TLG 2022 002 :: GREGORIUS NAZIANZENUS :: Epistulae theologicae

GREGORIUS NAZIANZENUS Theol., Patriarcha (Constantinopoleos), vel Gregorius Theologus
(Nazianzenus Constantinopolitanus: A.D. 4)

Scholia: Cf. LEXICON IN ORATIONES GREGORII NAZIANZENI (4303)

Epistulae theologicae

Source: Gallay, P. (ed.), Grégoire de Nazianze. Lettres théologiques [Sources chrétiennes 208] Paris: Cerf, 1974: 36–94.

  • Epist. 101: pp. 36–68
  • Epist. 102: pp. 70–84
  • Epist. 202: pp. 86–94

Citation: Epistle — section — (line)

101

T

Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη

101

.

1

Τῷ τιμιωτάτῳ καὶ θεοφιλεστάτῳ ἀδελφῷ καὶ συμπρεσβυτέρῳ Κληδονίῳ Γρηγόριος ἐν Κυρίῳ χαίρειν.

101

.

2

Βουλόμεθα μαθεῖν τίς ἡ καινοτομία περὶ τὴν Ἐκκλη‐ σίαν, ἵν’ ἐξῇ παντὶ βουλομένῳ καὶ «παραπορευομένῳ», κατὰ τὸ γεγραμμένον, διασπᾶν τὴν ποίμνην καλῶς ἠγμένην
καὶ συλαγωγεῖν κλοπιμαίοις ἐφόδοις, μᾶλλον δὲ λῃστρικοῖς36
5καὶ παραλόγοις διδάγμασιν.

101

.

3

Εἰ μὲν γὰρ εἶχόν τι κατα‐ γινώσκειν ἡμῶν περὶ τὴν πίστιν οἱ νῦν ἐπελθόντες, οὐδ’ οὕτω μὲν χωρὶς ὑπομνήσεως ἡμῶν ἔδει τὰ τοιαῦτα τολμᾶν.

101

.

4

Πεῖσαι γὰρ ἐχρῆν ἢ πεισθῆναι θελῆσαι πρότερον (εἴπερ τις καὶ ἡμῶν λόγος ὡς τὸν Θεὸν φοβουμένων καὶ κοπια‐ σάντων ὑπὲρ τοῦ λόγου καὶ τὴν Ἐκκλησίαν ὠφελησάντων), καὶ τότε, εἴπερ ἄρα, καινοτομεῖν, πλὴν καὶ ἀπολογία τις ἦν
5ἴσως τοῖς ὑβρισταῖς.

101

.

5

Ἐπειδὴ δὲ καὶ ἐγγράφως καὶ ἀγράφως, καὶ ἐνταῦθα καὶ πορρωτέρω, καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως ἡ πίστις ἡμῶν κεκήρυκται, πῶς οἱ μὲν ἐγχειροῦσι τοῖς τοιούτοις, οἱ δὲ ἡσυχάζουσι;

101

.

6

Καὶ οὐχὶ τοῦτό πω δεινόν, καίπερ ὂν δεινόν, εἰ τὴν ἑαυτῶν κακοδοξίαν ἄνθρωποι ταῖς ἀκεραιοτέραις ψυχαῖς διὰ τῶν κακουργοτέρων ἐναποτίθενται, ἀλλ’ ὅτι καὶ ἡμῶν καταψεύδονται ὡς ὁμοδόξων καὶ ὁμοφρόνων,

101

.

7

τῷ χαλκῷ τὸ δέλεαρ περιβάλλοντες καὶ διὰ τοῦ προσχήματος τούτου τὸ ἑαυτῶν θέλημα κακῶς ἐκπληροῦντες, καὶ τὴν ἁπλότητα ἡμῶν, ἐξ ἧς ἀδελφικῶς αὐτοὺς ἑωρῶμεν, καὶ οὐκ ἀλλοτρίως,
5κακίας ἐφόδιον ποιησάμενοι·

101

.

8

οὐ μόνον δέ, ἀλλ’ ὅτι καὶ ὑπὸ τῆς δυτικῆς συνόδου δεδέχθαι φασίν, ὡς πυνθάνομαι, ὑφ’ ἧς τὸ πρότερον ἦσαν κατακριθέντες, ὡς πᾶσιν εὔδηλον.
38

101

.

9

Εἰ μὲν οὖν ἐδέχθησαν ἢ νῦν ἢ πρότερον οἱ τὰ Ἀπολλιναρίου φρονοῦντες, τοῦτο δειξάτωσαν καὶ ἡμεῖς στέρξομεν. Δῆλον γὰρ ὅτι τῷ ὀρθῷ λόγῳ συνθέμενοι· οὐδὲ γὰρ ἐνδέχεται ἄλλως, εἰ τούτου τετυχήκασι.

101

.

10

Δείξουσι δὲ πάντως ἢ διὰ τόμου συνοδικοῦ ἢ δι’ ἐπιστολῶν κοινωνικῶν· οὗτος γὰρ τῶν συνόδων ὁ νόμος.

101

.

11

Εἰ δὲ λόγος τοῦτό ἐστι καὶ ἀναπλασμὸς εὐπρεπείας ἕνεκεν αὐτοῖς καὶ πιθανότητος τῆς πρὸς τοὺς πολλοὺς εὑρημένος διὰ τὸ τῶν προσώπων ἀξιό‐ πιστον, δίδαξον αὐτοὺς ἠρεμεῖν καὶ διέλεγχε. Τῇ γὰρ σῇ
5πολιτείᾳ καὶ ὀρθοδοξίᾳ τοῦτο πρέπειν ὑπολαμβάνομεν.

101

.

12

Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι μηδὲ ἀπατάσθωσαν ἄνθρωπον ἄνουν δεχόμενοι τὸν Κυριακόν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν.

101

.

13

Οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ Υἱὸν μόνον καὶ προαιώνιον, ἀμιγῆ σώματος καὶ τῶν ὅσα
40
5σώματος,

101

.

14

ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον, προσληφθέντα ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, παθητὸν σαρκί, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον πνεύματι,

101

.

15

τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμε‐ νον, χωρητὸν καὶ ἀχώρητον, ἵν’ ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν.

101

.

16

Εἴ τις οὐ Θεοτόκον τὴν ἁγίαν Μαρίαν ὑπολαμβάνει, χωρὶς ἐστὶ τῆς θεότητος. Εἴ τις ὡς διὰ σωλῆνος τῆς Παρθένου διαδραμεῖν, ἀλλὰ μὴ ἐν αὐτῇ διαπεπλάσθαι λέγοι θεϊκῶς ἅμα καὶ ἀνθρωπικῶς (θεϊκῶς μέν, ὅτι χωρὶς ἀνδρός·
5ἀνθρωπικῶς δέ, ὅτι νόμῳ κυήσεως), ὁμοίως ἄθεος.

101

.

17

Εἴ τις διαπεπλάσθαι τὸν ἄνθρωπον, εἶθ’ ὑποδεδυκέναι λέγοι Θεόν, κατάκριτος. Οὐ γέννησις γὰρ Θεοῦ τοῦτό ἐστιν, ἀλλὰ φυγὴ γεννήσεως.
42

101

.

18

Εἴ τις εἰσάγει δύο Υἱούς, ἕνα μὲν τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, δεύτερον δὲ τὸν ἐκ τῆς μητρός, ἀλλ’ οὐχὶ ἕνα καὶ τὸν αὐτόν, καὶ τῆς υἱοθεσίας ἐκπέσοι τῆς ἐπηγγελμένης τοῖς ὀρθῶς πιστεύουσι.

101

.

19

Φύσεις μὲν γὰρ δύο Θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα· υἱοὶ δὲ οὐ δύο, οὐδὲ Θεοί. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτὸς
5προσηγόρευσε.

101

.

20

Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ Σωτὴρ (εἴπερ μὴ ταὐτὸν τὸ ἀόρατον τῷ ὁρατῷ καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον), οὐκ ἄλλος δὲ καὶ ἄλλος· μὴ γένοιτο.

101

.

21

Τὰ γὰρ ἀμφότερα ἓν τῇ συγκράσει, Θεοῦ μὲν ἐνανθρωπήσαντος, ἀνθρώπου δὲ θεωθέντος, ἢ ὅπως ἄν τις ὀνομάσειε. Λέγω δὲ ἄλλο καὶ ἄλλο, ἔμπαλιν
ἢ ἐπὶ τῆς Τριάδος ἔχει. Ἐκεῖ μὲν γὰρ ἄλλος καὶ ἄλλος,44
5ἵνα μὴ τὰς ὑποστάσεις συγχέωμεν· οὐκ ἄλλο δὲ καὶ ἄλλο, ἓν γὰρ τὰ τρία καὶ ταὐτὸν τῇ θεότητι.

101

.

22

Εἴ τις ὡς ἐν προφήτῃ λέγοι κατὰ χάριν ἐνηργηκέναι, ἀλλὰ μὴ κατ’ οὐσίαν συνῆφθαί τε καὶ συνάπτεσθαι, εἴη κενὸς τῆς κρείττονος ἐνεργείας, μᾶλλον δὲ πλήρης τῆς ἐναντίας. Εἴ τις οὐ προσκυνεῖ τὸν ἐσταυρωμένον, «ἀνάθεμα
5ἔστω» καὶ τετάχθω μετὰ τῶν θεοκτόνων.

101

.

23

Εἴ τις ἐξ ἔργων τετελειωμένον ἢ μετὰ τὸ βάπτισμα ἢ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν υἱοθεσίας ἠξιῶσθαι λέγοι, καθάπερ οὓς Ἕλληνες παρεγγράπτους εἰσάγουσιν, «ἀνάθεμα ἔστω».

101

.

24

Τὸ γὰρ ἠργμένον ἢ προκόπτον ἢ τελειούμενον οὐ Θεός, κἂν διὰ τὴν κατὰ μικρὸν ἀνάδειξιν οὕτω λέγηται.

101

.

25

Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγοι καὶ γυμνὴν εἶναι τὴν θεότητα τοῦ σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας.

101

.

26

Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτέ‐ θειται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας·

101

.

27

ἢ εἰς τὸν ἀέρα
ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις καὶ ὀδμῆς ῥύσις καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης.46

101

.

28

Ποῦ δὲ καὶ τὸ ψηλαφη‐ θῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν ἢ ὀφθήσεσθαί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; Θεότης γὰρ καθ’ ἑαυτὴν ἀόρατος.

101

.

29

Ἀλλ’ ἥξει μὲν μετὰ τοῦ σώματος, ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἐν τῷ ὄρει ἢ παρε‐ δείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος. Ὥσπερ δὲ ταῦτα λέγομεν ἀποσκευαζόμενοι τὴν ὑπόνοιαν, οὕτω
5κἀκεῖνα γράφομεν διορθούμενοι τὴν καινοτομίαν.

101

.

30

Εἴ τις λέγοι τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ’ ἡμῶν, «ἀνάθεμα ἔστω». Τὸ γὰρ «Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ», καὶ «Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι», καὶ «Οὐδεὶς
5ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου», καὶ εἴ τι ἄλλο τοιοῦτον, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν οὐράνιον ἕνωσιν,

101

.

31

ὥσπερ καὶ τὸ «διὰ Χριστοῦ γεγονέναι τὰ πάντα» καὶ «κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν», οὐ κατὰ τὸ φαινόμενον τοῦ Θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν
5φύσεων, οὕτω δὴ καὶ τῶν κλήσεων καὶ περιχωρουσῶν εἰς
ἀλλήλας τῷ λόγῳ τῆς συμφυΐας.48

101

.

32

Εἴ τις εἰς ἄνουν ἄνθρωπον ἤλπικεν, ἀνόητος ὄντως ἐστὶ καὶ οὐκ ἄξιος ὅλως σῴζεσθαι. Τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· ὃ δὲ ἥνωται τῷ Θεῷ, τοῦτο καὶ σῴζεται.

101

.

33

Εἰ ἥμισυς ἔπταισεν ὁ Ἀδάμ, ἥμισυ καὶ τὸ προσειλημ‐ μένον καὶ τὸ σῳζόμενον. Εἰ δὲ ὅλος, ὅλῳ τῷ γεννηθέντι ἥνωται καὶ ὅλως σῴζεται. Μὴ τοίνυν βασκαινέτωσαν ἡμῖν τῆς παντελοῦς σωτηρίας, μηδὲ ὀστᾶ μόνον καὶ νεῦρα καὶ
5ζωγραφίαν ἀνθρώπου τῷ Σωτῆρι περιτιθέτωσαν.

101

.

34

Εἰ μὲν γὰρ ἄψυχος ὁ ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοὶ λέγουσιν, ἵν’ ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα, τούτου καὶ πάσχοντος. Εἰ δὲ ἔμψυχος, εἰ μὲν
5οὐ νοερός, πῶς καὶ ἄνθρωπος; οὐ γὰρ ἄνουν ζῷον ὁ ἄνθρωπος.

101

.

35

Καὶ ἀνάγκη τὸ σχῆμα μὲν ἀνθρώπειον εἶναι καὶ τὴν σκηνήν, τὴν δὲ ψυχὴν ἵππου τινὸς ἢ βοὸς ἢ ἄλλου τῶν ἀνοήτων. Τοῦτο γοῦν ἔσται καὶ τὸ σῳζόμενον· καὶ διεψεύσθην ἐγὼ παρὰ τῆς ἀληθείας, ἄλλου τιμηθέντος,
5ἄλλος μεγαλαυχούμενος. Εἰ δὲ νοερὸς ἀλλ’ οὐκ ἄνους ὁ
ἄνθρωπος, παυσάσθωσαν ὄντως ἀνοηταίνοντες.50

101

.

36

Ἀλλ’ ἤρκει, φησίν, ἡ θεότης ἀντὶ τοῦ νοῦ. Τί οὖν πρὸς ἐμὲ τοῦτο; Θεότης γὰρ μετὰ σαρκὸς μόνης οὐκ ἄνθρωπος, ἀλλ’ οὐδὲ ψυχῆς μόνης, οὐδὲ ἀμφοτέρων χωρὶς τοῦ νοῦ, ὃ καὶ μᾶλλον ἄνθρωπος. Τήρει οὖν τὸν ἄνθρωπον
5ὅλον καὶ μῖξον τὴν θεότητα, ἵνα με τελέως εὐεργετῇς.

101

.

37

Ἀλλ’ οὐκ ἐχώρει, φησί, δύο τέλεια. Οὐδὲ γάρ, εἴπερ σωματικῶς σκοπεῖς. Ἀγγεῖον γὰρ μεδιμναῖον οὐ χωρήσει διμέδιμνον, οὐδὲ σώματος ἑνὸς τόπος δύο ἢ πλείω σώματα·

101

.

38

εἰ δὲ ὡς νοητὰ καὶ ἀσώματα, σκόπει ὅτι καὶ ψυχὴν καὶ λόγον καὶ νοῦν καὶ Πνεῦμα ἅγιον ὁ αὐτὸς ἐχώρησα καὶ πρὸ ἐμοῦ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα ὁ κόσμος οὗτος, τὸ ἐξ ὁρατῶν λέγω καὶ ἀοράτων σύστημα.

101

.

39

Τοιαύτη γὰρ ἡ τῶν νοητῶν φύσις, ἀσωμάτως καὶ ἀμερίστως καὶ ἀλλήλοις καὶ σώμασι μίγνυσθαι. Ἐπεὶ καὶ φωναὶ πλείους ἀκοῇ μιᾷ χωρηταί, καὶ ὄψεις πλειόνων τοῖς αὐτοῖς ὁρατοῖς, καὶ ὀσφραντοῖς ὄσφρησις, οὔτε τῶν
5αἰσθήσεων στενοχωρουμένων ὑπ’ ἀλλήλων ἢ ἐκθλιβομένων, οὔτε τῶν αἰσθητῶν ἐλαττουμένων τῷ πλήθει τῆς ἀντιλήψεως.

101

.

40

Ποῦ δὲ καὶ τέλειον νοῦς ἀνθρώπου ἢ καὶ ἀγγέλου συγκρίσει θεότητος, ἵνα τὸ ἕτερον ἐκθλιβῇ παρουσίᾳ τοῦ
μείζονος; Οὐδὲ γὰρ αὐγή τις πρὸς ἥλιον, οὐδὲ νοτὶς ὀλίγη πρὸς ποταμόν, ἵνα τὰ μικρὰ προανέλωμεν, οἴκου μὲν αὐγήν,52
5γῆς δὲ νοτίδα, καὶ οὕτω χωρηθῇ τὰ μείζω καὶ τελεώτερα.

101

.

41

Πῶς γὰρ χωρήσει δύο τέλεια, οἶκος μὲν αὐγὴν καὶ ἥλιον, γῆ δὲ νοτίδα καὶ ποταμόν, τοῦτο διασκεψώμεθα· καὶ γὰρ πολλῆς ὄντως τὸ πρᾶγμα φροντίδος ἄξιον.

101

.

42

Ἢ ἀγνοοῦσιν ὅτι τὸ πρός τι τέλειον πρὸς ἕτερον ἀτελές, ὡς βουνὸς πρὸς ὄρος καὶ κόκκος νάπυος πρὸς κύαμον, ἤ τι ἄλλο τῶν μειζόνων σπερμάτων, κἂν τῶν ὁμογενῶν μεῖζον λέγηται· εἰ δὲ βούλει, ἄγγελος πρὸς Θεόν, καὶ πρὸς ἄγγελον
5ἄνθρωπος;

101

.

43

Τέλειον οὖν ὁ ἡμέτερος νοῦς καὶ ἡγεμονικόν, ἀλλὰ ψυχῆς καὶ σώματος, οὐχ ἁπλῶς τέλειον, Θεοῦ δὲ δοῦ‐ λον καὶ ὑποχείριον, ἀλλ’ οὐ συνηγεμονικὸν οὐδὲ ὁμότιμον.

101

.

44

Ἐπεὶ καὶ Μωϋσῆς Φαραὼ μὲν θεός, Θεοῦ δὲ θεράπων, ὡς ἀναγέγραπται· καὶ ἀστέρες νύκτα μὲν περιλάμπουσιν, ἡλίῳ δὲ κρύπτονται, ὡς μηδ’ ὅτι εἰσὶν ἡμέρᾳ γνωρίζεσθαι·

101

.

45

καὶ λαμπὰς ὀλίγη μεγάλῃ πυρκαϊᾷ προσχωρήσασα οὔτε ἀπόλλυται οὔτε φαίνεται οὔτε χωρίζεται, ἀλλ’ ὅλον ἐστὶ πυρκαϊά, τοῦ ὑπερέχοντος ἐκνικήσαντος.

101

.

46

Ἀλλὰ κατάκριτος, φησίν, ὁ ἡμέτερος νοῦς. Τί δὲ ἡ
σάρξ; Οὐ κατάκριτος; Ἢ καὶ ταύτην ἀποσκεύασαι διὰ τὴν ἁμαρτίαν, ἢ κἀκεῖνον πρόσαγε διὰ τὴν σωτηρίαν. Εἰ τὸ χεῖρον προσείληπται, ἵν’ ἁγιασθῇ διὰ τῆς σαρκώσεως,54
5τὸ κρεῖττον οὐ προσληφθήσεται, ἵν’ ἁγιασθῇ διὰ τῆς ἐνανθρωπήσεως; Εἰ ὁ πηλὸς ἐζυμώθη καὶ «νέον φύραμα» γέγονεν, ὦ σοφοί, ἡ εἰκὼν οὐ ζυμωθήσεται καὶ πρὸς Θεὸν ἀνακραθήσεται, θεωθεῖσα διὰ τῆς θεότητος;

101

.

47

Κἀκεῖνο προσθήσομεν· εἰ διέπτυσται πάντως ὁ νοῦς ὡς ἁμαρτητικὸς καὶ κατάκριτος, καὶ διὰ τοῦτο σῶμα μὲν προσείληπται, νοῦς δὲ παραλέλειπται, συγγνώμη τοῖς πταίουσι περὶ νοῦν. Μαρτυρία γὰρ Θεοῦ σαφῶς ἔδειξε τὸ
5τῆς θεραπείας ἀδύνατον.

101

.

48

Εἴπω τὸ μεῖζον; Σὺ μὲν διὰ τοῦτο ἀτιμάζεις, ὦ βέλτιστε, τὸν ἐμὸν νοῦν, ὡς σαρκολάτρης, εἴπερ ἀνθρωπολάτρης ἐγώ, ἵνα συνδήσῃς Θεὸν πρὸς σάρκα, ὡς οὐκ ἄλλως δεθῆναι δυνάμενον, καὶ διὰ τοῦτο ἐξαιρεῖς
5τὸ μεσότοιχον.

101

.

49

Ὁ δὲ ἐμὸς λόγος τίς, τοῦ ἀφιλοσόφου καὶ ἀπαιδεύτου; Ὁ νοῦς τῷ νοῒ μίγνυται, ὡς ἐγγυτέρῳ καὶ οἰκειοτέρῳ καὶ διὰ τούτου σαρκὶ μεσιτεύοντος θεότητι καὶ
παχύτητι.56

101

.

50

Τίς δὲ καὶ ὁ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως ἴδωμεν, εἴτ’ οὖν σαρκώσεως, ὡς αὐτοὶ λέγουσιν. Εἰ μὲν ἵνα χωρηθῇ Θεός, ἄλλως ἀχώρητος ὤν, καὶ ὡς ὑπὸ παραπε‐ τάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν
5τὸ προσωπεῖον αὐτοῖς καὶ τὸ δρᾶμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρὸς καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον.

101

.

51

Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν καὶ ψυχῆς διὰ τὴν ψυχήν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν οὐ πταί‐
5σαντα μόνον ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὅπερ οἱ ἰατροὶ λέγουσιν ἐπὶ τῶν ἀρρωστημάτων.

101

.

52

Ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὃ δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν· ὃ δὲ παρέβη, τοῦτο καὶ τῆς σωτηρίας ἐδεῖτο μάλιστα· ὃ δὲ
5τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη· ὁ νοῦς ἄρα προσείληπται.

101

.

53

Τοῦτο νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμε‐ τρικαῖς, ὥς φασιν αὐτοί, ἀνάγκαις καὶ ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἰ, ὀφθαλμοῦ ἀνθρώπου πταίσαντος καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν
5ἐθεράπευες, τὸν δὲ ὀφθαλμὸν ἀθεράπευτον εἴας· ἢ ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες.58

101

.

54

Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι Θεῷ καὶ χωρὶς νοῦ σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δή που καὶ χωρὶς σαρκὸς μόνῳ τῷ βούλεσθαι,
5ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ καὶ ἐνήργηκεν ἀσωμάτως. Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν’ ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας.

101

.

55

Ἀλλ’ ἀπατῶνται ὑπὸ τοῦ γράμματος καὶ διὰ τοῦτο τῇ σαρκὶ προστρέχουσι, τὴν συνήθειαν τῆς Γραφῆς ἀγνοοῦντες. Ἡμεῖς αὐτοὺς καὶ τοῦτο διδάξομεν.

101

.

56

Ὅτι μὲν γὰρ πανταχοῦ τῆς Γραφῆς ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου προσαγορεύεται, τί δεῖ πρὸς εἰδότας καὶ λέγειν; Εἰ δὲ διισχυρίζονται τῷ «Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ διὰ τοῦτο περιξέουσι τοῦ
5ἀνθρώπου τὸ κάλλιστον, ὥσπερ οἱ σκυτεῖς τὰ παχύτερα τῶν δερμάτων, ἵνα Θεὸν σαρκὶ συγκολλήσωσιν,

101

.

57

ὥρα λέγειν αὐτοῖς καὶ σαρκῶν μόνων τὸν Θεὸν εἶναι Θεόν, ἀλλ’ οὐχὶ καὶ ψυχῶν, διὰ τὸ γεγράφθαι· «Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός», καὶ «Πρὸς σὲ πᾶσα σὰρξ
5ἥξει», καὶ «Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ», τοῦτ’ ἔστι πᾶς ἄνθρωπος·

101

.

58

ἢ πάλιν ἀσωμάτους καὶ ἀοράτους καταβεβηκέναι τοὺς πατέρας ἡμῶν εἰς Αἴγυπτον καὶ τὴν ψυχὴν τοῦ Ἰωσὴφ δεδέσθαι μόνην ὑπὸ τοῦ Φαραώ, διὰ τὸ γεγράφθαι· «Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέ‐
60
5βησαν εἰς Αἴγυπτον», καὶ «Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ», πρᾶγμα δεθῆναι μὴ δυνάμενον.

101

.

59

Ἀγνοοῦσι γὰρ οἱ ταῦτα λέγοντες ὅτι συνεκδοχικῶς τὰ τοιαῦτα ὀνομάζεται, ἀπὸ μέρους τοῦ παντὸς δηλουμένου, ὥσπερ καί· «Νεοσσοὶ τῶν κοράκων ἐπικαλοῦνται τὸν Θεόν», ἵν’ ἡ πτηνὴ δηλωθῇ
5φύσις, καὶ Πλειὰς καὶ Ἕσπερος καὶ Ἀρκτοῦρος μνημο‐ νεύονται ἀντὶ πάντων ἀστέρων καὶ τῆς περὶ τούτους οἰκονομίας.

101

.

60

Καὶ ἅμα οὐκ ἄλλως οἷόν τε ἦν τὴν τοῦ Θεοῦ δηλωθῆναι περὶ ἡμᾶς ἀγάπην ἢ ἐκ τοῦ μνημονευθῆναι τὴν σάρκα καὶ ὅτι δι’ ἡμᾶς κατέβη καὶ μέχρι τοῦ χείρονος. Σάρκα γὰρ εἶναι ψυχῆς εὐτελέστερον, πᾶς ἂν τῶν εὖ φρονούντων
5ὁμολογήσειεν.

101

.

61

Τὸ οὖν· «Ὁ Λόγος σὰρξ ἐγένετο» ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν· οὐκ εἰς ταῦτα τοῦ Κυρίου μετα‐ ποιηθέντος, πῶς γάρ; ἀλλ’ ὡς διὰ τοῦ ταῦτα δέξασθαι
5τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος καὶ τὰς νόσους βαστάσαντος.

101

.

62

Ταῦτα μὲν οὖν ἱκανῶς ἐν τῷ παρόντι διὰ τὸ σαφὲς καὶ τοῖς πολλοῖς εὔληπτον. Οὐ γὰρ λογογραφεῖν ἀλλ’ ἐπισχεῖν τὴν ἀπάτην βουλόμενοι ταῦτα γράφομεν, τὸν δὲ τελεώτερον περὶ τούτων λόγον, εἰ δοκεῖ, καὶ διὰ μακροτέρων ἀποδώσομεν.62

101

.

63

Ὃ δὲ τούτων ἐστὶ βαρύτερον, οὐδ’ αὐτὸ τοῦτο παραλιπεῖν ἀναγκαῖον. «Ὤφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς» καὶ δεύτερον Ἰουδαϊσμὸν καὶ δευτέραν περιτομὴν καὶ θυσίας δευτέρας εἰσάγοντες·

101

.

64

εἰ γὰρ τοῦτο, τί κωλύει καὶ πάλιν γεννηθῆναι Χριστὸν εἰς ἀθέτησιν τῶν αὐτῶν, καὶ προδοθῆναι πάλιν ὑπὸ Ἰούδα καὶ σταυρω‐ θῆναι καὶ ταφῆναι καὶ ἀναστῆναι, ἵνα πληρωθῇ τὰ πάντα
5τὰ τῆς αὐτῆς ἀκολουθίας, κατὰ τὴν ἑλληνικὴν ἀνακύκλησιν, τὰ αὐτὰ περιφερούσης τῆς αὐτῆς τῶν ἄστρων κινήσεως;

101

.

65

Τίς γὰρ ἡ ἀποκλήρωσις, τὸ μέν τι γενέσθαι τῶν τότε συμβάντων, τὸ δὲ παρεθῆναι; Τοῦτο δειξάτωσαν οἱ σοφοὶ καὶ τῷ πλήθει τῶν βιβλίων φιλοτιμούμενοι.

101

.

66

Ἐπειδὴ δὲ τῷ περὶ Τριάδος φυσιούμενοι λόγῳ καταψεύδονται μὲν ἡμῶν, ὡς οὐχ ὑγιῶς ἐχόντων περὶ τὴν πίστιν, δελεάζουσι δὲ τοὺς πολλούς, ἐκεῖνο γινώσκειν ἀναγκαῖον ὅτι Ἀπολλινάριος μὲν τὸ τῆς θεότητος ὄνομα
5τῷ ἁγίῳ Πνεύματι δούς, τὴν δύναμιν τῆς θεότητος οὐκ ἐφύλαξε.

101

.

67

Τὸ γὰρ ἐκ μεγάλου καὶ μείζονος καὶ μεγίστου συνιστᾶν τὴν Τριάδα, ὥσπερ ἐξ αὐγῆς καὶ ἀκτῖνος καὶ ἡλίου, τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς (ὅπερ σαφῶς ἐν ἐκείνου γέγραπται λόγοις), κλῖμαξ ἐστὶ θεότητος, οὐκ
64
5εἰς οὐρανὸν ἀνάγουσα, ἀλλ’ ἐξ οὐρανοῦ κατάγουσα.

101

.

68

Ἡμεῖς δὲ Θεὸν γινώσκομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ταῦτα δὲ οὐ κλήσεις ψιλὰς τεμνούσας ἀξιωμάτων ἢ δυνάμεων ἀνισότητας, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὥσπερ προσηγορίαν, οὕτω καὶ θεότητος φύσιν καὶ
5οὐσίαν καὶ δύναμιν.

101

.

69

Εἰ δέ τις ταῦτα μὲν ὀρθῶς οἴεται λέγεσθαι, ἐγκαλεῖ δὲ τὴν τῶν αἱρετικῶν κοινωνίαν, δειξάτω τις τοῦτο τῶν ἡμετέρων, καὶ ἢ πείσομεν, ἢ ἀναχωρήσομεν. Πρὸ κρίσεως δὲ οὐδὲ ἄλλο τι καινοτομεῖν ἀσφαλές, μὴ ὅτι πρᾶγμα
5τοσοῦτον καὶ περὶ τηλικούτων.

101

.

70

Ἡμεῖς μὲν οὖν ταῦτα καὶ διεμαρτυράμεθα Θεὸν καὶ ἀνθρώπους καὶ διαμαρτυρόμεθα. Καὶ οὐδὲ νῦν, εὖ ἴσθι, ταῦτ’ ἂν ἐγράψαμεν, εἰ μὴ τὴν Ἐκκλησίαν ἑωρῶμεν διασπωμένην καὶ τεμνομένην καὶ ταῖς
5ἄλλαις τερατείαις καὶ τῷ νῦν «συνεδρίῳ τῆς ματαιότητος».66

101

.

71

Εἰ δέ τις, ταῦτα λεγόντων ἡμῶν καὶ διαμαρτυρομένων, ἢ διὰ χρείας τινὰς ἢ διὰ φόβον ἀνθρώπινον ἢ διὰ μικροψυχίας ἀτόπους ἢ διὰ τὸ ἀποίμαντον τέως καὶ ἀκυβέρνητον ἢ διὰ τὸ ξενοχαρὲς καὶ πρὸς τὰς καινοτομίας ἕτοιμον,

101

.

72

διαπτύει μὲν ἡμᾶς ὡς οὐδενὸς λόγου ἀξίους, προστρέχει δὲ τοῖς τοιούτοις καὶ διαιρεῖ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας, αὐτὸς βαστάσει τὸ κρῖμα, ὅστις ἐὰν ᾖ, καὶ ὑφέξει τῷ
5Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως.

101

.

73

Εἰ δὲ οἱ μακροὶ λόγοι καὶ τὰ νέα ψαλτήρια καὶ ἀντίφθογγα τῷ Δαϋὶδ καὶ ἡ τῶν μέτρων χάρις ἡ τρίτη Διαθήκη νομίζεται, καὶ ἡμεῖς ψαλμολο‐ γήσομεν καὶ πολλὰ γράψομεν καὶ μετρήσομεν. Ἐπειδὴ δοκοῦ‐
5μεν καὶ ἡμεῖς Πνεῦμα Θεοῦ ἔχειν· εἴπερ Πνεύματος χάρις τοῦτό ἐστιν, ἀλλὰ μὴ ἀνθρωπίνη καινοτομία.

101

.

74

Ταῦτά σε βούλομαι διαμαρτύρασθαι τοὺς πολλούς, ἵνα μὴ βάρος ἔχωμεν ὡς τοιοῦτο κακὸν παρορῶντες καὶ παρὰ τὴν ἡμετέραν
ῥᾳθυμίαν πονηροῦ δόγματος νομὴν καὶ ἰσχὺν λαμβάνοντος.68

102

T

Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα

102

.

1

Ἐπειδὴ πολλοὶ προσιόντες τῇ σῇ εὐλαβείᾳ πληροφορίαν ζητοῦσι περὶ πίστεως, καὶ διὰ τοῦτο ἀπῄτησας ἡμᾶς ἀγα‐ πητικῶς σύντομον ὅρον τινὰ καὶ κανόνα τοῦ ἡμετέρου φρονήματος, διὰ τοῦτο ἐγράψαμεν τῇ σῇ εὐλαβείᾳ (ὃ καὶ
5πρὸ τῶν γραμμάτων ἐγνώριζες) ὅτι ἡμεῖς τῆς κατὰ Νικαίαν πίστεως, τῆς τῶν ἁγίων Πατέρων τῶν ἐκεῖ συνελθόντων ἐπὶ καθαιρέσει τῆς Ἀρειανῆς αἱρέσεως, οὐδὲν οὔτε προετι‐ μήσαμεν πώποτε οὔτε προτιμᾶν δυνάμεθα,

102

.

2

ἀλλ’ ἐκείνης ἐσμὲν τῆς πίστεως σὺν Θεῷ καὶ ἐσόμεθα, προσδιαρθροῦντες τὸ ἐλλειπῶς εἰρημένον ἐκείνοις περὶ τοῦ ἁγίου Πνεύματος (διὰ τὸ μηδὲ κεκινῆσθαι τηνικαῦτα τοῦτο τὸ ζήτημα), ὅτι
5μιᾶς θεότητος εἰδέναι χρὴ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Θεὸν καὶ τὸ Πνεῦμα γινώσκοντας.

102

.

3

Τοὺς οὖν οὕτω φρονοῦντας καὶ διδάσκοντας ἔχε κοινωνικούς, ἐπεὶ καὶ ἡμεῖς· τοὺς δὲ ἑτέρως ἔχοντας ἀποστρέφου καὶ ἀλλοτρίους ἡγοῦ καὶ τοῦ Θεοῦ καὶ τῆς καθολικῆς Ἐκκλησίας.
70

102

.

4

Ἐπειδὴ δὲ καὶ περὶ τῆς θείας ἐνανθρωπήσεως εἴτ’ οὖν σαρκώσεως κινεῖταί τι ζήτημα, καὶ τοῦτο διορίζου πᾶσι περὶ ἡμῶν ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς καὶ μετὰ τοῦτο ἐκ τῆς ἁγίας Παρθένου Μαρίας,
5εἰς ἓν ἄγομεν, καὶ οὐ δύο υἱοὺς ὀνομάζομεν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ἐν ἀδιαιρέτῳ θεότητι καὶ τιμῇ προσκυνοῦμεν. Εἰ δέ τις οὐ συντίθεται τούτοις ἢ νῦν ἢ ὕστερον, αὐτὸς ὑφέξει τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως.

102

.

5

Ἡ μὲν οὖν πρὸς τὴν ἀνόητον αὐτῶν περὶ τοῦ νοῦ δόξαν ἔνστασις ἡμῶν καὶ ἀντίθεσις, ὡς ἐν βραχεῖ, τοιαύτη καὶ οὕτως ἔχουσα· μονοὶ γὰρ σχεδὸν ὃ δογματίζουσιν ὄντως καὶ πάσχουσιν, ἀνοίᾳ τὸν νοῦν περικόπτοντες.

102

.

6

Ἵνα δὲ μὴ κατηγορῶσιν ἡμῶν ὡς τὴν τοῦ ἀγαπητοῦ Οὐϊταλίου πίστιν, ἣν ἀπαιτηθεὶς ὑπὸ τοῦ μακαρίου Δαμάσου τοῦ τῆς Ῥώμης ἐπισκόπου ἔγγραφον ἐπιδέδωκε, πρότερον μὲν
5ἀποδεχομένων, νῦν δὲ ἀναινομένων, καὶ περὶ τούτου βραχέα δηλώσομεν.

102

.

7

Οὗτοι γὰρ ἡνίκα μὲν ἂν τοῖς γνησίοις αὐτῶν μαθηταῖς καὶ μύσταις τῶν ἀπορρήτων θεολογῶσιν, ὥσπερ οἱ Μανιχαῖοι τοῖς ἐκλεκτοῖς λεγομένοις, ὅλην τὴν νόσον αὐτῶν ἐκκαλύπτοντες, μόλις καὶ τὴν σάρκα τῷ Σωτῆρι
72
5διδόασιν.

102

.

8

Ὅταν δὲ ταῖς κοιναῖς ὑπολήψεσι περὶ τῆς ἐνανθρωπήσεως ἃς ἡ Γραφὴ παρίστησιν ἐλέγχωνται καὶ πιέζωνται, τὰς μὲν εὐσεβεῖς λέξεις ὁμολογοῦσι, περὶ δὲ τὸν νοῦν κακουργοῦσιν,

102

.

9

οὐκ ἄψυχον μὲν οὐδὲ ἄλογον οὐδὲ ἀνοῦν οὐδὲ ἀτελῆ ὁμολογοῦντες τὸν ἄνθρωπον, ψυχὴν δὲ καὶ λόγον καὶ νοῦν αὐτὴν εἰσάγοντες τὴν θεότητα, ὡς αὐτῆς τῇ σαρκὶ συγκραθείσης μόνης, ἀλλ’ οὐχὶ καὶ τῶν
5ἡμετέρων καὶ ἀνθρωπίνων, εἰ καὶ τὸ ἀναμάρτητον κρεῖττον ἢ καθ’ ἡμᾶς ἦν καὶ τῶν ἡμετέρων παθῶν καθάρσιον.

102

.

10

Οὕτω γοῦν καὶ τὸ «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν» παρεξηγοῦνται κακῶς καὶ λίαν εὐήθως, νοῦν Χριστοῦ τὴν θεότητα λέγοντες, οὐχ, ὅπερ ἡμεῖς, ὑπολαμβάνοντες ὅτι οἱ τὸν ἑαυτῶν νοῦν καθήραντες μιμήσει τοῦ νοὸς ἐκείνου, ὃν
5ὑπὲρ ἡμῶν ὁ Σωτὴρ ἀνεδέξατο, καὶ πρὸς αὐτὸν ῥυθμίζοντες, ὡς ἐφικτόν, οὗτοι νοῦν Χριστοῦ ἔχειν λέγονται·

102

.

11

ὡς καὶ σάρκα Χριστοῦ μαρτυρηθεῖεν ἂν ἔχειν ἐκεῖνοι οἱ τὴν σάρκα παιδαγωγήσαντες καὶ σύσσωμοι καὶ συμμέτοχοι
Χριστοῦ κατὰ τοῦτο γενόμενοι, καὶ «Ὡς ἐφορέσαμεν τὴν74
5εἰκόνα τοῦ χοϊκοῦ, οὕτω, φησί, φορέσομεν τὴν εἰκόνα τοῦ ἐπουρανίου». Οὕτω δὲ καὶ τέλειος αὐτοῖς ἄνθρωπος οὐχ ὁ πεπειραμένος κατὰ πάντα τὰ ἡμέτερα χωρὶς ἁμαρτίας, ἀλλὰ τὸ ἐκ Θεοῦ καὶ σαρκὸς σύγκραμα δογματίζεται. Τούτου γάρ, φασί, τί τελειότερον;

102

.

12

Τὸ δ’ αὐτὸ καὶ περὶ τὴν τῆς ἐνανθρωπήσεως κακουρ‐ γοῦσι φωνήν, τὸ ἐνηνθρώπησεν οὐκ ἐν ἀνθρώπῳ γέγονεν, ὃν ἑαυτῷ περιέπηξεν, ἐξηγούμενοι, κατὰ τὸ εἰρημένον· «Αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ», ἀλλ’
5ἀνθρώποις ὡμίλησε καὶ συνεπολιτεύσατο λέγοντες καὶ διδάσκοντες, καὶ πρὸς ἐκείνην καταφεύγοντες τὴν φωνὴν τὴν «Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» λέγουσαν.

102

.

13

Καὶ τί ἄν τις ἀγωνίζοιτο ἐπὶ πλεῖον; Οἱ τὸν ἄνθρωπον ἀποσκευαζόμενοι καὶ τὴν ἐντὸς εἰκόνα τὸ ἐκτὸς ἡμῶν καθαρίζουσι μόνον διὰ τοῦ καινοῦ προσωπείου καὶ τοῦ ὁρωμένου,

102

.

14

τοσοῦτον ἑαυτοῖς μαχόμενοι ὡς ποτὲ μὲν διὰ τὴν σάρκα καὶ τὰ ἄλλα παχέως καὶ σαρκικῶς ἐξηγεῖσθαι (ἐντεῦθεν γὰρ αὐτοῖς ὁ δεύτερος Ἰουδαϊσμὸς ὥρμηται καὶ ἡ χιλιοέτης καὶ ληρώδης ἐν τῷ
5παραδείσῳ τρυφὴ καὶ σχεδὸν τὸ τὰ αὐτὰ πάλιν ἐπὶ τοῖς αὐτοῖς ἀναλαμβάνειν ἡμᾶς), ποτὲ δὲ δόκησιν μᾶλλον ἢ ἀλήθειαν τῆς σαρκὸς εἰσάγειν ὡς οὐδὲν τῶν ἡμετέρων παθούσης, οὐδὲ ὅσα τῆς ἁμαρτίας ἐστὶν ἐλεύθερα,76

102

.

15

καὶ κεχρῆσθαι πρὸς τοῦτο τῇ ἀποστολικῇ φωνῇ, οὐκ ἀποστολικῶς νοουμένῃ ἢ λεγομένῃ, ἐν ὁμοιώματι ἀνθρώπων τὸν Σωτῆρα ἡμῶν γεγενῆσθαι καὶ σχήματι εὑρῆσθαι ὡς ἄνθρωπον, ὡς
5οὐχὶ τοῦ ἀνθρωπίνου εἴδους ἐν τούτοις δηλουμένου, φαντασίας δέ τινος ἀπατηλῆς καὶ δοκήσεως.

102

.

16

Ἐπειδὴ τοίνυν αἱ φωναὶ αὗται καλῶς μὲν νοούμεναι μετὰ τῆς εὐσεβείας εἰσί, κακῶς δὲ ἐξηγούμεναι τὸ δυσσεβὲς ἔχουσι, τί θαυμαστὸν εἰ καὶ τοὺς Οὐϊταλίου λόγους ἡμεῖς μὲν ἐπὶ τὸ εὐσεβέστερον ἐδεξάμεθα, οὕτω τοῦ θέλειν πείθον‐
5τος, ἄλλοι δὲ πρὸς τὸν τῶν γεγραμμένων νοῦν ἀγριαίνουσιν;

102

.

17

ὅ μοι δοκεῖ καὶ Δάμασος αὐτὸς μεταδιδαχθεὶς καὶ ἅμα πυθόμενος ἐπὶ τῶν προτέρων μένειν αὐτοὺς ἐξηγήσεων, ἀποκηρύκτους αὐτοὺς πεποιῆσθαι καὶ τὸ γραμματεῖον ἀνατετραφέναι τῆς πίστεως σὺν ἀναθεματισμῷ καὶ πρὸς
5αὐτὴν τὴν ἀπάτην αὐτῶν δυσχεράνας, ἣν ἔπαθεν ἐξ ἁπλότητος.

102

.

18

Ταῦτ’ οὖν ἐληλεγμένοι σαφῶς, μὴ χαλεπαινέτωσαν ἡμῖν, ἀλλ’ ἐντρεπέσθωσαν, μηδὲ καταψευδέσθωσαν, ἀλλὰ
συστελλέσθωσαν, καὶ τῶν πυλώνων ἐξαλειφέτωσαν τὸ μέγα καὶ θαυμαστὸν αὐτῶν ἐκεῖνο πρόγραμμά τε καὶ78
5κήρυγμα τῆς ὀρθοδοξίας, μετὰ ζητήματος εὐθὺς ἀπαντῶντες τοῖς εἰσιοῦσι καὶ διακρίσεως, τὸ δεῖν προσκυνεῖν μὴ ἄνθρωπον θεοφόρον, ἀλλὰ Θεὸν σαρκοφόρον.

102

.

19

Οὗ τί γένοιτ’ ἂν ἀλογώτερον, κἂν τῷ ῥήματι μέγα τούτῳ φρονῶσιν οἱ νέοι τῆς ἀληθείας κήρυκες; Χάριν μὲν γὰρ ἔχει τινὰ σοφιστικὴν τῷ τάχει τῆς ἀντιστροφῆς καὶ ψηφολογικὴν τερατείαν τοὺς
5ἀπαιδεύτους τέρπουσαν· ἔστι δὲ τῶν γελοίων γελοιότερον καὶ τῶν ἀσυνέτων ἀσυνετώτερον.

102

.

20

Εἰ γάρ τις μεταβαλὼν τὴν «ἄνθρωπος» φωνὴν καὶ τὴν «σὰρξ» εἰς Θεὸν (ὧν τὸ μὲν ἡμῖν ἀρέσκει, τὸ δὲ αὐτοῖς), ἔπειτα τῇ ἀντιστροφῇ χρήσαιτο τῇ θαυμασίᾳ ταύτῃ καὶ θεογνώστῳ, τί συναχθήσε‐
5ται; τὸ δεῖν προσκυνεῖν μὴ σάρκα θεοφόρον, ἀλλὰ Θεὸν ἀνθρωποφόρον.

102

.

21

Ὢ τῆς ἀτοπίας· τὴν ἀποκεκρυμμένην μετὰ Χριστὸν σοφίαν σήμερον ἡμῖν καταγγέλλουσιν, ἐφ’ ᾧ καὶ δακρύειν ἄξιον.

102

.

22

Εἰ γὰρ πρὸ τριάκοντα τούτων ἐτῶν ἡ πίστις ἤρξατο, τετρακοσίων σχεδὸν ἐτῶν γεγονότων ἀφ’ οὗ Χριστὸς πεφανέρωται, κενὸν ἐν τοσούτῳ χρόνῳ τὸ Εὐαγγέλιον ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν,

102

.

23

καὶ μάτην μὲν οἱ μαρτυρήσαντες ἐμαρτύρησαν, μάτην δὲ καὶ τοῦ λαοῦ προέστησαν οἱ τοιοῦτοι καὶ τηλικοῦτοι προστάται, καὶ τῶν μέτρων ἡ χάρις, ἀλλ’ οὐ τῆς πίστεως.
80

102

.

24

Τίς δὲ οὐκ ἂν αὐτοὺς ἀγάσαιτο τῆς παιδεύσεως, οἳ σαφῶς αὐτοὶ τὰ Χριστοῦ διαιροῦντες καὶ τὸ μὲν ἐγεννήθη καὶ ἐπειράσθη καὶ ἐπείνησε καὶ ἐδίψησεν, ἐκοπίασέ τε καὶ ὕπνωσε, τῷ ἀνθρωπίνῳ προσνέμοντες,

102

.

25

τὸ δὲ ὑπὸ ἀγγέλων ἐδοξάσθη, καὶ τὸν πειραστὴν ἐνίκησε καὶ ἔτρεψεν, οὕτω καὶ ὕπερθε θαλάσσης ἐπέζευσε, τῇ θεότητι λογιζόμενοι·

102

.

26

καὶ τὸ μὲν «Ποῦ τεθείκατε Λάζαρον» ἡμέτερον εἶναι λέγοντες, τὸ δὲ «Λάζαρε, δεῦρο ἔξω» βοᾶν καὶ τὸν τετραήμερον νεκρὸν ἐγείρειν, ὑπὲρ ἡμᾶς·

102

.

27

καὶ τὸ μὲν ἠγωνίασε καὶ ἐσταυρώθη καὶ ἐτάφη, τοῦ προκαλύμματος, τὸ δὲ ἐθάρσησε καὶ ἀνέστη καὶ ἀνέβη, τοῦ θησαυρίσματος;

102

.

28

Ἔπειτα κατηγοροῦσιν ἡμῶν ὡς δύο φύσεις εἰσαγόντων ἀπηρτημένας ἢ μαχομένας
καὶ μεριζόντων τὴν ὑπερφυᾶ καὶ θαυμασίαν ἕνωσιν·82

102

.

29

δέον ἢ μὴ ποιεῖν ὃ κατηγοροῦσιν ἢ μὴ κατηγορεῖν ὃ πράτ‐ τουσιν, εἴπερ ἑαυτοῖς γοῦν ἀκολουθεῖν ἐγνώκασιν, ἀλλὰ μὴ καὶ τὰ ἴδια λέγειν καὶ τὰ τῶν ἀντιπάλων.

102

.

30

Τοιοῦτόν ἐστιν ἡ ἀλογία· καὶ πρὸς ἑαυτὴν καὶ πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθαι, ὡς μηδὲ περιπίπτοντας αὐτοὺς ἑαυτοῖς ἢ νοεῖν ἢ αἰσχύνεσθαι.

102

.

31

Καὶ εἴ τις οἴεται ταῦτα γράφειν ἡμᾶς ἢ λέγειν ἑκόντας, ἀλλ’ οὐ τυραννουμένους, καὶ τὴν ἕνωσιν ἀποσπεύδοντας, ἀλλ’ οὐχὶ καὶ λίαν σπουδάζοντας, ἴστω κακῶς φρονῶν καὶ οὐκ ἐστοχασμένως τῆς ἡμετέρας ἐπιθυμίας,

102

.

32

οἷς οὐδὲν εἰρήνης ἐστὶν ἢ γέγονε προτιμότερον, ὡς αὐτὰ πείθει τὰ πράγματα, κἂν ἃ ποιοῦσί τε καὶ νεανιεύονται καθ’ ἡμῶν
ἀποκλείῃ παντάπασι τὴν ὁμόνοιαν.84

202

T

Πρὸς Νεκτάριον ἐπίσκοπον Κωνσταντινουπόλεως

202

.

1

Ἔοικε τὴν παροῦσαν ζωὴν ἐπιλελοιπέναι καθόλου ἡ τοῦ Θεοῦ κηδεμονία, ἡ ἐν τοῖς πρὸ ἡμῶν χρόνοις τὰς Ἐκκλησίας φυλάττουσα.

202

.

2

Καί μοι τοσοῦτον βεβάπτισται ὑπὸ συμφορῶν ἡ ψυχή, ὥστε τὰ μὲν ἴδια τῆς ἐμῆς ζωῆς ἀλγεινὰ μηδὲ ἐν κακοῖς εἶναι λογίζεσθαι (τοσαῦτα καὶ τηλικαῦτα ὄντα, ὡς μὴ ἂν ἑτέρῳ τινὶ συμβάντα φορητὰ εἶναι νομισθῆναι), πρὸς
86
5μόνα δὲ βλέπειν τὰ κοινὰ τῶν Ἐκκλησιῶν πάθη,

202

.

3

ὧν εἰ μὴ γένοιτό τις ἐν τῷ παρόντι καιρῷ σπουδὴ πρὸς διόρθωσιν, εἰς παντελῆ ἀνελπιστίαν κατὰ μικρὸν προελεύσεται.

202

.

4

Οἱ τῆς Ἀρείου ἤτοι Εὐδοξίου αἱρέσεως, οὐκ οἶδα τίνος αὐτοὺς παρακινήσαντος εἰς ἀπόνοιαν, ὥσπερ τινὸς παρρησίας ἐπειλημμένοι, τῇ νόσῳ ἑαυτῶν ἐκπομπεύουσιν, ἐκκλησίας συνάγοντες, ὡς ἐξ ἐπιτροπῆς τοῦτο ποιοῦντες.

202

.

5

Οἱ δὲ κατὰ Μακεδόνιον ἐρίζοντες εἰς τοσοῦτον προελη‐ λύθασιν ἀπονοίας, ὡς καὶ ὄνομα ἐπισκόπων ἑαυτοῖς ἐπιφη‐ μίζοντες τοῖς καθ’ ἡμᾶς τόποις ἐπιπολάζειν, τὸν Ἐλεύσιον ταῖς χειροτονίαις αὐτῶν ἐπιθρυλοῦντες.

202

.

6

Τὸ δὲ ἐγκόλπιον
ἡμῶν κακόν, ὁ Εὐνόμιος, οὐκέτι ἀγαπᾷ τὸ ὁπωσοῦν εἶναι· ἀλλ’ εἰ μὴ πάντας τῇ ἑαυτοῦ ἀπωλείᾳ συνεφελκύσαιτο, ζημίαν κρίνει.88

202

.

7

Καὶ ταῦτα μὲν φορητά· τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς, ἡ τῶν Ἀπολλιναριστῶν ἐστι παρρησία, οὓς οὐκ οἶδα πῶς παρεῖδέ σου ἡ ὁσιότης πορισαμένους ἑαυτοῖς τοῦ συνάγειν ὁμοτίμως
5ἡμῖν ἐξουσίαν.

202

.

8

Πάντως μὲν οὖν διὰ πάντων κατὰ Θεοῦ χάριν τὰ θεῖα πεπαιδευμένος μυστήρια, οὐ μόνον τὴν τοῦ ὀρθοῦ λόγου συνηγορίαν ἐπίστασαι, ἀλλὰ κἀκεῖνα ὅσα παρὰ τῶν αἱρετικῶν κατὰ τῆς ὑγιαινούσης ἐπινενόηται πίστεως·

202

.

9

πλὴν καὶ παρὰ τῆς βραχύτητος ἡμῶν οὐκ ἄκαιρον ἴσως ἀκοῦσαί σου τὴν σεμνοπρέπειαν ὅτι μοι πτυκτίον γέγονεν ἐν χερσὶ τοῦ Ἀπολλιναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν
5κακίαν παρέρχεται.

202

.

10

Διαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ’ οἰκονομίαν ὑπὸ τοῦ μονογενοῦς Υἱοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς φύσεως ἡμῶν,
ἀλλ’ ἐξ ἀρχῆς ἐν τῷ Υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι.90

202

.

11

Καὶ κακῶς ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας προβάλλεται λέγων ὅτι «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου»,

202

.

12

ὡς καὶ πρὶν τοῦ κατελθεῖν αὐτὸν υἱὸν ἀνθρώπου εἶναι, καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα ἐκείνην, ἣν ἐν τοῖς οὐρανοῖς ἔχων ἐτύγχανε, προαιώνιόν τινα καὶ συνουσιωμένην.

202

.

13

Λέγει γὰρ πάλιν ἀποστολικήν τινα ῥῆσιν, τοῦ ὅλου σώματος τῆς συμφράσεως ἀποκνίσας, ὅτι «ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ».

202

.

14

Εἶτα κατα‐ σκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα τὸν νοῦν μὴ ἔχειν, ἀλλὰ τὴν θεότητα τοῦ Μονογενοῦς τὴν τοῦ νοῦ φύσιν ἀναπληρώσασαν, μέρος γενέσθαι τοῦ ἀνθρωπείου
5συγκράματος τὸ τριτημόριον, ψυχῆς τε καὶ σώματος κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, νοῦ δὲ μὴ ὄντος, ἀλλὰ τὸν ἐκείνου τόπον τοῦ Θεοῦ Λόγου ἀναπληροῦντος.

202

.

15

Καὶ οὔπω τοῦτο δεινόν· ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ Θεόν, τὸν κριτὴν τῶν πάντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν
5εἶναι κατασκευάζει,

202

.

16

καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτω παρὰ τοῦ Πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι.

202

.

17

Τὰ δ’ ἄλλα ὅσα προστίθησι ταῖς τοιαύταις ἀτοπίαις μακρὸν ἂν εἴη διεξιέναι.

202

.

18

Εἰ τοίνυν οἱ τὰ τοιαῦτα φρονοῦντες ἐν ἐξουσίᾳ τοῦ συνάγειν γίνονται, σκοπείτω σου ἡ ἐν Χριστῷ εὐδόκιμος
φρόνησις ὅτι, μὴ συμβαινόντων ἡμῶν οἷς ἐκεῖνοι φρονοῦσι, τὸ λαβεῖν αὐτοὺς ἐξουσίαν συνάξεως οὐδὲν ἕτερόν ἐστιν ἢ92
5ἀληθεστέρους τοῦ καθ’ ἡμᾶς δόγματος νομισθῆναι.

202

.

19

Εἰ γὰρ ὡς εὐσεβοῦντες ἐκεῖνοι διδάσκειν ὡς φρονοῦσι καὶ κηρύττειν ἐν παρρησίᾳ τὸ καθ’ ἑαυτοὺς ἐπιτρέπονται, δῆλον ὅτι κατέγνωσται ὁ τῆς Ἐκκλησίας λόγος, ὡς τῆς ἀληθείας παρ’ αὐτοῖς οὔσης.

202

.

20

Δύο γὰρ ἐναντίους λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει.

202

.

21

Πῶς οὖν ὑπέμεινέ σου ἡ μεγαλοφυὴς καὶ ὑψηλὴ διάνοια μὴ χρήσασθαι τῇ συνήθει παρρησίᾳ εἰς διόρθωσιν τοῦ τοσούτου κακοῦ;

202

.

22

Ἀλλ’ εἰ καὶ μὴ πρότερον τοῦτο γέγονε, νῦν γοῦν διαναστήτω ἡ ἀμίμητός σου ἐπ’ ἀρετῇ τελειότης καὶ διδαξάτω τὸν εὐσεβέστατον βασιλέα ὅτι οὐδὲν κέρδος ἔσται τῆς λοιπῆς αὐτοῦ περὶ τὰς Ἐκκλησίας σπουδῆς, εἰ τὸ
5τοιοῦτο κακὸν ἐπὶ καθαιρέσει τῆς ὑγιαινούσης πίστεως διὰ
τῆς παρρησίας αὐτῶν κατισχύσει.94