TLG 2021 040 :: EPIPHANIUS :: De mensuris et ponderibus (ap. Chronicon paschale) (excerptum Graecum 7)

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

De mensuris et ponderibus (ap. Chronicon paschale) (excerptum Graecum 7)

Citation: Volume — page — (line)

92

.

617

(20)

Ἀκύλας ἐγνωρίζετο, ὃς ἦν πενθερὸς Ἀδρια‐ νοῦ τοῦ βασιλέως. Ἦν δὲ Ἕλλην, ὡς Ἀδριανὸς, ἀπὸ Σινώπης τοῦ Πόντου ὁρμώμενος, ὕστερον δὲ ἐβαπτί‐ σθη, πεισθεὶς ὑπὸ τῶν ἀποστόλων. Ἦν δὲ καὶ ἀστρο‐ νόμος, καὶ ἐγκαλούμενος περὶ τούτου ἀπὸ τῶν τῆς
25Ἐκκλησίας, καὶ μὴ πεισθεὶς, μετέπειτα τὰ Χριστια‐ νῶν ἀθετήσας, προσηλυτεύει τε Ἰουδαίοις καὶ περιτέμνεται Ἰουδαῖος, καὶ ἐμπόνως μαθὼν τὴν αὐτῶν διάλεκτον καὶ τὰ στοιχεῖα ἑρμηνείαν ἑαυτῷ ἑρμήνευσεν οὐκ ὀρθῷ λογισμῷ, ἀλλ’ ὅπως διαστρέψῃ
30τινὰ τῶν ῥητῶν.617

92

.

644

(14)

Ἐπὶ τῶν προκειμένων ὑπάτων Θεοδοτίων τις
15τοῦ Πόντου ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρε‐ σιάρχου τοῦ ἀπ’ αὐτῆς Σινώπης ὁρμωμένου, καὶ αὐ‐ τὸς μηνίων τῇ αὐτοῦ αἱρέσει καὶ εἰς Ἰου‐ δαϊσμὸν ἐκκλίνας καὶ τὰ αὐτῶν στοιχεῖα καὶ γλῶσσαν μαθὼν, ἰδίως καὶ αὐτὸς ἐξέδωκεν τὰ πλεῖστα τοῖς οβʹ
20ἑρμηνευταῖς συνᾴδοντα644

92

.

652

(16)

Ἐν τοῖς χρόνοις τούτοις Σύμμαχός τις Σα‐ μαρείτης, τῶν παρ’ αὐτοῖς σοφῶν, μὴ τιμηθεὶς ὑπὸ τοῦ ἰδίου ἔθνους, νοσήσας φιλαρχίαν καὶ ἀγα‐ νακτήσας κατὰ τῆς ἰδίας φυλῆς, προσέρχεται Ἰου‐
20δαίοις καὶ προσηλυτεύει καὶ περιτέμνεται δευτέραν περιτομήν. Οὗτος τοίνυν πρὸς διαστροφὴν τῶν παρὰ Σαμαρείταις ἑρμηνειῶν ἑρμηνεύσας τὴν τρίτην
ἐξέδωκεν ἑρμηνείαν.652