TLG 2021 026 :: EPIPHANIUS :: Testimonia ex divinis et sacris scripturis (= De divina inhumanatione) [Sp.] EPIPHANIUS Scr. Eccl., Episcopus Testimonia ex divinis et sacris scripturis (= De divina inhumanatione) [Sp.] Citation: Section — subsection — (line) | ||
t1 | Τοῦ ἁγίου καὶ μακαρίου ἘΠΙΦΑΝΙΟΥ Ἀρχιεπισκόπου Κωνσταντίας τῆς Κύπρου ΜΑΡΤΥΡΙΑΙ | |
5 | τῶν θεοπνεύστων γραφῶν καὶ ἁγίων περὶ τῆς ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς τοῦ μονογενοῦς θεοῦ Λόγου παρουσίας, καὶ τῶν δι’ αὐτοῦ γενομένων θαυμάτων καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως | |
---|---|---|
10 | καὶ τῆς δευτέρας αὐτοῦ καὶ μελλούσης ἐπιφανείας. | |
pin1 | α ὅτι πρὸ τῶν αἰώνων ὁ υἱὸς γεγένηται— β ὅτι συνῆν τῷ πατρί— γ ὅτι συνκτίστης— δ ὅτι ἀπεστάλη— | |
5 | ε ὅτι ἥξει— ϛ ὅτι ὤφθη· καὶ Θεὸς ὤν, γέγονεν ἄνθρωπος— ζ ὅτι ἐκ σπέρματος Δαυιδ ὁ Κύριος— η ὅτι ἐκ παρθένου— θ ὅτι μετὰ τὸ γεννηθῆναι φυλάξει τὴν τέκουσαν παρθένον— | |
10 | ι ὅτι ἡ μήτρα πύλη— ια ὅτι ἀνωδύνος ἡ παρθένος γεννήσει— ιβ ὅτι ἐχρήσθη— ιγ ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως— ιδ ὅτι παιδίον— | |
15 | ιε ὅτι ἐν Βηθλεὲμ τεχθήσεται— ιϛ ὅτι προσκυνήσουσιν οἱ μάγοι— ιζ ὅτι ἀνατελεῖ ὁ ἀστήρ— ιη ὅτι τὰ βρέφη ἀναιρεθήσονται— ιθ ὅτι ταραχθήσεται Ἡρῳδης καὶ οἱ μετ’ αὐτοῦ πάντες— | |
20 | κ ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι— κα ὅτι θυμωθήσεται ἀπατηθείς— | |
κβ ὅτι ἐρευνήσει καὶ ἀναξητήσει— κγ ὅτι ἀνελεῖ τὰ βρέφη— κδ ὅτι οὐκ ἀναλεῖ τὸν Χριστόν— | 8 | |
25 | κε ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός— κϛ ὅτι ἐξ Αἰγύπτου κληθήσεται— κζ ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα— κη ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται— κθ ὅτι ἐπὶ θαλάσσης περιπατήσει— | |
30 | λ ὅτι τὸ κράσπεδον τοῦ ἱματίου αὐτοῦ θεραπεύσει— λα ὅτι ξηρανεῖ τὴν συκήν— λβ ὅτι πειρασθήσεται ὑπὸ τοῦ διαβόλου— λγ ὅτι θεραπεύσει πολλούς— λδ ὅτι ἀναστήσει νεκρούς— | |
35 | λε ὅτι ἀπιστήσουσιν οἱ Ἰουδαῖοι— λϛ ὅτι ἀπὸ πέντε ἄρτων θρέψει πολλούς— λζ ὅτι ἐπὶ ὄνου εἰς τὴν Σιων ἐπελεύσεται— λη ὅτι τὰ βρέφη προδράμουσι κράζοντα τὸ εὐλογήμενος ὁ ἐρχόμενος— λθ ὅτι ἐλέγξει τὸν λαόν— | |
40 | μ ὅτι ἐπιχυθήσεται αὐτῷ νάρδος— μα ὅτι συναχθήσονται κατ’ αὐτοῦ— μβ ὅτι καταψευδομαρτυρήσουσιν— μγ ὅτι Ιουδας προδώσει— μδ ὅτι ἐρεῖ ὁ Ιουδας Χαῖρε ῥαββί— | |
45 | με ὅτι ἀργυρίου πραθήσεται— μϛ ὅτι δήσουσι τὸν Χριστόν— μζ ὅτι κρίνουσιν αὐτόν— μη ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσι— μθ ὅτι φεύξονται οἱ ἀπόστολοι— | |
pin1(50) | ν ὅτι ἀρνήσεται Πέτρος— να ὅτι σταυρώσουσιν αὐτόν— νβ ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν— νγ ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν— | |
νδ ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν— | 10 | |
55 | νε ὅτι σιωπήσει κρινόμενος— νϛ ὅτι χλευασθήσεται— νζ ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου— νη ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ— νθ ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης πάθη— | |
60 | ξ ὅτι δύσεται ὁ ἥλιος— ξα ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας— ξβ ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται— ξγ ὅτι συνσταυρωθήσεται λῃσταῖς— ξδ ὅτι τὴν πλευρὰν ἐκκεντήσουσιν— | |
65 | ξε ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται— ξϛ ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος τύπον— ξζ ὅτι ἐν πέτρᾳ τεθήσεται— ξη ὅτι λίθος ἡ θύρα τοῦ μνήματος— ξθ ὅτι σφραγίσουσιν αὐτόν— | |
70 | ο ὅτι ταφήσεται— οα ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος, μηνὶ τῷ καθ’ ἡμᾶς Μαρτίῳ— οβ ὅτι φοβήσει τὸν Ἅδην ταφείς— ογ ὅτι ἀναμάρτητος— οδ ὅτι ἀναστήσεται— | |
75 | οε ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν— οϛ ὅτι πρωὶ ἡ ἀνάστασις— οζ ὅτι μαρτύριον ὁ τόπος ἔσται— οη ὅτι ἀπὸ τοῦ προτειχίσματος— οθ ὅτι ζητηθήσεται ὑπὸ τῶν γυναικῶν— | |
80 | π ὅτι πρῶτον ἀπαντήσει γυναιξί— πα ὅτι ἀναχωρήσουσιν ἔμφοβοι— πβ ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον— πγ ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν— πδ ὅτι ἐροῦσιν ὅτι ἐκλάπη— | |
85 | πε ὅτι οἱ νεκροὶ ἀναστήσονται— | |
πϛ ὅτι εἰς οὐρανοὺς ἀναλεύσεται— πζ ὅτι αὐτὸς ἦν ὁ κηρύξας— πη ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ— πθ ὅτι ἐκ δεξιῶν τοῦ πατρός, οὐκ ἀφ’ οὗ ἀνῆλθεν ἐκάθισε· ἀλλὰ καὶ | 12 | |
90 | ϙ ὅτι κληθησόμεθα Χριστιανοί—[πρὸ τούτου— ϙα ὅτι καὶ ἡ μετώπου σημείσωσις τοῦ σταυροῦ προκατηγγέλετο— ϙβ ὅτι τὸ ἐν Χριστῷ βάπτισμα προκατηγγέλλετο— ϙγ ὅτι προκατηγγέλλετο ἡ δευτέρα παρουσία— ϙδ ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται— | |
95 | ϙε ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται— ϙϛ ὅτι οἱ οὐρανοὶ εἰλίσονται— ϙζ ὅτι πρὸ τῆς Χριστοῦ παρουσίας ἥξει ὁ Ἀντίχριστος— ϙη ὅτι φονεύσει πολλούς— ϙθ ὅτι τότε καιρὸς θλίψεως— | |
pin1(100) | ρ ὅτι καὶ μετ’ αὐτὸν καὶ πὼς ὁ Χριστός— ρα ὅτι τὸ σημεῖον τοῦ Χριστοῦ φανερὸν ἔσται— ρβ ὅτι τῆς βασιλείας οὐκ ἕξει πέρας— | |
1t | α ὅτι πρὸ αἰώνων ὁ υἱὸς γεγέννηται— | |
1.1 | Δαυιδ ὁ μέγας πρῶτος λέγει ἐν τῷ ρθ ψαλμῷ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. | |
1.2 | Καὶ ἡ Σοφια δὲ ὁμοίως λέγει· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους, | |
5 | καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. | |
1.3 | Καὶ Δαυιδ αὖθις λέγει ἐν οα ψαλμῷ· Συμπαραμενεῖ τῷ ἡλίῳ | |
καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. | 14 | |
2t | β ὅτι συνῆν τῷ πατρί— | |
2.1 | Μωυσης λέγει ἐν τῇ κτίσει τοῦ κόσμου· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. | |
3t | γ ὅτι συνκτίστης— | |
3.1 | Ἡ Σοφια λέγει· Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ· καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον· καὶ ἡνίκα ἐπ’ ἀνέμων ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη· | |
5 | καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ’ οὐρανόν· καὶ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα. | |
3.2 | Καὶ Δαυιδ ἐν τῷ λβ ψαλμῷ λέγει· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. | |
3.3 | Καὶ πάλιν ἡ Σοφια λέγει· Εἶδα τὰ ἔργα σου παροῦσα, ὅτε ἐποίεις τὸν κόσμον. | |
4t | δ ὅτι ἀπεστάλη— | |
4.1 | Ησαϊας οὕτως λέγει· Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανόν, καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνοὴν τοῖς | |
5 | πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ὁ κάλεσάς σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλῆς, καθημένους ἐν σκότει. | |
4.2 | Καὶ Μαλαχιας λέγει· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, καὶ ἐπιβλέψεται ὁδόν. | |
4.3 | Καὶ πάλιν· Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. | |
4.4 | Καὶ Δαυιδ ἐν τῷ ρϛ ψαλμῷ λέγει· | |
Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς. | 16 | |
5t | ε ὅτι ἥξει— | |
5.1 | Ιακωβ λέγει· Οὐκ ἐκλείψει ἄρχων ἐκ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, | |
5 | καὶ αὐτὸς προσδοκίαν ἐθνῶν. | |
5.2 | Μωυσης λέγει· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν αὐτοῦ ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα· καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, | |
5 | ἐξολοθρευθήσεται εἰς τὸν αἰῶνα. | |
5.3 | Καὶ Ωσηε λέγει· ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν· καὶ ἥξει ὡς ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ. | |
5.4 | Καὶ Αμμως λέγει· Ἐν τῇ ἡμέρα ἐκείνῃ ἀναστήσει τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσει τὰ πεπρωκότα αὐτῆς. | |
5.5 | Μιχαιας λέγει· Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, ἐκ Σιων ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ιερουσαλημ. | |
5.6 | Καὶ Ιωηλ λέγει· Κύριος ἐκ Σιων ἀνακεκράξεται, καὶ ἐξ Ιερουσαλημ δώσει φωνὴν αὐτοῦ. | |
5.7 | Καὶ πάλιν· Γνώσεσθε ὅτι Κύριος ὁ Θεὸς ἡμῶν, καὶ κατασκηνώσει ἐν ὄρει ἁγίῳ αὐτοῦ. | |
5.8 | Καὶ πάλιν· Κύριος κατασκηνώσει ἐν Σιων. | |
5.9 | Αβδιου λέγει· Ἐν τῷ ὄρει Σιων ἔσται σωτηρία· ἐγγὺς γὰρ ἡμέρα Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. | |
5.10 | Ὁ δὲ Ιωνας ἀρκέσει τὸν τύπον τοῦ θανάτου δῆλον. | |
5.11 | Καὶ Ναουμ λέγει· | |
511a | Χρηστὸς ὁ Κύριος τοῖς ὑπομένουσιν αὐτόν. | |
511b | Ἰδοὺ γὰρ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος παντοκράτωρ. | |
5.12 | Καὶ Αβακουμ· Ἀνατελεῖ εἰς πέρας καὶ εἰς καιρόν· καὶ ἐὰν ὑστερήσει ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ χρονίσῃ. | 18 |
5.13 | Καὶ πάλιν· Ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσει. | |
5.14 | Καὶ ὅτι Ὁ Θεὸς ἀπὸ Θαιμαν ἥξει. | |
5.15 | Καὶ Σοφονιας λέγει· Χαῖρε σφόδρα, θύγατερ Σιων, κήρυσσε θύγατερ Ιερουσαλημ· εὐφραίνου καὶ κατ’ τέρπου ἐξ ὅλης τῆς καρδίας σου· περιεῖλε Κύριος τὰ ἀδικήματα σου· | |
5 | λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. | |
5.16 | Καὶ πάλιν· Θάρσει Σιων, μὴ παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεὸς ἐν σοί, δυνατὸς σώσαι σε. | |
5.17 | Καὶ Αγγαιος λέγει· Ἐγώ εἰμι μεθ’ ὑμῶν, λέγει Κύριος, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐφ’ ὑμᾶς. | |
5.18 | Καὶ Ζαχαριας λέγει· Χαῖρε σφόδρα, θύγατερ Σιων, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. | |
5.19 | Καὶ πάλιν· Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ. | |
5.20 | Καὶ πάλιν· Τάδε λέγει Κύριος παντοκράτωρ, ἐπιστρέψω ἐπὶ Σιων, καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ κληθήσεται Ιερουσαλημ πόλις ἀληθινή. | |
5.21 | Καὶ Μαλαχιας λέγει· | |
521a | Βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντο‐ κράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἔσται ἐν τοῖς ἔθνεσι. | |
521b | Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ, λέγει Κύριος ὁ Θεός, ὃν ὑμεῖς θέλετε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς ζητεῖτε· ἰδοὺ ἔρχεται, λέγει | |
Κύριος. | 20 | |
521c | Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις αὐτόν· ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν τοῖς πτέρυξιν αὐτοῦ. | |
5.22 | Ησαϊας λέγει· | |
522a | Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκειναῖς ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρου τῶν ὀρέων· ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ιερουσαλημ. | |
522b | Αὐτὸς Κύριος εἰς χρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ. | |
5.23 | Καὶ πάλιν· | |
523a | Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς μετὰ δόξης ἐπὶ τῆς γῆς. | |
523b | Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα | |
5 | γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. | |
5.24 | Καὶ πάλιν· | |
524a | Βασιλέα μετὰ δόξης ὄψεσθε. | |
524b | Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. | |
524c | Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. | |
5.25 | Καὶ πάλιν· Εἴπατε τῇ θυγατρὶ Σιων, ἰδοὺ ὁ σωτήρ σου παρα‐ γίνεται ἔχων τὸν ἑαυτοῦ μισθόν. | |
5.26 | Καὶ πάλιν· Γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν. | |
5.27 | Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ιεσσαι, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. | |
5.28 | Καὶ πάλιν· Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ ἐροῦσιν οὐκ ἔστι πλὴν σοῦ Θεός· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. | |
5.29 | Καὶ Ιερεμιας λέγει· | |
Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος. | 22 | |
5.30 | Καὶ πάλιν· Μνήσθητί μου Κύριε καὶ ἐπίσκεψαί με· καὶ ἀθῴωσόν με ἐκ τῶν καταδιωκόντων με. | |
5.31 | Καὶ πάλιν· Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, ἔρχονται, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεύς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ | |
5 | δικαιοσύνην ἐπὶ τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθὼς ἐπ’ αὐτόν· καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Ιωσεδεκ καὶ αὐτὸς ἐν τοῖς προφήταις. | |
5.32 | Καὶ πάλιν· Γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει. | |
5.33 | Καὶ πάλιν· Προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμῶν, ἐκζητήσετε καὶ εὑρήσετέ με, ἐὰν ἐκζητήσετέ με ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐπιφανοῦμαι ὑμῖν. | |
5.34 | Καὶ πάλιν· Ἐρχόμενος Κύριος ἐπ’ ὄρος δίκαιον τὸ ἅγιον αὐτοῦ. | |
5.35 | Καὶ Ιεζεκϊηλ λέγει· Ἡ ὁμοίωσις τῶν προσώπων αὐτῶν τῶν τεσσάρων, πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος καὶ πρόσωπον μόσχου καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. | |
5.36 | Καὶ πάλιν· Μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον· καὶ μνησθήσῃ τὴν ὁδόν σου. | |
5.37 | Καὶ πάλιν· Ἐξ ὄρους τοῦ ἁγίου μου, ἐπ’ ὄρους ὑψηλοῦ, λέγει Κύριος, ἐκεῖ δουλεύσωσί μοι πᾶς οἶκος Ισραηλ εἰς τέλος. | |
5.38 | Καὶ πάλιν· Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά, ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον. | |
5.39 | Καὶ πάλιν· Γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ Θεὸς αὐτῶν, ἐν | |
τῷ ἐπιφανεῖναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. | 24 | |
5.40 | Καὶ Βαλααμ λέγει· Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος Ισραηλ, καὶ κυριεύσει ἐθνῶν πολλῶν. | |
5.41 | Καὶ πάλιν· Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ, καὶ θραύσει τοὺς δυνατοὺς Μωαβ. | |
5.42 | Καὶ Δανιηλ λέγει· Ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο. | |
5.43 | Καὶ Δαυιδ λέγει· Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ. | |
5.44 | Καὶ πάλιν· Ὁ αὐτὸς ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. | |
5 | ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. | |
5.45 | Καὶ πάλιν· Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλον σου. | |
5.46 | Καὶ πάλιν· Ἔκλινεν οὐρανοὺς καὶ κατέβη. | |
5.47 | Καὶ πάλιν· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιων. | |
5.48 | Καὶ πάλιν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. | |
5.49 | Καὶ πάλιν· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. | |
5.50 | Καὶ πάλιν· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. | |
5.51 | Καὶ πάλιν· Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν. | |
5.52 | Καὶ πάλιν· Ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, | |
καὶ ἐλεήσαι ἡμᾶς. | 26 | |
5.53 | Καὶ πάλιν· Εἴδοσαν πάντες οἱ λαοὶ τὸ σωτηρίαν τοῦ Θεοῦ ἡμῶν; | |
5.54 | Σολομων λέγει· Εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων. | |
6t | ϛ ὅτι ὤφθη, καὶ Θεὸς ὢν γέγονεν ἄνθρωπος— | |
6.1 | Ιερεμιας λέγει· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ δέδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ | |
5 | ἠγαπημένῳ ὑπ’ αὐτόν. | |
6.2 | Καὶ πάλιν· Ἀνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; | |
6.3 | Καὶ πάλιν· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. | |
6.4 | Καὶ Δαυιδ λέγει· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε. | |
6.5 | Καὶ πάλιν· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. | |
6.6 | Ωσηε λέγει· Σάρξ μου ἐξ αὐτῶν· τί σε διαθῶ Εφραϊμ; ὑπερασπίσω σου Ισραηλ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος. | |
6.7 | Ησαϊας λέγει· Μεθ’ ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. | |
6.8 | Καὶ πάλιν· Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. | |
6.9 | Καὶ πάλιν· Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. | |
7t | ζ ὅτι ἐκ σπέρματος Δαυιδ ὁ Κύριος— | 28 |
7.1 | Δαυιδ ἐν τῷ πη ψαλμῷ λέγει· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ. | |
7.2 | Καὶ πάλιν· Ὤμοσε Κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. | |
7.3 | Καὶ πάλιν· θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. | |
7.4 | Καὶ Ησαϊας λέγει· θήσω τὴν βασιλείαν αὐτοῦ ἐπὶ τὸν θρόνον Δαυιδ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν δικαιο‐ σύνῃ καὶ κρίματι. | |
7.5 | Καὶ πάλιν Ιερεμιας· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ | |
5 | τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ισραηλ καὶ Ιουδας κατασκηνώσει ἐπ’ αὐτόν. | |
8t | η ὅτι ἐκ παρθένου— | |
8.1 | Ησαϊας ὁ μέγας καὶ ἔνδοξος πρῶτος βοᾷ λέγων· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουηλ, ὁ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ Θεός. | |
9t | θ ὅτι μετὰ τὸ γεννηθῆναι φυλάξει τὴν τέκουσαν παρθένον— | |
9.1 | Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς ἀλλὰ Κύριος ὁ Θεὸς μόνος, καὶ εἰσελεύσεται καὶ | |
5 | καθίεται, ὅτι αὐτός ἐστιν ὁ ἡγούμενος, καὶ ἐξελεύσεται καὶ κλείσει τὰς θύρας ὄπισθεν αὐτοῦ, καὶ ἔσται ἡ πύλη κεκλεισμένη εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | |
10t | ι ὅτι ἡ μήτρα πύλη— | |
10.1 | Ιωβ λέγει· Διὰ τί οὐ συνέκλεισάς μοι πύλας γαστρὸς μητρός μου; | |
11t | ια ὅτι ἀνωδίνως ἡ παρθένος γεννήσει— | |
11.1 | Ησαϊας βοᾷ λέγων· Πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τῶν πόνων τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. | 30 |
12t | ιβ ὅτι ἐχρίσθη— | |
12.1 | Δαυιδ λέγει ἐν τῷ μδ ψαλμῷ· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τὸν μετόχους σου. | |
12.2 | Καὶ Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. | |
13at | ιγ ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως— | |
13a1 | Ιερεμιας λέγει· οἴμοι ἐγὼ μῆτερ· ὡς τίνα με τέτοκας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ. | |
13a2 | Καὶ Δαυιδ λέγει ἐν τῷ κα ψαλμῷ· | |
13a2a | Ὁ Θεὸς ὁ Θεός μου πρόσχες μοι. | |
13a2b | Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. | |
13a3 | Καὶ Δανιηλ. Ἐθεώρει ἕως οὗ ἀπεσχίθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα. | |
13bt | Καὶ ὅτι λίθος, Ησαϊας λέγει· | |
13b1a | Ἰδοὺ τίθημι λίθον προσκόμματος ἐν Σιων, καὶ πέτραν σκανδάλου. | |
13b1b | Καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. | |
13b2 | Καὶ Ζαχαριας λέγει· Ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν, ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. | |
14t | ιδ ὅτι παιδίον— | |
14.1 | Ησαϊας μαρτυρεῖ λέγων· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. | |
14.2 | Καὶ πάλιν ὁ αὐτὸς λέγει· Πρὶν γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα αὐτοῦ, ἔλαβε τὴν δύναμιν Δαμασκοῦ. | |
14.3 | Καὶ πάλιν· | |
Παιδίον μικρὸν γράψει αὐτούς. | 32 | |
15t | ιε ὅτι ἐν Βηθλεεμ τεχθήσεται— | |
15.1 | Ησαϊας λέγει· Οἰκήσει ἐν ὑψηλῷ τόπῳ ἐπὶ πέτρας ὀχυράς. | |
16t | ιϛ ὅτι προσκυνήσουσιν οἱ μάγοι— | |
16.1 | Δαυιδ ἐν τῷ οα ψαλμῷ λέγει· Βασιλεῖς θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβα δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. | |
16.2 | Καὶ Ησαϊας λέγει· Ἥξουσιν ἐκ Σαβα φέροντες χρυσίον καὶ λίβανον καὶ σμύρναν, καὶ εὐαγγελιοῦνται τὸ σωτήριον τοῦ Κυρίου. | |
17t | ιζ ὅτι ἀνατελεῖ ὁ ἀστήρ— | |
17.1 | Βαλααμ λέγει· | |
171a | Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ. | |
171b | Καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ. | |
18t | ιη ὅτι τὰ βρέφη ἀναιρεθήσονται— | |
18.1 | Ιερεμιας οὕτως θρηνεῖ λέγων· Οὕτως εἶπε Κύριος, φωνὴ ἐν Ραμα ἠκούσθη θρῆνος καὶ οὐαὶ καὶ κλαυθμὸς καὶ ὀδυρμός· Ραχηλ ἀποκλαιομένη οὐκ ἠθέλησε παύσασθαι ἐπὶ τῶν υἱῶν, | |
5 | ὅτι οὐκ εἰσίν. οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ὁ μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, μονίμοις τοῖς σοῖς τέκνοις. | |
19t | ιθ ὅτι ταραχθήσεται Ηρῳδης καὶ οἱ μετ’ αὐτοῦ πάντες— | |
19.1 | Ιερεμιας λέγει· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδίαν τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται | |
5 | θαυμάσονται. | |
20t | κ ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι— | |
20.1 | Δαυιδ λέγει ἐν τῷ ξε ψαλμῷ· Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονται οἱ ἐχθροί | |
σου. | 34 | |
21t | κα ὅτι θυμωθήσεται ἀπατηθείς— | |
21.1 | Δαυιδ ἐν τῷ ρια ψαλμῷ λέγει· Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. | |
22t | κβ ὅτι ἐρευνήσει καὶ ἀναζητήσει— | |
22.1 | Δαυιδ λέγει ἐν τῷ ξγ ψαλμῷ· Εἶπαν τίς ὄψεται αὐτούς, ἣ διηγήσεται τοῦ κρύψαι παγίδας; ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. | |
23t | κγ ὅτι ἀνελεῖ τὰ βρέφη— | |
23.1 | Ἐρρέθη ἐν τῷ ιη κεφαλαίῳ. | |
24t | κδ ὅτι οὐκ ἀνελεῖ τὸν Χριστόν— | |
24.1 | Δαυιδ λέγει ἐν τῷ λϛ ψαλμῷ· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον τοῦ ἀπολέσαι αὐτόν, ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς | |
5 | χεῖρας αὐτοῦ. | |
24.2 | Καὶ πάλιν ἐν τῷ ρια ψαλμῷ· Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. | |
25t | κε ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός— | |
25.1 | Ησαϊας λέγει· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται πάντα τὰ χειροποίητα Αἰγύπτου. | |
25.2 | Καὶ πάλιν· Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | |
26t | κϛ ὅτι ἐξ Αἰγύπτου κληθήσεται— | |
26.1 | Ιωηλ λέγει· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. | |
26.2 | Καὶ Βαλααμ λέγει· Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, | |
ὡς δόξαν μονοκέρωτος αὐτοῦ. | 36 | |
27t | κζ ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα— | |
27.1 | Ιεζεκιηλ λέγει ἰδών· | |
271a | Ἰδοὺ ὕδωρ καταφερόμενον ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ· καὶ ἐγένετο καθὼς ἔξοδος ἀνδρὸς ἡ ἔξοδος αὐτοῦ. καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως. | |
271b | Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, τοῦτο τὸ ὕδωρ τὸ πορευόμενον ἐπὶ γῆν Γαλιλαίαν ἁγιάσει τὰ ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ ἐφ’ ἧ ἂν ἐπέλθῃ τὸ ὕδωρ τοῦτο ζησέται καὶ ἰαθήσεται. | |
28t | κη ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται— | |
28.1 | Ιερεμιας λέγει· Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου. | |
29t | κθ ὅτι ἐπὶ θαλάσσης περιπατήσει— | |
29.1 | Ιωβ λέγει· Ὁ τανύσας τὸν οὐρανὸν μόνος, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. | |
30t | λ ὅτι τὸ κράσπεδον τοῦ ἱματίου αὐτοῦ θεραπεύσει— | |
30.1 | Μαλαχιας λέγει· Ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης ἔχων ἴασιν ἐν ταῖς πτέρυξιν. | |
31t | λα ὅτι ξηρανεῖ τὴν συκήν— | |
31.1 | Αβακουμ λέγει· Διότι συκῆ οὐ καρποφορήσει. | |
31.2 | Καὶ Ιεζεκιηλ λέγει· Ἐγὼ Κύριος ὁ ξηρῶν ξύλον χλωρόν. | |
32t | λβ ὅτι πειρασθήσεται ὑπὸ τοῦ διαβόλου— | |
32.1 | Ζαχαριας λέγει· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. | |
5 | καὶ εἶπεν αὐτῷ ὁ Κύριος· ἐπιτιμήσαι σοὶ Κύριος, διάβολε, ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ. | |
32.2 | Καὶ αὐτὸς δὲ ὁ Κύριος περὶ ἑαυτοῦ λέγων εἶπε πρὸς Ιωβ· Οὐχ ἑώρακας αὐτὸν | |
οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; | 38 | |
5 | τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί με καὶ ὑπομενεῖ; | |
33t | λγ ὅτι θεραπεύσει πολλούς— | |
33.1 | Ησαϊας λέγει· Ἰσχυσάτε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· μὴ φοβηθῆτε. | |
33.2 | Καὶ πάλιν· Ὁ Θεὸς τότε ἥξει· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα | |
5 | μογιλάλων. | |
34t | λδ ὅτι ἀναστήσει νεκρούς— | |
34.1 | Ησαϊας λέγει· Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. | |
35t | λε ὅτι ἀπιστήσουσιν οἱ Ἰουδαῖοι— | |
35.1 | Ησαϊας λέγει· | |
351a | Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; | |
351b | Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. | |
36t | λϛ ὅτι ἀπὸ ε ἄρτων θρέψει πολλούς— | |
36.1 | Ησαϊας λέγει· Ἐροῦσιν ἐν τῇ ἡμέρα ἐκείνῃ· ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἠλπίζομεν καὶ ἠγαλλιασάμεθα ἐπὶ τῷ σωτηρίῳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. | |
37t | λζ ὅτι ἐπὶ ὄνου εἰς τὴν Σιων ἐπελεύσεται— | |
37.1 | Ζαχαριας λέγει· Χαῖρε σφόδρα θύγατερ Σιων, κήρυσσε θύγατερ Ιερουσαλημ, ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον | |
5 | καὶ πῶλον νέον. | |
37.2 | Καὶ Ιακωβ λέγει· | |
Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ. | 40 | |
37.3 | Καὶ Μαλαχιας λέγει· Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς θέλετε, καὶ ὁ ἄγγελος τῆς διαθήκης. | |
38t | λη ὅτι τὰ βρέφη προδράμουσι κράζοντα τὸ εὐλογήμενος ὁ ἐρχόμενος— | |
38.1 | Δαυιδ ἐν τῷ η ψαλμῷ λέγει· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. | |
39t | λθ ὅτι ἐλέγξει τὸν λαόν— | |
39.1 | Μαλαχιας λέγει· Προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοῦς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ ψεύσμασι. | |
39.2 | Καὶ Ιερεμιας λέγει· Μὴ σπήλαιον λῃστῶν ὁ οἶκος μου ἐστι; καὶ ἐπικέκ‐ ληται τὸ ὄνομά μου ἐπ’ αὐτοῖς; | |
40t | μ ὅτι ἐπιχυθήσεται αὐτῷ νάρδος— | |
40.1 | Ἐν τοῖς ᾌσμασι λέγει· Ἕως οὐ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ. | |
41t | μα ὅτι συναχθήσονται κατ’ αὐτοῦ— | |
41.1 | Δαυιδ ἐν τῷ β ψαλμῷ λέγει· Ἵνα τί ἐρρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, | |
5 | καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτῶν. | |
41.2 | Καὶ πάλιν ἐν τῷ γ ψαλμῷ λέγει· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ’ ἐμέ· πολλοὶ λέγουσι τῇ ψυχῇ μου· | |
5 | οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ Θεῷ αὐτοῦ. | |
41.3 | Καὶ Ιερεμιας λέγει· Πνεῦμα πρὸ πρόσωπον ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὐ εἴπαμεν· ἐν τῇ σκιᾷ | |
αὐτοῦ ζησόμεθα. | 42 | |
41.4 | Καὶ πάλιν λέγει· Ὅτι ἐνεχείρισαν λόγους εἰς σύλληψίν μου καὶ παγίδας ἔκριψάν μοι. Καὶ σύ, Κύριε, ἔγνως πᾶσαν αὐτῶν τὴν βουλὴν ἐπ’ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς | |
5 | τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου μὴ ἐξαλείψῃς. | |
42t | μβ ὅτι καταψευδομαρτυρήσουσι— | |
42.1 | Δαυιδ ἐν τῷ λδ ψαλμῷ λέγει· Ἀναστάντες μοι μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν. | |
42.2 | Καὶ πάλιν ἐν τῷ νη ψαλμῷ λέγει· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με· ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν | |
5 | καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. | |
43t | μγ ὅτι Ιουδας προδώσει— | |
43.1 | Δαυιδ ἐν τῷ μ ψαλμῷ λέγει· Οἱ ἐχθροί μου εἶπον κακά μοι· πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· | |
5 | ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ’ ἐμοῦ ἐλογίζοντο κακά μοι, | |
10 | λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ. | |
43.2 | Καὶ πάλιν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. | |
43.3 | Καὶ πάλιν ἐν τῷ να ψαλμῷ λέγει· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· | |
5 | ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον· ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην. | |
43.4 | Καὶ πάλιν ἐν τῷ λζ ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. | |
44t | μδ ὅτι ἐρεῖ ὁ Ιουδας· χαῖρε ῥαββί— | 44 |
44.1 | Δαυιδ ἐν τῷ νδ ψαλμῷ λέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός | |
5 | σε διαθρέψει. | |
44.2 | Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ρη ψαλμῷ λέγει· Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. | |
45t | με ὅτι ἀργυρίου πραθήσεται— | |
45.1 | Ζαχαριας λέγει· Ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν, δότε τὸν μισθόν μου τριάκοντα ἀργύρια. | |
45.2 | Καὶ Ιερεμιας λέγει· Ἔδωκαν τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ισραηλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως. | |
46t | μϛ ὅτι δήσουσιν αὐτόν— | |
46.1 | Ησαϊας λέγει· Οὐαὶ τῇ ψυχῇ ὑμῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν εἰπόντες· ὅτι δήσωμεν ἄνδρα δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. | |
46.2 | Καὶ Σολομων λέγει· Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος. | |
47t | μζ ὅτι κρίνουσιν αὐτόν— | |
47.1 | Δαυιδ ἐν τῷ ξη ψαλμῷ λέγει· Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. | |
47.2 | Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ο ψαλμῷ λέγει· Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. | |
5 | Καὶ τὰ ἑξῆς. | |
47.3 | Καὶ Ησαϊας λέγει· | 46 |
473a | Ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; | |
473b | Ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον καὶ ταπεινὸν καὶ ἡσύχιον. | |
47.4 | Καὶ πάλιν· Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. οὐκ ἐγὼ παρῃτησάμην ἀλλ’ αὐτοὶ | |
5 | παρῃτήσαντό με. διὰ τοῦτο ἐγκαταλέλιπα τὸν οἶκόν μου. | |
48t | μη ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσιν— | |
48.1 | Μιχαιας λέγει· Πατάξουσιν ἐπὶ σιαγόνα τὸν κριτὴν τοῦ Ισραηλ. | |
48.2 | Καί· Βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προκυνήσουσιν αὐτόν. | |
48.3 | Καὶ ἀλλαχοῦ λέγει· Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ | |
5 | αἰσχύνης ἐμπτυσμάτων. | |
49t | μθ ὅτι φεύξονται οἱ ἀπόστολοι— | |
49.1 | Δαυιδ ἐν τῷ λζ ψαλμῷ λέγει· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. | |
49.2 | Καὶ πάλιν· Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ. | |
49.3 | Καί· Ἐζήτησα συλλυπούμενον, καὶ οὐκ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐκ εὗρον. | |
50t | ν ὅτι ἀρνήσεται Πετρος— | |
50.1 | Ησαϊας λέγει· Καὶ ἐφοβήθη ἀπὸ ἀνθρώπου θνητοῦ, οἳ ὡσεὶ χόρτος ἀποξηρανθήσονται· ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος. | |
51t | να ὅτι σταυρώσουσιν αὐτόν— | 48 |
51.1 | Ιερεμιας λέγει· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι. | |
51.2 | Καὶ Ησαϊας λέγει· Ὡς πρόβατον ἐπὶ σφραγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. | |
51.3 | Καὶ ἡ Σοφία λέγει· Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν. | |
51.4 | Καὶ πάλιν· Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. | |
51.5 | Καὶ Δαυιδ λέγει· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. | |
52t | νβ ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν— | |
52.1 | Ἐν τοῖς ᾌσμασι λέγει· Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Ιερουσαλημ, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. | |
52.2 | Καὶ Ησαϊας λέγει· Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. | |
53t | νγ ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν— | |
53.1 | Δαυιδ ἐν τῷ ξη ψαλμῷ λέγει· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐποτισάν με ὄξος. | |
53.2 | Καὶ Μωυσης λέγει· Ταῦτα Κυρίῳ ἀνταποδίδοτε; | |
53.3 | Καὶ ἐν τοῖς ᾌσμασι λέγει· Εἰσῆλθεν εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη μου· καὶ ἐτρύγησαν σμύρναν μου. | |
53.4 | Καὶ πάλιν· Χεῖρές μου ἔσταξαν σμύρναν, καὶ οἱ δάκτυλοι μου σμύρναν πλήρεις. | |
53.5 | Καὶ πάλιν λέγει· Ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ. | |
54t | νδ ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν— | 50 |
54.1 | Ησαϊας λέγει· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ, ἐρύθημα ἱμάτια αὐτοῦ ἐκ Βοσορ, οὗτος ὡραῖος ἐν στολῇ αὐτοῦ βία; ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου | |
5 | ὡς ἀπὸ πατητοῦ ληνοῦ; | |
55t | νε ὅτι σιωπήσει κρινόμενος— | |
55.1 | Δαυιδ ἐν τῷ λζ ψαλμῷ λέγει· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. | |
55.2 | Καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. | |
55.3 | Καὶ Ησαϊας λέγει· Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι αὐτὸν οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως | |
5 | οὐκ ἀνοίγῃ τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει. | |
56t | νϛ ὅτι χλευαστήσεται— | |
56.1 | Δαυιδ ἐν τῷ ρη ψαλμῷ λέγει· Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. | |
56.2 | Καὶ ἐν τῇ Σοφιᾳ λέγει· | |
562a | Εἰ ἐστι δίκαιος υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ. | |
562b | Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ καὶ παιδίον Κυρίου ἑαυτὸν ὀνομάζει. | |
57t | νζ ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου— | |
57.1 | Μωυσης λέγει· Ἔσται ἡ ζωή σου κρεμμαμένη ἐπὶ ξύλου ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσῃ τῇ ζωῇ σου. | |
57.2 | Καὶ πάλιν λέγει· Ἐπικατάρατος πᾶς ὁ κρεμμάμενος ἐπὶ ξύλου. | |
58t | νη ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ— | 52 |
58.1 | Ησαϊας βοᾷ λέγων· Ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· | |
5 | παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς οἱ πάντες ἰάθημεν. | |
58.2 | Καὶ ὁ Σιραχ λέγει· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα. | |
58.3 | Καὶ Δαυιδ ἐν τῷ ξγ ψαλμῷ λέγει· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. | |
59t | νθ ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης, παθῇ ὁ Χριστός— | |
59.1 | Ζαχαριας λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ψῦχος, καὶ πάγος μίαν ἡμέραν ἔσται. | |
60t | ξ ὅτι δύσεται ὁ ἥλιος— | |
60.1 | Ζαχαριας πρῶτος λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐκ ἡμέρα οὐδὲ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. | |
60.2 | Καὶ Ιωηλ λέγει· Πρὸ προσώπου αὐτοῦ συναχθήσεται ἡ γῆ καὶ σκοτισ‐ θήσεται ὁ οὐρανός· ἥλιος καὶ σελήνη συσκοτάσουσι καὶ τὰ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν. | |
61t | ξα ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας— | |
61.1 | Αμως λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος ὁ Θεός, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ γῆς ἐν ἡμέρᾳ τὸ φῶς αὐτοῦ, καὶ μεταστρέψει | |
5 | τὰς ἑορτὰς ἡμῶν εἰς πένθος. | |
62t | ξβ ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται— | |
62.1 | Δαυιδ ἐν τῷ ξα ψαλμῷ λέγει· Διαμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς | |
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. | 54 | |
63t | ξγ ὅτι συσταυρωθήσεται λῃσταῖς— | |
63.1 | Ησαϊας λέγει· Καὶ μετὰ ἀνόμων ἐλογίσθη, καὶ παρεδώθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. | |
64t | ξδ ὅτι τὴν πλευρὰν αὐτοῦ ἐκκεντήσουσιν— | |
64.1 | Ζαχαριας λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. | |
65t | ξε ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται— | |
65.1 | Μυωσης λέγει· Ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ. | |
66t | ξϛ ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος τύπον— | |
66.1 | Ησαϊας λέγει· Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. | |
67t | ξζ ὅτι ἐν πέτρᾳ τεθήσεται— | |
67.1 | Ησαϊας λέγει· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. | |
68t | ξη ὅτι λίθος ἡ θύρα τοῦ μνήματος— | |
68.1 | Ὁ αὐτὸς λέγει· Καὶ ἐπέθηκαν λίθον ἐπ’ ἐμέ. | |
69t | ξθ ὅτι σφραγίσουσιν— | |
69.1 | Δανιηλ λέγει· Καὶ ἤνεγκαν λίθον ἕνα καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων | |
5 | αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιηλ. | |
70t | ο ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος αὐτοῦ, μηνὶ τῷ καθ’ ἡμᾶς Μαρτίῳ— | |
70.1 | Ἐν τοῖς ᾌσμασι λέγει· Ὁ καιρὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ τὰ ἔθνη. ὤφθη ἐν τῇ γῇ, | |
5 | καιρὸς τῆς τομῆς ἔφθασεν. | |
71t | οα ὅτι ταφήσεται— | |
71.1 | Ησαϊας λέγει· Ἀπὸ προσώπου ἀδικίας ἤρτηται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. | |
71.2 | Καὶ πάλιν λέγει· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. | |
71.3 | Καὶ Ιακωβ λέγει· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; | |
71.4 | Καὶ ἐν τοῖς Ἀριθμοῖς λέγει· Ἀνακλιθεὶς ἀνεπαύσατα ὡς λέων καὶ ὡς σκύμνος. | |
71.5 | Καὶ Δαυιδ ἐν τῷ κα ψαλμῷ λέγει· Εἰς χοῦν θανάτου κατήγαγές με. | |
72t | οβ ὅτι φοβήσει τὸν Ἅδην ταφείς— | |
72.1 | Ἐν τῷ Ιωβ λέγει· Ἀνοιχθήσονται αὐτῷ φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ τοῦ ᾍδου ἰδόντες σε ἔπτυξαν. | |
72.2 | Καὶ Ησαϊας λέγει· Ὁ ᾍδης ἐπικράνθη συναντήσας σοι κάτω. | |
72.3 | Καὶ Δαυιδ ἐν τῷ ρϛ ψαλμῷ λέγει· Συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. | |
73t | ογ ὅτι ἀναμάρτητος— | |
73.1 | Ησαϊας λέγει· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. | |
73.2 | Καὶ πάλιν· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. | |
74t | οδ ὅτι ἀναστήσεται— | 56 |
74.1 | Δαυιδ ἐν τῷ ια ψαλμῷ λέγει· Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος. | |
74.2 | Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ ιε ψαλμῷ. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. | |
74.3 | Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ κθ ψαλμῷ· Ἀνήγαγες ἐξ ᾍδου τὴν ψυχήν μου ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. | |
74.4 | Καὶ Ιερεμιας λέγει· Διὰ τοῦτο ἐξηγέρθην, καὶ ἰδοὺ καὶ ὁ ὕπνος μου ἡδὺς ἐγένετο. | |
74.5 | Καὶ Δαυιδ ἐν τῷ πζ ψαλμῷ λέγει· Ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. | |
74.6 | Καὶ πάλιν· Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος. | |
74.7 | Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πα ψαλμῷ λέγει· Ἀνάστα, ὁ Θεὸς, κρίνων τὴν γῆν. | |
74.8 | Καὶ Ησαϊας λέγει· Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν. | |
74.9 | Καὶ Ναουμ λέγει· Ταχεῖς ἰδοὺ οἱ πόδες ἐπὶ τὰ ὄρη εὐαγγελιζομένου εἰρήνην. | |
75t | οε ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν— | |
75.1 | Δαυιδ ἐν τῷ οε ψαλμῷ λέγει· Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐκ εὗρον οὐδέν. | |
76t | οϛ ὅτι πρωὶ ἡ ἀνάστασις— | |
76.1 | Δαυιδ ἐν τῷ κθ ψαλμῷ λέγει· Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς | |
καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. | 58 | |
76.2 | Καὶ πάλιν ἐν τῷ πζ λέγει· Ἐγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. | |
76.3 | Καὶ πάλιν ἐν τῷ νϛ λέγει· Ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. | |
77t | οζ ὅτι μαρτύριον ὁ τόπος ἔσται— | |
77.1 | Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν· διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριόν μου· διότι | |
5 | τὸ κρίμα μου ἄξει πάντας τοὺς ἐχθρούς μου. | |
78t | οη ὅτι ἀπὸ τοῦ προτειχίσματος— | |
78.1 | Ἐν τοῖς ᾌσμασι λέγει· Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος. | |
79t | οθ ὅτι ζητηθήσεται ὑπὸ γυναικῶν— | |
79.1 | Ἐν τοῖς ᾌσμασι λέγει· Ἐπὶ κοίτην μου ἐξεζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα, καὶ οὐκ εὗρον αὐτόν. | |
5 | μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; | |
80t | π ὅτι πρῶτον ἀπαντήσει γυναιξί— | |
80.1 | Ἐν τοῖς ᾌσμασι λέγει· Εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν. | |
81t | πα ὅτι ἀναχωρήσουσιν ἔμφοβοι— | |
81.1 | Δαυιδ ἐν τῷ β ψαλμῷ λέγει· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. | |
81.2 | Καὶ Ησαϊας λέγει· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός | |
ἐστιν ἔχων φρόνησιν. | 60 | |
82t | πβ ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον— | |
82.1 | Ναουμ λέγει· Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς αὐτῶν. ἀνέβη γὰρ ἐμφυσιῶν εἰς τὸ πρόσωπον αὐτῶν. | |
83t | πγ ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν— | |
83.1 | Ἐν τοῖς ᾌσμασι λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου. Τὸ πικρὸν πρὸ τοῦ πάθους, καὶ τὸ γλυκὺ μετὰ τὴν ἀνάστασιν. | |
84t | πδ ὅτι ἐροῦσιν ὅτι ἐκλάπη— | |
84.1 | Ιωνας λέγει· Φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν ἐγκατέλιπον. | |
84.2 | Καὶ Ησαϊας λέγει· Ἀλλὰ λέγετε ἡμῖν καὶ ἀπαγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. | |
85t | πε ὅτι νεκροὶ ἀναστήσονται— | |
85.1 | Ωσηε λέγει· Ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον, ὅτι αὐτὸς πέπαικε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο | |
5 | ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐναντίον αὐτοῦ. | |
85.2 | Καὶ Ησαϊας λέγει· Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραντήσονται οἱ ἐν τῇ γῇ. | |
85.3 | Καὶ Ζαχαριας λέγει· Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. | |
85.4 | Καὶ πάλιν Ωσηε λέγει· Ἐκ χειρὸς ᾍδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ | |
τὸ κέντρον σου ᾍδη; | 62 | |
85.5 | Καὶ Ιεζεκιηλ λέγει· Τάδε λέγει Κύριος· ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν | |
5 | τῷ ἀνοιξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν λαός μου· καὶ δώσω πνεῦμα εἰς ὑμᾶς, καὶ ζήσεσθε. | |
86t | πϛ ὅτι εἰς οὐρανοὺς ἀνελεύσεται— | |
86.1 | Δαυιδ ἐν τῷ μϛ ψαλμῷ λέγει· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. | |
86.2 | Καὶ Αμως λέγει· Ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἐπίβασιν αὐτοῦ. | |
87t | πζ ὅτι αὐτὸς ἦν ὁ κηρύξας— | |
87.1 | Ησαϊας λέγει· Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι | |
5 | ἐνιαυτὸν Κυρίῳ δεκτὸν καὶ ἡμέραν ἀνταποδώσεως τῷ Θεῷ ἡμῶν. | |
87.2 | Καὶ πάλιν· Γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὡραῖος ἐπὶ τῶν ὡραίων, ὡς εὐαγγελιζόμενος ἀκοὴν | |
5 | εἰρήνης, ἀκουστὴν ποίων τὴν σωτηρίαν σου. | |
88t | πη ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ— | |
88.1 | Ζαχαριας λέγει· Καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ιερουσαλημ, ἀναβήσονται κατ’ ἐνιαυτὸν προσκυνῆσαι Κυρίῳ παντοκράτορι. | |
88.2 | Καὶ Ιεζεκιηλ λέγει· Καθαριῶ ὑμᾶς, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. | |
88.3 | Καὶ πάλιν· Δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω αὐτοῖς. | |
88.4 | Καὶ Δαυιδ ἐν τῷ ιη ψαλμῷ λέγει· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ | |
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. | 64 | |
88.5 | Καὶ Ιερεμιας λέγει· Δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν τοῦ φόβεισθαί με πάσας τὰς ἡμέρας. | |
89t | πθ ὅτι ἐκ δεξιῶν τοῦ Πατρὸς οὐκ ἀφ’ οὗ ἀνῆλθεν ἐκάθισεν, ἀλλὰ καὶ πρὸ τούτου— | |
89.1 | Ησαϊας λέγει· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. | |
89.2 | Καὶ Δαυιδ ἐν τῷ ϙβ λέγει· Ἕτοιμος ὁ θρόνος σου, Κύριε, καὶ ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. | |
89.3 | Καὶ πάλιν ἐν τῷ ρθ λέγει· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. | |
89.4 | Καὶ Ησαϊας λέγει· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. | |
90t | ϙ ὅτι κληθησόμεθα Χριστιανοί— | |
90.1 | Ησαϊας λέγει· Ὄψονται ἔθνη τὴν δόξαν σου καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτῷ. | |
90.2 | Καὶ πάλιν· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. | |
91t | ϙα ὅτι καὶ ἡ ἐπὶ τοῦ μετώπου σημείωσις προκατηγγέλετο— | |
91.1 | Δαυιδ ἐν τῷ νθ ψαλμῷ λέγει· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. | |
91.2 | Καὶ Ησαϊας λέγει· Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μαθεῖν. | |
91.3 | Καὶ Ιεζεκιηλ λέγει· Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατωδυνωμένων ἐπὶ πάσαις | |
5 | ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ιερουσαλημ· καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ γυναῖκας, νήπια θηλάζοντα πάντας ἐξαλείψατε· ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖόν μου μὴ ἐγγίσητε. | 66 |
92t | ϙβ ὅτι τὸ ἐν τῷ Χριστῷ βάπτισμα προκατηγγέλετο— | |
92.1 | Ησαϊας λέγει· Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. | |
92.2 | Καὶ πάλιν τρανώτερον· Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταληφθὲν τοῦ Ισραηλ ἐν Σιων, καὶ τὸ καταλειφθὲν | |
5 | ἐν Ιερουσαλημ, ὅτι ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ· ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιων καὶ τὸ αἷμα Ιερουσαλημ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. καὶ ἥξει, | |
10 | καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας. Μαρτυρεῖ καὶ τὸ κατὰ νόμον δὲ τῶν Ἰουδαίων βάπτισμα. | |
93t | ϙγ ὅτι προκατηγγέλετο ἡ δευτέρα παρουσία— | |
93.1 | Μαλαχιας λέγει· Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύσεται ὡς πῦρ | |
5 | χωνευτηρίου καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων. | |
93.2 | Καὶ πάλιν λέγει· Προσάξω ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τοὺς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ τῷ ὀνόματι μου ἐπὶ ψεύδη. | |
94t | ϙδ ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται— | |
94.1 | Δαυιδ ἐν τῷ ϙε ψαλμῷ λέγει· Κρινεῖ Κύριος τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. | |
94.2 | Καὶ Ιωηλ λέγει· | 68 |
942a | Ἐγὼ ἥξω πάντα τὰ ἔθνη καὶ διακριθήσομαι πρὸς αὐτούς. | |
942b | Καὶ ἔσται ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· καὶ τὰ ὀπίσω αὐτοῦ πεδίον ἀφανισμοῦ. | |
94.3 | Καὶ πάλιν λέγει· Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί. | |
94.4 | Καὶ πάλιν λέγει· Ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ. | |
94.5 | Καὶ Δανιηλ λέγει· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῷ | |
5 | ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος. | |
94.6 | Καὶ Δαυιδ ἐν τῷ β ψαλμῷ λέγει· Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν | |
5 | σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. | |
94.7 | Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ οε ψαλμῷ λέγει· Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστήναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς· | |
5 | ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. | |
95t | ϙε ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται— | |
95.1 | Ιωηλ λέγει· Δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐν τῇ γῇ κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· | |
5 | καὶ ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου | |
10 | σωθήσεται. | 70 |
95.2 | Καὶ πάλιν λέγει· Πάρεστιν ἡ ἡμέρα Κυρίου, ὅτι ἐγγὺς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης. | |
95.3 | Καὶ ὁ Ἐκκλησιαστὴς λέγει· Εὐφραίνου, νεανίσκε, ἐκ νεότητός σου, καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου, καὶ μνήσθητι τοῦ κτίσαντός σε, | |
5 | ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου, ἕως οὗ μὴ σκοτασθῇ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες, καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ταῖς ὀπαῖς. | |
96t | ϙϛ ὅτι οἱ οὐρανοὶ εἰλίσονται— | |
96.1 | Ησαϊας λέγει· Καὶ εἰλισθήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς. | |
96.2 | Καὶ ὁ Δαυιδ ἐν τῷ ρα ψαλμῷ λέγει· Κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, | |
5 | καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτούς, καὶ ἀλλαγή‐ σονται. | |
96.3 | Καὶ πάλιν Ησαϊας λέγει· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. | |
97t | ϙζ ὅτι πρὸ τῆς Χριστοῦ παρουσίας ἥξει ὁ Ἀντίχριστος— | |
97.1 | Δανιηλ λέγει· Ὀπίσω τούτων ἀναστήσεται βασιλεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπροσθεν· καὶ λόγους πρὸ τὸν ὕψιστον λαλήσει. | |
98t | ϙη ὅτι φονεύσει πολλούς— | |
98.1 | Δανιηλ λέγει· Ἐθεώρουν καὶ τὸ κέρας ἐκεῖνο ἐποίει πόλεμον μετὰ | |
τῶν ἁγίων. | 72 | |
99t | ϙθ ὅτι τότε καιρὸς θλίψεως— | |
99.1 | Δανιηλ λέγει· Ἔσται τότε καιρὸς θλίψεως, θλῖψις οἵα οὐ γέγονεν τότε ἐν ἀνθρώποις. | |
100t | ρ ὅτι μετ’ αὐτὸν καὶ πὼς ὁ Χριστός— | |
100.1 | Ζαχαριας λέγει· Ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν· καὶ κόψονται φυλαὶ κατὰ φυλάς. | |
100.2 | Καὶ Δαυιδ ἐν τῷ μθ ψαλμῷ λέγει· Ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. | |
101t | ρα ὅτι τὸ σημεῖον τοῦ Χριστοῦ φανερὸν ἔσται— | |
101.1 | Ησαϊας λέγει· Τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου, καὶ συναγάγων οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει. | |
102t | ρβ ὅτι τῆς βασιλείας οὐκ ἕξει πέρας— | |
102.1 | Δανιηλ λέγει· Ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται, καὶ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. | |
102.2 | Καὶ Δαυιδ ἐν τῷ μδ ψαλμῷ λέγει· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. | |
102.3 | Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ρα λέγει· | |
Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. | 74 |