TLG 2021 018 :: EPIPHANIUS :: Tractatus de numerorum mysteriis [Sp.] EPIPHANIUS Scr. Eccl., Episcopus Tractatus de numerorum mysteriis [Sp.] Citation: Volume — page — (line) | ||
43.508(27t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
28t | ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ | |
---|---|---|
29t | ΠΟΛΕΩΣ ΚΩΝΣΤΑΝΤΙΑΣ ΤΗΣ ΚΥΠΡΟΥ | |
30t | ΠΕΡΙ ΤΩΝ ΑΡΙΘΜΩΝ ΜΥΣΤΗΡΙΩΝ. | |
34t | Περὶ πίστεως. | |
35 | Αʹ. Πίστις ἐστί. Πίστις δὲ ἡ εἰς Θεὸν πρᾶγμα ἀψη‐ λάφητον, ἀκατάληπτον, ἀθεώρητον, ἀπολυπραγμό‐ νητον, ἀκαστορητὴς, σιωπῇ τιμώμενον, καὶ νῷ προσκυνούμενον, ἕδρα ψυχῆς, θεμέλιον ζωῆς, ῥίζα ζῶσα, κλάδος ἀμάραντος, καρπὸς ἀθανασίας, ἐλπι‐ | |
40 | ζομένων πραγμάτων ὑπόστασις, ἔλεγχος οὐ βλεπο‐ | |
μένων, πάντων τῶν ἁγίων δικαίωσις. | 507 | |
43.509(1t) | Περὶ τῆς ἁγίας Τριάδος. | |
2 | Βʹ. Τριὰς ἁπλῆ, ἀσύνθετος, ἀσυνείκαστος, ἀν‐ έκφραστος, ἀδιήγητος, ἀδιόρεστος· Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα· ὁμοούσιος κατὰ πάντα, κατὰ συμφω‐ | |
5 | νίαν, κατὰ δύναμιν, κατ’ ἐνέργειαν, κατὰ θεότητα, κατὰ μέγεθος, ἐν ὑποστάσει, καὶ ὀνόμασι μόνον δι‐ ῃρημένη, ἐν δυνάμει, καὶ πράγμασιν ἡνωμένη. Τριὰς πρὸ αἰώνων ὑπάρχουσα, ἄναρχος, ἄχρονος, ἀγήρατος, ἀθάνατος, ἀτελεύτητος, οὐκ ἄξουσα, οὐ λήγουσα, | |
10 | ἀεὶ κατὰ τὸ αὐτὸ ὡς αὔτως τυγχάνουσα, οὐ νῦν εὑ‐ ρεθεῖσα, ἀεὶ δὲ προσκυνουμένη, ὑπὸ ἀποστόλων κη‐ ρυττομένη, ὑπὸ Ἐκκλησίας πιστῆς μεγαλυνομένη· παντοδύναμος, παντεπίσκοπος, δημιουργὸς, φιλάν‐ θρωπος, ἀγαθὴ, ἀπροσδεὴς, τελεία. | |
17t | Ὅτι καὶ ὁ ἀριθμὸς τῆς Τριάδος αὐτῆς ὁ παρὰ | |
18t | ταῖς θείαις Γραφαῖς ἐμφερόμενος μυστηριώδης | |
19t | ἐστὶ καὶ θαῦμα. | |
20 | Γʹ. Τρίτον τὰ χερουβεὶμ τὸ Ἅγιος, ἅγιος, ἅγιος Κύριος ἀνυμνεῖ. Τρία τὰ μεγάλα στοιχεῖα· οὐρανὸς καὶ ἡ γῆ, καὶ θάλασσα. Τρία τὰ ἐν ἡμῖν· νοῦς, πνεῦμα, λόγος. Τρεῖς πατέρες, Ἀδὰμ, Σὴθ, Ἐνώχ. Τρεῖς πατριάρχαι, Ἀβραὰμ, Ἰσαὰκ, Ἰακώβ. Τρεῖς ἄγγε‐ | |
25 | λοι παρὰ σκηνὴν Ἀβραάμ. Τρεῖς ἡμέραι τῆς θυσίας τοῦ Ἀβραάμ. Τρία μέτρα σεμιδάλεως ἡ Σάῤῥα λα‐ βοῦσα τοὺς ἀγγέλους παρέθηκε. Τρεῖς ῥάβδους Ἰακὼβ πελεκίσας ταῖς ληνοῖς τῶν ποτιστηρίων ἐν‐ έθηκε. Τρεῖς δεκάδες ἐνιαυτῶν, καὶ τότε βασιλεὺς | |
30 | Ἰωσήφ. Τρεῖς μῆνας παρὰ τοῖς γονεῦσιν κρυπτόμε‐ νος Μωϋσῆς. Τρὶς τρεῖς ἐννέα τῶν Αἰγυπτίων αἱ μά‐ στιγες. Τρεῖς μῆνας ἐξ Αἰγύπτου, καὶ τότε νόμος ἐγράφη, καὶ πλάκες ἐξήλεων. Τρία τἀγαθὰ τῆς ἐρή‐ μου· ὕδωρ, ὀρτυγομήτρα, τὸ μάννα. Τρεῖς, φησὶ, | |
35 | καιροὺς Μωϋσῆς ὤφθη ἐνώπιον Κυρίου. Τρεῖς ἱερεῖς, Μωϋσῆς, Ἀαρὼν, Σαμουήλ. Τρεῖς στρατηγοὶ θαυμα‐ στοὶ, Ἰησοῦς ὁ Ναυῆ, Χάλεβ Ἰεφονὴ, καὶ Φινεές. Τρεῖς οἱ κατὰ Ἀμαλὴκ ἐπὶ τῆς πέτρας ἱστάμενοι· Μωϋσῆς, Ἰησοῦς, Ὤρ. Τρεῖς κριταὶ δυναστοὶ, Γε‐ | |
40 | δεὼν, Ἰεφθάε, Σαμψών. Τρεῖς πρεσβῦται τῶν υἱῶν Ἰσραήλ· Μωϋσῆς, Ἰὼβ, Δανιήλ. Τρεῖς ἑβδομάδες ἡ νηστεία τοῦ Δανιήλ. Τρεῖς οἱ παῖδες οἱ τῇ εἰκόνι τῇ χρυσῇ μὴ προσκυνήσαντες· Σιδρὰχ, Μισὰχ, Ἀβδε‐ ναγώ. | |
48 | Διὰ τριῶν σείεται ἡ γῆ, ὡς ἔλεγε Σολομών· ἐὰν οἰκέτης, φησὶ, βασιλεύσῃ, καὶ ἄφρων πλησθῇ σιτίων, | |
43.509(50) | καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ. Τρία ἐστὶν, ἃ ἐμπίπλαται, ᾅδης, ἔρως γυναικὸς, γῆ ψαφαρά. Τρία ἐστὶν ἀκατάληπτα· ἴχνη ἀετοῦ πετομένου, ὁδὸς ὄφεως ἐπὶ πέτρας, τρίβος ποντοπορούσης νηός. Τρία ἐστὶν ἅπερ εὐόδως πορεύονται· σκύμνος λέοντος | |
55 | ἰσχυρότερος κτηνῶν, ἀλέκτωρ ἐμπεριπατῶν ἐν θη‐ | 509 |
43.512 | λείαις ἔμψυχος, τράγος ἡγούμενος αἰπολίου. Τρεῖς σοφαὶ γυναῖκες, ἡ Θεκουῆτις, ἡ Σουναμῖτις, ἡ Ἀβι‐ γαία· ἡ μὲν γὰρ τὸν ἄνδρα τὸν Νάβαλ, ἡ δὲ Ἀβεσα‐ λὼν διὰ τέχνης, ἡ δὲ τὸν υἱὸν τοῦ προφήτου προσ‐ | |
5 | δραμοῦσα, καὶ μὴ ἀπογνοῦσα, διέσωσεν. Τρεῖς γυναῖκες προφήτιδες τυμπανήστριαι· Μαριὰμ, Δεβ‐ βόρα, Ἰουδίθ. Τρεῖς ἅγιαι γυναῖκες· Σάῤῥα, Ῥε‐ βέκκα, Λεία. Τρεῖς οἱ μνημονευόμενοι βασιλεῖς· Δαυῒδ, Ἐζεκίας, Ἰωσίας. Τρεῖς τάξεις τῶν ὄντων· | |
10 | ἐπουρανίων, ἐπιγείων, καταχθονίων. Τρεῖς ἀρεταὶ, πίστις, ἐλπὶς, ἀγάπη. Τρία δῶρα παρὰ Θεοῦ, βασι‐ λεία, ἱερωσύνη, προφητεία. Τρεῖς χρόνοι, ἐνεστώτων, παρεληλυθότων, μελλόντων. Τρία τῶν δικαίων τὰ κτήματα, παράδεισος, Ἀβραὰμ κόλπος, οὐρανῶν | |
15 | βασιλεία. Τρεῖς τῶν ἁμαρτωλῶν αἱ τιμωρίαι, σκότος, σκώληξ, Γέεννα. Τρεῖς ἀνανεώσεις τοῦ κόσμου· ἡ ἐπὶ τοῦ Νῶε, ἡ ἐπὶ τοῦ Κυρίου, ἡ ἐπὶ τῆς συντε‐ λείας. Τρίτον Ἠλίας τὰ μέλη τοῦ βοὸς καὶ τὰ ξύλα καταῤῥάνας τὸ ἐξ οὐρανῶν κατὰ στύγας πῦρ. | |
20 | Τρίτον τῆς ἡμέρας ηὔχετο Δανιήλ. Τρεῖς μῆνας εἰς τὸν οἶκον Ζαχαρίου πεποίηκεν ἡ Παρθένος. Τρία τὰ προσενεχθέντα δῶρα τῷ Κυρίῳ παρὰ τῶν μάγων· χρυσὸς, λίβανος, σμύρνα. Τρία βαπτίσματα, τὸ νο‐ μικὸν, τὸ Ἰωάννου, τὸ τοῦ Κυρίου. Τρεῖς αἱ τοῦ | |
25 | βαπτίσματος ἐπικλήσεις, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Τρεῖς αἱ καταδύσεις, καὶ τρεῖς αἱ ἀναδύσεις τοῦ βαπτίσματος. Τρεῖς αἱ κατὰ τοῦ δια‐ βόλου νῖκαι τοῦ Κυρίου· τὸ μὴ φαγεῖν μετὰ τὸ πει‐ νάσαι, τὸ μὴ προσκυνῆσαι τὸν μιαρὸν, τὸ μὴ κατα‐ | |
30 | βάλλειν ἑαυτόν. Τρεῖς ἡμέραι μετὰ τὸ βάπτισμα, καὶ τότε τὸ ὕδωρ οἶνος ἐξαίρετος. Τρεῖς αἱ κατὰ τῆς Παρθένου τοῦ Μονογενοῦς ἐπιτι‐ μήσεις· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδεις ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Τί ἐμοὶ καὶ σοὶ, | |
35 | γύναι; οὔπω ἥκει ἡ ὥρα μου· τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Τρεῖς οἱ πλέον τῶν ἄλλων θαῤῥούμενοι μαθηταί· Πέτρος, Ἰάκωβος, Ἰωάν‐ νης. Τρία ἔτη τῶν δεσποτικῶν σημείων ὁ χρόνος. Τρία ἔτη ζητῶν καρπὸν εἰς τὴν συκῆν ὁ Κύριος ἦλθε, | |
40 | καὶ οὐχ ηὗρεν. Τρισὶν ὁ Κύριος κατηράσατο· τῇ συκῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· τῇ Συναγωγῇ· Λίθος ἐπὶ λίθον οὐ μὴ μένει· τῷ Ἰούδᾳ· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. | |
45 | Τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας Ἰωνᾶς εἰς τὴν κοι‐ λίαν τοῦ κήτους πεποίηκε. Τριήμερον ἡ κατὰ Νι‐ νευϊτῶν ἀποφορά. Τριήμερος τοῦ Σωτῆρος ὁ θάνατος, τριήμερος καὶ ἡ ἀπὸ τῶν νεκρῶν κατ’ ἐξουσίαν ἀνά‐ στασις τοῦ Κυρίου. Διὰ τριῶν ὁ Παῦλος ἡμερῶν ἀν‐ | |
43.512(50) | έβλεψε πηρωθείς· τρὶς τὸν Κύριον περὶ τοῦ σκόλοπος παρεκέλευσεν, ἵνα ἀποστῇ ἀπ’ αὐτοῦ· τρὶς ἐναυ‐ άγησεν· εἰς τρίτον οὐρανὸν ἀναβέβηκε. Τρία σάτα ἀλεύρου καὶ ἡ τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁμοιωθεῖσα | |
γυνὴ λαβοῦσα, καὶ εἰς μικρὰν ζύμην ἐγκρύψασα, | 511 | |
43.513 | ὅλον τὸ φύραμα, κατὰ τὸ γεγραμμένον, ἐζύμωσεν. | |
3t | Ὅτι καὶ ὁ ἀριθμὸς ὡς διπλῆ τριὰς ἐπὶ μεγά‐ | |
4t | λων πραγμάτων, ἐν τῇ θείᾳ Γραφῇ παρατε‐ | |
5t | τήρηται. | |
6 | Δʹ. Ἐν ἓξ ἡμέραις ὁ Θεὸς τὸν κόσμον κατεσκεύα‐ σεν. Ἕκτην ἡμέραν ἔπλασε τὸν Ἀδάμ. Ἕκτην ὥραν γυμνωθέντα παρὰ τῆς ἁμαρτίας δήλης ἐζήτη‐ σεν. Ἕκτον ὤφθη τῷ Ἀβραάμ· ἅπαξ εἰς Χαῤ‐ | |
10 | ῥὰν *** τρίτον καθ’ ὕπνους· τέταρτον ἐπὶ τῆς προσθήκης τοῦ γράμματος τοῦ ὀνόματος· πέμπτον ἐπὶ τῆς Μαμβρῆ μεσημβρίας, ἕκτην ὥραν· ἕκτον ἐπὶ τῆς θυσίας τοῦ μονογενοῦς ἐν τῷ ὄρει. Ἓξ ἔτη δουλεύειν Ἑβραίοις παρήγγειλεν. Ἕκτῳ μηνὶ τὸν | |
15 | Γαβριὴλ πρὸς τὴν Παρθένον ἀπέστειλεν. Εἰς ἓξ ὑδρείας τὸ ὕδωρ οἶνον πεποίηκε. Ἕκτην ὥραν τῇ Σαμαρείτιδι παρὰ τὸ φρέαρ ὡμίλησε. Πρὸ ἓξ ἡμε‐ ρῶν τοῦ Πάσχα τὸν Λάζαρον ἤγειρεν. Ἕκτην ὥραν τῷ λῃστῇ σταυρούμενος ἐφιλιώθη. Ἕκτον ὤφθη | |
20 | μετὰ τὸ ἀπὸ νεκρῶν ἐγερθῆναι· ταῖς γυναιξὶν, τῷ Κλεώπᾳ, τοῖς μαθηταῖς χωρὶς τοῦ Θωμᾶ, τοῖς μα‐ θηταῖς μετὰ τοῦ Θωμᾶ, Πέτρῳ καὶ Ἰωάννῃ τὸ δί‐ κτυον ἐλοῦσιν, τῇ τελευταίᾳ τῆς ἀναλήψεως. Ἕκτον, ὡς λέγει Παῦλος, ἐφάνη τοῖς ἀδελφοῖς· τῷ | |
25 | Κηφᾷ, τοῖς δέκα, τοῖς πεντακοσίοις, ἐφ’ ἅπαξ Ἰα‐ κώβῳ, τοῖς ἀποστόλοις πᾶσιν, αὐτῷ τῷ Παύλῳ τελευταῖον. Ἓξ (ἑνὶ αὐτῶν) μεγάλα μυστήρια ἐποίη‐ σεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς λέγει Παῦλος· Ἐπληρώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύ‐ | |
30 | ματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Δι’ ἓξ γραμμάτων τὰ μεγάλα ὀνόματα γράφεται· ἀδωναῒ, σαβαὼθ, Ἰη‐ σοῦς, Κύριος, ἰατρὸς, ἀγαθὸς, νεφέλη, Μαριάμ. | |
34t | Ὅτι καὶ ὁ ἑπτὰ τέλειος ἀριθμός. | |
35 | Εʹ. Ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεός. Ἑπτὰ ἐκδικούμενα παρέλυσε τὸν Κάϊν ἀνελών. Ἑπτὰ γὰρ ἁμαρτίας ὁ μιαρὸς ἐργασάμενος, φθόνον, δόλον, φόνον ἀδελφοῦ, φόνων διδάσκαλος πρῶτος, μῦσος (τοῦ) οὕτω βίῳ γε‐ | |
40 | νόμενος, γονεῖς λυπήσας, ἐψεύσατο Θεόν. Ἑπτὰ καὶ τιμωρίαις ὑπέπεσε· ᾤκει κατηραμένην τὴν γῆν, εἰργάζετο, ἀφορῶν ἔστενεν, ἔτρεμεν, ἀπ’ ὄψεως ἦν, ἠγωνία τὸν παριόντα, σημεῖον εἶχε δημο‐ σιεῦον αὐτόν. Ἕβδομος Ἐνὼχ, μετὰ τὸν Ἀδὰμ, ὃς | |
45 | εὐηρέστησε τῷ Θεῷ, καὶ ὡς σῖτος ζιζανίων, τῶν ἀσεβῶν ἐχωρίσθη. Ἑπτὰ τὸ πρῶτον, καὶ ἑπτὰ τὸ δεύτερον ἔτη περὶ Ῥαχὴλ Ἰακὼβ τῷ Λάβαν ἐδού‐ λευσεν. Ἑπτὰ προβάτων ἀμνοὺς Ἀβραὰμ τῷ Ἀβι‐ μέλεχ ἐχαρίσατο τῆς τοῦ φρέατος δεσποτείας μαρ‐ | |
43.513(50) | τύριον. Ἑπτὰ βόες στίλε λιμοῦ, καὶ ἑπτὰ στάχυες πίνακες εὐθηνίαν διέγραψαν, τοῦ Φαραὼ τὸ ἐνύπνιον. Ἑπτὰ σάλπιγγας ἱερὰς ἐβάστασεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁπηνίκα τῆς Ἱεριχῶ τὰ τείχη κατ‐ | |
ήνεγκεν. Ἑβδόμῳ ἔτει τῆς δουλείας Ἑβραίους ἀπο‐ | 513 | |
43.516 | λύουσιν Ἰουδαῖοι. Ἀπὸ πεντεκαιδεκάτης ἕως πρώ‐ της εἰκάδος, ἐν αἷς ἐπετελεῖτο τὸ Πάσχα τῶν Ἰου‐ δαίων, ἑπτὰ τῆς ἑορτῆς ἡμέραι. Ἑπτὰ δοῦλα τοῖς Ἰουδαίοις ἔθνη κατέγραψεν ὁ Θεὸς, τῶν Χαναναίων, | |
5 | τῶν Χετταίων, καὶ Φερεσταίων, τῶν Γεργεσαίων, τῶν Εὐαίων, τῶν Ἰεβουσαίων, τῶν Ἀβραίων. Ἑπτὰ τῆς σκηνῆς πεποίηκεν (ἓξ) ἡμέρας ἡ ἀδελφὴ Μωϋ‐ σέως ἀφορισθεῖσα. Ἑπτὰ κλήμασιν ἐδέθη Σαμ‐ ψὼν, καὶ διέκοψεν αὐτὰ ὡς σπαρτίον. Ἑπτὰ βο‐ | |
10 | στρύχους ἱεροὺς εἶχε τριχῶν· ὧν ἡ κουρὰ τὴν ἰσχὺν αὐτῶν καὶ δύναμιν ἐφυγάδευσεν. Ἑπτὰ ὀφθαλμοί εἰσιν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. Ἑπτὰ ἐπαρυστρίδας, καὶ ἑπτὰ λύχνους (ἦν) ἑώρακε Ζαχα‐ ρίας, ὅτι ἑπτὰ πνεύματα παρὰ Θεοῦ. Ἑπτὰ τοῦ | |
15 | ἁγίου Πνεύματος τὰ χαρίσματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου Θεοῦ. Ἑπτὰ στύλους ὑπεστήρισε τῆς οἰκείας σκηνῆς ἡ σοφία. Ἑπτὰ γυναῖκες παρὰ τῷ Ἡσαΐᾳ τὸν ἕνα | |
20 | κύριον δυσωπήσουσι λέγουσαι· Τὸν ἄρτον ἡμῶν φα‐ γώμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλλώμεθα. Πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ’ ἡμᾶς· ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. Ἑπτὰ γὰρ βίβλοι νομικαὶ τῷ Χριστῷ μαρτυροῦ‐ | |
25 | σιν, ὅτι τὸν ὀνειδισμὸν αὐτῶν σαρκωθεὶς αὐτὸς παρεῖλεν· Γένεσις, Ἔξοδος, Λευϊτικὸν, Ἀριθμοὶ, Δευτερονόμιον, Ἰησοῦς, Κριταί. Εἰ μὴ γὰρ ἐνην‐ θρώπησεν, ὡς μυθικαὶ παρεγράφοντο. Τυθεὶς ἀθύ‐ τως, ὡς Ἰσαὰκ, καὶ παθὼν ἀπαθῶς, καὶ τὸν οἰκεῖον | |
30 | βαστάσας ἐπ’ ὤμων σταυρὸν, τὰ ἐν τῇ βίβλῳ κεί‐ μενα τῆς Γενέσεως ἐβεβαίωσεν. Ἐν παρθενικῇ χωρή‐ σας γαστρὶ, καὶ μὴ καταναλώσας τῷ πυρὶ τῆς θεότητος τὴν βαστάζουσαν, τὴν καιομένην, καὶ μὴ κατακαιομένην βάτον, τὴν ἐν τῇ βίβλῳ τῆς Ἐξόδου | |
35 | κειμένην, διέγραψεν. Ἀρχιερεύσας, ὡς Ἀαρὼν, τὰ πρὸς Θεὸν μεσιτεύσας ἡμῖν, τὰ ἐν τῷ Λευϊτικῷ γε‐ γραμμένα παρέστησε. Τῇ Παλαιᾷ τὴν Καινὴν Δια‐ θήκην συνάψας, καὶ λέγων· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμ‐ | |
40 | βλέπων γυναικὶ πρὸς τὸ μοιχεῦσαι αὐτὴν, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ· καὶ πάλιν· Ἐῤ‐ ῥέθη τοῖς ἀρχαίοις· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ τοῦ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε | |
45 | ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· τὰ ἐν τῷ Δευτερονομίῳ παρέδωκεν δευτέρας, καὶ ἐπαναλαβὼν τὰ ὠφέλιμα. Εἰς τὴν ἀληθινὴν κατάπαυσιν εἰσαγαγὼν τὸ γένος ἡμῶν, καὶ διαφόρους μονὰς ἐν τοῖς οὐρανίοις εὐτρεπίσας | |
43.516(50) | ἡμῖν, τὰ ἐν βίβλῳ τῶν Ἀριθμῶν ἀπεκάλυψεν. Εἰς τὸν Ἰορδάνην εἰσελθὼν, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἐπὶ τοῦ σταυροῦ φυγόντα τὸν ἥλιον ἀνακαλεσάμε‐ νος, καὶ διπλῆν ἀνθ’ ἁπλῆς ἡμέρας ἐργασάμενος, τὰ ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῖς μὴ παρέργως | |
55 | ἀναγινώσκουσιν ἐζωγράφησε. Τὴν ἠγαπημένην ψυ‐ | 515 |
43.517 | χὴν αὐτοῦ ὑπὲρ ἡμῶν τεθεικὼς, καὶ δώσει ἑαυτὸν λύτρον ἀντὶ πολλῶν, τὰ ἐν τῇ βίβλῳ τῶν Κριτῶν ἡρμήνευσεν· ὁλοκαυτώματα γὰρ καὶ ὁ Ἰε‐ φθάε ὑπὲρ τοῦ λαοῦ τῷ Θεῷ τὴν θυγατέρα προσ‐ | |
5 | ήνεγκεν. Ἑπτὰ παίδων πατὴρ Ἰεσσέ. Ἕβδομος ἀπὸ Ἀβραὰμ ὁ Μωϋσῆς. Δι’ ἑπτὰ γραμμάτων τὸ Ἰωάννου ὄνομα. Δι’ ἑπτὰ γραμμάτων καὶ ἡ τοῦ Χριστοῦ προσηγορία. Ἑπτὰ διάκονοι παρὰ τῶν μα‐ θητῶν εἰς διακονίαν τῶν Χριστιανῶν ἐξελέχθησαν· | |
10 | Στέφανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρμενᾶς, Νικόλαος. Ἑπτὰ παῖδες τὴν Ἀντιόχου τυραννίδα κατήνεγκαν. Καὶ συντόμως εἶπον, οὗτός ἐστιν ἐπαινετὸς ὁ ἀριθμὸς, καὶ θαυμάσιος· ὅτι αὐτὸς ἄνωθεν ὁ Δεσπότης ἐγγράφως βοᾷ· Τίμα τὴν | |
15 | ἡμέραν τοῦ Σαββάτου, καὶ ἁγίασον αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὁ Θεὸς ὧν ἤρξατο ἀποποιῆσαι. Αὐτῷ ἡ | |
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 517 |