TLG 2021 043 :: EPIPHANIUS :: Appendices ad indices apostolorum discipulorumque EPIPHANIUS Scr. Eccl., Episcopus Appendices ad indices apostolorum discipulorumque Source: Schermann, T. (ed.), Prophetarum vitae fabulosae. Leipzig: Teubner, 1907: 126–131. Citation: Page — (line) | ||
126(16) | Τιμόθεος ὁ ἐπίσκοπος Ἐφέσου κατασταθεὶς ὑπὸ τοῦ μακα‐ ρίου Παύλου ἐξ ἐθνῶν ἦν, οὐκ ἐκ περιτομῆς, ᾧ καὶ πολλὰ μαρτυρεῖ Παῦλος νουθετῶν τὴν καλὴν ὁμολογίαν τοῦ δοθέντος | |
αὐτῷ χαρίσματος φυλάξαι, ὃς καὶ ἐνδόξως ἐκεῖ ἐμαρτύρησεν. | 126 | |
127 | Τίτος ἐπίσκοπος Κρήτης αὐτοῖς τοῖς Κρησὶ καὶ ταῖς πέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου κἀκεῖ θανὼν ἐτάφη. Κρήσκης ἐν Γαλλίαις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου κἀκεῖ θάπτεται. | |
5 | Ὁ εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων ἐν Ἀρα‐ βίᾳ τῇ εὐδαίμονι καὶ ἐν Ταπροβάνῃ νήσῳ καὶ ἐν ὅλῃ τῇ ἐρυθρᾷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, λόγος δὲ ἔχει καὶ μεμαρτυρηκέναι αὐτὸν ἐνδόξως καὶ ταφῆ‐ ναι ἐκεῖ· καί ἐστιν αὐτοῦ τὸ κοιμητήριον ὅπλον ἀκαταμάχη‐ | |
---|---|---|
10 | τον τοῖς πιστοῖς ἀλιτηρίων βαρβάρων, φυγαδευτήριον νόσους ἀπελαῦνον καὶ ἰάματα ἐνεργοῦν ἕως καὶ σήμερον. | |
13 | Ἐκ τῶν ἀποστόλων τοῦ σωτῆρος τῶν οʹ γεγόνασιν, ὡς | |
ἱστορεῖ Κλήμης ἐν πέμπτῃ τῶν ὑποτυπόσεων, Βαρνάβας, | 127 | |
128 | Σωσθένης, Κηφᾶς ὁμώνυμος Πέτρῳ, Ματθίας ὁ συγκατα‐ ριθμηθεὶς τοῖς ἕνδεκα, [Εὔβουλος, Πούδης, Κρίσκης, ἐν τῇ βʹ,] Βαρσαβᾶς καὶ Λίνος, οὗ μέμνηται Παῦλος Τιμοθέῳ γράφων, Θαδδαῖος, Κλεόπας καὶ οἱ σὺν αὐτῷ. | |
6 | Ταῦτα εἰσὶ τὰ ὀνόματα τῶν προχειρισθέντων διακόνων. αʹ. Στέφανος ὁ πρωτομάρτυς. βʹ. Φίλιππος. γʹ. Πρόχωρος. δʹ. Νικάνωρ. εʹ. Τίμων. ϛʹ. Παρμενᾶς. ζʹ. καὶ Νικόλαος. | |
10 | Τῶν δὲ οʹ οἱ πρόκριτοί εἰσιν οὗτοι; Παῦλος, Μάρκος, Λουκᾶς, Τίτος, Κανδάκης ὁ εὐνοῦχος, Ἰωάννης βαπτιστής. | |
13 | Δεῖ γινώσκειν τὸ πῶς συνεγράφησαν τὰ δʹ εὐαγγέλια. | |
Ὅτι μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ | 128 | |
129 | τὸ κατὰ Ματθαῖον μετὰ ἔτη ηʹ, τὸ κατὰ Μάρκον μετὰ ἔτη ιβʹ, τὸ κατὰ Ἰωάννην μετὰ ἔτη λʹ ἐπὶ Δομετιανοῦ τοῦ βασι‐ λέως, τὸ κατὰ Λουκᾶν μετὰ ἔτη ιεʹ. | |
6 | Τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἑβραΐδι διαλέκτῳ γραφὲν ὑπ’ αὐτοῦ ἐν Ἱερουσαλὴμ ἐξεδώθη, ἑρμηνεύθη δὲ ὑπὸ Ἰωάννου. Τὸ κατὰ Μάρκον ὑπηγορεύθη ὑπὸ Πέτρου ἐν Ῥώμῃ. [Τὸ κατὰ Λουκᾶν ὑπηγορεύθη ὑπὸ Παύλου ἐν τῇ Ῥώμῃ.] | |
10 | Τὸ κατὰ Ἰωάννην ἐν τοῖς χρόνοις Τραιανοῦ ὑπηγορεύθη ὑπὸ Ἰωάννου αὐτοῦ ἐπὶ Κομόδου, ἐν Πάτμῳ τῇ νήσῳ ἐγράφη. Τοῦ δὲ κατὰ Λουκᾶν ὑπὸ Λουκᾶ μαθητοῦ ὑπάρχοντος τοῦ ἀποστόλου Παύλου, οὗ μνημονεύων ὁ αὐτὸς ἀπόστολος | |
15 | ἔν τινι ἐπιστολῇ γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἀγαπη‐ τὸς ἰατρός, καὶ τὰς πράξεις δὲ τῶν ἁγίων ἀποστόλων ὁ αὐτὸς εὐαγγελιστὴς συνεγράψατο. Οὔτε πλείονα τῶν ἀριθμῶν, οὔτε ἐλάττονα ἐνδέχεται αὐτὰ γενέσθαι. | |
20 | Τὸ μὲν γὰρ κατὰ Ἰωάννην εὐαγγέλιον τὴν ἀπὸ τοῦ πα‐ | |
τρὸς ἡγεμωνικὴν αὐτοῦ καὶ πρακτικὴν καὶ ἔνδοξον γενεὰν | 129 | |
130 | διηγεῖται· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, πάντα δι’ αὐτοῦ ἐγένετο· διὰ τοῦτο εἰς ὁμοίωμα ἀετοῦ. Τὸ δὲ κατὰ Λουκᾶν ἅτε ἀπὸ ἱερατικοῦ χαρακτῆρος ὑπάρ‐ | |
5 | χων ἀπὸ Ζαχαρίου ἤρξατο τοῦ ἱερέως λέγων· ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου, τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβία, ἐπειδὴ κατὰ τὴν πα‐ λαιὰν τοῦ νόμου παράδοσιν οἱ ἱερεῖς ταύρους ἐκόμιζον· διὰ τοῦτο καὶ τὸ εἶδος αὐτοῦ ὡς μοσχόμορφον ἀνιστορίζεται. | |
10 | Ματθαῖος δὲ τὴν κατὰ ἄνθρωπον αὐτοῦ γένεσιν ἐξη‐ γεῖται, βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, καὶ πάλιν τοῦ δὲ Ἰησοῦ Χριστοῦ γέννησις οὕτως ἦν, ὅθεν καὶ ἀνθρωπόμορφον αὐτοῦ τὸ εὐαγγέλιον ἐξεικονίζεται. Μάρκος δὲ ἀπὸ τοῦ προφητικοῦ πνεύματος τοῦ ἐξ ὕψους | |
15 | ἐπιόντος ἐν τοῖς οὐρανοῖς τὴν ἀρχὴν ἐποιήσατο, ἀρχὴν λέγων τοῦ εὐαγγελίου, καθὼς γέγραπται ἐν τοῖς προφήταις· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, τὴν προφητικὴν εἰκόνα τοῦ εὐαγγε‐ λίου, διὰ τοῦτο δεικνὺς καὶ τὴν ἐν τῇ ἐρήμῳ τοῦ λέοντος ἀνιστορίζων εἰκόνα· [ἁγία τριὰς ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς | |
20 | τῇ χάριτί σου]. | |
22 | Μάρκος ὁ εὐαγγελιστής, ἐπίσκοπος Ἀλεξανδρέων. Λου‐ κᾶς ὁ εὐαγγελιστής, οὗτοι οἱ δ’ ἐκ τῶν οʹ τυγχάνουσιν δια‐ σκορπισθέντες ἐπὶ τῷ κηρύγματι ᾧ εἶπεν ὁ κύριος· ἐὰν μή τις | |
25 | οὐ φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι | 130 |
131 | μου ἄξιος. Ἀλλ’ ὁ μὲν διὰ Πέτρου, ὁ δὲ διὰ Παύλου πά‐ λιν ἐπανακάμψαντες πρὸς κύριον εὐαγγελίσασθαι καταξιοῦνται ὑπὲρ οὗ καὶ ἐμαρτύρησαν, ὁ μὲν πυρποληθείς, ὁ δὲ σταυ‐ | |
ρωθεὶς ἐπὶ ἐλαίας. | 131 |