TLG 2021 022 :: EPIPHANIUS :: De prophetarum vita et obitu (recensio altera) [Sp.]

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

De prophetarum vita et obitu (recensio altera) [Sp.]

Source: Schermann, T. (ed.), Prophetarum vitae fabulosae. Leipzig: Teubner, 1907: 55–67.

Citation: Page — (line)

55

(19t)

ΕΠΙΦΑΝΙΟΥ ΠΕΡΙ ΤΩΝ ΙΣ ΠΡΟΦΗΤΩΝ
20tΠΟΘΕΝ ΗΣΑΝ ΚΑΙ ΠΟΥ ΕΤΕΛΕΙΩΘΗΣΑΝ.
21αʹ. Ὠσηὲ υἱὸς Βεηρὶ ἦν ἐκ Βελεμὼθ φυλῆς Ἰσάχαρ καὶ
θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Καὶ ἔδωκεν τέρας55

56

ἥξειν τὸν κύριον ἐπὶ τῆς γῆς. Ἐάν φησιν ἡ δρῦς ἡ ἐν Σιλὼμ μερισθῇ εἰς ιβʹ ἀφ’ ἑαυτῆς καὶ γένωνται δρύες ιβʹ. βʹ. Ἀμὼς ἦν ἐκ Θεκουὲ καὶ ἀνῃρέθη ὑπὸ τοῦ υἱοῦ Ἀμασίου, πλήξας αὐτὸν ἐν ῥομφαίᾳ κατὰ τὸν κρόταφον.
5Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ μεθ’ ἡμέρας γʹ τελευτήσας ἐτάφη ἐκεῖ. γʹ. Μιχαίας υἱὸς Ἱεραμῶς ὁ Μωραθίτης γέγονεν ἐκ φυλῆς Ἐφραΐμ, καὶ πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ
10ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ. δʹ. Ἰωὴλ υἱὸς Βαθουὴλ ἦν ἐκ φυλῆς Ῥουβὶμ ἐξ ἀγροῦ Θεβορῶν καὶ θανὼν ἐν εἰρήνῃ ἐτάφη ἐκεῖ. εʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχέμ, ὁ καὶ τρίτος πεντηκόν‐ ταρχος οὗ ἐφείσατο Ἠλίας· καὶ κατέβη πρὸς Ὀχοζίαν. Μετὰ
15δὲ ταῦτα ἀπολείπων τὴν λειτουργίαν τοῦ βασιλέως προεφή‐ τευσε· καὶ θανὼν ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. ϛʹ. Ἰωνᾶς υἱὸς Ἀμαθῆ ἦν ἐκ γῆς Καριαθαρὶμ πλησίον Ἀζώτου πόλεως κατὰ θάλασσαν· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους καὶ ἀπελθὼν εἰς Νινευΐ, καὶ ἀνακάμψας οὐκ ἔμεινεν
20εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγεν γάρ, ὅτι· οὕτως ἀφελῶ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας
κατὰ Νινευῒ τῆς πόλεως. Ἦν δὲ τότε ἐλέγχων Ἠλίας τὸν56

57

Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τὴν γῆν ἔφυγε. Καὶ ἐλθὼν εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτοῦ· οὐ γὰρ ἠδύνατο μένειν μετὰ ἀπεριτμήτων. Καὶ εὐλόγησεν αὐτὴν καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν πάλιν ἐκ νεκρῶν ὁ θεὸς διὰ τοῦ Ἠλία
5ἀνέστησεν. Ἠθέλησεν γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναται ἀπο‐ δρᾶσαι θεόν. Καὶ μετὰ τὸν λιμὸν ἐλθὼν ἐν τῇ γῇ Ἰούδᾳ ἐν Σαάρ, καὶ θανὼν ἐτάφη ἐκεῖ. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱε‐ ρουσαλὴμ λέγων· ὅτε ἴδωσιν λίθον βοῶντα οἰκτρῶς, ἐγγίζει τὸ τέλος· ὅτε δὲ ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, τότε
10ἡ πόλις ἐδαφισθήσεται. ζʹ. Ναοὺμ υἱὸς Ἐλκεσαίου ἦν ἀπὸ Ἰεσβῆ φυλῆς Συ‐ μεών· καὶ μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῒ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων καὶ πυρὸς ὑπογείου ἀπολεῖται. Ὅπερ καὶ γέ‐ γονεν· ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέλυσεν ἐν σεισμῷ,
15καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐξῆλθεν καὶ τὸ ὑψηλότερον αὐτῆς ἐνεπύρησεν μέρος. Καὶ θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ. ηʹ. Ἀμβακοὺμ ἦν ἐξ ἀγροῦ Βιδζουχάρ, φυλῆς Συμεών. Καὶ εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα· καὶ ὅτε ἦλθε Ναβουχοδονόσορ ἐν
20Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην, καὶ ἦν πάροικος ἐν γῇ Ἰσμαήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ κατέβησαν εἰς Αἴγυπτον, ἦν οὗτος
παροικῶν τὴν γῆν αὐτοῦ καὶ λειτουργῶν θερισταῖς τοῦ λαοῦ57

58

αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα ἀπενέγκαι τοῖς ἐργάταις, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐλεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τοῖς θερισταῖς τὸ ἄριστον αὐτῶν. Καὶ γενόμενος ἐν Βαβυλῶνι
5καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι, καὶ οὐδενὶ εἶπεν τὸ γεγονός. Συνῆκε δὲ ἐκ τούτου, ὅτι τάχειον ἐπιστρέψει ὁ λαὸς ἐκ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς θανὼν ἐτάφη ἐκεῖ ἐν ἀγρῷ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς,
10καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ τῆς συν‐ τελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενήσεται, καὶ τότε τὸ ἅπλωμα, φησί, τοῦ Δαβὴρ εἰς μικρὰ διαῤῥαγή‐ σεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσεται, καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται· ταῦτα δὲ ἐν τῇ ἐρήμῳ ἀπε‐
15νεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ τοῖς ἐπὶ τέλει γνωσθήσεται κύριος. θʹ. Σοφονίας, υἱὸς Χουσῆ, ἦν ἐξ ἀγροῦ Σαβαραθᾶ, φυλῆς Συμεών· προεφήτευσε δὲ περὶ τῆς πόλεως καὶ περὶ τοῦ τέλους τῶν ἐθνῶν καὶ τῆς αἰσχύνης τῶν ἀσεβῶν· καὶ
20τελευτήσας ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. ιʹ. Ἀγγαῖος νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ προεφήτευσε, καὶ εἶδε ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ. Καὶ θανὼν ἐτάφη ἐνώπιον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως.
25ιαʹ. Ζαχαρίας υἱὸς Βαραχίου ἦλθεν ἀπὸ Χαλδαίων εἰς
Ἱερουσαλήμ, ἤδη προβεβηκώς· κἀκεῖ τῷ λαῷ πολλὰ προεφή‐58

59

τευσε, καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. Ὃς καὶ τῷ Ἰωσεδὲκ εἶπεν, ὅτι γεννήσεις υἱόν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει, καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε, καὶ τὸ ὄνομα Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος καὶ περὶ
5τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν, ἣν ποιήσει ἐν Ἱερου‐ σαλήμ, καὶ ηὐλόγησεν αὐτόν· καὶ περὶ τέλους ἐθνῶν, καὶ Ἰσραὴλ, καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων προεφήτευσεν. Ἀπέκτεινε δὲ αὐτὸν Ἰωὰς βασιλεὺς Ἰούδα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, παραινοῦντα αὐτῷ
10τε καὶ τῷ λαῷ ἀπέχεσθαι τῆς ἀσεβείας καὶ ἐπιστρέφειν πρὸς θεόν, καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν μετὰ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἀπὸ τότε ἐγίνοντο τέρατά τε ἐν ναῷ πολλὰ φαντασιώδη. Καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγ‐ γέλων θεοῦ, οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ Δαβὴρ οὔτε διὰ
15τῶν δήλων ἀποκριθῆναι ἐν τῷ λαῷ ὡς τὸ πρίν. ιβʹ. Μαλαχίας μετὰ τὴν ἐπιστροφὴν τοῦ λαοῦ τίκτεται ἐν Σοφᾷ, ὃς νέος ὢν βίον εἶχε καλὸν πάνυ. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ἅγιον, ἐκάλεσαν αὐτὸν Μαλαχίαν, ὅ ἐστιν ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπὴς καὶ τῷ
20λαῷ πληρωτής. Ὅσα γὰρ εἶπεν αὐτοῖς ἐν προφητείᾳ, αὐτῇ59

60

τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος κυρίου ἐβεβαίωσε. Καὶ ἔτι νέος ὢν ἐτελειώθη καὶ ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. ιγʹ. Ἡσαΐας υἱὸς Ἀμὼς ἦν ἀπὸ Ἱερουσαλήμ· ἀναιρεθεὶς δὲ ὑπὸ Μανασσῆ, πρισθεὶς εἰς δύο ἐτάφη ὑποκάτω δρυὸς
5Ῥωγήλ, πλησίον τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας χώσας αὐτά. Καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγορήσας ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ. Καὶ διὰ τοῦτο ἐπεκλήθη Σιλωάμ, ὅ ἐστιν ἀπεσταλμένος.
10Καὶ Ἐζεκίας ἐπὶ τῶν εὐχῶν τούτου ἐποίησε τοὺς λάκκους καὶ τὰς κολυμβήθρας. Μικρὸν γὰρ ἦν ὕδωρ ἐξεληλυθός, ὅτε ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων· καὶ ἵνα μὴ δια‐ φθαρῇ ἡ πόλις ὡς μὴ ἔχουσα ὕδωρ, ἐποίησε τοῦτο. Καὶ ὅταν οὖν ἤρχοντο οἱ πολέμιοι ἀντλῆσαι, οὐκ ἤρχετο ὕδωρ·
15ὅταν δὲ Ἰουδαῖοι ἤρχοντο, ἤρχετο καὶ τὸ ὕδωρ. Ὅθεν ἕως τοῦ νῦν αἰφνίδιον ἐξέρχεται τὸ ὕδωρ, ἵνα δειχθῇ τὸ μυστή‐ ριον τοῦ θεοῦ. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς πλησίον αὐτὸν ἔθαψεν ἐνδόξως, ἵνα διὰ τῶν εὐχῶν αὐτοῦ ὡσαύτως ἔχωσιν τὴν ἀπόλαυσιν
20τοῦ ὕδατος, ὅτι χρησμὸς ἐδόθη αὐτοῖς περὶ τούτου. Ἔστιν δὲ ὁ τάφος ἐχόμενα τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ
τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομὼν60

61

γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαυὶδ διαγράψαντος κατὰ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαώ, μήκοθεν τῆς πόλεως σταδίους κʹ καὶ ἐποίησε σκολιὰν σύνθεσιν ἀνυ‐ πονόητον, καὶ ἔστιν ἕως τοῦ νῦν τοῖς πολλοῖς ἀγνοουμένη.
5Ἐκεῖ εἶχεν ὁ βασιλεὺς τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ Ἐζεκίας ἔδειξε τοῖς ἔθνεσι τὸ μυ‐ στήριον Δαυὶδ καὶ Σολομῶντος, καὶ ἐμίανεν ὀστᾶ πατέρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον ἐποίησεν ὁ θεὸς ἀπὸ
10τῆς ἡμέρας ἐκείνης. ιδʹ. Ἱερεμίας ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις τῆς Αἰγύπ‐ του λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. Κεῖται δὲ πλησίον τῆς οἰκίας Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι’ αὐτοῦ· ηὔξατο γὰρ, καὶ αἱ ἀσπίδες αὐτοὺς
15ἔασαν καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι μὲν Ἐφώθ, Ἕλληνες δὲ κροκοδείλους, οἳ ἦσαν αὐτοὺς θανα‐ τοῦντες, καὶ εὐξαμένου τοῦ προφήτου ἐκωλύθησαν ἐκ τῆς γῆς ἐκείνης τὸ γένος τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὸ ἔνεδρον τῶν θηρίων. Καὶ ὅσοι εἰσὶ πιστοὶ
20θεοῦ, ἕως τοῦ νῦν εὔχονται ἐν τῷ τόπῳ ὅπου κεῖται, καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀσπίδων θερα‐ πεύουσιν, καὶ τὰ θηρία τοῦ ὕδατος φυγαδεύουσιν. Ἡμεῖς
δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀντιγόνου καὶ Πτολεμαίου γε‐61

62

ρόντων τινῶν, ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἐπιστὰς τῷ τάφῳ τοῦ προφήτου, καὶ ἐπιγνοὺς τὰ εἰς αὐτὸν μυστήρια εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λείψανα, περιστείλας αὐτὰ ἐνδόξως· καὶ ἐκωλύθη ἐκ τῆς γῆς τὸ γένος τῶν ἀσπίδων,
5καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως τὰ θηρία. Οὗτος ὁ προφήτης σημεῖον δέδωκε τοῖς ἱερεῦσιν Αἰ‐ γύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν τὰ χειροποίητα αὐτῶν, ὅταν ἐπιβῇ ἐν Αἰγύπτῳ παρθένος λοχεύουσα βρέφος θεοειδές. Διὸ καὶ ἕως νῦν τιμῶσι παρ‐
10θένον λοχοῦν καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσι. Καὶ Πτολεμαίῳ τῷ βασιλεῖ πυνθανομένῳ τὴν αἰτίαν ἔλεγον, ὅτι· πατροπαράδοτον ἡμῖν ἐστι μυστήριον ὑπὸ ὁσίου προ‐ φήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν, καὶ ἐκδεχόμεθα τὸ πέρας τοῦ μυστηρίου ἡμῶν.
15 Οὗτος δὲ πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασε τὴν κι‐ βωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ, καὶ ἐποίησεν αὐτὰ κατα‐ ποθῆναι ἐν πέτρᾳ λέγων τοῖς παρεστῶσιν· ἀπεδήμησε κύριος ἐκ Σιὼν εἰς οὐρανόν, καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει. Καὶ σημεῖον ὑμῖν ἔστω τῆς παρουσίας αὐτοῦ, ὅτε ξύλον πάντα
20τὰ ἔθνη προσκυνήσουσι. Τὴν δὲ κιβωτὸν ταύτην οὐδεὶς ἐκβάλλει εἰ μὴ Ἀαρών· καὶ τὰς ἐν αὐτῇ πλάκας οὐδεὶς ἀναπτύσσει ἱερέων ἢ προφητῶν εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ. Καὶ ἐν τῇ ἀναστάσει πρῶτον ἡ κιβωτὸς τοῦ θεοῦ ἀναστήσεται καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθή‐
25σεται ἐν ὄρει Σινᾷ, καὶ τότε πάντες οἱ ἅγιοι συναχθήσονται
ἐκεῖ, ἐκδεχόμενοι τὸν Χριστόν. Ἐν δὲ τῇ πέτρᾳ ἐσφράγισε62

63

τῷ δακτύλῳ αὐτοῦ τὸ ὄνομα τοῦ θεοῦ, καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη ἐσκέπασε τὸ ὄνομα, καὶ οὐ‐ δεὶς νοεῖ τὸν τόπον ἕως τῆς συντελείας. Καὶ ἔστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ ὅπου πρῶτον ἡ κιβωτὸς γέγονε μεταξὺ τῶν
5δύο ὀρέων, ἐν οἷς κεῖται Μωϋσὴς καὶ Ἀαρών· καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Καὶ ἔδωκεν ὁ θεὸς τῷ Ἱερεμίᾳ χάριν, ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσῃ, ὅπως γένηται κοινωνὸς Μωϋσέως.
10 ιεʹ. Ἰεζεκιὴλ υἱὸς Βουζῆ ἦν ἐν Σαριρᾷ, ἐκ τῶν ἱερέων· καὶ ἀποκτείνας αὐτὸν ἡγούμενος τοῦ Ἰσραὴλ ἐν τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας ἐλεγχόμενος ὑπ’ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασιν· ἔθαψαν αὐτὸν ἐκεῖ ἐν ἀγρῷ Μαούρ, ἐν τῷ τάφῳ Σὴμ καὶ Ἀρφαξάθ, πολλὰ προφητεύσαντα τοῖς
15ἐν τῇ Ἰουδαίᾳ. Καὶ ἔστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι καὶ ὁ Ἀβραὰμ εἰς Χεβρὼν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥας. Διπλοῦν δὲ λέγεται, ὅτι εἱλικιῶδές ἐστιν καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου ὑπερῷον. Ἔδωκε δὲ τέρας τῷ λαῷ ὥστε προσέχειν τῇ ποταμῷ
20Χοβάρ, καὶ ὅτε ἐκλείποι, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώ‐ σεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσοι, τὴν Ἱερου‐ σαλὴμ ἐπάνοδον. Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος, καὶ πολλοὶ πρὸς αὐτὸν συνήρχοντο, ὥστε φοβεῖσθαι τοὺς Χαλδαίους μὴ ἀντάρωσι. Διὸ καὶ ἐπῆλθεν αὐτοῖς εἰς ἀναίρεσιν· καὶ ἐποίησε
25στῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν· καὶ οἱ τολ‐63

64

μήσαντες τῶν ἐχθρῶν ἐπιδιῶξαι κατεποντίσθησαν. Οὗτος διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχετο, καὶ πολλοῖς ἐκλιποῦσι ζωὴν ἐχαρίσατο. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προσῆλθε τοῖς
5ἡγουμένοις, καὶ διὰ τεραστίων φοβηθέντες ἐπαύσαντο. Τότε ἔλεγεν αὐτοῖς ὅτι· διαπεφωνήκαμεν· ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἔσται ἐλπὶς τῷ Ἰσραήλ, καὶ ἐνταῦθα καὶ ἐπὶ τοῦ μέλλοντος. Οὗτος ἐκεῖ ὢν ἐδείκνυε τῷ λαῷ Ἰσραὴλ τὰ ἐν Ἱερουσαλὴμ
10καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν εἰς Ἱερου‐ σαλὴμ εἰς ἔλεγχον τῶν ἀπίστων. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον τοῦ ναοῦ, οὗ τὸ τεῖχος καὶ τὸ περίτειχος πλατύ, καθὼς εἶπε Δανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν τοῦ Γάδ, ὅτι ἠσέβουν εἰς κύριον
15διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας, καὶ ἐποίησεν τοὺς ὄφεις ἀναλίσκειν τὰ βρέφη καὶ πάντα τὰ κτήνη αὐτῶν λέγων, ὅτι· δι’ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ. Ἐξ ὧν καὶ ἀνῃρέθη. ιϛʹ. Δανιὴλ ἦν ἐκ Βεθόρων τῆς ἀνωτέρας φυλῆς Ἰούδα·
20γένους τῶν ἐξοχωτάτων τῆς βασιλικῆς ὑπηρεσίας, καὶ ἔτι νήπιος ὢν ἀπῆλθεν εἰς γῆν Χαλδαίων. Ἦν δὲ ἀνὴρ σώ‐ φρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα.
Πολλὰ δὲ ἐπένθησεν ἐπὶ τὴν πόλιν καὶ ἐν νηστείᾳ ἤσκησεν64

65

ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς. Καὶ ὑπὲρ τοῦ Ναβουχοδονόσορ πολλὰ ηὔξατο· παρακαλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ ὅτε γέγονεν θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπώληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν τῇ κεφαλῇ, καὶ οἱ πόδες σὺν
5τοῖς ὀπισθίοις ὡς λέων. Ἀπεκαλύφθη δὲ τῷ ἁγίῳ περὶ τοῦ μυστηρίου τούτου, ὅτι θηρίον μὲν γέγονε διὰ τὸ φιλήδονον αὐτοῦ καὶ σκληροτράχηλον, κτῆνος δὲ ὅτι ὑπὸ ζυγὸν ἦν τοῦ Βελίαρ καὶ ὑπήκοος· καὶ ὡς μὲν βοῦς ἤσθιε χόρτον· ἐγίνετο δὲ αὐτῷ ἀνθρωπίνης φύσεως τροφή. Ἐκρατήθη δὲ
10ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν· καὶ νοῶν εὐθέως ἐδάκρυε, καὶ παρεκάλει τὸν θεὸν κατὰ νοῦν πᾶσαν ἡμέραν καὶ ὥραν· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ γεγόνασι κρεώδεις ἐκ πολλῶν δακρύων. Καὶ πολλοὶ τῆς πόλεως ἑώρων αὐτὸν καὶ ἐθαύ‐ μαζον. Ὁ δὲ Δανιὴλ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτόν.
15Ἀλλὰ πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ, δεόμενος τοῦ θεοῦ. Ἔλεγε γάρ· ὅτι πάλιν ἄνθρωπος γενήσεται καὶ ἠπίστουν αὐτῷ. Ὁ δὲ Δανιὴλ τὰ ἑπτὰ ἔτη ἃ εἶπεν ἑπτὰ καιροὺς ἐποίησε γενέσθαι ἑπτὰ μῆνας καὶ τὸ μυστήριον τῶν ζʹ καιρῶν ἐτελειώθη ἐπ’ αὐτὸν μετὰ
20τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ. Καὶ ἀπέδωκεν πάλιν αὐτῷ ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ, οὔτε δὲ ἄρτον ἢ κρέας ἔφαγεν, οὔτε οἶνον ἔπιεν ἐξομολογούμενος τῷ θεῷ, ὅτι Δανιὴλ αὐτῷ
προσέταξεν ὀσπρέοις βρεκτοῖς καὶ χλόαις ἐξιλεώσασθαι τὸν65

66

θεόν· διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὅτι ἠθέλησεν αὐτὸν συγκληρονόμον καταστῆσαι τῶν τέκνων αὐτοῦ· ἀλλ’ εἶπεν ὁ ὅσιος· ἵλεώς μοι ἀφεῖναι κληρονομίαν πατέρων μου, καὶ κολληθῆναι κληρονομίᾳ ἀπεριτμήτων. Καὶ τοῖς μετέπειτα δὲ
5βασιλεῦσι Περσῶν πολλὰ ἐποίησε τεράστια, ὅσα οὐκ ἔγραψα· δεύτερον δὲ ἐβλήθησαν τῷ λάκκῳ τῶν λεόντων ὑπὲρ εὐσε‐ βείας καὶ ἀγάπης θεοῦ. Τὸ μὲν γὰρ πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ μόνος αὐτὸς τῷ θεῷ προσηύχετο. Τὸ δὲ δεύτερον, διότι τὸν Βῆλ κατέ‐
10στρεψε καὶ τὸν δράκοντα ἐφόνευσεν ἐπὶ Κύρου τοῦ βασι‐ λέως, καὶ αὐτὸς μὲν διεσώθη, καὶ ἀβλαβὴς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλή‐ θησαν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ εὐθὺς κατεβρώθησαν ὑπ’ αὐτῶν· μετὰ δὲ ταῦτα γηράσας καὶ τελευτήσας ἐν εἰρήνῃ,
15ἐτάφη ἐκεῖ ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως. Ἔδωκε δὲ τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω τῆς Βαβυλῶνος λέγων· ὅτε καπνι‐ σθήσεται τὰ ἐκ βοῤῥᾶ, ἥξει τὸ τέλος Βαβυλῶνος, ὅτε δὲ ὡς πυρὶ καίεται, τὸ τέλος πάσης τῆς γῆς. Ἐὰν δὲ τὰ ἐν τῷ νότῳ ὄρη ῥεύσωσιν ὕδατα, ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτῶν· καὶ
20ἐὰν αἷμα ῥεύσωσιν, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ τῇ γῇ. αʹ. Ἠλίας ὁ Θεσβίτης ἦν ἐκ γῆς Ἀράβων φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θεσβὶς δῶμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε δὲ ἔμελλε τίκτεσθαι, εἶδε Σοβαχὰ ἡ μήτηρ αὐτοῦ, ὅτι
ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον, καὶ ἐν πυρὶ αὐτὸν66

67

ἐσπαργάνουν, καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν, καὶ ἐλθὼν ὁ πατὴρ αὐτοῦ Ἀσὼμ ἀνήγγειλεν ἐν Ἱερουσαλὴμ καὶ εἶπεν αὐτῷ ὁ χρησμός· θάρσει· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ
5ἐν ῥομφαίᾳ καὶ πυρί. Καὶ γὰρ ζηλωτὴς καὶ φύλαξ τῶν τοῦ θεοῦ ἐντολῶν ἀκριβὴς γεγονὼς καὶ μεγίστων μυστηρίων καὶ χαρισμάτων θείων ἀξιωθεὶς ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, ὃς πάλιν ἐλεύσεται πρὸ τῆς συντελείας, ὥς φησιν ὁ θεὸς διὰ Μαλαχίου· ἰδοὺ ἐξαποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην
10πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ· μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. βʹ. Ὁ δὲ τούτου φοιτητὴς Ἐλισσαῖος ἦν ἐξ Ἀβελμουήλ·
15γῆς τοῦ Ῥουβὶμ φυλῆς Λευΐ· υἱὸς Ἰωσαφάτ· καὶ οὗτος δὲ ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ χρυσῆ δάμαλις ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ, καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη ἐν Ἱερουσαλήμ, ὃς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτά. Καὶ γὰρ ἐπαναπαυσάμενον
20ἐπ’ αὐτὸν τὸ πνεῦμα διπλοῦν γέγονεν ἐν αὐτῷ διπλᾶ ἐν πνεύματι καὶ τὰ χαρίσματα καὶ τὰ ἐνεργήματα· ὅθεν οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ἐθαυματούργει, ἀλλὰ καὶ θανὼν καὶ ταφεὶς ἐν Σαμαρείᾳ, ἐῤῥίφη νεκρὸς μονόζωος ἐν τῷ τάφῳ αὐτοῦ.
Καὶ εὐθὺς ἀνέζησεν ὁ νεκρός.67