TLG 2021 033 :: EPIPHANIUS :: De mensuris et ponderibus EPIPHANIUS Scr. Eccl., Episcopus De mensuris et ponderibus Citation: (Line) | ||
t1 | Τὸ «Περὶ μέτρων καὶ σταθμῶν» ἔργον | |
---|---|---|
t2 | Ἐπιφανίου τοῦ Σαλαμῖνος | |
1 | Εἴ τις ἐθέλει τῶν ἐν ταῖς θείαις γραφαῖς εἰδέναι τὰ πρὸς πολυπει‐ ρίαν μέρη, λέγω δὴ περὶ μέτρων καὶ σταθμῶν, τούτῳ τῷ ὑπομνηστικῷ ἐν‐ τυγχάνειν μὴ κατοκνείτω. Καὶ πρῶτον μὲν δεῖ εἰδέναι τὸν φιλόλογον, πόσα τυγχάνει ἐν ταῖς προφητείαις μέρη. Εἰς δέκα γὰρ διῄρηνται θεωρίας αἱ προ‐ | |
5 | φητεῖαι, οὕτω περιέχουσαι διδασκαλίας, θεωρίας, προτροπάς, ἐλέγχους,
ἀπειλάς, ὀλοφυρμούς, θρήνους, εὐχάς, ἱστορίας, προρρήσεις. Παράκεινται
δὲ ταῖς αὐταῖς προφητείαις σημεῖα ταῦτα· | |
10 | ἐπαγγελιῶν τοῦ προτέρου λαοῦ. | |
Ἐπειδὴ δέ τινες κατὰ προσῳδίαν ἔστιξαν τὰς γραφὰς καὶ περὶ τῆς προσῳδίας τάδε· ὀξεῖα ´, βαρεῖα `, περισπωμένη ῀, μακρά –, βραχεῖα ⏑, δασεῖα ʽ, ψιλή ʼ, ἀπόστροφος ’, ὑφέν ͜, ὑποδιαστολή ⸒. Περὶ ἀστερίσκου καὶ ὀβελοῦ | 157 | |
15 | καὶ λιμνίσκου καὶ ὑπολιμνίσκου ἤγουν τῶν ἐν ταῖς θείαις γραφαῖς σημείων. Ὁ ἀστερίσκος οὗτος ※, ἔνθα παράκειται, σημαίνει τὸ ἐμφερόμενον ῥῆμα ἐν τῷ ἑβραϊκῷ κεῖσθαι καὶ ἐμφέρεσθαι παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ, σπανίως δὲ καὶ παρὰ Θεοδοτίωνι· οἱ δὲ ἑβδομήκοντα δύο ἑρμηνευταὶ παρῆκαν καὶ οὐχ ἡρμήνευσαν, ὡς δισσολογουμένων τῶν τοιούτων λογίων καὶ ὡς ἐκ περισ‐ | |
20 | σοῦ ἀναγινωσκομένων. Εἰς παράστασιν δὲ τῶν εἰρημένων λεκτέον διὰ βραχείας λέξεως εἰς τὸ ἀπὸ τῆς μιᾶς λέξεως περὶ τῶν λοιπῶν σε γνῶναι. Κεῖται ἐν ἀρχῇ τῆς Γενέσεως «οὐαεεεὶ Ἀδὰμ σαλωεὶμ σανᾶ οὐαθεσὰ μηὼθ σανᾶ», ὃ ἑρμηνεύεται, ὡς καὶ Ἀκύλας ἠκολούθησε, «καὶ ἔζησεν Ἀδὰμ τριά‐ κοντα ἔτος καὶ ἐνακόσια ἔτος». Ὅθεν οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ ἐξ | |
25 | Ἑβραίων ὁρμώμενοι καὶ ἐξ ἁπαλῶν ὀνύχων τήν τε τῶν Ἑβραίων, οὐ μὴν ἀλλὰ καὶ τῶν Ἑλλήνων ἀκριβῶς πεπαιδευμένοι φωνήν, οὐ μόνον τὴν ἐκ τῆς ἑβραΐδος εἰς ἑλληνίδα ἡρμήνευσαν γραφήν, ἀλλὰ καὶ τὴν ἐν τῇ ἑβραΐ‐ δι διὰ δισσολογίας ἐκφωνουμένην διάλεκτον τῇ τρανότητι ἑρμηνεύσαντες παρήγαγον. Καὶ ἀντὶ τοῦ εἰς δύο τόπους κεῖσθαι τὸ ὄνομα τοῦ ἔτους ἑνὶ τόπῳ | |
30 | χρησάμενοι τὴν δοκοῦσαν εἶναι βόμβησιν εἰς λειότητα μετέβαλον φήσαν‐ τες «ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη», οὔτε ἐλλιπές τι ποιή‐ σαντες τῷ λόγῳ, ἀλλὰ καὶ εἰς τρανότητα κατέστησαν τὴν ἀνάγνωσιν, ὅπερ | |
ἐν μὲν τῇ ἑβραΐδι οὐ δύναται διὰ τῆς συντομίας λέγεσθαι οὕτως, ὡς οἱ ἑβδο‐ μήκοντα δύο λέγουσιν, ὅτι «ἔζησεν Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη», | 158 | |
35 | οὔτε ἐν τῇ ἑλληνίδι, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἐξ ἐπιπολῆς λέγων «ἔζησεν Ἀδὰμ ἐνακόσια ἔτος καὶ τριάκοντα ἔτος». Ὁρᾷς γάρ, ὦ φιλόλογε, ὡς ἀπρέ‐ πειαν παρέχει τῷ λόγῳ, οὐ τῇ τρανότητι τοῦ λόγου προσέχων, ἀλλὰ τῇ τῆς δευτερολογίας ἀκριβείᾳ. Καὶ ἔδοξε τοῦτό τισι παρὰ μὲν τοῖς ἑβδομήκον‐ τα δύο ἐλλιπῶς κεῖσθαι, παρὰ δὲ Ἀκύλᾳ καὶ Συμμάχῳ καὶ ἄλλαις ἐκδόσε‐ | |
40 | σιν ἀνελλιπῶς ἡρμηνεῦσθαι, ὅπερ οὐδὲ παρὰ τοῖς ἑβδομήκοντα δύο ἐνέ‐ λιπεν, ἀλλὰ καὶ ὑπὸ τῶν περὶ Ἀκύλαν μετὰ καὶ τῆς κακοφωνίας περισσῶς κεῖται ἐν δυσὶ τόποις ἀνθ’ ἑνός, τουτέστιν ἀντὶ τοῦ ἔτη ἔτος καὶ ἔτος. Διὰ τοῦτο ἐν ἑνὶ τόπῳ τὸ τοῦ ἔτους ὄνομα οἱ ἑβδομήκοντα δύο παρέλιπον. Ἐλ‐ θόντων δὲ μετ’ ἔπειτα τῶν περὶ Ἀκύλαν καὶ τὰ ὑπὸ τῶν ἑβδομήκοντα δύο | |
45 | παραλειφθέντα ἐκδεδωκότων, ἐδόκουν εἶναι περιττότερα. Ὠριγένης μετὰ ταῦτα ἐλθὼν ἀποκατέστησε μὲν ἑκάστῳ τόπῳ τὸν ἐλλείποντα λόγον, παρέ‐ θετο δὲ αὐτῷ τὸν ἀστερίσκον, οὐχ ὡς χρείας οὔσης τοῦ πάντως ζητηθῆναι τὸν λόγον, περιττὸς γάρ ἐστιν, ἀλλ’ ἵνα μὴ παραλείψῃ Ἰουδαίοις καὶ Σα‐ μαρείταις ἐπιλαμβάνεσθαι τῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις θείων γραφῶν, | |
(50) | μηδενὸς ἐπιληψίμου πράγματος ὑπάρχοντος κατὰ τῆς πίστεως ἐν τοῖς ἀπηστερισμένοις λόγοις· περιττοὶ γάρ εἰσι καὶ δισσολογούμενοι, ὡς ἀπὸ τῆς ἀναγνώσεως ἐδείξαμεν περὶ τοῦ Ἀδὰμ καὶ τῆς αὐτοῦ ζωῆς· ὡς καὶ ἀπὸ τοῦ βραχυτάτου λόγου δυνατόν σε τοῖς λοιποῖς ἐπιστῆναι λόγοις, ἔνθα οἱ ἀστερίσκοι παράκεινται. Ἵνα δὲ καὶ τοῦτο μάθῃς, διὰ τί ἀστερίσκους | |
55 | παρέθετο τοῖς λόγοις τούτοις, ἀφθόνως καὶ τοῦτο λέξομεν. Ἐπίστασαι τοῦ‐ το, ὦ ἀκροατά, ὅτι ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οἱ ἀστέρες εἰσί, κἄν τε | |
ὑπὸ νεφελῶν ἢ ἡλίου καλυφθῶσι. Τούτῳ τῷ νοήματι ὁ τοὺς ἀστερίσκους παραθεὶς ἐποίησεν, ἵνα σοι δείξῃ ὅτι οἱ λόγοι, οἷς παράκεινται οἱ ἀστερί‐ σκοι, πεπήγασι μὲν ἐν ταῖς ἑβραϊκαῖς λέξεσιν, ὡς οἱ ἀστέρες ἐν τῷ στερεώ‐ | 159 | |
60 | ματι τοῦ οὐρανοῦ, ἐκαλύφθησαν δὲ ὑπὸ τῆς τῶν ἑβδομήκοντα δύο ἑρμηνείας, ὡς οἱ ἀστέρες ὑπὸ τῶν νεφελῶν καλύπτονται. Αὕτη ἡ ὑπόθεσις τοῦ ἀστερί‐ σκου. Τοῦ δὲ ὀβελοῦ τὸ διήγημα τοῦτον ἔχει τὸν τρόπον. Ὀβελὸς οὗτός ἐστιν ὁ παρακείμενος →· παραπλησίως γὰρ γράφεται τῇ καλουμένῃ γραμμῇ. | |
65 | Ὀβελὸς δὲ κέκληται κατὰ ἀττικὴν χρῆσιν, ἄλλοις δὲ καλεῖται δόρυ, ὅ ἐστι λόγχη, παρετέθη δὲ ταῖς τῆς θείας γραφῆς λέξεσι ταῖς παρὰ μὲν τοῖς ἑβδο‐ μήκοντα δύο ἑρμηνευταῖς κειμέναις παρὰ δὲ τοῖς περὶ Ἀκύλαν καὶ Σύμμα‐ χον μὴ ἐμφερομέναις. Ἀφ’ ἑαυτῶν γὰρ οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ ταύτας τὰς λέξεις προσέθηκαν, οὐκ εἰς μάτην, ἀλλὰ μᾶλλον εἰς ὠφέλειαν. | |
70 | Ταῖς γὰρ ἐλλιπῶς ἐχούσαις λέξεσι προστεθεικότες εἰς σαφήνειαν τὴν ἀνάγνωσιν παρήγαγον, ὥσθ’ ὑπολαμβάνειν ἡμᾶς οὐκ ἀμοίρους αὐτοὺς γεγε‐ νῆσθαι πνεύματος ἁγίου. Ὧν γὰρ οὐκ ἦν χρεία δισσολογεῖν παρῆκαν· ὅπου δὲ χωλὸν ἐδόκει τὸ ῥῆμα εἶναι εἰς ἑλληνικὴν διάλεκτον μεταφερό‐ μενον, ἐκεῖ τὴν προσθήκην ἐποιήσαντο. Θαυμάσαι δέ ἔστιν ἐπὶ τούτῳ καὶ | |
75 | μὴ τολμᾶν μέμψιν ἐπάγειν, ἀλλὰ μᾶλλον ἔπαινον, ὡς ἐκ βουλῆς Θεοῦ γεγενημένον συνιέναι τὸν εὐλαβῆ. Ἑβδομήκοντα δύο γὰρ ὄντες τὸν ἀρι‐ θμὸν καὶ ἐν τῇ Φαρίᾳ νήσῳ, καλουμένῃ δὲ ἄνω γῇ, ἄντικρυ τῆς Ἀλεξαν‐ δρείας ἐν τριάκοντα καὶ ἓξ οἰκίσκοις, ζυγὴ ζυγὴ κατὰ οἰκίσκον, ἀφ’ ἕωθεν ἕως ἑσπέρας συγκλειόμενοι, καὶ τὸ ἑσπέρας ἐν τριάκοντα ἓξ σκαφιδίοις | |
80 | περαιούμενοι καὶ ἀντιπεραιούμενοι εἰς τὸ τοῦ Πτολεμαίου τοῦ Φιλαδέλ‐ φου παλάτιον καὶ μετ’ αὐτοῦ ἑστιώμενοι καὶ κατὰ ζυγὴν ἐν κοιτῶσι τριά‐ | |
κοντα ἓξ καθεύδοντες εἰς τὸ μὴ συνδυάσαι μετ’ ἀλλήλων ἀλλ’ ἀνοθεύτως ἑρμηνεῦσαι, οὕτω διετέλουν. Τοὺς γὰρ προειρημένους τριάκοντα ἓξ οἰκί‐ σκους ὁ Πτολεμαῖος κατασκευάσας ἐν τῷ πέραν εἰς τὴν νῆσον διπλοῦς τε | 160 | |
85 | αὐτοὺς ποιήσας δύο δύο ἐνέκλεισεν, ὡς ἔφην, καὶ παῖδας δύο ὑπηρετεῖν αὐτοῖς ἅμα ἐνέκλειεν ὀψοποιίας ἕνεκεν καὶ ὑπηρεσίας μετὰ καὶ ταχυγρά‐ φων. Ἀλλ’ οὔτε θυρίδας τοῖς οἰκίσκοις ἐκείνοις ἐκ τῶν τοίχων ἐποίησεν, ἀλλ’ ἄνωθεν ἐκ τῶν δωμάτων τὰς καλουμένας ἀναφωτίδας ἀνέῳξεν. Οἱ δὲ οὕτω διάγοντες ἀπὸ πρωίθεν ἕως ἑσπέρας ὑπὸ κλεῖδα συγκεκλεισμένοι | |
90 | οὕτως ἡρμήνευσαν. Ἑκάστῃ δὲ ζυγῇ βίβλος μία ἐπεδίδοτο, ὡς εἰπεῖν ἡ βί‐ βλος τῆς τοῦ κόσμου Γενέσεως μιᾷ ζυγῇ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ τῇ ἄλλῃ ζυγῇ, 〈τὸ〉 Λευιτικὸν τῇ ἄλλῃ καὶ καθ’ ἑξῆς ἄλλη βίβλος τῇ ἄλλῃ. Καὶ οὕτως αἱ εἴκοσι ἑπτὰ βίβλοι αἱ ῥηταὶ καὶ ἐνδιάθετοι, εἴκοσι δὲ καὶ δύο κατὰ τὴν τοῦ ἀλφαβήτου παρ’ Ἑβραίοις στοιχείωσιν ἀριθμούμεναι ἡρμηνεύθη‐ | |
95 | σαν. Εἴκοσι γὰρ καὶ δύο ἔχουσι στοιχείων ὀνόματα, πέντε δέ εἰσιν ἐξ αὐτῶν διπλούμεναι. Τὸ γὰρ χὰφ ἔστι διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ τὸ φὶ καὶ τὸ σαδέ. Διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται, διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. | |
(100) | Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ’ Ἑβραίοις μία βί‐ βλος. Συνάπτεται ἡ πρώτη τῶν Παραλειπομένων τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Βασιλειῶν τῇ δευτέρᾳ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ τρίτη τῇ τετάρτῃ καὶ λέγεται μία βίβλος. Συνάπτεται ἡ πρώτη τοῦ Ἔσδρα τῇ δευτέρᾳ καὶ γίνεται μία βίβλος. Οὕτως οὖν σύγκειν‐ | |
105 | ται αἱ βίβλοι ἐν πεντατεύχοις τέτταρσι καὶ μένουσιν ἄλλαι δύο ὑστεροῦσαι, ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε μὲν νομικάς, Γένεσιν, Ἔξο‐ δον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον· αὕτη ἡ πεντάτευχος ἡ καὶ νο‐ | |
μοθεσία· πέντε δὲ στιχήρεις· ἡ τοῦ Ἰὼβ βίβλος, εἶτα τὸ Ψαλτήριον, Παροι‐ μίαι Σολομῶντος, Ἐκκλησιαστής, ᾎσμα ᾈσμάτων. Εἶτα ἄλλη πεντάτευ‐ | 161 | |
110 | χος τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα λεγόμενα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦ τοῦ Ναυῆ βίβλος, Κριτῶν μετὰ τῆς Ῥούθ, Παραλειπομένων πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν τρίτη μετὰ τῆς τετάρτης. Αὕτη τρίτη πεντάτευχος. Ἄλλη πεντάτευχος τὸ δωδεκαπρόφητον, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ. Καὶ εἶτα ἐπλη‐ | |
115 | ρώθη ἡ προφητικὴ πεντάτευχος. Ἔμειναν δὲ ἄλλαι δύο, αἵτινές εἰσι τοῦ Ἔσδρα, δύο εἰς μίαν λογιζόμεναι, καὶ ἡ ἄλλη βίβλος ἡ τῆς Ἐσθήρ. Καὶ ἐκπληρώθησαν αἱ εἴκοσι δύο βίβλοι κατὰ τὸν ἀριθμὸν τῶν εἴκοσι δύο στοιχείων παρ’ Ἑβραίοις. Αἱ γὰρ στιχήρεις δύο βίβλοι, ἥ τε τοῦ Σολομῶντος, ἡ Πανάρετος λεγομένη, καὶ ἡ τοῦ Ἰησοῦ τοῦ υἱοῦ Σει‐ | |
120 | ράχ, ἐκγόνου δὲ τοῦ Ἰησοῦ, (ὁ γὰρ πάππος αὐτοῦ Ἰησοῦς ἐκαλεῖτο), τοῦ καὶ τὴν σοφίαν ἑβραϊστὶ γράψαντος, ἣν ὁ ἔκγονος αὐτοῦ Ἰησοῦς ἑρμηνεύ‐ σας ἑλληνιστὶ ἔγραψε. Καὶ αὗται χρήσιμοι μέν εἰσι καὶ ὠφέλιμοι, ἀλλ’ εἰς ἀριθμὸν τῶν ῥητῶν οὐκ ἀναφέρονται. Διὸ οὐδὲ ἐν τῷ ἀαρὼν ἐνετέθησαν, τουτέστιν ἐν τῇ τῆς διαθήκης κιβωτῷ. | |
125 | Ἀλλὰ καὶ ἔτι τοῦτό σε μὴ παρέλθῃ, ὦ φιλόκαλε, ὅτι καὶ τὸ Ψαλτή‐ ριον διεῖλον εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεν‐ τάτευχον. Ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ μίαν ἐλογίσαν‐ το βίβλον ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἄχρι τοῦ ἑβδομηκοστοῦ πρώ‐ του δευτέραν ἡγήσαντο· ἀπὸ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ | |
130 | ὀγδόου τρίτην βίβλον ἐποιήσαντο· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐνάτου ἕως ἑκατοστοῦ πέμπτου τετάρτην ἐποίησαν· ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως τοῦ ἑκατοστοῦ πεντηκοστοῦ τὴν πέμπτην συνέθηκαν. Ἕκαστον γὰρ ψαλμὸν ἔχοντα ἐν τῷ τέλει τὸ εὐλογητὸς Κύριος, γένοιτο, γένοιτο, τέλος εἶναι βιβλίου ἐδικαίωσαν. Εὑρίσκεται δὲ τοῦτο ἔν τε τῷ τεσσαρα‐ | 162 |
135 | κοστῷ καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ καὶ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ καὶ ἐν τῷ ἑκατοστῷ πέμπτῳ. Καὶ ἐπληρώθησαν αἱ τέσσαρες βίβλοι. Ἐν δὲ τῷ τέλει τῆς πέμπτης βίβλου ἀντὶ τοῦ εὐλογητὸς Κύριος γένοιτο γένοιτο τὸ «πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, ἀλληλούια». Οὕτω γὰρ λογι‐ σάμενοι τὴν περὶ τούτου πᾶσαν ὑπόθεσιν ἀνεπλήρωσαν. Αὗται τοίνυν αἱ | |
140 | εἴκοσι καὶ ἑπτὰ εἴκοσι δύο δὲ ἀριθμούμεναι μετὰ καὶ τοῦ Ψαλτηρίου καὶ τῶν ὄντων ἐν τῷ Ἱερεμίᾳ φημὶ δὲ καὶ τῶν Θρήνων καὶ τῶν ἐπιστολῶν Βαρούχ τε καὶ Ἱερεμίου, εἰ καὶ οὐ κεῖνται αἱ ἐπιστολαὶ παρ’ Ἑβραίοις, ἢ μόνον ἡ τῶν Θρήνων τῷ Ἱερεμίᾳ συναφθεῖσα, τὸν τρόπον ὃν εἴπομεν ἡρμηνεύθησαν κατὰ περίοδον ἑκάστῃ ζυγῇ ἑρμηνευτῶν ἐπιδιδόμεναι καὶ | |
145 | ἀπὸ τῆς πρώτης ζυγῆς τῇ δευτέρᾳ καὶ πάλιν ἀπὸ τῆς δευτέρας τῇ τρίτῃ καὶ οὕτω παρῆλθον κυκλεύουσαι ἑκάστη τριακοντάκις καὶ ἑξάκις ἑρμηνευ‐ θεῖσαι, ὡς δ’ ᾄδεται λόγος καὶ αἱ εἴκοσι δύο καὶ ἑβδομήκοντα δύο τῶν ἀποκρύφων. Ὅτε δὲ ἐτελειώθησαν ἐκαθέσθη ὁ βασιλεὺς ἐπὶ θρόνου ὑψηλοῦ καὶ | |
(150) | τριάκοντα ἓξ ἀναγνῶσται καὶ αὐτοὶ ἐκαθέσθησαν ταπεινότερον, ἔχοντες ἑκάστης βίβλου τὰ τριάκοντα ἓξ ἰσότυπα καὶ εἷς ἔχων τῆς βίβλου τῆς ἑβρα‐ | |
ικῆς ἀντίγραφον. Ἑνὸς δὲ ἀναγινώσκοντος ἀναγνώστου καὶ τῶν ἄλλων ἐπε‐ χόντων οὐχ εὑρέθη διαφωνία, ἀλλὰ Θεοῦ θαυμάσιον ἔργον εἰς τὸ γνωσθῆ‐ ναι, ὅτι πνεύματος ἁγίου ἔσχον δωρεὰν ἐκεῖνοι οἱ ἄνδρες ὁμοφωνήσαντες | 163 | |
155 | ἐν τῇ ἑρμηνείᾳ καὶ ὅπου μὲν προσέθεντο λόγον πάντες ὁμοῦ προσέθεντο, ὅπου δὲ ἀφείλοντο πάντες ἐπ’ ἴσης ἀφείλοντο. Καὶ ὧν μὲν ἀφείλοντο οὐκ ἔστι χρεία, ὧν δὲ προσέθεντο ἔστι χρεία. Εἰς δὲ τὸ γενέσθαι σοι σαφὲς τὸ εἰρημένον, ὅτι θαυμαστῶς κατὰ Θεοῦ οἰκονομίαν καὶ ἐκ συμφωνίας πνεύματος ἁγίου συμφώνως ἡρμήνευσαν, καὶ πρὸς ἀλλήλους οὐ διηνέχθη‐ | |
160 | σαν, ὅπως ἂν ἐκ τούτου γνοὺς καὶ πεισθεὶς συναινέσῃς τῷ ἡμετέρῳ λόγῳ παρέξω σοι ἐνταῦθα διὰ μικροῦ λόγου τὴν τούτων ἀπόδειξιν. Ἐν τῷ ἑκα‐ τοστῷ τεσσαρακοστῷ ψαλμῷ ἔκειτο ἐν τῷ ἑβραϊκῷ οὕτως «Ἀδωναῒ ἐλὰχ καριθὶ ἰσμαὴλ ἰεββητὰ ἀκὼλ», ἅ ἐστιν ἑρμηνευόμενα «Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ». Οὐκ ἔχει δὲ τὸ ἑβραϊκὸν «τῆς | |
165 | δεήσεώς μου». Ὅρα οὖν, πῶς χωλὸν εὑρίσκεται. Οἱ δὲ ἑβδομήκοντα δύο ἑρμηνευταὶ προστεθεικότες τὸ «τῆς δεήσεώς μου» ἀχώλαντον ἐποίησαν τὸν στίχον καὶ ἡρμήνευσαν «Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου». Καὶ ὅρα πῶς εὐδιόρθωτος ᾄδεται ὁ ψαλμός. Ἐπίστηθι τοίνυν ἀπὸ τοῦ βραχυτάτου λόγου τοῖς ὁμοίοις αὐτῶν | |
170 | κατὰ τὴν προσθήκην πανταχοῦ ὑπὸ τῶν αὐτῶν ἑρμηνευτῶν κειμένοις, ὅτι καλῶς οἱ λόγοι προσετέθησαν εἰς φράσιν καὶ ὠφέλειαν τῶν μελλόντων ἐθνῶν εἰς τὴν τοῦ Θεοῦ πίστιν ἄγεσθαι καὶ τὴν ἐκ τῶν θείων λόγων τῆς πα‐ λαιᾶς καὶ νέας διαθήκης κτᾶσθαι ζωῆς κληρονομίαν. | |
Τῷ δ’ αὐτῷ τρόπῳ ὁ Ὠριγένης καλῶς ποιῶν, ὡς περὶ τοῦ ἀστερίσκου | 164 | |
175 | ἐποίησεν, οὕτως καὶ περὶ τοῦ ὀβελοῦ τὴν σημείωσιν ἐποιήσατο. Εἴθε οὖν καὶ τὰ ἄλλα οὕτω καλῶς ἐποίησε. Τὰς γὰρ ἓξ ἑρμηνείας καὶ τὴν ἑβραϊκὴν γραφὴν ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς ἐν σελίδι μιᾷ συντεθει‐ κώς, ἄλλην σελίδα ἀντιπαρέθετο δι’ ἑλληνικῶν μὲν γραμμάτων ἑβραϊκῶν δὲ λέξεων πρὸς κατάληψιν τῶν μὴ εἰδότων ἑβραϊκὰ στοιχεῖα εἰς τὸ διὰ τῶν | |
180 | ἑλληνικῶν εἰδέναι τῶν ἑβραϊκῶν λογίων τὴν δύναμιν. Καὶ οὕτω τοῖς λεγο‐ μένοις ὑπ’ αὐτοῦ ἑξαπλοῖς ἢ ὀκταπλοῖς τὰς μὲν δύο ἑβραϊκὰς σελίδας καὶ τὰς ἓξ τῶν ἑρμηνευτῶν ἐκ παραλλήλου ἀντιπαραθεὶς μεγάλην ὠφέλειαν γνώσεως ἔδωκε τοῖς φιλοκάλοις. Εἴθε δὲ καὶ ἐν τοῖς αὐτοῦ συντάγμασι μὴ παρέπεσε καὶ τὸν κόσμον καὶ ἑαυτὸν ἠδίκησε κακῶς δογματίσας τὰ περὶ | |
185 | πίστεως καὶ τὰ πλεῖστα τῶν γραφῶν κακῶς φράσας. Ἀλλὰ περὶ τοῦ ὀβελοῦ αὖθις ἐπιλήψομαι τῆς διηγήσεως. Ἔφαμεν οὖν, ὅτι ὁ ὀβελὸς λόγχη λέγεται· ξίφος δέ ἐστι τοῦτο ἀναιρετικόν. Ἔνθα τοίνυν ἡ λέξις εὑρίσκεται παρὰ μὲν τοῖς ἑβδομήκοντα δύο κειμένη ἐν δὲ τῷ ἑβραϊκῷ μὴ ἐμφερομένη, ἐκ τῆς τοῦ ὀβελοῦ σημειώσεως τοῦ τῇ λέξει παρακειμένου δηλοῦται ὅτι ἀνῄρηται | |
190 | ὁ λόγος ἀπὸ τοῦ γεννητικοῦ τόπου, ἤτοι τοῦ ἐδάφους τῆς γραφῆς, ὡς μὴ ὑπάρχων ἐν τῷ τόπῳ τῆς βίβλου. Καὶ ταῦτα μὲν περὶ τοῦ ἀστερίσκου καὶ τοῦ ὀβελοῦ διηγησάμην. Λοιπὸν καὶ περὶ τοῦ λιμνίσκου καὶ ὑπολιμνίσκου διηγητέον. Λιμνί‐ σκον γοῦν, τὸν οὕτω γραφόμενον ὡς ἔχει τὸ προκείμενον σημεῖον ⁝, ὅ | |
195 | ἐστι γραμμὴ μία μεσολαβουμένη ὑπὸ κεντημάτων δύο, εἴτ’ οὖν στιγμῶν, μιᾶς μὲν ἐπάνω οὔσης, τῆς δὲ ἄλλης ὑποκάτω, παρὰ ἰατροῖς φυσιολογικῶς ηὑ‐ ρῆσθαί φασι, καὶ ὠνομάσθαι ἀπὸ τῆς κατὰ τὸ σῶμα χειρουργίας, δύο μὲν ἁπλῶν τομῶν διαιρουμένων εἴτ’ οὖν τεμνομένων, μέσον δὲ τῶν δύο διαιρέ‐ | |
σεων τοῦ τμηθέντος τόπου διὰ τὰς παρ’ ἑκατέρας ἁπλᾶς δύο τομὰς ὀβελοῦ | 165 | |
(200) | σχῆμα τοῦ σώματος ἀποτελοῦντος. Μοτοῦ δὲ (ὅ ἐστι λινοῦν ῥάκος, εἰς λε‐ πτὸν καὶ μακρὸν σχῆμα ἀποτμηθὲν) ἐμβαλλομένου ἀπὸ τῆς μιᾶς διαιρέ‐ σεως καὶ εἰς τὴν ἄλλην διαπερῶντος, λιμνίσκος ὑπ’ αὐτῶν τῶν ἰατρῶν καλῶς ἐκλήθη διὰ τὸ λιμνάζειν κλυζόμενον τὸν μοτὸν ἐν τοῖς τοῦ τόπου ὑγροῖς. Διὸ καὶ τοῦτο τὸ τοῦ σημείου σχῆμα τοῖς θείοις λόγοις παρέθετο, ἵν’, ὅτε | |
205 | σπανίως που εὕροις ἐν τῇ τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ διαφωνοῦσαν λέ‐ ξιν, οὐ μὴν δὲ ἐλλείπουσαν οὐδὲ προστεθειμένην ταῖς ὁμοίαις αὐτῇ λέξεσι, γνοίης ὅτι ὑπὸ μιᾶς ζυγῆς ἢ δύο αὕτη ἡρμηνεύθη ἡ λέξις διὰ τὰ παρακείμε‐ να δύο κεντήματα. Καλεῖται δὲ ταῦτα συναμφότερα ἢ ὅμοια. Ἵνα δὲ καὶ τοῦτο λεῖόν σοι εἴη καὶ εὐπερίδρακτον καὶ περὶ τούτου ἐρῶ. Ὅταν εὕρῃς | |
210 | ὡς ἐν ἑβδομηκοστῷ ψαλμῷ ἐμφέρεται «τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιο‐ σύνην σου» ἀντὶ τοῦ «ἀναγγελεῖ τὴν δικαιοσύνην σου», «ἀναγγελεῖ τὰς δι‐ καιοσύνας σου». Πάλιν δὲ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ «καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ». Ἀντὶ δὲ τούτου πρόκειται, καὶ «ἔντιμον τὸ ὄνομα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ». Καὶ οὕτως εἰς πολλοὺς τόπους εὕ‐ | |
215 | ροις οὐδὲν μὲν ἐλλιπὲς ὑπάρχον οὐδὲ παρηλλαγμένον, ἀλλὰ τὸ αὐτὸ μὲν ὑπάρχον διαφόρως δὲ ὀνομαζόμενον, ὡς εἶναι οὐ παρὰ ταῦτα ἄλλα συναμφο‐ τέρως ἐκφωνούμενα. Οὕτω διὰ τὸν λιμνίσκον ἐσημειώθη ὡς παρὰ μιᾷ ζυγῇ ἢ δυσὶ ζυγαῖς εὑρεθέντος τοῦ οὕτως ἐκφωνηθέντος λόγου. Καὶ ταῦτα | |
πάλιν περὶ λιμνίσκου εἴπομεν. Τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ ὑπολιμνί‐ | 166 | |
220 | σκου δηλώσομεν, ὅπως γνῷς, ὅτι ὅπου εὑρίσκεται τὸ σημεῖον τοῦτο ὑπο‐ κείμενον, ὃ ἐστὶν ἁπλῆ γραμμή, ὀβελοῦ τὸ σχῆμα ἔχουσα, ὑποκειμένην δὲ ἔχουσα στιγμὴν ἤγουν κέντημα, τοῦτο τὸ σημεῖον τοῦ ὑπολιμνίσκου τύπον δηλοῖ. Ὅπου οὖν εὑρεθῇ λέξει τινὶ παρακείμενος, δηλοῦται ὑπὸ μιᾶς που ζυγῆς ἑρμηνευτῶν ἐξενεχθεὶς ὁ λόγος, καθ’ ὃ ἡ μία στιγμὴ ὑποφαίνει. Καί | |
225 | ἐστι καὶ αὐτὸ συναμφότερον ἢ συνάδελφον τῇ λέξει, ᾗ ἐπίκειται. Αὕτη ἐστὶν ἡ ἡμῶν περὶ ἀστερίσκου καὶ ὀβελοῦ καὶ λιμνίσκου καὶ ὑπολιμνίσκου φράσις, φιλοκαλώτατε. Δεῖ δὲ ἡμᾶς καὶ αὐτῶν τῶν εἰρημένων τὴν ὑπόθεσιν δηλῶσαι. Χρησιμεύσει γάρ σοι καὶ ἡ περὶ τούτων γνῶσις ἐξ αὐτῆς τῆς ἐπιβολῆς | |
230 | τῆς περὶ αὐτῶν διηγήσεως, ὑποδεικνύουσα τίς, πόθεν καὶ πότε καὶ γένους ποίου ἕκαστος αὐτῶν ὑπῆρξε, καὶ τοῦ ἑρμηνεῦσαι τίς αὐτῷ γέγονεν ἡ αἰ‐ τία. Καὶ πρῶτοι μὲν ἑρμηνευταὶ γεγόνασι τῆς αὐτῆς θείας γραφῆς ἀπὸ ἑβραϊκῆς διαλέκτου εἰς ἑλληνίδα ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, τὴν αὐτὴν πρώτην ἑρμηνείαν ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου ἑρμηνεύ‐ | |
235 | σαντες, οἵτινες ἐξελέγησαν ἐκ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ἓξ ἄνδρες κατὰ φυλήν, ὡς ἐξέδωκεν Ἀρισταῖος ἐν τῷ αὐτοῦ συντάγματι. † Τὰ δὲ ὀνόματα αὐτῶν ἐστι τάδε. Πρῶτον ἐκ φυλῆς Ῥουβὴν Ἰωσῆ, Ἐζεκίας, Ζα‐ χαρίας, Ἰωάννης, Ἐζεκίας, Ἐλισσαῖος. Δεύτερον ἐκ φυλῆς Συμεὼν Ἰούδας, Σίμων, Σαμούηλος, Ἀδαῖος, Ματταθίας, Σελεμίας. Τρίτον ἐκ | |
240 | φυλῆς Λευὶ Νεεμίας, Ἰώσηφος, Θεοδόσιος, Βασαῖος, Ὀρνίας, Δάκις. Τέταρτον ἐκ φυλῆς Ἰούδα Ἰωνάθαν, Ἀβραῖος, Ἐλισσαῖος, Ἀνανίας, | |
Ζαχαρίας, Χελκίας. Πέμπτον ἐκ φυλῆς Ἰσσάχαρ Ἴσακος, Ἰάκωβος, Ἰη‐ σοῦς, Σαμβαταῖος, Σίμων, Λευίς. Ἕκτον ἐκ φυλῆς Ζαβουλὼν Ἰούδας, Ἰώσηφος, Σίμων, Ζαχαρίας, Ζαμούηλος, Σελεμίας. Ἕβδομον ἐκ φυλῆς | 167 | |
245 | Γὰδ Σαμβαταῖος, Σεδεκίας, Ἰάκωβος, Ἴσακος, Ἰεισίας, Ματθαῖος. Ὄγδοον ἐκ φυλῆς Ἀσὴρ Θεοδόσιος, Ἰάσων, Ἰησοῦς, Θεόδοτος, Ἰωάννης, Ἰωνάθαν. Ἔνατον ἐκ φυλῆς Δὰν Θεόφιλος, Ἄβραμος, Ἄρσαμος, Ἰάσων, Ἐνδεμίας, Δανίηλος. Δέκατον ἐκ φυλῆς Νεφθαλεὶμ Ἱερεμίας, Ἐλιέζερος, Ζαχαρίας, Βαναίας, Ἐλισσαῖος, Δαθαῖος. Ἑνδέκατον ἐκ φυλῆς Ἰωσὴφ | |
(250) | Σαμούηλος, Ἰώσηφος, Ἰούδας, Ἰωνάθαν, Χαλέβ, Δοσίθεος. Δωδέκατον ἐκ φυλῆς Βενιαμὶν Ἴσαλος, Ἰωάννης, Θεοδόσιος, Ἄρσαμος, Ἀβῖτος, Ἐζε‐ κιήλ. Ταῦτά ἐστι τὰ ὀνόματα, ὧν προείπομεν ἑβδομήκοντα δύο ἑρμηνευ‐ τῶν. † Περὶ ὧν ἀνωτέρω διὰ τῶν ἀστερίσκων καὶ τῶν ὀβελῶν καὶ περὶ τῶν ἄλλων ἑρμηνευτῶν, τοῦτ’ ἔστιν Ἀκύλα καὶ Συμμάχου καὶ λοιπῶν ἀπὸ μέ‐ | |
255 | ρους διηγησάμεθα, ἐνταῦθα δὲ καὶ τὰς αἰτίας σοι δηλώσομεν φιλοκαλώτατε. Ὁ γὰρ μετὰ τὸν πρῶτον Πτολεμαῖον δεύτερος βασιλεύσας Ἀλεξανδρείας Πτολεμαῖος, ὁ ἐπικληθεὶς Φιλάδελφος, ὡς προείρηται, φιλόκαλός τις ἀνὴρ καὶ φιλόλογος γεγένηται, ὅστις βιβλιοθήκην κατασκευάσας ἐπὶ τῆς αὐτῆς Ἀλεξάνδρου πόλεως ἐν τῷ Βρουχίῳ καλουμένῳ (κλῖμα δὲ ἔστι τοῦτο | |
260 | τῆς αὐτῆς πόλεως ἔρημον τανῦν ὑπάρχον) ἐνεχείρισε Δημητρίῳ τινὶ τῷ Φαλαρηνῷ τὴν αὐτὴν βιβλιοθήκην, προστάξας συναγαγεῖν τὰς πανταχοῦ γῆς βίβλους, γράψας ἐπιστολὰς καὶ προσλιπαρήσας ἕκαστον τῶν ἐπὶ γῆς βασιλέων τε καὶ ἀρχόντων τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν τε καὶ ἀρχὴν μὴ κατοκνῆσαι ἀποστεῖλαι ποιητῶν τε λέγω καὶ λογογράφων, ῥητόρων τε | |
265 | καὶ σοφιστῶν καὶ ἰατρῶν καὶ ἰατροσοφιστῶν καὶ ἱστοριογράφων καὶ λοι‐ πῶν βίβλους. Τοῦ δὲ ἔργου προκόπτοντος καὶ τῶν βιβλίων πανταχόθεν συναγομένων, ἠρώτησεν ὁ βασιλεὺς τὸν τὴν βιβλιοθήκην πεπιστευμένον ἐν μιᾷ τῶν ἡμερῶν, ὅτι πόσαι δ’ ἂν εἶεν βίβλοι αἱ ἤδη ἐν τῇ βιβλιοθήκῃ συν‐ αχθεῖσαι. Ὁ δὲ ἀπεκρίθη τῷ βασιλεῖ λέγων ὅτι ἤδη μέν εἰσι μυριάδες πέντε | |
270 | βιβλίων καὶ τετρακισχίλιαι ὀκτακόσιαι πλεῖον ἢ ἔλασσον. Ἀκούομεν δὲ ἔτι πολὺ πλῆθος ἐν τῷ κόσμῳ ὑπάρχειν, παρά τε Αἰθίοψι καὶ Ἰνδοῖς, Πέρ‐ σαις τε καὶ Ἐλαμίταις καὶ Βαβυλωνίοις, Ἀσσυρίοις τε καὶ Χαλδαίοις, παρὰ Ῥωμαίοις τε καὶ Φοίνιξι, Σύροις τε καὶ τοῖς ἐν τῇ Ἑλλάδι Ῥωμαίοις οὔπω Ῥωμαίοις καλουμένοις ἀκμὴν ἀλλὰ Λατίνοις. Ἀλλὰ καὶ παρὰ τοῖς ἐν Ἱε‐ | 168 |
275 | ροσολύμοις τε καὶ ἐν τῇ Ἰουδαίᾳ ὑπάρχουσι βίβλοι θεϊκαὶ τῶν προφητῶν, διηγούμεναι περὶ Θεοῦ καὶ τῆς κοσμοποιίας, καὶ τῆς ἄλλης πάσης κοινω‐ φελοῦς διδασκαλίας. Εἰ οὖν δοκεῖ τῷ κράτει σου, βασιλεῦ, καὶ αὐτὰς με‐ ταστείλασθαι, γράψον τοῖς ἐν Ἱεροσολύμοις διδασκάλοις καὶ ἀποστελοῦ‐ σί σοι, ὅπως καὶ τὰς αὐτὰς βίβλους καταθῶ ἐν τῇ αὐτῇ τῆς σῆς εὐσεβείας | |
280 | βιβλιοθήκῃ. Τότε τοίνυν γράφει ὁ βασιλεὺς ἐπιστολὴν ἔχουσαν τάδε. Βασιλεὺς Πτολεμαῖος τοῖς ἐν Ἱεροσολύμοις τῶν Ἰουδαίων διδα‐ σκάλοις πλεῖστα χαίρειν. Βιβλιοθήκην κατασκευάσας καὶ πλῆθος συν‐ αγαγὼν βιβλίων ἐξ ἑκάστου ἔθνους, ἐν αὐτῇ ἀπεθέμην. Ἀκούσας δὲ ὡς καὶ παρ’ ὑμῖν ἐμφέρονται βίβλοι προφητῶν περὶ Θεοῦ τε καὶ κοσμοποιίας δη‐ | |
285 | λοῦσαι, καὶ ταύτας ἅμα ταῖς ἄλλαις ἀφιερῶσαι ἐπιθυμῶν, γέγραφα, ὅπως ταύτας ἡμῖν ἀποστείλητε. Ὅτι γὰρ τιμῆς ἕνεκεν καὶ οὐ περιεργείας χάριν οὐδὲ κακονοίας τῆς τοιαύτης αἰτίας εἰμὶ ἐπιθυμητής, ἀλλὰ πίστεως ἕνεκα καὶ τῆς περὶ ὑμᾶς φιλίας τὴν τούτων αἴτησιν ποιοῦμαι ἐκ τῆς πάλαι ὑφ’ ἡμῶν περὶ ὑμᾶς γενομένης εὐνοίας ἀναμνησθέντες εἴσεσθε. Μέμνησθε γάρ | |
290 | που ὡς αἰχμαλώτων πολλῶν ἐκ τῆς ὑμετέρας πατρίδος ληφθέντων καὶ εἰς Αἴγυπτον τὴν ἡμετέραν πατρίδα ἀχθέντων ἀνῆκα, καὶ μετ’ ἐφοδίων πολλῶν καὶ θεραπείας οὐ τῆς τυχούσης ἐπιμελησάμενος αὐτῶν ἐλευθέρους ἀπέπεμ‐ | |
ψα. Ἀλλὰ καὶ τοὺς ἐν αὐτοῖς πεπληγμένους ἰασάμενος ὡσαύτως ἀνῆκα καὶ τοὺς γυμνοὺς ἐνέδυσα. Καὶ νῦν δὲ τράπεζαν χρυσῆν μετὰ πολυτελεστά‐ | 169 | |
295 | της λιθίας κεκοσμημένην ἐξ ὁλκῆς ταλάντων ἑκατὸν ἀντὶ τῆς τραπέζης τῆς ληφθείσης ἀπὸ τοῦ ἁγίου τόπου Ἱεροσολύμων ἀπέστειλα, μετὰ καὶ δώ‐ ρων καὶ κειμηλίων τῷ ἱερῷ τόπῳ. Τούτων τοίνυν τὴν διήγησιν ἐποιησάμην, ὅπως γνῶτε ὅτι ὑπὲρ εὐχῆς καὶ εὐσεβείας τὰς βίβλους αἰτῶ. Καὶ ἡ μὲν ἐπι‐ στολὴ ἀπεστάλη καὶ τὰ ἀπεσταλμένα δῶρα ὡσαύτως. Αὐτοὶ δὲ δεξάμενοι | |
(300) | τὴν ἐπιστολὴν καὶ ἀναγνόντες καὶ τὰ ἀπεσταλμένα θεασάμενοι διὰ χαρᾶς ἔσχον σφόδρα καὶ ἀμελλητὶ χρυσέοις γράμμασιν ἑβραϊκοῖς τὰς βίβλους μεταγραψάμενοι τὰς ἤδη μοι προτεταγμένας ἀπέστειλαν, εἴκοσι δύο μὲν τὰς ἐνδιαθέτους, ἑβδομήκοντα δύο δὲ τὰς ἀποκρύφους. Ὁ δὲ βασιλεὺς κο‐ μισάμενος καὶ ἐντυχὼν καὶ μὴ δυνάμενος ἀναγνῶναι τῶν στοιχείων ἑβραϊ‐ | |
305 | κῶν ὑπαρχόντων καὶ διαλέκτῳ τῇ ἑβραϊκῇ γεγραμμένων, δευτέραν ἐπιστο‐ λὴν ἀναγκάζεται αὐτοῖς γράψαι καὶ αἰτῆσαι ἑρμηνευτὰς τοὺς δυναμένους αὐτῷ φράσαι εἰς τὴν ἑλληνικὴν διάλεκτον τὰ τῆς ἑβραΐδος. Περιεῖχε δὲ ἡ ἐπιστολὴ τάδε. Ὁ βασιλεὺς Πτολεμαῖος τοῖς τῆς εὐσεβείας διδασκάλοις τοῖς ἐν | |
310 | Ἱεροσολύμοις πλεῖστα χαίρειν. Θησαυροῦ κεκρυμμένου καὶ πηγῆς ἐσφρα‐ γισμένης τίς ὠφέλεια ἐν ἀμφοτέροις; οὕτω καὶ ἡ παρ’ ὑμῶν ἀπεσταλμένη ἡμῖν τῶν βιβλίων ὑπόθεσις. Ἡμῶν γὰρ μὴ δυναμένων ἀναγνῶναι τὰ παρ’ ὑμῶν ἡμῖν ἀπεσταλμένα εἰς οὐδὲν ὄφελος γενήσεται ἡμῖν τὸ τοιοῦτον. Ἀλλὰ καταξιώσατε ἑρμηνευτὰς ἡμῖν ἀποστεῖλαι τοὺς ἀπὸ νέας ὑμῖν ἡλικίας ἀκριβῶς τήν τε τῶν | |
315 | Ἑβραίων καὶ τῶν Ἑλλήνων πεπαιδευμένους γλῶσσαν. Τότε τοὺς προγεγραμ‐ μένους ἑβδομήκοντα δύο ἑρμηνευτὰς ἐκλεξάμενοι οἱ τῶν Ἑβραίων διδάσκα‐ λοι ἀποστέλλουσι κατὰ τὸν τύπον, ὅν ποτε ἐποίησε Μωυσῆς, ἡνίκα ἀνῆλθεν | |
εἰς τὸ ὄρος διὰ προστάγματος Κυρίου, ἀκούσας ὅτι «παράλαβε μετὰ σεαυ‐ τοῦ ἄνδρας ἑβδομήκοντα καὶ ἀνάβηθι εἰς τὸ ὄρος». Αὐτὸς δὲ διὰ τὴν πρὸς | 170 | |
320 | τὰς φυλὰς εἰρήνην, ἵνα μὴ ἐξ ἐνίων λάβῃ πέντε ἄνδρας, ἐξ ἄλλων ἓξ καὶ ποιήσῃ στάσιν ἐν ταῖς φυλαῖς, διενοήθη μᾶλλον ἑβδομήκοντα δύο παραλα‐ βεῖν καὶ τῷ ἀριθμῷ προσθεῖναι. Τῷ αὐτῷ δὴ τρόπῳ, ὡς ἔφην, καὶ τούτους ἀπέστειλαν, οἵτινες ἡρμήνευσαν τὰς βίβλους ἐν τῇ Φαρίᾳ καλουμένῃ νήσῳ, καθάπερ ἄνω προείπομεν, ᾧ τρόπῳ ὑπεδείξαμεν. Καὶ οὕτως αἱ βίβλοι εἰς ἑλ‐ | |
325 | ληνίδα μετενεχθεῖσαι ἀπετέθησαν ἐν τῇ πρώτῃ βιβλιοθήκῃ τῇ ἐν τῷ Βρου‐ χίῳ οἰκοδομηθείσῃ, ὡς ἤδη ἔφην. Ἐγένετο δὲ αὐτῇ τῇ βιβλιοθήκῃ ἑτέρα, ἡ θυγάτηρ αὐτῆς ὀνομασθεῖσα ἄνω ἐν τῷ Σεραπείῳ. Καὶ παρῆλθεν ὁ χρόνος τῶν δέκα Πτολεμαίων καὶ Κλεοπάτρας ἐτῶν διακοσίων καὶ πεντήκοντα καὶ ἐννέα. | |
330 | Μετὰ δὲ τὸν πρῶτον Πτολεμαῖον τὸν Λάγου τὸν βασιλεύσαντα ἔτη τεσσαράκοντα καὶ μετὰ τὸ ἕβδομον ἔτος τοῦ δευτέρου Πτολεμαίου τοῦ καὶ Φιλαδέλφου ὁ ἀριθμὸς τῶν Πτολεμαίων καὶ τῶν ἐτῶν οὕτως. Πτολεμαῖος Φιλάδελφος ἔτη ληʹ, ἐφ’ οὗ ἐν τῷ ζʹ ἔτει αὐτοῦ πλείω ἢ ἐλάσσω οἱ προειρη‐ μένοι οβʹ ἑρμηνευταὶ τὰς γραφὰς ἡρμήνευσαν. Μετὰ δὲ τὸν χρόνον τῆς ἑρ‐ | |
335 | μηνείας τῶν γραφῶν τὰ ἔτη καὶ οἱ βασιλεῖς οὕτως. Πτολεμαῖος ὁ προειρη‐ μένος Φιλάδελφος ἔτη λοιπὰ λαʹ. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ. Πτολε‐ μαῖος ὁ Φιλοπάτωρ ἔτη καʹ. Πτολεμαῖος Ἐπιφανὴς ἔτη κβʹ Πτολεμαῖος Φιλομήτωρ ἔτη λδʹ. Πτολεμαῖος ὁ Φιλόλογος καὶ Εὐεργέτης ἔτη κθʹ. Πτολεμαῖος ὁ Σωτὴρ ἔτη ιεʹ. Πτολεμαῖος ὁ καὶ Ἀλεξᾶς ἔτη ιβʹ. Πτο‐ | 171 |
340 | λεμαῖος ὁ τοῦ Ἀλεξᾶ ἀδελφός, ὁ ὑπὸ τῆς μητρὸς ἐξωσθεὶς ἔτη ηʹ. Πτολε‐ μαῖος ὁ Διόνυσος ἔτη λαʹ. Κλεοπάτρα Πτολεμαίου θυγάτηρ ἔτη λβʹ, ἥτις Ἀντωνίῳ συνήφθη τῷ βασιλεῖ τῷ καὶ Ὀκταβίῳ. Ὁμοῦ ἔτη σνθʹ, ὡς ἄνω πρόκειται. Καὶ ἐπαύσαντο αἱ Λαγίδαι βασιλεῖς οἱ ἀπὸ τοῦ Λάγου καταγό‐ μενοι Πτολεμαῖοι, ὑφ’ οὗ ἱππικὸν ἐν Ἀλεξανδρείᾳ κατασκευασθὲν μόνῃ | |
345 | Λάγιον ὠνομάσθη. Εἶτα βασιλεῖς Ῥωμαίων. Αὔγουστος ἔτη νϛʹ, μῆνας ϛʹ, οὗτινος ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ σάρ‐ κα γεγέννηται. Τιβέριος ἔτη κγʹ, οὗ τῷ ὀκτωκαιδεκάτῳ ἔτει ὁ Χριστὸς ἐσταύ‐ | |
ρωται. Ἀπὸ δὲ τοῦ σταυροῦ ἕως τῆς καταστροφῆς Ἱεροσολύμων ἔτη οὕτως. | 172 | |
(350) | Τὰ λοιπὰ Τιβερίου ἔτη εʹ. Γάϊος ἔτη γʹ, μῆνας θʹ, ἡμέρας κθʹ. Κλαύδιος ἔτη ιγʹ, μῆνας δύο παρ’ ἡμέρας δύο. Νέρων ἔτη ιγʹ, μῆνας ζʹ, ἡμέρας κζʹ. Γάλβας μῆνας ζʹ, ἡμέρας κϛʹ. Ὄθων μῆνας γʹ, ἡμέρας εʹ. Βιτέλλιος μῆνας ηʹ, ἡμέ‐ ρας ιβʹ. Οὐεσπασιανὸς ἔτη θʹ, μῆνας ζʹ, ἡμέρας ιβʹ. Τίτος ἔτη δύο, μῆνας δύο, ἡμέρας δύο. Ἐν τούτῳ τῷ χρόνῳ γέγονεν ἡ ἐρήμωσις Ἱεροσολύμων, | |
355 | μετὰ πεντηκοστὸν ἔτος τῆς Χριστοῦ σταυρώσεως παρὰ μῆνας τρεῖς. Δομε‐ τιανὸς ἔτη ιεʹ, μῆνας εʹ. Νερούας ἔτος αʹ, μῆνας δʹ. Τραϊανὸς ἔτη ιθʹ. Ἀδριανὸς ἔτη καʹ, οὗτινος τῷ δωδεκάτῳ ἔτει Ἀκύλας ἐγνωρίζετο. Ἀπὸ οὖν Αὐγούστου ἕως Ἀδριανοῦ ἔτη ρπʹ, μῆνες δʹ παρὰ ἡμέρας θʹ, ὡς εἶναι ἀπὸ τοῦ χρόνου τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν ἕως | |
360 | Ἀκύλα τοῦ ἑρμηνευτοῦ καὶ δωδεκάτου ἔτους Ἀδριανοῦ ἔτη υλʹ καὶ μῆνας δʹ παρὰ ἡμέρας θʹ. Οὗτος ὁ Ἀδριανὸς λωβηθεὶς τῷ σώματι καὶ μεταστειλάμενος ἅπαν τὸ πλῆθος τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ ἰατρῶν, ᾔτησε παρ’ αὐτῶν ἰατρεί‐ αν τοῦ σώματος αὐτοῦ. Οἱ δὲ πολλὰ κεκμηκότες καὶ πολλὰ ποιήσαντες | |
365 | καὶ μηδὲν ἀνύσαντες ὑπ’ αὐτοῦ ἐσκώφθησαν, ὃς καὶ ἐπιστολὴν ὀνειδιστι‐ κὴν ἔγραψε κατ’ αὐτῶν, τὴν τέχνην αὐτῶν αἰτιώμενος ὡς μηδὲν εἰδυῖαν. Τῆς δὲ προκειμένης αὐτῷ νόσου ἕνεκα στέλλεται τὴν πορείαν ἐπὶ τὴν τῶν Αἰγυπτίων γῆν. Ἔδει δὲ αὐτὸν ἀπὸ τῆς Ῥωμαίων ἐπὶ τὰς ἑξῆς προβαίνοντα πόλεις ταύτας κατοπτεύειν. Ἦν γὰρ ὁ ἀνὴρ φιλοΐστωρ. Διέρχεται οὖν τὴν | 173 |
370 | Ἀντιόχου πόλιν, ὑπερβαίνει τε τὴν Κοίλην καὶ τὴν Φοινίκην, καὶ ἔρχε‐ ται εἰς τὴν Παλαιστίνην, τὴν καὶ Ἰουδαίαν καλουμένην μετὰ ἔτη μζʹ τῆς τῶν Ἱεροσολύμων ἐρημώσεως. Καὶ ἄνεισιν ἐπὶ τὰ Ἱεροσόλυμα, τὴν περί‐ πυστον πόλιν καὶ ὀνομαστήν, ἣν κατέστρεψε Τίτος Οὐεσπασιανοῦ παῖς τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας. Καὶ εὗρε τὴν πόλιν πᾶσαν ἠδαφισμένην, | |
375 | καὶ τὸ ἱερὸν τοῦ Θεοῦ κατεπεπατημένον, παρεκτὸς ὀλίγων οἰκημάτων καὶ τῆς τοῦ Θεοῦ ἐκκλησίας μικρᾶς οὔσης, ἔνθα ὑποστρέψαντες οἱ μαθηταί, ὅτε ὁ Σωτὴρ ἀνελήφθη ἀπὸ τοῦ ἐλαιῶνος ἀνέβησαν εἰς τὸ ὑπερῷον. Ἐκεῖ γὰρ ὠκοδόμητο· τοῦτ’ ἐστὶν ἐν τῷ μέρει Σιών, ἥτις ἀπὸ τῆς ἐρημώσεως περι‐ ελήφθη· καὶ μέρη οἰκήσεων περὶ αὐτὴν τὴν Σιὼν καὶ ἑπτὰ συναγωγαί, αἳ | |
380 | ἐν τῇ Σιὼν μόναι ἑστήκεσαν, ὡς καλύβαι μόνον, ἐξ ὧν μία περιελείφθη ἕως χρόνου Μαξιμωνᾶ τοῦ ἐπισκόπου καὶ Κωνσταντίνου τοῦ βασιλέως «ὡς σκηνὴ ἐν ἀμπελῶνι» κατὰ τὸ γεγραμμένον. Διανοεῖται οὖν ὁ Ἀδριανὸς τὴν πόλιν κτίσαι, οὐ μὴν τὸ ἱερόν. Καὶ λαβὼν τὸν Ἀκύλαν τοῦτον τὸν προγεγραμμένον, ἑρμηνευτὴν Ἕλληνα ὄντα, ὡς καὶ αὐτὸς ὁ Ἀδριανὸς | |
385 | Ἕλλην ὑπῆρχεν· ἦν δὲ ὁ Ἀκύλας αὐτοῦ τοῦ βασιλέως πενθερίδης, ἀπὸ Σινώπης δὲ τῆς Πόντου ὁρμώμενος καθίστησιν αὐτὸν ἐκεῖσε ἐν Ἱεροσολύ‐ | |
μοις ἐπιστάτην τοῖς ἔργοις τῶν τῆς πόλεως κτισμάτων, ἐπιτεθεικὼς τῇ οἰκοδομουμένῃ πόλει τὸ ἴδιον ὄνομα καὶ τοῦ βασιλικοῦ ὀνόματος τὸν χρηματισμόν. Ὡς γὰρ ὠνόμαστο Αἴλιος Ἀδριανός, οὕτω καὶ τὴν πόλιν | 174 | |
390 | ὠνόμασεν Αἰλίαν. Ὁ τοίνυν Ἀκύλας διάγων ἐν τῇ Ἱερουσαλὴμ καὶ ὁρῶν τοὺς μαθη‐ τὰς [τῶν μαθητῶν] τῶν ἀποστόλων ἀνθοῦντας τῇ πίστει καὶ σημεῖα μεγά‐ λα ἐργαζομένους ἰάσεων καὶ ἄλλων θαυμάτων· —ἦσαν γὰρ ὑποστρέψαντες ἀπὸ Πέλλης τῆς πόλεως εἰς Ἱερουσαλὴμ καὶ ἐν αὐτῇ διατρίβοντες καὶ δι‐ | |
395 | δάσκοντες. Ἡνίκα γὰρ ἔμελλεν ἡ πόλις ἁλίσκεσθαι ὑπὸ τῶν Ῥωμαίων καὶ ἐρημοῦσθαι προεχρηματίσθησαν ὑπὸ ἀγγέλου τοῦ Θεοῦ πάντες οἱ μαθη‐ ταὶ μεταστῆναι ἀπὸ τῆς πόλεως, μελλούσης ἄρδην ἀπόλλυσθαι. Οἵτινες με‐ τανάσται γενόμενοι ᾤκησαν ἐν Πέλλῃ τῇ προγεγραμμένῃ πόλει, πέραν τοῦ Ἰορδάνου· ἡ δὲ πόλις ἐκ Δεκαπόλεως λέγεται εἶναι. Μετὰ δὲ τὴν ἐρήμωσιν | |
(400) | Ἱερουσαλὴμ ἐπαναστρέψαντες, ὡς ἔφην, εἰς τὰ Ἱεροσόλυμα σημεῖα μεγάλα, ὡς προεῖπον, ἐπετέλουν. Ὁ οὖν Ἀκύλας κατανυγεὶς τὴν διάνοιαν τῷ χριστια‐ νισμῷ ἐπίστευσε καὶ μετὰ χρόνον αἰτήσας τὴν ἐν Χριστῷ σφραγῖδα ἐκομί‐ σατο. Ἀπὸ δὲ τῆς πρώτης αὐτοῦ ἕξεως ὅτε τὰ τῶν Ἑλλήνων ἐφρόνει μὴ με‐ ταθέμενος τοῦ πιστεύειν δηλονότι τῇ ματαίᾳ ἀστρονομίᾳ, ἣν ἀκριβῶς ἐκπε‐ | |
405 | παίδευτο, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν τὸ θέμα τῆς αὐτοῦ γενέσεως σκεπτό‐ | |
μενος, ἐλεγχόμενός τε ὑπὸ τῶν διδασκάλων καὶ ἐπιτιμώμενος ἕνεκα τού‐ του καθ’ ἡμέραν, μὴ διορθούμενος δέ, ἀλλὰ καὶ φιλονείκως μᾶλλον ἀντι‐ τιθέμενος καὶ σπεύδων συνιστᾶν τὰ ἀσύστατα, τὴν εἱμαρμένην δηλονότι καὶ τὰ περὶ αὐτῆς διηγήματα, ἐξεώσθη πάλιν τῆς ἐκκλησίας ὡς ἄχρηστος | 175 | |
410 | πρὸς σωτηρίαν. Πικρανθεὶς δὲ τὴν διάνοιαν ὡς ἠτιμωμένος εἰς ζῆλον μά‐ ταιον αἴρεται καὶ τὸν χριστιανισμὸν ἀναθεματίσας καὶ τὴν αὐτοῦ ζωὴν ἀρ‐ νησάμενος προσηλυτεύει καὶ περιτέμνεται Ἰουδαῖος καὶ ἐπιπόνως φιλο‐ τιμησάμενος ἐξέδωκεν ἑαυτὸν μαθεῖν τὴν Ἑβραίων διάλεκτον καὶ τὰ αὐ‐ τῶν στοιχεῖα. Ταύτην δὲ ἀκρότατα παιδευθεὶς ἡρμήνευσεν οὐκ ὀρθῷ λο‐ | |
415 | γισμῷ χρησάμενος, ἀλλ’ ὅπως διαστρέψῃ τινὰ τῶν ῥητῶν, ἐνσκήψας τῇ τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ, ἵνα τὰ περὶ Χριστοῦ ἐν ταῖς γραφαῖς με‐ μαρτυρημένα ἄλλως ἐκδώσῃ, δι’ ἣν εἶχεν αἰδῶ εἰς ἄλογον αὐτοῦ ἀπο‐ λογίαν. Καὶ γίνεται οὕτω δευτέρα ἡ τούτου ἑρμηνεία, μετὰ ἀριθμὸν το‐ | |
420 | σούτων χρόνων, ὡς ἀνωτέρω γεγράφαμεν. Ἠδυνάμεθα δὲ εἰπεῖν καὶ τὰς παραπεποιημένας αὐτῷ καὶ ἐνδιαστρόφως ἑρμηνευθείσας λέξεις, ἀγαπητέ, τὸν ἔλεγχον κατ’ αὐτοῦ ἐχούσας ἐκ τῶν ὑπ’ αὐτοῦ ἡρμηνευμένων. Ἀλλ’ ἤδη περὶ τῆς τούτων διαφορᾶς ἄνω διηγησάμενοι ἱκανῶς ἔχειν ἕως τῶν ὧ‐ δε ἐδικαιώσαμεν. Μετὰ τοῦτον δὲ τὸν Ἀκύλαν καὶ τὴν αὐτοῦ ἑρμηνείαν | |
425 | διαδέχεται Ἀδριανὸν τὸν βασιλέα Ἀντωνῖνος ὁ ἐπικληθεὶς Πῖος, ἑρμη‐ νευόμενος εὐσεβής, καὶ βασιλεύει χρόνους κβʹ. Τοῦτον διαδέχεται Καρά‐ καλλος ὁ καὶ Γέτας, ὃς καὶ Μᾶρκος Αὐρήλιος Σουῆρος ἐλέγετο καὶ βα‐ | |
σιλεύει ἔτη ζʹ. Ἐν τοῖς αὐτοῦ χρόνοις καὶ Λούκιος Αὐρήλιος Κόμοδος βασιλεύει τὰ αὐτὰ ἑπτὰ ἔτη. Περτίναξ μῆνας ἕξ. Σευῆρος ἔτη ιηʹ. Ἐν τοῖς | 176 | |
430 | τοῦ Σευήρου χρόνοις Σύμμαχός τις Σαμαρείτης τῶν παρ’ αὐτοῖς σοφῶν μὴ τιμηθεὶς ὑπὸ τοῦ οἰκείου ἔθνους νοσήσας φιλαρχίαν καὶ ἀγανακτήσας κα‐ τὰ τῆς ἰδίας φυλῆς προσέρχεται Ἰουδαίοις καὶ προσηλυτεύει καὶ περι‐ τέμνεται δευτέραν περιτομήν. Καὶ μὴ θαύμαζε περὶ τούτου, ὦ ἀκροατά· γίγνεται γάρ. Ὅσοι γὰρ ἀπὸ Ἰουδαίων Σαμαρείταις προσφεύγουσιν | |
435 | ἀντιπεριτέμνονται· ὡσαύτως καὶ οἱ ἀπὸ Σαμαρειτῶν πρὸς Ἰουδαίους ἐρχόμενοι. Τὸ δὲ ἔτι τούτων χαλεπώτερον, ὅτι καὶ ἀπὸ περιτομῆς ἀκρό‐ βυστοι γίνονται, τέχνῃ τινὶ ἰατρικῇ διὰ τοῦ καλουμένου σπαθιστῆρος τὴν τῶν μελῶν ὑποδερματίδα ὑποσπαθισθέντες, ῥαφέντες τε καὶ κολλητικοῖς πε‐ ριδεθέντες ἀκροβυστίαν αὖθις αὐτοῖς ἐπιτελοῦσιν. Ἔχεις καὶ τὴν μαρτυρίαν | |
440 | παρὰ τῷ ἁγίῳ ἀποστόλῳ, ὦ φιλοκαλώτατε, δι’ ὧν αὐτοῖς ῥήμασιν ὧδέ πως λέγει «περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ὑ‐ πάρχει; μὴ περιτεμνέσθω». Ταύτην δὲ τὴν παράδοσιν τῆς κακοδαίμονος ἐννοίας φασὶ τὸν Ἠσαῦ τὸν ἀδελφὸν τοῦ Ἰακὼβ εὑρηκέναι πρὸς ἀπαρνη‐ σιθεΐαν καὶ πρὸς ἀφανισμὸν τοῦ τῶν πατέρων αὐτοῦ χαρακτῆρος. Δι’ ὅ φα‐ | |
445 | σι τὸν Θεὸν εἰρηκέναι «τὸν Ἠσαῦ ἐμίσησα, τὸν δὲ Ἰακὼβ ἠγάπησα». Οὗ‐ τος τοίνυν ὁ Σύμμαχος πρὸς διαστροφὴν τῶν παρὰ Σαμαρείταις ἑρμηνει‐ ῶν ἑρμηνεύσας τὴν τρίτην ἐξέδωκεν ἑρμηνείαν. Μετὰ τοῦτον δὲ κατὰ πόδας ἐν τῷ ἑξῆς χρόνῳ, τοῦτ’ ἔστι περὶ τὴν | |
τοῦ Κομόδου βασιλείαν, φημὶ δὲ τοῦ δευτέρου Κομόδου τοῦ βασιλεύσαν‐ | 177 | |
(450) | τος μετὰ τὸν προειρημένον Κόμοδον Αὐρήλιον ἔτη ιγʹ, Θεοδοτίων τις Ποντικὸς ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρεσιάρχου τοῦ ἀπ’ αὐτῆς τῆς Σινώπης ὁρμωμένου καὶ αὐτὸς μηνιῶν τῇ ἑαυτοῦ αἱρέσει καὶ εἰς Ἰουδαϊ‐ σμὸν ἀποκλίνας καὶ περιτμηθείς, καὶ τὴν τῶν Ἑβραίων φωνὴν καὶ τὰ αὐτῶν στοιχεῖα παιδευθείς, ἰδίως καὶ αὐτὸς ἐξέδωκε. Διὸ τὰ πλεῖστα τοῖς ἑβδο‐ | |
455 | μήκοντα δύο συνᾳδόντως ἐξέδωκε. Τριβὰς γὰρ εἶχε καὶ οὗτος τὰς πλεί‐ στας ἀπὸ τῆς συνηθείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν. Κριτὴς τοίνυν γένοιο, ὦ φιλοκαλώτατε, τῆς τοιαύτης ὑποθέσεως, παρὰ τίσι μᾶλλον εὑ‐ ρεθήσεται ἡ ἀλήθεια, παρὰ τοῖς τρισὶ τούτοις, Ἀκύλᾳ λέγω καὶ Συμμάχῳ καὶ Θεοδοτίωνι, τοῖς μὴ ἐπὶ τὸ αὐτὸ γενομένοις, ἀλλ’ ἰδίᾳ ἑκάστῳ καὶ ἐν | |
460 | καιρῷ καὶ τόποις ἀλλήλων διεστῶσι, καὶ οὐ πολλοῖς, ἀλλὰ τρισὶ μόνοις, καὶ μὴ δυνηθεῖσιν ἀλλήλοις συμφωνῆσαι, ἢ παρὰ τοῖς ἑβδομήκοντα δύο, τοῖς πρώτοις ἑρμηνεύσασι καὶ ὑφ’ ἕνα καιρὸν γεγονόσι καὶ εἰς τριάκοντα ἓξ μέρη κατὰ πρόσταγμα τοῦ βασιλέως διαιρεθεῖσι καὶ ἄνευ τοῦ πρὸς ἀλ‐ λήλους συνδυάσαι ἐκ πνεύματος δὲ ἁγίου ὑπὸ μίαν συμφωνίαν τὴν πᾶσαν | |
465 | ἑρμηνείαν ἐκδεδωκόσι καὶ ὅπου προσθήκης γέγονε χρεία σαφηνείας ἕνε‐ κα τοῦ λόγου τὸ αὐτὸ προσθεῖσι καὶ συμφώνως ἀλλήλοις συμφωνήσασι καὶ ἐκδοῦσι καὶ ταῦτα ἀγνοοῦσι τὶ ἕκαστος καθ’ ἑαυτὸν ἑρμηνεύει· ὅπου δὲ πάλιν ἐκβολῆς λόγων τινῶν χρεία, ἐπ’ ἴσης ἐκβαλοῦσι καὶ συνᾳδόντως | |
ἑρμηνεύσασιν, ὥσπερ εἰ ἐν τῷ ἅμα πάντες ἐκάθηντο καὶ συμβουλευτικῶς | 178 | |
470 | ἀλλήλοις ἡρμήνευον. Εὔδηλον ὅτι ἐν τοῖς ἑβδομήκοντα δύο εὑρεθήσεται ἡ ἀλήθεια. Ὥστε γνωστὸν τοῦτον τοῖς φιλαλήθως ἐξετάζειν βουλομένοις, ὅτι οὐ μόνον ἑρμηνευταὶ ἐκεῖνοι γεγόνασιν, ἀλλὰ καὶ ἀπὸ μέρους προφῆται. Ὧν γὰρ οὐκ ἦν χρεία εἰς ἑρμηνείαν παρῆκαν, ἅτινα εἰς ὕστερον ἐν τοῖς σφῶν αὐτῶν τόποις μετὰ ἀστερίσκων Ὠριγένης συνέθηκεν. Ὡσαύτως δὲ | |
475 | καὶ τὰ προστεθέντα οὐκ ἀφείλατο, εἰδὼς ὅτι αὐτῶν μᾶλλόν ἐστι χρεία, ἀλ‐ λὰ μετὰ ὀβελῶν ἔνθα ἕκαστον τῶν εἰρημένων εὗρεν εἴασε, μόνον σημειω‐ σάμενος διὰ τοῦ ὀβελοῦ τὴν περὶ τῆς τοῦ τόπου ἀναγνώσεως εἴδησιν. Διὰ δὲ τῶν λιμνίσκων ὡσαύτως ἐδήλωσε τῶν παρά τισιν ἐκ τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν συναμφοτέρως εὑρεθεισῶν, ὡς ἐν σπάνει ὀλίγων λέξεων οὐκ | |
480 | ἀνομοίων οὐσῶν, ἀλλ’ ὁμοίων μὲν καὶ τὴν αὐτὴν δύναμιν ἐχουσῶν, ὡς ἂν εἴποι τις ἀντὶ τοῦ «ἐλάλησεν» «ἐφθέγξατο», ἢ ἀντὶ τοῦ «ἦλθεν» «ἐλήλυθε». Καὶ ταῦτα μὲν περὶ τῶν τεσσάρων ἑρμηνειῶν σοι γεγράφαμεν. Περὶ δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως οὐκ ἔχω εἰπεῖν τίνες ἢ πόθεν ἑρμηνεύσαντες, ἢ μόνον ὅτι μετὰ τὸν διωγμὸν τοῦ βασιλέως Σευήρου | |
485 | εὑρέθη ἡ πέμπτη ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμένη ἐν χρόνοις Ἀντωνίνου τοῦ υἱοῦ Σευήρου τοῦ ἐπικληθέντος Καρακάλλου τε καὶ Γέτα. Καθ’ ἑξῆς γὰρ ὁ τῶν ἀπὸ Ἀντωνίνου τοῦ Πίου, τοῦ εὐσεβοῦς ἑρμηνευομένου χρόνος τῶν βασιλευσάντων ταύτην ἔσχε τὴν διαδοχήν. Μετὰ Ἀντωνῖνον τὸν Πῖον βασιλεύει Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος, ὁ καὶ Οὐῆρος, ἔτη ιθʹ. Ἐλέγετο | |
490 | δὲ ὁ αὐτὸς Κόμοδος Λούκιος. Ἐν δὲ τῷ χρόνῳ τούτου, ὡς προεῖπον, Σύμ‐ μαχος ἐγνωρίζετο ὁ ἑρμηνευτής. Μετὰ τοῦτον Κόμοδος ἄλλος βασιλεύει ἔτη ιγʹ, περὶ οὗ χρόνον γνωρισθῆναι Θεοδοτίωνα εἴδομεν, τὸν ἐκ Μαρκι‐ | |
ωνιστῶν Ἰουδαῖον γεγονότα καὶ τὴν τετάρτην ἑρμηνείαν ἑρμηνεύσαντα. Κόμοδον δὲ τοῦτον διαδέχεται Περτίναξ καὶ βασιλεύει μῆνας ἕξ. Τοῦτον | 179 | |
495 | διαδέχεται Σευῆρος καὶ βασιλεύει σὺν τῷ υἱῷ αὐτοῦ Ἀντωνίνῳ τῷ καὶ Γέ‐ τᾳ ἔτη ιηʹ. Τελευτήσαντος δὲ τοῦ Σευήρου διαδέχεται τὴν ἀρχὴν αὐτοῦ Ἀντωνῖνος Γέτας ὁ υἱὸς αὐτοῦ ὁ ἐπικληθεὶς Καράκαλλος καὶ ποιεῖ ἔτη ζʹ. Ἐν ταῖς ἡμέραις τούτου, ὡς προεῖπον, εὑρέθησαν αἱ βίβλοι τῆς πέμ‐ πτης ἐκδόσεως ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμέναι μετὰ ἄλλων βιβλίων | |
(500) | ἑβραϊκῶν καὶ ἑλληνικῶν. Τὸν δὲ Καράκαλλον διαδέχεται Μακρῖνος καὶ βασιλεύει ἔτος ἕν. Τοῦτον διαδέχεται Ἀντωνῖνος ἕτερος, βασιλεύσας ἔτη δʹ. Μετὰ τοῦτον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας παῖς, ἔτη ιγʹ. Ἐν μέσῳ τῶν χρόνων τούτων εὑρέθη ἕκτη ἔκδοσις καὶ αὐτὴ ἐν πίθοις κεκρυμμένη ἐν Νικοπόλει τῇ πρὸς Ἀκτίᾳ. Μετὰ τοῦτον βασιλεύει Μαξι‐ | |
505 | μιανὸς ἔτη γʹ. Τοῦτον διαδέχεται Γορδιανὸς καὶ βασιλεύει ἔτη ἕξ. Μετὰ τοῦτον βασιλεύει Φίλιππος ἐπὶ ἔτεσιν ἑπτά. Τοῦτον διεδέξατο Δέκιος καὶ ἐβασίλευσεν ἐνιαυτὸν ἕνα καὶ μῆνας γʹ. Ἐν τοῖς χρόνοις Δεκίου Ὠριγένης ἐγνωρίζετο ἀπὸ χρόνων Δεκίου ἀκμάσας ἕως χρόνων Γαλιήνου καὶ Οὐο‐ λουσιανοῦ καὶ ἐπέκεινα. Ἐπὶ δὲ τοῦ διωγμοῦ τοῦ προειρημένου Δεκίου | |
510 | γεγονότος ἐμαρτύρησε Βαβύλας μὲν ἐν Ἀντιοχείᾳ, Φλαβιανὸς δὲ ἐπὶ Ῥώμης, Ἀλέξανδρος ἐπίσκοπος Ἱεροσολύμων ἐν Καισαρείᾳ. Καὶ αὐτὸς δὲ Ὠριγένης ὁ καὶ Ἀδαμάντιος κληθεὶς πολλὰ πεπονθὼς εἰς τέλος τοῦ μαρτυρίου οὐκ ἔφθασεν. Ἐλθὼν δὲ εἰς Καισάρειαν τὴν Στράτωνος καὶ δια‐ | |
τρίψας εἰς Ἱεροσόλυμα χρόνον ὀλίγον, εἶτα ἐλθὼν εἰς Τύρον ἐπὶ ἔτη κηʹ, | 180 | |
515 | ὡς ὁ λόγος ἔχει, τὴν μὲν πολιτείαν ἐνησκεῖτο, τὰς δὲ γραφὰς ἡρμήνευσεν, ὅτε καὶ τὰ ἑξαπλᾶ καὶ τὰς δύο τῶν ἑβραϊκῶν σελίδας ἄντικρυ ἐκ παραλλήλου μιᾶς ἑρμηνείας πρὸς τὴν ἑτέραν συνέθηκεν ἑξαπλᾶ τὰς βίβλους ὀνομάσας, καθ’ ἅπερ ἄνω διὰ πλάτους εἴρηται. Εὑρὼν δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως τὰς βίβλους καθ’ ὃν | |
520 | εἴπομεν τρόπον, καὶ μὴ γνοὺς τίνες εἶεν οἱ ἑρμηνεύσαντες αὐτάς, καθ’ οὓς εὑρέθησαν χρόνους ταῖς πρὸ αὐτῶν τέσσαρσιν ἀκολούθως τῇ παραθέσει συνυφήνας, τὴν μίαν πέμπτην ὠνόμασεν, ἐπιγράψας διὰ τοῦ πέμπτου στοι‐ χείου τῆς πέμπτης τὸν ἀριθμὸν καὶ δηλώσας τὸ ὄνομα· ὡσαύτως δὲ καὶ τῇ μετ’ αὐτὴν τὸ ἐπίσημον ἐπιγράψας τὸ τῆς ἕκτης ἑρμηνείας ὄνομα ἐδήλωσεν. | |
525 | Ἀλλὰ καὶ τεχνικῶς τοῦτο εἰργάσατο, ὅπερ τῶν φιλολόγων τινὰς λανθάνει. Ἐντυγχάνοντες γάρ τινες τοῖς ἑξαπλοῖς ἢ ὀκταπλοῖς—τετραπλᾶ γάρ εἰσι τὰ ἑλληνικά, ὅταν αἱ τοῦ Ἀκύλα καὶ Συμμάχου καὶ τῶν ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος ἑρμηνεῖαι συντεταγμέναι ὦσι· τῶν τεσσάρων δὲ τούτων σελίδων ταῖς δυσὶ ταῖς ἑβραϊκαῖς συναφθεισῶν ἑξαπλᾶ καλεῖται· ἐὰν δὲ καὶ | |
530 | ἡ πέμπτη καὶ ἡ ἕκτη ἑρμηνεία συναφθῶσιν ἀκολούθως τούτοις ὀκταπλᾶ καλεῖται· φημὶ δὴ ταῖς ἓξ ἑρμηνείαις καὶ ταῖς ἄλλαις δυσὶ τῇ μὲν ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς γεγραμμένῃ, τῇ δὲ ἑλληνικοῖς μὲν στοιχείοις ῥήμασι δὲ ἑβραϊκοῖς. Τινὲς τοίνυν, ὡς ἔφην, ταύταις ταῖς βίβλοις ἐντυγχά‐ νοντες καὶ εὑρίσκοντες τὰς δύο ἑβραϊκὰς πρώτας κειμένας, μετὰ ταύτας δὲ | |
535 | πρώτην τὴν τοῦ Ἀκύλα τεταγμένην, μεθ’ ἣν καὶ τὴν τοῦ Συμμάχου, ἔπειτα | |
τὴν τῶν ἑβδομήκοντα δύο, μεθ’ ἃς ἡ τοῦ Θεοδοτίωνος συντέτακται καὶ ἑξῆς ἡ πέμπτη τε καὶ ἕκτη, δοκοῦσι πρώτους ἑρμηνεῦσαι τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον τῶν ἑβδομήκοντα δύο κατὰ τὴν τάξιν τῆς θέσεως, ὅπερ οὐκ ἔστιν. Ἀλλ’ Ὠριγένης πυθόμενος τὴν τῶν ἑβδομήκοντα δύο ἔκδοσιν ἀκριβῆ εἶναι, | 181 | |
540 | μέσην ταύτην συνέθηκεν, ὅπως τὰς ἐντεῦθεν καὶ ἐντεῦθεν ἑρμηνείας διε‐ λέγχῃ. Τοῦτο δὲ μόνον Ὠριγένης χρησίμως ἐποίησεν. Ἵνα δὲ καὶ τῶν Ῥωμαίων βασιλέων τὴν ἀκολουθίαν, ἣν ἠρξάμεθα ποιεῖν, μὴ παραλείψωμεν, αὖθις τὰς τῶν ἄλλων βασιλέων διαδοχάς, καθὼς ἕκαστος ἐβασίλευσεν, ὑποτάξωμεν. | |
545 | Μετὰ Γαλίηνον καὶ Οὐολουσιανὸν τοὺς προγεγραμμένους βασι‐ λεύσαντας ἐπὶ ἔτεσι δύο καὶ μησὶ τέσσαρσιν ἐβασίλευσεν Οὐαλεριανὸς καὶ Γαλίηνος ἐπὶ ἔτεσι ιβʹ. Ἐν τῷ ἐνάτῳ ἔτει τῆς τούτων βασιλείας ἀνέβη Μάνης ἀπὸ τῆς Περσίδος, ὅτε καὶ πρὸς Ἀρχέλαον τὸν ἐπίσκοπον Κασχά‐ ρων τῆς Μεσοποταμίας συζητήσας καὶ τὸ ἧττον ἀπενεγκάμενος λεληθότως | |
(550) | ἀπέδρα καὶ ἐλθὼν εἰς Διοδωρίδα κώμην τῆς Κασχάρων περιοικίδος καὶ συζητήσας Τρύφωνι τῷ ἁγίῳ πρεσβυτέρῳ, τελείως ὑπ’ αὐτοῦ κατῃσχύνθη. Ἀκούσαντος γὰρ τοῦ ἁγίου Ἀρχελάου ὡς ἐκεῖνος ἔφθασε πρὸς Τρύφωνα καὶ διάλεξιν πρὸς αὐτὸν ποιεῖται καὶ ἐπικαταλαβόντος καὶ συνάψαντος πρὸς αὐτὸν τὸν Μάνην τὴν ζήτησιν καὶ τέλεον αὐτὸν ἡττήσαντος κατῃ‐ | |
555 | σχύνθη. Δι’ ὃ ἔμελλεν ὁ Μάνης λίθοις ὑπὸ τῶν λαῶν θανατοῦσθαι· λυτρω‐ θεὶς δὲ ὑπὸ τοῦ ἐπισκόπου Ἀρχελάου καὶ ἀνακάμψας εἰς τὴν Περσίδα, ἀκούσαντος τοῦ βασιλέως τῶν Περσῶν τὴν αὐτοῦ παρουσίαν καὶ μεταστει‐ λαμένου αὐτὸν ἐκελεύσθη καλάμῳ ἐκδαρῆναι καὶ οὕτω τὸ τέλος τοῦ βίου | |
κατέστρεψε. Μετὰ Οὐαλεριανὸν δὲ καὶ Γαλίηνον βασιλεύει Κλαύδιος | 182 | |
560 | ἐνιαυτὸν ἕνα καὶ μῆνας θʹ. Τοῦτον διαδέχεται Αὐρηλιανός, καὶ βασιλεύει ἔτη πέντε καὶ μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Τάκιτος μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Πρόβος ἔτη ἓξ καὶ μῆνας δʹ. Μετὰ τοῦτον ἐβασίλευσε Κᾶρος ἅμα τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη δύο. Μετὰ τοῦτον Διοκλητιανὸς ἅμα Μαξιμιανῷ καὶ Κωνσταντίῳ ἔτη κʹ, Μαξιμῖνον κοινωνὸν | |
565 | τῆς βασιλείας ἀποδείξας, ἐφ’ ὧν ὁ κρατικὸς διωγμὸς γεγένηται, διαρκέσας ἀπὸ ζʹ ἔτους Διοκλητιανοῦ ἕως ιθʹ ἔτους αὐτοῦ ἐπὶ ὅλοις δώδεκα ἔτεσι συνάψας. Παυσαμένου δὲ τοῦ διωγμοῦ βασιλεύει Διοκλητιανὸς ἄλλον ἕνα ἐνιαυτὸν καὶ παύεται τῆς βασιλείας οὐαιτρανίσας. Μαξιμιανὸς δὲ κακῷ μόρῳ ὀφθαλμίᾳ τε καὶ πάθει σωματικῷ περιπεσὼν ἐξεβολβήθη τοὺς ὀφθαλ‐ | |
570 | μοὺς αὐτομάτῳ νόσῳ, καθ’ ὃν τρόπον διέθετο τοὺς τοῦ Χριστοῦ μάρτυρας καὶ οὕτω τὸν βίον κατέστρεψε, καταλείψας Λικίνιον καὶ Κωνστάντιον βασιλεύοντας. Ἀπὸ δὲ Διοκλητιανοῦ καὶ δεῦρο τὰ ἔτη Μαξιμιανοῦ καὶ Λικινίου καὶ Κωνσταντίου τοῦ μακαρίτου βασιλεύσαντος μετὰ τῶν ἰδίων παίδων ἐπὶ λʹ καὶ δυσὶ ἔτεσι καὶ καταλείψαντος τοὺς τρεῖς παῖδας | |
575 | βασιλεύοντας Κώνσταντα καὶ Κωνσταντῖνον καὶ Κωνστάντιον. Μετὰ δὲ τὰ λβʹ Κωνσταντίνου τὰ ἔτη τῶν αὐτὸν διαδεξαμένων παίδων Κώνσταντος καὶ Κωνσταντίνου καὶ Κωνσταντίου καὶ Ἰουλιανοῦ καὶ Ἰουϊανοῦ καὶ Οὐαλεντινιανοῦ τοῦ μεγάλου καὶ Οὐάλεντος ἀδελφοῦ αὐτοῦ καὶ Γρατιανοῦ | |
υἱοῦ Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανοῦ νεωτέρου υἱοῦ Οὐαλεντινιανοῦ | 183 | |
580 | ἀδελφοῦ Γρατιανοῦ καὶ Θεοδοσίου τοῦ θεοφιλεστάτου βασιλέως καὶ Ἀρκαδίου τοῦ υἱοῦ αὐτοῦ καὶ Ὀνωρίου ἐπιφανεστάτου υἱοῦ Θεοδοσίου, ἕως τῆς νῦν ὑπατ〈είασ〉 Ἀρκαδίου Αὐγούστου τὸ δεύτερον καὶ Ῥουφίνου τὰ ἔτη, ὡς προεῖπον, ὑπάρχει μζʹ. Ἐν δὲ τῇ Ἀρκαδίου Αὐγούστου καὶ Ῥου‐ φίνου ὑπάτου ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ νεώτερος, υἱὸς Οὐαλεντινιανοῦ | |
585 | τοῦ μεγάλου, εὑρεθεὶς ἄφνω ἐν τῷ παλατίῳ Τιβέρεως ὡς λόγος πεπνιγμένος ἐν εἰδοῖς Μαΐαις, πρὸ μιᾶς ἡμέρας τῆς Πεντηκοστῆς, ἐν ἡμέρᾳ Σαββάτου. Αὐτῇ δὲ τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐξεκομίσθη. Ἦν δὲ κατ’ Αἰγυπτίους τότε μηνὸς Παχὼν μία καὶ εἰκάς, κατὰ δὲ Ἕλληνας Ἀρτεμισίου τρίτη καὶ εἰκάς, κατὰ Ῥωμαίους δὲ πρὸ δέκα ἑπτὰ καλανδῶν Ἰουνίων. | |
590 | Ἕως ἐνταῦθα, φιλοκαλώτατε, ἀρκεσθέντες τοῖς προειρημένοις ἅπασι τὴν τῶν ἑρμηνευτῶν ὑπόθεσιν ἐδηλώσαμεν. Εἶθ’ ἑξῆς εἰς τὰ ἐπίλοιπα ὧν προειρήκαμεν ζητημάτων κατὰ τὰς ὑποσχέσεις, σαῖς εὐχαῖς, ἄνθρωπε τοῦ Θεοῦ, τὸν νοῦν ἐπιδῶμεν περὶ τῶν ἐν ταῖς θείαις γραφαῖς σταθμῶν τε καὶ μέτρων καὶ ἀριθμῶν δηλώσοντες, πόθεν ἕκαστον ὠνόμασται καὶ τίνος | |
595 | ἕνεκα οὕτω κέκληται καὶ πόθεν τὴν πρόφασιν τῆς ὀνομασίας εἴληφε καὶ τίς ἑκάστου τούτων ἡ ποιότης καὶ ἡ ὁλκὴ καὶ ἡ δύναμις. Μέτρον ἐστὶ κόρος. Κεῖται δὲ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ὅθεν ὁ Σωτὴρ ἐπαινεῖ τὸν φρόνιμον οἰκονόμον τὸν τοῖς χρεωφειλέταις ἀντὶ κόρων τοσούτων ἐν τοῖς σφῶν αὐτῶν χειρογράφοις τοσούτους μεταγραψάμενον, ἀντὶ δὲ τοσού‐ | |
(600) | των βάδων ἐλαίου τοσούτους ποιήσαντα. Ὀνόματα γάρ εἰσι μέτρων τάδε, λεθέκ, γομόρ, βάδος, σάτον, μόδιος, κάβος, χοῖνιξ, οἰφεὶ σεμιδάλεως, δρὰξ ἀλεύρου, ἀρτάβη, τρία μέτρα σεμιδάλεως, τρία κανᾶ χονδριτῶν, νέβελ οἴνου, κόλλαθον, ἀλάβαστρον μύρου, καμψάκης ὕδατος, κοτύλη ἐλαίου, κύαθος, μετρητὴς οἴνου, μετρητὴς ἐλαίου, τρυβλίον, ξέστης, ἀμφορεύς, ἀπόρρυμα, | 184 |
605 | σαφιθά, ἴν, χοῦς, στάμνος χρυσῆ, ἐν ᾗ ἀπέκειτο τὸ μάννα, μάρης, κύπρος, κογγιάριον. † Ὁ κόρος εἴληπται ἀπὸ τῆς ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χόρ. Εἰσὶ δὲ μόδιοι λʹ. Χὸρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χαρία γὰρ καλεῖται βουνός. Βουνισθέντες γὰρ οἱ τριάκοντα μόδιοι ποιοῦσι φορ‐ τίον καμήλου. Λεθὲκ δέ, ὡς ἐν τῷ Ὠσηὲ τῷ προφήτῃ εἴρηται, ὅτι ἐμισθωσά‐ | |
610 | μην ἐμαυτῷ λεθὲκ κριθῶν ἐν ἀντιγράφοις δὲ «γομὸρ κριθῶν», τὸ αὐτὸ μέν ἐστι, δέκα γὰρ καὶ πέντε μόδιοι σημαίνονται οὗτοι. Λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι τὸν νεα‐ νίαν ἐπάραντα τοὺς δέκα πέντε μοδίους καὶ ἐπιτεθῆναι τῷ ὄνῳ. Τὸ δ’ αὐτὸ τῶν ιεʹ μοδίων καὶ γομὸρ καλεῖται τὸ μέγα, ὃ ἐκ τῆς ἑβραΐδος γομὸρ λέγεται. | |
615 | Ἔστι γὰρ καὶ μικρὸν γομόρ. Δύο δέ εἰσι γομόρ, μέγα καὶ μικρόν· ὧν τὸ μέγα ἰσόμετρόν ἐστι τῷ λεθὲκ δεκαπέντε καὶ αὐτὸ ὂν μοδίων, τὸ δὲ μικρόν, ιβʹ βάδων. Καὶ αὐτὸ ἀπὸ τῆς ἑβραϊκῆς διαλέκτου παρῆκται, συνωνύμως | |
τῷ ἐλαιοτριβείῳ καλούμενον βίθ. Βάδον γὰρ ἑρμηνεύεται ἐλαιοτρι‐ βεῖον. Ἔστι δὲ ξεστῶν πεντήκοντα. Τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιο‐ | 185 | |
620 | τρίπτου ἐργασίας. Μνασὶς ἢ μέδιμνος οἶμαι ἐκ τῆς ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν ταύτῃ τῇ γλώσσῃ. Μνασὶς τοίνυν παρὰ Κυπρίοις μετρεῖται καὶ παρ’ ἄλλοις ἔθνεσιν. Εἰσὶ δὲ εἴκοσι μόδιοι σίτου ἢ κριθῶν εἰς τὸν τῶν δέκα καὶ ἑπτὰ ξεστῶν παρὰ Κυ‐ πρίοις μόδιον. Μέδιμνος δὲ παρ’ αὐτοῖς τοῖς Κυπρίοις διάφορος· τὸν γὰρ | |
625 | μέδιμνον Σαλαμίνιοι, εἴτ’ οὖν Κωνστάντιοι, ἐκ πέντε μοδίων ἔχουσι· Πά‐ φιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἥμισυ μοδίων αὐτὸν μετροῦσι. Σάτος κα‐ λεῖται ἐξ αὐτῆς τῆς ἑβραΐδος διαληφθέν, θηλυκῶς δὲ ἐκφωνούμενον, ἐν δὲ τῇ ἑλληνίδι οὐδετέρως. Σάτον γὰρ λέγομεν καὶ οὐχὶ σάτος. Ἔστι δὲ μόδιος ὑπέργομος, ὥστε πληροῦσθαι μὲν τὸν μόδιον, διὰ δὲ τοῦ ὑπεργίνεσθαι τὸ | |
630 | τέταρτον τοῦ μοδίου. Κέκληται δὲ σάα κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνού‐ μενον λῆψις ἢ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξει τινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν. Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείας ὑπὸ τῶν Ἑβραίων εὑρέθη εἴκοσι δύο ξεστῶν ὑπάρχον, οὐχ ἁπλῶς δέ, οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴν ἀκρίβειαν. Φημὶ δὲ ὁ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁ | |
635 | νόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον. Εἴκοσι δύο γὰρ ἔργα, ὦ φιλοκαλώ‐ | |
τατε, ἀπ’ ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε. Τῇ πρώτῃ ἡμέρᾳ τοὺς οὐρανοὺς τοὺς ἀνωτέρους, τὴν γῆν, τὰ ὕδα‐ τα ἐξ ὧν ἐστι χιὼν καὶ κρύσταλλος καὶ χάλαζα καὶ παγετοὶ καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ | 186 | |
640 | προσώπου καὶ ἄγγελοι τῆς δόξης καὶ ἄγγελοι πνευμάτων πνεόντων, ἄγγε‐ λοι νεφελῶν καὶ γνόφων καὶ χιόνος καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινο‐ πώρου καὶ ἔαρος καὶ θέρους καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ τῶν ἐν οὐρανοῖς καὶ ἐν τῇ γῇ, τὰς ἀβύσσους, τήν τε ὑποκάτω τῆς γῆς καὶ | |
645 | τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτε ἐπάνω τῆς γῆς, ἐξ οὗ περ σκότος, ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. | |
Ταῦτα τὰ ἑπτὰ μέγιστα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ. Ἐν τῇ δευτέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων. Ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὸ ἥμισυ αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος καὶ τὸ ἥμισυ αὐτῶν | 187 | |
(650) | ἔμεινεν ὑποκάτω τοῦ στερεώματος ἐν μέσῳ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Τοῦτο μόνον ἐποίησεν ὁ Θεὸς ἐν τῇ δευτέρᾳ ἡμέρᾳ. Τῇ τρίτῃ ἡμέρᾳ τὰς θαλάσσας, τοὺς ποταμούς, τὰς πηγὰς καὶ τὰς λίμνας, τὰ σπέρματα τοῦ σπόρου καὶ τὰ βλαστήματα, τὰ ξύλα κάρπιμά τε καὶ ἄκαρπα καὶ τοὺς δρυ‐ μούς. Ταῦτα τὰ τέσσαρα ἔργα τὰ μέγιστα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τρίτῃ ἡμέ‐ | |
655 | ρᾳ. Τῇ τετάρτῃ ἡμέρᾳ τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας. Ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς ἐν τῇ τετάρτῃ ἡμέρᾳ. Τῇ πέμπτῃ ἡμέρᾳ τὰ κήτη τὰ μεγάλα, τοὺς ἰχθύας καὶ τὰ ἄλλα ἑρπετὰ τὰ ἐν τοῖς ὕδασι, τὰ πετεινὰ τὰ πτερωτά. Ταῦτα τὰ τρία ἔργα τὰ μεγάλα ἐποίησεν ὁ Θεὸς | |
ἐν τῇ πέμπτῃ ἡμέρᾳ. Τῇ ἕκτῃ ἡμέρᾳ τὰ θηρίᾳ, τὰ κτήνη, τὰ ἑρπετὰ τῆς γῆς, | 188 | |
660 | τὸν ἄνθρωπον. Ταῦτα τὰ τέσσαρα μεγάλα ἔργα ἐποίησεν ὁ Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ. Καὶ ἐγένετο πάντα δύο καὶ εἴκοσι γένη ἐν ταῖς ϛʹ ἡμέραις. «Καὶ συνετέλεσε πάντα τὰ ἔργα αὐτοῦ ἐν τῇ ἕκτῃ ἡμέρᾳ», ὅσα ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις, ἐν τῷ φωτὶ καὶ ἐν τῷ σκότει καὶ ἐν πᾶσι. Καὶ ἀνεπαύσατο ὁ Θεὸς ἐκ πάντων τῶν ἔργων αὐτοῦ | |
665 | ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ καὶ ηὐλόγησεν αὐτὴν καὶ ἡγίασεν αὐτήν. Καὶ ἐδήλωσε δι’ ἀγγέλου τῷ Μωϋσῇ ὅτι καὶ εἴκοσι δύο κεφαλαὶ ἀπὸ Ἀδὰμ μέχρι τοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ λέγων «καὶ ἐκλέξομαι ἐμαυτῷ ἐκ τοῦ σπέρματος αὐτοῦ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν». Αἱ δὲ κεφαλαί, αἵ εἰσι γενεαί, περὶ ὧν εἶπεν ὁ Κύριος, εἰσὶν αὗται: Ἀδάμ, Σήθ, Ἐνώς, Καϊνάν, Μαλελεήλ, | |
670 | Ἰάρεδ, Ἐνώχ, Μαθουσάλα, Λάμεχ, Νῶε, Σήμ, Ἀφραξάδ, Σάλα, Ἕβερ, Φαλέχ, Ῥαγαῦ (τὸν γὰρ Καϊνάν ... τὸ βιβλίον τῶν ἀριθμῶν), Σερούχ, Ναχώρ, Θαρέ, Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ὁ καὶ Ἰσραήλ, ὁμοῦ εἴκοσι δύο γενεαί. Δι’ ὃ καὶ εἴκοσι δύο εἰσὶ τὰ παρὰ τοῖς Ἑβραίοις γράμματα, ἅ ἐστι ταῦτα· ἄλεφ, βήθ, γιμηλ, δελεδ, η, ουαῦ, ζήθ, ἤθ, τήθ, ἰώθ, χάφ, λα‐ | 189 |
675 | μεδ, μήμ, νουν, σαμεχ, αϊν, φη, σαδη, κωφ, ρης, σιν, θαῦ. Διόπερ καὶ εἴκοσι δύο βίβλοι εἰσὶ τῆς Παλαιᾶς Διαθήκης ῥηταὶ καὶ παρ’ αὐτοῖς τοῖς Ἑβραίοις εἴκοσι ἑπτὰ μὲν οὖσαι εἴκοσι δύο δὲ ἀριθμούμεναι ἐπειδήπερ καὶ πέντε τῶν στοιχείων παρ’ αὐτοῖς διπλοῦνται τὸ χὰφ διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ τὸ φὶ καὶ τὸ σάδι. Οὕτως γὰρ αἱ βίβλοι ἀριθμοῦν‐ | |
680 | ται αʹ Βιρσήθ, ἣ καλεῖται Γένεσις κόσμου. Ἐλησιμώθ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου. Οὐαϊεκρά, ἣ ἑρμηνεύεται Λευιτικόν. Οὐαϊδαβήρ, ἥ ἐστιν Ἀριθμῶν. Ἐλλεδεβαρείμ, τὸ Δευτερονόμιον. Διησοῦ, ἡ τοῦ Ἰησοῦ | |
τοῦ Ναυῆ. Διώβ, ἡ τοῦ Ἰώβ. Δεσωφτείμ, ἡ τῶν Κριτῶν. Δερούθ, ἡ τῆς Ῥούθ. Σφερτελείμ, τὸ Ψαλτήριον. Δεβριιαμείν, ἡ πρώτη τῶν Παραλειπομένων. | 190 | |
685 | Δεβριιαμείν, Παραλειπομένων δευτέρα. Δεσαμουήλ, Βασιλειῶν πρώτη. Δαδουδεσαμουήλ, Βασιλειῶν δευτέρα. Δμαλαχείμ, Βασιλειῶν τρίτη. Δμα‐ λαχείμ, Βασιλειῶν τετάρτη. Δμεθαλώθ, ἡ Παροιμιῶν. Δεκωέλεθ, ὁ Ἐκκλη‐ σιαστής. Σιραθσιρείν, τὸ ᾎσμα τῶν ᾈσμάτων. Δαθαριασαρά, τὸ Δω‐ δεκαπρόφητον. Δησαΐου, τοῦ προφήτου Ἡσαΐου. Διερεμίου, ἡ τοῦ Ἱερε‐ | |
690 | μίου. Διεζεκιήλ, ἡ τοῦ Ἰεζεκιήλ. Δεδανιήλ, ἡ τοῦ Δανιήλ. Δέσδρα, ἡ τοῦ Ἔσδρα πρώτη. Δέσδρα, ἡ τοῦ Ἔσδρα δευτέρα. Δεσθήρ, ἡ τῆς Ἐσθήρ. Αὗ‐ ται δὲ αἱ εἴκοσι ἑπτὰ βίβλοι εἴκοσι δύο ἀριθμοῦνται κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων, ἐπειδήπερ καὶ πέντε στοιχεῖα διπλοῦνται, καθὼς ἄνω προείπο‐ μεν. Ἔστι δὲ καὶ ἄλλη μικρὰ βίβλος, ἣ καλεῖται Κινώθ, ἥτις ἑρμηνεύεται | |
695 | θρῆνοι Ἱερεμίου. Αὕτη δὲ τῷ Ἱερεμίᾳ συνάπτεται, ἥτις ἐστὶ περισσὴ τοῦ ἀρι‐ θμοῦ καὶ τῷ Ἱερεμίᾳ συναπτομένη. Οὗτοι οἱ εἴκοσι δύο ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς εἴκοσι δύο ἔργοις, οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς κοσμοποιΐας, καὶ ἐν ταῖς εἴκοσι δύο γενεαῖς ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραὴλ καὶ ἐν τοῖς εἴκοσι δύο | |
(700) | στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ καὶ ἐν ταῖς εἴκοσι δύο βίβλοις ἀπὸ τῆς Γενέσεως ἄχρι τῆς Ἐσθήρ, μέτρον ἡμῖν ἐγέννησαν εἴκοσι δύο ξεστῶν, ὃ καλεῖται παρ’ Ἑβραίοις μόδη, παρ’ Ἕλλησι δὲ μόδια, διὰ τὴν τρανότητα. Παραπλησίως δὲ καὶ Αἰγύπτιοι μέντοι τοῦτο καλοῦσιν. Ὁμοίως δὲ καὶ Σύροι καὶ Ἄραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία. | |
705 | Πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ ὅτι πεπλήρωμαι. Καὶ κατ’ ἄλλας δὲ ἑρ‐ μηνείας διαφόρως καλεῖται. Καλεῖται δὲ καὶ γνώμων, ὅ ἐστι μέτρον. Καλεῖται ὁμολογία καὶ ὁμολόγημα καὶ ὁμόλογος. Τῷ δὲ ἀριθμῷ τῶν κβʹ ἔργων τοῦ Θεοῦ τῶν ἀπ’ ἀρχῆς καὶ τῶν κβʹ γενεῶν ἕως τοῦ Ἰακὼβ καὶ τῶν κβʹ βιβλίων ἕως τῆς Ἐσθὴρ καὶ διὰ τῆς τῶν | 191 |
710 | κβʹ γραμμάτων ὑποθέσεως, ἐξ ὧν ὁ νόμος τοῦ Θεοῦ ἡμῶν παρέστη καὶ Θεοῦ διδασκαλία ἡμῖν προτετύπωται, τοῦτο δηλοῦται, ὅτι ἐκ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ μυστηρίων Ἰησοῦς ὁ Χριστὸς ἡμῖν ἐρχόμενος ἐμαρτυρήθη καὶ ἀπεκαλύφθη, ὃς ἐλθὼν ἐν τῷ εὐαγγελίῳ ἐπλήρωσεν ἡμῖν τὸ μέτρον τῆς ζωῆς διὰ τοῦ μοδίου, τοῦτ’ ἐστὶ τῆς ὁμολογίας, παντὶ τῷ εἰς αὐτὸν ὁμολογήσαντι | |
715 | καὶ τὴν ζωὴν παρ’ αὐτοῦ κομισαμένῳ. Δι’ ὃ τὸ μέτρον τὸ ἅγιον Ἑβραῖοι λέγουσιν ὅτι ἐστὶ κβʹ ξεστῶν κατὰ τοὺς προειρημένους ἀριθμοὺς τοὺς δια‐ φόρως εἰρημένους. Πολλοὶ γὰρ τῶν ἄλλων ἐθνῶν ἢ προσέθεντο ἢ ἀφείλοντο ἀπὸ τοῦ μέτρου τούτου, τοῦ ἀκριβῶς παρ’ Ἑβραίοις ἀριθμηθέντος. Ἀλλὰ καὶ παρὰ Ῥωμαίοις συμβέβηκεν ὁμοιοκαταλήπτως μοδίουμ μέτρον καλεῖ‐ | |
720 | σθαι, ὥσπερ παρ’ Ἑβραίοις τὸ ἄλεφ τῷ παιδίῳ τὸ μανθάνειν παραινεῖ, καὶ παρ’ Ἕλλησι τὸ ἀλφεῖν ζητεῖν συμβέβηκε καλεῖσθαι· ὅθεν δῆλον ὅτι καὶ τὸ ἄλφα ἐξ ἑβραΐδος παρηνέχθη εἰς τὴν ἑλληνίδα. Τὸ γοῦν μόδιον ὡς ἐκ τῆς ἑβραΐδος ηὑρέθη, ὁμολογεῖν λεχθέν, ὡς πολλάκις εἶπον, διὰ τῆς χρή‐ σεως ἑρμηνεύεται. Εἰ μὴ γὰρ αὐτὸν πληρεστάτως γεμίσειέ τις, οὐχ ὁμολο‐ | |
725 | γεῖ ὅτι πεπλήρωμαι, πλήσας δὲ τὸ μέτρον καὶ ῥιτλιάσας ἀπετέλεσε μόδιον, | |
τουτέστι πλήσας τὸ μέτρον ὁμολογεῖ ὅτι πεπλήρωμαι. Μετενεχθὲν δὲ τὸ ὄνομα εἰς ἑλληνίδα, ὡς ἔφην, ἀπὸ τοῦ μόδι (;) μόδιος κέκληται διὰ τὴν τρανότητα. Κάβος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορον μέτρον ἐστὶν ἤγουν τὸ τέ‐ | 192 | |
730 | ταρτον μοδίου. Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν ἐστι, διττῷ δὲ ὀνόματι κέκληται. Ἔστι δὲ δύο ξεστῶν καὶ ποστημορίου. Δρὰξ ἀλεύρου· τοῦτο ἀπερίεργόν ἐστι καὶ πᾶσι δῆλον. Ἀρτάβη, τοῦτο τὸ μέτρον παρ’ Αἰγυπτίοις ἐκλήθη. Ἔστι δὲ οβʹ ξε‐ | |
735 | στῶν. Ἐκ πολλῆς δὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη· ἑβδομήκοντα δύο γὰρ ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰς ἑβδομήκοντα δύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν· ὅθεν καὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμε‐ ρισμένην φωνήν. Τὸ δ’ αὐτὸ καὶ ὁ μετρητὴς τὸ μέτρον ἔχει τῶν οβʹ ξεστῶν κατὰ τὸ | |
740 | μέτρον τὸ ἅγιον. Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τῇ Σάρρᾳ ἑτοιμάζειν | |
προσέταττεν, ἐξ ὧν τριῶν μέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο. Ταῦτα δὲ τὰ μέτρα ἕκαστον γόμορ ἐχώρει. Τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τοῦτ’ ἔστι τῆς ἀρτάβης, | 193 | |
745 | ὃ γίνεται ἑπτὰ ξεστῶν καὶ πέμπτον. Ἐν δὲ τῷ αὐτῷ μοδίῳ τοῦ γόμορ τρία μέτρα πάλιν ὑπάρχει, ἃ ἐγένοντο ἀπὸ ξεστῶν βʹ καὶ γʹ. Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἐν τοῖς καινοῖς ἀποτιθέναι τοὺς χονδρίτας. Ἔστι δὲ εἶδος σίτου εἰς δύο τεμνομένου. Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρνʹ, ὃ ποιεῖ ὑγρὰ σάτα γʹ. Τὸ | |
(750) | γὰρ ὑγρὸν σάτον νϛʹ ξεστῶν ὑπάρχει. Ἀλάβαστρον μύρου, βικίον μὲν ὑέλινόν ἐστιν χωροῦν λίτραν ἐλαίου. Τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸ ἥμισυ. Ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔ‐ θρυπτον, ἁλὶ ἀπεικαζόμενον. Καμψάκης ὕδατος δώδεκα μὲν ξεστῶν ἐστὶ τὸ μέτρον. Ὁ δὲ τῷ Ἠλίᾳ | |
755 | ἑτοιμασθεὶς ὁ καὶ αὐτὸς καμψάκης ἦν τεσσάρων ξεστῶν τὸ μέτρον. Κοτύλη ἥμισυ ξέστου ὑπάρχει· κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κόπτεσθαι. Κύαθός ἐστιν ἕκτον ξέστου. Μεδεκὼθ δὲ λέγει τοὺς κυάθους ἡ Γραφή. Τὰ δὲ μασμαρὼθ λέγει τοὺς διυλιστῆρας, οὓς καὶ ἰθμοὺς καλοῦμεν. Τῷ αὐτῷ | 194 |
760 | δὲ ὀνόματι ἀμφότερα κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσι. Τρυβλίον ὀψόβαφόν ἐστι τὴν πλάσιν, ἤτοι παροψίς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει. Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλκὴν ἐν τῷ ἐλαίῳ. Ἀπόρρυμα παρὰ μόνοις Θηβαίοις μετρεῖται. Ἥμισυ γὰρ τοῦ σαΐτου | |
765 | ἐστίν. Ὁ δὲ ἀληθινὸς σαΐτης ξεστῶν ἐστιν κβʹ. Σαβιθά. Τοῦτον συριατικόν ἐστι τὸ ὄνομα, ὃ ἑρμηνεύεται ληνιαῖον ἄντλημα, παρὰ Ἀσκαλωνίταις ξεστῶν κβʹ. Ἴν. Τὸ ἲν μέγα ξεστῶν ἐστὶ ιηʹ, τὸ δὲ ἅγιον ἲν ξεστῶν θʹ. Χοῦς ἐστὶ ξεστῶν ηʹ. Τὸ δὲ καλούμενον ἅγιον ξεστῶν ἕξ, ὅ ἐστι δωδέ‐ | |
770 | κατον μετρητοῦ. Τάλαντόν ἐστι τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον, κατὰ δὲ | |
τὸν λιτρισμὸν ρκεʹ λιτρῶν ὑπάρχει. Ἑξακισχίλια λεπτὰ τοῦ ταλάντου, ἃ λεπτὰ καλεῖται ἀσσάρια. Ἑξήκον‐ τα δὲ ἀσσάρια ὑπάρχει τὸ δηνάριον. | 195 | |
775 | Ἑκατὸν δὲ δηνάρια ὑπῆρχεν ὁ ἀργυροῦς, ἀπ’ ἀρχῆς δὲ ἐτυπώθη ἀργυ‐ ροῦς τὸ νόμισμα. Ἐκ δὲ τῶν ἀσσαρίων ἀπ’ ἀρχῆς τοῦτο ἐφοίτησε. Φασὶ δὲ τὸν Ἀβραὰμ εἰς τὴν Χαναναίαν τὸν τύπον ἐνηνοχέναι. Τοῦ δὲ ταλάντου τὸ ἑκατοστὸν εἰκοστὸν πέμπτον λίτρα μία. Ἡ δὲ λίτρα ιβʹ οὐγγιῶν ὑπάρχει. Ἡ δὲ οὐγγία ἔχει στατῆρας δύο. | |
780 | Ὁ δὲ στατὴρ ἥμισυ μέν ἐστιν οὐγγίας, ἔχων δύο δίδραγμα. Καλεῖται δὲ καὶ ὁ κοδράνης τὸ σίκλον. Τὸ δὲ σίκλον τὸ τέταρτον μὲν ἦν τῆς οὐγγίας, ἥμισυ δὲ τοῦ στατῆρος, δύο δραγμὰς ἔχον. Ὄγδοον γὰρ τῆς οὐγγίας ἦν ἡ δραγμή. Ἐκαλεῖτο δὲ καὶ ὁλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ σταθμοῦ. Φημὶ δὲ ὡς καὶ | |
785 | τῷ σίκλῳ τὴν τρίχα τοῦ Ἀβεσαλὼμ ἐστάθμιζον κατὰ τὸν καιρόν, ὃν ἐκου‐ ρεύετο, ὁλκὴν ἐχούσης ρκεʹ σίκλων, ὃ ἐστὶ λαʹ οὐγγίας καὶ σίκλου ἑνός, ὡς δύο ἥμισυ λιτρῶν καὶ σίκλου ἑνός. Ὀβολὸς καὶ αὐτὸς ἐν ἀργύροις ἐτυποῦτο. Ὄγδοον δὲ ἦν καὶ οὗτος τῆς οὐγγίας, οὐκ ἐξ ἀργύρου πεποιημένος, ἀλλ’ ἀπὸ σιδήρου. Ἦν δὲ καὶ | |
790 | ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπούμενος, νόμισμα ὤν, ὃ ἦν λεπτότατον, ὀγδοη‐ κοστὸν δὲ ἦν τῆς οὐγγίας. Λέγει γὰρ ἐν τῷ Λευιτικῷ «τὸ δὲ δίδραγμον εἴκοσι ὀβολοί». Ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγγίας τὸ δίδραγμον ἤδη ἐδείξαμεν. | |
Χαλκοῖ. Τούτους οἱ Αἰγύπτιοι ἐφεύραντο. Ἀργύρια δέ ἐστι τετυπωμέ‐ να, διὸ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια χάλκινα καλεῖται. Ἔστι δὲ ὁ χαλ‐ | 196 | |
795 | κοῦς τῷ σταθμῷ ὄγδοον οὐγγίας, ὡς ἡ δραγμή. Μνᾶς, ἥτις τῇ ἑβραΐδι μνήμη καλεῖται. Ἡ δὲ Ἰταλικὴ μνᾶς τεσσαρά‐ κοντα στατήρων ἐστίν, ὅπερ ἐστὶν οὐγγιῶν κʹ, λίτρας μιᾶς καὶ διμοίρου. Ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ καιροὺς γεγόνασι. Τὸ δὲ νουμίον τετύπωται ἀπὸ Νουμᾶ τινὸς βασιλεύσαντος τῶν Ῥωμαίων. | |
(800) | Δίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργύρου. Τὸ δὲ ἄργυρον τοῦτό ἐστιν, ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὃ ἑρμηνεύεται στρατιωτικὸν δόμα. Τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀργύριον ἦν· ὅπερ ὕστερον κίβδηλον ἐκλήθη ἐξ αἰτίας τοῦ ἀναιρεθῆναι τὸν κατὰ καιρὸν βασιλέα καὶ ἐκβληθῆναι τὸν | |
805 | αὐτοῦ χαρακτῆρα ἐκ τοῦ διχρύσου, ὃς ἦν αὐτῷ ἐμφερόμενος. Ἔκτοτε γὰρ ἔνθα ἂν εὑρέθη τὴν τοῦ ἀναιρεθέντος βασιλέως φέρων εἰκόνα, κίβδηλος ὠνομάζετο, ἤγουν ἀδόκιμος. Φόλης, ὃ καὶ βαλάντιον καλεῖται. Διπλοῦν δέ ἐστιν ὑπὸ δύο ἀργύρων συγκείμενον, οἳ γίνονται σηʹ δηνάρια. Καὶ φόλης δύο λεπτὰ κατὰ τὸν δη‐ | |
810 | ναρισμόν, ἀλλ’ οὐ κατὰ τὸν ἀργυρισμόν. Μάρης μέτρον ἐστὶ παρὰ Ποντικοῖς δύο ὑδριῶν. Ἡ δὲ ὑδρία αὐτοῖς | |
δέκα ξεστῶν ἐστιν, ὥστε εἶναι τὸν κύπρον εἴκοσι ξεστῶν Ἀλεξανδρινῶν. Κύπρος παρὰ τοῖς αὐτοῖς Ποντικοῖς μέτρον ἐστὶ ξηρῶν γεννημάτων, μόδιοι δύο, ὃ λέγεται εἶναι παρ’ αὐτοῖς χοινίκων πέντε. Ὁ δὲ χοῖνιξ παρ’ αὐ‐ | 197 | |
815 | τοῖς ξεστῶν ἐστι πέντε, ὥστε εἶναι τὸν κύπρον ξεστῶν κʹ. Ὁ γὰρ μέγας παρ’ αὐτοῖς μόδιος ξεστῶν κδʹ. Κόλλαθον ἐστὶ παρὰ τοῖς Σύροις τὸ ἥμισυ τοῦ ὑγροῦ σάτου. Ἐστὶ δὲ ξεστῶν κεʹ. Κογγιάριον δὲ μέτρον ἐστὶν ὑγροῦ, καὶ αὐτὸ παρ’ Ἑβραίοις ἐκφωνού‐ | |
820 | μενον· τοῦτο τὸ μέτρον ἐστὶν ἐν χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο, ὃ ἑρμηνεύεται συνημμένον | |
ἢ συνεστραμμένον. | 198 |