TLG 2021 017 :: EPIPHANIUS :: Homilia in festo palmarum (fragmentum) [Sp.] EPIPHANIUS Scr. Eccl., Episcopus Homilia in festo palmarum (fragmentum) [Sp.] Citation: Volume — page — (line) | ||
42t | Ἐκ λόγου ποιοῦ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν | |
---|---|---|
43t | Ἐπιφανίου ἐπισκόπου, περὶ Βαΐων. | |
44 | Ὁ ὑπ’ ἀγγέλων ἀσιγήτως ἀνυμνούμενος, καὶ δοξο‐ | |
45 | λογούμενος, κάτω ὡς ἄνθρωπος γονυπετεῖ τῷ Πατρὶ καὶ εὔχεται· καὶ ἄνω αὐτὸς ὑπὸ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως εὐχὰς καὶ γονυκλισίας προσδέχεται. Κάτω πεινᾷ ὡς ἄνθρωπος, ἄνωθεν δὲ ὁ αὐτὸς ἐλθὼν ἄρτος οὐράνιος διψᾷ οἰκονομικῶς· ἀλλ’ αὐτός ἐστιν ἡ | |
43.501(50) | πηγὴ τῆς ζωῆς θεοπρεπῶς. Κάτω κοπιᾷ κατὰ τὴν πρόσληψιν· ἀλλ’ αὐτός ἐστιν ἡ τῶν κοπιώντων καὶ πεφορτισμένων ἀνάπαυσις. Αὐτὸς οὗτός ἐστιν ὁ σή‐ μερον ἐπὶ τὸν θάνατον ἑκουσίως ἐρχόμενος, ἵνα τοῦ ἰδίου θανάτου καταργήσει τὸν τὸ κράτος ἔχοντα | |
55 | τοῦ θανάτου, καὶ ἀθανασίαν χαριζόμενος τοῖς ὑπ’ αὐ‐ τοῦ θνήξασι, δι’ ἀθανασίας ἐλπίδα δελεασθεῖσιν. Διὰ | |
τοῦτο παρεγένετο, οὐ σκῆπτρα καὶ σάλπιγγας ἐπ‐ | 501 | |
43.504 | αγόμενος, ἀλλὰ πτωχείαν ἐσχάτην ἐνδεικνύμενος· οὐ ξίφη καὶ ὅπλα καὶ δόρατα, ἀλλὰ ταπείνωσιν ἄκραν φερόμενος· οὐχ ὁπλοφόρους, οὐκ ἀσπίδας χρυσοκολ‐ λήτους καὶ θυρεοὺς καὶ κράνος καὶ θώρακα, ἀλλὰ | |
5 | πραότητα ἄκραν, καὶ ἀκακίαν ἄμετρον, καὶ μετριό‐ τητα τὴν ὑπὲρ μέτρον, ὁ Κύριος Χριστὸς, ὁ Θεὸς ἐν Σιών. Καὶ ἐσείσθη, φησὶ, πᾶσα ἡ πόλις λέγουσα, Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστι Χριστὸς ὁ υἱὸς Δαβίδ. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ὁ | |
10 | ὄντως ναὸς καὶ Θεὸς ὁ ἱερώτερος καὶ τοῦ ἱεροῦ, ἐξ‐ ήνεγκε καὶ τοὺς μιαροὺς ἱερεῖς τοὺς παρανόμους καὶ κακοτρόπους. Οἱ δὲ παῖδες ἱεροπρεπῶς ἢ θεοπρεπῶς ἐν τῷ ἱερῷ τοῦ Θεοῦ ἑστῶτες, Ὡσαννὰ τῷ Θεῷ τοῦ ἱεροῦ Χριστῷ τῷ Ἰησοῦ ἀνέκραζον· Ὡσαννὰ τῷ | |
15 | υἱῷ Δαβὶδ, δωρουμένῳ εἰρήνην ἐν οὐρανῷ, καὶ δόξαν ἐν ὑψίστοις. Μακάριαι τῶν Ἐκκλησιῶν αἱ προσδοκίαι! Μακάριαι τῶν Χριστιανῶν αἱ ἐλπίδες! Τῷ εἰρηνάρχῳ πιστεύοντες, ἢ τὴν εἰρήνην πλουτήσαντες ἄνθρωποι ἀγγέλων συμπολῖται γεγόνασι· τὰ ἄνω καὶ κάτω ἀνα‐ | |
20 | μὶξ Χριστὸς πεποίηκε· τοῖς ἀσωμάτοις τοὺς χοϊκοὺς ἥνωσε. Χαίρετε ἐν Χριστῷ· πάλιν ἐρῶ, Χαίρετε. Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ἡ νέα Ἱερουσαλὴμ, ἡ τοῦ Θεοῦ Ἐκκλησία· σκόπησον τὰ τῆς ἑορτῆς σου μυστικώτερα· δράμε τῶν ὁρωμένων ὑψηλότερον, ἵνα | |
25 | γνῷς ἀναγωγικῶς καὶ τὰ αἰσθητῶς τελούμενα. | |
28 | Τίνος χάριν ὁ πάντη πεζοπόρος Ἰησοῦς νῦν καὶ μόνον ἐπὶ ζώου ἐκάθισεν, αὐτὸς ὑψούμενος, καὶ τὴν | |
30 | ἐν σταυρῷ ὕψωσιν ἑαυτῷ αἰνιττόμενος; Τίς ἡ κατ‐ έναντι κώμη; Πάντως ἡ ἀντίθετος καὶ ἐναντία τῷ κόσμῳ γνώμη, ἣν ἐκτήσατο ὁ κατέναντι τοῦ παρα‐ δείσου ἐξοικισθεὶς ἄνθρωπος, πρὸς ὃν ἀπέστειλεν ὁ Χριστὸς δύο τῶν μαθητῶν, οἷον Διαθήκην αὐτοῦ Πα‐ | |
35 | λαιὰν καὶ Νέαν, τὰς δύο Διαθήκας. Τίς ἡ ὄνος; Ἡ πα‐ λαιὰ πάντως καὶ μοιχαλὶς Συναγωγὴ, ἡ εἰς τὰ βάρη τὸν βίον βεβαρημένη, ἐφ’ ᾗ Χριστὸς μέχρι που κεκά‐ θικε. Τίς ὁ πῶλος; Ἐγὼ ὁ νέος καὶ ἀγύμναστος τῶν ἐθνῶν λαὸς, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν· οὐ νό‐ | |
40 | μος, οὐ φόβος, οὐκ ἄγγελος, οὐ προφήτης, οὐ Μωσῆς, οὐ Γραφή· ἀλλ’ αὐτὸς ὁ Θεὸς Λόγος ὁ ἡμῖν τοῖς ἀλό‐ γοις συμφατνιάσας ἐν Βηθλεὲμ, ὅπως τῆς ἡμετέρας ἀλογίας ἐλευθερώσῃ, θεολόγους ὕστερον καταστήσας. Τίς δὲ ἡ λύσις τοῦ πώλου; Πάντως ἡ ἀπὸ τῆς εἰδω‐ | |
45 | λολατρείας ἐλευθερία, καὶ ἡ τῶν εἰδωλικῶν αἱμάτων κατάλυσις, ἣν ἐσήμανε καὶ ἡ τῆς αἱμοῤῥοούσης γυ‐ ναικὸς ψαῦσις. Τίνες οἱ ἐπὶ τῇ λύσει τοῦ πώλου γογ‐ γύσαντες, λέγοντες· Τί λύετε τὸν πῶλον δεδεμέ‐ νον; Οἱ Ἰουδαῖοι [οἱ] καὶ δαίμονες. Τίς ἡ τῶν ἱμα‐ | |
43.504(50) | τίων τῶν παίδων ὑπόστρωσις; τί τοῦ παλαιοῦ ἀνθρώ‐ που ἔκδυσις; Ἡ τῆς Συναγωγῆς ἄσχημος γύμνωσις ὁμοῦ καὶ ἐρήμωσις. Τίνα τὰ θεολογοῦντα νήπια; Σύμβολα πάντως τοῦ πιστοῦ λαοῦ τῆς Ἐκκλησίας Χριστοῦ ἔγγονα. Τίνες αἱ τούτων μητέρες; Αἱ τοῦ | |
55 | βαπτίσματος κολυμβῆθραι αἱ τοὺς πιστοὺς ἀναγεν‐ νῶσαι. Τίνες αἱ τῶν μητέρων μαζοί; Αἱ δύο Διαθῆ‐ και αἱ ἡμῶν διδάσκαλοι ἀμφότεραι, ποτίζουσαι ἡμᾶς | |
τὸ γάλα τὸ πνευματικὸν καὶ οὐράνιον. | 503 | |
43.505(4) | Τίς ἡ ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστοῦ κατάβα‐ | |
5 | σις, ἀλλ’ ἢ πάντως ἡ ἐκ τοῦ οὐρανοῦ Θεοῦ Λόγου πρὸς ἡμᾶς συγκατάβασις; Τίνες τῶν ἐλαιῶν οἱ κλά‐ δοι; αἱ τῶν ἐλεημόνων ψυχαί. Τίς ἡ ὁδὸς, ἐν ᾗ καλῶς ὑποστρωννύουσι τὰς τῶν ἀρετῶν πράξεις, ἀπεκδυό‐ μενοι τὸν παλαιὸν ἄνθρωπον; Τί τῶν φοινίκων τὰ | |
10 | βαΐα; αἱ καθαραὶ τῶν δικαίων καρδίαι, αἱ ὡς φοίνι‐ κες ἀνθοῦσαι, καὶ ὡς αἱ κέδροι τοῦ Λιβάνου πλη‐ θυνόμεναι, αἱ πεφυτευμέναι ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐξανθοῦσαι, αἱ ἄνω ὀρθῶς πρὸς τὸν ἀληθῆ φοίνικα βλέπουσαι, πάντως δηλοῦσαι καὶ τὴν νίκην τοῦ τυ‐ | |
15 | ράννου καὶ τοῦ ᾅδου, αὐτοὶ ἐλευθερωθέντες τῆς ἐκεί‐ νων τυραννίδος τῇ τοῦ Χριστοῦ νικητοῦ δυνάμει. Τίνες οἱ προάγοντες; Προφῆται οἱ δίκαιοι. Τίνες οἱ ἀκολου‐ θοῦντες; ἀπόστολοι, καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν μετὰ τού‐ των πιστεύσαντες. Ἡ δὲ πόλις, ἡ ἄνω Ἰερουσαλήμ· | |
20 | τὸ δὲ ἱερὸν, ἡ βασιλεία τῶν οὐρανῶν, ἐξ ἧς Χριστὸς Ἰουδαίους ὡς ἀναξίους ἐξήγαγεν. Οὕτω τὰ τῆς ἑορτῆς σου νόησον· οὕτω τὸ τοῦ Δεσπότου μυστήριον φύλα‐ ξον. Πάντως δὲ καὶ τὰ τῆς ἑορτῆς σου *** Συνδρά‐ μωμεν μετὰ ἀγγέλων χορεύοντες, μετὰ τοῦ ὄχλου | |
25 | κροτούντων, μετὰ τοῦ πώλου σκιρτῶντες, μετὰ μητέρων θαυμάζοντες, μετ’ ἀποστόλων κηρύττοντες, καὶ Χριστῷ ὑπαντοῦντες τὴν Ἱερουσαλὴμ ἐπιβαί‐ νοντι, αἰνοῦντες, εὐλογοῦντες, Ὡσαννὰ λέγοντες. Εὐ‐ λογημένος ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος ἐν ὀνό‐ | |
30 | ματι Κυρίου κρῖναι τὸν κόσμον αὐτοῦ. Αὐτῷ ἡ δόξα τῷ Πατρὶ, καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας. | |
Ἀμήν. | 505 |