TLG 2021 031 :: EPIPHANIUS :: Liturgia praesanctificatorum

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

Liturgia praesanctificatorum

Source: Moraites, D.N. (ed.), Ἡ λειτουργία τῶν προηγιασμένων. Thessalonica: University of Thessalonica, 1955: 53–77.

Citation: Section — (line)

1

(t1)

〈Λειτουργία κατηχουμένων〉
1 [Ἐν δὲ τῷ λυχνικῷ μετὰ τὰ ἀναγνώσματα καὶ τὸ Κατευθυνθήτω καὶ τὸ Κύριε ἐλέησον γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων.:]
4ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ
5πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλά‐ νης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφ’ ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται
10Ἐκφώ(νως)· Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσιν τὸ53
11tΕὐχὴ εἰς τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους.
12 Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου ἐπὶ τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους καὶ ἐπιποθοῦντας τὸν τῆς ἁμαρτίας μολυσμὸν ἀποτινάξασθαι. Καταύγασον αὐτῶν τὴν διάνοιαν· βεβαίωσον αὐτοὺς ἐν τῇ πίστει· στήριξον ἐν
15ἐλπίδι· τελείωσον ἐν ἀγάπῃ· μέλη τίμια τοῦ Χριστοῦ σου ἀνάδειξον, τοῦ δόντος ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἐκφώ· Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν.
18t〈Λειτουργία πιστῶν〉
18,1tΕὐχὴ πιστῶν αʹ
19Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ
20εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας· σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀμέτοχος ἔστω παντὸς πονηροῦ βλέμ‐ ματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον δὲ ἡμῶν καὶ τὰ χείλη τὰ αἰνοῦντά σε, Κύριε, τὰς δὲ χεῖρας
25ἡμῶν ποίησον τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος
χάριτι. Ἐκφώ· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις.54
29tΕὐχὴ πιστῶν βʹ
30 Δέσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποίησον τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ σῶμα καὶ τὸ ζωοποιὸν αἷμα κατὰ τὴν παροῦσαν ὥραν εἰσ‐ πορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους
35στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα· ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι· ἵνα δι’ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα. Ἐκφώ· Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ
39,1t〈Εἴσοδοσ〉
40[Καὶ μετὰ τὸ πληρωθῆναι Αἱ δυνάμεις τῶν οὐρανῶν, ὁ ἱερεὺς ἐπεύχεται·]
Ὁ τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρ’ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ πολλήν σου φιλανθρωπίαν εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων55
45ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔφιδε ἐφ’ ἡμᾶς τοὺς ἀναξίους δούλους σου τοὺς τῷ ἁγίῳ τούτῳ θυσιαστηρίῳ ὡς τῷ χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ’ ᾧ ὁ μονογενής σου υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων καὶ πάσης

1

(50)

ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερεύσας ἀκαθαρσίας ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἁγιασμῷ ἀναφαιρέτῳ· ἵνα ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, πεφωτισμένῃ καρδίᾳ τῶν θείων τούτων μεταλαμ‐ βάνοντες ἁγιασμάτων καὶ ὑπ’ αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ ἡμῶν Θεῷ, τῷ εἰπόντι· Ὁ τρώγων μου τὴν σάρκα
55καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ· ὅπως ἐνοικοῦντος ἐν ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ ἁγίου καὶ προσκυνητοῦ σου πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης καὶ τύχωμεν τῶν ἐπηγγελ‐ μένων ἀγαθῶν πᾶσιν τοῖς ἁγίοις τοῖς ἀπ’ αἰῶνός σοι εὐαρεστήσασιν.
60Ἐκφώ· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα Ὁ λαός· Πάτερ ἡμῶν Ὁ ἱερεὺς ἐκφώ· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία
Ὁ λαός· Ἀμήν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσιν56
65 Ὁ λαός· Καὶ τῷ πνεύματί σου Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν Ὁ ἱερεὺς ἐπεύχεται· Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔφιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου καὶ
70φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωο‐ ποιῶν σου τούτων μυστηρίων. Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλὰς ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος. Ἐκφώ· Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου
75πνεύματι νῦν Ὁ λαός· Ἀμὴν Ὁ διάκονος· Πρόσχωμεν Ὁ ἱερεύς· Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις Ὁ λαός· Εἷς ἅγιος, εἶς κύριος Ἰησοῦς Χριστός.
80tΕὐχὴ μετὰ τὴν μετάληψιν
81 Εὐχαριστοῦμέν σοι τῷ σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χρι‐ στοῦ σου. Καὶ δεόμεθά σου, δέσποτα φιλάνθρωπε· φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς57
85ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν. Ἐκφώ· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων· Ἀμήν.
90Ὁ διάκονος· Ἐν εἰρήνῃ προέλθωμεν. Ὁ λαός· Ἐν ὀνόματι Κυρίου.
92tΕὐχὴ ὀπισθάμβωνος εἰς τὰ προηγιασμένα
93 Δέσποτα, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ αὐθαιρέτῳ βουλήσει ἀγαγὼν ἡμᾶς εἰς τὰς
95πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν, πρὸς ἐγκράτειαν ἀνα‐ στάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα Μωσῆ· παράσχου καὶ ἡμῖν, δέσποτα ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆ‐
σαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικηταί τε τῆς ἁμαρ‐58

1

(100)

τίας ἀναφανῶμεν καὶ ἀκατακρίτως φθάσαι τὴν ἁγίαν σου ἀνάστασιν. Ὅτι ἅγιον ὑπάρχει τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

2

(t1)

(Γ, Δ, Ε, Ζ, Η,)
t2Ἀκολουθία τῶν προηγιασμένων (τῆς ἁγ. τεσσαρακοστῆς)
t3〈Λειτουργία κατηχουμένων〉
1 Γ [Μετὰ 〈τὸ ῥηθῆναι〉 τὰ ἀναγνώσματα 〈ἐν τῷ λυχνικῷ〉 λέγεται τὸ Κατευθυνθήτω καὶ μετὰ τοῦτο λιτανεύει ὁ διάκονος]· Εἴπωμεν πάντες· (ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ...) Καὶ λέγει ὁ λαὸς τό· Κύριε ἐλέησον.
5 Ὁ δὲ ἱερεὺς λέγει· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ (τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων) [Καὶ μετὰ τοῦτο γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων οὕτως].
10 Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς (σελ. 53). Ἐκφώνως· Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι (τὸ πάντιμον καὶ μεγα‐ λοπρεπὲς ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγ. Πνεύμ...) [Γ Γινώσκει (γίνωσκε:) δὲ ὅτι καὶ τὴν εὐχὴν ταύτην καὶ τὰ διακονικὰ
ἀπὸ τῆς τετράδος τῆς μεσοεβδομάδος τῶν νηστειῶν λέγει·]59
15 Ὅσοι κατηχούμενοι προέλθετε· οἱ κατηχούμενοι προέλθετε· (μή τις τῶν κατηχουμένων· ὅσοι πιστοὶ)
17tΕὐχή.
18Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου (σελ. 54). Ὅσοι πρὸς τὸ φώτισμα προέλθετε ...
20Ἔτι καὶ ἔτι 〈οἱ〉 κλίνοντες τὰ γόνατα ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
21t〈Λειτουργία πιστῶν〉
21,1tΕὐχὴ πιστῶν αʹ
22Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός ... (σελ. 54)
23tΕὐχὴ πιστῶν βʹ
24Δέσποτα ἅγιε, ὑπεράγαθε ... (σελ. 55)
25Ἐκφώνως· Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου... Ε 〈Νῦν αἱ δυνάμεισ〉
Γ, Η Πληρώσωμεν τὴν δέησιν ... Ὑπὲρ τῶν προτεθέντων... Ε. Εὐχὴ μετὰ τὸ Νῦν αἱ δυνάμεις, ἣν ποιεῖ ὁ ἱερεύς. Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, Δέσποτα Κύριε καὶ60
30χαρισάμενος ἡμῖν παρρησίαν τοῖς ταπεινοῖς καὶ ἀναξίοις δούλοις σου, παρα‐ στῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου καὶ ἐξάλειψόν μου τὰ παραπτώματα διὰ τὴν σὴν εὐσπλαγ‐ χνίαν καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ
35σαρκὸς καὶ πνεύματος καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου πνεύματος εἰς τὴν λειτουργίαν ταύτην. Καὶ πρόσδεξαί με διὰ τὴν ἀγαθότητά σου προσ‐ εγγίζοντα τῷ ἁγίῳ σου θυσιαστηρίῳ. Εὐδόκησον δή, Κύριε, δεκτὰ γενέσθαι τὰ προσαγόμενά σοι δῶρα τοῦτα διὰ τῶν ἡμετέρων χειρῶν, συγκαταβαίνων ἡμῖν ταῖς ἀσθενείαις. Καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, μηδὲ
40βδελύξῃ τὴν ἐμὴν ἀναξιότητα, ἀλλ’ ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ παρένεγκε τὰ ἀνομήματά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης σου, ἀξιωθῶ τῆς σκέπης τοῦ μονογενοῦς σου υἱοῦ καὶ μὴ ὡς δοῦ‐ λος ἁμαρτίας ἀδόκιμος γένωμαι. Ναί, δέσποτα παντοδύναμε κύριε, εἰσάκου‐ σον τῆς δεήσεώς μου. Σὺ γὰρ εἶ ὁ πάντα ἐνεργῶν ἐν πᾶσι καὶ τὴν παρὰ σοῦ61
45πάντες ἐπιζητοῦμεν βοήθειαν. Γ Εὐχὴ μετὰ τὸ ἀποτεθῆναι τὰ ἅγια δῶρα· Ὁ τῶν ἀρρήτων (σελ. 55—56) Η Ἀντιλαβοῦ, σῶσον. Τὴν ἑσπέραν πᾶσαν. Καὶ καταξίωσον ἡμᾶς, δέσποτα, μετὰ παρρησίας κλπ. (σελ. 56, στ. 60—67) Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος (σελ. 57, στ. 68—72)
50tΕ Εὐχὴ
51 Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὦδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίω‐ σον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ
55τοῦ τιμίου αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ. [Η Ὁ ἱερεὺς ὑψοῖ τὸν ἄρτον]. Ὁ διάκονος [Η λέγει]· Πρόσχωμεν (σελ. 57, στ. 77—79) [Γ Καὶ μετὰ τὸ πάντας μεταλαβεῖν ἐπεύχεται ὁ ἱερεὺς]
Εὐχαριστοῦμέν σοι τῷ σωτῆρι τῶν ὅλων Θεῷ (σελ. 57—58, στ. 81—86)62
60 Ε Εἶτα λέγει· Ὑψώθητι ἐπὶ τὸν οὐρανὸν ὁ Υἱός, ὁ Θεός. Ὁ λαός· Εὐχαριστοῦμέν σοι. Η Ὁ διάκονος· Ὀρθοὶ οἱ μεταλαβόντες. Ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἐν εἰρήνῃ προέλθωμεν.
65Γ Ὁ λαός· Ἐν ὀνόματι Κυρίου. Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. Ὁ λαός· Κύριε ἐλέησον.
68tΕὐχὴ ὀπισθάμβωνος [Η ἣν λέγει ὁ ἱερεύς].
69Δέσποτα (Κύριε) ὁ Θεὸς ὁ παντοκράτωρ (σελ. 58)
70 Γ, Ζ Εὐχὴ λεγομένη ἐν τῷ διακονικῷ [Η, Ν, Ξ ἐν τῷ σκευοφυλακίῳ] Γ, Ζ, Ι Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ταύ‐ τας ἡμέρας καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύνα‐ ψον τῇ λογικῇ σου ποίμνῃ καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.63

3

(t1)

[Λειτουργία τῶν κατηχουμένων]
t2[Αʹ Προπαρασκευὴ—Σύνδεσις πρὸς τὸν ἑσπερινόν. Ἔναρξις].
1 Μ, Σ 〈Εἰσελθόντος τοῦ ἱερέως ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τὴν ἱερὰν ἐνδυσαμένου στολὴν καὶ τὸν εὐλογητὸν εὐλογήσαντοσ〉 Κ Ὁ διάκονος· Εὐλόγησον, δέσποτα
Ὁ ἱερεύς· Εὐλογημένη ἡ βασιλεία
5 Μ 〈ψάλλεται συνήθως ὁ προοιμιακὸς ψαλμός· οὗτος δὲ ἱστάμενος ἔν‐ δοθεν λέγει μυστικῶς τὰς εὐχὰς τοῦ λυχνικοῦ〉
7t[Βʹ Εὐχαὶ λυχνικοῦ].
7,1tΚ Εὐχὴ αʹ
8 Κύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν. Ποίησον μεθ’
10ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν
τῇ ἀληθείᾳ σου. Εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ καὶ ποιῶν θαυμάσια. Σὺ εἶ ὁ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σώζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομα64
15τὸ ἅγιόν σου. Ἐκφώνως· ὅτι πρέπει σοι πᾶσα ...
17tΕὐχὴ βʹ
18 Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς· ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου. ἰατρὲ καὶ θεραπευτὰ τῶν
20ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλ‐ μοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ἀμήν.
25Ἐκφώνως· Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἔστιν ἡ βασιλεία ...
26tΕὐχὴ γʹ
27 Κύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δού‐ λων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου· καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου· ἀλλὰ χάρισαι ἡμῖν.
30Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ καταξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ἐκφ. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς (ὑπάρχεις καὶ σοὶ τὴν δό‐
ξαν ἀναπέμπομεν ...) Μ Εἶτα τοῦ ψαλμοῦ τελεσθέντος, ἄρχεται τοῦ θυμιᾶν.65
34,1t[Γʹ Συναπτή].
35Ι Εἶτα ἡ συναπτή. Ὁ διάκονος· Ἐν εἰρήνῃ τοῦ Κυρίου Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ
40Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν, τοῦ τιμίου Ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων Ὑπὲρ τοῦ συμπολεμῆσαι καὶ ὑποτάξαι Ὑπὲρ τῆς ἁγίας μονῆς ταύτης, πάσης πόλεως Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρ
45Ὑπὲρ πλεόντων, ὁδοιπορούντων Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον. Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ

3

(50)

Υἱῷ καὶ τῷ ἁγίῳ Ἔπειτα (;) στιχολογοῦνται τὰ προκείμενα. Ἐν ἑκάστῳ δὲ ἀντιφώνῳ ποιεῖ ὁ ἱερεὺς μικρὰν συναπτήν· Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ. Ἀντιλαβοῦ, σῶσον. Τῆς Παναγίας ἀχράντου. Ὅτι σὸν τὸ κράτος. Τοῦ βʹ Ὅτι ἀγαθός. Τοῦ γ’ Ὅτι ηὐλόγηται καὶ66
55δεδόξασται.
55,1t[Δ’ Πρόθεσις. Θυμίασις.]
56 Κ Καὶ ψαλλομένου συνήθως τοῦ καθίσματος τοῦ ψαλτηρίου, ὁ ἱερεὺς ἀπέρχεται ἐν τῇ ἁγίᾳ προθέσει καὶ ἐξενεγκὼν ἐκ τοῦ ἀρτοφυρίου τὸν ζωο‐ ποιὸν ἄρτον, προτίθησιν αὐτὸν ἐν τῷ ἁγίῳ δίσκῳ μετὰ πάσης προσοχῆς καὶ εὐλαβείας, ποιῶν καὶ ἕνωσιν ἐν τῷ ἁγίῳ ποτηρίῳ. Οὐ μέντοι λέγων τι τῶν ἐν
60τῇ προθέσει συνήθων, οὔτε κἂν εὐχὴν προθέσεως. Προηγιασμένη γὰρ καὶ προ‐
τετελειωμένη καὶ προεισδεδεγμένη θυσία ἐστί, κἂν καὶ ἔν τισι τῶν κοντακίων εὐχὴ προθέσεως εὕρηται. Ἀλλὰ μόνον περικαλύπτων ταῦτα ἀστερίσκῳ καὶ τοῖς θείοις καλύμμασι, θυμιᾶ συνήθως καὶ ἀπέρχεται. Ἐν δὲ τῷ ψάλλεσθαι τὸ Κύριε ἐκέκραξα, θυμιᾷ κατὰ τὸν τύπον.67
64,1t[Εʹ Μικρὰ εἴσοδος.]
65Κ, Μ Εἶθ’ ὑποστρέψας εἰσοδεύει μετὰ τοῦ θυμιατοῦ.
66tΕὐχὴ τῆς εἰσόδου.
67 Θ (Ι) Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν καὶ δεόμεθά σου, δέσποτα τῶν ἁπάντων, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς
θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους πονη‐68
70ρίας. ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν, ὅτι πρὸς σέ, κύριε, κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν. Μὴ καται‐ σχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ (καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ).
75 [Λ, Μ. Εἶτα· Κύριε ἐκέκραζα. Τὰ στιχηρά]. Λ Ὁ δὲ ἱερεὺς εἰσοδεύων λέγει· Κ, Λ, Μ Σοφία· ὀρθοί. Λ, Μ Φῶς ἱλαρὸν [Ι Μετὰ τὴν εἴσοδον τὸ Φῶς ἱλαρόν].
79t[Στ’ Ἀναγνώσματα].
80 Κ, Μ Καὶ εἰσελθὼν ἐν τῷ ἀγίῳ βήμασι, ἄπεισιν εἰς τὴν καθέδραν καὶ λέγει· (Ι, Κ Ὁ διάκονος)· Πρόσχωμεν. (Ι, Κ Ὁ ἱερεύς)· Εἰρήνη πᾶσι.
(Ι, Κ Ὁ διάκονος)· Σοφία.69
85Κ Ὁ ἀναγνώστης· Τὸ προκείμενον καὶ τὴν προφητείαν. Ι Καὶ ἀνάγνωσις εἶτα εἰς Γένεσιν. Μετὰ τὴν προφητείαν· Ὁ ἱερεύς· Εἰρήνη σοι. Ὁ διάκονος· Σοφία. [Μ καὶ ἀναγινώσκει τὸν Νʹ ψαλμόν]. Χ Καὶ τῶν ἀναγνωσμάτων ἀναγνωσκομένων οἱ ἀδελφοὶ ἐφιζάνουσι.
89,1t[Ζʹ Σταυροειδὴς φωτισμὸς καὶ σφράγισις τοῦ λαοῦ].
90 Ι Εἶτα λαβὼν ὁ ἱερεὺς μετὰ τῆς δεξιᾶς αὐτοῦ χειρὸς τὸν θυμιατὸν καὶ κηρὸν ἅπτοντα, ἐκφωνεῖ·
Σοφία, ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσι(ν). Εἶτα ἡ παροιμία, μεθ’ ἥν· Ὁ ἱερεύς· Εἰρήνη σοι.70
95Ὁ διάκονος· Σοφία. Καὶ εὐθὺς τὸ Κατευθυνθήτω.
96,1t[Ηʹ Ἐκτενής].
97 Θ. Καὶ μετὰ τὴν εἴσοδον καὶ τὰ ἀναγνώσματα καὶ τὸ Κατευθυνθήτω λέγει· Εἴπωμεν πάντες ἐξ ὅλης ψυχῆς (καὶ ἐξ ὅλης τῆς διανοίας, Κ εἴπωμεν) Κύριε παντοκράτορ (ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκου‐

3

(100)

σον καὶ ἐλέησον). Ὑπὲρ τοῦ ἁγίου. Ὑπὲρ τοῦ ῥυσθῆναι. Ἐλέησον ἡμᾶς, ὁ Θεός, (κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου (Κ, Κύ‐ ριε) ἐπάκουσον καὶ ἐλέησον). Ι, Κ κλπ. Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων βα‐
105σιλέων (ἡμῶν), κράτους, νίκης (Κ διαμονῆς, εἰρήνης, ὑγείας, σωτηρίας αὐτῶν καὶ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι, κατευοδῶσαι αὐτοὺς ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον).
Ι Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἡμῶν τοῦ δεῖνος καὶ τῆς δείνα, ὑγείας καὶ71
110 Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν τοῦ Δ (δεῖνος) ὑγείας. Ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ τοῦ Δ (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Καὶ ὑπὲρ τῶν διακονούντων. [Ἐκφ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις].
115tΙ Εὐχὴ τῆς ἐκτενοῦς ἱκεσίας.
116 Θ Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν δούλων σου καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς καὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδε‐ χόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
120 Ἐκφώνως· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς (ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί ...)
121,1t[Θ’ Εὐχαὶ ὑπὲρ τῶν κατηχουμένων καὶ τῶν φωτιζομένων]
122Κ. Ὁ διάκονος. Θ, Ι, Κ, Λ κλπ. Εὔξασθαι οἱ κατηχούμενοι (τῷ Κυρίῳ). Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων (δεηθῶμεν, ἵνα ὁ Κύριος αὐτοὺς
125ἐλεήσῃ), κατηχήσῃ αὐτοῖς τὸν λόγον τῆς ἀληθείας, ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγ‐ γέλιον (τῆς δικαιοσύνης), ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καθολικῇ καὶ ἀπο‐ στολικῇ Ἐκκλησίᾳ. Ι, Κ, Μ, α Σῶσον, ἐλέησον, ἀντιλαβοῦ (καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς τῇ σῇ χάριτι).
130Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν (τῷ Κυρίῳ κλίνατε). Θ Ὁ ἱερεὺς εὔχεται· Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης ... (σελ. 53). Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον.
Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν (τῷ Κυρίῳ κλίνατε). Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι.72
135 Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε· Ταῦτα τὰ διακονικὰ λέγονται ἀπὸ τῆς αʹ ἑβδομάδος ἕως τῆς μεσονη‐ στίμου· ἀπὸ δὲ τῆς δʹ τῆς μεσονηστίμου λέγονται ταῦτα τὰ ὑποτεταγμένα· Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε· ὅσοι πρὸς τὸ φώ‐ τισμα προέλθετε.
140 Εὔξασθαι οἱ πρὸς τὸ φώτισμα. Οἱ πιστοὶ ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων ἀδελφῶν ἡμῶν καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν· ὅπως Κύριος ὁ Θεὸς ἡμῶν στηρίξῃ αὐτοὺς καὶ ἐνδυναμώσῃ· φωτίσῃ αὐτοὺς φωτισμῷ γνώσεως καὶ ἀληθείας·
145καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἀναγεννήσῃ αὐτοὺς δι’ ὕδατος καὶ πνεύματος· χαρίσῃ αὐτοῖς τὴν τελειότητα τῆς πίστεως· συγκαταριθμήσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καὶ ἐκλεκτῇ ποίμνῃ.

3

(150)

Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς (τῇ σῇ χάριτι). Οἱ πρὸς τὸ φώτισμα τὰς κεφαλὰς ὑμῶν (τῷ Κυρίῳ κλίνατε).
Αὕτη ἡ εὐχὴ λέγεται ἀπὸ τῆς δʹ τῆς μεσονηστίμου· Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου κλπ. (βλ. σελ. 54)· Ἐκφώνως· Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν·73
155Ὁ λαός· Ἀμήν. Ὅσοι πρὸς τὸ φώτισμα προέλθετε, οἱ πρὸς τὸ φώτισμα προέλθετε· Ὅσοι κατηχούμενοι προέλθετε· μή τις τῶν κατηχουμένων. Ὅσοι πιστοὶ ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
158,1t[Λειτουργία τῶν πιστῶν]
158,2t[Ιʹ. Εὐχαὶ ὑπὲρ τῶν πιστῶν]
159Θ Εὐχὴ πιστῶν αʹ μετὰ τὸ ἁπλῶσαι τὸ εἰλητόν.
160Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετὸς κλπ. (σελ. 54). Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον. Ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή. Ἔτι καὶ ἔτι.
Ὁ ἱερεὺς εὔχεται· Δέσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε ... (σελ. 55).
165 Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον. Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ’ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι, νῦν (καὶ ἀεί ...)
167,1t[ΙΑʹ Μεγάλη εἴσοδος]
168Θ Οἱ ψάλται (Κ, Λ, Μ, Φ, μ, Τρ. Ὁ λαὸς)· Νῦν αἱ δυνάμεις (Κ,
Μ τῶν οὐρανῶν)·74
170 Κ, Μ. Εὐχὴ δὲ χερουβικοῦ οὐ λέγεται· Ι Μετὰ τὸ εἰσοδεῦσαι τὸν ἱερέα ἀπὸ τῆς προθέσεως καὶ θῆναι τὰ ἅγια ἐν τῇ ἁγίᾳ τραπέζῃ λέγει· Θ, Κ, Μ, Π, Τρ. κλπ. Πληρώσωμεν τὴν ἑσπερινὴν (δέησιν ἡμῶν τῷ Κυρίῳ).
175 Θ, Ι Ὑπὲρ τῶν προσκομισθέντων καὶ προαγιασθέντων (τιμίων δώ‐ ρων τοῦ Κυρίου δεηθῶμεν)·
[Κ, Μ, Π Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν] Θ, Ι, Κ, Π, Τρ. κλπ. Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν. Ι, Κ, Π ὁ προσδεξάμενος αὐτά. Κ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ75
180(θυσιαστήριον). Θ, Π ἀντικαταπέμψῃ ἡμῖν· Ι, Κ, Μ, Π, Τρ. κλπ. Ὑπὲρ τοῦ ῥυσθῆναι (ἡμᾶς ἀπὸ πάσης) ... Θ Εὐχὴ τῶν προηγιασμένων μετὰ τὸ ἀποτεθῆναι τὰ δῶρα ἐν τῇ τρα‐ πέζῃ καὶ πληρῶσαι τὸν λαὸν τὸν μυστικόν. Ὁ τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων (σελ. 55—56).
184,1t[ΙΒʹ Διακονικὰ—Κυριακὴ προσευχὴ—Μετάληψις].
185Θ, Ι, Κ, Μ, Π, Π, α κλπ. Ἀντιλαβοῦ (σῶσον, ἐλέησον καὶ διαφύλαξον ...). Τὴν ἑσπέραν πᾶσαν (τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ) Ἄγγελον εἰρήνης, (πιστὸν ὁδηγόν, φύλακα). Συγγνώμην καὶ ἄφεσιν τῶν (ἁμαρτιῶν)· Τὰ καλὰ καὶ συμφέροντα (ταῖς ψυχαῖς)·
190Τὸν ὑπόλοιπον χρόνον τῆς (ζωῆς)· Χριστιανὰ τὰ τέλη (τῆς ζωῆς ἡμῶν, ἀνώ ...) Τὴν ἑνότητα τῆς πίστεως (καὶ τὴν κοινωνίαν· τοῦ ἁγίου πνεύματος ...) Καὶ καταξίωσον ἡμᾶς κλπ. (σελ. 56—57, στ. 60—76)· Ι Ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται· Πρόσχες, Κύριε (σελ. 62, στ. 51—55):
195Θ, Ι Ὁ διάκονος· Πρόσχωμεν· Ὁ ἱερεύς· Τὰ προηγιασμένα (ἅγια τοῖς ἁγίοις)· Ὁ λαός· Εἷς ἅγιος, εἷς Κύριος· Φ Γεύσασθε καὶ ἴδεται (ἴδετε) ὅτι Χριστὸς ὁ Κύριος.
[Κ Ἰστέον ὅτι ὅταν μέλλῃ ὑψῶσαι, κεκαλυμμένων ὄντων τῶν ἁγίων,76

3

(200)

εἰσάγει τὰς χεῖρας αὐτοῦ· ἐκφώ· Κ, μ Εἴτα τῆς μεταλήψεως τελειωθεί‐ σης καὶ τῶν ἁγίων λειψάνων ἀπὸ τῆς ἱερᾶς ἀρθέντων τραπέζης, ὁ ἱερεὺς ἐπεύχεται·] [Θ Εἴτα τῆς μεταλήψεως]· Εὐχαριστοῦμέν σοι (σελ. 57—58)
203,1t[ΙΓʹ Ἐπίλογος καὶ Ἀπόλυσις].
204Ι [Ἔπειτα θυμιάσας καὶ εἰπὼν καθ’ ἑαυτὸν ὁ ἱερεύς·] Εὐλογητὸς ὁ
205Θεὸς ἡμῶν [αἴρει τὰ ἅγια ἐκφωνῶν]· Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας· Ὁ διάκονος· Ὀρθοὶ οἱ μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων καὶ ἐπουρανίων τοῦ Χριστοῦ μυστηρίων, εὐχαριστήσωμεν τῷ Κυρίῳ Ἀντιλαβοῦ, σῶσον (ἐλέησον καὶ διαφύλαξον)
210 Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτη‐ σάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους· (Κ Ἐκφώνως)· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀνα‐ πέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· (Κ, Φ Ὁ διάκονος)· Ἐν εἰρήνῃ (προέλθωμεν). Τοῦ Κυρίου δεηθῶμεν·
215Εὐχὴ ὀπισθάμβωνος· Δέσποτα ὁ Θεὸς ὁ παντοκράτωρ (σελ. 58) Ι Εὐχὴ εἰς τὸ συστεῖλαι τὰ ἅγια·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς ... (σελ. 63, στ. 71—74)·77