂν νεκρὸν ἢν δοίημεν ἐντίμῳ ταφῇ. ΘΕΟΛΟΓΟΣ222
1176Οὔπω γὰρ οὐκ ἔληξαν, οὐδ’ ἔσχον κόρον μιαιφονίας καὶ κακῆς ἀβουλίας; ΙΩΣΗΦ
1178Ζηλῶ ς’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. ΘΕΟΛΟΓΟΣ
1179Τί δ’ ἐστίν, ὦ γηραιέ; μὴ σίγα, φράσον.
1180ΙΩΣΗΦ
1180Ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, θώκους προσελθών, ἔνθα δὴ παλαίτεροι θάσσουσι, σεμνὰν ἀμφὶ Σαλομὼν στοάν, ὡς τόνδε νεκρὸν οὐκ ἐᾷ πρεσβυτέρων ὄχλος, προσιὼν τῆσδε κοιράνῳ χθονός,
1185θάπτειν. Ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε, οὐκ οἶδα, βουλοίμην δ’ ἂν οὐκ εἶναι τάδε. Ἐμοὶ γὰρ αὐτὸν ἐξέδωκεν ὡς φίλῳ, αὐτὸν δυσωπήσαντι λαβεῖν τὸν νέκυν. ΘΕΟΛΟΓΟΣ
1189Τὸ πᾶν ὄλωλεν, εἰ κακὸν προσοίσομεν
1190νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι, ὡς αὐτὸς εἶπεν, ἤματι τρίτῳ πέρας τὰ λυπρὰ λαβεῖν γηθοσύνῃ καρδίας. Οὐ τοῦτο Πατὴρ Παῖδ’ ἀνέξεται παθεῖν. Παλαιὰ καινῶν λείπεται κηδευμάτων
1195κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε φίλος δόγμασιν. Αὐτούς γε μὴν δράσειεν· οὐ γὰρ παύσεται
χόλου· σάφ’ εἶπε καὶ κατεμπρῆσαι πόλιν. Ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι ἔκδικον ὄμμα Πατρὸς ἀμυντήριον.224

(1200)

Οὐ γὰρ μὰ τὴν δέσποιναν, ἣν ἀεὶ σέβων ἐξ Υἱέος νῦν εἱλόμην ὡς μητέρα, χαίρων τις αὐτῶν τοῦδε διάξει φόνου. Θεὸς γάρ, ὡς ἔγνωμεν ἐκ τῶν τεράτων, ὧν καὐτὸς εἶδες πολλὰ καὶ τὰ νῦν βλέπεις·
1205οὐδ’ ἠγνόησας ἡλίου τόσον σκότος, ἐπείδ’ ἔκλινε καὶ μεθῆχ’ ἑκουσίως ψυχήν· μόρος γὰρ οὔποτ’ ἦν ὑπέρτερος, εἰ μὴ κελευσθεὶς εἶκε τῇ καρὸς κλίσει. Τοὐνθένδε μᾶλλον φρικτὸν ἦν θέαμ’ ὁρᾶν·
1210γῆς γεῖσσα σαλευθέντα, ῥαγείσας πέτρας, τάφους τε νεκρῶν εἶδες ἠνεῳγμένους. Ὡς δ’ αὖ τις ἧκεν ἀνατινάσσων δόρυ, νύσσει παραστὰς νειάτην πλευρὰν ξίφει, ἀκμαῖος ἀνήρ· τῆς τομῆς γὰρ ᾐσθόμην
1215πληγὴν βαθεῖαν, ὦλκα τραύματος βλέπων. Οὗτος μὲν ὦσε κατὰ πλευρᾶς που δόρυ, πλευρᾶς νενυγμένης δὲ θαυμαστῶς ὕδωρ ἔσταξεν εὐθὺς αἷμά τ’ οὐ πεφυρμένον· διπλοῦς γὰρ ἐστάλαξε κρουνὸς αὐτόθεν,
1220φρικτὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν. Αὐτὸς δ’ ὁ νύξας ἐκπλαγεὶς κέκραγέ πως· «Ὄντως ὁ παρὼν νεκρός ἐστι Παῖς Θεοῦ.»
Τλήμων τε μήτηρ ἐμπαρεστῶς’ ἰκρίῳ, πίπτει στένουσα καί γε προσπιλνᾷ ξύλῳ·226
1225ᾤμωξε δ’ εὐθὺς καὶ περιπτύσσει πόδας καὶ χερσὶν ἠρύσατο δικρούνου ῥοῆς, κυνοῦσά τ’ αὐδᾷ τοιάδ’. «Ὦ θεῖον κάρα, βροτῶν μὲν αὐτὸς καὶ θανὼν κήδῃ σαφῶς, κενοῖς τε καθάρσιον ἀνθρώπων γένους·
1230σὲ δ’ οὐδὲ φροντίζει τις ἐνθεῖναι τάφῳ.» Ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, χρῄζους’ ἄχραντον ἐξαναστῆναι δέμας, προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης. Χρόνῳ δ’ ἀπαλλαγεῖσα τῶν γόων, ἔφη·
1235«Τί ταῦτ’ ἀλύω; πειστέον Παιδὸς λόγοις ἔργοις θ’ ὅς’ ὑπέδειξεν εἰς μαρτυρίαν, ὡς ἔστιν αὐτῷ πᾶν θελητὸν δυνατόν· καὶ τῶν ἀέλπτων τὸν πόρον αὐτὸς διδοῖ.» Ταῦτ’ εἶπε, καὶ παραυτίχ’ ὡράθης σύ μοι.
1240ΙΩΣΗΦ
1240Θαυμάστ’ ἔφησας, καὶ τὸ πρᾶγμα δεικνύει. Ἀτὰρ σύ γ’ (οὐ γὰρ καιρὸς εἰδέναι τάδε δέσποιναν) ἡσύχαζε καὶ σίγα λόγον καὶ θᾶττον ὡς μάλιστα τῶνδ’ ἔρημ’ ἄγε· καὶ μὴ πελάζητ’ ἐγγὺς ἐνθυμουμένοις,
1245μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθέ που
ἄγριον ἦθος, στυγερᾶς φύσιν φρενός. ΘΕΟΤΟΚΟΣ228
1247Ὦ καλλίνικοι, χαίρετ’, ὦ φίλοι δύο, ὁ Νικόδημος σὺν Ἰωσήπῳ δίῳ, εἰς καιρὸν ἥκατ’, εὖγε δ’ εὖ πεπράχατε.

(1250)

Πιστοῖς φίλοις γὰρ συμφορὰ τὰ τῶν φίλων πίπτοντα κακῶς καὶ φρενῶν ἀνθάπτεται. Σπεύσατε νῦν, σπεύσατε, καταγάγετε· πρὸς τοῦτο γὰρ ἥκοντας ἄμφω νῦν βλέπω· ἄνιτ’ ἄνιτε θᾶσσον, ὡς ἄν μοι νέκυν
1255καταγάγητε, δεσποτείας ὠλένας ὅπως κατασπάσαιμι καὶ σύμπαν μέλος, κυνοῦσα σάρκας, ἅσπερ ἐξεθρεψάμην. ΙΩΣΗΦ
1258Ἔξιθ’, ἄπιθι μή σέ τις μιαιφόνων κακῶς δράσειεν, οὐδ’ ὁρᾶν ἀνέξεται.
1260Ἡμεῖς δ’ ἄνιμεν, ὡς ὁρᾷς, καὶ τὸν νέκυν καταγάγωμεν χερσὶν ἰδίαις τάχει. Ναί, φίλε Νικόδημε, σὺ πρῶτος τάχει ἔμβαινε πηκτὰς κλίμακος πρὸς ἐμβάσεις, ἐκπασσαλεύσων διγλύφου δοκοῦ δέμας
1265λέοντος, ὃν γέγηθε θηράσας λαός. Σὺ δ’ ἔξιθ’ ὡς τάχιστα, καὶ θρηνοῦσά περ· ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις ἰσχὺν ὅπως ταῦτ’ ἀνατρέψῃς, κἂν στένῃς κἂν δακρύῃς. ΘΕΟΤΟΚΟΣ
1269Δειλαί’ ἐγώ, δύστηνος, εἰ Παῖδ’ οὐχ ὁρῶ
1270κἂν τεθνεῶτα, μέχρι καὶ τύμβος λάβῃ· φύγω δὲ δῆμον, ἵνα μή τι καὶ πάθω. Παιδὸς γὰρ ἄνευ τίς ἔρως μοι τοῦ βίου;
Κλαῦσαι νεκρόν μοι Παῖδα καὶ θάψαι πάρες, ψαῦσαι ποδῶν τε καὶ κατασπάσαι μέλη.230
1275Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, νεκροῦ λαβοῦ. ΙΩΣΗΦ
1276Μὴ μὴ προσοίσῃς χεῖρα, μηδ’ ἅψῃ νεκροῦ, μὴ δῆτ’ ἐπεί μιν ταῖνδ’ ἐγὼ θάψω χεροῖν, τὸν Νικόδημον εἰσφέρων συνεργάτην, μύρων χύσιν φέροντα δαψιλεστάτην,
1280ὡς μή τις αὐτὸν δυσμενῶν καθυβρίσῃ, πέπλους ἀνασπῶν σῶμά τ’ ἐκφέρων τάφου. Ὡς γὰρ προσήκει μὴ γένους κοινωνίαν ἔχοντι, κἀγὼ τὸν νέκυν τιμῶ φίλον. Πῶς δ’ οὖν κομίζειν ἢ τί χρὴ δεδρακότας
1285τὸν νεκρὸν ἡμᾶς σῇ χαρίζεσθαι φρενί, φρόντιζ’· ἐμοῖς δὲ χρωμένη βουλεύμασι, σιγῇ φέρ’· ἔσται γὰρ τὸ πᾶν πανευπρεπές. Οὐδ’ ὠμὸν εἰς σὸν Παῖδα τεθνεῶτ’ ἴδῃς· εἶναι γὰρ Ἰουδαῖος οὐκ ἀναίνομαι·
1290ἀτὰρ τοσοῦτον οὐ δυνήσομαί ποτε τὸν σὸν πιθέσθαι Παῖδ’ ὅπως οὐκ ἐσθλὸς ἦν, οὐδ’ εἰ τὸ σύμπαν τῶν βροτῶν λέγει γένος καὶ τὴν ὀρεινὴν γραμμάτων πλήσειέ τις ὕλην, ἐπεί μιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.
1295Ἔκτειν’ ὅμως, ἄνασσα, χεῖρας σὺν κόραις, δέξαι τε νεκρὸν Παῖδα σὸν πεφιλμένον, καὶ κλαῦσον, ὡς βούλοιο, καὶ ψαῦσαι μελῶν. ΘΕΟΤΟΚΟΣ
1298Κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἔσῃ πλέον,232

(1300)

ὡς καλλίνικος ᾗ κλέος νίκης μέγα. Οὐκοῦν, γεραιὲ φίλτατ’ Ἰωσήφ, λάβε, ἐναγκάλισαι Παῖδα καὶ προσέλκυσαι. Λαβοῦ λαβοῦ νῦν καὶ κατόρθωσον δέμας, ὄρθου κεφαλήν, πῆχυν ἐνθεὶς αὐχένι
1305ἐνδέξια, πλευρὰν δὲ τοῦδ’ ἀείρατε. ΘΕΟΛΟΓΟΣ
1306Ἔκτειν’, ἄνασσα, χεῖρας, αἵ τ’ ἄλλαι κόραι, δέχνυσθε νεκρόν, ὃς νεκροῖς ζωὴν διδοῖ, κἀγὼ δ’, ὅσον δύναμις, ὑποδέξομαι. ΘΕΟΤΟΚΟΣ
1309Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, νεκρὸν λάβε.
1310Φεῦ φεῦ, τί λεύσσω; ταῖν χεροῖν τί νῦν φέρω; τίς ἐστιν οὗτος, ὃν νέκυν χεροῖν ἔχω; πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένη πρὸς στέρνα θῶμαι; τίνα θρηνήσω τρόπον; αὐτὸς δὲ δοίης καὶ προσειπεῖν ς’ ὡς νέκυν
1315καὶ πᾶν κατασπάσαι με σὸν μέλος, Τέκνον. Χαῖρ’, ὕστατόν ς’ ὁρῶσα νῦν προσφθέγγομαι, ὃν μήποτ’ αὐτὴ φύσας’ ὤφελον νέκυν τανῦν ἰδέσθαι φθίμενόν ς’ ὑπ’ ἀνόμων. Δὸς ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
1320Ὦ φιλτάτη χείρ, ἧς ἐγὼ πόλλ’ εἰχόμην προσειχόμην θ’ ὡς κισσὸς ἔρνεσι δρυός. Ὦ φίλον ὄμμα, φίλτατον δέ μοι στόμα καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς Τέκνου· ὦ γλυκυτάτη προσβολὴ τῶν χειλέων·
1325ὦ θέσκελος χρώς, πνεῦμά θ’ ἥδιστον Τέκνου· ὦ θεῖον ὀδμῆς ἆσθμα· καὶ γὰρ ἐν κακοῖς οὖς’ ᾐσθόμην σου κἀνεκουφίσθην κέαρ. Τί ς’ ὧδ’ ἀτίμως ἠθέλησας τεθνάναι; τί τὴν τεκοῦσαν μητέρ’ ὀρφανὴν σέθεν234
1330τέθεικας; Οἴμοι, συνθάνοιμί σοι, Τέκνον. Θανεῖν με κρεῖττον ἢ θανόντα σε βλέπειν. Πῶς ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος ἕξω παρηγόρημα; πῶς δ’ οἴσω μένειν; Ὦ χρωτὸς ἡδὺ πνεῦμα· μάτην ἄρα σε
1335ἔθρεψε, Τέκνον, μαζὸς οὑμὸς σπαργάνοις; μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων; Ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ’ εἰς ᾅδου μολών, Παγκράτορος Παῖ, τῆς ἐμῆς ἥψω φρενός.
1340Ἐκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν. Ὕβρις μέν, ἥγ’ ἔσφηλε πάντων μητέρα καὶ πατέρα πρώτιστον, ὃς βροτῶν γένος ἔσπειρε κἀξήμησε κάλλιστον θέρος, τεκεῖν μ’ ἔθηκε παραδόξως ς’, ὦ Τέκνον,
1345εὔδοξον, ὡς ἔδοξε σῷ Γεννήτορι, πρὶν ἢ γενέσθαι κἀμὲ καὶ πᾶσαν κτίσιν. Κἀπεὶ δ’ ἐτέχθην, Πατρός, οἶμαι, σοῦ κρίσει τρέφειν με πατὴρ οὐ βροτείαν ἐσχάραν μήτηρ τ’ ἔδωκεν ἱεροὺς ἀμφὶ δόμους·

(1350)

ἔνθ’ ἐκτραφεῖσαν χειρὸς ἀγγέλου ξένως
εἰς καιρὸν ἀνδρὶ σώφρον’ ἐκδέδωκέ με γερουσία ξύμπασα, τηρεῖν ἐννόμως, οὐκ ἀθεεὶ καὶ τοῦτο, θείᾳ δὲ κρίσει, ὡς εὐλόγως ἔλεγχον εἰς καιρὸν φέρω236
1355καὶ παιδαγωγὸν Παιδός, οὗ γονῆς ξένος. Μένω γὰρ αὖθις παρθένος τεκοῦσά σε αὐτή θ’ ἑαυτὴν οἶδ’ ὅπως ἁγνὴ μένω, σύ τ’ αὐτὸς οἶδας, ὡς τὰ πάντ’ εἰδὼς σαφῶς. Σοῦ δ’ ἐξ ἐμοῦ τεχθέντος, ἐκ Πατρὸς Θεοῦ,
1360οὐκ εὐπρεπεῖς ἔθεντο πολλοί μοι λόγους, ψευδῶς τεκεῖν βάζοντες ἔκ τινος βροτῶν. Κοὐκ ἤρκεσάν μοι ταῦθ’ ὑβρισθῆναι μόνον, ἀλλ’ ἔδραμον φεύγουσα κεἰς Αἰγυπτίαν ἔτλην τε πολλὰ καὶ κατεξάνθην πόνοις.
1365Ἀλλ’ εἶδον ἐξαίσια σοὶ πεπραγμένα, καὶ πάντα συμβάλλουσα καὶ θαμβουμένη, οὐ θνητὸν ᾤμην ς’ οὐδ’ ἐδείμαινον θανεῖν· ἀλλά σε πατρὸς Ἀβραὰμ σύνθημά τι πρέσβευμά θ’ αἵ τε μυρίαι γερουσίαι
1370ὅρκος θ’, ὃν ὤμοκας πρὶν εἰς σωτηρίαν, θανεῖν ἔπεισαν κἀπικουρῆσαι γένει. Ἐντεῦθεν ἔτλης καὶ τόκον τε καὶ πότμον· κἀγὼ δὲ μισθὸν τῶν ἀφερτάτων πόνων ἐν ἀγκάλαις κρατοῦσα νεκρόν ς’, ὦ Τέκνον,
1375θρηνῶ γε πικρῶς καὶ στένω καὶ δακρύω· θρηνῶ, σοφιστὴν δ’ ἄλλον οὐκ ἐπάξομαι.
Πέπλοις δ’ Ἰωσὴφ εὐπρεπῶς ς’ ἀμφιάσαι ἕτοιμός ἐστι, πρὸς δὲ καὶ τεῦξαι τάφον καὶ ξυγκενῶσαι μυρίων μύρων χλιδήν,238
1380ἣν Νικόδημος ἦλθεν εὐψύχως φέρων, βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις· τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι; Τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν, οὓς πάντας αὐτός, ὡς σκυλεύματ’ ἐξάγοις
1385ἄϊδος οὓς καθεῖρξεν, οὓς συνήρπασε, κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης. Μυστηρίων δὲ τῶνδ’ ἀπορρήτων φανὰς ἔδειξε πατήρ, παῖδ’ ἀποσφάξας μόνον· ἔφη τε μύστης αὐτανέψιος σέθεν,
1390μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων, ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ, σεμνὸν πολίτην, κἀπὶ πλείστων ἄνδρ’ ἕνα φανέντα φοῖβον, γυμνόν, ἄσιτον, μόνον· τροφῇ δ’ ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος,
1395ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος, μόνοις δ’ ἀποτρόπαιον οἷς πέμφιξ χλιδή, αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον, ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία, ῥείθροισιν ὠκὺς ἔνθ’ Ἰορδάνης ῥέει.

(1400)

Ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας
τρισημερεύσας ἐν βυθῷ θεοπρόπος. Καὶ ταῦτα μανθάνουσα, τέρψιν ἐμφέρω, καραδοκοῦσα καὶ ταφῆς ἰδεῖν τέλος. Οὕτως ἄρ’ ἔτλης, Τέκνον, ἤδη τὸν μόρον,240
1405κἀκεῖνα τῶν νῦν δραμάτων αἴτιά σοι, σπεύσαντι θανεῖν κἀπικουρῆσαι βροτοῖς. Ἀλλ’ οὐκ Ἰούδας, οὐδ’ ὁ τάλας Πιλάτος διπλῆν δίκην φύγωσιν, ἀλλὰ σφᾶς τίσει ἔκδικον ὄμμα Πατρὸς ἀμυντήριον,
1410πόλιν τε πᾶσαν καὶ στρατὸν μιαιφόνον. Ἔδρας, ἔδρασας, μὴ δόκει λεληθέναι, Πόντιε, δίκης ὄμμα πανδερκέστατον, κἂν χεῖρας ἀπένιζες, ὡς ἔξω φόνου· ὡς χὠ προδοὺς ἔρριψε μισθὸν τοῦ φόνου,
1415ᾧπερ δέον μὲν ἐν δέρῃ θεῖναι ξίφος, δέον δὲ λυγρὸν αὐχέν’ ἐνθεῖναι βρόχοις, ἢ κύμασι γλαυκοῖς ἀφανίσαι δέμας, ῥίψαντι πρὸς θάλασσαν ἰχθύσιν βοράν. Εἰ μὲν γὰρ ἁπλῶς ἄνδρ’ ἐπώλησας, τάλαν
1420(στρέφω γὰρ εἰς σὲ τὸ πρόσωπον τοῦ λόγου), εἰ μέν τιν’ ἐξέδωκας ἄλλον εἰς φόνον, νόμῳ πολιτῶν συμφορὰν ὑπέσχες ἄν· νῦν δ’, ὅς σε πολλῶν ἠξίωσε χαρίτων, ῥύστης τε παντὸς ἧκε Πατρόθεν γένους,
1425πέπρακας, ἐκδέδωκας εἰς φόνον φθόνῳ· καὶ τίσιν οἵαν ς’ οὐχ ὑποστῆναι θέμις; ΙΩΣΗΦ
1427Ἤδη κέκριται παντάδικος ἐνδίκως μύστης ὁ παγκάκιστος ἐκδοὺς Δεσπότην·
ὦπτο κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος·242
1430βρόχων δὲ θᾶσσον ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι· κακοῦ γὰρ ἐγγὺς ὢν ὁ τάλας οὐκ ἔγνω. ΧΟΡΟΣ
1433Εὖ γ’ εὖ κέκριται καὶ κατώρθωται δίκη. ΘΕΟΤΟΚΟΣ
1434Ὦ Τέκνον, ὡς ἄρ’ ἐστὶ σὸς Πατὴρ μέγας,
1435ὀρθῶς ἀκούσας τῶν ἐμῶν κατευγμάτων. Ἔπαισεν αὐτὸν ῥόπτρον, ὡς προδόντα σε, ἄπιστον, ἄθεον, παράνομον, ἄδικον· κλέπτην γὰρ ὄντα καὶ Θεοῦ ῥάπτην φόνου καὶ μὴ θέλοντ’ ἐπιστρέφειν πονηρίας,
1440οὕτως ἔδει νιν τῷδε κατθανεῖν μόρῳ. Ὄλοιτ’ ὄλοιτο πανδίκως κακεργάτης, κέρδος μέγιστον τῆς ἐπιστροφῆς φυγών. Ἔστιν Θεός τις, ἔστιν ἄλκιμος, μέγας· ἔστιν δὲ καὶ Πρόνοια καὶ κρίσις Θεοῦ.
1445Ἀπέπτυς’· οὐδεὶς ἀσεβὴς Θεῷ φίλος. Λάζυσθ’ ἄγοντες εἰς καινὸν λοιπὸν τάφον, χωρεῖτε, θάπτετ’ ὀλβίῳ τύμβῳ νεκρόν. Ἔχει γὰρ οἷα δεῖ γε νερτέρων πέπλα, βαιὸν παρηγόρημα τοῖς τεθνηκόσι.

(1450)

Δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ, εἰ πλουσίων τις τεύξεται κτερισμάτων· κενὸς δὲ κόμπος ἐστὶ τῶν ζώντων τάδε. Κρύψατε γοῦν πρόσωπον ὡς τάχος πέπλοις·
ψαύσατε χερσί, θάψατ’ ἐν τάχει νέκυν,244
1455τὸν κατθανόντ’ Ἄνακτ’ Ἰουδαίων ὕπο· αἴρειν φοράδην τὸν νεόδμητον χρεών. Ὦ Παῖ παναιτίου Θεοῦ παντεργάτα, τί γὰρ τελεῖται τοῖς βροτοῖς ἄνευ σέθεν; τί δ’ οὐ θεόκραντόν γε τῶνδ’ ἐστίν; Ἰώ·
1460 ἰὼ ἰώ· Βασιλεῦ, Βασιλεῦ, πῶς σε δακρύσω; Θεέ μου, Θεέ μου, πῶς σε καλέσω; φρενὸς ἐκ φιλίας τί ποτ’ ἄρ’ ᾄσω; κεῖσαι γὰρ ὑφάσμασι τοῖσδ’ εἰλιγμένος
1465ὁ σπαργάνοις πρὶν ἐντεταργανωμένος. ΝΙΚΟΔΗΜΟΣ
1466Φέρ’, ὦ γεραιέ, κρᾶτα τοῦ τρισολβίου ὀρθῶς προσαρμόσωμεν, εὔτονον δὲ πᾶν σῶμ’ ἐξακριβώσωμεν εἰς ὅσον πάρα. ΙΩΣΗΦ
1469Ὦ φίλτατον πρόσωπον, ὦ νέα γένυς,
1470ἰδοὺ καλύπτρᾳ τῇδε σὴν κρύπτω κάραν· τὰ δ’ αἱμόφυρτα καὶ κατηλοκισμένα μέλη σὰ καὶ μέρη πέπλοις καινοῖς σκέπω, πλευρὰν νυγεῖσαν πᾶσαν ᾑματωμένην. ΘΕΟΤΟΚΟΣ
1474Ναὶ πρὸς Θεοῦ, συνέρξατ’· ἐν δέοντι γάρ,
1475ὡς ἐγγύς ἐστι νυκτὸς ἤδη καὶ κνέφας.
Ὀρθώσατ’ ἐκτείνοντες ὀλβίαν δέρην· μικρὸν τόδ’ οἰκούρημα φίλῳ Δεσπότῃ. Κομίζετ’ αὐτόν, ὡς ἰδοῦς’ ἐν ὄμμασιν ποῦ κείσεται Παῖς, κεῖσε θρηνοῦσα μενῶ,246
1480ἕως τρίτον λάμψειεν ἦμαρ γλυκύ μοι. Ὢ πένθος οἷον οἷον ἐκράνθη, Τέκνον· κοινὸν τόδ’ ἄχος πᾶσιν ἡγοῦμαι βροτοῖς· κοινὸν τόδ’ ἄχος πάντας ἀέλπτως φθάνει· φθάσοι δὲ καὶ πάγκοινον εἴθε χάρμα μοι.
1485ΙΩΣΗΦ
1485Ἕπεσθέ μοι, φέρωμεν ὄλβιον βάρος, ὃ πόλλ’ ἀνατλὰς μυρίοις αἰτήμασιν ἔσχον, τόδ’ εὑρὼν κοιράνου δωρήματι, γυμνόν, τρισύλῳ κείμενον ξύλῳ λαβών. ΘΕΟΤΟΚΟΣ
1489Φεῦ φεῦ, πρὸς αὐτοῦ τοῦδε, φῶτες, ἀτρέμας
1490χρωτὸς χεροῖν ἅπτεσθε τοῦ Θεοβρότου· καὶ πρόσφορ’ αἴρεθ’, ἕλκετ’ αὖτε ξύντονα. Ἰδοὺ γάρ, ὡς ἔοικεν, ἐγγὺς καὶ τάφος. Ὤμοι, γυναῖκες, γῆς Γαλιλαίας τέκνα, ἤδη τέθειται καὶ καλύπτεται λίθῳ.
1495Δεῦτ’ ἴτε, κοῦραι, καὶ κατιδοῦσαι νέκυν, προσείπατ’ αὐτὸν καὶ προπέμψατε χθονός, ὡς οὔποτ’ ἄλλον τοῦ γένους ῥύστην, ἰώ· ὄψεσθε, κεἰ μὴ ταῦτ’ Ἰουδαίοις δοκεῖ. Χωρεῖτε, χωρεῖτ’· οὐκέτι βλέπειν φέρω

(1500)

τάφῳ τεθέντα καὶ καλυφθέντ’ ἐν πέτρᾳ, ὃς ἐκ πέτρας ἔβλυσεν ὕδωρ πατράσι
καὶ νῦν πέτρας ἔρρηξεν ᾐωρημένος, νεκρῶν τε τάφους ἠνέῳξε δυνάμει. Στῶμεν δὲ μικρόν, ὡς προσείπω τὸν νέκυν.248
1505Οἴχῃ, ποθεινὸν Τέκνον, εἰς ᾅδου δόμους, κρύπτῃ δὲ κρύψιν, ἣν σὺ κρυβῆναι θέλεις, ἥκων ἐς ἀΐδαο πανζόφου στέγην, ᾅδῃ δὲ πικρότατον κέντρον ἐμβάλῃς. Οἴχῃ νεκρῶν κευθμῶνα καὶ σκότου πύλας,
1510θέλων φαεῖναι καὶ καταυγάσαι γένος, Ἀδὰμ ἀναστῆσαί τε πατέρα βροτῶν, ὧν οὕνεκ’ εἶδος προσλαβὼν θνητὸν φέρεις. Ἥκεις τ’ ἐς ᾅδου τὸν βαθύγνοφον σκότον, θανὼν πρὸς ἐχθρῶν, μητέρ’ ἀθλίαν λιπών.
1515Ἡ δ’ εὐμένεια τοῦ Πατρός ς’ ἀποκτενεῖ, ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία· τό τ’ ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός· ὄδυρμα πικρόν· γῆ σε, Τέκνον, λαμβάνει, ἥκοντ’ ἐς ἀΐδαο πανζόφου πύλας,
1520ᾅδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος. Καὶ γὰρ ἐπ’ αὐτῷ τῷδε κατέρχῃ μόνος, λήψῃ δὲ νεκρούς, οὐ σὺ ληφθήσῃ νεκροῖς, ῥύσῃ τε πάντας, ὢν ἐλεύθερος μόνος. Μόνος γὰρ ἀνὴρ ταῦτα θαρρῶν ἱκάνεις,
1525μόνος σὺ φύσεως ὑπερκάμνεις βροτῶν. Ἔσχον δ’ ἀγῶνες, οἵ ς’ ἔμιμνον, νῦν τέλος, νίκην τε λοιπὸν κατ’ ἐναντίων ἔχεις,
ᾅδην, ὄφιν, θάνατον ἰσχυρῶς τρέπων. Σοφὸς σοφὸς σύ, καὶ σοφῶς ἔτλης πότμον,250
1530ὡς κοινὸν οἶτον σῷ καταβάλῃς μόρῳ, κἀν τῇ χθονὶ στηρίζον ἐνθήσεις κλέος, γῆς ἐξανίσχων καὶ φέρων σωτηρίαν, εἰς συγγένειαν Πατρὸς ἀμείψας δέμας. Αὖθις γὰρ ἔλθῃς κλεινός, ἁρπάσας γένος,
1535ὦναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μένων, μορφῇ τε σῇ συνῆψας ἀνέρος φύσιν· καὶ νῦν ἐς ἀΐδαο κατέρχῃ δόμους, σπεύδων φαεῖναι καὶ καταυγάσαι ζόφον. Εὖ δ’ εὖγε λίπῃς τήνδε δυσμενῶν χθόνα,
1540εἰς ἥν γε πρῶτον ἧκες, Ἰσραὴλ δόμους, ὀλωλότα πρόβατα ποιμᾶναι θέλων καὶ συνθεσίας ἐκπερᾶναι πατράσι, μορφῇ συνάψας τοῦ Θεοῦ βροτῶν φύσιν. Σὲ γὰρ Πατὴρ γεννᾷ μὲν ἀρρεύστως ἀεί·
1545ἐγὼ δ’ ἔτικτόν ς’ αὖθις ἁγνεύους’ ἔτι, μορφὴν λαβόντα πρὸς Θεοῦ βροτησίαν. Ἀλλ’ ἐγγενεῖς σῆς μητρός, οὓς ἥκιστ’ ἐχρῆν, θαυμαστὰ πολλὰ σφίσιν ἐξειργασμένον ἄρρητ’ ἀμυήτοισιν εἰδέναι βροτοῖς,

(1550)

σωτῆρά ς’ οὐκ ἔφασκον ἐκφῦναι Θεοῦ, ἀλλά με νυμφευθεῖσαν ἐκ θνητοῦ τινὸς
τεκεῖν ς’ ἐλήρουν καὶ γάμους ψευσαμένην λέχους ἁμάρτημ’ ἐς Θεόν μ’ ἀναφέρειν· καὶ νῦν κτανεῖν ς’ ἔσπευσαν ἀνόμως φθόνῳ,252
1555ἐχθροῦ σοφίσμαθ’ ὧν νιν οὕνεκα κτανών, ἄλλων τε πάντων παγκάκων σοφισμάτων, παύσεις στροβοῦντα κόσμον ἐν σοφίσμασι, καί μιν σιδηραῖς ἁρμόσας ἐν ἄρκυσι στήσεις κακοῦργον τῆς κακουργίας, Τέκνον.
1560Σφᾶς δ’ αὖθις αὐτοὺς ἐκ χθονὸς τῆσδ’ ἐκβαλεῖς, ἄλλοις δὲ δώσεις καὶ πόλιν τε καὶ κράτος, ὡς συμβόλοις εἴρηκας ἤδη σοῖς φίλοις· ἐν οἷς χορεύσεις καὶ καταστήσεις τὰ σὰ μυστήρι’ ἵν’ ᾖς ἐμφανῶς Θεὸς βροτοῖς,
1565ὡς ἐν πόλῳ ξύμπασιν· ἐς δ’ ἄλλην χθόνα, εὖ διαθεὶς τἀνθένδ’, ἀναστήσεις κράτος. Δεῖ γὰρ πόλιν τήνδ’ ἐκμαθεῖν, κεἰ μὴ θέλει, νῦν οὖς’ ἀμαθὴς τῶν γε σῶν μυστηρίων, ἄλλην τε πᾶσαν γηγενῶν παροικίαν,
1570ἣ θεομαχεῖ τὰ κατὰ σέ, σπονδῶν τ’ ἄπο ὠθεῖ ς’, ἐν εὐχαῖς δ’ οὐδαμοῦ μνείαν ἔχει· οὔπω γὰρ οἱ τάλανες ἔγνωσαν γόνον ἥκοντα Πατρὸς ἐκ πόλου πρὸς γῆν κάτω. Ὧν οὕνεκ’ αὐτοῖς δεῖξον, ὡς εἶ σὺ Θεός·
1575δείξεις δὲ πάντως· ἢν δ’ Ἰουδαίων γένος ὀργῇ σὺν ὅπλοις ἐξάγειν χθονὸς θέλῃς ἄρδην, ἐλάσεις Αὐσόνων στρατηλατῶν, οὓς σφῶν ἀνάσσειν ᾑρετίσαντ’ ἀφρόνως,
σὴν δεσποτείαν ὡς ἀπηγορευκότες,254
1580ἄνακτα τὸν Καίσαρ’ ἀνηγορευκότες. Ποινὴν γὰρ ἀθρῶ σοῦ πότμου ζωηφόρου, πῦρ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια τεφρούμεν’ ἤδη, πυρὸς ἄσβεστον φλόγα, ἀθάνατον Θεοῦ πόλιν πρὸς τήνδ’ ὕβριν·
1585αἰνῶ δὲ κρίσιν, ἄβατον ἣ πέδον τόδε τίθησι πᾶσι τοῖς φονευταῖς σου, Τέκνον, ὃς τὰς Λυδῶν πανευκλεεῖς λιπὼν πόλεις Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας, Βάκτρια τείχη, τήν τε δύσχειμον χθόνα
1590Μήδων παρελθὼν Ἀρράβων τ’ εὐδαίμονα, ἔθνη τὰ μακρὰν ἐν σκότῳ βεβυσμένα, πᾶσάν τ’ Ἀσίαν, ἣν παρ’ ἁλμυρὰν ἅλα Ἕλλησι κεῖσθαι φασὶ βαρβάροις θ’ ὁμοῦ, πλήρεις ἔχουσαν καλλιπυργώτους πόλεις,
1595ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα, ἥ ς’ ἐς τάφον τίθησιν ἐκ σφαγῆς νέκυν. Ἰώ, Θεοῦ μέλαθρα καὶ πόλις φίλα, ὦ καλλίπυργον ἄστυ Δαυΐδου χθονός, ὦ θαλάμευμα τῶν πάλαι θεοπρόπων,

(1600)

θεοκτόνων σπήλαιον ὡς νῦν ἀνέφυς· πῶς σε στενάξω; πῶς σε θρηνήσω φόνου; Ἀλλ’ ὦ λιποῦσαι Γαλιλαίας χωρίον, ἐμὸς θίασος, ἃς συνεμπόρους ἐμοὶ ἐκεῖθεν ἕλκει μυστίδας μυστηρίων
1605ὁ νῦν νέκυς, φεῦ, τῷ λάκῳ τεθειμένος, ἐᾶτε τἀπιχώρι’ ἐν νεκρῷ μέλη,
λεπτοῖς δὲ θρήνοις νῦν μιν ἀνυμνήσατε, ἔπειτ’ Ἄνακτα ζῶντ’ ἀνευφημήσετε, ὡς ἔστιν ἐλπὶς ἀσφαλεστάτη δ’ ἐμοί.256
1610Χωρεῖτε, χωρεῖτ’, οὐκέτ’ εἰμὶ προσβλέπειν οἵα πρὸς αὐτοῦ τὸν τάφον καὶ τὸν λίθον. Εἴκωμεν οὖν, εἴκωμεν, ὦ φίλαι κόραι. Ἴτ’ ἴτε, κἀπίωμεν ἡσύχῳ βάσει εἰς δῶμ’ ἐν ᾧ θηλυγενὲς μένει γένος,
1615μήτηρ ὅπου μάλιστα Μάρκου Μαρία, μύστην ὅπου θίασον οἶμαι συντρέχειν· κἀκεῖ μενοῦμεν γλυκεροῦ φάους δρόμον· ἢ μᾶλλον ἀπίωμεν ἐς παιδὸς νέου, ὅν μοι τέθεικεν υἱὸν Υἱός μοι μόνος.
1620ΘΕΟΛΟΓΟΣ
1620Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως λέγεις· ἐκεῖσε δεῖ, δέσποινα, νῦν ἀπιέναι, ὥστ’ ἆσσον οὔσας τοῦ τάφου πάντα σκοπεῖν, πᾶσαν δὲ τὴν αὔριον ἡσύχως ἔχειν τῆς ἐντολῆς ἕκητι καὶ μένειν κνέφας,
1625κνέφας φαεινὸν τῆς τριτάτης ἡμέρας, ὡς ἂν ἰοῦσαι λάθρα πληρώσητ’ ἔθος. Ἴωμεν οὖν, ἴωμεν, εἴκωμεν τάφου, πρὶν δυσμενῶν τις παριὼν καταλάβῃ. Δείξω δὲ χῶρον, ἔνθα νυχεῦσαι δέον.
1630ΘΕΟΤΟΚΟΣ
1630Ἰδού σε, Τέκνον, καταλείπουσαι μόνον ἄπιμεν, ᾗχι σταθμὰ θηλειῶν γένους, πρὸς οἶκον υἱοῦ, τῷ με παρέθου, Τέκνον, δέον μένειν πρὸς νάπος ἐγγὺς σοῦ τάφου. ΙΩΣΗΦ
1634Ὦ φίλτατ’ ἀνδρῶν, καὶ θανών, ἐμοὶ δ’ ὅμως258
1635τῶν φιλτάτων ἀεί γ’ ἀριθμήσῃ πολύ· χαῖρ’· ὕστατόν σε νῦν ἐγὼ προσφθέγγομαι. ΘΕΟΛΟΓΟΣ
1637Γένεθλον ἐσθλόν, οὐκ ἐν αἰνιγμοῖς φράσω, ἀνὴρ ὅδ’ ἐστὶ καὶ Θεὸς Θεοῦ γόνος. Σαφῶς γὰρ αὐτὸν τοῖσιν ἐξειργασμένοις
1640Θεὸν νομίζω, τοῦ δὲ θανάτου πέρι σοφὴν πρόνοιαν αἰτιῶμαι καὶ κρίσιν, δι’ ἧς ὁ πότμος τοῦ γένους λυθήσεται. Αὐτὸς δ’ ὁ χαμαίσυρτος ἐχθρὸς τοῦ γένους συντρίβεται νῦν, θανατοῦται, κτείνεται·
1645κτανεῖ γὰρ αὐτὸν κἀντιπορθήσει γένος ὁ τῶν πόλων πάγκλυτος Ἰησοῦς Ἄναξ, ποινάς τ’ ἀδελφῶν καὶ πατρὸς πρώτου λάβῃ, παλαιφάτου γέροντος, ὃς βροτῶν γένος ἔσπειρεν ἐν γῇ, λείμακος ῥιφεὶς ἄπο

(1650)

ἐξ ἀπάτης δράκοντος αἰολοσκόπου, πόλει δὲ θήσει τῇ μακαριωτάτῃ. Καὶ ταῦθ’ ὁ τοῦδε πότμος ἐξεργάζεται, καὶ τῶνδ’ ἕκητι καὶ βροτὸς πέφηνέ πως, φρικτῶν θ’ ὅδ’ ἀνὴρ θαυμάτων ὦπτο πλέως
1655ἐς τόνδε κόσμον, ὧν σὺ πόλλ’ οὐκ ἀγνοεῖς· φανεὶς δ’ ἀνὴρ ἄριστος, οἴχεται θανών, αὖθις δ’ ἀναστὰς καὶ Θεὸς γνωσθήσεται. Εἰ δ’ ἐν πόλοις ἦν, ἐσθλὸς ὢν ἐλάνθανε, ταῖς στρατιαῖς ὑμνούμενος μόναις ἄνω,
1660σιγώμενόν τε κῦδος εἶχεν ἐν πόλῳ. Αἴτια ταῦτα τοῦ τόκου καὶ τοῦ πότμου·
τὸ πᾶν δ’ ἐρῶ σοι, τῶν βροτῶν σωτηρία. Τοίγαρ τέθνηκεν ὧν ἐχρῆν ἥκισθ’ ὕπο, εἰς δεσμά τ’ ἦλθε καὶ λόγους ἐμπαιγμάτων.260
1665Τοιαῦτα λαὸς ὁ πρὶν ἠγαπημένος εὐεργέτην ἔδρασε, θυμωθεὶς φθόνῳ· καὶ ταῦτα μὲν πέπονθεν οὗτος οὐκ ἄκων· ἃ δ’ αὖ παθεῖν δεῖ λαόν, οὐ κρύψω κακά. Λίπῃ πόλισμα, βαρβάροις εἴκων, ἄκων,
1670δοῦλος, μέτοικος. Ἔστι γὰρ τὸ θέσφατον, εἰς πᾶσαν αἶαν βαρβάρων ἀποτρέχειν, αἰχμαῖς ἁλωτούς, πόλλ’ ἀνατλάντας κακά. Ἀναιρέταις γὰρ πᾶσιν αὐδᾷ παγγενῆ λιπεῖν πόλιν τήνδ’ ἀνοσίου μιάσματος
1675δίκας τίνοντας τῷδ’ ὃν ἔκτειναν φθόνῳ, καὶ μηκέτ’ ἰδεῖν πατρίδ’· οὐ γὰρ εὐσεβὲς μένειν φονευτὰς ἐν τάφοις νεκρουμένων. Πόλεις δὲ πολλὰς εἰσαφίκωνται, ζυγὸν δούλειον ἀνέλκοντες οἱ δυσδαίμονες,
1680αἰχμαῖς ἁλωτοί, χρησμὸς ὡς λέγει Θεοῦ, πάντη διασπαρέντες, οὐ νόστον δ’ ἔτι οἱ τάλανες σχήσουσιν οὐδ’ ἐπάνοδον, ἀφ’ οὗ τάδ’ ἐκπέρσει γ’ ἀνηρίθμῳ στρατῷ ἡγούμενος λόγχαισιν Αὐσόνων δράκων.
1685Ταῦτ’ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς ἔφη εἰπών τις, ἐκ Θεοῦ δέ, καθὼς ἄρ’ ὅδε ὁ νῦν νέκυς εἴρηκε πάντ’ ἐν δυνάμει, οὐδέν τι μαθὼν τῶν θεοπρόπων ἄπο, αὐτοὺς δὲ μᾶλλον πάντα διδάξας τάδε.
1690Οὗτος δ’ ἃ μέλλει πήματ’ ἐκπλήσειν, φράσω, ἀπεμπολητὴς αἰσχρὸς ἐξ ὀπαόνων. Αὐτὸς μὲν εἶπας, ὡς μανεὶς ἄλγους ὕπο βρόχοις κρεμαστοῖς ὑπέβαλε τὴν δέρην· πεσὼν δ’ ἔπειτα δίχα λακίσει τάλας262
1695ἴδῃ τε δεινὸν ἦμαρ· οὐδὲ παύσεται κακῶν ὁ τλήμων, οὐδέ, τὸν καταιβάτην ᾅδην διαβάς, ἥσυχος γενήσεται, στένων ἄληκτα καὶ βοῶν σφοδροῖς πόνοις, καὶ νᾶμα πυρὸς τόνδε δ’ ὑποδέξεται.

(1700)

ΙΩΣΗΦ

(1700)

Ὦ φίλος, ὡς εἰς δεινὰ φῂς ἐλθεῖν κακὰ πάντας, κἄμ’ αὐτὸν συγγόνους τ’ ἄρδην ἐμούς· κἀγὼ δ’ ὁ τλήμων βαρβάρους ἀφίξομαι; ἢ ποῖ τράπωμαι, πατρίδος πορθουμένης; Ὦ πάμμεγ’ ἐμπνέουσα βαρβάροις ποτὲ
1705πόλις, τὸ κλεινὸν οὔνομ’ ἀφαιρῇ τάχα. Χαῖρ’, ὦ μέλαθρον, χαῖρε, πατρῴα πόλις· λίπω λίπω σε, δυστυχῶς δοῦλος γεγώς, αἰχμαῖς ἁλωτός· βαρβάρων δ’ ἴδω πέδον, εἰ μὴ γέροντ’ ὄντα με προφθάσει πότμος,
1710ὃν εἴθ’ ἴδοιμι πατρίδος μένων πέδῳ· συνῆκα γάρ, θέσφατον ὡς οὕτως ἔχει. ΘΕΟΛΟΓΟΣ
1712Τὸ μὲν σὸν εὐδόκιμον, εὐσεβὲς γέρον· ὁ δ’ ἐγγενής σοι λαὸς ἐκτίσει δίκην, ὡς ἀξίαν μὲν λίαν, ἀλγεινὴν δ’ ὅμως·
1715αὐτὸς δ’ ἑαυτὸν αἰτιάσθω τῆς δίκης.
Οὐ γάρ τι λέξει πρὸς πρόφασιν, ὡς τάχα οὐκ ἦλθεν, οὐκ ἤμυνεν, οὐδ’ ἐπεστράφη, εὐεργετῶν πάλαι τε καὶ νῦν εὐτρόπως. Τίνας γὰρ οὐκ ἔστειλε κήρυκας πάλαι;264
1720οἵων δὲ δώρων οὐκ ἔπλησέ νιν ξένων, ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος, ἐθνῶν ἄνακτ’ ἔθηκε πανσθενῶς μέγαν, ὅτ’ ἀμφὶ Βασὰν τήν τ’ Ἀμορραίων χθόνα ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
1725ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις· ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ’ ὅμως· θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις
1730ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας. Χριστῷ δὲ φῶς ἓν ἡλίου καταρκέσει ᾅδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ’ ἄλγη βροτῶν· τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν
1735εἴσεισιν ᾅδην· πολλὰ δ’ ἐκεῖθεν σκύλα ἄρας, φανεῖται νερτέρων ἐπίσκοπος, κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν, ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται ἀρωγός, αὐτόριζος ὢν εὐεργέτης,
1740ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ. Οἱ δ’ οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες, κτηθέντες αὐτῷ, τοὶ μὲν ἐν χωστοῖς τάφοις, οἳ δ’ ἔν τ’ ὄρει τε καὶ σπέει καὶ γῆς βάθει ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
1745μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις, οὐδ’ ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι, οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι· τοὶ δ’ ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει πίπτοντες, ἐμφανοῦσι πίστιν ἀσφαλῆ,266

(1750)

οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου, οὓς ἐκτίσαι δίκαιόν ἐστι τὴν δίκην. Σὲ δ’ ἐξαναστὰς εὐχερῶς ἐκρύσεται, ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ, καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει,
1755σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων. Δεῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν, καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ, θεὸν φανέντα, φθιτὸν ἀμείψαντά σε πάχος βρότειόν τ’ ἀποβαλόντα φθορᾶς,
1760ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς. Τῶνδ’ οὐδὲν ᾔδειν ἐκ λόγων θεοπρόπων, Διδασκάλου δ’ ἔγνωκα τοῖς στέρνοις κλιθείς· οὕτως ἔσεσθαι τοὺς Θεῷ φιλουμένους ἐγὼ συνῆκα Δεσπότου στέρνοις πεσών,
1765ὥστ’ ἐξ ἀβύσσου πόλλ’ ἀπαντλήσας σοφά. ΙΩΣΗΦ
1766Σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν. Πέποιθας αὐτὸν δ’ αὖθις ἰδεῖν ἐν χθονί; ΘΕΟΛΟΓΟΣ
1768Πέποιθα· δείξει τοὐπιὸν σέλας Θεοῦ· μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον.
1770ΙΩΣΗΦ
1770Ἡμῖν μὲν ὡς μέγας τις ἥκων ἐκ Θεοῦ, ἁπλῶς τε θανών, ὡς βροτὸς τυμβεύεται, ἐν σινδόσιν μύροις τε, μητρὸς ἐκ θνατᾶς φανείς· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών. Εἰ δ’ ὡς Θεὸς νῦν κυριεύσει καὶ μόρου,268
1775ἔσται τὸ λοιπόν, ὡς Θεοῦ Παῖς καὶ μόνος, ἅπασι σεπτὸς τοῖσιν εἰδόσιν Θεός· πένθος δὲ βαιὸν ὄντι μητρὸς ἐκ θνατᾶς κείσθω· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών. Ἡμῖν μὲν οὕτως νῦν τετίμηται φίλος·
1780ὃς δ’ εἴ τι πράσσειν, ὡς Θεός, θέλων σθένει, καιρὸς πάρεστι· φῶς γὰρ ἡμέρας τρίτης οὐ μακράν ἐστι, καὶ τὸ πᾶν φανήσεται. ΘΕΟΛΟΓΟΣ
1783Πέποιθα πᾶσιν ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν τριταίαν ἡλίου φέρειν.
1785ΙΩΣΗΦ
1785Ἴδοιμ’ ἴδοιμι γλυκερόν τ’ ἦμαρ τόδε· εἴθ’ εἴθε, φίλος, θαῦμα τοῦτ’ ἴδοιμ’ ἐγώ. Νῦν δ’ ἀπίωμεν, Νικόδημ’ εὐεργάτα· στείχωμεν ἡμεῖς, φίλε, κἀξαιτώμεθα ὑπέρ τε λαοῦ, καίπερ ὄντος ἀγρίου,
1790ὑπέρ τε πάτρης, τὸν Θεὸν μηδὲν νέον δρᾶν, κἂν ἕως πάρεσμεν ἄμφω τῷ βίῳ. Καὶ σὺ δέ, φίλε παρθένε, ξὺν παρθένῳ πρὸς ταῦτα συνάρηξον ἡμῖν τοῖς φίλοις·
ναὶ καὶ σὺ συνάρηγε καὶ θρηνοῦσά περ,270
1795δέσποινα, μῆτερ τοῦ διφυοῦς, ὡς λόγος τοῦ παρθένου πείθει με μύστου σοῦ Τέκνου. ΘΕΟΤΟΚΟΣ
1797Ἄπιθι καὶ δύναμιν ἄγγελλε βροτοῖς, σὺν Νικοδήμῳ νυκτέρῳ μύστῃ πάρος, τανῦν δὲ σὺν σοὶ παμφανεστάτῳ φίλῳ.

(1800)

ΘΕΟΛΟΓΟΣ

(1800)

Χαίροντες ἴτε, μήτι που πτοούμενοι. Ὁ βίοτος γὰρ τῆς καλῆς ἡσυχίας καὶ τῆς ἀκραιφνοῦς ἀγάπης καὶ φιλίας, τό τε φρονεῖν εὖ σωφρονεῖν τ’ ἐν τῷ βίῳ τηρεῖ τὰ πάνθ’, ὡς ἀσάλευτα προσμένειν·
1805Θεὸς γὰρ οἶδε πάντα καὶ σοφῶς κρίνει. ΙΩΣΗΦ
1806Σύ τοί με πείθεις, σοῖς τε πιστεύω λόγοις, τάξιν τε τηρῶν, εἶμ’ ἐλεύθερος φόβου. ΘΕΟΛΟΓΟΣ
1808Χώρει· μέλειν γὰρ πάντα οἱ δοκεῖ φίλων· αὐτοί τ’ ἐπιγνώσεσθε τοὺς ἐμοὺς λόγους.
1810Ὑμεῖς δ’ ἕπεσθε νῦν, κόραι, σὺν μητρί μου, ἕπεσθε, Χριστὸν καρδίαις ὡπλισμέναι πτοούμεναί τε μηδέν, ἀλλ’ ἕπεσθέ μοι· δείξω γὰρ οἶκον ἔνθα νυχεῦσαι δέον. Οὐκοῦν ὅδ’ ἐνδέξιος οἶκος· ἐνθάδε
1815τανῦν καταυλίσθητε· καὶ γὰρ εὐφρόνης οὐ βραχὺ παρῴχηκεν, ὡς ὁρῶ, μέρος,
ἤδη δ’ ἕως πάρεστιν, ἐκρέει κνέφας. ΘΕΟΤΟΚΟΣ272
1818 Ἰώ μοι· ἰώ· Ψυχῆς μελούσης, καρδίας παχνουμένης,
1820ὕπνος βλεφάροις τοῖς ἐμοῖς πῶς ἐμπέσῃ; Οἴμοι, Τέκνον μου, σῆς σφαγῆς πανταδίκου· ὤ μοι ταλαίνῃ δραμάτων ἀντιστρόφων· οὐ γὰρ συνῳδὰ ταῦτα τοῖς ἠλπισμένοις, κἂν συνᾴδωσι τοῖς προηγορευμένοις.
1825Ἔτλην μεγίστας συμφορὰς καὶ πρίν, Τέκνον, ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων· ἀλλ’ εἵπετ’ εὐθὺς συμφοραῖς θυμηδία, σοῦ συμπαρόντος καὶ λύοντος ἀνίας· νῦν δ’ ἄλγος ἀφέρτατον, οἴμοι, πῶς φέρω;
1830τί γοῦν τί δράσω νῦν παθοῦς’ ἀμήχανα; θέλξει δ’ ἕδραν ὄμματος ὕπνος πῶς ἄρα; ΗΜΙΧΟΡΙΟΝ
1832Ἄμμες μέν, ὦ δέσποινα, χαμαιστρωτίαι ἀνεκλίθημεν, σώμασιν παρειμέναι, νέαι, παλαιαί, παρθένοι τ’ ἔτ’ ἄζυγες,
1835ἄλλαι πρὸς ἄλλων νῶτ’ ἐρείσασαι κάρας, αἵδ’ ἐν παρειαῖς ὑποβαλοῦσαι χέρας, καὶ βαιὸν ἡρπάσαμεν ὕπνου βραχύ τι. Σὺ δ’ οὐχ ὕπνωσας οὐδ’ ἀνέκλινας δέμας, παννύχιον στένουσα κὠδυνημένη·
1840πάσῃ γὰρ ὄμμ’ ἄγρυπνον εὐφρόνῃ στρέφεις. Ἕως τίνος μείνῃς δὲ προσκαθημένη ἄϋπνος, ὄμμα μηδ’ ὅλως μύουσα σόν; Ἠώς, ἰδού, πέφηνε, καὶ λεωφόρον
περιτρέχουσι δῆμος ἄνω καὶ κάτω·274
1845γῆς τ’ ἀναδραμὼν ἥλιος φαεσφόρος, ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα. ΘΕΟΤΟΚΟΣ
1847Υἱὸν τεθέντα νεκρὸν ἰδοῦσαν τάφῳ οὐ δεῖ με θρηνεῖν καὶ στένειν καὶ δακρύειν, ἕως ἴδοιμι ζῶντα πάλιν ἐκ τάφου;

(1850)

ὕπνος δ’ ἄρα μου πῶς βλεφάροις ἐμπέσῃ; ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ
1851Κἀγὼ μελούσῃ καρδίᾳ λήγους’ ὕπνου κεῖμαι, πεδοστιβής γε χαμαιστρωτίᾳ, κοὔτ’ ἔβρις’ οὔτ’ ἐκοίμισα, σφοδρῶν γόων σῶν, παρθένε, κλύουσα καὶ στεναγμάτων.
1855ΘΕΟΤΟΚΟΣ
1855Ἔγρεσθ’ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε; ἔξιτ’ ἄπιτε βαιὸν ὡς πρὸς τὴν πόλιν, ὅσον προβαίνειν ἐντολὴ δίδωσί πως· ἴσως τι μαθήσεσθε καὶ νεώτερον. Πολλοὶ γὰρ ὑμᾶς ἀγνοοῦσι, κοὐ δέος.
1860ΧΟΡΟΣ
1860Καὶ μὴν ὀπαδῶν νῦν τιν’ εἰσορᾶν δοκῶ, σπουδῇ σκυθρωπὸν ἐνθάδ’ ἐφωρμημένον· δοκεῖ δὲ καινῶν ἄγγελος μηνυμάτων. ΑΓΓΕΛΟΣ
1863Πῇ πῇ μολὼν εὕροιμ’ Ἰησοῦ μητέρα; εἴπατέ μοι, γυναῖκες, εἴπερ ἴστε, μοι
1865σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω; ΘΕΟΤΟΚΟΣ
1866Ἥδ’, αὐτὸς ἀθρεῖς, δωμάτων ἐντὸς μένει. ΑΓΓΕΛΟΣ276
1867Δέσποινα, μῆτερ Μυσταγωγοῦ μοι φίλου, καὶ νῦν μερίμνης ἄξιον φέρω λόγον σοὶ καὶ μαθηταῖς καὶ γυναιξὶ σαῖς φίλαις.
1870ΘΕΟΤΟΚΟΣ
1870Εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον. Τί δ’ ἐστί; μῶν τις συμφορὰ νεωτέρα; ΑΓΓΕΛΟΣ
1872Πολλὴ φάλαγξ ἔνοπλος εἰς τάφον μολεῖ, τίνος δ’ ἕκητι, συμβαλεῖν σάφ’ οὐκ ἔχω. Ἥκω δ’ ἀκούσας οὐ τορῶς· φήμη δέ τις
1875λαοῖσιν ἐμπέπτωκεν, ὡς κατάσκοποι ἥκουσι τάφου· χὠ μὲν οὐκ ἰδὼν λέγει· ὅδ’ εἰσιδὼν μολοῦντας οὐκ ἔχει λέγειν· ὃς δ’ εἰδέναι λέγων τι, φράζειν οὐ θέλει. Πλὴν εἷς τις εἶπε γραμματεῖς προσιέναι
1880καὶ ταῦτα πεῖσαι κοίρανον τῆσδε χθονὸς πέμψαι φύλακας καὶ σφραγίσαι τὸν λίθον, ὡς μὴ τάχα κλέψωσι μύσται τὸν νέκυν· ὧν οὕνεκ’ ἦλθον πρὸς σὲ ταῦτ’ ἀπαγγελῶν. ΘΕΟΤΟΚΟΣ
1884Ὦ ῥάπτα κακῶν τῶν ἀφερτάτων ἐμοί,
1885γραμματέων ὅμιλε καὶ πρεσβυτέρων, ὦ τῆς φονώσης ἐργάτα τολμηρίας, ὦ δραματουργὲ τοῦ φόνου τοῦ Δεσπότου, ὡς συνιεὶς μὲν οἷα τολμᾷς ἀφρόνως, δέξῃ βέλος δριμύ τι κατὰ καρδίας,
1890πάνδεινον ἀλγῶν ἄλγος. Ἢν δ’ ἄρ’ ἐς τέλος ἐν τοῖσδε μείνῃς οἷς τανῦν κακῶς μένεις, οὐκ εὐπραγῶν δόξεις γε σὺ μὴ κακῶς ἔχειν ἐξ ἀφροσύνης καὶ κακῆς ἀβουλίας· γνοίης δ’ ὅμως ἔπειθ’ ὅτ’ οὐ κέρδος τί σοι.278
1895Πῶς γὰρ ἔσονται νεκροφῶρες οἱ μόγις μιαιφόνους σφῶν χεῖρας ἐκπεφευγότες; προσεγγίσαι πείσει δὲ τίς σφᾶς τῷ τάφῳ, οὕτω τρέσαντας καὶ λίαν πεφρικότας; Ἄπιθ’ ἄπιθι καὶ φύλασσε τὸν τάφον·

(1900)

ναὶ ναί, φάλαγξ, ἄπιθι κἀσφαλῶς βλέπε· μάρτυς γὰρ ἴσως τῆς ἐγέρσεως ἔσῃ. Ἄμμες δέ, φίλαι, τῇδε μίμνωμεν πάλιν. ΧΟΡΟΣ
1903Ναὶ ναὶ μένωμεν ἡσύχως ἐν οἰκίᾳ, μηδ’ ἀπίωμεν ἐς τάφον νῦν Δεσπότου,
1905ἀλλ’ ἰέναι μείνωμεν εὐφρόνης κνέφας. ΘΕΟΤΟΚΟΣ280
1906Καὶ μὴν ἰδού, πρόεισιν ὄρφνης τὸ κνέφας. Λοιπὸν μένωμεν ἡσύχως ἐκ φυλάκων. Πῶς γάρ τις ὄρφνῃ δυσμενῶν ἀνὰ στρατὸν ἐλθὼν μυρίσει τόνδ’ ἀκινδύνως μολών;
1910κατάσκοπον δὲ πρὸς τάφον μολεῖν ἔδει τιν’ ἐξ ὀπαδῶν ἄγρυπνον Διδασκάλου· ναὶ ναὶ προσήκει τιν’ ἀπιέναι τάχει· κἂν μέν τινα κρυφαῖον οὐ γνοίη δόλον, βῶμεν πρὸς ὄρθρον τύμβον ἐς ζωηφόρον·
1915δέμας νέκυος τοῦ μυρίσαι κατ’ ἔθος ἐλευσόμεσθα· τήνδ’ ἔχω γνώμην ἐγώ. Ἢν δ’ αὖ τιν’ ἐχθρῶν μηχανὴν πυθώμεθα, τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτίνα σιγῇ μενοῦμεν, οὐδὲ χρεία μυρίσαι
1920τὸν κείμενον νῦν· οὐ γὰρ ὑπὸ γῆς ζόφον φθορὰ κατασκήψει τις εἰς δέμας Λόγου, οὔτ’ οὖν καθέξει ψυχὰν ᾅδης παμφάγος· ἑκὼν γὰρ ἔτλη πότμον, οὐκ ὄφλημ’ ἔχων,
ἵνα κατειρχθῇ κατ’ ὀφειλὴν εἰς ζόφον.282
1925Ἐξ ἀφθίτου γὰρ ἄφθιτον πεφυκότα πῶς νιν φθερεῖ ταμίας ᾅδης νερτέρων; ὃν καὶ λάφυρ’ ἐκεῖθεν ἑλκύσαι δοκῶ ὅσους βροτῶν καθεῖρξεν, οὓς ξυνήρπασε κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.
1930ΧΟΡΟΣ
1930Ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν· πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς λέγεις· σὺν σοὶ δέ μ’ ὄψει καρτεροῦσαν ἐς τέλος. ΘΕΟΤΟΚΟΣ
1933Τίς δῆτα φίλων, αἳ πάρεισιν ἐνθάδε, τολμᾷ κατόπτις ἔννυχος τύμβῳ μολεῖν;
1935τίς ἂν γένοιτο νῦν ἐμὴ δ’ εὐεργέτις; μύσται γὰρ οὐ πάρεισι τοῦ Διδασκάλου, φεύγοντες ὁρμὴν ἄλογον μιαιφόνων. Οὐ γὰρ ἴσως πνέουσι θυμοῦ καθ’ ὅλων· περιφρονοῦσι καὶ γὰρ ἡμῶν τοῦ γένους,
1940μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει. ΜΑΓΔΑΛΗΝΗ
1941Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλω ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν· ἅπαντ’ ἐκεῖθεν ἐκμαθοῦσα δ’ ὡς ἔχει, ἥξω πρὸς ὑμᾶς πρὶν φάος μολεῖν χθόνα·
1945ἥξω δὲ θᾶττον. Τόνδ’ ὑφίσταμαι πόνον ἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν· κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα αὐτὸς παράσχῃ νεκρός, οὐ νεκρὸς δ’ ἐμοί.
Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ’ ἔτι κνέφας.284

(1950)

Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἕως, ἣν εἴθ’ ἴδοιμι τάχιόν γε, Παντάναξ· ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος· ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω, αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον.
1955Πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν. ΧΟΡΟΣ
1957Ἄπιθ’ ἄπιθι· προδραμοῦσά τι μάθοις ἀνδρῴαν εἰσφέρουσα τὴν τολμηρίαν. Ἄμμες δ’ ἐφεψόμεσθα σὺν αὐτῇ κόρῃ
1960ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων· πάσας γὰρ οἶμαι συνδραμεῖν σοι πρὸς τάφον, ἰδεῖν ποθούσας τέρμα τῶν ἠλπισμένων. Μικρὸν δ’ ἐφυπνώσωμεν, ἠὼς οὐκ ἄπο. ΜΑΓΔΑΛΗΝΗ
1964Σφοδρῶς πονεῖν με χρή, πονοῦσαν δ’ ἄξιον
1965μισθὸν προαθρεῖν· παντὶ γὰρ προκείμενον ἆθλον πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν, ἣν πολλαπλῆν εἴληφα καὶ πάλιν λάβω. ΘΕΟΤΟΚΟΣ
1968Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως σκοπεῖς· σύ τ’ εὖ παραινεῖς καὶ σὺ καιρίως λέγεις·
1970λέγεις δὲ μισθὸν καὶ χάριν ὅσην ἔχεις πρὸ τῶν πόνων λαβοῦσα, καὶ πάλιν λάβοις·
πλὴν οὖν τί μεῖζον τῶνδ’ ἀπαιτήσεις γέρας; δώσει δ’ ὅμως σοὶ δῶρ’ ἃ καλλιστεύεται τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,286
1975μακαρία τ’ ἔπειτα κυρήσας’ ἔσῃ. ΜΑΓΔΑΛΗΝΗ
1976Ἰδού, τὸ σόν γε προσκοπουμένη δράμω· πρώτη δ’ ἴδοιμι τὴν ἀνάστασιν, κόρη· μισθὸν γὰρ αἰτῶ τῶν πόνων λαβεῖν τόδε· ἀθρεῖς γὰρ ἀθρεῖς τὴν ἐμὴν προθυμίαν.
1980ΘΕΟΤΟΚΟΣ
1980Ὅρα κατ’ ὄρφναν μὴ φύλαξιν ἐντύχῃς. ΜΑΓΔΑΛΗΝΗ
1981Φυλάξομαί τοι καὶ πόδ’ ἡσύχως βαλῶ. Ἀλλ’ εὐτυχοίην καὶ τύχοιμι δ’ ὧν ἐρᾷς· ἐρᾷς δὲ πάντως Υἱὸν ἰδέσθαι τάχει· ὅπερ ποθοῦσα ῥιψοκινδύνως τρέχω.
1985ΘΕΟΤΟΚΟΣ
1985Βάθ’ ὡς τάχιστ’, ἐμοὶ δὲ θᾶττον, ὧν ἐρῶ, εὐάγγελος γένοιο, τυχεῖν ὡς ἔχω. ΜΑΓΔΑΛΗΝΗ
1987Εἴκω κελευσθεῖς’· οὖσα γάρ μοι δεσπότις, οὐκ ἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλὰ πείθομαι. ΘΕΟΤΟΚΟΣ
1989Ἐφέψομαι κἀγὼ δὲ σὺν σοί, Μαρία·288
1990ἀλγῶ γὰρ ἀλγῶ καὶ μένειν σοῦ κατόπιν. Οὕτω μέλουσα, πῶς ποτ’ οἴσω νῦν τλάμων; ΜΑΓΔΑΛΗΝΗ
1992Καὶ λοιπὸν ἀπίωμεν, ὦ φίλα κόρα· σὲ γὰρ ἔχουσα συνοδὸν χαίρω μέγα. Αἵδ’ ὕπνον οὐ βάλωσιν ὀμμάτων ἄπο.
1995Ἔγρεσθ’ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε; γοργωπὸν ἕδραν τῶν βλεφάρων λύσατε. Οὐ λεύσετ’ ἐς μηνάδος αἴγλαν παμφαῆ; ἀὼς πέλας, ἀώς· ὅδ’ ἀστὴρ ἔγγιος, θέλγει δ’ ἕδραν ὄμματος ἅδιστός γ’ ὕπνος·

(2000)

ἅδιστος ἅδιστος γὰρ ἐν τοῖς βλεφάροις ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις. ΧΟΡΟΣ
2002Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένῃ, ἄγρυπνον ὄμμα πᾶσαν ἀν’ ὄρφναν στρέφω. ΜΑΓΔΑΛΗΝΗ
2004Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα,
2005σφοδρᾷ μελήσει καρδίας δεδηγμένης. Στείχωμεν οὖν τάχιστα τοῦ τύμβου πέλας· αἵδ’ ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων, ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει. ΘΕΟΤΟΚΟΣ
2009Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ’ εἴη τυχεῖν.290
2010Πέποιθα πᾶσιν ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν. Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι, οἶμαι, πελείας ὠκύτητ’ οὐχ ἥσσονες
2015ποδῶν δράμωσι συντόνοις δρομήμασι· αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα, σαφῆ κελευσμόν, συντρέχειν πρὸς τὸν τάφον. Ὀρθαὶ δ’ ἰδού γε· θαῦμ’ ἰδεῖν εὐκοσμίας. Αἲ αἴ·
2020Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον, τριταῖον ἤδη φέγγος, ἐλπὶς σοῖς φίλοις. Μὴ δὴ παρέλθοι, καὶ θανεῖν με ξυμφέρει. Ὦ Τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα, πότ’ ἄρ’ ἐγώ ς’ ἢ ποῦ ς’ ἡ παντλήμων ἴδω;
2025Ὦ Τέκνον, εἴθε τάχος ἔλθοις μοι φάους· ἔλθοις νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵν’ ᾅδης χωρὶς ᾤκισται φάους, νῦν δ’ εἶδε φῶς μέγιστον ἐν σῇ καθόδῳ. Ἔλθ’ ἐλθέ, φάνηθι, προλαβὼν ἠοῦς σέλας.
2030Θεὸν Θεόν ς’ ὀλύμπιον τὰ πάντ’ ἔχει. ΜΑΓΔΑΛΗΝΗ
2031 Ἂ ἄ· Εὐνὰς ἐρήμους τάσδε φυλάκων ὁρῶ. Τί δῆτ’ ἂν εἴη; μῶν λόχος βέβηκέ πῃ; ΘΕΟΤΟΚΟΣ
2034Ἴσως ἐφ’ ἡμῖν μηχανὴν στήσων τινά.
2035Θρασὺς γὰρ ὄχλος, νῦν δ’ ἐπεὶ κρατεῖ θρασύς. ΜΑΓΔΑΛΗΝΗ292
2036Τί δῆτ’, ἀδελφή, δρῶμεν; οὐ γὰρ εὕρομεν ὡς ἠλπίσαμεν, ἐλπίδων δ’ ἡμάρτομεν. ΘΕΟΤΟΚΟΣ
2038Πείθου, πάλιν στείχωμεν· εὖ δ’ εἴη τυχεῖν τὸν νεκρὸν αὐτὸν καρδίαις ὡπλισμέναις·
2040σῴζει γὰρ αὑτὸν ὅστις εὐφρόνως Θεῷ ἀνατίθησι· καί γε νῦν βαδιστέον. Ἄμμιν δὲ λίθον τίς ἄρ’ ἀποκυλίσει; ΜΑΓΔΑΛΗΝΗ
2043 Ὀττοτοτοτοί· Ἄναξ Ἄναξ ἄφθιτε, τίς ὅδ’ ὁ κλόνος;
2045Πῶς δ’ ἐκκυλισθεὶς ἀθρόως ὦπται λίθος; κενὸς δ’ ὁρᾶται καὶ τάφος τοῦ Δεσπότου. Οὐκοῦν ἄπειμι καὶ φίλοις μύσταις ἐρῶ ἄρσιν νέκυος, αὖ δ’ ὑποστρέψω τάχει· εὕροιμι δ’ ὧδε σὺν γυναιξί ς’ αὖ, κόρη.

(2050)

ΘΕΟΤΟΚΟΣ

(2050)

Εὖγ’ εὖγ’ ἐπανῆκες τάχιστα νῦν, φίλη· ἐγὼ δὲ λίθον ἠρμένον βλέπους’ ἔτι θαμβουμένη πέφρικα, πῶς ὧδ’ ἀθρόον ὤφθη κυλισθεὶς τῆς θύρας πρὸ τοῦ τάφου. Ἂ ἄ· σίγα, σίγα.
2055Ὁ λαμπροπυρσόμορφος οὗτος τίς δ’ ἄρα,
ὃς καθύπερθεν ἕζεται νῦν τοῦ λίθου, πανευπρεπής, ἐσθῆτι λευκῇ χαρίεις; στίλβει γὰρ ὥσπερ ἁπαλὴ χιὼν νέα. Ἰδοὺ δὲ καὶ φύλακες, ὡς νεκροί, κάτω.294
2060ΑΓΓΕΛΟΣ
2060Ὕμμες δὲ μὴ θροεῖσθε, μηδ’ ἔστω φόβος· ζητούμενος γὰρ οὐκέτ’ ἐστὶν ἐν τάφῳ, Ἄναξ Ἰησοῦς τῆτες ἐσταυρωμένος· ὅδ’ οὐκέτ’ ἐστὶν ἐν τάφῳ νεκρὸς μένων, ἀλλ’ ἐξεγερθεὶς εἰς Γαλιλαίαν τρέχει·
2065ὡς εἶπε, μύσταις ὀπτάνεσθαι νῦν θέλει. Κενὸν δ’ ἰοῦσαι τὸν τόπον κατίδετε. Ἄπιτε γοῦν, ἄπιτε καὶ ταῦτα σφίσιν εἴπατε τρανῶς· πάντα γὰρ ἔγωγ’ ἔφην, καὶ πάντα πᾶσιν εἴπατε ξὺν τῷ Πέτρῳ,
2070ὡς φροῦδος ᾅδης, Χριστὸς ἀνέστη τάφου, τάφου δὲ λίθος εὐσθενῶς ἀπηλάθη· φρουροί τ’ ἄϊδος θύρετρ’ ἀνεῖσαν φόβῳ λελυμένοι, νεκροὶ δὲ πρὸς φάους χθόνα σκιρτῶσι, σῶκον ἐκκαλούμενοι Θεόν·
2075τῷ γ’ αὐτόματα δεσμὰ πάντ’ ἀπερράγη. ΘΕΟΤΟΚΟΣ
2076Ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε· πέφθακεν, ὡς ἤλπιστο, τέρμα φροντίδων. Πέπτωκεν ἐχθρός, Χριστὸς ἀνέστη τάφου. Ἠοῦς παρούσης τίς ποτ’ ἄρ’ ἡδυτέρα;
2080τί δ’ ἂν ἐμοὶ γένοιτο χαριέστερον;
Πῇ γοῦν τὸν ᾅδην καββαλὼν βαίνεις, Τέκνον; πῇ πῇ δ’ ἐγώ σε καὶ πότ’ ἂν ἴδω, Τέκνον; Ἔλθ’ ἐλθὲ καὶ φάνηθι μητρὶ σῇ τάχει. ΜΑΓΔΑΛΗΝΗ296
2084Ὄψει γε θᾶττον, ὡς ἐγᾦμαι, πλειόνων.
2085Ἀλλ’ ἀπίωμεν, ὡς ὁ λευχείμων ἔφη, μύσταις φίλοις ἅπασι χάρμα μηνύσαι. Πρῶτον δ’ ἄπειμι πρὸς Πέτρον καὶ παρθένον, εὐάγγελον φέρουσα βάξιν τοῖς φίλοις· ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ.
2090Ἄπειμι γοῦν κένωσιν εἰπεῖν τοῦ τάφου καὶ τὴν ὅρασιν τοῦ φανέντος καὶ λόγους· οὗτοι δ’ ὅμως ἔδραμον ἰδεῖν τὸν τάφον, οἶμαι δὲ πάντα σφᾶς θεωρῆσαι καλῶς. Ἀλλ’ ὤ· τίν’ ἀθρῶ; Δεσπότην καινῇ θέᾳ;
2095οὐκ οἶδ’ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα· μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν τινά. ΧΡΙΣΤΟΣ
2097Χαίρετε. ΘΕΟΤΟΚΟΣ
2098Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, Βασιλεῦ παντάναξ, ἔσχατον ἐχθρὸν συγκατασκάψας πότμον.

(2100)

Ἄναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας, ποδῶν δὲ σῶν ἄμμιν δὸς ἅψασθαι φόβῳ· τοὺς γὰρ ἐπ’ οὖδας νῦν κυνοῦσαι πίτνομεν, καταπλαγεῖσαι τῇ χαρᾷ καὶ τῷ φόβῳ. ΧΡΙΣΤΟΣ298
2104Μὴ δὴ φοβεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος.
2105Ἄπιτε δ’ ἀγγείλατ’ ἀδελφοῖς μου τάχει ἐς Γαλιλαίαν ἀφικέσθαι, καί μέ πως ἐκεῖσε κατίδωσιν, ὡς ἔφην σφίσιν. ΘΕΟΤΟΚΟΣ
2108Ὦ φαιδρότης ἄρρητος ἡλίου βολῆς, ὡς ἀνέτειλε χαρίεσσα νῦν ἕως·
2110ὦ λαμπρότης ἄφατος αὐγῆς ἀκτίνων, ὦ χάρμα παγκόσμιον, ὦ θυμηδία, ὦ τέρψις εὐφρόσυνος, ὦ γῆθος μέγα, πῶς ἄν τις εἴπῃ, πῶς ἀπαγγείλῃ λόγῳ ἐμῆς ἀγαλλίαμα τανῦν καρδίας;
2115Ἀλλ’ ἀπίωμεν, ὡς ὁ Δεσπότης ἔφη. ΜΑΓΔΑΛΗΝΗ
2116Ἐγγὺς ἰδού, δέσποινα, φίλαι σοι κόραι ἄλλαι τε πᾶσαι Γαλιλαίας θρεμμάτων πρὸς τὸν τάφον τρέχουσι μυρίσαι νέκυν, τὴν ἐξέγερσιν ἀγνοοῦσαι τοῦδ’ ἔτι.
2120Οὐκοῦν σὺν αὐταῖς βῶμεν αὖθις ἐς τάφον· οὐ γὰρ κόρος τίς ἐστι θαυμαστὰ βλέπειν. Ἡ γὰρ ποθοῦσα καρδία πάντ’ εἰδέναι ἐν τοῖς ἀγητοῖς λίχνος οὖς’ ἁλίσκεται ἀθρεῖν τε ταῦτα συχνάκις λιχνεύεται.
2125Ἀλλ’ ὤ· τίς ἐστιν εὐπρεπὴς νεανίας, ὃς λευκοχίτων δεξιοῖς ἵζει τάφου; θάμβος μ’ ἔχει βλέπουσαν ἀστραπὴν θέας. ΝΕΑΝΙΣΚΟΣ300
2128Μὴ δὴ θροεῖσθε, μηδ’ ὑμῖν ἔστω φόβος. Τὸν Ναζαρηνόν, οἶδ’, Ἰησοῦν, ὦ κόραι,
2130ζητεῖθ’· ὁ δ’ οὐκέτ’ ἐστὶν ἐν τάφῳ μένων, ἀλλ’ ἐξανέστη, καὶ κενὸς τόπος μένει. Ἄπιτε γοῦν, εἴπατε μύσταις καὶ Πέτρῳ ἐς Γαλιλαίαν σφίσιν ὀφθῆναι τάχει. ΜΑΓΔΑΛΗΝΗ
2134Ἐγὼ τρέμουσα καὶ φόβῳ κρατουμένη
2135πρὸς τὸν Πέτρον νῦν εἶμι καὶ λοιποὺς φίλους, εὐάγγελον φέρουσα βάξιν καὶ πάλιν· ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ. ΧΟΡΟΣ
2138Ἄμμες δὲ θάμβει καταπλαγεῖσαι, κόραι, ἔκστασιν ἐκστᾶσαί τε τῇ καινῇ θέᾳ,
2140φεύγωμεν ὡς τάχιστα μνημείου τρόμῳ, σιγῇ φέρουσαι πᾶν ὅραμ’ ἄκουσμά τε, καὶ μηδὲν ἐκφέρωμεν ὡς πρὸς μηδένα· μνήμαν ἔχουσαι τῶν λογοπράτου δόλων φοβούμεναί τε τῶν βρόχων τὴν ἀγχόνην
2145νεκροπρεπὲς ὡς μνῆμα τόν γ’ αὐτοῦ τρόπον, τὸ μυστικὸν παίξαντος ἐχθρῶν ἐς μέσον.
Φύγωμεν, ἐξέλθωμεν ἐννοιῶν κάτω, καὶ δυσμενεῖ μὲν μηδὲν ἐξ ἐγνωσμένων εἴποιμεν ἄμμες, πλὴν φίλοις μύσταις μόνοις·302

(2150)

κακὸν γὰρ οὐδὲν οὐδενί· ξυνὸν δέ τι πρὸς πανάληθες ἀγαθῶν ἀγγελμάτων. καὶ ψεῦδος οὐδέν· ψεῦδος ἄμμιν δ’ οὐ φίλον, νεκροφρόνων φρόνημα φυγούσαις καλῶς καὶ παγκάλην ἔκστασιν ἐκστάσαις φόβῳ,
2155ᾧ πᾶς κακίας ἐκκλίνει θεοφρόνως. Τοιοῦτον οὐδὲν οὐδενὶ φράζειν θέμις ταῖς ἐξιούσαις, ὡς ἔφην, τῶν μνημάτων, μηδ’ ἐμφερούσαις μνημόσυνον εἰσέτι νεκροπρεποῦς τρόπου γε τοῦ ζῶντος πέρι,
2160ἰσχημέναις φόβῳ τε καὶ πολλῷ τρόμῳ ἐπιβλέποντος πρὸς τρέμοντ’ αὐτοῦ λόγους. Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι, ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως. Κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις·
2165ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω, καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν· πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκφέρει; Δοκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον, ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει,
2170ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ. Ἀλλ’ ἀπίωμεν θᾶττον ἐς μυστηπόλους, εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις. Ἀλλ’ ὤ· τίν’ ἀθρῶ νυκτὸς ἥκοντ’ ἐνθάδε; ΑΓΓΕΛΟΣ
2174Δέσποινα, μῆτερ Παιδός, οἷον οὐδέπω
2175ἄλλην γυναῖκ’ ἔκλυον ἐκτεκεῖν ἐγώ. ΘΕΟΤΟΚΟΣ304
2176Τίς εἶ ποτε σὺ συμφρονῶν; κατ’ εὐφρόνην ἀμβλῶπες αὐγαί, κοὔ σε γινώσκω τορῶς. ΑΓΓΕΛΟΣ
2178Εὔνους ἀεί σοι καὶ σφαγέντι σου Τέκνῳ, τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν.
2180ΘΕΟΤΟΚΟΣ
2180Νέον τί δ’ ἀγγέλλεις; τί; τάχιστα φράσον. ΑΓΓΕΛΟΣ
2181Δέσποινα, χαῖρε· τοῦτό σοι πρῶτον λέγω· πάγχαρτε, χαῖρε· τοῦδε γὰρ προοίμιον κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν βροτῶν· ἀλλ’ οὐδὲν ἧσσον σοὶ φέρω κεδνοὺς λόγους·
2185οἵαν γὰρ ἀγγελίαν ἥκω σοι φέρων. ΘΕΟΤΟΚΟΣ
2186Υἱὸν φανέντ’ ἄϊδος ἀγγελεῖς νέον; ΑΓΓΕΛΟΣ
2187Ἔγνως, λόγου δὲ δὶς τόσου μ’ ἐκούφισας· ἤλυθε καὶ πάρεστιν, ὡς αἱρεῖ φάτις, κἀν γῇ τὸν ᾅδην ἐκφυγὼν πορεύεται.
2190Τοιαῦτ’ ἐγὼ γὰρ ἀγγελεῖν ἐλήλυθα. ΘΕΟΤΟΚΟΣ
2191Ἄμμες μὲν ἴδμεν τοῦτο· σὺ δ’ οἶδας πόθεν; ἄγ’ εἰπέ, πῶς φῄς; πῶς λέγεις; οἶδας δὲ πῶς; τί τ’ ἄρ’ ἐναργὲς τοῦδ’ ἐρεῖς τεκμήριον; ΑΓΓΕΛΟΣ
2194Στρατὸς φυλάκων πᾶσαν ἀν’ ὄρφναν μένων306
2195καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ, νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ, νέαν δ’ ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ· νυκτηγοροῦντές τ’ ἦσαν ὡς πεφρικότες.

(2200)

Οὐκ εἰς κενὸν δ’ ἄρ’ ἡ φάλαγξ ὑπέτρεμε· ἐγὼ δ’ ἔμαθον αἰτίαν παρ’ ἐλπίδα, νύκτωρ κατ’ ἄστυ τειχέων εἴσω μολών· καὶ τήνδε μαθών, ἧκον ἡσύχῳ βάσει, στρατοῦ κατόπιν ἀκροώμενος λόγων.
2205Ὅδ’ εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου· εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι·
2210«Ὦ τὸν φρικώδη πότμον ἐξειργασμένε, γραμματέων ὅμιλε καὶ πρεσβυτέρων, ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα, ὡς καινὰ πάντα θαυμάτων τ’ ἐπάξια, ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ
2215ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω· ὥστ’ εἰ παρῆσθα, τοῦτον ὃν τάχ’ ὡς νέκυν ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ, εὐχαῖσιν ἂν μετῆλθες, εἰσορῶν ξένα. Θέλω δ’ ἀκοῦσαι πότερά σοι παρρησίᾳ
2220φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα.
Ταρβῶ γὰρ εἰπεῖν τοὺς λόγους ἐναντίον πρὸς τὸν τύραννον, τὸ φρενῶν πτήσσων τάχος τό τ’ ὀξύθυμον καὶ τὸ λίαν ἠρμένον.» Ταῦθ’ ἡ φάλαγξ ἔφησε πρὸς πρεσβυτέρους.308
2225Οἵδε στραφέντες καθ’ ἑαυτούς, τοιάδε ἔλεξαν ἄμφω καὶ προσεῖπον ἀθλίως· «Ἤδη τόδ’ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμ’ Ἰησοῦ, νῦν φόβος θ’ ἡμῖν μέγας. Ἀλλ’ οὐ μέλειν δεῖ, δεξιοῦσθαι δὲ στρατόν.»
2230Αὖ δὲ στραφέντες πρὸς φάλαγγ’ εἶπον τάδε· «Ἄκουε, φάλαγξ, ὡς ἔχω γνώμης ἐγώ· ὅς’ οὐ κατὰ γνώμην ἐρεῖν ἡμῶν ἔχεις, κρύφθ’· ὡς ἀθῷος δι’ ἐμοῦ πάντων ἔσῃ, ἐροῦς’ ὀπαδοὺς τὸν νέκυν κλέψαι λάθρα·
2235δώσω δέ σοι καὶ δῶρ’ ἃ καλλιστεύεται· οὐ γὰρ χρεὼν ἄνακτι ταῦτά σε φράσαι, ἃ πρὸς κλέος ῥέπουσι τοῦ τεθαμμένου, ἄμμιν δὲ κατήφειαν εἰσφέρουσί που ὄχλου τε θυμὸν ὑπανάπτουσι σφόδρα,
2240πάντων τ’ ἀγανάκτησιν εἰς ἡμᾶς ἄγει.» Ἥδ’ ἀντέφησεν ἡ φάλαγξ τῶν φυλάκων· «Ἐγὼ μὲν οὐκ ἐρῶ τι τῶν ἐγνωσμένων, ἐπεὶ δοκεῖ σοι καί με ῥύεσθαι λέγεις, πρὸς τὸν τύραννον· σοὶ δ’ ὅμως εἰρήσεται.
2245Ἀνὴρ ὅδ’ ἥσσων οὐδενὸς θεοῦ δοκεῖ ἐξ ὧν τε πρὶν πέπραχε καὶ νῦν θαυμάτων· ὃς ἐξαναστὰς κειμένου λίθου τάφῳ καὶ τῶν σφραγίδων ἐμμενουσῶν εἰσέτι, ἡμῶν τ’ ἀΰπνων ἐγκαθημένων κύκλῳ,

(2250)

τὰ πάντα κατηύγασεν, ἡμᾶς δὲ τρόμῳ
ὡσεὶ νεκροὺς τέθεικεν ἐξεστηκότας· γῆς γεῖσς’ ἐσαλεύθη γὰρ ἀσχέτῳ κλόνῳ, αἴφνης δ’ ὁ λίθος ἐκκεκύλισται τάφου· καὶ τοῦτο δ’, ὡς ἔοικεν, ὡς ὁρᾶν ἔχῃ310
2255συνιέναι τε πᾶς θεωρῶν τὸν τάφον. Ἐκ δ’ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι, Θεὸς πατὴρ ἤχησεν ἐν βοῇ ξένῃ· ταύτῃ θ’ ἅμ’ ἐβρόντησε καὶ πρὸς τὸν πόλον καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός·
2260σίγησε δ’ αἰθήρ, σῖγα δ’ ὕλιμος νάπη φύλλ’ εἶχε, καί ποθ’ οὐκ ἂν ἤκουσας ψόφον. Τὸν ἄνδρα γοῦν τόνδ’, ὅστις ἐστίν, ὦ φίλοι, δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας. Κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
2265τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς, καὶ τοῦδ’ ἄνευ μηδὲν καλόν τ’ εἶναί ποτε μήτ’ αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος, θύοιμ’ ἂν αὐτῷ μᾶλλον, ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι, θνητὸς ὢν θεῷ.»
2270ΑΡΧΙΕΡΕΙΣ
2270Σὺ πόλλ’ ὕπνωσας καὶ λαλεῖς ὀνείρατα. Ἔκλεψαν, ὡς ὕπνωσας, μύσται τὸν νέκυν, καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον· ὃ δ’ οὐ καταθύμιον ἡμῖν, σὺ σίγα· σιγῶν δὲ τοῦτο, δεξιώσεις νῦν λάβῃς,
2275ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν, κἂν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ. ΚΟΥΣΤΩΔΙΑ
2277Πείθῃ μὲν οὐδὲν τῶν ἐμῶν κλύειν λόγων· ἐγὼ δέ, καίπερ πρὸς σέθεν κακῶς κλύων, οὔ φημι χρῆναι κατεπαίρεσθαί ς’ ἔτι,
2280ἀλλ’ ἡσυχάζειν· οὐ θεὸς ἀνέξεται. Ὡς δ’ οὐδὲν ἐπράσαμεν, ἡ σφραγὶς τάφου ἔδειξε σαφῶς, καὶ πρόφασιν οὐκ ἔχεις· τηρουμένης γάρ, κειμένου τε τοῦ λίθου, ὢ θαῦμα φρικτόν, ἐξανέστη τοῦ τάφου.312
2285ΑΡΧΙΕΡΕΙΣ
2285Ἔα τὰ πολλὰ καὶ δέχου τὰς δωτίνας. ΚΟΥΣΤΩΔΙΑ
2286Ἐπείπερ οὐ πείθῃ σὺ τοῖς ἐμοῖς λόγοις, ἔγωγε τοῖς σοῖς, ὡς λέγεις, πεισθήσομαι. Σὺ δὲ σκόπει τὸ πῶς με τυράννου ῥύσῃ. ΑΡΧΙΕΡΕΙΣ
2289Μή σοι μέλησις τοῦδέ τις ἔστω πέρι·
2290πείσω γὰρ αὐτὸν νῦν φρονεῖν ἀδελφά σοι, ὡς ἐγγενῆ σοι καὶ χθονὸς τῶν Αὐσόνων. Ἀλλ’ ἀπίωμεν τάχιον· μή σοι δέος. Ἐρεῖς δέ· μύσται τοῦδε νυκτέρῳ ποδί, λαθόντες ὄμμα τοὐμόν, ἦραν τὸν νέκυν.
2295ΚΟΥΣΤΩΔΙΑ
2295 Ἰώ μοι· ἰώ, αἲ αἴ· ΠΙΛΑΤΟΣ
2296Τίς ἐστιν ὃς θρηνῶν γοῶν τ’ ἔξω στένει; ΑΡΧΙΕΡΕΙΣ
2297Φάλαγξ φυλάκων τοῦ κατακρίτου νεκροῦ, ἄναξ, πάρεστι καὶ φόβῳ πολλῷ στένει. ΠΙΛΑΤΟΣ
2299Εἰς καιρὸν ἥκει, καίπερ ἐμφαίνουσά τι·

(2300)

τί γὰρ τί θρηνοῦς’ ἀλαλάζει καὶ στένει;
τίνος θ’ ἕκητι τὸν φόβον φέρει; λέγε. ΑΡΧΙΕΡΕΙΣ314
2302Αὐτοὶ παρόντες τοὺς λόγους ποιησάτων. ΚΟΥΣΤΩΔΙΑ
2303Μύσται γάρ, ἄναξ, τοῦδε νυκτέρῳ ποδί, λαθόντες ὄμμα τοὐμόν, ἦραν τὸν νέκυν.
2305ΠΙΛΑΤΟΣ
2305Πῶς, ὦ μέγιστα πήματ’ ἐξειργασμένοι, μύσται μολόντες εἰς τάφον γ’ εἰσῄεσαν, ὑμᾶς λαθόντες, καὶ νέκυν ἀφήρπασαν; κοὔτ’ εἰσιόντας πρὸς τάφον συνήκατε, οὔτ’ ἐξιόντας; Τῶνδε τίς τίσει δίκην
2310πλὴν σοῦ; σὲ γὰρ φύλακά φημ’ εἶναι τάφου· ὄφλειν τ’ ἔθηκας τοῖς βροτοῖς γέλωτά με, πρὸς αἰσχύνῃ δὲ καὶ δίκην τίσω φόνου. Κλέπται ς’ ἔλαθον, ἐγγελῶντες πολλά μοι; τίς γὰρ πρόφασις τοῦ νεκρὸν κλέψαι δέμας;
2315πῶς δ’ ἂν ἐτόλμων, φυλάκων τόσων μέσον, οὕς φασι καὶ φῶς λαμπάδων πυρὸς φέρειν, καὶ τῶνδ’ ἄνευ δὲ πανσέληνος νὺξ τρέχει, ἐλθεῖν τρέμοντας καὶ κυλίσαι τὸν λίθον, ὃν ἀπονητὶ στρατὸς οὐκ ἔθηχ’ ὅσος,
2320τέθεικέ τε σφραγῖδας ἐκτὸς τοῦ λίθου ἰλαδὸν ὑμῖν καὶ χορὸς πρεσβυτέρων; Οὐκ οἶδα μύστας, οὓς νέκυν κλέψαι λέγεις· σὺ τοῦτ’ ἔδρασας, οὐδὲν ἂν δεξαίμεθα· γνώμην δ’ ἀφαιρῇ τὴν ἐμήν, πλέκων λόγους.
2325Ἀλλ’ οὖν μακροῦ σοι καὶ σοφοῦ δέει λόγου, ὅτῳ με πείσεις μὴ λέγειν ψευδηγόρως. Οὐ γὰρ μένουσι τῆς ἀληθείας λόγοι· ἀλλὰ τρέπουσι τοὺς λόγους βουλεύματα, οὐδ’ ἐμμένουσιν οἱ λόγοι βουλεύμασιν.316
2330ΚΟΥΣΤΩΔΙΑ
2330Ὀρθῶς, ἄναξ, εἴρηκας, ὡς τὸ δρᾶμ’ ἔχει· ἐγὼ γὰρ ὄμμ’ ἄγρυπνον εἶχον εὐφρόνῃ κοὔτ’ ἔβρις’ οὔτ’ ἐκοίμις’, οὐ νὴ σὴν κάραν, εἶδόν τε πάντα καὶ δραμὼν ἦλθον λέγων. Κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν
2335καὶ σοὶ τὸ πᾶν εἰπεῖν τε καὶ φυγεῖν δίκην· ἀλλ’ οἱ σοφοί γε καὶ τὸ θεῖον εἰδότες μεῖναί μ’ ἔπεισαν ἡμέρας λαμπρὸν φάος· οὐ γὰρ φαεννοί με ξυνέσχον ἡλίου λαμπτῆρες, ἀλλ’ ἔδραμον ἐς σφᾶς αὐτίκα
2340καὶ σφίσιν εἶπον πᾶν ὅραμ’ ἄκουσμά τε· οἵδ’ οὐ μένουσι τοῖς ἐμοῖς ὀρθῶς λόγοις. ΠΙΛΑΤΟΣ
2342Δέδοικα, φάλαγξ, μὴ μάτην ψευδηγορῇς. Μύσται γὰρ ἢν ἔκλεψαν, οὐκ ἴσμεν τορῶς· καὶ γὰρ ὕποπτόν ἐστι κάρτ’ ἐμῇ φρενί·
2345τί γὰρ ἐναργὲς τοῦδ’ ἐρεῖς τεκμήριον; ΑΡΧΙΕΡΕΙΣ
2346Ἄναξ, ταχύνεις, πρὶν μαθεῖν τὸ δρώμενον. Ὁ κλὼψ ἐν ὄρφνῃ παντὶ πάμμεγα σθένει. Ἀλλ’ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ, ὡς ἄν τις αὐτῶν καὶ ταχύπους τυγχάνων

(2350)

φάλαγγ’ ὑπερβὰς νυκτὸς ἐν καταστάσει, ὡς ἐν βρόχοισι δέσμιος λελημμένος,
πληγαῖς χαραχθείς, ἐκμάθῃ τὸ πρακτέον. Αἰσχρὸν γὰρ ἡμῖν καὶ πρὸς αἰσχύνῃ κακόν, θεοῦ διδόντος, ἀνιῶντας ἀπόνως318
2355λαθεῖν ἐᾶσαι δρᾶμα δράσαντας τόσον. ΠΙΛΑΤΟΣ
2356Οὐκ οἶδα τοὺς σοὺς οὓς νεκροῦ φῶρας λέγεις, οὐκ οἶδ’· ὕποπτόν ἐστιν, ὕποπτόν γ’ ἐμοί. Πῶς γὰρ ἂν οἱ φεύγοντες ἔκλεψαν νέκυν, ὃν ζῶντα κατέλιπον ἐν πολλῷ φόβῳ;
2360Οὔτ’ οὖν φάλαγξ ὕπνωσεν ὕπνον ἐς τόσον καὶ τῆς φυλακῆς τοῦ τάφου κατεφρόνει, οὔθ’ οἵδε γ’ ἐξήμαρτον ἀτόλμῳ θράσει, οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα ἔκλυον, ὥς μιν ἀπανήνασθαι φόβῳ.
2365ΑΡΧΙΕΡΕΙΣ
2365Ὁ πάνθ’ ἑδραῖος, νῦν κλονῇ τῇ καρδίᾳ καὶ ταῦτα κλύων πάνθ’ ὑποπτεύεις μάτην. Εἴθ’ ἦσθ’ ἀνὴρ πρόβουλος, ὡς δρᾶσαι χερί· ἀλλ’ οὐ γὰρ αὑτὸς πάντα δύνασθαι βροτῶν πέφυκεν· ἄλλῳ δ’ ἄλλο δίδοται γέρας·
2370σοὶ μὲν μάχεσθαι, τοῖσδε δ’ αὖ κρύπτ’ εἰδέναι· ὃς νῦν πυρὸς λαμπτῆρας ἐξήρθης κλύων κλέψαι τ’ ἀπιστεῖς τοὺς ὀπαδοὺς τὸν πλάνον. Ἁπλοῦς ἐπ’ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα. ΠΙΛΑΤΟΣ
2374Στρατὸν σὺ κλέψας κἀμὲ πειρᾷ συστρέφειν.
2375Σὺ πάντ’ ἔδρασας· καὶ τὰ λοιπὰ σὺ σκόπει. ΑΡΧΙΕΡΕΙΣ320
2376Σὺ γοῦν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ, πράττειν ἔχοντι καὶ λέγειν μέγα σθένος. ΑΓΓΕΛΟΣ
2378Τοιαῦτα μαθὼν ἀνόμων τολμήματα τὴν νεκρέγερσιν κατορυσσόντων δόλῳ,
2380ἔδραμον, ὦ δέσποινα, νῦν σοι μηνύσαι. Μὴ γοῦν ἀπίστει· πάντ’ ἀληθῶς γὰρ κλύεις, καὶ πᾶσαν οἶμαι τὴν πόλιν φάμαν φέρειν. Κουστωδίας γάρ τινες ἐκφέρουσί που καὶ θαῦμα κηρύττουσιν ἐν μυστηρίοις·
2385ἥξουσί σοι πολλοὶ δέ, καὶ τὸ πᾶν μάθῃς· θᾶττον γὰρ αὐτὸς ἄγγελος μηνυμάτων ἔδραμον ἐλθεῖν γηθοσύνῃ καρδίας καί σοι κομίσαι χάρμα καὶ θυμηδίαν. ΘΕΟΤΟΚΟΣ
2389Εἰς καιρὸν ἥκεις, καὶ χάρις σοι κείσεται·
2390εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων ἄτην αὐτῶν γε μᾶλλον ἀνόμων πρεσβυτέρων, ψευδῆ τε καὶ μάταιά τ’ ἐννοουμένων. Πῶς γὰρ ἂν εἶρξε τάφος, ἢ σφραγὶς λίθου, ἢ φυλάκων φάλαγξ τις ἀλήπτου Λόγου
2395εἰς συγγένειαν Πατρὸς ἀμειφθὲν δέμας, ὃ καὶ πρὶν ὦπτο βαῖνον ὑγρὰν ὡς πέδον, τὸν αὐτόριζον, αὐτοπλάστην Δεσπότην φέρον φέροντα τὸν φέροντα πᾶν κράτει;
ὃς κλεῖθρα παρθένια μηδαμῶς λύσας322

(2400)

ἐξῆλθεν, ἀνέτειλεν ἐνθέῳ σθένει· οὐ γὰρ κορείης ἅμμα διέλυσέ πως. Ἔτικτον αὐτόν, οἶδα δ’ ὡς ἐγεινάμην. Ἡ φυλάκων φάλαγξ δὲ πῶς ἂν ᾔσθετο τὴν ἐξέγερσιν τοῦ λαθόντος ἀγγέλους;
2405πῶς ἐκ βροτείων αἱμάτων πλάττει δέμας; πῶς σὰρξ πέφηνεν ὢν ἄσαρκος πρὶν Λόγος; πῶς καὶ μένων ὅλος δὲ Πατρὶ πρὸς πόλον, ὅλος τε παντί, πρός τ’ ἐμὴν ἦν γαστέρα; Ταῦτ’ ἐφρύαξαν ἱερεῖς μάτην φθόνῳ.
2410Ἡμεῖς δέ, φίλαι, νῦν δράμωμεν πρὸς τάφον, στείχωμεν ὡς τάχιστα πρὸς τύμβον πάλιν· πάντ’ ἐξακριβώσωμεν ἀσφαλῶς ἔτι καὶ πάντα δηλώσωμεν, ὡς ἔχει, φίλοις· αὐτοί τε συνδραμόντες ὄψονται μάλα.
2415ΧΟΡΟΣ
2415Καὶ μὴν ὁ Πέτρος σὺν Ἰωάννῃ φίλῳ, θᾶττον δραμόντες πρὸς τάφον ζωηφόρον καὶ πάντ’ ἀκριβώσαντες, εἶπον τοῖς φίλοις, ὡς Μαγδάλ’ εἶπε Μαρία πιστουμένη, πρώτη δραμοῦσα, πάντ’ ἀκριβωσαμένη
2420καὶ τὴν κένωσιν μηνύσασα τοῦ τάφου. ΘΕΟΤΟΚΟΣ
2421Ναὶ ναὶ πρὸ πασῶν ἥδ’ ἔδραμεν ἐς τάφον, ἐγώ τε ταύτῃ ξυνέδραμον αὐτίκα,
καὶ τὴν κένωσιν εἴδομεν πρὶν τοῦ τάφου, ἄρσιν τ’ ἔδοξε τήνδε νεκροῦ φιλτάτου324
2425καὶ πρὸς τόπον σώματος ἄλλον που θέσιν. Ἀλλ’ εὐθέως ἔγνωμεν, ὡς τὸ πρᾶγμ’ ἔχει, καὶ τοῦτο μύσταις Μαρία δραμοῦς’ ἔφη· Πέτρος δ’ ἀναστὰς ἔδραμε πρὸς τὸν τάφον, ξυνέδραμ’ αὐτίκα τε μύστης παρθένος,
2430εἶδον θ’ ἅτιν’ εἴρηκε Μαρία σφίσιν. Αὖ δ’ ἄμμες ἐλθεῖν κατόπιν γ’ ἐδράμομεν. Ἐγγὺς δ’ ὅμως πάρεστιν ἥδ’ ἡ Μαγδάλα, φήσειέ τ’ αὐτὴ πᾶν ὅραμα δρᾶμά τε. ΜΑΓΔΑΛΗΝΗ
2434Τί φῄς, κόρη δέσποινα, χάρμα τοῦ γένους;
2435ΘΕΟΤΟΚΟΣ
2435Ἅττα προϊδεῖν καὶ προειπεῖν τοῖς φίλοις εἴρηκας, αὐτὴ ταῦτ’ ἀπαγγέλλω κόραις. ΜΑΓΔΑΛΗΝΗ
2437Οὕτως ἔχει, δέσποινα, καθάπερ λέγεις. Οἶδας γὰρ οἶδας τῷ τάφῳ με πρωΐσαι, ὅσα τ’ ἔφην, ἔκλυες. Οὐ χρή μ’ αὖ λέγειν,
2440ἅπερ δραμοῦσα πρὸς πανόλβιον τάφον σὺν σοὶ τὸ πρῶτον, εἶτα σὺν μύσταις δυοῖν, κἀκεῖ δακρυχέουσα, παρισταμένη ἀνιστόρησα κἀκριβωσάμην τρανῶς· λευχειμονοῦντάς τ’ εἶδον ἀγγέλους δύο,
2445ἄνω κάτω τε τοῦ τάφου καθημένους, τὸν μὲν κεφαλῇ, τόνδε δ’ αὖ πρὸς τοὺς πόδας· καὶ τούσδ’ ἀπαστράπτοντας ἰδοῦς’ ἐνθέως ἔστην καταπλαγεῖσα χαρᾷ καὶ φόβῳ· εἶτ’ αὖ δι’ ὤτων γῆρυν, οὐχ ἣν εἰκάσαι,

(2450)

ἐδεξάμην γε καὶ μετεστράφην τρόμῳ· αὐτίκα δ’ ἀθρῶ Χριστὸν ἐν καινῇ θέᾳ· μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν ἔφην, πίτνω τε πρὸς γῆν καὶ ποδῶν ἐφηπτόμην. Ὅδ’ ἀπέπεμπε καὶ φίλοις ἔπεμπέ με·326
2455καὶ τοῦδ’ ἀκούσας’ ὧν ἐφιέμην μαθεῖν, ὡς πρὸς πόλον γ’ ἄνεισι καὶ τὸν Πατέρα· οὔπω δ’ ἀναβέβηκεν, ὡς ἔφη, τέως, ἐν γῇ μένων δὲ πρὸς Γαλιλαίαν φίλους, ὡς σφίσιν εἶπε, προφθάνειν καὶ προσμένειν·
2460μύσταις ἅπαντα ταῦτα τοῖς φίλοις ἔφην. Οἵδ’ οὐδὲν ἡγήσαντο τοὺς ἐμοὺς λόγους, ἀλλ’ ἦλθον αὐτοὶ πρὸς τάφον ταχυδρόμοι εἶδόν θ’ ἅπερ γ’ ἔκλυες· οὐ χρή τ’ αὖ λέγειν, ἅτε ξυνούσης καὶ σέθεν πρὸ βραχέος
2465ἔκλυον ἱστόρησά τ’ οἶδας παγκάλως. Τὰ πρὶν γὰρ ἀκούσασα σὺν φίλαις κόραις, θάμβει καταπλαγεῖς’ ἐμοὶ ξυνιέναι ξὺν δυσὶν ἄλλαις Μαρίαις φιλουμέναις ἔδραμες ἰδεῖν, ἅπερ ἔκλυες πάρος,
2470εἶδές τε πάντα καὶ σὸν Υἱόν, ὡς ἔδει. Ἐγὼ δὲ κλύω καὶ φίλων ἄλλους δύο νῦν, ἀπιόντας ὡς πρὸς ἀγρόν, τόνδ’ ἰδεῖν καὶ πάντα μαθεῖν ὧν μαθεῖν εἶχον πόθον, οἳ καὶ τρέχουσι τοῖς φίλοις εἰρηκέναι·
2475κἀκεῖς’ ἐπελθεῖν θᾶττον ἡμᾶς νῦν δέον· ἴσως ἴδωμεν αὖτε καὶ τὸν Δεσπότην. Ἰδοὺ γὰρ ἤδη καὶ κνέφας τῆς ἑσπέρας· δράμωμεν οὖν, δράμωμεν ᾗχι τοὺς φίλους
τὸ νυκτερινὸν συνάγειν οἶμαι κνέφας.328
2480ΧΟΡΟΣ
2480Ἰδοὺ κατειλήφαμεν οἶκον Μαρίας, ὅποι παρεῖναι καὶ φίλους μύστας κλύω, ἐντὸς πυλῶν μένοντας ἐγκεκλεισμένους, πάντως τρέμοντας τοὺς μιαιφόνους ἔτι· καὶ κλεῖθρα πυλῶν ἠσφαλισμένα μένει.
2485Πῶς δ’ εἰσίωμεν, τῶν θυρῶν κεκλεισμένων; Ἤδη δ’ ἔκλυεν, ὑπανοίγει τ’ ἠρέμα Μαρία φίλη, συγκαλεῖ τ’ εἰσιέναι. Ἀλλ’ εἰσίωμεν ἡσύχῳ ποδὸς βάσει, ὡς μὴ θορυβήσωμεν ἐμφόβους φίλους.
2490Ἰδοὺ συνηθροίσθημεν ἕνδεκα φίλοις ἄλλοις τε πᾶσι τοῖς συνιοῦσι σφίσιν· αὖθις δὲ πύλας ἀσφαλίζει Μαρία. Οὐκοῦν σῖγα κλύωμεν αὐτοῦ Κλεόπα· πάρεστι καὶ γάρ, ὡς ὁρῶ, καὶ πόλλ’ ᾄδει
2495τὸν Δεσπότην φῆναί τε καὶ δρᾶσαι σφίσιν, ὅπως τέ μιν συνῆκαν ἄρτου τῇ κλάσει. Ἂ ἄ· σίγα, σίγα· ἕστηκεν ἰδοὺ Δεσπότης θυρῶν ἔσω· ὄντως μεγίστου θαύματος τόδ’ ἄξιον.

(2500)

Πῶς πῶς πάρεστι, τῶν θυρῶν κεκλεισμένων; τάχ’ ὡς ἀνέστη καὶ τάφου κεκλεισμένου καὶ πρὶν προῆλθεν ἐκ πυλῶν τῆς παρθένου, ἄλυτα τηρῶν κλεῖθρα μητρὸς πανάγνου. ΧΡΙΣΤΟΣ
2504Εἰρήνη ὑμῖν.
2505Τί δὴ θροεῖσθε; χεῖρας ἰδοὺ καὶ πόδας αὐτήν τε πλευρὰν τὴν ἐμὴν νενυγμένην τρανῶς ἰδόντες, γνῶτέ μ’ ὡς ἐγὼ πάλιν εἴμ’ αὐτός· οὐ γὰρ πνεῦμα σάρκα πως ἔχει, οὐδ’ ὀστέα ξύνεστι τῷ πνεύματί που,330
2510καθάπερ αὐτὸν νῦν ὁρᾶτ’ ἔχοντά με, καὶ ψηλαφήσαντές μ’ ἴδεθ’ ὡς πάντ’ ἔχω. Καθὼς δ’ ὁ Πατὴρ ἐνθάδ’ ἀπέσταλκέ με, οὕτως ὑμᾶς πρὸς κόσμον ἐκπέμπω κἀγὼ καὶ Πνεῦμ’ ἅγιον ἐμπνέω φίλοις ὑμῖν,
2515ὅπερ λαβόντες παντὶ κηρύξατέ με σὺν Πατρὶ καὶ Πνεύματι τῷ παναγίῳ. Ἄπιτε γοῦν, ἄπιτε, κήρυκες φίλοι, ᾄσατ’ ἐπινίκι’ ἀνὰ πᾶσαν χθόνα, καὶ βασιλείους ἀμφιδραμόντες δόμους,
2520ἐρεῖτε, Δαυΐδου πόλις πᾶς’ ὡς ἴδῃ σωτήριον τάχιστ’ ἀνιὸν ἐκ τάφου. Ἔσεσθέ μοι μάρτυρες ἐν πάσῃ χθονί· σώσει δ’ ἑαυτόν, ὃς λόγον δεδεγμένος ἀσπάσεται βάπτισμα, ῥύσιον λύθρου·
2525ὃς δ’ ἀποδιώξειε τοὺς ὑμῶν λόγους, ὅδ’ ὡς ἄπιστος ἐμπέσῃ κατακρίσει. Ἐφ’ ᾧ δίδωμι Πνεύματος θείου χάριν· οὗ δ’ ἂν λύσητε δεσμὸν ἀμπλακημάτων, καὶ δεσμόλυτος εὑρεθήσεται τότε·
2530οὗ δ’ ἂν κρατῆτε δεσμὸν ἁμαρτημάτων, δεσμοῖς ἀλύτοις κεκρατημένος μενεῖ.
2531 Τοιῶνδε δεσμῶν ἀλύτων με, Παντάναξ,
ὁ δεσμολύτης αὐτὸς ὤν, Σῶτερ, λύσον, οἷς, φεῦ, με κατέδησεν ἀπροσεξία·332
2535ἐχθρός θ’ ὁ πλάνος κατεβάρυνε φθόνῳ, ὁρῶν με τῶν πρὶν ἀλύτων λελυμένον τῇ πρὸς σὲ πίστει, δωρεᾷ φιλαγάθῳ. Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, Βασιλεῦ παντάναξ, τὸν ἀρχέκακον καταπατήσας ὄφιν,
2540ἔσχατον ἐχθρὸν καββαλών τε τὸν πότμον· οἷς μή μ’ ἐάσῃς κυριευθῆναι πάλιν. Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας, κριτής τε πανένδικος ἔρχῃ με κρίνων· πῶς γοῦν ἐγώ σε τῷ τότ’ ἀθρήσω, Λόγε;
2545ὄμμασί θ’ οἵοις ἀτενίσω σὸν θρόνον, ἐμαυτὸν ἀνάξιον ἐνδείξας τάλας πόλου τε καὶ γῆς σῆς τε δημιουργίας; Ὁ δυσμενὴς ἥρπασε, κατήγαγέ με εἰς βόθρον, εἰς τάρταρον, εἰς χάος μέγα·

(2550)

σφοδρῶς διώξας κατέλαβέ μ’ ὁ πλάνος, ὅλον με κατέπτωσεν εἰς ᾅδου ζόφον. Ἔλεε, Θεέ, νέμε χέρε, φέρε με καὶ μή μ’ ἐάσῃς χάρμα τῷ βροτοκτόνῳ. Σόν εἰμι πλάσμα, σύ με παίδευσον, Λόγε,
2555καὶ πλῆξον αὐτὸς φιλαγάθως ἐνθάδε καὶ μὴ γεέννῃ παραπεμφθῆναι λίπῃς. Ῥύσιε, λισσόμεσθά ς’, ἠδικήκαμεν καὶ σῶμα καὶ ψυχή τε καὶ νοῦς ἀθλίως· ἡμάρτομέν σοι πολλά τ’ ἠνομήσαμεν.
2560Ὄψ’ ἐμάθομεν, ὅτ’ ἐχρῆν οὐκ εἰδότες,
κοὐδ’ ἔκτοτ’ ἐδράσαμεν, ἅπερ σοι φίλα. Γινώσκομεν σφάλματα, σὺ δὲ παρόρα· ἴδμεν δέ ς’ ὀργὰν οὐχ ὁμοιοῦσθαι βροτοῖς. Οἴκτειρον ὦ Σῶτέρ με, μηδὲ ταῖς ἐμαῖς334
2565ἀμπλακίαισιν ἀπολέσθαι καλλίπῃς. Παῖς γὰρ ἐγὼ σὸς παῖς τε παιδίσκης σέθεν, ἐμοῦ δ’ ἕκητι πότμον ὑπέστης, Λόγε, καὶ δυσμενεῖ με χάρμα μὴ καταλίπῃς, ῥάβδῳ δὲ σῇ παίδευε, πλὴν φιλαγάθως.
2570Πρέσβιν δέδεξο μητέρα σήν, ὦ Λόγε, σφᾶς δ’ οἷς δέδωκας δεσμολύτιν σου χάριν. Πότνια, πότνα, παμμάκαιρα Παρθένε, σὺ μὲν μακάρων δάπεδον ναίεις πόλον, ἅπαν πάχος βρότειον ἀλλαξαμένη
2575ἀφθαρσίας τ’ ἄμφιον ἐστολισμένη ἀεί τ’ ἀγήρως ὡς Θεὸς δ’ ἐγνωσμένη· λόγοις δ’ ἐμοῖς ἄνωθεν εὐμενὴς ἔσο. Ναὶ ναί, Κόρη πάγκλυτε, τοὺς λόγους δέχου· μόνον γάρ ἐστι τοῦτό σοι βροτῶν γέρας,
2580ὡς τοῦ Λόγου σοι μητρί, κἂν ὑπὲρ λόγον. Ὅθεν πεποιθώς ς’ ἐν λόγοις ἀμείβομαι καί σοι στέφανον πλεκτὸν ἐξ ἀκηράτου λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, ἀνθ’ ὧν με πολλῶν ἠξίωσας χαρίτων,
2585ἀεί τε ῥύῃ συμφορῶν πολυτρόπων, ἐχθρῶν ὁρατῶν, ἀοράτων τε πλέον. Τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου, πλουτῶν ἀεί σε προστάτιν παντὸς βίου καὶ πρέσβιν εὐπρόσδεκτον ἐς σὸν Υἱέα
2590σὺν εὐαρεστήσασιν αὐτῷ φιλάγνοις. Μὴ γοῦν ἐάσῃς ἐκδοθῆναι βασάνοις καὶ χάρμ’ ἔσεσθαι δυσμενεῖ ψυχοφθόρῳ. Πρόστηθι καὶ ῥῦσαι δὲ πυρὸς καὶ σκότους, πίστει δικαιοῦσά με καὶ χάριτί σου·336
2595ἐν σοὶ γὰρ ὦπται χάρις ἡμῖν ἐκ Θεοῦ, καὶ σοὶ χαριστήριον ὕμνον νῦν πλέκω. Χαῖρ’, ὦ Κόρη πάγχαρτε, μῆτερ παρθένε, καλλίστα πασῶν παρθένων ὑπερτάτη, οὐρανιώνων ταγμάτων ὑπερτέρα,

(2600)

δέσποινα, παντάνασσα, χάρμα τοῦ γένους· ἀεί ποτ’ εὖ φρονοῦσα τυγχάνεις γένει
κἀμοὶ μεγίστη πανταχοῦ σωτηρία.338