TLG 2021 036 :: EPIPHANIUS :: De mensuris et ponderibus (excerptum Graecum 2)

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

De mensuris et ponderibus (excerptum Graecum 2)

Source: de Lagarde, P. (ed.), Symmicta I. Göttingen: Dieterich, 1877: 223–225.

Citation: (Line)

1tΤοῦ ἁγίου Ἐπιφανίου περὶ μέτρων καὶ σταθμῶν.
2 Κόρος σίτου μόδια τριάκοντα, ὃ λέγεται χώρ· χὼρ λέγεται ἀπὸ τῆς τῶν βουνῶν ὑποθέσεως· χωρίαι γὰρ καλοῦνται οἱ βουνοί. Μέδιμνον μόδια πέντε, ὡς εἶναι μόδια τέσσαρα μέτρων
5ξεστῶν εἴκοσι καὶ δύο. Φακὲλ κριθῆς μόδιοι δέκα πέντε, ὃ καλεῖται ἔπαρμα. Κάδος ἐλαίου ξεστῶν πεντήκοντα. ἔστι δὲ τοῦτο τοῦ ἐλαιοτρίπτου ἐργασίας. Βάτον ἐστὶ μόδια κουμουλᾶτα ὡς εἶναι μόδιον ἕν. δι’ ὑγρῶν δὲ ξεστῶν πεντήκοντα. Ἀρτάβη ἐστὶ ξεστῶν ἑβδομήκοντα δύο. Μέτρον τέλειον. Τρία μέτρα
10σεμιδάλεος. ἕκαστον μέτρον γόμορον εἶχε. τὸ δὲ γόμορον δέ‐ κατόν ἐστι τοῦ μεγάλου μέτρου τῆς ἀρτάβης, τοῦτ’ ἐστὶ ξεστῶν ἑπτὰ καὶ πέμπτον. Τρία κανᾶ χονδρίτου ἢ χόνδρου. τὰ κανᾶ κανισκέλια καλεῖ. χονδρίτου δὲ ἐστὶν εἶδος σίτου εἰς δύο τεμ‐ νόμενον. Νέβελ οἴνου μέτρον ξεστῶν ἑκατὸν πεντήκοντα. Κο‐
15τύλη ἥμισυ ξέστου ὑπάρχει. κἀκεῖθεν οἱ πωλοῦντες οἶνον ἢ ἔλαιον κοτυλισταὶ λέγονται ἤγουν κέκληνται. Τρυβλίον τὴν μὲν πλάσιν ἐστὶν ὀξυβαφὶν ἢ ὀξύβαφον εἴτουν παροψίς. χωρεῖ δὲ ξέστου τὸ ἥμισυ. Ἀπόρρυμα τὸ ἥμισυ τοῦ σαϊτοῦ ἔχει. τὸ δὲ σαϊτὸν εἴκοσι καὶ δύο ξεστῶν ἐστίν. ἔστι δὲ ἐν τύλῳ κεραμίῳ.
20Σαφιθά ἐστι μέτρον ξεστῶν εἴκοσι καὶ δύο παρὰ τισί. καὶ παρ’ ἄλλοις δέκα καὶ ὀκτώ· τὸ δὲ ἅγιον ἐννέα. Καμψάκης ὕδατος ξεστῶν τεσσάρων. Χοῦς ἐστὶ χουζᾶ, τὸ μὲν μέγα ξεστῶν εἴκοσι καὶ ὀκτώ, τὸ δὲ ἅγιον ξεστῶν ἕξ. Ἀλάβαστρον μύρου. ἀλάβα‐
στρον βισσίν ἐστι στρογγυλοειδές, χωροῦν λίτραν μίαν ἤγουν μίναν.223
25Σίκλον. τὸ σίκλον ἐστὶ τὸ τέταρτον τῆς οὐγγίας, ὅπερ ἐστὶ νό‐ μισμα ἓν ἥμισυ. Μεδὼκ λέγει τοὺς κυάθους. τὰ δὲ μασμαρὼδ λέγει τοὺς διυλιστῆρας. Κύαθος πῆ μὲν εἰς ἁπλοῦν ποτήριον, ὅ ἐστι ξέστου ἑνός, πῆ δὲ εἰς τριπλοῦν, ὅ ἐστι ξεστῶν τριῶν. ἀντλητήριον δὲ ἔστιν ἀπὸ κεραμίου ἀντλοῦν διὰ μακρᾶς λαβῆς.
30κύαθος ἔχει οὐγγίαν μίαν, ὁ δὲ τοῦ ἐλαίου οὐγγίαν μίαν ἥμισυ, ὁ δὲ τοῦ οἴνου οὐγγίαν μίαν καὶ ἕκτον, ὁ δὲ τοῦ μέλιτος οὐγγίας δύο ἥμισυ. Γομὸρ τὸ μέγα, ὃ καὶ λεθέκ. λεθὲκ δέ, ὡς ἐν τῷ προφήτῃ Ὠσηὲ εἴρηται „ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν“. τὸ οὖν αὐτό ἐστι. δέκα καὶ πέντε γὰρ μόδιοι σημαίνονται. Δραχμὴ
35γράμματα γ. Δρὰξ ἀλεύρου. δρὰξ χειρὸς ἡ κράτησις. Εἲν τὸ μέγα, ξεστῶν δέκα καὶ ὀκτώ. τὸ δὲ ἅγιον ξεστῶν πέντε ἥμισυ, μετρητῶν ξεστῶν ἑβδομήκοντα δύο. Ἀργύρια καὶ τὰ χαλκᾶ σταθμίας γραμμάτων τριῶν. ἄργυρος τέλειος λίτραις ἑκατόν. ἀργυροῦς καὶ μνᾶ καὶ μάνης οὐγγίαι εἴκοσιν, ὃ γίνεται λίτρα
40μία οὐγγίαι ὀκτώ. Ἀμφορεὺς ξεστῶν εἴκοσι τεσσάρων. Δύο ἀσσαρίων, λεπτά. ἓν ἀσσάριον σταθμοὶ γραμμάτων ἕξ. Τρία βαλάντια, ὃ καὶ φόλοι, δηναρίων διακοσίων πεντήκοντα, γίνον‐ ται λίτραι τριακόσιαι δώδεκα. Δηνάριον σταθμίζει λίτραν μίαν οὐγγίας τρεῖς. Δίδραχμον γραμμάτων ἕξ. Λεπτὸν σάτον ἄγει
45γράμματα τρία. λεπτόν ἐστι σταθμίον οὐγγίας τὸ τέταρτον. ἀσὰρ γὰρ ἑβραϊκόν ἐστι, καὶ ἐλαττούμενον καλεῖται ἀσάριον, περὶ οὗ ὁ κύριος λέγει „οὐχὶ δύο στρουθία ἀσαρίου πωλεῖται;“. Μιλ‐ λιαρίσιον καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργυροῦ ἄγει οὐγγίας δέκα. Νόμισμα λίτραι ἑκατὸν εἴκοσι πέντε. νόμισμα ἄλλων γραμ‐

(50)

μάτων. Νοῦμμον. Νουμᾶς τις βασιλεὺς Ῥωμαίων ἐποίησε, καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη. Ὀβολὸς ὁ οὐκ ἐξ ἀργυρίου, ἀλλ’ ἀπὸ σιδήρου πεποιημένος ἄγει γράμματα τρία. ὀβολὸς ὁ ἐξ ἀργυρίου ἄγει γράμματα τρία. Ὁλκὴ ἄγει γράμματα δύο. Σίκλος ἅγιος ἄγει γράμματα δώδεκα. Στατὴρ ἄγει γράμματα
55δώδεκα. Φόλης καὶ βαλάντιον ἔχει ἀργυροῦς δύο ἥμισυ. Δη‐ νάρια διακόσια πεντήκοντα λίτραι. Νυρον τὸν σίκλον τὸν ἅγιον
ἐν τοῖς ἀριθμοῖς οὕτως λιτρῶν δέκα πέντε φησι τὸν πρωτό‐ τοκόν σου πέντε σίκλων“ κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσι. Ὀξύβαφον ἔχει ξέστας ὀκτώ. Κοχλιάριον ἔχει ξέστας ἑβδομή‐224
60κοντα δύο. δεικνύει τὸν σίκλον τεττάρων ὀβολῶν. ὁ ὀβολὸς ἄγει γράμματα τρία. ἔστιν οὖν ὁ σίκλος ὁ ἅγιος γραμμάτων ἓξ καὶ ὁ βασιλικὸς ἕξ. Δηνάριον ἑξήκοντα ἀσσάρια ὑπῆρχεν, ὁ δὲ ἀργυροῦς δηνάρια. Ὁ ἀργυροῦς ἐτυπώθη ἐξ Ἀρχι‐ νόου ἐκ δὲ τῶν ἀσσαρίων ἐφοίτησεν Ἀβραὰμ εἰς γῆν Χαναάν,
65φησί, τὸν τύπον τοῦτον ἐνήνοχε. Δραχμὴν γράμματα τρία φα‐ σὶν ἔχειν. τὴν τρίχα τοῦ Ἀβεσαλὼμ ἐν τούτῳ τῷ σίκλῳ ἐστάθ‐ μιζον κατὰ τὸν καιρὸν ὅταν ἐκείρετο τὴν κεφαλήν, σίκλους ἑκα‐
τὸν εἴκοσι πέντε.225