TLG 2021 021 :: EPIPHANIUS :: De prophetarum vita et obitu (recensio prior) [Sp.]

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

De prophetarum vita et obitu (recensio prior) [Sp.]

Source: Schermann, T. (ed.), Prophetarum vitae fabulosae. Leipzig: Teubner, 1907: 4–25.

Citation: Page — (line)

4

(1t)

ΤΟΥ ΑΓΙΟΥ ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΠΡΟΥ ΠΕΡΙ ΤΩΝ
2tΠΡΟΦΗΤΩΝ, ΠΩΣ ΕΚΟΙΜΗΘΗΣΑΝ ΚΑΙ ΠΟΥ ΚΕΙΝΤΑΙ.
3 αʹ. Ναθὰν ὁ προφήτης ἐγένετο ἐν ἡμέραις Δαυὶδ ἐκ φυλῆς Θώκ. Οὗτος δὲ ἦν ἐκ Γαβάθ, καὶ αὐτός ἐστιν ὁ
5διδάξας τὸν Δαυὶδ τὸν νόμον τοῦ κυρίου. Καὶ ἔγνω Να‐ θάν, ὅτι ὁ βασιλεὺς Δαυὶδ ἐν τῇ Βηρσαβεὲ παρέβη. Καὶ σπεύδοντα ἐλθεῖν ἐκ Γαβὰθ εἰς Ἱερουσαλὴμ καὶ κωλῦ‐ σαι τὸν Δαυὶδ ἀπὸ τῆς ἀνομίας ταύτης ἐκώλυσεν αὐτὸν ὁ Βελίαρ ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸν κείμενον γυμνόν·
10καὶ ἐπέμεινε τοῦ θάψαι αὐτὸν ἐκεῖ, ἵνα μὴ ὑπὸ θηρίων ἀναλωθῇ. Καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε Λαυὶδ τὴν ἁμαρτίαν, καὶ ἐπέστρεψε πενθῶν εἰς Γαβάθ. Καὶ ὡς ἀνεῖλε Δαυὶδ Οὐρίαν τὸν ἄνδρα τῆς Βηρσαβεέ, ἀπέστειλεν ὁ θεὸς τὸν Ναθὰν καὶ ἤλεγξε τὸν Δαυὶδ περὶ τῆς ἁμαρτίας
15αὐτοῦ. Καὶ ἐφοβήθη Δαυὶδ τὸν κύριον, ὅτι ἠλέγχθη ὃ ἐποίησε· καὶ ἔγνω Δαυίδ, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐπὶ Να‐ θὰν τὸν προφήτην ἐστί· καὶ ἐτίμησεν αὐτὸν ὡς ὅσιον θεοῦ· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε· καὶ ἐτάφη ἐν Γα‐ βὰθ ἐν τῇ γῇ αὐτοῦ.
20βʹ. Ἀχίας δὲ ὁ Σηλωνίτης· οὗτος ἦν ἀπὸ Σηλὼμ ἐκ4

5

φυλῆς Ἰούδα, ὅπου ἦν ἡ σκηνὴ τῆς κιβωτοῦ τὸ παλαιόν· ἐκ πόλεως Ἀρμαθαὶμ Ἠλεὶ τοῦ ἱερέως. Οὗτος ὁ προφήτης εἶπε περὶ Σολομῶν τοῦ υἱοῦ Δαυίδ, ὅτι προσκρούσει τῷ θεῷ· οὗτος ἤλεγξε καὶ τὸν Ἱεροβοάμ, ὅτι ἐὰν βασιλεύσῃ,
5δόλῳ πορεύσεται μετὰ κυρίου· εἶδε γὰρ ὀπτασίαν ζεῦγος βοῶν καταπατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχον· καὶ προσεῖπε τῷ Σολομῶν, ὅτι γυναῖκες αὐτὸν ἐκστήσουσιν ἀπὸ τοῦ κυρίου. Καὶ τῷ Ἱεροβοὰμ εἶπεν, ὅτι διὰ τῶν δύο δαμάλεών σου προσκρούσεις τῷ κυρίῳ, καὶ εἰς δουλείαν
10ἔσται τὸ γένος σου. Ἀπέθανε δὲ Ἀχίας καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς τῆς οὔσης ἐν Σηλώμ. γʹ. Ἰωὰμ ὁ προφήτης ἐγεννήθη ἐν Σαμαρείᾳ· οὗτός ἐστιν ὃν ἐπάταξεν ὁ λέων ἐν τῇ ὁδῷ καὶ ἀπέθανεν, ὅτι ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς χρυσαῖς δαμάλεσιν αὐτοῦ, ἃς ἐποίησεν,
15ὅτε καὶ κατηράσατο τὴν θυσίαν Ἱεροβοάμ, καὶ ἐξέτεινε τὴν χεῖρα τοῦ κακῶσαι αὐτόν, καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ Ἱερο‐
βοάμ. Καὶ μετὰ ταῦτα ἠπατήθη ὑπὸ τοῦ ψευδοπροφήτου5

6

καὶ ἐβιάσατο αὐτὸν φαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ. Καὶ ἐξελθόντα αὐτὸν ἐπάταξεν ὁ λέων, καὶ τὴν ὄνον αὐτοῦ οὐκ ἠδίκησε. Καὶ ἐτάφη ἐν Βεθὴρ σύνεγγυς τοῦ ψευδοπροφή‐ του. Καὶ ὕστερον ἀποθνήσκων ὁ ψευδοπροφήτης, ὥρκισε
5τοῖς ἱερεῦσιν, ὅτι „μετὰ τοῦ Ἰωὰμ τοῦ προφήτου με θά‐ ψετε“. ὅτι „ἠπάτησα αὐτόν. Καὶ ἐν τῇ ἀναστάσει δίκας εἰσπραξόμεθα“. Καὶ ἀμφότεροι κεῖνται ἐν ἑνὶ μνημείῳ. δʹ. Ἀζαρίας ὁ προφήτης· οὗτος ἦν ἐκ τῆς Συμβαθᾶ. Οὗτός ἐστιν ὁ ἀποστρέψας τὴν αἰχμαλωσίαν Ἰούδα εἰς
10Ἰσραὴλ διὰ προσευχῶν. Πολλὰ δὲ προφητεύσας περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ· ἐκοιμήθη ἐν τῇ πατρίδι αὐτοῦ. εʹ. Ἠλίας ὁ προφήτης. Οὗτος ἦν ἐκ Θεσβῶν [ἐκ γῆς Ἀράβων], ἐκ φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ· ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσι δεδομένη· καὶ ὅτε ἔτεκεν ἡ
15μήτηρ αὐτοῦ, εἶδε Σωβὰκ ὁ πατὴρ αὐτοῦ ὀπτασίαν· ὅτι ἄνδρες λευκοφανεῖς αὐτῷ προσηγόρευον· καὶ ὅτε ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν· καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν. Καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ ἀνήγγειλε τοῖς ἱερεῦσι. Καὶ εἶπεν αὐτῷ ὁ χρηματισμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις
20τοῦ παιδός σου φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις καὶ κρινεῖ6

7

τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ ἐν πυρί. Οὗτός ἐστιν Ἠλίας ὁ τὸ πῦρ τρίτον ἐξ οὐρανοῦ κατενέγκας, καὶ τὸν ὑετὸν τῇ ἰδίᾳ γλώττῃ βαστάσας καὶ νεκροὺς ἐγείρας καὶ εἰς οὐρανὸν ἀναληφθεὶς ἐν λαίλαπι πυρός.
5 ϛʹ. Ἐλισσαῖος ὁ προφήτης. Οὗτος ἦν ἐξ Ἀβελμοὺθ ἐκ τῆς γῆς Ῥουβίμ. Καὶ ἐπὶ τούτῳ γέγονε τεράστιον. Ὅτι ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις, ἡ δάμαλις ἡ χρυσὴ ἡ ἐν Σηλὼμ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη σήμερον, ὃς
10καθελεῖ τὰ γλυπτὰ καὶ συνθλάσει τὰ χωνευτά. Πολλὰ δὲ τεράστια ἐποίησεν ὁ θεὸς διὰ χειρὸς Ἐλισσαίου· καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ ἐν Σεβαστοπόλει. Οὗτος ἐπροφήτευσε περὶ τῆς τοῦ κυρίου παρουσίας. Καὶ τὰ ὕδατα Ἰερηχὼ ἄτεκνα ὄντα ἤγουν ἁλμυρὰ ἰάσατο εἰπών· τάδε λέγει κύριος.
15Ἴαμαι τὰ ὕδατα ταῦτα. Καὶ ἰάθησαν ἕως τῆς σήμερον ἡμέρας. Καὶ νεκροὺς ἤγειρε καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐκαθαίρισε τῆς λέπρας, καὶ τὸν Γιεζῆ τὸν ὑπηρέτην αὐτοῦ λεπρὸν ἐποίησε γενέσθαι. Καὶ νεκρὸς ὢν νεκρὸν
ἤγειρεν.7

8

ζʹ. Ἡσαΐας ὁ προφήτης· ἐγεννήθη μὲν ἐν Ἱερουσαλὴμ ἐκ φυλῆς Ἰούδα· θνήσκει δὲ ὑπὸ Μανασσῆ τοῦ βασιλέως Ἰούδα πρισθεὶς εἰς δύο καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπώλεσεν Ἐζεκίας
5ὁ βασιλεὺς χώσας αὐτά. Ὁ δὲ θεὸς τὸν Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγωρήσας προσηύ‐ ξατο πιεῖν ὕδωρ· καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ ζῶν ὕδωρ. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Καὶ ἐπὶ Ἐζεκίου τοῦ βασιλέως πρὸ τοῦ
10ποιῆσαι αὐτὸν τοὺς λάκκους καὶ τὰς κολυμβήθρας ἐπὶ εὐχῇ τοῦ προφήτου Ἡσαΐου μικρὸν ὕδωρ ἐξελήλυθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ τῶν ἀλλοφύλων καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις ὡς μὴ ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι πόθεν πίνουσιν; οὐ γὰρ ἤδεισαν. Ἔχοντες γὰρ τὴν πόλιν
15παρεκαθέζοντο τῷ Σιλωάμ· ὁπότε οὖν οἱ Ἰουδαῖοι ἤρχοντο, ἀντλεῖν ἐξήρχετο αὐτοῖς ὕδωρ καὶ ὑδρεύοντο, οἱ δὲ ἀλλόφυ‐ λοι οὐχ εὕρισκον. Ἔφευγε γὰρ τὸ ὕδωρ. Διὸ καὶ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μυστήριον. Καὶ
ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ8

9

λαὸς πλησίον αὐτὸν ἐπιμελῶς ἔθαψαν ἐνδόξως, ἵνα διὰ τῶν εὐχῶν αὐτοῦ ἕως τέλους ἔχουσι τὴν ἀπόλαυσιν τοῦ ὕδατος. Καὶ χρησμὸς γὰρ ἐδόθη αὐτοῖς περὶ αὐτοῦ. Ἔστι δὲ ὁ τάφος Ἡσαΐου τοῦ προφήτου ἐχόμενα τοῦ τάφου τῶν βασι‐
5λέων ὀπίσω τοῦ τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομῶν γὰρ οἰκοδομῶν τὴν Ἱερουσαλὴμ ἐποίησε τοὺς τάφους τῶν βασιλέων τοῦ Δαυὶδ διαγράψαντος αὐτούς· ἔστι δὲ κατ’ ἀνατολὰς τῆς Σιών, ἥ τις ἔχει εἴσοδον ἀπὸ Γαβαὼθ μήκοθεν τῆς πόλεως σταδίους κʹ. Καὶ ἐποίησε
10σκολιὰν συνθετὴν ἀνυπονόητον· καὶ ἔστιν ἕως σήμερον τοῖς πολλοῖς ἀγνοουμένη. ηʹ. Ἱερεμίας ὁ προφήτης ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις Αἰγύπτου λιθοβοληθεὶς ὑπὸ τοῦ λαοῦ ἐτελεύτησε. Κεῖται δὲ ἐν τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξα‐
15σαν αὐτὸν εὐεργετηθέντες ὑπ’ αὐτοῦ. Ἀσπίδες γὰρ καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι Νεφώθ, Ἕλ‐ ληνες δὲ κροκοδίλους, οἳ ἦσαν αὐτοὺς θανατοῦντες· καὶ εὐξαμένου τοῦ προφήτου Ἱερεμίου ἐκωλύθη ἐκ τῆς γῆς
ἐκείνης ὁ θυμὸς τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως9

10

τὸ ἔνεδρον τῶν θηρίων. Καὶ ὅσοι εἰσὶ πιστοὶ ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοὸς δῆγμα ἀσπίδων θεραπεύουσιν καὶ αὐτὰ δὲ τὰ θηρία τοῦ ὕδατος φυγαδεύουσιν. Οὗτος ὁ προφήτης σημεῖον ἔδωκε
5τοῖς Αἰγύπτου ἱερεῦσιν λέγων, ὅτι δεῖ σεισθῆναι πάντα τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν τὰ χειροποίητα πάντα· ὅταν ἐπιβῇ ἐν Αἰγύπτῳ παρθένος λοχεύουσα σὺν βρέφει θεοει‐ δεῖ, ὅπερ καὶ ἐγένετο αὐτοῖς. Οὗτος ὁ προφήτης πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασεν
10τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ πάντα καὶ ἐποίησεν αὐτὰ καταποθῆναι ἐν πέτρᾳ καὶ εἶπε τοῖς ἱερεῦσι τοῦ λαοῦ καὶ τοῖς πρεσβυτέροις παρεστῶσιν· „ἀπεδήμησε κύριος ἐκ Σινᾶ εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει ἁγίᾳ. Καὶ τοῦτο σημεῖον ἔσται τῆς αὐτοῦ παρουσίας, ὅτε
15ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσιν“. Εἶπε δὲ αὐτοῖς, ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἀναπτύξει ἔτι ἱερέων ἢ προφη‐
τῶν, εἰ μὴ Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ, καὶ τὰς ἐν αὐτῇ10

11

πλάκας οὐδεὶς ἀναπλώσει εἰ μὴ Ἀαρών. Καὶ ἐν τῇ ἀνα‐ στάσει πρῶτον ἡ κιβωτὸς ἀναστήσεται, καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας, καὶ τεθήσεται ἐν τῷ ὄρει Σινᾶ, καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὴν συναχθήσονται, ἐκεῖ ἐκδεχόμενοι τὸν κύ‐
5ριον, καὶ τὸν ἐχθρὸν φεύγοντες ἀνελεῖν αὐτὸν θέλοντα. Καὶ ἐσφράγισε τὴν πέτραν ἐν τῷ δακτύλῳ τὸ ὄνομα κυρίου· καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου. Καὶ νεφέλη ἐσκέπασε τὴν πέτραν καὶ οὐδεὶς νοεῖ τὸν τόπον ἐκεῖνον, ἀλλ’ οὔτε ἀναγνῶναι 〈δύναται〉 τὸ ὄνομα ἕως τῆς ἡμέρας ταύτης καὶ ἕως τῆς
10συντελείας τοῦ αἰῶνος τούτου. Καὶ ἔστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου ἡ κιβωτὸς πρῶτον γέγονε, μεταξὺ τῶν ὄρεων, ἐν οἷς κεῖνται Μωϋσὴς καὶ Ἀαρών· ἐν δὲ ταῖς νυξὶ νεφέλη ὡς πῦρ γίνεται ἐν τῷ τόπῳ ἐκείνῳ κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσεται ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου
15αὐτοῦ. θʹ. Ἰεζεκιὴλ ὁ προφήτης· οὗτος ἦν ἐκ γῆς Σαρηρᾶ ἐκ τῶν υἱῶν τῶν ἀρχιερέων, ἀπέθανε δὲ ἐκ τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας· πολλὰ προφητεύσας περὶ τῆς ἐπιστρο‐ φῆς τοῦ λαοῦ· καὶ περὶ τῆς ἐπανόδου τῶν υἱῶν Ἰσραὴλ καὶ
20περὶ τῆς τοῦ κυρίου παρουσίας [ἐπροφήτευσεν]. Ἀπέκτεινεν δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ ἐν τῇ παροικίᾳ αὐτοῦ ἐν
Βαβυλῶνι, ἐλεγχόμενος ὑπ’ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι.11

12

Καὶ ἔθαψαν αὐτὸν ἐν ἀγρῷ Μαοὺρ ἐν τῷ τάφῳ Σὴμ καὶ Ἀρφαξὰδ πατέρων Ἀβραάμ· καὶ ἔστιν ὁ τάφος ἕως σήμερον σπήλαιον διπλοῦν· καὶ γὰρ Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησεν τὸν τάφον Σάῤῥας τῆς γυναικὸς
5αὐτοῦ· διπλοῦν λέγεται, ὅτι ὀρυκτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου καὶ ὑπερῶόν ἐστιν ἐπὶ γῆς πέτρᾳ κρεμάμενον. Οὗτος οὖν ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ ὥστε προσ‐ έχειν τῷ ποταμῷ Χοβάρ, ὅτι· ὅταν ἐκλείπῃ τὸ ὕδωρ αὐτοῦ, ἐλπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς· καὶ
10ὅταν πλημμυρήσῃ αὐτοῦ τὸ ὕδωρ, τὴν Ἱερουσαλὴμ ἐπάνοδον αὐτῆς σημαίνει· ὃ καὶ γέγονεν. Καὶ γὰρ εἰς γῆν τῶν Ἀσ‐ συρίων κεῖται ὁ ὅσιος, καὶ πολλοὶ πρὸς τὸν τάφον αὐτοῦ συνεστρέφοντο ἐπὶ προσευχὴν καὶ ἱκεσίαν. Καί ποτε πλή‐ θους τῶν Ἰουδαίων συνελθόντος ἐκεῖ ἐπὶ τὴν μνήμην αὐτοῦ
15δεδιότες οἱ Χαλδαῖοι μὴ ἀντάρωσιν· ἔμελλον δὲ ἐπελθεῖν αὐτοῖς καὶ ἀναιρεῖν αὐτούς· ἐποίησε δὲ ὁ προφήτης στῆναι τὸ ὕδωρ τοῦ ποταμοῦ, ἵνα ἐκφύγωσιν υἱοὶ Ἰσραὴλ εἰς τὸ πέραν γενόμενοι. Οἱ δὲ τολμήσαντες τὸν λαὸν ἐπιδιῶξαι ὀπίσω αὐτῶν κατεποντίσθησαν.
20 Οὗτος ὁ προφήτης διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλὴν τροφὴν ἰχθύων παρέσχετο, ὅτι λιμῷ διεφθείροντο· καὶ ἐκ τοῦ πλήθους τῶν ἰχθύων διετράφησαν· καὶ πολλοῖς
ἐκλείπουσιν ζωὴν ἐλθεῖν ἐκ θεοῦ παρεκάλεσεν. Οὗτος ὁ12

13

προφήτης ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προέστη τοῖς ἡγουμένοις αὐτῶν καὶ παρηνόχλησεν αὐτοῖς. Διὰ τε‐ ραστίων καὶ φοβηθέντες ἐπαύσαντο οἱ πολέμιοι. Τότε ἔλεγε τῷ λαῷ ὁ Ἰεζεκιήλ, ὅτι „διαπεφωνήκαμεν· ἀπώλετο ἡ ἐλπὶς
5ἡμῶν“. Καὶ ἐν τέρασι τῶν ὀστέων τῶν νεκρῶν ἔπεισεν αὐτούς, ὅτι ἐστὶν ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐν τῷ μέλ‐ λοντι αἰῶνι. Οὗτος ἐκεῖ ὢν ἐν τῇ χώρᾳ τῶν Χαλδαίων ἐμήνυσε τῷ λαῷ πάντα τὰ ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ὁ προφήτης ἡρπάγη ἀπὸ τῆς χώρας τῶν
10Χαλδαίων καὶ ἠνέχθη εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπί‐ στων. Οὗτος ὁ Ἰεζεκιὴλ εἶδε κατὰ τὸν Μωϋσὴν τὸν τόπον τοῦ ναοῦ κυρίου τὸ τεῖχός τε πλατύ, καθὼς εἶπε καὶ ὁ Δανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἐν Βαβυλῶνι ἔκρινε τὴν φυλὴν Δὰν καὶ Γάδ, ὅτι ἠσέβουν πρὸς τὸν κύριον, διώκον‐
15τες τοὺς εἰς τὸν νόμον πιστεύοντας καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν. Καὶ προέλεγεν, ὅτι δι’ αὐτοὺς
οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς Ἱερουσαλήμ, ἀλλ’ ἐν ἰδίᾳ ἔσον‐13

14

ται ἕως συντελείας πλάνης αὐτῶν· ἐξ αὐτῶν γὰρ ἦν καὶ ὁ ἀνελὼν αὐτόν. Ἀντέκειτο γὰρ αὐτῷ ἕως ἡμέρας τελευτῆς αὐτοῦ. ιʹ. Δανιὴλ ὁ προφήτης. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα
5γένους τῶν ἐξόχων τῆς βασιλικῆς ὑπηρεσίας· ἀλλ’ ἔτι νήπιος ὢν ἤχθη εἰς Βαβυλῶνα ἐκ τῆς Ἰουδαίας. Ἐγεννήθη δὲ ἐν Βεθεβορῷ τῇ ἀνωτέρᾳ πλησίον Ἱερουσαλήμ· καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοῖς Ἰουδαίοις εἶναι αὐτὸν σπάδοντα. Πολλὰ ἐπένθησεν οὗτος τὴν Ἱερουσαλὴμ καὶ ἐν νηστείαις
10ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς καὶ ἦν ἀνὴρ ξη‐ ρότατος τῇ εἰδέᾳ· ἀλλ’ ὡραῖος ἐν χάριτι θεοῦ. Πολλὰ δὲ ηὔξατο οὗτος περὶ τοῦ Ναβουχοδονόσορ, ὅτι ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπώληται. Ἦν γὰρ τὰ ἐμπρόσθια αὐτοῦ ὡς βοῦς σὺν τῇ κεφαλῇ καὶ οἱ πόδες αὐτοῦ σὺν τοῖς ὀπισ‐
15θίοις ὡς λέων. Ταῦτα γὰρ ἔχουσιν οἱ δυνάσται ἐν τῇ νεό‐ τητι αὐτῶν, τὸ ὡς βοῦς ὑπὸ ζυγὸν γινόμενοι τοῦ Βελίαρ διὰ τὰς φιληδονίας, ἐπὶ τέλει θῆρες γενόμενοι ἁρπάζοντες,
ὀλοθρεύοντες, πατάσσοντες καὶ ἀναιροῦντες. Ἔγνω οὖν ὁ14

15

ἅγιος οὗτος, ὅτι ὡς βοῦς ἤσθιεν χόρτον καὶ ἐγίνετο αὐτῷ ἀνθρωπίνης φύσεως τροφή. Διὰ τοῦτο καὶ ὁ Ναβουχοδο‐ νόσορ μετὰ τὴν πέμψιν τῆς μάστιγος αὐτοῦ ἐν καρδίᾳ ἀν‐ θρωπίνῃ γενόμενος ἔκλαιε καὶ ἠξίου τὸν θεὸν πᾶσαν ἡμέραν
5καὶ νύκτα τεσσαρακοντάκις δεόμενος τοῦ θεοῦ Βεημών, ὅ ἐστι τοῦ θεοῦ Ἰσραήλ. Ἐπεγίνετο γὰρ αὐτῷ πνεῦμα Σατὰν καὶ ἐλάνθανεν αὐτόν, ὅτι γέγονεν ἄνθρωπος. Ἡ γλῶσσα αὐτοῦ ἐδεσμεύετο λαλεῖν, καὶ φωνὴ θηρίου ἐδίδετο αὐτῷ· καὶ διανεύων εὐθέως ἐδάκρυε, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐγί‐
10νοντο ὡς κρέας ἀπὸ τοῦ κλαίειν. Καὶ πολλοὶ δυνάσται καὶ πολίται ἐξιόντες ἐκ τῆς πόλεως ἐθεώρουν αὐτόν. Δανιὴλ δὲ μόνος οὐκ ἠθέλησεν ἰδεῖν αὐτόν· ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν ταῖς προσευχαῖς ἦν περὶ αὐτοῦ, καὶ ἔλεγεν, ὅτι „πάλιν ἄνθρωπος γενήσεται καὶ κρατήσει
15τῆς βασιλείας αὐτοῦ“· καὶ ἠπίστουν αὐτῷ, τὰ ἑπτὰ ἔτη γε‐ νέσθαι ἑπτὰ μῆνας δεόμενος περὶ αὐτοῦ πρὸς κύριον. Τὸ μυστήριον τῶν ἑπτὰ καιρῶν ἐτελέσθη ἐπ’ αὐτόν, ὅτι ἀπε‐ κατέστησεν ἑπτὰ μεσίτης. Ἓξ οὖν ἔτη καὶ ἓξ μῆνας ὑπέ‐ πιπτεν κυρίῳ τῷ θεῷ καὶ ἐξομολογεῖτο τὴν ἀσέβειαν ἑαυτοῦ.
20Καὶ μετὰ τὴν ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέδωκεν αὐτῷ
πάλιν ὁ θεὸς τὴν βασιλείαν. Καὶ οὔτε κρέα ἔφαγεν οὔτε15

16

οἶνον ἔπιεν ἐξομολογούμενος τῷ θεῷ, ὅτι Δανιὴλ αὐτῷ προσέταξεν ἐν ὀσπρέοις ἢ χλοροῖς ἢ βρεκτοῖς ἐξιλεώσασθαι τὸν κύριον. Διὰ τοῦτο καὶ ὁ Ναβουχοδονόσορ ἐκάλεσε τὸν Δανιὴλ Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ μονογενοῦς αὐτοῦ
5υἱοῦ· καὶ ἠθέλησεν αὐτὸν συγκληρονόμον ἀποκαταστῆσαι τῶν τέκνων αὐτοῦ· ἀλλ’ ὁ ὅσιος εἶπεν· „ἵλεώς μοι, ἀφεῖναι κληρονομίαν πατέρων μου καὶ προσκολληθῆναι κληρονομίαν ἀπεριτμήτων“. Καὶ ἐν τοῖς βασιλεῦσι δὲ Περσῶν πολλὰ ἐποίησε τεράστια,
10ὅσα οὐκ ἐγράψαμεν ἐν τῇ βίβλῳ ταύτῃ· εἰσὶ δὲ γεγραμ‐ μένα ἐν τῇ βίβλῳ τοῦ Δανιήλ. Οὗτος ὁ προφήτης ἔδωκε τέρας ἐν τοῖς ὑψηλοῖς ὄρεσι Βαβυλῶνος λέγων· ὅτι „ὅταν ἴδητε καπνιζόμενον τὸ ἐκ βοῤῥᾶ ὄρος, ἥξει τὸ τέλος Βαβυ‐ λῶνος· ὅταν δὲ ἴδητε αὐτὸν ὡς ἐν πυρὶ καιόμενον, ἥξει τὸ
15τέλος πάσης τῆς γῆς· ἐὰν δὲ τὸ ἐν τῷ νότῳ ὄρος νεύσῃ ὕδατα, ἐπιστρέψει ὁ λαὸς ἐν τῇ γῇ αὐτοῦ· οἰκοδομήσεται Ἱερουσαλὴμ πλατεῖα καὶ εὐρύχωρος, ὥσπερ καὶ ἐγένετο διὰ Ἰησοῦ ἀρχιερέως καὶ Ζοροβάβελ τοῦ υἱοῦ Σαλαθιήλ. Ἐὰν δὲ αἷμα ῥεύσῃ τὸ ὄρος, φόνος ἔσται τοῦ Βελίαρ ἐν πάσῃ
20τῇ γῇ, ἥξει δὲ κύριος ἐπὶ γῆς ἐνανθρωπήσας. Ἐκεῖ οὖν16

17

ἐκοιμήθη ὁ ὅσιος Δανιὴλ ἐν Βαβυλῶνι ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ ἐνδόξως· καὶ ἔστιν ὁ τάφος αὐτοῦ ἕως τῆς σήμερον ἡμέρας πᾶσι γνωστὸς ἐν Βαβυλῶνι. ιαʹ. Ὠσηὲ ὁ προφήτης· υἱὸς Βεηρεί. Οὗτος ἐγεννήθη
5ἐν Βελομὼθ ἐκ τῆς φυλῆς Ἰσάχαρ. Οὗτος ἔδωκε τέρας ἥ‐ ξειν τὸν κύριον ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν· καὶ τοῦτο τὸ ση‐ μεῖον τῆς παρουσίας αὐτοῦ· ὅταν ἡ δρῦς ἡ ἐν Σηλὼμ με‐ ρισθῇ ἀφ’ ἑαυτῆς εἰς δώδεκα μέρη καὶ γένωνται δρῦες δώδεκα· οὕτως καὶ ἐγένετο. Πολλὰ δὲ προφητεύσας περὶ
10τῆς πορνείας τοῦ λαοῦ αὐτοῦ, ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ. ιβʹ. Ἀμὼς δὲ ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Θεκουὲ ἐκ γῆς Ζαβουλών. Ἔστι δὲ πατὴρ Ἡσαΐου τοῦ προφήτου. Ἀμασίας δὲ ὁ ἱερεὺς Βεθὴλ συχνῶς αὐτὸν τυμπανίσας ἐνέδρᾳ
15αὐτὸν ἐλοιδόρει, εἰς τέλος δὲ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς Ἀμασίου ἐν ῥοπάλῳ πλήξας αὐτὸν κατὰ τοῦ κροτάφου, ὅτι ἤλεγχεν αὐτὸν περὶ τῆς ἐνέδρας τῶν δύο δαμάλεων τῶν χρυσῶν. Καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ μετὰ τῶν πατέρων αὐτοῦ.
20ιγʹ. Μιχαίας ὁ προφήτης. Οὗτος ἐγεννήθη ἐν Μοραθὶ17

18

ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ἐποίησεν οὗτος τῷ Ἀχαὰβ βασι‐ λεῖ Ἰούδα· ὑπὸ δὲ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀναιρεῖται κρημ‐ νωθείς, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις αὐτοῦ καὶ τῶν πατέρων αὐτοῦ ὧν ἐποίησεν. Καὶ θανὼν ἐτάφη ἐν Μοραθὶ
5ἐν τῇ γῇ αὐτοῦ μονώτατος σύνεγγυς τοῦ πολυανδρίου· καὶ ἔστιν ὁ τάφος αὐτοῦ εὔγνωστος ἕως τῆς σήμερον ἡμέρας. ιδʹ. Ἰωῆλ δὲ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βηθὼμ ἐκ τῆς γῆς Ῥουβίμ· πολλὰ δὲ προεφήτευσε περὶ Ἱερουσαλὴμ καὶ τέλους ἐθνῶν. Ὁρῶν δὲ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐτάφη
10Βηθὼμ ἐν τῇ γῇ αὐτοῦ ἐνδόξως. ιεʹ. Ἀβδιοῦ ὁ προφήτης. Οὗτος ἦν ἐκ τῆς Συχὲμ ἐξ ἀγροῦ Βηθθαχάμαρ. Οὗτος ἐστὶν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας ὁ Θεσβίτης, καὶ κατέβη καὶ ἦλθε πρὸς τὸν βασιλέα. Μετὰ δὲ ταῦτα ἀπολιπὼν τὴν βασιλικὴν αὐτοῦ
15τάξιν, προσεκολλήθη τῷ προφήτῃ Ἠλίᾳ καὶ ἐγένετο αὐτοῦ μαθητής· καὶ πολλὰ ὑπομείνας δι’ αὐτὸν περιεσώζετο· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ Βηθθαχάμαρ μετὰ τῶν πατέρων αὐτοῦ.
ιϛʹ. Ἰωνᾶς ὁ προφήτης. Οὗτος οὖν ἐκ γῆς Καριαθμαοὺμ18

19

πλησίον Ἀζώτου πόλεως Ἑλλήνων κατὰ θάλασσαν. Ἦν τότε Ἠλίας ὁ προφήτης ἐλέγχων τὸν Ἀχαὰβ βασιλέα Σαμαρείας καὶ καλέσας λιμὸν μεγάλην ἐπὶ τὴν γῆν ἔφυγεν ἐν τῇ ἐρήμῳ· καὶ ἐτρέφετο ἐκ τῶν κοράκων· καὶ ἔπινεν ὕδωρ ἐκ τοῦ χει‐
5μάῤῥου. Καὶ ὅτε ἐξηράνθη ὁ χείμαῤῥος ἐπείνασε. Καὶ ἦλ‐ θεν εἰς Σαρεφθὰ τῆς Σιδονίας πρὸς γυναῖκα χήραν πενι‐ χράν, ἥτις ἦν μήτηρ τοῦ Ἰωνᾶ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτῆς· καὶ ἐποίησεν αὐτῷ ὡς προσέταξεν αὐτῇ· καὶ ἔφαγε καὶ εὐλόγησεν αὐτῇ σίτῳ καὶ ἐλαίῳ καὶ ἔμεινε μετ’ αὐτῆς.
10Οὐ γὰρ ἠδύνατο μεῖναι μετ’ ἀπεριτμήτων καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν ἀνέστησεν ὁ θεὸς διὰ τοῦ Ἠλία καὶ ἀπέδωκεν αὐτὸν ζῶντα τῇ μητρὶ αὐτοῦ διὰ τὴν φιλοξενίαν. Καὶ γενόμενος ἡλικίας ὁ Ἰωνᾶς ἀπεστάλη εἰς Νινευῒν πρὸς τοὺς Ἀσσυρίους. Καὶ ἐζήτησεν Ἰωνᾶς ἀποδρᾶσαι κύριον
15καὶ κατεπόθη ὑπὸ τοῦ κήτους πορευθῆναι βουλόμενος εἰς Θαρσεῖς· ἐξελθὼν δὲ ἐκ τοῦ κήτους ἐκήρυξε τὴν ἀπώλειαν Νινευΐ. Καὶ μετενόησαν οἱ Νινευΐται τῷ θεῷ καὶ ἠλεήθησαν. Καὶ ἐλυπήθη Ἰωνᾶς, καὶ ἀνακάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε
20τὴν Σοὺρ χώραν τῶν ἀλλοφύλων. Ἔλεγε γὰρ, ὅτι „οὕτως
ἀφῶμαι τὸν ὀνειδισμόν, ὅτι ἐψευσάμην προφητεύσας κατὰ19

20

Νινευΐ.“ Καὶ κατοικήσας ἐν γῇ Σαὰρ ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζέου κριτοῦ. Ἐπροφήτευσε δὲ ὅτι· ὅταν ἴδωσιν ἐν Ἱερουσαλὴμ ἔθνη πολλὰ ὑπὸ δυτικῶν, ἕως ἐδάφους ἀφανισθήσεται.
5 ιζʹ. Ναοὺμ δὲ ὁ προφήτης. Οὗτος ἦν ἀπὸ Ἐλκέσιν πέραν τοῦ Ἰορδάνου εἰς Βηγαβάρ· ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν ἐπὶ Νινευΐ, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἐπιγείου ἀπολεῖται, ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου
10ἐπελθὸν πάντα τὰ ὑψηλότερα αὐτῆς ἐνέπρησεν μέρη. Ἀπέ‐ θανε δὲ Ναοὺμ ἐν εἰρήνῃ, ἐτάφη δὲ ἐν τῇ γῇ αὐτοῦ Βη‐ γαβάρ. ιηʹ. Ἀμβακοὺμ ὁ προφήτης. Οὗτος ἦν ἐξ ἀγροῦ Βυζ‐ ζουχὰρ ἐκ φυλῆς Συμεών. Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας
15περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, καὶ ἐπένθησε σφόδρα ἐπὶ τῇ πόλει καὶ τῷ λαῷ. Καὶ ὅτε ἦλθεν Ναβουχοδονόσορ εἰς Ἱερου‐ σαλὴμ τοῦ πορθῆναι αὐτήν, οὗτος ἔφυγεν εἰς Ὀστρακίνην· καὶ ἦν ἐκεῖ πάροικος εἰς γῆν Ἰσμαήλ. Ὡς δὲ ὑπέστρεψαν οἱ Χαλδαῖοι ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν γῆν αὐτῶν, λάφυρον
20αὐτὴν ποιήσαντες, καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ20

21

κατέβησαν εἰς Αἴγυπτον. Αὐτὸς δὲ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Ἐλειτούργει τοῖς θερισταῖς τοῦ ἀγροῦ ἑαυτοῦ. Ἔσπειρε γὰρ κριθόν. Ὡς δὲ ἧψεν αὐτοῖς ἐδέσματα, ἐπρο‐ φήτευσε τοῖς ἰδίοις εἰπών· „πορεύομαι ἐγὼ εἰς γῆν μακρὰν
5καὶ τάχιον ἐπανελεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε φαγεῖν τοῖς θερισταῖς.“ Καὶ γενόμενος ἐν Βαβυλῶνι καὶ δοὺς ἄριστον τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων, ὑπο‐ στρέψας παρέστη τοῖς θερισταῖς ἐσθίουσι· καὶ οὐδενὶ εἶπε τὸ γινόμενον. Συνῆκε δὲ ὁ προφήτης, ὅτι τάχιον ἐπιστρέψει
10ὁ λαὸς ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς μέγα διαλάμψαν. Καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ θεοῦ. Καὶ περὶ τῆς συν‐ τελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενή‐ σεται ἡ πόρθησις τοῦ ναοῦ Ἱερουσαλήμ· τότε τὸ ἅπλωμα
15τοῦ Δαβεὶρ εἰς δύο μέρη ῥαγήσεται· καὶ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται. Καὶ οὐδεὶς γνώσεται, ποῦ ἔσονται. Αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου. Καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει κύριος, ὅτι φωτίσουσι τοῖς διωκομέ‐
20νοις ὑπὸ τοῦ ὄφεως ὥσπερ ἐξ ἀρχῆς καὶ διασώσει αὐτοὺς κύριος ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ ἔσονται ἐν σκηνῇ ἁγίᾳ. Οὗτος ὁ προφήτης περὶ τῆς ἐλεύσεως τοῦ κυρίου
πολλὰ προεφήτευσεν· πρὸ δύο ἐτῶν περὶ τῆς ἐπιστροφῆς21

22

τοῦ λαοῦ τῆς ἀπὸ Βαβυλῶνος ἀπέθανε· καὶ ἐτάφη ἐν τῷ ἰδίῳ αὐτοῦ ἀγρῷ ἐνδόξως. ιθʹ. Σοφονίας ὁ προφήτης· οὗτος οὖν ἐκ φυλῆς Συ‐ μεὼν ἀπὸ ὄρους Σαραβαθᾶ ἐπροφήτευσε δὲ περὶ τῆς πόλεως
5Ἱερουσαλήμ, ὅτι οἰκοδομηθήσεται ἐπὶ κρεῖττον εἰς μῆκος καὶ πλάτος, καὶ περὶ τέλους ἐθνῶν καὶ αἰσχύνης ἀσεβῶν, καὶ περὶ τῆς τοῦ κυρίου παρουσίας. Ἀπέθανε δὲ ἐν ἀπο‐ καλύψει κυρίου, καὶ ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ μονώτατος. κʹ. Ἀγγαῖος ὁ προφήτης. Ἔτι νέος ὢν ἐπανῆλθεν ἐκ
10Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ ἐπροφήτευσε καὶ εἶδε τὴν οἰκοδομὴν τοῦ ναοῦ Ἱερουσαλὴμ καὶ αὐτὸς ἔψαλλεν ἐκεῖ πρῶτος ἀλληλούϊα, ὃ ἑρμηνεύεται· αἰνέσωμεν τῷ ζῶντι θεῷ· ἀμήν, ὅ ἐστι· γένοιτο, γένοιτο· ἐκεῖ οὖν ἀπέθανε καὶ ἐτάφη πλησίον τῶν ἱερέων
15ἐνδόξως· διὸ λέγομεν ἀλληλούϊα, ὅ ἐστιν ὕμνος Ἀγγαίου καὶ Ζαχαρίου. καʹ. Ζαχαρίας ὁ προφήτης. Οὗτος ἦν υἱὸς Βαραχίου. Οὗτος ἦλθεν ἀπὸ τῆς Χαλδαίων ἤδη προβεβηκὼς καὶ ἐκεῖ ὢν πολλὰ τῷ λαῷ προεφήτευσε καὶ τέρατα πολλὰ ἔδωκεν
20εἰς ἀπόδειξιν. Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει τῷ κυρίῳ. Οὗτος καὶ τὸν Σαλαθιὴλ εὐλόγησεν ἐπὶ υἱῷ λέγων· ὅτι γεννήσεις υἱὸν καὶ
καλέσεις τὸ ὄνομα Ζοροβάβηλ. Καὶ ἐπὶ Κύρου τοῦ βασιλέως22

23

Περσῶν τέρας ἔδωκεν εἰς νῖκος περὶ Κροίσου τοῦ Λυδίων βασιλέως καὶ περὶ Ἀστυάγους τοῦ τῶν Μήδων βασιλέως καὶ περὶ τῆς λειτουργίας αὐτοῦ ἐπροφήτευσεν, ἣν ποιήσει Κύρος ἐπὶ Ἱερουσαλήμ. Καὶ εὐλόγησεν αὐτὸν σφόδρα. Τὰ δὲ τῆς
5προφητείας αὐτοῦ τῆς ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ περὶ τῆς τοῦ ναοῦ Ἱερουσαλὴμ οἰκοδομῆς καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ διπλῆς κρίσεως ἐξέθετο. Ἀπέθανε δὲ εἰς τὴν Ἰουδαίαν ἐν γήρει μακρῷ καὶ ἐτάφη σύνεγγυς Ἀγγαίου τοῦ προφήτου.
10 κβʹ. Μαλαχίας ὁ προφήτης ἦν ἐκ φυλῆς Ζαβουλών. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἀπὸ Βαβυλῶνος τίκτεται ἐν Σοφᾷ ἐν γῇ Ζαβουλών. Καὶ ἔτι νέος ὢν καλὸν βίον ἔσχε, πολλὰ δὲ προεφήτευσε περὶ τῆς τοῦ κυρίου ἐπι‐ δημίας καὶ περὶ κρίσεως νεκρῶν· καὶ ὅτι τὰ ἔθη Μωϋσέως
15πληρωθήσονται καὶ ἀλλαγήσονται. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πραΰν, ἐκάλεσεν αὐτὸν μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει πάνυ εὐπρεπής, ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγγελος ὀφθεὶς ἐπεδευτέρωσεν αὐτοῦ τὴν προφητείαν, ὥσπερ
20ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας, ὡς γέγραπται ἐν Σφαρφωθείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. Νέος δὲ ὢν ὁ προφήτης ἀπέθανε καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν τῷ ἀγρῷ αὐτοῦ.
κγʹ. Ζαχαρίας ἄλλος προφήτης καὶ ἱερεύς. Οὗτος ἦν23

24

υἱὸς Ἰωδαὲ ἱερέως, πατὴρ δὲ Ἰωάννου τοῦ βαπτιστοῦ. Τοῦ‐ τον ἀπέκτεινεν Ἡρώδης ὁ βασιλεὺς ἐχόμενα τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου κυρίου. Οὗτος δὲ ἦν ἐξ Ἱερουσαλὴμ ἐξ οἴκου Δαυίδ, ἀνὰ μέσον τοῦ Ἐλὰμ ἐξ οἴκου κυρίου. Οὗτος ἐπρο‐
5φήτευσε περὶ Χριστοῦ γενεᾶς. Ἐκεῖ οὖν αὐτὸν ἔθαψαν ἐν οἴκῳ θεοῦ ἐχόμενα ναοῦ κυρίου. Ἔκτοτε ἐγίνοντο τέρατα πολλὰ ἐν τῷ ναῷ καὶ φαντασίαι καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν οὐκέτι ὀπτασίαν ἀγγέλων· οὐδὲ δοῦναι χρησμοὺς τῷ λαῷ ἐν Δαβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ Ἐφοὺδ οὔτε διὰ τῶν
10δήλων ἀποκριθῆναι, ἕως τὸ πρίν, ἕως τῆς ἡμέρας ἐκείνης. κδʹ. Συμεὼν ὁ ἱερεύς· οὗτος ἦν ἐκ φυλῆς Ἀαρών. Οὗτος ἐχρηματίσθη ὑπὸ πνεύματος ἁγίου τοῦ μὴ ἰδεῖν θά‐ νατον ἕως ἂν ἴδῃ τὸν Χριστὸν ἐν σαρκί. Οὗτος ἐβάστασε τὸν κύριον εἰς τὰς ἰδίας ἀγκάλας. Καὶ ἐδόξασε τὸν θεὸν
15εἰπών· εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. Ἀπέθανε δὲ καὶ ἐτάφη πλησίον τῶν ἱερέων πρε‐ σβύτης πλήρης ἡμερῶν.
〈κεʹ.〉 Ἰωάννης ὁ βαπτιστὴς υἱὸς Ζαχαρίου καὶ Ἐλι‐24

25

σάβετ. Οὗτος ἦν ἐκ φυλῆς Λευΐ. Οὗτος ἐδήλωσεν ἡμῖν τὸν ἀμνὸν τοῦ θεοῦ τὸν υἱὸν τοῦ πατρὸς τὸν ἄραντα τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὗτος εἴσοδος ἡμῖν ἐγένετο τῆς τοῦ θεοῦ βασιλείας. Οὐδεὶς γὰρ ἐν γεννητοῖς γυναικῶν
5μείζων ἐστὶν Ἰωάννου τοῦ βαπτιστοῦ. Ἀπέθανε δὲ τμηθεὶς τὴν κεφαλὴν παρὰ Ἡρῴδου, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ ἄλλοι δὲ προφῆται ἐγένοντο, ὧν τὰ ὀνόματα ἐγγέ‐ γραπται ἐν ταῖς αὐτῶν γενεαῖς, ἐν βίβλῳ ὀνομάτων Ἰσραήλ,
10ὧν οὐκ ἐμνημονεύσαμεν.25