TLG 2021 025 :: EPIPHANIUS :: Nomina apostolorum [Sp.]

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

Nomina apostolorum [Sp.]

Source: Schermann, T. (ed.), Propheten und Apostellegenden [Texte und Untersuchungen 31.3] Leipzig: Hinrichs, 1907: 232.

Citation: (Line)

1tΤοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου.
2 Ταῦτα τὰ ὀνόματα τῶν ιβʹ ἀποστόλων. αʹ. Πέτρος, οὗτος ἐλέγετο καὶ Σίμων καὶ Κηφᾶς καὶ Συ‐ μεών. βʹ. Ἀνδρέας ἀδελφὸς αὐτοῦ. γʹ. Ἰάκωβος. δʹ. Ἰωάννης,
5οὗτοι βοανεργὲς ἐκαλοῦντο, ὃ ἑρμηνεύεται υἱοὶ βροντῆς. εʹ. Φίλιππος. ϛʹ. Βαρθολομαῖος. ζʹ. Ματθαῖος ὁ τελώνης. ηʹ. Θωμᾶς, οὗτος καὶ Δίδυμος ἐκαλεῖτο. θʹ. Ἰάκωβος Ἀλφαίου. ιʹ. Θαδδαῖος, οὗτος παρὰ μὲν τῷ Ματθαίῳ Λεββαῖος καλεῖται, παρὰ δὲ τῷ Λουκᾷ Ἰούδας Ἰακώβου, παρὰ δὲ τῷ Μάρκῳ Λευὶς
10καθήμενος παρὰ τὸ τελώνιον. ιαʹ. Σίμων ὁ Κανανίτης. ιβʹ. Ἰούδας Ἰσκαριότης, καὶ ἀντὶ τούτου Ματθίας εἰσῆλθεν Ἀδελφοὶ δὲ Πέτρος καὶ Ἀνδρέας, υἱοὶ Ἀννᾶς, καὶ Ἰάκωβος καὶ Ἰωάννης, υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰούδας, υἱοὶ Ἀλ‐ φαίου, ἁλιεῖς. Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης.
15Ἰάκωβος ὁ καλούμενος ἀδελφὸς τοῦ κυρίου, ποῖος ἦν ὁ γενό‐ μενος ἐπίσκοπος Ἱερουσαλήμ, ὁ ἐπονομαζόμενος δίκαιος, ὁ εἷς ἦν υἱὸς Ζεβεδαίου καὶ ὁ ἕτερος Ἀλφαίου, καὶ ὁ ἄλλος τοῦ Ἰωσὴφ τοῦ μνήστορος, ὡς ἔλεγον Ἰουδαῖοι. Σίμωνα καὶ Ἰούδα, Ἰωσὴ τὸν ἀδελφόν, Ματθαῖος λέγει αὐτοὺς καλεῖσθαι τελῶνας,
20Λουκᾶς δὲ καὶ Λευῒν κεκλῆσθαι τελῶνα. Ἰωνᾶς δὲ ἑρμηνεύε‐
ται περιστερά.232