TLG 2021 037 :: EPIPHANIUS :: De mensuris et ponderibus (excerptum Graecum 3)

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

De mensuris et ponderibus (excerptum Graecum 3)

Source: Sakkelion, J. (ed.), Πατμιακὴ βιβλιοθήκη. Athens: Papageorgios, 1890: 131–133.

Citation: Page — (line)

131

(15t)

Τοῦ ἁγίου Ἐπιφανίου περὶ μέτρων καὶ σταθμῶν.
16 Κόρος σίτου μόδιοι λʹ, ὃ κέκληται χώρ. Χὼρ λέγεται ἀπὸ τοῦ τῶν βουνῶν ὑπο‐ θέσεως (οὕτω)· χωρία γὰρ καλεῖται βουνός· [βουνισθέντες γὰρ οἱ λʹ μόδιοι φορτίον ποι‐ οῦσι καμήλου]. Θεκὲλ [γρ. Λεθὲκ] κριθῆς μόδιοι ιεʹ, ὃ καλεῖται ἔπαρμα. Κάδος ἐλαίου ἐστὶ ξέστων νʹ. Ἔστι δὲ τοῦτο τῆς τοῦ ἐλαιοτρίπτου ἐργασίας. Μνάσις [γρ.
20Μνασίς] ἐστι μοδίων ιʹ σίτου ἢ κριθῆς μέτρων [γρ. μέτρον]. Σάτον ἐστὶ μόδιον κου‐ μουλάτον, ὡς εἶναι μόδιον αʹ καὶ τέταρτον, ὑγροῦ δὲ ξέστων νʹ. Γόμορ μικρὸν μοδίων ιβʹ, ξέστων νʹ. Μέδιμνον μόδιοι εʹ, ὡς εἶναι μόδια δʹ μέτρου ξέστων κβʹ, ἄλλο δὲ ϛʹ. Χοῖνιξ καὶ οἰφὶ ταὐτόν ἐστιν· ἔστι δὲ μέτρον ξέστων βʹ καὶ ἡμίσεως καὶ ποστημό‐ ριον, ὅ ἐστι τῶν δύο δρακῶν τῆς χειρὸς τὸ μέτρον. Ἀρτάβη ἐστὶ ξέστων οβʹ μέτρον
25τέλειον. Τρία μέτρα σεμιδάλεως. Ἕκαστον μέτρον γόμορ εἶχε· τὸ δὲ γόμορ δέκα‐ τόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτάβης, τουτέστι ξέστων ζʹ καὶ εʹ (πέμπτου). Τρία κάνα χονδρίτου. Τὰ κάνα κανισκέλια καλεῖ. Χονδρίτου δέ ἐστιν εἶδος σίτου εἰς δύο τεμνόμενον. Νέβελ οἴνου μέτρον ξέστων ρνʹ, ομυεῖ (οὕτω) ὑγροῦ τρία σάτα. Κοτύλη ἥμισυ ξέστου ὑπάρχει· ἐκεῖθεν οἱ πωλοῦντες οἶνον ἢ ἔλαιον κοτυλισταὶ καλοῦνται.
30Τρυβλίον τὴν μὲν πλάσιν ἐστὶν ὀξύβαφον, εἴτ’ οὖν παροψίς, χωρεῖ δὲ ξέστου τὸ ἥμισυ. Ἀπόρυμα [γρ. Ἀπόῤῥυμα] τὸ ἥμισυ τοῦ σαϊτοῦ ἔχει· τὸ δὲ Σαϊτὸν κβʹ ξέστων ἐστίν. Ἔστιν ἐν τύπῳ κεραμίῳ [ἴς. κεραμίου]. Σαφιθά ἐστι μέτρον ξέστων κβʹ παρά τισι, καὶ παρ’ ἄλλοις ιηʹ καὶ κδʹ. Ἲν τὸ μέγα ξέστων ιηʹ, τὸ δὲ ἅγιον θʹ. Καμψάκης ὕδατος ξέστων δʹ. Χοῦς, ὅ ἐστι χουζά, τὸ μὲν μέγα ξέστων ηʹ, τὸ δὲ ἅγιον ξέστων ϛʹ. Ἀλά‐
35βαστρον μύρου. Ἀλάβαστρον βισσίν ἐστι στρογγυλοειδὲς χωροῦν λίτραν μίαν, ἤγουν131

132

ἠμίναν. Σίκλον. Τὸ σίκλον ἐστὶ τὸ τέταρτον τῆς ὀγκίας, ὅπερ ἐστὶ νόμισμα αʹ καὶ ἥμισυ. Μεδεκὼμ λέγει τοὺς κυάθους· τὰς δὲ μασμαρὼθ λέγει τοὺς διϋλιστῆρας, ἤτ’ [ἴς. εἴτ’] οὖν ἰθμοὺς [γρ. ἠθμούς]. Κύαθος, πῇ μὲν εἰς ἁπλοῦν ποτήριον, ὅ ἐστι ξέστων ϛʹ· πῇ δὲ εἰς τριπλοῦν, ὅ ἐστι γʹ. Ἀντληντήριον [γρ. Ἀντλητήριον] δέ ἐστιν ἀπὸ
5κεραμίου, ἀντλοῦν διακαρᾶς [γρ. διὰ μακρᾶς] λαβῆς. Κύαθος ἔχει ὀγκίαν αʹ· ὁ δὲ τοῦ ἐλαίου ὀγκίαν αʹ καὶ ἡμίσειαν· ὁ δὲ τοῦ οἴνου ὀγκίαν αʹ καὶ ἡμίσειαν ϛʹ· ὁ δὲ τοῦ μέλιτος ὀγκίαν αʹ καὶ ἡμίσειαν. Γόμορ τὸ μέγα καὶ ὁ [ἴς. ὁ καὶ] λεθέκ· λεθὲκ δὲ ὡς ἐν τῷ προφήτῃ Ὠσκὲ εἴρηται [Γʹ, 2]: «Ἐμισθωσάμην ἐμαυτῷ λεκὲθ [γρ. λεθὲκ] κριθῶν». Ἐν ἄλλοις δὲ ἀντιγράφοις λέγει: «Γομὸρ κριθῶν». Τὸ οὖν αὐτό ἐστι· ιεʹ γὰρ
10μόδιοι σημαίνονται». Δραχμὴ καὶ γράμματα γʹ. Δρὰξ ἀλεύρου. Δρὰξ χειρὸς ἡ κρά‐ τησις γίνεται. Ἲν τὸ μέγα ξέστων ιηʹ, τὸ δὲ ἅγιον ξέστων θʹ. Κάβος σίτου ξέστων εʹ καὶ ἡμίσεως. Μετρίτης [γρ. Μετρητὴς] ξέστων οβʹ.
13tΠερὶ σταθμῶν.
14Ἀργύρια τὰ καὶ χαλκᾶ σταθμίζουσι γράμματα γʹ. Ἄργυροςτέλειος λίτρας
15ρʹ. Ἀργυροῦς καὶ μνᾶ καὶ μάνησόγκιαι [ἀνάγν. μάνης ὀγκίαι] κʹ, ὃ γίνεται λίτρα αʹ, οὐγκίαι ηʹ. Ἀμφορεὺς ξέστων κδʹ. Ἀσσάριον σταθμὸς γραμμάτων ϛʹ. Ἀσσά‐ ριον καλεῖται λεπτῶν ξʹ. Βαλλάντιον ὃ καὶ φόλις [γρ. φόλλις], δηναρίων σνʹ γίνε‐ ται, λιτρῶν τιβʹ καὶ ἡμισείας. Δηνάριον σταθμίζει λίτραν αʹ, ὀγκίας γʹ. Δίδραχμον ἅγιον γραμμάτων ϛʹ. Κοδράντης, νοῦμος ἄγων γράμματα ϛʹ. Λεπτὸν σατὸν ἄγει
20γράμματα γʹ. Λεπτόν ἐστι σταθμίον ὀγκίας τὸ τέταρτον, περὶ οὗ ὁ Κύριος λέγει [Ματθ. ιʹ, 29]: «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται;». Ἀσσὰρ δὲ ἑβραϊστὶ ἐλαττούμενον καλεῖται. Μιλιαρίσιον καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργυρίου ἄγει ὀγκίας ιʹ. Νόμι‐ σμα λιτρῶν ρκεʹ. Νόμισμα ἄλλο γραμμάτων γʹ. Νουμμὸν [γρ. Νοῦμμον]. Νουμᾶς τις βασιλεὺς Ῥωμαίων ἐποίησε, καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη. Ὀβολὸς ὁ οὐκ ἐξ
25ἀργυρίου, ἀλλὰ ἀπὸ σιδήρου πεποιημένος ἄγει γράμματα γʹ. Ὀβολὸς ὁ ἐξ ἀργυρίον ἄγει γράμματα γʹ. Ὁλκὴ ἄγει γράμματα γʹ. Ὁ σίκλοςἅγιος, ὅ ἐστι γράμματα ιβʹ. Στατὴρ ἄγει γράμματα ιβʹ. Φόλις καὶ βαλλάντιον [γρ. Φόλλις] ἄγει ἀργύρους βʹ καὶ ἥμισυν, δηνάρια σνʹ, λίτρας ιβʹ καὶ ἡμίσειαν. Ηὗρον τὸν σίκλον τὸν ἅγιον ἐν τοῖς Ἀριθμοῖς [ιηʹ, 16] οὕτως: «Λυτρώσει, φησί, τὸ πρωτότοκον πέντε σίκλων κατὰ
30τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσιν». Ὀξύβαφον ἔχει ξέστας ηʹ. Χήμη ἔχει ξέστας μηʹ. Κοχλιάριον ἔχει ξέστας οβʹ. Δεικνύει τὸν σίκλον τεσσάρων ὀβολῶν. Ὁ ὀβολὸς ἄγει γράμματα γʹ. Ἔστιν οὖν ὁ σίκλοςἅγιος γραμμάτων ιβʹ, καὶ ὁ βασιλι‐ κὸς γραμμάτων ϛʹ. Τὸ δηνάριον ἑξήκοντα ἀσσαρίων ὑπῆρχεν. Ὁ δὲ ἀργυροῦς δη‐ νάρια. Ἀργυροῦς δὲ ἐτυπώθη ἀπ’ ἀρχῆς νόμισμα, ἐκ δὲ τῶν Ἀσσυρίων ἐφοίτησεν.
35Ἁβραὰμ δὲ εἰς γῆν Χαναάν, φησι [ἴς. φασι], τὸν τύπον τοῦτον ἐνήνοχεν. Δραχμὴ ἡ ἔχουσα γράμματα γʹ. Τὴν τρίχα τοῦ Ἀβεσσαλὼμ ἐν τούτῳ τῷ σίκλῳ ἐστάθμιζον κατὰ
καιρὸν ὅταν ἐκείρετο τὴν κεφαλήν, σίκλους ρκεʹ. Ἔστιν οὖν ὀγκίαι τριάκοντα καὶ132

133

μία, γράμματα ϛʹ· τῷ σίκλῳ τῷ βασιλικῷ γίνονται λίτρα αʹ γράμματα γʹ. Ὁ σίκλοςἅγιός ἐστιν ὀβολῶν δʹ, γραμμάτων ιʹ· ὁ δὲ ὀβολὸς ἄγει γράμματα γʹ. Τὸν σταθμὸν δὲ ἐν ἀργυρίοις ποτὲ ἐτυποῦντο· οὐκ ἐξ ἀργύρου δὲ [ἦν;] πεποιημένος, ἀλλὰ ἀπὸ σιδή‐ ρου· ὀβολὸς οὖν· τοῦτο ἦν. Μνᾶ ἀντὶ τοῦ μάνη· τὸ μὲν γὰρ τῇ ἑβραΐδι μάνη ὁ ἄργυρος
5καλεῖται· ἡ δὲ μνᾶ ἡ ἰταλικὴ τεσσαράκοντα· στατήρ ἐστι [γρ. τεσσαράκοντα στατήρων
ἐστί], τουτέστι ὀγκιῶν κʹ, λίτρας αʹ ὀγκιῶν ηʹ.133