TLG 2021 028 :: EPIPHANIUS :: Apophthegmata (ap. Apophthegmata patrum) [Sp.] EPIPHANIUS Scr. Eccl., Episcopus Apophthegmata (ap. Apophthegmata patrum) [Sp.] Citation: Volume — page — (line) | ||
65.161(35t) | Περὶ τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου. | |
36 | αʹ. Διηγήσατο ὁ ἅγιος Ἐπιφάνιος ὁ ἐπίσκοπος, ὅτι ἐπὶ τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου, κορῶναι | |
---|---|---|
περιϊπτάμεναι τὸ τοῦ Σεράπιδος ἱερὸν, ἔκραζον ἀπαύ‐ | 161 | |
65.164 | στως, Κρᾶς, Κρᾶς. Καὶ προστάντες ἐπὶ τὸν μακά‐ ριον Ἀθανάσιον οἱ Ἕλληνες, ἔκραξαν· Κακόγηρε, εἰπὲ ἡμῖν τί κράζουσιν αἱ κορῶναι. Καὶ ἀποκριθεὶς εἶπεν· Αἱ κορῶναι κράζουσι, Κρᾶς, Κρᾶς· τὸ δὲ | |
5 | Κρᾶς τῇ Αὐσωνίων φωνῇ αὔριόν ἐστι καὶ προσ‐ ετίθει, ὅτι Αὔριον ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Καὶ ἑξῆς ἠγγέλθη ὁ θάνατος τοῦ Ἰουλιανοῦ βασιλέως. Καὶ τούτου γενομένου, συνδραμόντες κατέκραζον τοῦ Σεράπιδος, λέγοντες· Ἐὰν οὐκ ἤθελες αὐτὸν, τί | |
10 | ἐλάμβανες τὰ αὐτοῦ; | |
12 | βʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ἦν τις ἡνίοχος κατὰ τὴν Ἀλεξανδρέων, ὃς ἦν μητρὸς Μαρίας υἱός. Οὗτος ἱππικοῦ ἐπιτελουμένου κατέπεσεν· εἶτα ἀναστὰς παρ‐ | |
15 | ῆλθε τὸν καταβεβληκότα, καὶ ἐνίκησε. Καὶ τὸ πλῆ‐ θος ἀνεβόησεν· Ὁ Υἱὸς Μαρίας πέπτωκε καὶ ἐγήγερ‐ ται καὶ ἐνίκησε. Ταύτης ἔτι τῆς φωνῆς λεγομένης, ἐνέπεσεν ἡ περὶ τοῦ ἱεροῦ τοῦ Σεράπιδος φήμη τῷ πλήθει, ὅτι ὁ μέγας Θεόφιλος ἀνελθὼν, τὸ τοῦ Σερά‐ | |
20 | πιδος κατέστρεψεν εἴδωλον, καὶ τοῦ ναοῦ γέγονεν ἐγκρατής. γʹ. Ἐδηλώθη τῷ μακαρίῳ Ἐπιφανίῳ τῷ ἐπισκόπῳ Κύπρου παρὰ τοῦ ἀββᾶ τῆς μονῆς ἧς εἶχεν ἐν Πα‐ λαιστίνῃ, ὅτι Εὐχαῖς σου οὐκ ἠμελήσαμεν τοῦ κανό‐ | |
25 | νος ἡμῶν, ἀλλὰ μετὰ σπουδῆς καὶ τὴν τρίτην καὶ τὴν ἕκτην καὶ τὴν ἐννάτην ἐπιτελοῦμεν. Ὁ δὲ καταγνοὺς αὐτῶν, ἐδήλωσεν αὐτοῖς λέγων, ὅτι Φανε‐ ροί ἐστε ἀμελοῦντες τὰς ἄλλας ὥρας τῆς ἡμέρας ἀργοῦντες ἀπὸ τῆς εὐχῆς. Δεῖ γὰρ τὸν ἀληθινὸν μο‐ | |
30 | ναχὸν ἀδιαλείπτως ἔχειν τὴν εὐχὴν καὶ τὴν ψαλμῳ‐ δίαν ἐν τῇ καρδίᾳ αὐτοῦ. δʹ. Ἔπεμψέ ποτε ὁ ἅγιος Ἐπιφάνιος πρὸς τὸν ἀβ‐ βᾶν Ἱλαρίωνα, παρακαλῶν αὐτὸν, καὶ λέγων· Δεῦρο, ἴδωμεν ἑαυτοὺς πρὸ τοῦ ἐξελθεῖν ἡμᾶς ἀπὸ τοῦ σώ‐ | |
35 | ματος· καὶ παραγενομένου αὐτοῦ, ἐχάρησαν μετ’ ἀλλήλων. Ἐσθιόντων δὲ αὐτῶν, ἠνέχθη πετεινόν. Καὶ λαβὼν ὁ ἐπίσκοπος ἔδωκε τῷ ἀββᾷ Ἱλαρίωνι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἔφαγον θῦμα. Καὶ λέγει | |
40 | αὐτῷ ὁ ἐπίσκοπος· Ἐγὼ δὲ ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἀφῆκά τινα κοιμηθῆναι ἔχοντα κατ’ ἐμοῦ, οὐδὲ ἐγὼ ἐκοιμήθην ἔχων κατὰ τινός. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἡ σὴ πολιτεία μείζων ἐστὶ τῆς ἐμῆς. | |
45 | εʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι ἡ εἰκὼν τοῦ Χριστοῦ Μελχισεδὲκ, τὴν ῥίζαν τῶν Ἰουδαίων εὐλόγησε τὸν Ἀβραάμ· πολλῷ πλέον αὐτὴ ἡ ἀλήθεια ὁ Χριστὸς, εὐ‐ | |
λογεῖ καὶ ἁγιάζει πάντας τοὺς πιστεύοντας εἰς αὐτόν. | 163 | |
65.165 | ϛʹ. Ὁ αὐτὸς ἔλεγεν· Ἡ Χαναναία βοᾷ καὶ ἀκούεται· καὶ ἡ αἱμόῤῥους σιωπᾷ καὶ μακαρίζεται· ὁ δὲ Φαρι‐ σαῖος κράζει καὶ κατακρίνεται· ὁ τελώνης οὐδὲ ἀνοί‐ γει τὸ στόμα καὶ ἀκούεται. | |
6 | ζʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι Δαβὶδ ὁ προφήτης, ἐν ἀω‐ ρίᾳ ηὔχετο, μεσονύκτιον ἐξηγείρετο, πρὸ τοῦ ὄρθρου παρεκάλει, ὄρθρου παρίστατο, πρωΐας ἐδέετο, ἑσπέ‐ ρας καὶ μεσημβρίας ἱκέτευε, καὶ διὰ τοῦτο ἔλεγεν· | |
10 | Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε. | |
12 | ηʹ. Εἶπε πάλιν, ὅτι ἀναγκαία τῶν Χριστιανῶν βιβλίων ἡ κτῆσις τοῖς ἔχουσι. Καὶ αὐτὴ γὰρ καθ’ ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις, ὀκνηροτέρους ἡμᾶς πρὸς | |
15 | τὴν ἁμαρτίαν ἐργάζεται, καὶ πρὸς δικαιοσύνην μᾶλ‐ λον διανίστασθαι προτρέπεται. θʹ. Εἶπε πάλιν, ὅτι μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν, τῶν Γραφῶν ἡ ἀνάγνωσις. ιʹ. Εἶπε πάλιν, ὅτι μέγας κρημνὸς καὶ βαθὺ βά‐ | |
20 | ραθρον, τῶν Γραφῶν ἡ ἄγνοια. ιαʹ. Εἶπε πάλιν, ὅτι μεγάλη προδοσία σωτηρίας, τὸ μηδένα τῶν θείων νόμων εἰδέναι. ιβʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι τὰ τῶν δικαίων ἁμαρτή‐ ματα περὶ τὰ χείλη ἐστὶ, τὰ δὲ τῶν ἀσεβῶν, ἐξ ὅλου | |
25 | τοῦ σώματος. Ὅθεν ψάλλει Δαβίδ· Θοῦ, Κύριε, φυ‐ λακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· Καί· Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου. ιγʹ. Ὁ αὐτὸς ἠρωτήθη, Διατί δέκα μέν εἰσιν αἱ | |
30 | νομικαὶ ἐντολαὶ, ἐννέα δὲ οἱ μακαρισμοί; καὶ ἔφη· Ἰσάριθμος τῶν Αἰγυπτιακῶν μαστίγων ὁ Δε‐ κάλογος· τριπλῆς δὲ Τριάδος εἰκὼν, ἡ τῶν μακαρι‐ σμῶν ἀρίθμησις. ιδʹ. Ἠρωτήθη ὁ αὐτὸς, εἰ ἀρκεῖ εἷς δίκαιος δυσ‐ | |
35 | ωπῆσαι τὸν Θεὸν, καὶ ἔφη· Ναὶ, αὐτὸς γὰρ εἶπεν· Ἐρευνήσατε ἕνα ποιοῦντα κρῖμα καὶ δικαιοσύ‐ νην, καὶ ἵλεως ἔσομαι παντὶ τῷ λαῷ. | |
39 | ιεʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς | |
40 | καὶ τὸ κεφάλαιον παραχωρεῖ μετανοοῦσιν, ὡς τῇ | |
πόρνῃ καὶ τῷ τελώνῃ· τοὺς δὲ δικαίους ἀπαι‐ | 165 | |
65.168 | τεῖ καὶ τόκους. Καὶ τοῦτό ἐστιν ὃ τοῖς ἀποστόλοις ἔλεγεν, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | |
5 | ιϛʹ. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι ὀλίγον πάνυ τὰς δι‐ καιοσύνας ὁ Θεὸς πωλεῖ τοῖς ἀγοράζειν σπουδάζουσι· μικροῦ κλάσματος ἄρτου, εὐτελοῦς ἱματίου, ψυχροῦ ποτηρίου, ἑνὸς ὀβολοῦ. ιζʹ. Προσετίθει δὲ καὶ τοῦτο, ὅτι παρ’ ἀνθρώπῳ | |
10 | δανειζόμενος ἄνθρωπος διὰ πενίαν, ἢ χρείαν εὐπο‐ ρίας, καὶ ἀποδιδοὺς χάριτας μὲν ὁμολογεῖ, κρύφα δὲ ἀποδίδωσιν αἰσχυνόμενος. Ὁ δὲ δεσπότης Θεὸς τὸ ἀνάπαλιν· κρυφῆ δανειζόμενος ἐνώπιον ἀγγέλων καὶ | |
ἀρχαγγέλων καὶ δικαίων ἀποδίδωσιν. | 167 |