TLG 2021 016 :: EPIPHANIUS :: Homilia in laudes Mariae deiparae [Sp.]

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

Homilia in laudes Mariae deiparae [Sp.]

Citation: Volume — page — (line)

49tΤοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκό‐
50tπου πόλεως Κωνσταντίας, τῆς Κυπριωνήσου,
51tἐγκώμιος εἰς τὴν ἁγίαν τὴν Θεοτόκον.
52 Τὰς ἐκλαμπούσας μαρμαρυγὰς τῆς Θεοτόκου ἀκτῖ‐ νας φοβερὰς καὶ ἀκαταλήπτους δυνάμεις, οὐρανοῦ
καὶ γῆς οἰκουμένης μυστήριον, θαῦμα, ἱλαστήριον485

43

.

488

φράσας ὁ τάλας ἐγὼ, εἰς ἀκριβεστέραν ἔννοιαν ὁ τῆς καρδίας μου ἔνδον σκιρτήσας λογισμὸς βαθείας μνήμης, καὶ ὑψηλοτάτης θεωρίας πειρώμενος φέρειν τὸ θαῦμα, τρόμος καὶ φόβος πολὺς καὶ δεινὸς συν‐
5έσχε με, ὦ ἀγαπητοί. Ἡ γὰρ μνήμη τῆς φρικτῆς θεωρίας, ἔντρομον τὴν ψυχήν μου, καὶ φρικώδη τὴν καρδίαν ἐνέγκασα οὐ μετρίως ἐτιμώρησεν, ἀλλὰ δυ‐ νατῶς ἐβασάνισεν. Ἐπιπλήττει γάρ μου τὸν νοῦν, τῆς μεγίστης θεωρίας ἡ μνήμη, ὡς ἀκαταλήπτου
10μυστηρίου, τὸ λέγειν οὐκ ἰσχύουσα. Τίς γὰρ ἱκανὸς τοιοῦτο φράσαι μυστήριον; ποῖον δὲ φθέγξασθαι στόμα, ἢ ποία γλῶσσα λαλήσει; Λέληθεν, εἰπεῖν οὐκ ἰσχύει. Νῦν δὲ τολμήσω περὶ τῆς μόνης Θεοτόκου καθ’ ὃ καταλαμβάνω· καὶ πάλιν φοβοῦμαι. Οὐκ ἔχω
15γλῶτταν ἀξίως εἰπεῖν τὰ λίαν μεγάλα. Ἰσχνόφωνος γὰρ καὶ βραδύγλωσσος, καὶ οὐκ εὔλαλος ὑπάρχω, ἵν’ οὕτως εἴπω, περὶ τῆς μεγαλωνύμου καὶ ὁσίας καὶ ἀπειρογάμου καὶ θεοτόκου Μαρίας, μητρὸς τοῦ Κυρίου· περὶ ἧς οὐκ εὐμαρῶς ἀνθρώπων γλῶττα
20λαλήσει. Ἰσχνοφωνεῖ γὰρ πρὸς ταύτην, καὶ ὑπο‐ στέλλεται ἡ γλῶσσα, οὐκ ἀξίως ἔχουσα τὸ λέγειν. Αὕτη γὰρ καὶ τὰς τῶν οὐρανῶν δυνάμεις ἐξένισεν· ἐξέστησαν πάντες ἄγγελοι, ἀρχάγγελοι, ἀρχαὶ, ἐξου‐ σίαι, θρόνοι, κυριότητες, τὰ χερουβεὶμ καὶ τὰ σε‐
25ραφεὶμ καὶ πᾶσα στρατιὰ ἀγγέλων φόβῳ καὶ τρό‐ μῳ δεινῷ συσχεθέντες. Ἐθεώρησαν γὰρ ἐπὶ γῆς ἐν αὐτῇ τὸν ἐν οὐρανοῖς, καὶ ἔφριττον. Ἔβλεπον τὴν Παρθένον, οὐρανὸν καὶ θρόνον, καὶ συνείχοντο φό‐ βῳ, θεωροῦσαι τὸν ἄναρχον ἀπὸ θρόνου χερουβικοῦ
30εἰς μήτραν παρθενικὴν καθίσαντα.
33 Ὢ μακαρία ῥίζα· πόθεν ταύτην ἐβλάστησε; Περὶ ταύτης ὁ προφήτης Ἡσαΐας ὡς χελιδὼν κελαδεῖ, τῇ
35πυρίνῳ γλώττῃ βοῶν· Ἀναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβή‐ σεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὴν Πνεῦμα φό‐ βου Θεοῦ. Ἐκ τῆς ῥίζης δὲ Ἰεσσαὶ Δαβὶδ ὁ βασιλεὺς, καὶ
40ἐκ τῆς φυλῆς Δαβὶδ τοῦ βασιλέως ἡ ἁγία Παρθένος, ἡ ὁσία τῶν ὁσίων ἀνδρῶν θυγάτηρ, ἧς οἱ γονεῖς Ἰωακεὶμ καὶ Ἄννα, οἵτινες ἐν τῇ ζωῇ αὐτῶν τῷ Θεῷ εὐηρέστησαν, οἳ καὶ καρπὸν τοιοῦτον ἐβλάστη‐ σαν, τὴν ἁγίαν Παρθένον Μαρίαν, ναὸν Θεοῦ ὁμοῦ
45καὶ μητέρα· Ἰωακεὶμ δὲ καὶ Ἄννα καὶ Μαρία, οἱ τρεῖς τῇ Τριάδι σαφῶς ἐλειτούργησαν. Ἰωακεὶμ γὰρ ἑρμηνεύεται ἑτοιμασία Κυρίου· ἐξ αὐτοῦ γὰρ ἡτοιμάσθη ναὸς Κυρίου ἡ Παρθένος. Ἄννα δὲ πάλιν ὁμοίως χάρις ἑρμηνεύεται· χάριν γὰρ ἔλαβεν Ἰωα‐

43

.

488

(50)

κεὶμ καὶ Ἄννα, ἵνα τοιοῦτον βλαστήσωσι καρπὸν διὰ προσευχῆς, τὴν ἁγίαν Παρθένον κτησάμενοι. Ἰωα‐ κεὶμ γὰρ ἐν τῷ ὄρει προσηύχετο, καὶ Ἄννα ἐν τῷ παραδείσῳ αὐτῆς. Κυοφορήσασα δὲ Ἄννα, οὐρανὸν καὶ θρόνον χερουβικὸν ἔτεκε, τὴν ἁγίαν κόρην Μα‐
55ρίαν. Αὕτη γὰρ οὐρανὸς καὶ ναὸς καὶ θρόνος εὑρίσκε‐ ται. Ἡ γὰρ Μαρία ἑρμηνεύεται κυρία, ἀλλὰ καὶ
ἐλπίς. Κύριον γὰρ ἔτεκε, τὴν ἐλπίδα τοῦ παντὸς487

43

.

489

κόσμου Χριστόν. Ἑρμηνεύεται πάλιν τὸ Μαρία, σμύρνα θαλάσσης· σμύρναν δὲ ἐρεῖ, ὃ καὶ φημὶ, περὶ ἀθανασίας, ὅτι ἤμελλε τὸν ἀθάνατον μαργαρί‐ την τίκτειν ἐν τῇ θαλάσσῃ, τουτέστιν ἐν τῷ κόσμῳ.
5Θάλασσαν δὲ ἐρεῖ τὸν ἅπαντα κόσμον, ᾧ ἡ Παρθέ‐ νος γαλήνην ἐδωρήσατο, τὸν λιμένα τεκοῦσα Χρι‐ στόν. Τοιγαροῦν πάλιν τῆς σεμνῆς κόρης Μαρίας ἑρμηνεύεται τὸ μακάριον ὄνομα, φωτιζομένη, ἥτις ἐφωτίσθη παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐφώτισε τοὺς
10πιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι. Τριάδος γὰρ νύμφη ὑπάρχει ἡ ἁγία Θεοτόκος κόρη Μαρία, τὸ πανάῤῥητον τῆς οἰκονομίας κειμήλιον· πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύ‐ ριος μετὰ σοῦ. Ὑπέμνησεν ὁ Γαβριὴλ, καὶ ὁ Πα‐
15τὴρ οὐρανόθεν ἀῤῥαβῶνα τὸ Πνεῦμα τὸ ἅγιον ἀπ‐ έστειλεν, ὡρμήσατο τὴν Παρθένον εἰς τὸν μονογενῆ Υἱὸν, οὐράνιον νύμφην, ἣν ὁ Πατὴρ ἠγάπησεν, ὁ Υἱὸς ἐνῴκησε, τὸ ἅγιον Πνεῦμα ἐπεπόθησεν. Αὕτη γὰρ νύμφη καὶ παστὰς, καὶ ἐκ ταύτης ὁ νυμφίος
20ἐκπορευόμενος Χριστὸς, τὸ παρθενικὸν ἔνδυμα, κατὰ τὴν τοῦ προφήτου Δαβὶδ μελῳδίαν· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ὦ νυμφίου πό‐ θος ἁγνείας! τὴν ἰδίαν δούλην, νύμφην, καὶ μη‐
25τέρα ὁρμᾶται ὁ Γαβριήλ· πρόξενος τῆς Παρθένου ἐγένετο, οὐρανοῦ καὶ γῆς συνάπτων τὸ θυμίαμα· ἣν προφῆται σαφῶς ὑπέγραψαν, τοῦ γάμου τὴν τά‐ ξιν κηρύξαντες, πῶς ἡ Παρθένος οὐράνιος εὑρίσκε‐ ται νύμφη ὁμοῦ τε καὶ μήτηρ, ἡ τὰ πρὸ γάμου
30δῶρα λαβοῦσα τὸ ἅγιον Πνεῦμα, προῖκα δὲ τὸν οὐρα‐ νὸν ὁμοῦ τε καὶ παράδεισον.
34Ἐζήτει οὖν ἰδεῖν ἡ Παρθένος ὃν ἐπόθει, καὶ ἔλεγε·
35Ποῦ ὁ νυμφίος οὗ τὸ κάλλος ποθῶ; ποῦ τὸ κάλλος τοῦ ἡλίου λαμπρότερον; ποῦ τῆς πάσης εὐμορφίας ἡ ἀνεκλάλητος δόξα; ποῦ τὸ ἄσβεστον φῶς, ὃ πο‐ θοῦσα ζητῶ; ποῦ ὁ ἥλιος ὃς ἀκτῖνα ζητεῖ; ποῦ τῶν χερουβεὶμ ἡ κιθάρα; ποῦ τῶν σεραφεὶμ τὸ ἀκοί‐
40μητον ὄμμα Χριστός; ποῦ τῶν ἀγγέλων ἡ προσκύ‐ νησις, ἣν ὁ Γαβριὴλ ἐμήνυσε; ποῦ ὁ μόνος τοῦ μό‐ νου μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὃν ἡ Παρθένος πο‐ θοῦσα, καὶ φιλοῦσα ὁμοῦ τε καὶ ζητοῦσα ἀσπάζεται; πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη. Ἡ χά‐
45ρις ἡ ἀπέραντος τῆς ἁγίας Παρθένου. Χαῖρε, κεχα‐ ριτωμένη, πολλῶν ἀρετῶν κατακεκοσμημένη, λαμ‐ παδηφοροῦσα Παρθένε τὸ ἄσβεστον τοῦ ἡλίου λαμ‐ πρότερον φῶς. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· ἐν σοὶ γὰρ ἄγκιστρον ἡ θεό‐

43

.

489

(50)

της. Χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ τῆς δόξης κι‐ βωτός· Χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, τὸ οὐράνιον ἔχουσα μάννα. Χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα.
55 Χαῖρε, κεχαριτωμένη, νοερὰ θάλασσα, τὸν οὐρά‐ νιον ἔχουσα μαργαρίτην Χριστόν· Χαῖρε, κεχαρι‐
τωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν489

43

.

492

οὐρανοῖς ἔχουσα Θεόν. Χαῖρε, κεχαριτωμένη, ἡ τὸν χερουβικὸν θρόνον τῆς θεότητος ἐξαστράπτουσα. Χαῖρε, κεχαριτωμένη, κύκλον ἔχουσα οὐρανοῦ, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν, καὶ ἀστενοχώ‐
5ρητον. Χαῖρε, κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα, τὸν ἐν τῇ ἐρήμῳ τὸν λαὸν καθ‐ οδηγήσαντα. Τί εἴπω; καὶ τί λαλήσω; πῶς μακαρίσω τὴν ὁλόῤῥιζον δόξαν; ὅτι χωρὶς Θεοῦ μόνου πάντων ἀνωτέρα ὑπάρχει. Καλλιωτέρα γὰρ τῶν χερουβεὶμ
10καὶ σεραφεὶμ, καὶ πάσης στρατιᾶς πέφυκεν ἀγγελι‐ κῆς· πρὸς ἣν οὐρανοῦ καὶ γῆς οὐκ ἐπαρκέσει γλῶτ‐ τα, τάχα δὲ οὔτε ἀγγέλων. Καὶ γὰρ αὐτοὶ ὕμνον καὶ αἶνον καὶ τιμὴν καὶ δόξαν προσήνεγκαν· ἀλλ’ οὔτε οὕτω κατ’ ἀξίαν εἰπεῖν ἴσχυσαν. Ἔχαιρον δὲ
15ἄγγελοι, ὡς αὐτοὶ μόνον τὸν Θεὸν ἔχοντες, πρὸς οὓς ἡ παναγία Παρθένος ἀνωτέρα πέφυκε, τὸν Θεὸν τὸν ἐν οὐρανῷ ἐπὶ γῆς κυήσασα, ἵν’ οὕτως ἑλκύσῃ στρα‐ τιὰς ἀγγέλων ἐπὶ γῆς μετὰ ἀνθρώπων. Αὕτη γὰρ οὐρανοῦ καὶ γῆς μεσίτης πέφυκεν ἑνότητα ποιή‐
20σασα. Ὦ μακαρία Παρθένε, ἁγνὴ περιστερὰ, ἡ οὐράνιος νύμφη Μαρία, οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος· ἡ τὸν ἐξαστράπτοντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἥλιον ἔχουσα Χριστόν· ἡ φωτεινὴ νεφέλη, πάμφωτον ἀστραπὴν ἐξ οὐρανοῦ τῷ κόσμῳ κατα‐
25λάμψασα Χριστόν· ἡ οὐράνιος νεφέλη, ἡ τὴν βρον‐ τὴν τοῦ ἁγίου Πνεύματος ἐν ἑαυτῇ κρυπτομένην τῷ κόσμῳ καταβιβάσασα, ἡ τὸν ὄμβρον τοῦ ἁγίου Πνεύ‐ ματος τῇ πάσῃ γῇ πρὸς καρποφορίαν πίστεως κα‐ ταράξασα.
31 Χαῖρε, κεχαριτωμένη, ἡ πύλη τῶν οὐρανῶν, περὶ ἧς ὁ προφήτης κέκραγε λέγων· Ἰδοὺ ἡ πύλη κεκλεισμένη, καὶ οὐδεὶς εἰσελεύσεται δι’ αὐτῆς, οὐδὲ ἐξελεύσεται, εἰ μὴ Κύριος ὁ Θεὸς μόνος·
35καὶ ἔσται ἡ πύλη κεκλεισμένη τῷ ἡγουμένῳ, διότι ἡγούμενος αὐτὸς κληθήσεται, καὶ εἰς αὐ‐ τὸν ἐλπιοῦσι πάντα τὰ ἔθνη. Περὶ ταύτης τῆς πύλης καὶ ἐν τοῖς ᾌσμασι τῇ λέξει ὁ προφήτης τρανῶς καὶ σαφῶς καταλέγεται
40κεκραγώς· Κῆπος κεκλεισμένος, ἀδελφή μου, νύμ‐ φη· κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἔμεινεν ἐν τῇ παρθενίᾳ ἡ ἁγία καὶ σεμνὴ κόρη Μαρία, ἡ φωτεινὴ νεφέλη, ἡ ἔνδον ἔχουσα τὸν Θεὸν Λόγον· πρὸς ἣν ὁ μεγαλόφωνος Ἡσαΐας· Ἰδοὺ νε‐
45φέλη κούφη, καὶ ἥξει εἰς Αἴγυπτον· τὸ ἀλατόμη‐ τον ὄρος, ἡ τὴν ἀκρότομον ἔχουσα πέτραν Χριστὸν, περὶ ἧς ὁ σοφώτατος Δανιὴλ λέγει· Ἀπετμήθη λί‐ θος ἐξ ὄρους ἄνευ χειρῶν· τουτέστιν, ἄνευ ἀνδρὸς τὴν στερεὰν πέτραν Χριστὸν ἔτεκεν ἡ Παρθένος, ὁ

43

.

492

(50)

ἀσύνθετος ναὸς, ἡ τὸν οὐράνιον ἔχουσα λίθον Χρι‐ στὸν, ἡ βροντοειδὴς νεφέλη, ἡ τὴν ἀστραπὴν ἔνδον κοιλιοφόρως βαστάσασα· καὶ μαρτυρεῖ μοι τῷ λόγῳ ἡ θεία Γραφὴ λέγουσα, Κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· ἡ ἀγεώργητος χώρα, ἡ
55τὸν Λόγον ὡς κόκκον σίτου δεξαμένη, καὶ τὸ δράγμα βλαστήσασα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν
ἄρτον τῆς ζωῆς ἔχουσα· ἡ ὁσία μήτηρ τοῦ Σωτῆρος,491

43

.

493

ἡ τὸν Λόγον τοῦ Πατρὸς ἐκ σοῦ σαρκωθέντα τε‐ κοῦσα, πρὸς ἣν Ἡσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γα‐ στρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ, Ἐμμανουήλ. Ὦ Παρθένος ἁγία, ἁγία μή‐
5τηρ Κυρίου· μακαρία νύμφη Τριάδος ἀχωρίστου· μακαρία σὺ ἐν γυναιξὶν, ἡ τεκοῦσα ἐπὶ γῆς ὡς βρέ‐ φος τὸν πάντων κτίστην Θεόν· μακαρία σὺ ἐν γυ‐ ναιξὶν, ἡ μόνη ἐπὶ γῆς κυήσασα τὸν οὐράνιον Θεόν· μακαρία σὺ ἐν γυναιξὶν, ἧς μασθοὺς ἐθήλασεν ὁ
10τρέφων τὰ σύμπαντα· μακαρία σὺ ἐν γυναιξὶν, ἡ νῦν γεννήσασα τὸν ποτὲ πλάσαντα πηλῷ τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, Θεοτόκε ἁγία παρθένε Μαρία. Θεοτόκος γὰρ ὑπάρχεις, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκω‐ θέντα τεκοῦσα· Θεοτόκος ὑπάρχεις ἡ τὸν Θεὸν Λόγον
15ἐν μορφῇ δούλου κυήσασα· Θεοτόκος ὑπάρχεις, ὅτι Θεὸν Λόγον δεξαμένη σαρκωθέντα ἔτεκες· Θεοτόκος ὑπάρχεις ἡ μόνη τοῦ μόνου μονογενῆ Υἱὸν τοῦ Θεοῦ γεννήσασα· οὐ πρόσκαιρον Θεὸν γεννήσασα, ἀλλ’ αἰώνιον τὸν πρὸ σοῦ καὶ πάντων Θεὸν, ἐκ σοῦ σαρ‐
20κωθέντα· τὸ ἄσπιλον πρόβατον, ἡ τὸν ἀμνὸν τεκοῦσα Χριστόν· ἡ δάμαλις ἡ ἀπειρόζυγος, ἡ τὸν μόσχον γεννήσασα· ἡ νοερὰ τῆς πίστεως τράπεζα, ἡ τὸν ἄρ‐ τον τῆς ζωῆς τῷ κόσμῳ χορηγήσασα. Τί εἴπω; καὶ τί λαλήσω τὴν ὁλόῤῥιζον δόξαν;
25Περὶ ταύτης τῆς ὁσίας κόρης τῆς ἀείπαιδος καὶ παρ‐ θένου, διὰ τοῦ προφήτου λέγοντος ὁ Θεός φησιν· Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐ‐
30τοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπί‐ λοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ· καὶ στήσεται, καὶ ὄψεται, καὶ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος. Ὦ Παρθένε ἁγία, φωτὸς αἰωνίου ὑπάρχουσα μήτηρ· φωτὸς τοῦ
35φωτίσαντος ἐν οὐρανοῖς τὰς τῶν ἀγγέλων στρατιάς· φωτὸς τοῦ φωτίσαντος τῶν σεραφεὶμ τὸ ἀνεκλάλητον ὄμμα· φωτὸς τοῦ φωτίσαντος λαμπραῖς λαμπάσι τὸν ἥλιον· φωτὸς τοῦ φωτίσαντος τὰ πέρατα τῆς οἰκου‐ μένης τῇ Τριάδι· φωτὸς τοῦ εἰπόντος· Ἐγώ εἰμι τὸ
40φῶς τοῦ κόσμου· φωτὸς τοῦ εἰρηκότος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· φωτὸς τοῦ ἀναληφθέν‐ τος καὶ φωτίσαντος ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς τὰ σύμ‐ παντα. Ὦ παναγία Παρθένε, ἡ στρατιὰς ἀγγέλων ξενίσασα! Ξένον γὰρ θαῦμα ἐν οὐρανοῖς, γυνὴ τὸ
45φῶς ἐν ἀγκάλαις βαστάσασα· ξένον θαῦμα ἐν οὐρα‐ νοῖς, χερουβικὸς θρόνος ἕτερος· ξένον θαῦμα ἐν οὐ‐ ρανοῖς, γυναικὸς υἱὸς, αὐτῆς καὶ τῶν αἰώνων πατὴρ ὑπάρχων· ξένον θαῦμα ἐν οὐρανοῖς, Παρθένου θάλα‐ μος, Υἱὸν Θεοῦ, Θεὸν νυμφίον ἔχουσα Χριστόν·

43

.

493

(50)

ξένον θαῦμα ἐν οὐρανοῖς, τὸ βρέφος τῆς Παρθένου, Δεσπότης τῶν ἀγγέλων πέφυκεν. Ὦ παναγία Παρ‐ θένε, μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν ἄναρχον γεννήσασα Λόγον, τὸν τοῦ Πατρὸς σύνθρονον Υἱὸν, τὸν ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, τὸν προαιώ‐
55νιον σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τὸν τοὺς οὐρανοὺς καμαρώσαντα, τὸν τὴν γῆν ἑδράσαντα.
Χαῖρε, παναγία Παρθένε, ἡ τὸ πῦρ τῆς θεότητος493

43

.

496

ἀφλέκτως, ὡς νοερὰ βάτος, κατέχουσα, ἡ νοερὰ κλί‐ βανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς θερμὸν τῷ κόσμῳ πρὸς βρῶσιν ἐνέγκασα· περὶ οὗ λέγει ὁ Σωτὴρ τοῦ κόσμου Χριστός· Λάβετε, φάγετε·
5τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Πλουσία τῆς παρθενικῆς ἡ πανάρετος τράπεζα, ὦ ἀγαπητοὶ, παντοίων καλῶν βρωμάτων πρὸς ἀπόλαυσιν τῇ οἰκουμένῃ ἐδωρήσατο ἡ ὁσία Παρθένος καὶ μήτηρ τοῦ Χριστοῦ, ἡ τὸν φω‐
10τεινὸν λύχνον τὸν ἐκλάμποντα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς βαστάσασα Χριστόν· πρὸς ἣν ὁ προφήτης Ζα‐ χαρίας· Ἰδοὺ λυχνία χρυσῆ καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς. Τοιγαροῦν καὶ ὁ Δαβὶδ τὸ μελῳδικὸν ᾆσμα τοῦτο βοᾷ· Λύχνος τοῖς ποσί μου ὁ λόγος
15σου, καὶ φῶς τοῖς τρίβοις μου. Ὦ λυχνία παρθενικὴ, ἡ τὸ σκότος ἀπελαύνουσα καὶ τὸ φῶς καταυγάζουσα. Ὦ λυχνία παρθενικὴ, ἡ τὸ πῦρ καὶ τὸ ἔλαιον ἀχώριστον πρὸς φωτισμὸν ἐν‐ έγκασα. Ὦ λυχνία παρθενικὴ, τρίφωτον ἓν πῦρ
20ἄσβεστον, ὁμοούσιον ἀφ’ ὑψηλοτάτου θρόνου λαβοῦσα, καὶ πρὸς φωτισμὸν τῆς οἰκουμένης ἐκλάμψασα. Ὦ λυχνία παρθενικὴ, περὶ ἧς διὰ τοῦ Προφήτου λέγει ὁ Θεός· Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοί‐ μασα λύχνον τῷ Χριστῷ μου. Ὁ βασιλικὸς στέ‐
25φανος, τὸν μαργαριτοειδῆ πολύτιμον ἔχουσα λίθον Χριστόν· ἡ βασιλικὴ πορφύρα, τὸν οὐρανοῦ καὶ γῆς ἐνδύσασα βασιλέα τὸ οἰκουμενικὸν τοῦ σώματος πορ‐ φυροειδὲς ἔνδυμα· ἡ ἀκηλίδωτος τῶν Χριστιανῶν πίστις· ἡ ἀκατάληπτος βίβλος, ἡ τὸν Λόγον καὶ τὸν
30Υἱὸν τοῦ Πατρὸς τῷ κόσμῳ παραναγνώσασα. Ἡ μακαρία ἐν γυναιξὶν, ἡ τὸν Λόγον ἐκ σοῦ σαρκω‐ θέντα τεκοῦσα, Λόγον τὸν τοῦ Πατρὸς Υἱὸν, Λόγον τὸν προαιώνιον Θεὸν, Λόγον ἄναρχον, καὶ ἀΐδιον, Λόγον τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυ‐
35νούμενον, Λόγον τὸν σύνθρονον τοῦ Πατρὸς, Λόγον τὸν ἐπὶ τῶν χερουβεὶμ καθήμενον, Λόγον, ὃν τὰ τετράμορφα ζῶα δοξολογοῦσι, Λόγον τὸν τοὺς ἀγγέ‐ λους κτίσαντα, Λόγον τὸν ἀρχὰς καὶ ἐξουσίας εἶναι ποιήσαντα, Λόγον τὸν οὐρανοὺς ἐκτείναντα, καὶ τὴν
40γῆν ἑδράσαντα, Λόγον τὸν ἀληθινὸν Θεὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, ὃν ἔτεκες, παναγία Παρ‐ θένε, καὶ μετὰ τόκον πάλιν παρθένος, ἡ τὸν μαργα‐ ρίτην τεκοῦσα, καὶ τὸν βασιλικὸν στέφανον πλέξασα. Ὦ μακαρία Παρθένε, ἡ τὴν οὐράνιον δόξαν βλαστή‐
45σασα, ἡ ἀπὸ πολλῶν ἀνθῶν τοῦ παραδείσου τὸν κό‐ σμον εὐωδίᾳ πληρώσασα. Κρίνον ἄσπιλον ὑπάρχει ἡ Παρθένος, τὸ ἀμάραντον ῥόδον γεννήσασα Χριστὸν, ἡ ἄμπελος τῆς ἀληθείας, ἡ πολύφορος καὶ ἀτρύγητος τῇ παρθενίᾳ, ἡ μὴ σκαφεῖσα, καὶ βοτρυοφορήσασα,

43

.

496

(50)

ἡ τὸν πέπειρον βότρυν βλαστήσασα Χριστόν. Πῶς οὖν ἐβλάστησας, πεῖσον ἡμᾶς, παναγία Παρθένε· πῶς μήτηρ Θεοῦ ὤφθης ἐπὶ γῆς, Λόγον προαιώνιον δεξαμένη. Ἡ κοιλιοφορήσασα παρθένος ἐγὼ ἄφθαρ‐ τος, ναὸς ἀμόλυντος γέγονα τοῦ ἐνοικήσαντος ἐν
55ἐμοὶ Λόγου Θεοῦ ἀπειρογάμου.495

43

.

497

Τὸν Ἐμμανουὴλ ἐν ἀφθάρτῳ κοιλίᾳ φέρουσα, εἰς γαστέρα ἀμόλυντον, ἀφομοιουμένη θρόνῳ χερου‐ βικῷ· εἰς ἣν ὁ Λόγος τοῦ Πατρὸς σὰρξ ἐγένετο, ὁ ἄναρχος καὶ ἀόρατος· ὁρατὸς οἰκονομικῶς, ὁ ἐναν‐
5θρωπήσας Θεός· πεῖραν οὐκ ἐγνωκυῖα ἀνδρὸς, τὸν προαιώνιον Θεὸν Ἰησοῦν Χριστὸν ἔτεκον. Παρθένος γὰρ καὶ νῦν ὑπάρχω μετὰ τὸν τόκον, καθαρωτέρα τοῦ πρώην. Ἀπόνως ἔτεκον, οὐχ ὡς πᾶσα γυνή· ἀν‐ όμοια γὰρ ἐμοῦ κἀκείνων τὰ μεταξὺ πράγματα. Οὐκ
10ἔγνω φύσις ἀνθρώπων τὸν τόκον μου, εἰ μὴ μόνος ὁ ἐν ἐμοὶ οἰκήσας Θεός. Ὦ Παρθένε, φρικτὸν τῆς Ἐκκλησίας κειμήλιον, τὸ μέγα τυχὸν μυστήριον, ἱερέα καλεῖ τὴν παρθένον ὁμοῦ τε καὶ θυσιαστήριον· ἥτις τραπεζοφοροῦσα τὸν οὐράνιον ἄρτον Χριστὸν
15ἔδωκεν ἡμῶν εἰς ἄφεσιν ἁμαρτιῶν. Ὢ γαστὴρ ἀμό‐ λυντος οὐρανὸν κύκλον ἔχουσα, καὶ Θεὸν ἀχώρητον, ἐν σοὶ δὲ χωρητὸν βαστάσασα. Ὢ γαστὴρ οὐρανοῦ πλατυτέρα, Θεὸν τὸν ἐν σοὶ μὴ στενοχωρήσασα. Ὢ γαστὴρ ἑπτάκυκλος οὐρανὸς, καὶ μειζοτέρως αὐ‐
20τῶν τυγχάνουσα. Ὢ γαστὴρ ἑπτὰ οὐρανῶν ὑψηλο‐ τέρα καὶ πλατυτέρα. Ὢ γαστὴρ ὁ ὄγδοος οὐρανὸς στερεωμάτων ἀνωτέρα Ὢ γαστὴρ ἑπταφώτου χάρι‐ τος τὸ ἄσβεστον ἔχουσα φῶς. Τί εἴπω, ἢ τί λαλήσω περὶ τῆς σεμνῆς καὶ ἁγίας Παρθένου; Ὁ πόθος ἕλ‐
25κει με λέγειν περὶ τῆς Θεοτόκου, καὶ φόβος κατέχει με τοῦ σιωπᾷν, οὐκ ἀξίως ἔχων τοῦ λέγειν. Ὁ νοῦς προκαλεῖται, καὶ ὁ φόβος ἀπωθεῖται· ὃς μὲν ἕλκει με, ὃς δὲ ἀνθέλκει με. Ἐπειδὴ οὖν συνέχομαι τῶν ἀμφοτέρων, συμφέρει μοι λαλῆσαι περὶ τῆς μεγαλ‐
30ωνύμου καὶ ὁσίας Παρθένου. Λέγω γὰρ ταύτην οὐρα‐ νὸν καὶ θρόνον ὁμοῦ τε καὶ σταυρόν· τὰς γὰρ ἁγίας ἀγκάλας ἐκτείνασα, τὸν Δεσπότην ἐβάστασεν ὁ θρόνος χερουβικὸς, σταυροειδὴς, οὐράνιος, περὶ ἧς διὰ τῶν Γραφῶν ἐν οὐρανοῖς παρακύπτω, καὶ βλέπω ταύτην
35ὑπὸ ἀγγέλων προσκυνουμένην. Ὅθεν πρῶτον ὁ Γα‐ βριὴλ τὴν Παρθένον ἀσπάζεται· Χαῖρε, κεχαριτω‐ μένη, ὁ Κύριος μετὰ σοῦ· χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανός· χαῖρε, κεχαριτωμένη, ἡ τὸν ἐξαστράπτοντα ἐξ οὐρανοῦ λαμπραῖς λαμπάσιν
40ἀκτῖνα ἔχουσα ἥλιον τὸν Χριστόν. Σεραφεὶμ γέγονεν ἡ Παρθένος, ἡ πολυώνυμος, καὶ πολυόμματος, τῆς ἀκαταλήπτου θέας· σκέπη τις νοερὰ, δι’ οἰκουμενι‐ κοῦ σώματος εὑρεθεῖσα, τὰ χερουβεὶμ ὑπερβαίνουσα. Ἐκεῖνα μὲν γὰρ ἀποστρέφονται μὴ δυνάμενα ἀτενί‐
45σαι πρὸς νοητὸν πῦρ τῆς θεότητος. Αὕτη δὲ τρανοῖς ὄμμασιν ἐνατενίζουσα τὸ ἀκατάληπτον καὶ ἀκοίμη‐ τον ὄμμα Χριστοῦ, ποθοῦσα καὶ φιλοῦσα ἠσπάζετο. Στρατιαὶ ἀγγέλων ὑποπόδιον τῶν ποδῶν τοῦ Σωτῆρος προσπίπτοντες, οὔτε ἰδεῖν, οὔτε προσψαῦσαι ἰσχύου‐

43

.

497

(50)

σιν· αὕτη δὲ χείλη χείλεσι συνάπτουσα τὸν ἀκατά‐ ληπτον ἠσπάζετο. Ὦ Παρθένε, ἀκαταλήπτου μυστη‐ ρίου φέρουσα θαῦμα, τριπόθητον πίστιν τῇ οἰκου‐ μένῃ κηρύξασα.
56 Ἀγγέλων ἀνωτέρα γέγονεν ἡ Παρθένος, μειζοτέρα τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ, ἀρέσκουσα τῷ βασι‐ λεῖ Χριστῷ, ὡς ἀξία δούλη καὶ μήτηρ τιμηθεῖσα
παρὰ Θεῷ. Ἁγία μήτηρ ἀμόλυντε, ἡ τὸν πρὸ σοῦ497

43

.

500

γεννήσασα Χριστὸν τὸν εἰπόντα· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· ἡ τὸ σπήλαιον δοξάσασα, καὶ τὴν φάτνην μεγαλύνασα. Παρθένος γὰρ καὶ σπήλαιον καὶ φάτνη, οὐρανοῦ κύκλον ἔχοντες, Θεὸν ἀχώρητον
5ἔφερον, οἱ τρεῖς τῇ Τριάδι σαφῶς λειτουργήσαντες, ὅτε ἡ Παρθένος ἀπόνως τὸν οὐρανοῦ καὶ γῆς Δεσπό‐ την ἐν τῷ σπηλαίῳ κυήσασα, ἐν τῇ φάτνῃ ἔθετο, τότε καὶ τάξεις ἀγγέλων τὴν Παρθένον ἐκύκλωσαν βοῶντες καὶ λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ
10ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὅθεν καὶ ποιμένες ἀγραυλοῦντες τὴν τοιαύτην δοξολογίαν τῶν ἀγγέλων ἤκουσάν τε περὶ τοῦ Σωτῆρος, καὶ τῷ δρόμῳ βαδίσαντες, τὸ φῶς προσεκύνησαν, ξένον θαῦμα θεασάμενοι, τὴν δούλην τοῦ Δεσπότου καὶ τὴν
15ἐπίγειον παρθένον, οὐράνιον νύμφην. Αὕτη γὰρ καὶ νύμφη, καὶ παστὰς, καὶ Θεοῦ μήτηρ ὤφθη ἐν τῷ σπηλαίῳ, ὅτε τὸ βρέφος ἔτεκε Χριστὸν, κατὰ τὴν προφητικὴν Ἡσαΐου φωνήν· ὅτι Παιδίον ἐγεννήθη ἡμῖν· υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ
20ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγά‐ λης βουλῆς Ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσια‐ στὴς, Ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶ‐ νος. Εἶτά φησι μετὰ ταῦτα· Μάγοι ἀπὸ ἀνατολῶν ὑπὸ ἀστέρος φωτεινοῦ καταλαμπόμενοι, καὶ ὁδηγού‐
25μενοι, τὸ μῆκος τῆς ἐξ ἀνατολῆς ὁδοῦ βαδίσαντες, ἥκασιν εἰς προσκύνησιν τοῦ τεχθέντος ἐν Βηθλεέμ. Ὅθεν καὶ τὴν πόλιν Ἱερουσαλὴμ καταλαβόντες, κρύπτεται ἀπ’ αὐτῶν ὁ ἀστήρ· οἱ δὲ θορυβηθέντες τὸν ὁδηγὸν ἀπολέσαντες, ἀνάγκης τῇ βίᾳ τοὺς ἐν τῇ
30πόλει ἐρωτῶντες, ἐπυνθάνοντο παρ’ αὐτῶν· Ποῦ ὁ Χριστὸς γεννᾶται; ξένον δὲ θαῦμα πᾶσιν ἐνομίζετο. Περὶ οὗ Ἡρώδης ἀκούσας, ἐταράττετο λίαν, καὶ κα‐ λέσας τοὺς ἱερεῖς, ἐπυνθάνετο παρ’ αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον καὶ οὐκ ἠρνήσαντο·
35ὡμολόγησαν καὶ οὐκ ἐψεύσαντο. Τὰς ἀκτῖνας τοῦ ἡλίου κρύπτειν οὐκ ἠδύναντο, τὴν περὶ τοῦ Σωτῆρος φωνὴν διὰ τοῦ προφήτου σαφηνιζομένην ἐμαρτύρη‐ σαν λέγοντες· Ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστός. Οὕτω γὰρ βοᾷ διὰ τοῦ προφήτου· Καὶ σὺ, Βηθλεὲμ, οὐ‐
40δαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ. Ὢ τοῦ ἀπειθοῦντος Ἰσραήλ! Ὡμολόγησε τὸ πρᾶγμα τοῦ νόμου, καὶ τὸν νομοθέτην ἠρνήσατο· αὐτοὶ ἐμαρτύρησαν ποῦ ὁ Χριστὸς γεννᾶται, καὶ αὐ‐
45τοὶ πάλιν ἠρνήσαντο τὸν γεννηθέντα Χριστόν. Τί οὖν οἱ μάγοι; ὧν τὸ οἰκεῖον τοῦ νοὸς ἠλλοιώθη, ὧν ἡ καρδία ἐταράττετο λίαν, καὶ ἐσβέννυτο ἐν λύπῃ, ὧν οἱ στεναγμοὶ ὡς κυμάτων βία τὴν ναῦν ἐπόντιζον, ὧν οἱ ὀφθαλμοὶ μαργαριτοειδέσι δάκρυσι τὴν γῆν

43

.

500

(50)

κατέῤῥαινον, ὧν ἀφόρητος ἡ θλίψις, τὸν ἀνατολῶν ζητοῦντες ὁδηγὸν, ὃν οὐκ εἶχον, ἔχοντες ἐζήτουν· Ποῦ ὁ ἀστὴρ ὁ τῶν μάγων ὁδηγός; Καθ’ οἷον δὲ τρόπον κρύπτεται ἀπ’ αὐτῶν ὁ ἀστὴρ, σκόπει τὴν ἀλήθειαν, καὶ βλέπε τὸ θαῦμα, καὶ τὴν μήνυσιν. Ἕνεκεν τού‐
55του κρύπτεται ἀπ’ αὐτῶν ὁ ἀστὴρ, ἵνα τούτων ἐρω‐ τώντων παρὰ τῶν ἀπίστων ἱερέων, φανερὸν γένηται
πᾶσι τὸ οὐρανοῦ καὶ γῆς μυστήριον. Ὅθεν μετὰ τὸ499

43

.

501

γνῶναι πάντας, φανεροῦται πάλιν μάγοις ὁ ἀστὴρ, ἕως οὗ ἐλθὼν ἔστη ἐπάνω τοῦ βρέφους ἐν τῷ σπη‐ λαίῳ, ἢ μᾶλλον ἐν τῷ οὐρανῷ. Ὅπου γὰρ Χριστὸς, ἐκεῖ ὁ οὐρανός· τὸ γὰρ σπήλαιον οὐρανὸς ὤφθη ἐπὶ
5γῆς. Οἱ δὲ ἰδόντες τὸν ἀστέρα, μᾶλλον δὲ τὸν Σωτῆ‐ ρα, ἐχάρησαν χαρὰν μεγάλην, οἳ καὶ κύψαντες προσ‐ εκύνησαν, καὶ ἐκβαλόντες τὰ δῶρα, χρυσὸν καὶ λί‐ βανον καὶ σμύρναν. Χρυσὸν μὲν ὡς βασιλεῖ· λίβανον δὲ ὡς Θεῷ· καὶ σμύρναν ὡς θνητῷ· μᾶλλον δὲ ἵνα καὶ
10τὸν ἐνταφιασμὸν μηνύσωσι τοῦ πάντων κτίστου καὶ δημιουργοῦ Χριστοῦ, ὃν ἔτεκεν ἡ οὐράνιος νύμφη Μαρία, ὁ οὐρανὸς καὶ ναὸς καὶ θρόνος τῆς θεότητος, τὸ ἀνεκλάλητον τοῦ παραδείσου κειμήλιον. Ἄγγελοι τὴν Εὔαν ἐμέμφοντο, νυνὶ δὲ τὴν Μαρίαν δοξάζουσιν·
15ἡ τὸ ἀσθενὲς τῶν γυναικῶν κυρίως δοξάσασα, ἡ τὴν πεσοῦσαν Εὔαν ἀναστήσασα, καὶ τὸν ἐκβληθέντα τοῦ παραδείσου Ἀδὰμ εἰς οὐρανοὺς ἀποστείλασα, ἡ τὸν κλεισθέντα παράδεισον ἀνοίξασα, καὶ διὰ λῃστοῦ πά‐ λιν τὸν Ἀδὰμ καταφυτεύσασα. Διὰ σοῦ γὰρ τὸ μεσό‐
20τοιχον τοῦ φραγμοῦ τὴν ἔχθραν κατέλυσεν, ὦ ἁγία Παρθένε· διὰ σοῦ ἡ οὐράνιος εἰρήνη τῷ κόσμῳ ἐδω‐ ρήθη, διὰ σοῦ τὰ πέρατα τῆς οἰκουμένης ἐφωτίσθη, διὰ σοῦ ἄνθρωποι ἄγγελοι γεγόνασι, διὰ σοῦ φίλοι, καὶ δοῦλοι, καὶ τέκνα Θεοῦ ἄνθρωποι ἐκλήθησαν, καὶ διὰ
25σοῦ σύνδουλοι ἀγγέλων καὶ συνόμιλοι ἄνθρωποι ἠξιώ‐ θησαν γενέσθαι· διὰ σοῦ γνῶσις οὐράνιος, καὶ δοξο‐ λογία ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναπέμπεται· διὰ σοῦ παῤῥησίαν ἄνθρωποι ἐν οὐρανῷ πρὸς τὸν Ὕψιστον ἔχουσι· διὰ σοῦ σταυρὸς ἔλλαμψε κατὰ πάσης τῆς οἰ‐
30κουμένης, ἐν ᾧ τὸ βρέφος σου ἐκρέματο Χριστὸς ὁ Θεὸς ἡμῶν· διὰ σοῦ θάνατος πατεῖται, καὶ ᾅδης σκυ‐ λεύεται· διὰ σοῦ τὰ εἴδωλα πεπτώκασι, καὶ γνῶσις οὐράνιος ἐγήγερται· διὰ σοῦ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐγνώκαμεν, ὃν ἔτεκες, παναγία Παρθένε, τὸν
35Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ᾧ πάντες ἄγγελοι καὶ ἄνθρωποι προσκυνοῦντες λέγομεν, ἄναρχον τὸν Πα‐ τέρα, ἄναρχον τὸν Υἱὸν, ἄναρχον τὸ ἅγιον Πνεῦμα, Τριάδα ἀχώριστον καὶ ὁμοούσιον δοξάζοντες εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.501