TLG 2021 015 :: EPIPHANIUS :: Homilia in assumptionem Christi [Sp.] EPIPHANIUS Scr. Eccl., Episcopus Homilia in assumptionem Christi [Sp.] Citation: Volume — page — (line) | ||
38t | Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκό‐ | |
---|---|---|
39t | που Κύπρου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου | |
40t | ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
41t | Εὐλογητὸς ὁ Θεός. | |
42 | Κόσμος σώματος ἡ ἐπιτεθεῖσα τῷ σώματι κεφαλή· κόσμος δὲ τῶν ἑορτῶν ἡ σήμερον ἑορτή. Τί γάρ; φησί. Χριστοῦ ἀνάληψιν μετὰ σαρκὸς ἑορτάζο‐ | |
45 | μεν, ὡς τῶν Δεσποτικῶν ἑορτῶν δεικνυμένην πλή‐ ρωμα. Καθάπερ γὰρ κεφαλὴ φαιδρόμορφος, οὕτω καὶ ἡ σήμερον ἑορτὴ τῆς θεϊκῆς χάριτος ἀπαυγάζει τὸ κάλλος· ἀλλ’ οἱ πολλοὶ ἀγνοοῦντες τὸ ταύτης μέ‐ γεθος, ἧττον αὐτὴν νομίζουσι. Καὶ εἰ βούλεσθε μα‐ | |
43.477(50) | θεῖν, ἀνεξικάκως συντείνατέ μοι τὸν νοῦν. Μόνον μοι δι’ εὐχῶν συνεργήσατε, παρακαλῶ· καὶ τὰς μο‐ λιβδώδεις αὔρας καταστείλατε· καὶ τὰ κύματα τῆς φλυαρίας γαληνιάσατε· καὶ σχολάζουσάν μοι τὴν ἀκοὴν παράσχητε. Κατὰ γὰρ τὸν σοφὸν Σολομῶντα, | |
55 | λόγοι σοφῶν ἐν ἀναπαύσει ἀκούονται. Πρώτη τοίνυν | 477 |
43.480 | ἑορτὴ ἡ φρικτὴ καὶ θαυμαστὴ κατὰ σάρκα τοῦ Χρι‐ στοῦ γέννησις. Πῶς γὰρ οὐ θαυμαστὴ ἡ ἐξ οὐρανῶν τοῦ Θεοῦ πρὸς ἡμᾶς κατάβασις, μᾶλλον δὲ συγκατά‐ βασις; ὅτι ὁ πάντων Δεσπότης τὴν τοῦ δούλου μορ‐ | |
5 | φὴν ἑνῶσαι ἑαυτῷ κατηξίωσε, καὶ πτωχὴν μητέρα ἔχειν ὁ πάντα περιέχων. Δευτέρα ἑορτὴ ἡ τῶν Θεο‐ φανίων πολλῷ τῆς πρώτης τὴν θεωρίαν μείζω ἔχουσα. Ἐν μὲν γὰρ τῇ πρώτῃ ἑορτῇ ὑπεδείκνυε τὸν τεχθέντα Θεὸν Λόγον ἀστήρ· ἐν δὲ τῇ δευτέρᾳ | |
10 | ἑορτῇ Ἰωάννης ἐβόα, Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐβεβαίου δὲ τὴν μαρτυρίαν τοῦ βαπτιζομένου οὐρανόθεν βοῶν ὁ Πατήρ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. | |
21 | Ἀλλ’ οὐδὲ τότε ὁλόκληρος ἡ τῆς σωφροσύνης ἀπόλαυσις, ἐπειδὴ μηδέπω τὸ θνητὸν σῶμα διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν ἐδέξατο. Τρίτη ἑορτὴ τοῦ σωτηριώδους πάθους ἡ ἀνάστασις ζωοποιεῖ τοὺς διὰ | |
25 | τοῦ βαπτίσματος τοῦ αἵματος αὐτοῦ μαρμαρυγὰς ἀπαστράπτοντας, καὶ ἀναγεννωμένους δι’ ὕδατος καὶ Πνεύματος ἁγίου. Διὸ καὶ πεσόντα κόσμον ἀν‐ έστησε, καὶ τὸν πάλαι ἐκπεσόντα Ἀδὰμ ζωῆς αἰωνίου ἠξίωσε. Διὰ ξύλου ὁ Ἀδὰμ θάνατον ἐτρύγησε· διὰ | |
30 | ξύλου σταυροῦ ζωὴν τῷ κόσμῳ χαρίζεται. Καὶ αὕτη μὲν τῶν προλαβουσῶν ἑορτῶν ἐνδοξοτέρα ἀνεδεί‐ κνυτο, ἐπειδὴ ἐν αὐτῇ ὁ θάνατος διὰ θανάτου τὸν θάνατον θανατώσας, καὶ ζωὴν ἀθάνατον τοῖς θανοῦ‐ σιν ἐπήγαγεν. Ἀλλὰ καὶ αὐτὴ οὐκ εἶχε τῆς χαρᾶς | |
35 | τὴν πληρότητα ἐπὶ γῆς τὸν ἀναστάντα κατέχουσα. Καὶ ἡ τῆς Πεντηκοστῆς δὲ χαρὰν μεγάλην καὶ ὑπὲρ λόγον, ἐν ᾗ τοῖς ἀποστόλοις ἐδίδοτο Πνεῦμα ἅγιον· σήμερον δὲ ἐν τῇ τῆς Ἀναλήψεως ἡμέρᾳ πάντα διὰ πάντων εὐφροσύνης πεπλήρωται. Οὐρανοὺς τοὺς φεγ‐ | |
40 | γοτόκους ἀνοίξας, καὶ τὸν λεπτομερέστατον ἀέρα βαθμώσας, καὶ τὸν ἐκ γῆς εἰς τὰς οὐρανίους ἁψίδας ἀνασφαιρώσας, καὶ πάσας τὰς τῶν ἀγγέλων φύσεις εἰς χαρὰν ἄληκτον παρορμήσας, ξένην ἡμῖν θέαν ἐπέδειξε, τὴν ἡμετέραν σάρκα ἐπὶ θρόνου βασιλικοῦ | |
45 | ἐπηρμένην. Ποῦ εἰσὶν οἱ περὶ τὰ ἱπποδρόμια ἀσχο‐ λούμενοι, καὶ ἡνιόχων ἀγαπῶντες ὀξύτητα; Δεῦτε, ἴδετε παράδοξον ἱπποδρόμιον· τὸν τῆς κτίσεως Δη‐ μιουργὸν ἐν ἀνθρωπίνῳ ἐποχούμενον ἅρματι, οὐκ ἐπὶ γῆς ἀτάκτως ἐλαύνοντα, ἀλλ’ αἰθερίους δρόμους | |
43.480(50) | καινοπρεπῶς ἀναστέλλοντα, καὶ τὸν οὐράνιον καμ‐ πτῆρα καταλαμβάνειν ἐπειγόμενον, καὶ τὸν παρα‐ | |
τρέχοντα Βελίαρ δυνατῶς καταστρέφοντα. | 479 | |
43.481(5) | Ἀλλ’ Ἰουδαίων παῖδες οἱ βάσκανοι τῆς ἀληθείας ἀκούσαντες, ὅτι ὁ Χριστὸς ἀνελήφθη εἰς οὐρανοὺς, ἀμαυρῶσαι βουλόμενοι τὸ παράδοξον θαῦμα τοῦ Ἡλίου τῆς δικαιοσύνης, τὸν Ἠλίαν παρεισάγουσι λέγοντες· Τί μεγάλα κομπάζετε, Χριστιανοὶ, ὅτι | |
10 | ἀνελήφθη ὁ Χριστὸς, ὡς λέγετε; Καὶ γὰρ Ἠλίας, ἄν‐ θρωπος ὢν, τῆς ὁμοίας δόξης ἀξιωθεὶς ἀνελήφθη εἰς οὐρανούς. Πρὸς οὓς μετὰ παῤῥησίας φθεγξόμεθα· Διὰ τί, ὦ Ἰουδαῖοι, τὰς βίβλους ὡς τυφλοὶ σκυλεύετε, καὶ τὰ γεγραμμένα ἐν αὐταῖς μετὰ ἀκριβείας οὐ βλέ‐ | |
15 | πετε; Διὰ τί ἀναγινώσκετε, καὶ οὐκ ἐπιγινώσκετε; Τί γάρ φησιν ἡ θεία Γραφή; Καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν· τὸ δὲ, ὡς εἰς τὸν οὐ‐ ρανὸν, ἀμφίβολον ἔχει τὴν ἔννοιαν· τὸ δὲ, εἰς τὸν οὐρανὸν, τρανὴν δείκνυσι τὴν ἀλήθειαν. Ὅτι δὲ οὔτε | |
20 | Ἠλίας, οὔτε ἕτερός τις ἀνέβη εἰς τὸν οὐρανὸν, εἰ μὴ μόνος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, αὐτὸς περὶ ἑαυτοῦ πάντας πληροφορῶν λέγει· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, | |
25 | ὁ ὢν ἐν τῷ οὐρανῷ· ὁ ποιμὴν ὁ καλὸς, ὁ τὰ ἐνενή‐ κοντα ἐννέα τῶν ἀγγέλων πρόβατα καταλιπὼν ἐπὶ τὰ οὐράνια ὄρη, καὶ τὸ πεπλανημένον πρόβατον εὑ‐ ρηκὼς, καὶ ὤμοις φιλανθρωπίας βαστάζων, καὶ εἰς τὸν οὐράνιον λιμένα ἀνενεγκὼν, τῷ ἰδίῳ Γεννήτορι | |
30 | δωροφορῶν φθέγγεται· Εὗρον, Πάτερ, τὸ πρόβατον τὸ πλανώμενον, ὅπερ ὁ ἀπατεὼν ὄφις δολοτρόποις τεχνάσμασιν ἠπάτησε, καὶ κακίας ὁδοὺς ὑπέδειξε, πηλῷ δὲ τῆς πολυθεΐας τὴν καθαρότητα τῆς θεογνω‐ σίας ἐμόλυνε. | |
37 | Θεασάμενος οὖν αὐτὸ ἐν τῷ βορβόρῳ τοῦ βίου πνιγόμενον, τῇ τῆς θεότητός μου δεξιᾷ ταχέως ἀνήρπασα· καὶ τοῖς τῶν οἰκτιρμῶν σπλάγχνοις ἐν | |
40 | τοῖς τοῦ Ἰορδάνου ῥεύμασιν ἀπέπλυνα, καὶ μυρίσας τῇ εὐωδίᾳ τοῦ ἁγίου μου Πνεύματος, διὰ τῆς ἀνα‐ στάσεως νῦν παραγέγονα, ἄξιον τῆς σῆς θεότητος προσκομίζων σοι ξένιον, τὸ λογικὸν πρόβατον. Σήμε‐ ρον ὁ διάβολος τὴν οἰκείαν ἧτταν ὀδύρεται, ὁρῶν τὸ | |
45 | ἡμέτερον σῶμα εἰς οὐρανοὺς ἀναγόμενον· σήμερον ἡ ἁμαρτία διὰ τῆς ἀναλήψεως τοῦ Χριστοῦ Ἰησοῦ ὡς καπνὸς διαλέλυται· σήμερον ὁ διάβολος θρηνεῖ λέ‐ γων, Τί ποιήσω, ὁ ἄθλιος; Πάντας τοὺς ἀπ’ αἰῶνος ὡς ἱέραξ ὀξυπετὴς ἁρπάξας παρ’ ἐμοῦ, ἔρημόν με | |
43.481(50) | κατέστησε, καὶ πανταχόθεν με πτεροκοπήσας εἰς γῆν κατέῤῥαξεν. Ἠπάτησέ με ὁ τῆς Μαρίας υἱός. Οὐκ ᾔδειν, ὅτι Θεὸς ἐν ἀνθρωπίνῳ κρύπτεται σώματι. Ἔβλεπον αὐτὸν σῶμα ἀνθρώπινον περικείμενον, καὶ ἄνθρωπον αὐτὸν νομίσας ψιλὸν, κατ’ αὐτοῦ τοὺς | |
55 | Ἰουδαίους ἐκίνησα· καὶ ἅπερ δι’ ἑαυτοῦ μὴ ἐτόλμων | |
διαπράξασθαι, ταῦτα διὰ Ἰουδαίων ἐνήργησα. Μυ‐ | 481 | |
43.484 | ρίας συκοφαντίας ἐφεῦρον· πᾶν εἶδος ὕβρεως εἰς αὐτὸν ἐπενόησα· καλάμῳ καὶ σπόγγῳ αὐτὸν ἐπό‐ τισα· ἀκάνθαις τὴν κεφαλὴν αὐτοῦ ἐστεφάνωσα· ῥαπίσμασιν αὐτὸν ἠτίμωσα, σταυρῷ διὰ ἥλων προσ‐ | |
5 | ήλωσα· θανάτῳ τέλος ὑποβαλὼν, ὡς νικήσας, μετὰ Ἰουδαίων ἑόρταζον. Θεασάμενος δὲ αὐτὸν ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, καθὼς προεῖπον, ὡς ξίφος κατὰ καρδίας ἀθρόως δεξάμενος κατέπεσον· θεασάμε‐ νος δὲ αὐτὸν ὅτι ἐσθίει καὶ πίνει, πάλιν ἕτερον σταυ‐ | |
10 | ρὸν κατεσκεύαζον. Ἀλλ’ ὡς ταῦτα ἐνεθυμούμην πρὸς ἑαυτὸν, ὁρῶ αὐτὸν μετὰ δόξης εἰς οὐρανὸν ἀνερχόμενον, ὅθεν ἐγὼ μετ’ αἰσχύνης ἐξέπεσον. Διὸ καὶ Ψαλμῳδὸς ἐκ πολλῶν τῶν χρόνων ἐβόα λέγων· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε | |
15 | τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψι‐ στος, βασιλεὺς φοβερὸς, μέγας ἐπὶ πᾶσαν τὴν γῆν· καὶ πάλιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Θέλω αὐτὸν κατα‐ διῶξαι, καὶ ὡς μόλιβδος κάτω φέρομαι· βούλο‐ | |
20 | μαι αὐτὸν κρατῆσαι, καὶ ἀοράτως ἐξαγκωνίζο‐ μαι. | |
24 | Τί ποιήσω ὁ τάλας; Πανταχόθεν με περιήλασεν. | |
25 | Ἐξ οὐρανῶν με ὡς λίθον βραχύτατον εἰς γῆν ἐσφεν‐ δόνησε κάτω. Πεσὼν δὲ ἐν τῇ γῇ, ἐν τοῖς ὕδασι κρυ‐ βῆναι ἠθέλησα· καὶ εὑρών με ἐν τοῖς τοῦ Ἰορδάνου ῥείθροις κρυπτόμενον, ὡς δράκοντα, κρατήσας ἐμά‐ στιξε. Θέλω κἂν τῆς γῆς κρατῆσαι, καὶ πάντες ὡς | |
30 | δεσποτικῆς νομῆς φύλακες, τὴν κατ’ ἐμοῦ φωνὴν βοῶσι· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἔδειξεν ὁ σεισμὸς, ὅτι τοῦ Κυρίου ἡ γῆ. Ἡ γὰρ γῆ τὸ τοῦ Κυρίου ὄνομα μὴ φέρουσα ἀκαρτερήτῳ τρόμῳ | |
35 | ἐβράσσετο, διὰ τὴν ἀταξίαν τῶν αὐτῆς τέκνων μαστιζο‐ μένη, καθάπερ στόμα κατὰ τῶν στοιχείων ἀνοίξασα ῥή‐ γματα, τῆς κρυπτομένης ὀδύνης ἐβόα τὸ μέγεθος· καὶ φείσασθαι τῶν ἡμαρτηκότων, ὡς μήτηρ ὑπὲρ τέκνων, ἱκέτευε. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; | |
40 | ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν γὰρ σάρκα τὴν ἐκ γῆς πλασθεῖσαν ἥνωσεν ἐν αὐτῷ ὁ Χριστὸς, καὶ ἐκάθισεν ἐν οὐρανοῖς. Ἔρχεται ὁ διάβολος διὰ πορ‐ νείας μολύνειν βουλόμενος. Ἀλλ’ ὡς φύλαξ ἄγρυπνον | |
45 | ἔχων τὸν τῆς ψυχῆς ὀφθαλμὸν, μὴ συγχωρήσῃς τῷ λῃστῇ τὸν τῆς διανοίας διαῤῥῆξαι ὀφθαλμὸν, ἵνα θαῤῥῶν πρὸς αὐτὸν εἴπῃς· Δεσποτικοῦ κτήματος προδότης οὐ γίνομαι, διάβολε. Τοῦ Κυρίου γὰρ ἡ γῆ καὶ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἡ πάντοτε ὑπὸ τοῦ οὐ‐ | |
43.484(50) | ρανίου ὄμβρου γεωργουμένη, καὶ ἀειθαλὲς καρπο‐ φοροῦσα Χριστῷ τριάκοντα [καὶ ἑξήκοντα] καὶ ἑκα‐ τόν. Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὸ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδὸν, τὴν ἀπάτην τὴν Ἑλ‐ ληνικήν. Καὶ ἦλθον τὰ πετεινὰ, οἱ ὀξύπεινοι τῶν | |
55 | δαιμόνων ἅρπαγες, καὶ κατέφαγον αὐτό. Ἄλλο ἔπεσεν ἐπὶ τὰ πετρώδη, τὴν σκληρότροπον τῶν | |
Ἰουδαίων φημὶ προαίρεσιν, καὶ εὐθέως ἀνέτειλε | 483 | |
43.485 | προπετείας φυτὸν [καὶ] παρανομίας. Τοιοῦτος γὰρ Ἰουδαίων ὁ τρόπος. Ἐν γὰρ τῇ ἐρήμῳ νομοθετού‐ μενοι ἔφασκον πρὸς Μωϋσῆν· Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιησόμεθα καὶ ἀκουσόμεθα. Καὶ οἱ ταῦτα | |
5 | ἐπαγγελλόμενοι, μόσχον ἄψυχον προσεκύνουν, καὶ τὸν νεκρὸν τοῦ ζῶντος Θεοῦ προετίμων. Ἄλλο ἔπε‐ σεν ἐπὶ τὰς ἀκάνθας, τὰς τραχυκέντρους καὶ βλασφημογλώσσους αἱρέσεις, αἵτινες τὸν τῆς εὐσε‐ βείας σπόρον καθ’ ἡμέραν συμπνίγουσιν. Ἕτερον | |
10 | ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὴν εὔφορον, τὴν καρποφοροῦσαν τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατόν. Τριάκοντα τὸν τῆς σωφροσύνης ζυγόν· ἑξήκοντα τῆς ἀγγελομόρφου παρθενίας· ἑκατὸν τῆς θείας δικαιοσύνης, καὶ ἁ‐ | |
15 | γνείας, καὶ τῆς τῶν μαρτύρων ἀνδραγαθίας. | |
20 | Οἱ γὰρ τῆς εὐσεβείας κήρυκες τὴν ἐπ’ ἐσχάτων τοῦ Κυρίου ἔλευσιν πᾶσιν εὐαγγελιζόμενοι ἔλεγον· Οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον. Ὤφθησαν γὰρ δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ. Δύο, ἵνα πιστευθῇ ἡ ἀλήθεια· ἄνδρες, | |
25 | ἵνα εἰς ἀνδρίαν τοὺς μαθητὰς στηρίξωσι· λευχειμο‐ νοῦντες, ἵνα καταλαμπρύνωσι τὰς τῶν ἀκουόντων διανοίας. Τί οὖν οἱ ὀφθέντες ἐκήρυττον; Ἄνδρες Ἰσραηλῖται, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐ‐ ρανόν; τί εἰς τὸν οὐρανὸν ἀτενίζετε; Μᾶλλον τὸν οὐ‐ | |
30 | ρανοῦ ποιητὴν θεωροῦντες, δοξάσατε τοῦ ἀναλαμβα‐ νομένου τὸ μέγεθος, καὶ τὴν συγκατάβασιν αὐτοῦ τῆς φιλανθρωπίας θαυμάσατε, ὅτι τὸν γήινον ἑνώσας ἑαυτῷ ἄνθρωπον, οὐρανοπολίτην ἀνέδειξε, καὶ οἰκή‐ τορα οὐρανοῦ κατέστησε· βαβαί! τὸν κάτω κείμενον | |
35 | ποῦ ἀνήγαγε. Τί ἑστήκατε βλέποντες εἰς τὸν οὐ‐ ρανόν; Οὕτως ἐλεύσεται. Οὕτω. Πῶς; Τὸ σῶμα τὸ ἡμέτερον περικείμενος, τὴν τρωθεῖσαν τῇ λόγχῃ πλευρὰν προβαλλόμενος· ἵνα ὄψωνται οἱ Ἰουδαῖοι εἰς ὃν ἐξεκέντησαν· ἡμεῖς δὲ ἀξιωθῶμεν ὄψεσθαι τὸ | |
40 | πρόσωπον αὐτοῦ μετὰ παῤῥησίας, καὶ τῶν ἐπηγγελ‐ μένων ἀγαθῶν ἐπιτύχωμεν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ’ οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 485 |