TLG 2021 013 :: EPIPHANIUS :: Homilia in divini corporis sepulturam [Sp.]

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

Homilia in divini corporis sepulturam [Sp.]

Citation: Volume — page — (line)

43

.

440

(2t)

Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκό‐
3tπου Κύπρου λόγος εἰς τὴν θεόσωμον ταφὴν
4tτοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
5tκαὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας, καὶ
6tεἰς τὴν ἐν τῷ ᾅδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ
7tτὸ σωτήριον πάθος παραδόξως γεγενημένην.
8tΤῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ.
9Τί τοῦτο; σήμερον σιγὴ πολλὴ ἐν τῇ γῇ· σιγὴ
10πολλὴ καὶ ἠρεμία λοιπόν· σιγὴ πολλὴ, ὅτι ὁ Βασι‐ λεὺς ὑπνοῖ· γῆ ἐφοβήθη καὶ ἡσύχασεν, ὅτι ὁ Θεὸς σαρκὶ ὕπνωσε, καὶ τοὺς ἀπ’ αἰῶνος ὑπνοῦντας ἀν‐ έστησεν. Ὁ Θεὸς ἐν σαρκὶ τέθνηκε, καὶ ὁ ᾅδης ἐτρό‐ μαξεν. Ὁ Θεὸς πρὸς βραχὺ ὕπνωσε, καὶ τοὺς ἐν
15τῷ ᾅδῃ ἐξήγειρε.
17 Ποῦ ποτε νῦν εἰσιν αἱ πρὸ βραχέος ταραχαὶ, καὶ φωναὶ, καὶ θόρυβοι κατὰ τοῦ Χριστοῦ, ὦ παρά‐ νομοι; ποῦ οἱ δῆμοι, καὶ ἐνστάσεις, καὶ τάξεις, καὶ
20τὰ ὅπλα, καὶ δόρατα; ποῦ οἱ βασιλεῖς καὶ ἱερεῖς καὶ κριταὶ οἱ κατάκριτοι; ποῦ αἱ λαμπάδες καὶ μάχαι‐ ραι καὶ οἱ θρύλλοι οἱ ἄτακτοι; ποῦ οἱ λαοὶ, καὶ τὸ φρύαγμα, καὶ ἡ κουστωδία ἡ ἄσεμνος; ἀληθῶς ὄντως, ἐπεὶ καὶ ὄντως ἀληθῶς λαοὶ ἐμελέτησαν κενὰ
25καὶ μάταια. Προσέκοψαν τῷ ἀκρογωνιαίῳ λίθῳ Χρι‐ στῷ, ἀλλ’ αὐτοὶ συνετρίβησαν· προσέῤῥηξαν τῇ πέ‐ τρᾳ τῇ στερεᾷ, ἀλλ’ αὐτοὶ συνετρίβησαν, καὶ εἰς ἀφρὸν τὰ κύματα αὐτῶν διελύθησαν· προσέκοψαν τῷ ἀηττήτῳ ἄκμονι, καὶ αὐτοὶ κατεκλάσθησαν·
30ὕψωσαν ἐπὶ ξύλου τὴν πέτραν τῆς ζωῆς, καὶ κατ‐ ελθοῦσα αὐτοὺς ἐθανάτωσεν· ἐδέσμησαν τὸν μέγαν Σαμψὼν ἥλιον Θεόν· ἀλλὰ λύσας τὰ ἀπ’ αἰῶνος δεσμὰ, τοὺς ἀλλοφύλους καὶ παρανόμους ἀπώλεσεν. Ἔδυ Θεὸς ἥλιος Χριστὸς ὑπὸ γῆν, καὶ σκότος πανέσπερον
35Ἰουδαίοις πεποίηκεν. Σήμερον σωτηρία τοῖς ἐπὶ γῆς, καὶ τοῖς ἀπ’ αἰῶνος ὑποκάτω τῆς γῆς· σήμερον σω‐ τηρία τῷ κόσμῳ, ὅσος ὁρατὸς, καὶ ὅσος ἀόρατος. Διττὴ σήμερον τοῦ Δεσπότου παρουσία, διττὴ ἡ οἰ‐ κονομία, διττὴ φιλανθρωπία, διττὴ ἡ κατάβασις
40ὁμοῦ καὶ συγκατάβασις, διττὴ πρὸς ἀνθρώπους ἐπί‐ σκεψις· ἀπ’ οὐρανοῦ ἐπὶ τὴν γῆν, ἀπὸ τῆς γῆς ὑπο‐ κάτω τῆς γῆς ὁ Θεὸς παραγίνεται· πύλαι ᾅδου ἀνοίγονται. Οἱ ἀπ’ αἰῶνος κεκοιμημένοι, ἀγάλλε‐ σθε· οἱ ἐν σκότει καὶ σκιᾷ θανάτου καθήμενοι,
45τὸ μέγα φῶς ὑποδέξασθε. Μετὰ τῶν δούλων ὁ Δε‐ σπότης· μετὰ τῶν νεκρῶν ὁ Θεός· μετὰ τῶν θνητῶν ἡ ζωή· μετὰ τῶν ὑπευθύνων ὁ ἀνεύθυνος· μετὰ τῶν ἐν σκότει τὸ ἀνέσπερον φῶς· μετὰ τῶν αἰχμα‐ λώτων ὁ ἐλευθερωτής· καὶ μετὰ τῶν κατωτάτω ὁ

43

.

440

(50)

ὑπεράνω τῶν οὐρανῶν. Χριστὸς ἐπὶ γῆς, πεπιστεύ‐ καμεν· Χριστὸς ἐν νεκροῖς, συγκατέλθωμεν καὶ θεάσωμεν καὶ τὰ ἐκεῖ μυστήρια· γνῶμεν κρυπτοῦ κρυπτὰ ὑπὸ γῆν θαυμάσια· μάθωμεν πῶς καὶ τοῖς ἐν ᾅδου ἐπεφάνη τὸ κήρυγμα.
55Τί οὖν; πάντας ἁπλῶς σώζει ἐπιφανεὶς ἐν ᾅδῃ
Θεός· οὐχὶ, ἀλλὰ κἀκεῖ τοὺς πιστεύσαντας. Χθὲς τὰ440

43

.

441

τῆς οἰκονομίας, σήμερον τὰ τῆς ἐξουσίας· χθὲς τὰ τῆς ἀσθενείας, σήμερον τὰ τῆς αὐθεντίας· χθὲς τὰ τῆς ἀνθρωπότητος, σήμερον τὰ τῆς θεότητος ἐν‐ δείκνυται. Χθὲς ἐῤῥαπίζετο, σήμερον τῇ ἀστραπῇ
5τῆς θεότητος τὸ τοῦ ᾅδου ῥαπίζει οἰκητήριον· χθὲς ἐδεσμεῖτο, σήμερον ἀλύτοις δεσμοῖς καταδεσμεῖ τὸν τύραννον· χθὲς κατεδικάζετο, σήμερον τοῖς καταδίκοις ἐλευθερίαν χαρίζεται· χθὲς ὑπουργοὶ τοῦ Πιλάτου αὐτῷ ἐνέπαιζον, σήμερον οἱ πυλωροὶ τοῦ
10ᾅδου ἰδόντες αὐτὸν, ἔφριξαν. Ἀλλὰ γὰρ ἄκουσον τοῦ Χριστοῦ πάθους τὸν λόγον ἀνώτερον· ἄκουσον, καὶ ὕμνησον· ἄκουσον, καὶ δόξασον· ἄκουσον, καὶ κήρυξον Θεοῦ μεγάλα θαυμάσια· πῶς ὁ νόμος ὑποχωρεῖ· πῶς ἡ χάρις ἐπανθεῖ· πῶς οἱ τύποι παρέρχονται·
15πῶς αἱ σκιαὶ διαβαίνουσιν· πῶς ὁ ἥλιος τὴν οἰκου‐ μένην πληροῖ· πῶς ἡ Παλαιὰ πεπαλαίωται· πῶς ἡ Καινὴ βεβαιοῦται· πῶς τὰ ἀρχαῖα παρῆλθεν, καὶ πῶς τὰ νέα ἐπήνθησε. Δύο λαοὶ ἐν Σιὼν κατὰ τοῦ Χριστοῦ πάθους καιρὸν παραγεγόνασι· ὁ ἐξ Ἰου‐
20δαίων ὁμοῦ, καὶ ὁ ἐξ ἐθνῶν· δύο βασιλεῖς, Πιλᾶτος καὶ Ἡρώδης· δύο ἀρχιερεῖς, Ἄννας καὶ Καϊάφας· ἵνα τὰ δύο ὁμοῦ πάσχα γένωνται, τὸ μὲν καταπαυό‐ μενον, τὸ δὲ τοῦ Χριστοῦ ἐναρχόμενον· δύο θυσίαι κατ’ αὐτὴν τὴν ἑσπέραν ἐπετελοῦντο· ἐπειδὴ καὶ
25σωτηρίαι, ζώντων λέγω καὶ νεκρῶν, ἐπραγματεύ‐ οντο. Καὶ ὁ μὲν Ἰουδαῖος ἐδέσμει θύων ἀμνὸν ἐπὶ σφαγὴν, ὁ δὲ ἐξ ἐθνῶν Θεὸν ἐν σαρκί. Καὶ ὁ μὲν τῇ σκιᾷ ἠτένιζεν· ὁ δὲ τῷ ἡλίῳ Θεῷ προσέτρεχε, Καὶ οἱ μὲν δήσαντες Χριστὸν ἀπεπέμποντο, οἱ δὲ
30ἐξ ἐθνῶν προθύμως αὐτὸν ἐδέχοντο. Καὶ οἱ μὲν κτηνόθυτον, οἱ δὲ θεόσωμον θυσίαν προσέφερον. Ἀλλ’ οἱ μὲν Ἰουδαῖοι τὴν ἐξ Αἰγύπτου διάβασιν ἐμνημόνευον, οἱ δὲ ἐξ ἐθνῶν τὴν ἐκ τῆς πλάνης λύτρωσιν προεκηρύττοντο.
36 Καὶ ταῦτα ποῦ; ἐν Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου· ἐν ᾗ εἰργάσατο σωτηρία ἐν μέσῳ τῆς γῆς, ἐν μέσῳ δύο ζώων γνωσθεὶς Ἰησοῦς ὁ θεόπαις· ἐν μέσῳ Πατρὸς καὶ Πνεύματος τῶν δύο ζώων, ζωὴ
40ἐκ ζωῆς, φησὶ, ζωὸς γνωριζόμενος, καὶ ἐν μέσῳ ἀγγέλων καὶ ἀνθρώπων τῇ φάτνῃ τικτόμενος· καὶ ἐν μέσῳ δύο λαῶν λίθος ἀκρογωνιαῖος κείμενος· καὶ ἐν μέσῳ νόμου καὶ προφητῶν ὁμοῦ κηρυττόμενος· καὶ ἐν μέσῳ Μωϋσῆ καὶ Ἠλία ἐπὶ τοῦ ὄρους ὀπτα‐
45νόμενος· καὶ ἐν μέσῳ τῶν δύο λῃστῶν Θεὸς τῷ εὐγνώμονι λῃστῇ γνωριζόμενος· καὶ ἐν μέσῳ τῆς παρούσης ζωῆς καὶ τῆς μελλούσης κριτὴς αἰώνιος καθεζόμενος· καὶ ἐν μέσῳ σήμερον ζώντων καὶ νεκρῶν διττὴν ζωὴν καὶ σωτηρίαν ποιησάμενος.

43

.

441

(50)

Διττὴν πάλιν λέγω ζωὴν, διττὴν γέννησιν ὁμοῦ καὶ ἀναγέννησιν, καὶ ἄκουσον Χριστοῦ διττοῦ τόκου τὰ πράγματα, καὶ κρότει τὰ θαύματα. Ἄγγελος μὲν τῇ Μαρίᾳ μητρικὴν τοῦ Χριστοῦ γέννησιν εὐηγ‐ γελίσατο· ἄγγελος δὲ τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ τὴν
55ἐκ τοῦ τάφου φρικτὴν ἀναγέννησιν εὐηγγελίσατο.
Νυκτὶ Χριστὸς ἐν Βηθλεὲμ γεννᾶται· νυκτὶ πάλιν ἐν442

43

.

444

τῇ Σιὼν ἀναγεννᾶται. Σπάργανα εἰς τὴν γέννησιν καταδέχεται· σπάργανα καὶ ἐνταῦθα κατατυλίττεται. Σμύρναν γεννηθεὶς ἐδέξατο σμύρναν καὶ ἐν τῇ ταφῇ καὶ ἀλοὴν καταδέχεται. Ἐκεῖ Ἰωσὴφ ἄνανδρος ἀνὴρ
5τῆς Μαρίας προσηγόρευται· ἀλλ’ ὧδε Ἰωσὴφ ὁ ἐξ Ἀριμαθαίας κηδευτὴς τῆς ζωῆς ἡμῶν ἀναδείκνυται. Ἐν Βηθλεὲμ καὶ ἐν φάτνῃ ὁ τόπος· ἀλλὰ καὶ ἐν τῷ τάφῳ ὡς ἐπὶ φάτνης ὁ τόπος. Πρῶτοι πάντων ποι‐ μένες τὴν Χριστοῦ εὐηγγελίζοντο γέννησιν· ἀλλὰ
10καὶ πρῶτοι πάντων ποιμένες Χριστοῦ μαθηταὶ εὐ‐ ηγγελίσθησαν τοῦ Χριστοῦ τὴν ἐκ νεκρῶν ἀναγγέν‐ νησιν. Ἐκεῖ, Χαῖρε, ὁ ἄγγελος τῇ Παρθένῳ ἐβόησε· καὶ ἐνταῦθα, Χαίρετε, ὁ τῆς μεγάλης βουλῆς ἄγγελος Χριστὸς ταῖς γυναιξὶ ἀνακέκραξεν. Ἐν τῇ πρώτῃ
15γεννήσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας εἰσ‐ ῆλθεν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ, εἰς τὸν ναὸν, καὶ προσήγαγεν ὡς πρωτότοκος ζεῦγος τρυγόνων Θεῷ· ἀλλὰ καὶ ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει Χριστὸς μετὰ τεσσαράκοντα ἡμέρας ἀνῆλθεν εἰς τὴν ἄνω
20Ἱερουσαλὴμ, ὅθεν οὐκ ἐχωρίζετο, καὶ εἰς τὰ ὄντως Ἅγια τῶν ἁγίων ὡς πρωτότοκος ἄφθαρτος ἐκ νεκρῶν, καὶ προσήγαγε τῷ Θεῷ καὶ Πατρὶ ὡς δύο ἀμώμους τρυγόνας, τὴν ψυχὴν καὶ τὴν σάρκα τὴν ἡμετέραν· ὃν καὶ ὑπεδέξατο, ὡς Συμεών τις, ὁ Παλαιὸς τῶν
25ἡμερῶν Θεὸς καὶ Πατὴρ, ὡς ἐν ἀγκάλαις ἐν ἰδίοις κόλποις ἀπεριγράπτως. Ἐὰν δὲ μυθικῶς ταῦτα καὶ οὐ πιστῶς ἀκούῃς, κατηγοροῦσί σου αἱ ἄλυτοι σφρα‐ γῖδες τοῦ Δεσποτικοῦ τῆς ἀναγεννήσεως Χριστοῦ μνήματος. Ὥσπερ γὰρ ἐσφραγισμένων τῶν πανεμ‐
30φύτων μητρανοίκτων κλείθρων τῆς παρθενικῆς φύ‐ σεως Χριστὸς ἐκ Παρθένου γεγέννηται· οὕτως ἀδι‐ ανοίκτων ὄντων τῶν τοῦ τάφου σφραγίδων ἡ Χριστοῦ ἀναγέννησις πέπρακται. Πῶς δὲ ἐν τάφῳ καὶ πότε, καὶ ὑπὸ τίνων Χριστὸς ἡ ζωὴ κατατίθεται, τῶν ἱερῶν
35λογίων ἀκούσωμεν. Ὀψίας γενομένης, φησὶν, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ· οὗτος τολμήσας εἰσ‐ ῆλθεν πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο παρ’ αὐτοῦ τὸ σῶμα τοῦ Ἰησοῦ. Εἰσῆλθεν βροτὸς πρὸς βροτὸν,
40αἰτούμενος λαβεῖν τὸν Θεόν· τὸν Θεὸν τῶν βροτῶν αἰτεῖται· πηλὸς πρὸς πηλοῦ λαβεῖν τὸν πάντων πλαστουργόν· ὁ χόρτος παρὰ χόρτου κομίσασθαι τὸ οὐράνιον πῦρ· ἡ σταγὼν ἡ οἰκτρὰ παρὰ σταγό‐ νος οἰκτρᾶς λαμβάνει τὴν ἄβυσσον. Τίς ἴδε; τίς
45ἤκουσε πώποτε; Ἄνθρωπος ἀνθρώπῳ τὸν ποιητὴν τῶν ἀνθρώπων χαρίζεται· ἄνομος τῶν ἀνόμων τὸν ὅρον καὶ τοῦ νόμου ὑπισχνεῖται χαρίζεσθαι· κρι‐ τὴς ἄκριτος ὡς κατάκριτον τὸν κριτὴν τῶν κριτῶν εἰς ταφὴν ἀφίησιν.

43

.

444

(50)

Ὀψίας γενομένης, φησὶν, ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσήφ. Ὄντως πλούσιος, πᾶσαν τὴν σύνθετον τοῦ Κυρίου ὑπόστασιν κομισάμε‐ νος· ἀληθῶς πλούσιος, ὅτι τὴν διττὴν οὐσίαν τοῦ Χριστοῦ παρὰ Πιλάτου ἔλαβε· καὶ γὰρ πλούσιος, ὅτι
55τὸν ἀτίμητον μαργαρίτην ἠξιώθη κομίσασθαι. Ὄντως444

43

.

445

πλούσιος· βαλάντιον γὰρ ἐβάστασε γέμον τοῦ θησαυ‐ ροῦ τῆς θεότητος. Πῶς γὰρ οὐ πλούσιος ὁ τὴν τοῦ κόσμου ζωὴν καὶ σωτηρίαν κτησάμενος; πῶς δὲ οὐ πλούσιος Ἰωσὴφ, δῶρον δεξάμενος τὸν πάντα τρέ‐
5φοντα καὶ πάντα δεσπόζοντα; Ὀψίας γενομένης· ἦν γὰρ λοιπὸν δύσας ἐν ᾅδῃ ὁ τῆς δικαιοσύνης ἥλιος. Διὸ ἦλθεν ἄνθρωπος πλούσιος τοὔνομα Ἰωσὴφ ἀπὸ Ἀριμαθαίας, ὃς ἦν κρυβόμενος, διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ
10ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτός. Μυστήριον μυ‐ στηρίων ἀπόκρυφον. Δύο κρυπτοὶ μαθηταὶ κατα‐ κρύψαι Ἰησοῦν ἐν τάφῳ ἔρχονται, τὸ κρυπτὸν ἐν τῷ ᾅδῃ μυστήριον τοῦ κρυπτοῦ Θεοῦ ἐν σαρκὶ διὰ τῆς ἰδίας κρύψεως διδάσκοντες. Ἕτερος δὲ τὸν ἕτερον
15ὑπερβάλλων τῇ πρὸς Χριστὸν διαθέσει. Ὁ μὲν γὰρ Νικόδημος ἐν τῇ σμύρνῃ, καὶ ἐν τῇ ἀλόῃ μεγα‐ λόψυχος· ὁ δὲ Ἰωσὴφ ἐν τῇ πρὸς Πιλᾶτον τόλμῃ καὶ παῤῥησίᾳ ἀξιέπαινος. Οὗτος γὰρ πάντα φόβον ἀποῤ‐ ῥιψάμενος, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, αἰτού‐
20μενος τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ εἰσελθὼν πανσόφως ἐχρήσατο, ἵνα τοῦ ποθουμένου σκοποῦ ἐντὸς γένηται. Διὸ οὐκ ἐχρήσατο πρὸς Πιλᾶτον κόμποις τισὶ καὶ ὑψηλοῖς ῥήμασιν, ἵνα μὴ εἰς ὀργὴν τοῦτον ἐξάψας ἐκπέσῃ τῆς αἰτήσεως· οὐδὲ λέγει πρὸς αὐτόν· Δός
25μοι τὸ σῶμα τοῦ Ἰησοῦ, τοῦ πρὸ βραχέως τὸν ἥλιον σκοτίσαντος, τὰς πέτρας ῥήξαντος, καὶ τὴν γῆν δονή‐ σαντος, καὶ τὰ μνημεῖα ἀνοίξαντος, καὶ τὸ κατα‐ πέτασμα τοῦ ναοῦ σχίσαντος. Οὐδὲν τοσοῦτον πρὸς Πιλᾶτον λέγει.
30 Ἀλλὰ τί; αἴτησίν τινα οἰκτρὰν, καὶ τοῖς πᾶσι μικράν. Ὦ κριτὰ, αἰτούμενος παρὰ σοῦ ἐλήλυθα αἴ‐ τησιν πάνυ μικράν. Καὶ οὕτως· Δός μοι νεκρὸν πρὸς ταφήν· τὸ σῶμα ἐκείνου τοῦ παρὰ σοῦ κατακριθέντος Ἰησοῦ τοῦ Ναζαρινοῦ, Ἰησοῦ τοῦ πτωχοῦ, Ἰη‐
35σοῦ τοῦ ἀοίκου, Ἰησοῦ τοῦ κρεμαμένου, τοῦ γυμνοῦ, τοῦ εὐτελοῦς, Ἰησοῦ τοῦ τέκτονος υἱοῦ, Ἰησοῦ τοῦ δεσμίου, τοῦ αἰθρίου, τοῦ ξένου, καὶ ἐπὶ ξενίᾳ ἀγνωρίστου, τοῦ εὐκαταφρονήτου, καὶ ἐπὶ πᾶσι κρε‐ μαμένου. Δός μοι τοῦτον τὸν ξένον· τί γάρ σε ὠφελεῖ
40τὸ σῶμα τούτου τοῦ ξένου; Δός μοι τοῦτον τὸν ξέ‐ νον· ἐκ μακρᾶς γὰρ ἦλθεν ὧδε τῆς χώρας, ἵνα σώσῃ τὸν ξένον· κατῆλθε γὰρ εἰς τὴν σκοτεινὴν ἀνενέγκαι τὸν ξένον. Δός μοι τοῦτον τὸν ξένον· αὐτὸς γὰρ καὶ μόνος ὑπάρχει ξένος. Δός μοι τοῦτον τὸν ξένον, οὗτι‐
45νος τὴν χώραν ἀγνοοῦμεν οἱ ξένοι. Δός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν πατέρα ἀγνοοῦμεν οἱ ξένοι. Δός μοι τοῦτον τὸν ξένον, οὗτινος τὸν τόπον καὶ τὸν τόκον, καὶ τὸν τρόπον ἀγνοοῦμεν οἱ ξένοι. Δός μοι τοῦτον τὸν ξένον, τὸν ξένην ζωὴν καὶ βίον ζήσαντα

43

.

445

(50)

ἐπὶ ξένα. Δός μοι τοῦτον τὸν Ναζωραῖον ξένον [οὗ τὸν τόκον καὶ τὸν τρόπον ἀγνοοῦμεν οἱ ξένοι. Δός μοι τοῦτον τὸν ἑκούσιον ξένον], τὸν μὴ ἔχοντα ὧδε
ποῦ τὴν κεφαλὴν κλίνῃ. Δός μοι τοῦτον τὸν ξένον,446

43

.

448

τὸν ὡς ξένον ἐπὶ ξένης ἄοικον, ἐπὶ φάτνης τεχθέντα. Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐξ αὐτῆς τῆς φάτνης ὡς ξένον ἐξ Ἡρώδου φυγόντα. Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐξ αὐτῶν τῶν σπαργάνων ἐν Αἰγύπτῳ
5ξενωθέντα, οὐ πόλιν ἔχοντα, οὐ κώμην, οὐκ οἶκον, οὐ μονὴν, οὐ συγγενῆ· ἐπ’ ἀλλοδαπῆς δὲ χώρας τυγχά‐ νει οὗτος ὁ ξένος. Δός μοι, ὦ ἡγεμὼν, τοῦτον τὸν ἐπὶ ξύλου γυμνόν· σκεπάσω τὸν τῆς ἐμῆς φύσεως σκεπάσαντα γύμνωσιν. Δός μοι τοῦτον τὸν νεκρὸν
10ὁμοῦ καὶ Θεόν· σκεπάσω τὸν τὰς ἐμὰς ἀνομίας καλύ‐ ψαντα. Δός μοι, ὦ ἡγεμὼν, νεκρὸν, τὸν ἐπὶ Ἰορδά‐ νου τὴν ἐμὴν ἁμαρτίαν ἐνθάψαντα. Ὑπὲρ νεκροῦ παρακαλῶ ὑπὸ πάντων ἀδικηθέντος, ὑπὸ φίλου πρα‐ θέντος, ὑπὸ μαθητοῦ προδοθέντος, ὑπὸ ἀδελφῶν διω‐
15χθέντος, καὶ ὑπὸ δούλου ῥαπισθέντος. Ὑπὲρ νε‐ κροῦ πρεσβεύω, τοῦ ὑπὸ τῶν ὑπ’ αὐτοῦ ἐκ δουλείας ἐλευθερωθέντων κατακριθέντος, τοῦ ὑπ’ αὐτοῦ ὄξος ποτισθέντος, τοῦ ὑπὸ τῶν ἰαθέντων ὑπ’ αὐτοῦ τραυ‐ ματισθέντος, τοῦ ὑπὸ τῶν μαθητῶν καταλειφθέντος,
20καὶ αὐτῆς τῆς μητρὸς ἀποστερηθέντος. Ὑπὲρ νε‐ κροῦ, ὦ ἡγεμὼν, δυσωπῶ, τοῦ ἐπὶ ξύλου κρεμαμέ‐ νου ἀοίκου. Οὐ γὰρ πάρεστι τούτῳ οὐ πατὴρ ἐπὶ γῆς, οὐ φίλος, οὐ μαθητὴς, οὐ συγγενὴς, οὐκ ἐνταφια‐ στής· ἀλλ’ αὐτὸς μόνος τοῦ μόνου μονογενὴς, ἐν κό‐
25σμῳ Θεὸς, καὶ ἄλλος οὐδείς. Τούτων οὕτως ὑπὸ Ἰωσὴφ πρὸς Πιλᾶτον εἰρημέ‐ νων, ἐκέλευσεν ὁ Πιλᾶτος δοθῆναι αὐτῷ τὸ πανάγιον σῶμα τοῦ Ἰησοῦ. Καὶ ἐλθὼν ἐπὶ τὸν Γολγοθὰ τόπον, καθεῖλε Θεὸν ἐν σαρκὶ ἀπὸ τοῦ ξύλου, καὶ τίθησιν ἐπὶ
30γῆν· Θεὸν ἐν σαρκὶ γυμνὸν, καὶ ἄνθρωπον οὐ ψιλόν. Καὶ ὁρᾶται κείμενος κάτω, ὁ πάντας ἑλκύσας ἄνω· καὶ γίνεται πρὸς βραχὺ ἄπνους, ἡ πάντων ζωὴ καὶ πνοή· καὶ ὁρᾶται ἀόμματος, ὁ κτίσας τὰ πολυόμματα· καὶ κεῖται ὕπτιος, ἡ πάντων ἀνάστασις· καὶ νεκροῦται
35σαρκὶ Θεὸς, ὁ τοὺς νεκροὺς ἀνιστῶν· καὶ σιγᾷ πρὸς βραχὺ ἡ τοῦ Θεοῦ λόγου βροντή· καὶ αἴρεται παλάμαις, ὁ τὴν γῆν κατέχων δρακί. Ἆρα γὰρ, ἆρα, ὦ Ἰωσὴφ, αἰτήσας καὶ λαβὼν, οἶδας ὃν εἴληφας; ἆρα προσελθὼν τῷ σταυρῷ, καθελὼν Ἰησοῦν, οἶδας τίνα
40ἐβάστασας; Εἰ ὄντως οἶδας ὃν κρατεῖς, νῦν γέγονας πλούσιος. Πῶς δὲ ἄρα καὶ τὴν θεόσωμον ταύτην καὶ φρικωδεστάτην Ἰησοῦ ἐπιτελεῖς κηδείαν; Ἐπαινετός σου ὁ πόθος· ἀλλ’ ἐπαινετώτερος ὁ τῆς ψυχῆς σου τρόπος. Ἆρα γὰρ, ἆρα οὐ φρίττεις, ὃν τὰ χερουβὶμ
45φρίττουσιν, ἐπὶ χειρῶν βαστάζων; ἢ ποίῳ φόβῳ πάν‐ τως τῆς θείας ἐκείνης σαρκὸς ἀπογυμνοῖς τὸ λέντιον; πῶς δὲ δὴ εὐλαβῶς τὸ ὄμμα κατέστελλες; οὐ φρίττεις ἐνατενίζων, ἀνακαλύπτων φύσιν σαρκὸς Θεοῦ, τοῦ ὑπὲρ φύσιν; Ἆρα γὰρ, ἆρα, εἰπέ μοι, ὦ

43

.

448

(50)

Ἰωσὴφ, καὶ πρὸς ἀνατολὰς καταθάπτεις νεκρὸν, τὴν ἀνατολὴν τῶν ἀνατολῶν; ἆρα δὲ καὶ τοῖς σοῖς δακτύ‐ λοις νεκροπρεπῶς Ἰησοῦ κατακλείεις τὰ ὄμματα τοῦ τῷ ἀχράντῳ δακτύλῳ τοῦ τυφλοῦ ἀνοίξαντος ὄμμα; ἆρα δὲ καὶ τὸ στόμα περικλείεις τοῦ τὸ μογι‐
55λάλου ἀνοίξαντος στόμα; ἆρα δὲ καὶ χεῖρας περιστέλ‐
λεις τοῦ ἐκτείναντος τὰς ξηρανθείσας χεῖρας; ἢ καὶ448

43

.

449

τοὺς πόδας νεκροπρεπῶς καταδεσμεῖς τοῦ τὸ βαδίζειν δόντος τοῖς ἀκινήτοις ποσίν; ἆρα καὶ ἐπὶ κλίνης αἴ‐ ρεις τὸν τῷ παραλύτῳ κελεύσαντα· Ἆρον σοῦ τὸν κράβατον, καὶ περιπάτει; ἆρα δὲ καὶ μύρα κενοῖς
5τῷ οὐρανίῳ μύρῳ τὰ ἑαυτοῦ κενώσαντι, καὶ κό‐ σμον ἁγιάσαντι; ἆρα καὶ τὴν θεόσωμον ἔτι αἱμοῤῥοοῦ‐ σαν ἐκείνην Ἰησοῦ ἐκμάξαι τολμᾷς πλευρὰν, τοῦ τὴν αἱμοῤῥοοῦσαν ἰασαμένου Θεοῦ; ἆρα δὲ καὶ ὕδατι κατα‐ πλύνεις σῶμα Θεοῦ, τοῦ πάντας ἐκπλύναντος, καὶ τὴν
10κάθαρσιν δόντος; Ποίας δὲ ἆρα καὶ λαμπάδας ὑπ‐ ανάψεις τῷ φωτὶ τῷ ἀληθινῷ, τῷ φωτίσαντι πάντα ἄνθρωπον; ποίας δὲ καὶ ᾄσεις ἐπιταφίους ᾠδὰς τῷ ἀσιγήτως αἰνουμένῳ ὑπὸ πάσης οὐρανίου στρατιᾶς; ἆρα δὲ καὶ δακρυῤῥοεῖς ὡς νεκρὸν τὸν δακρύσαντα,
15καὶ νεκρὸν τετραήμερον τὸν Λάζαρον ἀναστήσαντα; ἆρα δὲ καὶ θρήνους ποιεῖς τῷ τὴν χαρὰν πᾶσι διδόντι, καὶ τὴν λύπην τῆς Εὔας διαλύσαντι;
19Ὅμως μακαρίζω σου τὰς χεῖρας, ὦ Ἰωσὴφ, ὑπουρ‐
20γησάσας, καὶ ψηλαφησάσας ἔτι αἱμοῤῥοούσας τὰς θεοσώμους Ἰησοῦ χεῖρας καὶ πόδας· μακαρίζω σου τὰς χεῖρας προσεγγισάσας τῇ τοῦ Θεοῦ αἱμοῤῥοούσῃ πλευρᾷ, πρὸ Θωμᾶ τοῦ πιστοῦ ἀπίστου καὶ ἐπαινου‐ μένου περιέργου· μακαρίζω σου τὸ στόμα ἐμπλη‐
25σθὲν ἀπλήστως καὶ ἑνωθὲν πρὸς Ἰησοῦ τὸ στόμα, καὶ Πνεύματος ἁγίου ἐκεῖθεν πληρωθέν· μακαρίζω σου τοὺς ὀφθαλμοὺς προστεθέντας τοῖς τοῦ Ἰησοῦ ὀφθαλμοῖς, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἐκεῖθεν μεταλα‐ χόντας· μακαρίζω σου τὸ πρόσωπον προσπελάσαν
30πρὸς τὸ τοῦ Θεοῦ πρόσωπον· μακαρίζω σου τοὺς ὤμους βαστάσαντας τὸν πάντας βαστάζοντα· μακαρίζω σου τὴν κεφαλὴν [ἐν] ᾗ προσήγγισεν Ἰη‐ σοῦς πάντων κεφαλή· μακαρίζω σου τὰς χεῖρας, ἐν αἷς ἐβάστασας τὸν βαστάζοντα πάντα· μακαρίζω
35Ἰωσὴφ καὶ Νικόδημον. Γεγόνασι γὰρ πρὸ τῶν χερου‐ βὶμ Θεὸν ἐν ἑαυτοῖς ὑψώσαντες καὶ φέροντες· γεγόνασι πρὸ τῶν ἑξαπτερύγων Θεοῦ ὑπουργοὶ, οὐ πτέρυξιν, ἀλλὰ σινδόσι τὸν Κύριον καλύψαντες, καὶ τιμήσαντες. Ὃν τὰ χερουβὶμ τρέμουσι, τοῦτον ἐπὶ
40τῶν ὤμων Ἰωσὴφ καὶ Νικόδημος φέρουσι, καὶ πᾶ‐ σαι αἱ τῶν ἀσωμάτων τάξεις ἐξίστανται. Ἦλθε γὰρ Ἰωσὴφ καὶ Νικόδημος· οὐκοῦν συνέδραμε πᾶς καὶ ὁ τῶν ἀγγέλων θεόδημος· καὶ προφθάνει χερου‐ βὶμ, καὶ συντρέχει σεραφὶμ, καὶ συμβαστάζουσι θρό‐
45νοι, καὶ καλύπτουσι τὰ ἑξαπτέρυγα, καὶ φρίττουσι τὰ πολυόμματα, ὁρῶντα ἐν σαρκὶ Ἰησοῦν ἀόμματον, καὶ συγκαλύπτουσι δυνάμεις, καὶ ᾄδουσιν αἱ ἀρχαὶ, καὶ φρίττουσιν αἱ τάξεις, καὶ ἐξίστανται πᾶσαι αἱ στρατιαὶ τῶν μεταρσίων ταγμάτων, καὶ θαμβούμεναι

43

.

449

(50)

πρὸς ἑαυτὰς διαποροῦσι, καὶ λέγουσι· Τίς οὗτος ὁ φοβερὸς λόγος, καὶ φόβος, καὶ τρόμος, καὶ τρόπος; τί τοῦτο τὸ μέγα, καὶ παράδοξον, καὶ ἀκατάληπτον θέαμα; Ὁ ἄνω ἡμῖν τοῖς ἀσωμάτοις ὡς Θεὸς γυμνὸς,
ἀθεώρητος, κάτω βροτοῖς γυμνὸς εὐθεώρητος.450

43

.

452

ᾯ παρίστανται χερουβὶμ μετ’ εὐλαβείας, τοῦτον Ἰωσὴφ καὶ Νικόδημος κηδεύουσι μετ’ ἀδείας. Πότε κατῆλθεν ὁ τὰ ἄνω μὴ λιπών; πῶς ἐξῆλθεν ὁ ἔσω ὤν; πῶς ἦλθεν ἐπὶ γῆς ὁ τὰ πάντα πληρῶν; πῶς
5ἐξέδυ ὁ πάντας λαθών; Ὁ ἄνω μετὰ Πατρὸς ὡς Θεὸς ἀνελλειπὴς, κάτω μετὰ τῆς μητρὸς ὡς βρο‐ τὸς [ἀληθῶς] ἀνελλειπῶς. Ὁ οὐ πώποτε ἡμῖν ἐκφα‐ νεὶς, πῶς ἀνθρώποις ὡς ἄνθρωπος ὁμοῦ καὶ φιλ‐ άνθρωπος Θεὸς ἐπιφαίνεται; πῶς ὁ ἀόρατος ὡράθη;
10πῶς ὁ ἄϋλος ἐσαρκώθη; πῶς ὁ ἀπαθὴς ἔπαθε; πῶς ὁ κριτὴς εἰς κριτήριον παρέστη; πῶς ἡ ζωὴ θανάτου ἐγεύσατο; πῶς ὁ ἀχώρητος ἐν τάφῳ χωρεῖται; πῶς οἰκεῖ τὸ μνῆμα ὁ μὴ λιπὼν τὸν κόλπον τὸν πατρικόν; πῶς σπηλαίου πύλην εἰσέρχεται ὁ πύλας τοῦ παρα‐
15δείσου ἀνοίξας, τὰς δὲ πύλας τῆς Παρθένου μὴ διαῤῥήξας, ἀλλὰ πύλας τοῦ ᾅδου συντρίψας; ὁ πύλας ἐπὶ Θωμᾷ μὴ ἀνοίξας, ἀλλὰ πύλας τῆς βασιλείας ἀνθρώποις διανοίξας, τὰς δὲ πύλας τοῦ τάφου καὶ σφραγῖδας ἀδιανοίκτους σώζων; Πῶς δὲ ἐν νεκροῖς
20λογίζεται ὁ ἐν νεκροῖς ἐλεύθερος; πῶς τὸ φῶς τὸ ἀνέσπερον ἐν σκοτεινοῖς καὶ σκιᾷ θανάτου παραγίνε‐ ται; ποῦ πορεύεται; ποῦ παραγίνεται ὁ ὑπὸ θανάτου κρατηθῆναι μὴ δυνάμενος; Τίς ὁ λόγος; τίς ὁ τρόπος; τίς ἡ βουλὴ τῆς ἐν τῷ ᾄδῃ αὐτοῦ καταβάσεως;
25Τάχα τὸν Ἀδὰμ τὸν κατάδικον καὶ ἡμῶν σύνδουλον ἀνενέγκαι κατέρχεται. Ὄντως τὸν πρωτόπλαστον ὡς ἀπολωλὸς πρόβατον ἐπιζητῆσαι πορεύεται. Πάντως καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους βούλεται ἐπισκέψασθαι· πάντως τὸν αἰχμάλωτον
30Ἀδὰμ, καὶ τὴν συναιχμάλωτον Εὔαν τῶν ὀδυνῶν λύσαι πορεύεται ὁ Θεὸς, καὶ υἱὸς αὐτῆς [ὅθεν καὶ υἱὸς αὐτοῦ ἀναδέδεικται].
34Ἀλλὰ συγκατέλθωμεν, ἀλλὰ συγχορεύσωμεν, ἀλλὰ
35σπεύσωμεν, ἀλλὰ συσκιρτήσωμεν, ἀλλὰ προπέμψω‐ μεν, ἀλλὰ ἀνυμνήσωμεν, ἀλλὰ ταχύνωμεν, Θεοῦ καταλ‐ λαγὰς πρὸς ἀνθρώπους βλέποντες, καταδίκων ἀπό‐ λυσιν ἐξ ἀγαθοῦ Δεσπότου γινομένην. Πορεύεται γὰρ ὁ φύσει φιλάνθρωπος ἐξάξαι τοὺς ἀπ’ αἰῶνος δεσμίους
40ἐν ἀνδρείᾳ καὶ ἐξουσίᾳ πολλῇ, τοὺς κατοικοῦντας ἐν τάφοις, οὓς κατέπιεν τυραννικῶς ὁ πικρὸς καὶ ἀκό‐ ρεστος θάνατος τυραννήσας, καὶ ἐκ Θεοῦ ἀποσυλή‐ σας ὁμοῦ τε καὶ σωρεύσας, τοῖς ἄνω κατοικοῦσιν ἐλευθερώσας συναριθμῆσαι. Ἐκεῖ δέσμιος Ἀδὰμ ὁ
45πρωτόπλαστος, καὶ πρωτογέννητος πάντων κατω‐ τάτων καταδίκων κατώτερος. Ἐκεῖ Ἄβελ ὁ πρωτό‐ θνητος, καὶ πρωτοδίκαιος ποιμὴν Χριστοῦ ποιμένος τύπος τῆς ἀδίκου σφαγῆς. Ἐκεῖ Νῶε ὁ Χριστοῦ τύπος, τῆς μεγάλης κιβωτοῦ Θεοῦ Ἐκκλησίας κτιστὴς, τῆς

43

.

452

(50)

τὰ θηριώδη ἔθνη πάντα ἐκ κατακλυσμοῦ ἀσεβείας διὰ περιστερᾶς, ἁγίου Πνεύματος, διασωσάσης, καὶ τὸν ζοφερὸν κόρακα ἐκ ταύτης ἐξορισάσης. Ἐκεῖ Ἀβραὰμ ὁ Χριστοπάτωρ θύτης, ὁ τὴν ξιφάξιφον ὁμοῦ, καὶ θνητάθνητον Θεῷ θύσας θυσίαν πανόλβιον.
55Ἐκεῖ κάτω δέσμιος Ἰσαὰκ ὁ πάλαι δέσμιος Χριστό‐452

43

.

453

τυπος ὑπὸ Ἀβραὰμ γενόμενος ἄνω. Ἐκεῖ Ἰακὼβ ἐν ᾅδῃ κατώδυνος κάτω πρὶν διὰ Ἰωσὴφ κατώδυνος ἄνω. Ἐκεῖ Ἰωσὴφ ὁ δέσμιος, ὁ ἐν Αἰγύπτῳ γεγονὼς ἐν τῷ δεσμωτηρίῳ εἰς Χριστοῦ τύπον δεσμώτης καὶ
5δεσπότης. Ἐκεῖ Μωϋσῆς ἐν σκοτεινοῖς κάτω, ὁ ποτὲ ἐν τῇ θήκῃ ἐν σκοτεινοῖς ἄνω. Ἐκεῖ Δανιὴλ ἐν ᾅδῃ τῷ λάκκῳ, ὁ ἐν τῷ λάκκῳ ποτὲ τῶν λεόντων ἄνω. Ἐκεῖ Ἱερεμίας ὡς ἐν λάκκῳ βορβόρου, ἐν τῷ λάκκῳ τοῦ ᾅδου καὶ τῆς φθορᾶς τοῦ θανάτου. Ἐκεῖ ἐν τῷ
10κοσμοδόχῳ κήτει τοῦ ᾅδου κεῖται εἰς τύπον Ἰωνᾶς Χριστοῦ τοῦ αἰωνίου καὶ προαιωνίου Ἰωνᾶ τοῦ ζῶν‐ τος εἰς αἰῶνα, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων [καὶ ἐπ’ αἰῶνα]. Καὶ ἔτι ἐκεῖ Δαβὶδ ὁ Θεοπάτωρ, ἐξ οὗ τὸ κατὰ σάρκα Χριστός. Καὶ τί λέγω Δαβὶδ καὶ Ἰωνᾶν
15καὶ Σολομῶντα; Ἐκεῖ καὶ αὐτὸς ὁ πολὺς Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, ὡς ἐν τῇ σκοτεινῇ μήτρᾳ Χριστὸν προκηρύττων τοῖς ἐν ᾅδῃ ἅπασιν· ὁ διττὸς πρόδρομος, καὶ κῆρυξ ζώντων καὶ νεκρῶν· ὁ ἐκ φυλακῆς Ἡρώδου τῇ πανδήμῳ φυλακῇ παρα‐
20πεμφθεὶς τοῦ ᾅδου [ὅθεν] τῶν ἀπ’ αἰῶνος δικαίων τε καὶ ἀδίκων κεκοιμημένων. Οἱ δὲ προφῆταί τε καὶ δίκαιοι ἅπαντες λιτὰς ἀλήκτους κρυφιομύστως Θεῷ ἐκεῖθεν προσέφερον, λύτρωσιν ἐξαιτοῦντες τῆς παν‐ ωδύνου ἐκείνης καὶ κατηφοῦς ἐχθροκράτου ζοφερᾶς,
25καὶ πανεσπέρου παννυξίας. Καὶ ὁ μὲν πρὸς Θεὸν ἔλεγε· Ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἄκουσον, φωνῆς μου· ὁ δ’ ἄλλος· Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· καὶ ἄλλος· Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σω‐
30θησόμεθα· καὶ ἕτερος· Ὁ καθήμενος ἐπὶ τῶν χε‐ ρουβὶμ, ἐμφάνηθι· καὶ ἄλλος· Ἐξέγειρον τὴν δυνα‐ στείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς· καὶ ἕτε‐ ρος· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· καὶ ἄλλος· Ῥῦσαι τὴν ψυχήν μου ἐξ
35ᾅδου κατωτάτου· καὶ ἕτερος· Κύριε, ἀνάγαγε ἐξ ᾅδου τὴν ψυχήν μου· καὶ ἄλλος· Μὴ ἐγκατάλιπε τὴν ψυχήν μου εἰς ᾅδην· καὶ ἕτερος· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε ὁ Θεός μου.
41 Ὧν δὴ ἁπάντων ὑπακούσας ὁ πανοικτίρμων Θεὸς ὁ Χριστὸς οὐ δίκαιον κέκρικε τοῖς ἐπ’ αὐτοῦ καὶ μετ’ αὐτὸν τῆς οἰκείας μεταδοῦναι μόνοις φιλανθρωπίας· ἀλλὰ καὶ τοῖς πρὸ τῆς αὐτοῦ ἐπιδημίας ἐν ᾅδῃ κατ‐
45εχομένοις, καὶ καθημένοις ἐν σκότει, σκιᾷ θανάτου. Διὸ ἀνθρώπους μὲν ἐν σαρκὶ ὄντας διὰ σαρκὸς ἐμ‐ ψύχου ὁ Θεὸς Λόγος ἐπεσκέψατο· ψυχαῖς δὲ σωμά‐ των ἀπηλλαγμέναις διὰ τῆς ἐνθέου καὶ ἀχράντου αὐτοῦ ψυχῆς ἐν ᾅδῃ ἐπέφανε, σώματος ἀλλ’ οὐ θεότη‐

43

.

453

(50)

τος ἀπηλλαγμένης. Οὐκοῦν σπεύσωμεν τῷ νῷ, καὶ ἐπὶ τὸν ᾅδην βαδίσωμεν, ὅπως ἴδωμεν πῶς ἐκεῖ ποτε τὸν τῷ κράτει κραταιὸν κατὰ κράτος κρατεῖ τοῦ κράτους κρατοτύραννον, καὶ λαῷ πανστρατὶ τῇ αὐτοῦ
ἀστραπῇ τὰς ἀθανάτους ἐκείνας τῶν φαλάγγων ἀχειρὶ454

43

.

456

χειροῦται τάξεις· θύρας ἀθύρους ἄρας ἐκ μέσου, καὶ πύλας ἀξύλους τῷ ξύλῳ τοῦ σταυροῦ Χριστὸς ἡ θύρα κατακλάσας, ἥλοις τε τοῖς ἐνθέοις μοχλοὺς αἰωνίους συντρίψας καὶ συνθλάσας· καὶ δεσμοῖς χειρ‐
5ενθέοις τὰς ἀλύτους ἁλύσεις ὡς κηρὸν διαλύσας· καὶ λόγχῃ τῇ θεοπλεύρῳ καρδίαν τοῦ τυράννου τὴν ἄσαρκον διατρήσας. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅτε τῷ σταυρῷ τοξότας χειροθέους νευρὰς διέτεινε. Διὸ ἐὰν μεθ’ ἡσυχίας ἀκολουθήσῃς Χριστῷ,
10νῦν ὄψῃ ποῦ μὲν τὸν τύραννον ἔδησε· ποῦ δὲ τὴν τούτου κεφαλὴν ἀνήρτησε· πῶς δὲ τὸ δεσμωτήριον ἀνέσκαψε, ποῦ δὲ τοὺς δεσμώτας ἐξήγαγε, πῶς δὲ τὸν ὄφιν ἐπάτησε, καὶ ποῦ τὴν κάραν ἐκρέμασε· πῶς δὲ τὸν Ἀδὰμ ἠλευθέρωσε, καὶ πῶς τὴν Εὔαν ἀνέστησε,
15καὶ πῶς τὸ μεσότοιχον ἔλυσε, καὶ πῶς τὸν πικρὸν κατεδίκασε δράκοντα, καὶ πῶς τὰ ἀήττητα ἔστησε τρόπαια· ποῦ δὲ τὸν θάνατον ἐθανάτωσε, καὶ πῶς τὴν φθορὰν κατέφθειρε, καὶ ποῦ τὸν ἄνθρωπον εἰς τὸ ἀρχαῖον κατέστησεν ἀξίωμα.
22 Ὁ χθὲς τοίνυν οἰκονομικῶς τὰς λεγεῶνας τῶν ἀγ‐ γέλων παραιτούμενος, καὶ λέγων τῷ Πέτρῳ· Οὐ δύναμαι ἄρτι παραστῆσαι πλείους ἢ δώδεκα λε‐
25γεῶνας ἀγγέλων; σήμερον θεοπρεπῶς ὁμοῦ τε καὶ πολεμικῶς, καὶ δεσποτικῶς κάτεισι κάτω τοῦ ᾅδου καὶ θανάτου· καὶ τύραννον διὰ θανάτου τὰς ἀθανά‐ τους τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ἀοράτων οὐ δώδεκά τινας λεγεῶνας, ἀλλὰ μυρίας
30μυριάδας καὶ χιλίας χιλιάδας ἔχων ἀγγέλων, ἐξου‐ σιῶν, θρόνων ἀθρόνων, ἑξαπτερύγων, ἀπτερύ‐ γων, πολυομμάτων, ἀομμάτων, οὐρανίων ταγμάτων· ἅτε δὴ ἅτε ὡς οἰκεῖον Δεσπότην, καὶ βασιλέα προ‐ πεμπούσας, καὶ δορυφορούσας, καὶ τιμώσας Χριστόν·
35οὐ συμμάχους· ἄπαγε! Ποίας γὰρ καὶ συμμαχίας ὁ παντοδύναμος ἐπιδέεται Χριστός; Ἀλλ’ ὀφειλούσας ὁμοῦ καὶ φιλούσας τῷ ἑαυτῶν ἀεὶ παρίστασθαι Δε‐ σπότῃ τῷ Θεῷ φερέγγειοί τινες δορυφόροι, ὁπλῖται καὶ σκηπτοῦχοι λαμπροὶ τῆς θείας ὀξεῖς δεσποτικῆς
40σκηπτουχίας, νεύματι μόνῳ σπουδῇ τῷ θείῳ τάχει ἀλλήλας προφθανούσας, ὁμοῦ εἰς ἔργον ἀγούσας τῇ κελεύσει τὴν πρᾶξιν, καὶ τῇ νίκῃ κατεστεμμένας πρὸς ἐχθρῶν καὶ παρανόμων παρατάξεις. Διὸ δὴ καὶ κατιούσας τότε δρόμοις ὁμοῦ τε καὶ σύνδρομοι
45τῷ Θεῷ καὶ Δεσπότῃ ἐπὶ τὰ ἐν ᾅδου καὶ ὑπόγεια, καὶ γῆς ἁπάσης βαθύτερα, τῶν ἀπ’ αἰῶνος κεκοιμημένων ὑποχθόνια οἰκητήρια, ἐξάγων ἐν ἀνδρείᾳ τοὺς ἀπ’ αἰῶνος πεπεδημένους. Ὡς γοῦν τὰ παντόθυρα, καὶ ἀνήλια, καὶ πανέσπερα τοῦ ᾅδου δεσμωτήρια καὶ

43

.

456

(50)

οἰκητήρια, καταδύσεις καὶ σπήλαια ἡ θεόδημος τοῦ Δεσπότου κατέλαβεν αἰγληφόρος παρουσία, προφθάνει πάντας Γαβριὴλ ἀρχιστράτηγος· ἅτε δὴ ἅτε ἐξ ἔθους ὢν χαρᾶς εὐαγγέλια ἀνθρώποις φέρειν καὶ ῥῆσίν
τινα ἰσχυρὰν ἀρχαγγελικωτάτων καὶ στρατηγικωτάτων456

43

.

457

λαμπρὰν καὶ λεοντιαίαν φωνὴν πρὸς τὰς ἐναντίας δυνάμεις, καὶ λέγει· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν· μεθ’ ὃν βοᾷ καὶ Μιχαήλ· Καὶ ἐπάρθητε, πύ‐ λαι αἰώνιοι. Εἶτα καὶ αἱ δυνάμεις φασίν· Ἀπό‐
5στητε, πυλωροὶ οἱ παράνομοι· εἶτα καὶ ἐξουσίαι μετ’ ἐξουσίας· Συντρίβητε, αἱ ἁλύσεις αἱ ἄλυτοι· καὶ ἄλλος· Αἰσχύνθητε, ἐναντίοι πολέμιοι· καὶ ἕτε‐ ρος· Φοβήθητε, τύραννοι οἱ παράνομοι.
12 Καὶ καθάπερ ἐπί τινος φοβερᾶς καὶ ἀηττήτου παντοδυνάμου βασιλικῆς τροπαιούχου στρατοῦ παρα‐ τάξεως φρίκη τις καὶ τάραχος καὶ φόβος κατώδυ‐
15νος τοῖς τοῦ ἀκαταγωνίστου Δεσπότου ἐπιπίπτει ἐχθροῖς· οὕτω δὴ καὶ ἐπὶ τοῖς ἐν ᾅδου ἐκείνοις καὶ παραδόξου Χριστοῦ ἐν τοῖς καταχθονίοις παρουσίας ἐξαίφνης ἐγένετο· ἄνωθεν ἀστραπῆς ἡ ἀμαύρω‐ σις τῶν ἐναντίων τοῦ ᾅδου δυνάμεων τὰς ὄψεις
20σκοτίζουσα καὶ βροντοφώνων βοῶν ἀκουόντων καὶ στρατῶν κελευόντων λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Οὐ γὰρ ἀνοίξατε, ἀλλ’ ἐξ αὐτῶν θεμελίων ταύτας ἄρατε, ἐκριζώσατε, μεταστήσατε εἰς τὸ μηκέτι κλείεσθαι· Ἄρατε πύλας, οἱ ἄρχον‐
25τες ὑμῶν. Οὐχ ὡς ἀδυνατοῦντος τοῦ παρόντος Δε‐ σπότου καὶ θυρῶν κεκλεισμένων ὅτε κελεύει εἰσέρ‐ χεσθαι, ἀλλὰ δραπετοδούλως ὑμῖν ἐπιτρέποντος τὴν τῶν πυλῶν τῶν αἰωνίων ἔπαρσιν καὶ μετάστα‐ σιν καὶ κατάκλασιν. Διὸ οὐδὲ τοῖς δήμοις ὑμῶν, ἀλλ’
30αὐτοῖς τοῖς δοκοῦσι παρ’ ὑμῶν εἶναι ἄρχουσιν, αὐ‐ τοῖς ἐπιτρέπει λέγων· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν. Ὑμῶν, ἀλλ’ οὐκ ἄλλων τινῶν. Λοιπὸν ἄρχον‐ τες. Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν τῶν ἀπ’ αἰῶνος κε‐ κοιμημένων κακῶς ἤρξατε· ἀλλ’ οὐκέτι λοιπὸν αὐ‐
35τῶν, ἀλλ’ οὐδ’ ἄλλων, ἀλλ’ ὑμῶν, ἀλλ’ οὐδ’ αὐτῶν ὑμῶν ἔσεσθε ἄρχοντες. Πάρεστι γὰρ Χριστὸς ἡ οὐ‐ ράνιος θύρα· Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ τῶν τοῦ ᾅδου δυσμῶν. Κύριος ὄνομα αὐτοῦ, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τῶν τοῦ θανάτου
40πυλῶν. Ὑμεῖς ἐποιήσατε τὰς εἰσόδους· τὰς διεξ‐ όδους αὐτὸς ποιῆσαι παραγέγονεν. Διὸ μὴ μέλλετε· Ἄρατε πύλας καὶ ταχύνατε· ἄρατε, καὶ μὴ ἀνα‐ βάλλετε. Εἰ δὲ ἀναμένειν νομίζετε, αὐταῖς ταῖς πύ‐ λαις ἀχειρὶ καὶ αὐτοματὶ αἴρεσθαι ἐπιτρέπομεν. Καὶ
45ἐπάρθητε, πύλαι αἰώνιοι. Ἅμα αἱ δυνάμεις ἐβόη‐ σαν, ἅμα αἱ πύλαι ἐπήρθησαν, ἅμα αἱ ἁλύσεις ἐλύ‐ θησαν, ἅμα οἱ μοχλοὶ κατεκλάσθησαν, ἅμα τὰ κλεῖ‐ θρα ἐξέπεσαν, ἅμα τὰ θεμέλια τοῦ δεσμωτηρίου ἐδονήθησαν, ἅμα αἱ ἐναντίαι δυνάμεις εἰς φυγὴν

43

.

457

(50)

ἐτράπησαν, ἕτερος ἕτερον συνωθούμενος, καὶ ἄλλος πρὸς ἄλλον συμποδιζόμενος, καὶ ἕτερος τῷ ἑτέρῳ φεύγειν φθεγγόμενος· ἔφριξαν, ἐσαλεύθησαν, κατεπλάγησαν, ἐταράχθησαν, ἠλλοιώθησαν, ἐθροή‐
θησαν, ἔστησαν ὁμοῦ καὶ ἐξέστησαν, ἠπόρησαν ὁμοῦ458

43

.

460

καὶ ἐτρόμαξαν. Καὶ ὁ μὲν κεχηνὼς ἵστατο, ὁ δὲ τοῖς γόνασι τὸ πρόσωπον συνεκάλυπτε· καὶ ἄλλος πρηνὴς ἀνεπήγνυτο, καὶ ἕτερος ὡσεὶ νεκρὸς ἀπεστηλοῦ‐ το, καὶ ἄλλος τῷ θάμβει κατείχετο, καὶ ἕτερος
5[οὐρανίων] ἠλλοιωμένος κατέκειτο, καὶ ἄλλος ἐνδότε‐ ρον ἔφευγεν. Ἐκεῖ γὰρ τότε διέκοψε Χριστὸς ἐν ἐκστάσει κεφα‐ λὰς δυναστῶν· ἐκεῖ ἐσείσθησαν ἐν αὐτῷ, ἐκεῖ διήνοιξαν χαλινοὺς αὐτῶν λέγοντες· Τίς ἐστιν οὗ‐
10τος ὁ βασιλεὺς τῆς δόξης; τίς ἐστιν οὗτος ὁ τοσοῦτος, ὁ μετὰ τοσούτων τοιαῦτα ἐνταῦθα ἐπιτελῶν θαύματα; Τίς οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐν ᾅδῃ ποιῶν νῦν τὰ οὐδέποτε ἐν ᾅδῃ γε‐ νόμενα; τίς οὗτος ὁ ἐξάγων ἔνθεν τοὺς ἀπ’ αἰῶνος
15κεκοιμημένους; τίς ἐστιν οὗτος ὁ λύσας καὶ καταλύ‐ σας ἡμῶν τῶν ἀηττήτων τὸ θράσος καὶ τὸ κράτος, καὶ ἐξάγων ἐκ τῆς τοῦ ᾅδου φυλακῆς τοὺς ἀπ’ αἰῶ‐ νος πεπεδημένους; Πρὸς οὓς ἀνέκραζον αἱ τοῦ Δε‐ σπότου δυνάμεις λέγουσαι· Μαθεῖν βούλεσθε, ὦ πα‐
20ράνομοι τύραννοι, τίς ἐστιν οὗτος βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυ‐ νατὸς καὶ ἰσχυρὸς καὶ ἀήττητος ἐν πολέμοις. Οὗτος ἐκεῖνός ἐστιν ὁ ἐκ τῶν οὐρανίων ἀψίδων ἐξ‐ ορίσας καὶ ἀποῤῥίψας ὑμᾶς, ὦ δείλαιοι καὶ παράνο‐
25μοι τύραννοι! Ἐκεῖνος οὗτός ἐστιν ὁ ἐν ὕδασι Ἰορ‐ δάνου συντρίψας τὰς κεφαλὰς τῶν δρακόντων ὑμῶν. Οὗτος ἐκεῖνός ἐστιν ὁ διὰ σταυροῦ στηλιτεύσας, καὶ θριαμβεύσας, καὶ νεκρώσας ὑμᾶς. Ἐκεῖνος οὗτός ἐστιν ὁ δήσας, καὶ ζοφώσας, καὶ τῇ ἀβύσσῳ παρα‐
30πέμψας ὑμᾶς. Οὗτος ἐκεῖνός ἐστιν ὁ πυρὶ αἰωνίῳ καὶ γεέννῃ παραπέμπων καὶ ἀπολλῶν ὑμᾶς. Λοιπὸν μὴ μέλλετε, μηδὲ ἀναμένετε, ἀλλὰ σπεύσατε, καὶ τοὺς δεσμίους ἐξάξατε, οὓς μέχρι καὶ νῦν κακῶς κατεπίετε. Τὸ γὰρ ὑμέτερον κράτος λοιπὸν καταλέλυ‐
35ται· ἡ ὑμῶν τυραννὶς λοιπὸν πέπαυται· τὸ ὑμέτε‐ ρον φρύαγμα δεινῶς κατήργηται· ἡ ὑμῶν μεγαλαυ‐ χία εἰς τέλος ἐκλέλοιπεν· ἡ ὑμῶν ἰσχὺς πε‐ πάτηται καὶ ἀπόλωλε. Ταῦτα αἱ δεσποτικαὶ τοῦ Δεσπότου δυνάμεις ταῖς ἐναντίαις δυνάμεσιν ἔλεγον,
40ὁμοῦ τε καὶ κατέσπευδον. Καὶ οἱ μὲν τὸ δεσμωτήριον ἐξ αὐτῶν τῶν θεμελίων κατέσκαπτον· οἱ δὲ τὰς ἐναντίας ἐξουσίας κατεδίωκον ἐκ τῶν ἐξωτέρων τα‐ μείων φευγούσας ἐνδότερον. Καὶ ἄλλοι τὰς καταδύ‐ σεις, καὶ τὰ φρούρια, καὶ τὰ σπήλαια διερεύνων,
45καὶ ἔτρεχον. Καὶ ἕτεροι ἄλλος ἄλλον ἄλλοθεν δέσμιον τῷ Δεσπότῃ προσέφερον, καὶ ἄλλοι τὸν τύραννον δεσμοῖς ἀλύτοις ἔδεον, καὶ ἕτεροι τοὺς ἀπ’ αἰῶνος δεσμίους ἀπέλυον· καὶ ἄλλοι ἐπέταττον, καὶ ἕτεροι ὑπούργουν ὡς τάχιστα· καὶ οἱ μὲν εἰσερχομένου τοῦ Δεσπότου ἐνδότερον προέτρεχον, οἱ δὲ ὡς βασιλεῖ καὶ Θεῷ νικηφόρῳ παρείποντο.

43

.

460

(50)

Τούτων δὴ λοιπὸν οὕτως, ἀλλὰ καὶ ὑπὲρ τούτων ἐν τῷ ᾅδῃ γινομένων τε καὶ βοωμένων, θρυλλουμέ‐ νων ἁπάντων καὶ σειομένων, ὡς ἡ παρουσία τοῦ Δεσπότου αὐτὰ τὰ κατώτατα τῶν κατωτάτων κατα‐
λαμβάνειν ἔμελλεν, ὁ Ἀδὰμ ἐκεῖνος, ὁ πάντων ἀν‐460

43

.

461

θρώπων πρωτόκτιστος, καὶ πρωτόπλαστος, καὶ πρωτόθνητος ἐνδότερος πάντων, μετὰ πολλῆς τῆς ἀσφαλείας δέσμιος κατεχόμενος, ἤκουε τῶν τοῦ Δε‐ σπότου ποδῶν πρὸς τοὺς δεσμίους εἰσερχομένων, καὶ
5ἐγνώρισε τὴν φωνὴν αὐτοῦ ἐν τῷ δεσμωτηρίῳ περι‐ πατοῦντος, καὶ στραφεὶς πρὸς ἅπαντας τοὺς σὺν αὐτῷ ἀπ’ αἰῶνος δεσμίους φησί· Φωνὴν ποδῶν τινος ἀκούω πρὸς ἡμᾶς εἰσερχομένου· καὶ ἐὰν ὅλως ἐν‐ ταῦθα ἐκεῖνος παραγενέσθαι κατηξίωσεν, ἡμεῖς τῶν
10δεσμῶν ἠλευθερώθημεν· ἐὰν ὅλως ἐκεῖνον μεθ’ ἡμῶν ὀψόμεθα, ἡμεῖς τοῦ ᾅδου λυτρούμεθα. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ Ἀδὰμ πρὸς πάντας τοὺς συγ‐ καταδίκους αὐτοῦ λέγοντος, εἰσῆλθεν ὁ Δεσπότης πρὸς αὐτοὺς, τὸ νικητικὸν ὅπλον τοῦ σταυροῦ κατ‐
15έχων. Ὃν ἰδὼν ὁ Ἀδὰμ ὁ πρωτόπλαστος, καὶ τῇ ἐκπλήξει τὸ στῆθος τύψας, ἐβόησε πρὸς πάντας, καὶ εἶπεν· Ὁ Κύριός μου μετὰ πάντων. Καὶ ἀπο‐ κριθεὶς ὁ Χριστὸς, λέγει τῷ Ἀδάμ· Καὶ μετὰ τοῦ πνεύματός σου· καὶ κρατήσας αὐτοῦ τῆς χειρὸς ἀν‐
20ίστησι, λέγων· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Ἐγὼ ὁ Θεός σου, ὁ διὰ σὲ γενόμενος υἱός σου, ὁ διὰ σὲ καὶ τοὺς ἀπὸ σοῦ, νῦν λέγων καὶ κατ’ ἐξουσίαν ἐπιτρέπων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν
25σκότει· Φωτίσθητε, καὶ τοῖς κεκοιμημένοις· Ἀνάστητε· σοὶ διακελεύομαι· Ἔγειρε, ὁ καθεύδων· οὐ γὰρ διὰ τοῦτό σε πεποίηκα, ἵνα ἐν ᾅδῃ κατέχῃ δέσμιος. Ἀνάστα ἐκ τῶν νεκρῶν· ἐγώ εἰμι ἡ ζωὴ τῶν νεκρῶν. Ἀνάστα, πλάσμα τὸ ἐμὸν, ἀνάστα,
30μορφὴ ἡ ἐμὴ, καὶ κατ’ εἰκόνα ἐμὴν γεγενημένη. Ἔγειρε, ἄγωμεν ἐντεῦθεν· σὺ γὰρ ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἓν καὶ ἀδιαίρετον ὑπάρχομεν πρόσωπον· διὰ σὲ ὁ Θεός σου γέγονα υἱός σου· διὰ σὲ ὁ Δεσπότης, ἔλαβον τὴν σὴν μορφὴν τοῦ δούλου· διὰ σὲ ὁ ὑπερ‐
35άνω τῶν οὐρανῶν ἦλθον ἐπὶ γῆς καὶ ὑποκάτω γῆς· διὰ σὲ τὸν ἄνθρωπον γέγονα ὡσεὶ ἄνθρωπος ἀβοή‐ θητος, ἐν νεκροῖς ἐλεύθερος· διὰ σὲ τὸν ἀπὸ κήπου ἐξελθόντα ἀπὸ κήπου Ἰουδαίοις παρεδόθην, καὶ ἐν κήπῳ ἐσταυρώθην. Ἴδε τοῦ προσώπου μου τὰ
40ἐμπτύσματα, ἅπερ διὰ σὲ κατεδεξάμην, ἵνα σε ἀπο‐ καταστήσω εἰς τὸ ἀρχαῖον ἐμφύσημα. Ἴδε μου τῶν σιαγόνων τὰ ῥαπίσματα, ἃ κατεδεξάμην, ἵνα σου τὴν διαστραφεΐσαν μορφὴν ἐπανορθώσω εἰς τὸ κατ’ εἰ‐ κόνα μου. Ἴδε μου τοῦ νώτου τὴν φραγγέλλωσιν, ἣν
45κατεδεξάμην, ἵνα σκορπίσω τῶν ἁμαρτιῶν σου τὸ φορτίον τὸ ἐπὶ τοῦ νώτου κείμενον. Ἴδε μου τὰς προσηλωθείσας χεῖρας ἐν τῷ ξύλῳ καλῶς, διὰ σὲ τὸν ἐκτείναντα τὴν χεῖρα ἐν τῷ ξύλῳ κακῶς. Ἴδε μου τοὺς προσηλωθέντας, καὶ ὀρυχθέντας τῷ ξύλῳ

43

.

461

(50)

πόδας, διὰ τοὺς σοὺς πόδας τοὺς κακῶς δραμόντας ἐπὶ τὸ ξύλον τῆς παρακοῆς τῇ ἕκτῃ ἡμέρᾳ, ᾗ ἡ ἀπόφασις γέγονεν, καὶ τὴν σὴν ἀνάπλασιν, καὶ πα‐ ραδείσου ἄνοιξιν πεπόνημαι. Ἐγευσάμην διὰ σὲ χολὴν, ἵνα ἰάσωμαί σοι τὴν διὰ βρώσεως ἐκείνης τῆς γλυκείας πικρὰν ἡδονήν.
55Ἐγευσάμην ὄξους, ἵνα καταργήσω τοῦ σοῦ θανάτου
τὸ δριμὺ, καὶ παρὰ φύσιν ποτήριον. Ἐδεξάμην462

43

.

464

σπόγγον, ἵνα ἐξαλείψω τὸ χειρόγραφόν σου τῆς ἁμαρ‐ τίας. Ἐδεξάμην κάλαμον, ἵνα ὑπογράψω ἐλευθερίαν τῷ γένει τῶν ἀνθρώπων. Ὕπνωσα ἐν τῷ σταυρῷ, καὶ ῥομφαίᾳ ἐνύχθην τὴν πλευρὰν, διὰ σὲ τὸν ἐν
5παραδείσῳ ὑπνώσαντα, καὶ τὴν Εὔαν ἐκ πλευρᾶς ἐξενέγκαντα. Ἡ ἐμὴ πλευρὰ ἰάσατο τὸ ἄλγος τῆς πλευρᾶς· ὁ ἐμὸς ὕπνος ἐξάξει σε ἐκ τοῦ ἐν ᾅδῃ ὕπνου· ἡ ἐμὴ ῥομφαία ἔστησε τὴν κατὰ σοῦ στρεφο‐ μένην ῥομφαίαν. Λοιπὸν ἔγειρε, ἄγωμεν ἐντεῦθεν.
10Ἐξήγαγέ σε ὁ ἐχθρὸς ἀπὸ γῆς παραδείσου· ἀποκαθιστῶ σε οὐκέτι ἐν παραδείσῳ, ἀλλ’ ἐν οὐρα‐ νίῳ θρόνῳ. Ἐκώλυσά σε τοῦ ξύλου τοῦ τυπικοῦ τῆς ζωῆς, ἀλλ’ ἰδοὺ αὐτὸς ἐγὼ ἡνώθην σοι ἡ ζωή. Ἔταξα τὰ χερουβὶμ δουλοπρεπῶς φυλάττειν
15σε· ποιῶ τὰ χερουβὶμ θεοπρεπῶς προσκυνῆσαί σε. Ἐκρύβης ἀπὸ Θεοῦ ὡς γυμνός· ἀλλ’ ἰδοὺ ἔκρυψας ἐν ἑαυτῷ Θεὸν γυμνόν. Ἐνεδύθης τὸν τῆς αἰσχύνης δερμάτινον χιτῶνα· ἀλλ’ ἐνεδύθην Θεὸς ὢν τὸν τῆς σῆς σαρκὸς αἱμάτινον χιτῶνα. Διὸ ἐγείρεσθε,
20ἄγωμεν ἐντεῦθεν, ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν, ἀπὸ τοῦ σκότους εἰς τὸ αἰώνιον φῶς. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, ἀπὸ τῆς ὀδύνης εἰς εὐφροσύνην, ἀπὸ δουλείας εἰς ἐλευ‐ θερίαν, ἀπὸ φυλακῆς εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἀπὸ
25τῶν δεσμῶν ἐπὶ τὴν ἄνεσιν, ἀπὸ τῆς κατοχῆς ἐπὶ τὴν τοῦ παραδείσου τρυφὴν, ἀπὸ τῆς γῆς εἰς τὸν οὐρα‐ νόν. Ἐπὶ τοῦτο γὰρ ἀπέθανον, καὶ ἀνέστην, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσω. Ἐγείρεσθε, ἄγω‐ μεν ἐντεῦθεν· ὁ γὰρ Πατήρ μου ὁ οὐράνιος τὸ ἀπολω‐
30λὸς ἐκδέχεται πρόβατον. Τὰ ἐννενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα τὸν σύνδουλον ἀναμένουσιν Ἀδὰμ, πότε ἀναστῇ, καὶ πότε ἀνέλθῃ καὶ πρὸς Θεὸν ἐπαν‐ έλθῃ. Χερουβικὸς θρόνος ηὐτρέπισται· οἱ ἀναφέρον‐ τες ὀξεῖς τε καὶ ἕτοιμοι· ὁ νυμφὼν παρεσκεύασται·
35ἐδέσματα ἕτοιμα· αἱ αἰώνιοι σκηναὶ καὶ μοναὶ ἕτοι‐ μοι· οἱ θησαυροὶ τῶν ἀγαθῶν ἀνεῴχθησαν, ἡ τῶν οὐρανῶν βασιλεία πρὸ αἰώνων ἡτοίμασται· ἃ ὀφθαλμὸς οὐκ οἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἀγαθὰ τὸν ἄνθρωπον περιμένουσι. Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ Δεσπότου λέγοντος,
40ἀνίστανται σὺν αὐτῷ ὁ ἐν αὐτῷ ἡνωμένος Ἀδὰμ, καὶ συνανίσταται καὶ ἡ Εὔα· καὶ ἄλλα πολλὰ σώματα πίστει ἀπ’ αἰῶνος κεκοιμημένα ἀνέστησαν κηρύττοντα τοῦ Δεσπότου τριήμερον ἀνάστασιν, ἣν φαιδρῶς, οἱ πιστοὶ, ὑποδεξώμεθα,
45καὶ ὀψώμεθα, καὶ περιπτυξώμεθα μετὰ ἀγγέλων χορεύοντες, μετὰ τῶν ἀσωμάτων ἑορτάζοντες, ὁμοῦ καὶ συνδοξάζοντες τὸν ὑμᾶς ἐκ τῆς φθορᾶς Χριστὸν ἀναστήσαντα, καὶ ζωοποιήσαντα· ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ

43

.

464

(50)

παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύ‐ ματι· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.464