TLG 2021 014 :: EPIPHANIUS :: Homilia in Christi resurrectionem (inc. Ὁ τῆς δικαιοσύνης) [Sp.] EPIPHANIUS Scr. Eccl., Episcopus Homilia in Christi resurrectionem (inc. Ὁ τῆς δικαιοσύνης) [Sp.] Citation: Volume — page — (line) | ||
43.465(2t) | Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκό‐ | |
3t | που Κύπρου λόγος εἰς τὴν ἁγίαν τοῦ Χριστοῦ | |
---|---|---|
4t | ἀνάστασιν. | |
5t | Κύριε, εὐλόγησον. | |
6 | Ὁ τῆς δικαιοσύνης τριήμερος Ἥλιος ἀνέτειλε σή‐ μερον, καὶ πᾶσαν τὴν κτίσιν ἐφώτισεν· ὁ τριήμερος καὶ προαιώνιος Χριστὸς ὁ βότρυς ἐβλάστησε, καὶ τὴν οἰκουμένην εὐφροσύνης ἐπλήρωσε. Τὸν ἀνέσπε‐ | |
10 | ρον ὄρθρον ἴδωμεν, πρὸ ὄρθρου ἐγείρωμεν σήμερον, καὶ φωτὸς χαρᾶς ἐπληρώθημεν. Πύλαι ᾅδου ὑπὸ Χριστοῦ ἠνοίχθησαν, καὶ νεκροὶ ὡς ἐξ ὕπνου ἀν‐ έστησαν. Ἀνέστη Χριστὸς ἡ τῶν πεσόντων ἀνάστα‐ σις, καὶ τὸν Ἀδὰμ συνήγειρεν· ἀνέστη Χριστὸς ἡ | |
15 | πάντων ἀνάστασις, καὶ τὴν Εὔαν τῆς κατάρας ἀπήλλαξεν· ἀνέστη Χριστὸς ἡ ἀνάστασις, καὶ τὸν πρὶν ἄκοσμον, καὶ τὰ κοσμήσας ἐφαίδρυνεν· ἐξ‐ ηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ τοὺς ἐχθροὺς αὐτοῦ πάντας πατάξας κατῄσχυνεν. Ἀνέστη, καὶ χαρὰν | |
20 | πάσῃ τῇ κτίσει ἐδωρήσατο· ἀνέστη, καὶ τὸ τοῦ ᾅδου δεσμωτήριον ἐκενώθη· ἀνέστη, καὶ τὴν φθορὰν τῆς φύσεως εἰς ἀφθαρσίαν μετήγαγεν· ἀνέστη Χριστὸς, καὶ τὸν Ἀδὰμ εἰς τὸ ἀρχαῖον ἀξίωμα τῆς ἀθανασίας κατέστησεν. Ἥτις ἐν Χριστῷ καινὴ κτίσις τῇ ἀναστά‐ | |
25 | σει ἀνακαινίζηται· ἥτις ἐν Χριστῷ καινὸς κό‐ σμος, κοσμηθῶμεν οἱ ἄκοσμοι· ἥτις ἐν Χριστῷ Ἐκκλησία, καινὸς οὐρανὸς σήμερον· οὐρανὸς τοῦ ὁρωμένου οὐρανοῦ ὡραιότερος. Οὐ γὰρ ἥλιον περί‐ κειται καθημερινὸν δύνοντα, Ἥλιον δ’ ὃν ἐπὶ σταυροῦ | |
30 | αἰδεσθεὶς ἔδυσεν ὁ δοῦλος οὗτος ἥλιος, Ἥλιον, περὶ οὗ φησιν ὁ προφήτης, Ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Ἰησοῦν Ἥλιος δικαιοσύνης, Ἥλιον, ὃν ἡ Ἐκκλησία ἀειλαμπῆ περιβέβληται, δι’ ὅν φησιν ἡ Γραφή· Ἥλιος ἐξῆλθεν εἰς γῆν, καὶ Λωτὸν, | |
35 | εἰς τύπον τοῦ νόμου, εἰσῆλθεν εἰς Σιγὼρ, ὅπερ σμικρότης ἑρμηνεύεται. Οὗτος ὁ Ἥλιος σοφίζων τὰ ἄσοφα· οὗτος ὁ Ἥλιος ἐν τῷ στερεῷ μετὰ τῆς ἡμῶν πίστεως τεθεμελίωται. Διὰ τοῦτον τὸν τῆς δι‐ καιοσύνης Ἥλιον Χριστὸν οὐρανὸς ἡ Ἐκκλησία γε‐ | |
40 | γένηται· οὐ σελήνην αὔξουσαν καὶ λήγουσαν, ἀλλὰ χάριν ἀειλαμπῆ ἔχουσα· οὐκ ἀστέρας τινὰς πλα‐ νήτας ἀνατέλλουσα, ἀλλ’ ἀστέρας νεοφωτίστους ἐκ κολυμβήθρας ἀναφέρουσα· οὐ νεφέλας ὀμβροφό‐ ρους, ἀλλὰ διδασκάλους θεολόγους ἡ Ἐκκλησία ἔχου‐ | |
45 | σα· οὐκ ἐπὶ τῶν θολερῶν ὑδάτων κρεμαμένη, ἀλλ’ ἐπὶ τῶν ἱερῶν δογμάτων τεθεμελιωμένη· οὐκ ὄμβρον χειμωνικὸν ἀναπέμπουσα, οὐκ ὀρνέων κλαγγαῖς, ἀλλὰ διδασκάλων φωναῖς ἀνθρώπους καταλέγουσα. | |
51 | Αὕτη ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλ‐ | |
λιασώμεθα πνευματικῶς, καὶ εὐφρανθῶμεν θεο‐ | 465 | |
43.468 | πρεπῶς ἐν αὐτῇ. Αὕτη ἡμῖν ἡ πασῶν τῶν ἑορτῶν ὑπερεόρτιος· αὕτη ἡ ἑορτὴ, περὶ ἧς τὸ Πνεῦμα τὸ ἅγιον παρακελεύεται λέγον· Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ὁμοῦ τε καὶ θάλπουσιν, ἕως | |
5 | τῶν κεράτων τοῦ θυσιαστηρίου· αὕτη ἡ ἑορτὴ τοῦ παντὸς κόσμου, ἐγκαίνιον ὁμοῦ καὶ σωτήριον. Αὕτη ἡ ἑορτὴ πασῶν τῶν ἑορτῶν κορυφὴ καὶ ἀκρό‐ πολις· αὕτη ἡ ἡμέρα, ἣν εὐλόγησεν ὁ Θεὸς, ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν | |
10 | ἔργων αὐτοῦ, τελειώσας τὴν σωτηρίαν τῶν ἐπιγείων ὁμοῦ καὶ καταχθονίων. Ἐν αὐτῇ κατέπαυσεν εἰδώ‐ λων καὶ κνωδάλων τελετὰς καὶ ὀρχήσεις· ἐν αὐτῇ κατέπαυσε τὴν δύναμιν πάντων ἐναντίων. Ἐν ταύτῃ κατέπαυσεν ἑορτὰς καὶ δαιμονικὰς πανηγύρεις· ἐν | |
15 | ταύτῃ κατέπαυσεν εἰδωλικῶν αἱμάτων κνίσσας καὶ θυσίας· ἐν ταύτῃ κατέπαυσε τὴν πλάνην τῆς ἀσε‐ βείας· ἐν ταύτῃ κατέπαυσε τὸ κράτος τοῦ τυράννου, καὶ τοῦ λαοῦ τὸ κέντρον· ἐν ταύτῃ κατέπαυσεν ὁμικὰς θυσίας καὶ νεομηνίας· ἐν ταύτῃ καινοὺς | |
20 | ἐπήξατο τῇ κτίσει ὅρους καὶ νόμους· ἐν ταύτῃ κατ‐ έπαυσε τὸ Πάσχα τοῦ νόμου, καὶ Ἰουδαίων· ἐν ταύτῃ ἐπλήρωσε πάντα τὸν τύπον, σκιὰν καὶ προφητείαν. Τὸ Πάσχα ἡμῶν, τὸ Πάσχα τὸ ἀληθινὸν, ἐτύθη Χρι‐ στὸς, καὶ ἥτις ἐν Χριστῷ καινὴ κτίσις, ἥτις ἐν | |
25 | Χριστῷ καινὴ πίστις, καινοὶ νόμοι, καινὸς ὁ τοῦ Θεοῦ λαός· καινὸς, ἀλλ’ οὐ παλαιὸς Ἰσραὴλ, καὶ καινὸν Πάσχα· καινὴ καὶ πνευματικὴ περιτομή· καινὴ καὶ ἀναίμακτος θυσία· καινὴ καὶ θεία διαθή‐ κη. Ἐγκαινίζεσθε σήμερον, καὶ πνεῦμα εὐθὲς ἐγκαι‐ | |
30 | νίσατε ἐν ταῖς καρδίαις ὑμῶν, ὅπως δέξησθε τὰ τῆς ἑορτῆς τῆς νέας καὶ ἀληθινῆς μυστήρια, καὶ τρυφή‐ σητε σήμερον τρυφὴν τὴν ὄντως οὐράνιον, καὶ ἀπέλ‐ θητε φωτισθέντες τὰ μὴ παλαιούμενα τοῦ νέου Πάσχα ἀντὶ παλαιοῦ μυστήρια ἀντίτυπα· ὅπως συνή‐ | |
35 | σητε ὅσον τὸ μέσον, καὶ διάφορον τῶν Ἰουδαίων τὰ ἡμέτερα, καὶ τίς σύγκρισις τῶν τύπων πρὸς τὴν ἀλήθειαν. Ἀρξώμεθα τὰ τῆς Χριστοῦ Πάσχα ἀναστά‐ σεως, καὶ θεωρίας, ἐκ τῶν ἐντεῦθεν. | |
41 | Ἀπεστέλλετό ποτε πρὸς σωτηρίαν λαοῦ ἀπὸ Θεοῦ ἐξ ὄρους ὑψηλοῦ ὁ νομοθέτης Μωϋσῆς πρὸς τὸν τοῦ νόμου τύπον· ἀπεστάλη καὶ ὁ Κύριος ὁ νομοθέτης, καὶ Θεὸς ἀπὸ Θεοῦ, καὶ ὄρος ἀπ’ ὄρους οὐρανίων | |
45 | ὀρέων, εἰς σωτηρίαν τοῦ ἡμετέρου λαοῦ, τὸ τῆς ἀλη‐ θείας. Ἀλλὰ Μωϋσῆς ἐκ Φαραὼ καὶ Αἰγυπτίων ἐλυ‐ τρώσατο· Χριστὸς δὲ ἐκ διαβόλου, καὶ δαιμόνων ἐλυ‐ τρώσατο ἡμᾶς. Ἀλλὰ πεφόνευκε Μωϋσῆς χώσας ἐν τῇ ἄμμῳ τὸν ἀδικοῦντα τὸν Ἰουδαῖον· τεθανάτωκε | |
43.468(50) | καὶ Χριστὸς διάβολον, παραπέμψας αὐτὸν τῇ ἀβύσσῳ. Εἰρήνευσε Μωϋσῆς τοὺς δύο ἀδελφοὺς αὐτοῦ μα‐ χομένους· εἰρήνευσε καὶ ὁ Χριστὸς τοὺς δύο λαοὺς αὐτοῦ, ἑνώσας τὰ οὐράνια τοῖς ἐπιγείοις. Ἐκεῖ ἡ | |
θυγάτηρ Φαραὼ λούσασθαι ἀπερχομένη εὗρε λαβοῦ‐ | 467 | |
43.469 | σα τὸν Μωϋσῆν· ἡ δὲ τοῦ Χριστοῦ Ἐκκλησία καὶ θυγάτηρ βαπτίζεσθαι λαμβάνει Χριστὸν, οὐκ ἀπὸ θίβης τριμηνιαῖον, ὡς Μωϋσῆν, ἀλλ’ ἐκ τοῦ τάφου τριήμερον ἀντὶ Μωϋσῆ. Ἐκεῖ τυπικῶς καὶ | |
5 | νυκτερινῶς τὸ Πάσχα ὁ Ἰσραὴλ ἐποίησεν· ἐνταῦθα φωτεινῶς τε καὶ ἡμερινῶς τὸ Πάσχα ἑορτάζομεν. Ἐκεῖ πρὸς ἑσπέραν τῆς ἡμέρας· ἐνταῦθα πρὸς ἑσπέραν τῶν χρόνων τοῦ αἰῶνος. Ἐκεῖ αἱ τῶν φλιῶν θύραι τῷ αἵματι ἐχρίοντο· ἐνταῦθα αἱ τῶν πιστῶν | |
10 | καρδίαι τῷ τοῦ Χριστοῦ σφραγίζονται αἵματι. Ἐκεῖ νυκτερινὴ ἦν θυσία, καὶ νυκτὶ ἡ τῆς Ἐρυθρᾶς θα‐ λάσσης διάβασις· ἐνταῦθα σωτηρία, καὶ φωτεινὴ ἡ τῆς Ἐρυθρᾶς τοῦ βαπτίσματος θάλασσα, καὶ πυ‐ ριζούσης τὸ πῦρ τοῦ Πνεύματος· ἐν ᾧ καὶ Πνεῦμα | |
15 | Θεοῦ ἀληθῶς ἐπιφέρεται ὁμοῦ, καὶ ἐπιφαίνεται, καὶ ἐπὶ τοῦ αὐτοῦ ὕδατος, ἐν ᾧ συντρίβεται ἡ κεφαλὴ τοῦ δράκοντος, καὶ ἄρχοντος τῶν δρακόντων τῶν δαιμονικῶν τοῦ διαβόλου λαῶν. Ἐκεῖ τὸν Ἰσραὴλ νυκτερινῷ Μωϋσῆς βαπτίσματι· ἐκεῖ νεφέλη τὸν | |
20 | λαὸν σκέπει· τὸν δὲ Χριστοῦ λαὸν ἡ δύναμις τοῦ Ὑψίστου ἐπισκιάζει. Ἐκεῖ τοῦ λαοῦ σωθέντος ἡ Μωϋσέως Μαρία ἐχόρευσεν· ἐνταῦθα δὲ τοῦ λαοῦ τῶν ἐθνῶν σωζομένου ἡ τοῦ Χριστοῦ Ἐκκλησία σὺν πάσαις αὐτῆς ταῖς Ἐκκλησίαις ἑορτάζει. Ἐκεῖ τῆς | |
25 | κτίσεως πέτρᾳ προσφεύγει Μωϋσῆς· ἐνταῦθα τῆς πίστεως πέτρᾳ προσφεύγει ὁ λαός. Ἐκεῖ αἱ πλάκαι αἱ νομικαὶ συντρίβονται, τὴν τοῦ νόμου διάβασιν μηνύουσαι ὁμοῦ, καὶ παλαίωσιν· ἐνταῦθα δὲ οἱ θεῖοι νόμοι ἀδιάῤῥηκτοι σώζονται. Ἐκεῖ μόσχος ἐχωνεύετο | |
30 | εἰς τὴν τοῦ λαοῦ τιμωρίαν· ἐνταῦθα δὲ ὁ Ἀμνὸς τοῦ Θεοῦ θύεται εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. Ἐκεῖ ῥάβδῳ πέτρα τύπτεται· ἐνταῦθα δὲ Χριστὸς ἡ πέ‐ τρα τὴν πλευρὰν νύττεται. Ἐκεῖ ὕδωρ ἐκ τῆς πέτρας ἐξέρχεται· ἐνταῦθα αἷμα καὶ ὕδωρ ἐκ ζωοποιοῦ | |
35 | πλευρᾶς πηγάζεται. Ἐκεῖνοι ὀρτυγομήτραν κρέα ἐξ οὐρανοῦ ἐδέξαντο· ἡμεῖς δὲ περιστερὰν τοῦ Πνεύματος ἐξ ὕψους δεχόμεθα. Ἐκεῖνοι μάννα πρόσκαιρον ἔφαγον, καὶ ἀπέθανον· ἡμεῖς (γὰρ) ἄρτον ἐσθίομεν εἰς ζωὴν αἰώνιον. Ἀλλ’ ἐκεῖνα ὡς παλαιὰ καὶ σκιώδη πεπαλαίωται, καὶ τετέλεσται· τὰ δὲ τοῦ ἡμετέρου λαοῦ αὔξει, καὶ | |
40 | ἐπανθεῖ εἰς ἀεὶ διαμένοντα. Αὕτη τοῦ Πάσχα ἡμῶν ἡ πρότυπος· αὕτη τῶν νομικῶν πραγμάτων ἡ σκιώδης διάβασις. Οὕτω τὰ τῆς ἑορτῆς νόησον· οὕτω τὰ τοῦ Μωσέως καὶ τῶν προφητῶν περὶ τῆς ἡμέρας σκόπη‐ σον, ἵνα πεισθῇς τῇ ἀναστάσει. Ἀπιστίας γὰρ πάντες τὸ | |
45 | κάλυμμα περίκεινται. Ἔχει πολλοὺς τοὺς τύπους, καὶ ἀπεριγράπτους τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ ἀναβιώσεως. Ταύτης μάρτυρ ἀξιόπιστος Ἰσαὰκ ἡ σφαγή· ταύτης τύπος ὁ λάκκος τοῦ Ἰωσὴφ, ἐν ᾧ ὑπὸ τῶν ἀδελφῶν ἐνεβλήθη, ἔνθεν ἀνῆλθεν ἀθάνατος· | |
43.469(50) | ταύτης τύπος Ἱερεμίου ὁ λάκκος, ὅθεν ἅπαξ ἐκ τῆς φθορᾶς, καὶ τοῦ βορβόρου ἀνῆλθε. Χριστοῦ τῆς ἀνα‐ στάσεως τύπος τοῦ Ἰωνᾶ τὸ κῆτος, ἐξ οὗ προῆλθε τριήμερος. Ἔχεις καὶ ἄλλον τοῦ ἐν ᾅδου δεσμωτηρίου τύπον τὸ τοῦ Ἰωσὴφ δεσμωτήριον, ἔνθα αὐτὸν ἡ μοι‐ | |
55 | χαλὶς συναγωγὴ κατέκλεισεν, ἐξ οὗ προῆλθεν ἀβλα‐ | |
βὴς καὶ τριετὴς, ὡς Χριστὸς τριήμερος ἐκ νεκρῶν. | 469 | |
43.472 | Μεθ’ ὧν καὶ Δανιὴλ τὸν τῶν λεόντων λάκκον προ‐ τυποῖ τὸν τοῦ Σωτῆρος τάφον, ἐξ οὗ ζῶν Ἰησοῦς ἀν‐ ῆλθεν, ὡς ἐκ λεόντων ῥυσθεὶς τοῦ ᾅδου, καὶ τοῦ θα‐ νάτου. Διὰ τούτων Ἰουδαίους ἔλεγξον· διὰ τούτων | |
5 | αὐτοὺς ἐπιτίμησον· οὕτως ὑπὲρ τοῦ Χριστοῦ πάθου, καὶ ἀναστάσεως ἀπολόγησαι. Ταῦτά σοι πρὸς συμμα‐ χίαν σήμερον τὰ ὅπλα ὁ λόγος χαρίζεται· ταῦτά σε ἡ ἑορτὴ ἐπιδιδάσκει μυστήρια. | |
11 | Εἶτα τί καὶ μετὰ ταῦτα; Ἡμεῖς μόνοι ἑορτάζομεν, ἢ καὶ τοῦ πλησίον μεριμνήσομεν; Ἡμεῖς πανηγυρί‐ σωμεν, ἢ καὶ περὶ ἄλλων ἡμῖν ὁ λόγος; Ἀναγκαίως τῆς ἡμῶν ἑορτῆς θεάρεστος ὁμοῦ καὶ εὐπρόσδεκτος | |
15 | γενέσθω τις κοινὸς τῆς Ἐκκλησίας στεναγμὸς πρὸς τὸν Θεὸν, καὶ ὑπὲρ τῶν ἐνάγκαις ἡμῶν ἀδελφῶν μνημονεύσωμεν, τῶν ἐν ἐρήμοις ἐνάγκαις ἐξεταζομέ‐ νων ἰδίων ἡμῶν. Γενώμεθα ὡς συνδεδεμένοι τοῖς δε‐ δεμένοις· γενώμεθα ὡς συμπάσχοντες τοῖς τὴν | |
20 | ἀνάγκην πάσχουσιν· ὅτι ἐὰν ἓν μέλος πάσχοι, συμπά‐ σχει πάντα τὰ μέλη. Συμπαθήσωμεν τοίνυν τοῖς ἡμῶν ἀδελφοῖς, τοῖς ἡμῶν μέλεσιν· οἱ μὲν διὰ χρημάτων, οἱ δὲ διὰ ῥημάτων, καὶ ἄλλοι δι’ εὐποιίας, πάντες δὲ διὰ τῆς πρὸς Θεὸν ὑπὲρ αὐτῶν ἱκεσίας. Κοινὴ πάν‐ | |
25 | των, παρακαλῶ, σήμερον γενέσθω πρὸς Θεὸν πρε‐ σβεία, ὅτι κοινὴ ἡμῶν καὶ ἡ αἰχμαλωσία. Κοινὴ, πα‐ ρακαλῶ, γενέσθω ἡ δέησις, ὅτι κοινὴ ὑπάρχει ἡ παί‐ δευσις. Ἀκούσωμεν τοῦ λέγοντος, ὅτι Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἐσθῆτε. Ἀκούσωμεν Χριστοῦ λέ‐ | |
30 | γοντος, ὅτι Ἐὰν δύο ἢ τρεῖς συμφωνήσουσιν εἰς εὐ‐ χὴν, περὶ παντὸς αἰτήματος οὗ αἰτήσονται, γενήσε‐ ται αὐτοῖς. Μέγα, ἀδελφοὶ, ὅπλον εὐχὴ Ἐκκλησίας· μέγα τεῖχος, ἀδελφοὶ, πρὸς Θεὸν εὐχὴ συμφωνίας, καὶ μάλιστα λαοῦ πιστοῦ αἰχμαλωσίας. Μηδεὶς εἰπεῖν | |
35 | τολμήσει, ὅτι οὐκ εἰσακούει ὁ Θεὸς ἁμαρτωλῶν. Πλεῖον δέχεται τὴν δέησιν τῶν ταπεινῶν, καὶ μάλι‐ στα τῶν διὰ τὸ ὄνομα αὐτοῦ καταπονουμένων, μαστι‐ ζομένων, φυλακιζομένων, θλιβομένων, ὑπὸ ἐχθρῶν ὀνειδιζομένων, καὶ τὴν πίστιν Χριστοῦ μὴ ἀρνησαμέ‐ | |
40 | νων. Ἐξ ὧν ὑπάρχουσι πολλοὶ καὶ πολλαὶ ἐν τῷ παρ‐ όντι ἡμῶν λαῷ τοῦ Χριστοῦ ὁμολογηταὶ γενόμενοι, καὶ παρ’ αὐτοῦ ταχέως εἰσακουόμενοι. Μέγα ὅπλον, ἀγαπητοὶ, ἡ ἐκείνων εὐχή· αἰδεῖται γὰρ αὐτοὺς πάν‐ τας ὁ Χριστὸς, δι’ ὧν καὶ καθ’ ἡμέραν κινδυ‐ | |
45 | νεύουσι. | |
48 | Διὸ ταῖς τούτων ἡμεῖς θαῤῥοῦντες εὐχαῖς, καὶ εἰς τὴν τούτων παῤῥησίαν πρὸς Θεὸν ἀποβλέποντες, κοι‐ | |
43.472(50) | νῶς καὶ ἐκτενῶς ὑπὲρ τῶν ἐνάγκαις ἀδελφῶν ἡμῶν προσευξώμεθα, διότι πολλάκις φιλανθρωπία βασιλικὴ ἐν ταῖς ἑορταῖ· πολλοῖς καταδίκοις ἄφεσιν καὶ ἀπο‐ λύτρωσιν χαρίζεται. Μέγα, πάλιν λέγω, ἀδελφοὶ, εὐ‐ | |
χὴ Ἐκκλησίας, καὶ μάλιστα πίστις αἰχμαλωσίας. | 471 | |
43.473 | Καὶ γὰρ καὶ βασιλεὺς πολλάκις αἰδεῖται παράκλησιν δή‐ μου, καὶ χαρίζεται καταδίκους δυσωποῦντι ὄχλου. Οὐκοῦν δεόμεθα πᾶσαν τὴν ὑμετέραν ἀγάπην ἐκτενῶς μνημονεῦσαι τῶν ἀδελφῶν ἡμῶν τῶν ἐνάγκῃ· καὶ | |
5 | κατ’ αὐτὴν ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἐν ᾗ τὸν ἀτίμητον μαργαρίτην τοῦ Χριστοῦ σώματος ὑπο‐ δεξόμεθα ἐν ταῖς χερσὶν ἡμῶν. Οὕτως ὑπὲρ τῶν ἀδελ‐ φῶν ἡμῶν ἐκτενῶς προσευξώμεθα, καὶ τῷ Χριστῷ εἴπωμεν· Αὐτὸς ὁ μόνος ὁ τότε καὶ νῦν ἀγαθὸς Θεὸς, | |
10 | καὶ φιλάνθρωπος Δεσπότης, ὁ διὰ τοῦ Πάσχα τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγύπτου ῥυσάμενος καὶ διὰ τοῦ αἵματος τοῦ ἀμνοῦ ἐλευθερίαν αὐτῷ χαρισάμενος, αὐ‐ τὸς καὶ νῦν διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου αἵματος, τῆς πικρᾶς δουλείας ἐλευθερίαν τῷ | |
15 | κόσμῳ σου δώρησαι. Ὁ προσδεξάμενος τῆς ἁμαρτω‐ λοῦ πόρνης τὸν κλαυθμὸν, πρόσδεξαι σήμερον καὶ τὴν σὴν Ἐκκλησίαν καὶ αἰχμαλωσίας τὸν στεναγμόν· ὁ προσδεξάμενος τοῦ λῃστοῦ τοῦ πιστοῦ τὴν παρά‐ κλησιν, πρόσδεξαι τοῦ λαοῦ σου τοῦ πιστοῦ τὴν δέη‐ | |
20 | σιν· ὁ προσδεξάμενος τοῦ Πέτρου τὴν μετάνοιαν, καὶ τὸν στεναγμὸν, πρόσδεξαι καὶ ἡμῶν τὸν κλαυθμὸν τῶν πτωχῶν· ὁ μὴ ἀποστρέψας Χαναναίας τὰ δάκρυα, δέξαι καὶ μικρὰν Ἐκκλησίαν ὑπὲρ μεγάλης αἰχμα‐ λωσίας πρεσβεύουσαν, καὶ πρὸς σὲ τὸν Θεὸν σήμερον | |
25 | βοῶσαν καὶ λέγουσαν· Ὁ Θεὸς, ὁ τριήμερος ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἐκ τῶν ἐχθρῶν τὸν πιστόν σου λαόν· ὁ τὸν Ἀδὰμ ἐγείρας ἐκ τῶν θνητῶν, ἔγει‐ ρον τὸ κέρας τῶν Χριστιανῶν· αὐτὸς ὁ τότε καὶ νῦν Θεὸς, ὁ τὴν μορφὴν τοῦ δούλου ἀναλαβὼν, λύτρωσαι | |
30 | ἐκ δουλείας τὸν ταπεινόν σου λαόν· ὁ νήπιος γενέσθαι καταξιώσας ὑπὲρ ἡμῶν, σῶσον μαχαίρας τὸ πλῆθος τῶν νηπίων ἡμῶν. Αὐτὸς ὁ τότε Θεὸς, ὁ μετὰ μητρὸς ἐν Αἰγύπτῳ ξε‐ νιτεύσας, ἀνακάλεσαι τῆς μακρᾶς ξενιτείας τὰς μη‐ | |
35 | τέρας καὶ τὰ τέκνα· ὁ πραθεὶς ὑπὲρ πολλῶν ἑκουσίως, παῦσον τὴν πράσιν τοῦ λαοῦ τῶν Ἐκκλησιῶν· ὁ δι’ ἡμᾶς ἐν τῷ νώτῳ δεξάμενος τὰς τοῦ Πιλάτου μάστι‐ γας, καὶ ἀπειλὰς, αὐτὸς ὁ κοπιάσας δι’ ἡμᾶς ἐκ τῆς ὁδοιπορίας, παῦσον τοῦ λαοῦ σου τοὺς κόπους καὶ | |
40 | ταλαιπωρίας· ὁ ἐν σταυρῷ βοήσας· Διψῶ, δρόσισον ψυχὰς δεινῶς διψώσας καὶ πεινώσας· ὁ μετὰ ἀνόμων ὑπὸ ἀνόμων κατακριθεὶς, ῥῦσαι καὶ ἡμᾶς ἐκ τῆς τῶν ἀνόμων βουλῆς· ὁ γυμνωθεὶς ὡς κακοῦργος ὑπὸ ἀνό‐ μων, αὐτὸς ἐκεῖνος, Δέσποτα, ὑπὸ παρανόμων δεσμευ‐ | |
45 | θεὶς, λῦσον τοὺς ἐν δεσμοῖς πεπεδημένους· ὁ τὴν ἄχραντόν σου μητέρα παρακαλέσας ἀπὸ τοῦ σταυροῦ ὀδυρμοῦ, καὶ τοῦ κλαυθμοῦ· αὐτὸς ὁ τότε βοήσας ταῖς μυροφόροις τὸ, Χαίρετε, αὐτὸς καὶ νῦν βόησον ταῖς Ἐκκλησίαις σου, Χαίρετε· αὐτὸς ὁ τοῖς ἥλοις τοῖς | |
43.473(50) | τιμίοις προσηλωθεὶς τὰς χεῖρας καὶ τοὺς πόδας, λῦσον σιδηροδέσμων λαῶν τὰς χεῖρας καὶ τοὺς πόδας. Ναὶ, Δέσποτα φιλάνθρωπε, ὁ εἰπών· Περίλυπός ἐστιν ἡ ψυχή μου ἐκ θανάτου, ῥῦσαι τὸν λαόν σου τῆς λύ‐ πης καὶ τοῦ θανάτου· αὐτὸς ὁ τῇ ῥομφαίᾳ νυγεὶς τὴν | |
55 | πλευράν σου, σύντριψον τῶν ἐχθρῶν τὴν ῥομφαίαν | |
τῇ χειρί σου τῇ κραταιᾷ, καὶ μνήσθητι, Δέσποτα, ὡς | 473 | |
43.476 | τοῦ λῃστοῦ σου τοῦ πιστοῦ καὶ τοῦ λαοῦ σου· ὁ χύ‐ σας τὸ ἄχραντον αἷμα ὑπὲρ ἡμῶν, παῦσον τὴν σύγχυ‐ σιν τῶν αἱμάτων ἡμῶν. Σῶσον τὸν λαόν σου, Δέσπο‐ τα· φεῖσαι τῆς κληρονομίας σου. Ἐξεγέρθητι· ἵνα | |
5 | τί ὑπνοῖς, Κύριε; Ἵνα τί τοῖς ἐχθροῖς μακροθυμεῖς; Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· μὴ παρίδῃς εἰς πλήρης. Μνήσθητι τοῦ σταυροῦ σου, μνήσθητι τοῦ λαοῦ σου, μνήσθητι τῶν οἰκτιρμῶν σου. Ὁ τεσ‐ | |
10 | σαράκοντα ἡμέρας ἑκουσίως δι’ ἡμᾶς πειρασθεὶς, Δέσποτα, μνήσθητι τῶν ἐν ἐρήμοις πειραζομένων λαῶν σου, τῶν ἐν ἀβάτοις καὶ ἀνύδροις· ἐκείνων μνήσθητι μεθ’ ἡμῶν, καὶ πρὸ ἡμῶν, ἀγαθὲ φιλάν‐ θρωπε. Ἐκείνους συμβοήθησον, ἐκείνους πρόφθασον· | |
15 | ἐκείνους λοιπὸν ἐπίσκεψαι· ἐκείνους τοὺς ὑπὲρ πάν‐ τας ἐλεεινοὺς, τοὺς παρὰ πάντας ὄντας ἐπὶ τῆς γῆς ταπεινούς· ἐκείνους τοὺς ἐν ἐρήμοις παρὰ ἀνθρώπων ἀπεγνωσμένους· οἵτινες μακρὰν ἐκ τῆς χειρός σου ἐδιώχθησαν· οἵτινες μεγάλως τῷ θυμῷ σου ἐπαιδεύ‐ | |
20 | θησαν· οἵτινες μεγάλως τῇ ὀργῇ σου ἠλέγχθησαν· οἵτινες πρὸ θανάτου ὡς νεκροὶ ἀπὸ ἀνθρώπων ἐπλή‐ σθησαν· οἵτινες μετὰ θηρίων ἀγρίων οἰκεῖν κατ‐ εκρίθησαν· ὧν τὴν βίαν οὐδεὶς καθορᾷ, εἰ μὴ μόνος ὁ σὸς ἀκοίμητος ὀφθαλμός· ὧν τὴν ἀνάγκην σὺ, Δέ‐ | |
25 | σποτα, γινώσκεις, καὶ ἄλλος οὐδεὶς *** εἰς αἰῶνα· λοιπὸν δι’ ὧν χωρισθέντες, τῆς οἰκουμένης τέλος μα‐ κρυνθέντες, τῶν ἐκκλησιῶν λοιπὸν ἐπιλησθέντες, τῶν ἑορτῶν τὴν ἡμέραν ἀγνοοῦντες. Ἐκείνοις μικρὸν ἔλεος ποίησον, Δέσποτα· οὐ γὰρ | |
30 | αἰτοῦμαι πολύ. Φθάσον ἐκείνους, ὁ Θεὸς, ὁ παιδεύ‐ σας ἐκείνους· φθάσον τά ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε τέκνα σου, ὅτι καὶ αὐτοί ποτε Χριστιανοὶ ὑπῆρχον, καὶ αὐτοί ποτε ποίμνη σου, καὶ αὐτοί ποτε μέλη σου, καὶ αὐτοί ποτε τοῦ ἀχράντου σου μετελάμβανον σώμα‐ | |
35 | τος, καὶ νῦν σωμάτων ἀλόγων μεταλαμβάνουσι. Διὸ δὴ, Δέσποτα, ἐπίβλεψον ἐπ’ αὐτοὺς ἐν ἐλέοις καὶ οἰκτιρ‐ μοῖς σου. Ἴδε ἐκείνων τῶν ἐλεεινῶν τὴν βίαν, καὶ δὸς φιλανθρωπίαν· ἴδε τὴν γύμνωσιν, καὶ δὸς τὴν ἀνάῤῥυσιν· ἴδε τὴν βαθεῖαν ἐρημίαν, καὶ ποίησον | |
40 | τὴν σὴν εὐσπλαγχνίαν. Εἰ γὰρ καὶ δικαίως ἐπαί‐ δευσας, ἀλλ’ ὅμως ἴασαι· εἰ καὶ ἀξίως παρέδωκας, ὅμως συνάγαγε. Ἐμάστιξας, παρακάλεσον· παρ‐ έδωκας, λύτρωσαι. Εἰ καὶ πολλάκις ἡμάρτομεν, ἀλλ’ ὅμως πάλιν ἡμῶν μνήσθητι, καὶ πάλιν ἡμῶν τῇ | |
45 | δεήσει πείσθητι, καὶ μάλιστα τοῖς ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ὁ παῖς τῆς γῆς ἀβά‐ τοις τόποις ἡμῶν ἀδελφοῖς (σου) Χριστιανοῖς, σοῦ δὲ λαοῖς. Εἰ γὰρ καὶ ἡμεῖς ἐν ἐκκλησίαις μετὰ τῶν πιστῶν, ἀλλ’ ἐκεῖνοι ἐν ἐρημίαις μετὰ τῶν ἐχθρῶν· | |
43.476(50) | εἰ καὶ ἡμεῖς φαιδροὶ ἐν ταῖς ἑορταῖς, ἀλλ’ ἐκεῖνοι ἐν μεγάλῃ σκοτίᾳ. Μεγάλη ἡ ἐκείνων δυστυχία· μέγα τὸ ἐκείνων ὕποπτον· δεινὸν τὸ ἐκείνων τραῦμα, πι‐ κρὰ ἡ ἐκείνων συμφορά· ἀδιήγητος ἡ αὐτῶν κατα‐ φθορὰ, μέγα τὸ ἐκείνων κέντρον, πολλὴ ἡ ἐκείνων | |
55 | τραγῳδία, Δέσποτα. Μὴ ἀφήσῃς ἕως ἔξω, ἀλλὰ μετὰ | 475 |
43.477 | τῆς παιδείας δεῖξον καὶ τὴν σὴν φιλανθρωπίαν, ἵνα μὴ εἰς τέλος οἱ Ἰουδαῖοι καυχήσωνται, ἵνα μὴ τὰ ἔθνη περὶ ἡμῶν εἴπωσι· Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; Ποῦ ἔστιν ὁ Χριστὸς αὐτῶν; Ποῦ ἔστιν ὁ σταυρὸς | |
5 | αὐτῶν; Ποῦ ἔστιν ἡ ἐλπὶς αὐτῶν; Ποῦ ἡ πίστις τῶν Χριστιανῶν; Ἵνα μὴ ταῦτα εἴπωσι, ταχὺ τὰ ἐλέη σου εἰς ἡμᾶς θεωρήσουσι· Ταχὺ προσκαταλαβέτω‐ σαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτω‐ χεύσαμεν σφόδρα, ὅτι ἐταπεινώθημεν σφόδρα, ὅτι | |
10 | ὠλιγώθημεν σφόδρα. Λοιπὸν εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων· δυσωπήσει σε τὰ δάκρυα τῶν ἀκάκων νηπίων, τῶν κατασφαζομένων· ἱκετεύσει σε ὀδυρμὸς μητέρων τῶν ἀτεκνουμένων. Ταῦτα λέγοντες δεόμεθα, οὐ μαχόμεθα, Δέσποτα· δεό‐ | |
15 | μεθα, ἀλλ’ οὐ πρὸς σὲ δικαζόμεθα. Δεόμεθα, ὅτι ὑπὸ ἀνόμων ὀνειδιζόμεθα, ὅτι ἐξ Ἑλλήνων καταπονού‐ μεθα· οὐ μαχόμεθα, ἀλλὰ ἐξομολογούμεθα. Κλαίο‐ μεν, ὅτι καὶ οἱ λοιποὶ κινδυνεύουσιν. Εἰ γὰρ καὶ ἁμαρ‐ τωλοὶ, ἀλλ’ ὅμως Χριστιανοὶ τυγχάνομεν· εἰ καὶ | |
20 | ταπεινοὶ, ἀλλ’ ὅμως τῆς πίστεώς σου λαός· εἰ καὶ ἀνάξιοι φιλανθρωπίας, ἀλλ’ ὅμως πρόβατα τῆς σῆς Ἐκκλησίας ἐσμὲν ἐν ἑνὶ συνηθροισμένοι. Ταύτην σοι τὴν ἱκεσίαν οἱ πτωχοὶ ὑπὲρ πλήθους λαοῦ αἰχμαλω‐ σίας, ἐν τῇ σῇ τριημέρῳ ἀναστάσει προσάγομεν | |
25 | ἱερεῖς καὶ λαοὶ, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, νήπια μετὰ μητέρων, πᾶσα ψυχὴ τῶν πιστευόντων εἰς σέ· οὓς λύτρωσαι πάντας πά‐ σης τῆς ἐπικειμένης ἀπειλῆς, καὶ τῆς σῆς βασιλείας ἀξίους ποίησον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονο‐ | |
30 | γενοῦς σου Υἱοῦ καὶ Δεσπότου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 477 |