TLG 2021 012 :: EPIPHANIUS :: Homilia in festo palmarum [Sp.] EPIPHANIUS Scr. Eccl., Episcopus Homilia in festo palmarum [Sp.] Citation: Volume — page — (line) | ||
43.428(18t) | Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου | |
19t | Κύπρου εἰς τὰ Βαΐα. | |
---|---|---|
20t | Κύριε, εὐλόγησον. | |
21 | Χαῖρε σφόδρα, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου [καὶ εὐφραίνου], πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ πάλιν ὁ Βασιλεὺς πρὸς σὲ παραγίνεται. Ἰδοὺ ὁ σὸς νυμφίος ἐπὶ πώλου [ὡς ἐπὶ θρόνου] καθήμενος | |
25 | ἔρχεται. Ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, σπεύσω‐ μεν ἰδέσθαι τὴν δόξαν αὐτοῦ, προφθάσωμεν φαιδρῶς εἰς τιμὴν τῆς εἰσόδου αὐτοῦ. [Πάλιν τῷ κόσμῳ σω‐ τηρία, πάλιν ὁ Θεὸς ἐπὶ σταυρὸν ἔρχεται.] Πάλιν ὁ βασιλεὺς Σιὼν, τῶν ἐθνῶν ἡ προσδοκία ἐπὶ τὴν Σιὼν | |
30 | ἔρχεται, πάλιν τῷ κόσμῳ σωτηρίαν χαρίζεται, πάλιν τὸ φῶς ἐφίσταται, πάλιν ἡ πλάνη πέπαυται, πάλιν ἀνθεῖ ἡ ἀλήθεια, πάλιν ἡ Ἐκκλησία χορεύει, πάλιν ἡ Συναγωγὴ χηρεύει, πάλιν αἰσχύνονται δαίμονες, πάλιν κατάρα λύεται, πάλιν Ἑβραῖοι ταράττονται, | |
35 | πάλιν ὁ δράκων συντρίβεται, πάλιν τὰ ἔθνη εὐφραί‐ νονται, πάλιν Σιὼν καλλωπίζεται. Χριστὸς ἐπὶ πώ‐ λου ὡς ἐπὶ θρόνου καθήμενος ἔρχεται· οἱ οὐρανοὶ, ἀγάλλεσθε· ἄγγελοι, ὑμνήσατε· τὰ ὄρη, εὐφραίνεσθε· οἱ βουνοὶ, σκιρτήσατε· ποταμοὶ, κροτήσατε· οἱ ἐν | |
40 | Σιὼν, χορεύσατε· αἱ Ἐκκλησίαι, χαίρετε· ἱερεῖς, ὑμνήσατε· προφῆται, προφθάσατε· μαθηταὶ, κηρύ‐ ξατε· λαοὶ, ἀπαντήσατε· πρεσβῦται, συνδράμετε· αἱ μητέρες, χορεύσατε· οἱ θηλάζοντες, ᾄσατε· νεανίσκοι, βοήσατε· τὰ ἔθνη, συνάχθητε. Πᾶσα κτίσις, πᾶσα | |
45 | φύσις, πᾶσα τάξις, πᾶσα πνοὴ, πᾶσα ἡ γῆ, πᾶσα ἀξία, πᾶσα ἡλικία, πᾶσα ἐθναρχία, πᾶσα βασιλεία, βασιλικῶς τῷ Βασιλεῖ τῶν βασιλέων ἀπαντήσωμεν, δεσποτικῶς τῷ Δεσπότῃ τῶν δεσποτῶν προσκυνήσω‐ | |
μεν, τῷ Θεῷ τῶν θεῶν θεϊκῶς ἀναμέλψωμεν, τῷ | ||
43.429 | νυμφίῳ τῆς ἀφθαρσίας θεονύμφως χορεύσωμεν· τὰς λαμπάδας φαιδροὶ φαιδρῶς ἐφαψώμεθα· τοὺς χιτῶ‐ νας τῶν ψυχῶν θεοπρεπῶς ἐξαλλάξωμεν, τὰς τοῦ βίου ὁδοὺς καλῶς ἑτοιμάσωμεν, τὰς εἰσόδους τῶν ψυχῶν | |
5 | τῷ Βασιλεῖ διανοίξωμεν, τὰ βαΐα τῆς νίκης ὡς νι‐ κητῇ τοῦ θανάτου βαστάσωμεν, τοὺς κλάδους τῶν ἐλαιῶν τῷ ἐκ Μαρίας κλάδῳ θεοπρεπῶς ἐπι‐ σείοντες· τὰ ἀγγέλων τῷ Θεῷ τῶν ἀγγέλων ὑμνή‐ σωμεν· μετὰ τῶν παίδων θεοπρεπῶς ἀνακράξωμεν, | |
10 | μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου καὶ οἱ ὄχλοι βοήσωμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμε‐ νος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν. Ἐπέφανεν ἡ τῶν πεπτωκότων | |
15 | ἀνάστασις, ἐπέφανεν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις, ἐπέφανεν τῶν τυφλῶν ἡ ἀνάβλεψις, ἐπέφανεν ἡ τῶν πενθούντων παράκλησις, ἐπέφανεν ἡ τῶν κοπιώντων ἀνάπαυσις, ἐπέφανεν ἡ τῶν διψώντων ἀνάψυξις, ἐπέφανεν ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπέφα‐ | |
20 | νεν ἡ τῶν ἀπεγνωσμένων λύτρωσις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων παράκλησις, ἐπέφανεν ἡ τῶν χωρι‐ ζομένων ἕνωσις, ἐπεφάνη ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπεφάνη ἡ τῶν νοσούντων ἴασις, ἐπεφάνη ἡ τῶν χειμαζομένων γαλήνη. Διὸ καὶ ἡμεῖς, οἱ δῆμοι, μετὰ τοῦ ὄχλου βοήσωμεν, | |
25 | λέγοντες σήμερον Χριστῷ, Ὡσαννὰ, τουτέστι, Σῶσον δὴ, ὁ ἐν ὑψίστοις Θεός. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων! Χθὲς Χριστὸς ἐκ νεκρῶν ἤγειρε Λάζαρον, καὶ σήμερον ὁ αὐτὸς ἐπὶ τὸν θάνα‐ τον ἔρχεται. Χθὲς ἄλλῳ, ὡς ζωὴ, ζωὴν ἐχαρίσατο, καὶ | |
30 | σήμερον ζωοδότης ἐπὶ τὸν θάνατον ἔρχεται. Χθὲς Λαζάρου τὰ σπάργανα ἔλυσε, καὶ σήμερον ὁ αὐτὸς ἐν σπαργάνοις δεσμευθῆναι ἑκὼν παραγίνεται. Χθὲς ἐν σκότοις ἐξήγαγεν ἄνθρωπον, καὶ σήμερον ἐν σκοτεινοῖς τεθῆναι καὶ σκιᾷ θανάτου ἔρχεται διὰ τὸν | |
35 | ἄνθρωπον. Χθὲς πρὸ ἒξ ἡμερῶν τοῦ Πάσχα διὰ τῶν πέντε αἰσθήσεων τὸν τετραήμερον ὁ τριήμερος ταῖς δυσὶ τὸν ἕνα χαρίζεται ἀδελφὸν, καὶ σήμερον ἐπὶ τὸν σταυρὸν ἔρχεται. Ἀλλὰ τῇ Μαρίᾳ μὲν τε‐ τραήμερον νεκρόν· τῇ δὲ Ἐκκλησίᾳ τριήμερον ἑαυ‐ | |
40 | τὸν χαρίζεται ὁ Χριστός. Ἐκεῖ Βηθανία μόνη θαυμάζει, ἐνταῦθα δὲ πᾶσα Ἐκκλησία ἑορτάζει. Ἑορτάζει ἑορτῶν ἑορτὰς, τὸν βασιλέα τῶν ἀσωμάτων ἐν αὐτῇ ἐν μέσῳ ὡς νυμφίον ἔχουσα ὁμοῦ τε καὶ βασιλέα· ἑορτάζει ἑορτὰς, ὡς ἐλαία κατάκαρπος ἐν | |
45 | τῷ οἴκῳ τοῦ Θεοῦ ἀφυλλοῤῥόως πυκάζουσα· ἑορτά‐ ζει ἑορτὰς, ὡς κρίνον ἐαρινὸν παραδείσου ὑπάρχουσα | |
ἐν ᾗ Χριστὸς, τὸ ὄντως εὐθαλὲς κρίνον, τὸ μὴ | ||
43.432 | κρῖνον, ἀλλὰ σῶζον τὸν κόσμον. Ἐν ᾗ Χριστὸς, τὸ ἴον τὸ ὄντως ἰώμενον τὰ πάθη τῶν νοσούντων· ἐν ᾗ ὁ ἀμπελὼν, ὁ λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη‐ θινή· ἐν ᾗ ὁ ἐλαιὼν, ὁ ὄντως ἐλεῶν τοὺς ἐλπίζοντας | |
5 | ἐπ’ αὐτόν· ἐν ᾗ ὁ τῆς ῥίζης Ἰεσσαὶ ἐβλάστησε κλά‐ δος ὁ προαιώνιος, ἀγεωργήτως καὶ ἀνορύκτως τῆς ἀνθρωπίνης σπορᾶς· ἐν ᾗ ἡ πηγὴ ἡ ἀένναος· ἐν ᾗ οὐ Φυσὼν, Γεὼν, Τίγρις, Εὐφράτης, ἀλλὰ Ματθαῖος, Μάρκος, Λουκᾶς, καὶ Ἰωάννης, οἱ τοῦ Χριστοῦ τῆς | |
10 | Ἐκκλησίας ποτίζοντες παράδεισον. Ἔνθα πᾶσα σήμερον νεολαία, ὡς ἐλαία κατάκαρπος τὰς ἐλαίας κατέχοντες, τὸν ἐλεήμονα αἰτοῦμεν Χριστόν· πεφυ‐ τευμένοι ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς αὐτοῦ ἐαρι‐ νῶς ἐξανθοῦντες, ἑορτάζομεν ἑορτὴν, τὸν χειμῶνα | |
15 | τὸν νομικὸν ὑποχωρήσαντα βλέποντες. | |
17 | Ἑόρταζε, Χριστοῦ Ἐκκλησία, οὐ τυπικῶς, οὐ σω‐ ματικῶς, ἀλλὰ πνευματικῶς ἐγχορεύουσα. Ἑόρταζε ἑορτὰς, τὴν τῶν εἰδώλων κατάπτωσιν βλέπουσα, καὶ | |
20 | τῶν ἐκκλησιῶν τὴν ἀνάστασιν ἔχουσα. Μετὰ γὰρ Παύ‐ λου βοῶ σοι τῆς ἱερᾶς καὶ μεγάλης φωνῆς· Τὰ ἀρχαῖα παρῆλθον· ἰδοὺ γέγονε τὰ πάντα καινά· ἀλλὰ μὴν καὶ παράδοξα. Διὸ χαίρετε ἐν Κυρίῳ, Χριστοῦ νεολαία, χαίρετε· χαίροις Χριστοῦ Ἐκκλησία, τέρπου καὶ | |
25 | εὐφραίνου, θύγατερ Θεοῦ. Σοῦ γὰρ πᾶσα ἡ δόξα, ὡς θυγατρὸς τοῦ βασιλέως Χριστοῦ ἔσωθεν ὁμοῦ τε καὶ ἔξωθεν· οὐκέτι χήρανδρος, ἀλλὰ θέανδρος ἐξανθοῦσα· οὐκέτι ἐξ εὐωνύμων Θεοῦ διὰ τὴν εἰδωλολατρείαν, ἀλλ’ ἐκ δεξιῶν παρισταμένη, καὶ κεκοσμημένη διὰ | |
30 | τὴν θεογνωσίαν· οὐκέτι αἵματι δουλικῷ φυρωμένη, ἀλλὰ αἵματι θεϊκῷ σφραγιζομένη· οὐκέτι τὸν Ὠβὴλ, ἀλλὰ τὸν Ἐμμανουὴλ σέβουσα· οὐκέτι τὴν Τρωάδα, ἀλλὰ τὴν Τριάδα δοξάζουσα· οὐκέτι τιμῶσα τὸν Πλάτωνα, ἀλλὰ τὸν παντοκράτορα Θεὸν | |
35 | ἡμῶν· οὐκέτι Ἡρακλῆ τὸν ἀλεξίκακον, ἀλλὰ τὸν Παράκλητον καὶ πάντων ποιητήν. Οὐκέτι προσκυ‐ νεῖς Ἀριστοτέλην σοφίσαντα, ἀλλὰ Θεὸν τὸν εἰς τέλη τῶν αἰώνων σε σώσαντα. Πέπτωκε Κρόνος, ὅτι σε‐ σάρκωται Θεὸς Λόγος· οὐ μὴν ἀνδρὸς ἐκ παθείας, | |
40 | ἀλλὰ θεανδρικῶς ἐκ Μαρίας ἐπιφανείς. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν· ὁρᾶτε τῆς ἑορτῆς τὴν λαμπρό‐ τητα. Χαίρου τοίνυν καὶ εὐφραίνου, θύγατερ Σιὼν, τέρπου καὶ ἀγάλλου, πᾶσα ἡ Ἐκκλησία τοῦ Θεοῦ· Ἄρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συν‐ | |
45 | ηγμένα τά ποτε διεσκορπισμένα τῶν ἐθνῶν τέκνα σου. Ἴδε τῆς ἑορτῆς τὴν εὐφημίαν· ἴδε τοῦ λαοῦ τὴν συμφωνίαν, ἴδε πᾶσαν γλῶσσαν εἰς μίαν δόξαν, ἴδε ἅπαν στόμα ὡς ἓν στόμα, ἴδε τὰ πρὶν θήρεθνα ἐν σοὶ τυγχάνοντα πρόβατα, ἴδε ἐθνῶν ἑορταζόντων ἐπιφή‐ | |
43.432(50) | μισμα, ἀγγελικῶν ἀσωμάτων ὑπάρχον τὸ μίμημα, | |
43.433 | ἴδε συμφωνίαν, ἀσωμάτων χοροστασίαν, ἴδε στάσεις ὡς ἀγγέλων τάξεις. Ὁρῶ τοὺς ὕμνους ὡς ἀγγέλων ὕμνους, ὁρῶ τοὺς παῖδας ὡς νεοφύτους ἄρνας, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχό‐ | |
5 | μενος, Χριστῷ λέγοντας, μεθ’ ὧν κροτήσασα μέγα τῇ χειρὶ βόησον λαμπρᾷ καὶ λεοντιαίᾳ τῇ φωνῇ, ἐφεόρτιά τε ὁμοῦ καὶ εὐχαριστήρια λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεὸς, τῇ ποτε ἀτέκνῳ καὶ ἀγνώστῳ στείρᾳ· εὐλογημένος ὁ ἐλθὼν, | |
10 | ἀλλὰ μὴν ἐρχόμενος ἐν ὀνόματι Κυρίου Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁ ἐρχόμενος, ὁ μηδαμοῦ χω‐ ρούμενος· ἐρχόμενος, ὁ μηδαμοῦ κρατούμενος· εὐλο‐ γημένος ὁ ἐρχόμενος, καὶ τῶν οὐρανῶν μὴ χωριζόμε‐ νος· εὐλογημένος αὐτοπρεπῶς, καὶ πάλιν ἐρχόμενος | |
15 | θεοπρεπῶς· εὐλογημένος ὁ ἐπ’ ἐμὲ ἐπὶ πώλου τυπικῶς παραγενόμενος ὡς ἐπὶ πώλου χερουβικοῦ. Τί γάρ φη‐ σιν ὁ ἱεροκῆρυξ εὐαγγελιστὴς τῆς ἑορτῆς, ἄκουσον· | |
20 | Ἐγένετο ὅτε ἤγγιζεν ὁ Κύριος εἰς Βηθφαγὴ, καὶ εἰς Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο ἐκ τῶν μαθητῶν αὐτοῦ, λέγων· Ὑπάγετε εἰς τὴν ἀπέναντι κώμην, καὶ ἐν τῷ εἰσελθεῖν ὑμᾶς εὑρήσετε ὄνον καὶ πῶλον | |
25 | δεδεμένην· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐποίησαν οἱ μαθηταὶ καθὼς ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν ἐπὶ τὴν πῶλον, καὶ ἐκάθισεν ὁ Ἰησοῦς. Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς τὴν κατάβασιν τοῦ ὄρους, ὁ ὄχλος ἐλθὼν εἰς τὴν | |
30 | ἑορτὴν ἔλαβον βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Ἰησοῦ. Καὶ οἱ προάγοντες, καὶ οἱ ἀκο‐ λουθοῦντες ἔκραζον· Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, εὐλο‐ γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὕτη τῆς παρούσης ἑορτῆς ἡ Δεσποτικὴ παρουσία· αὕτη | |
35 | τοῦ Βασιλέως τῶν βασιλευόντων ἡ ἐν Σιὼν πάλαι καὶ νῦν ἐπιδημία· αὕτη τῆς παρούσης ἡμέρας ἡ λαμπρὰ καὶ πάνδημος τοῦ ποιητοῦ τῶν ἁπάντων ἔλευ‐ σις. Διὸ νῦν, ἀδελφοὶ, ὁ ὄχλος ἐλθὼν εἰς τὴν ἑορτὴν, ἐξέλθωμεν εἰς ἀπάντησιν αὐτοῦ, ὅ τε ὁρατὸς κόσμος | |
40 | καὶ ὁ ἀόρατος, καὶ οἱ προάγοντες χρόνῳ προφῆται, καὶ διδάσκαλοι, καὶ οἱ ἀκολουθοῦντες τῷ πώλῳ, οἱ Θεῷ πίστει συμφωνοῦντες. Σήμερον τὰ οὐράνια σὺν τοῖς ἐπιγείοις ὁμοῦ τε καὶ καταχθονίοις ἀνυμνείτω· πᾶν στόμα καὶ πνεῦμα πρὸς αἶνον Θεοῦ ἀνοιγόμενον. | |
45 | Τὰ χερουβὶμ, βοήσατε, Ἅγιος, ἅγιος, ἅγιος Κύριος, ὁ τρισάγιος, σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ· σεραφὶμ, ὑμνήσατε· προφῆται, κη‐ ρύξατε. Καὶ ὁ μὲν λεγέτω· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ· ὁ δὲ, Χαῖρε σφόδρα, | |
43.433(50) | θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ· καὶ ἄλλος τῷ βασιλεῖ Χριστῷ ἀτενίζων βοάτω· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ ἕτερος περὶ αὐτοῦ τοῦ Κυρίου κηρυξάτω· Οὗτος | |
ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐ‐ | ||
43.436 | τόν· καὶ ἄλλος· Ἰδοὺ ἄνθρωπος ὁμοῦ καὶ Θεός. Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ Δαβὶδ πρὸς τὸν ἐξ αὐτοῦ κατὰ σάρκα Χριστὸν ἀτενίζων λέγῃ· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· καὶ πάλιν ἄλλος τὸ γόνυ κλίνων | |
5 | βοάτω Χριστῷ· Πᾶσα ἡ γῆ προσκυνησάτω σοι· καὶ ἕτερος τοῖς λαοῖς ἐπιτρέπῃ, λέγων· Συστή‐ σασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κερά‐ των τοῦ θυσιαστηρίου. Οὕτω γὰρ ἐπετελεῖτο καὶ πάλαι ἡ ἐν Σιὼν τοῦ Δε‐ | |
10 | σπότου μετὰ τοῦ πώλου ἐπιδημία· πάνδημος συμ‐ φωνία, οἱ χοροὶ τῶν πατέρων, οἱ δῆμοι τῶν δικαίων, τὰ πνεύματα τῶν προφητῶν, οἱ παῖδες τῶν Ἑβραίων, τὰ νήπια τῶν μητέρων, τὰ πλήθη τῶν ἀγγέλων. Οἱ μὲν πτέρυγας ἐφήπλουν, οἱ δὲ βαΐα κατεῖχον, οἱ δὲ | |
15 | ὄπισθεν ἤρχοντο, ἄλλοι τοὺς κλάδους ἔκοπτον, ἄλλοι δὲ τοὺς θάλλους ἔπλεκον, οἱ μὲν τὸν πῶλον ἔλυον, οἱ δὲ χιτῶνας ἐστρώννυον, οἱ μὲν τὰς πύλας ἤνοιγον, οἱ δὲ ὁδοὺς ἐκάθαιρον, ἄλλοι πῶλον εὐτρέπιζον, ἄλλοι νί‐ κην ἐκήρυττον, ἄλλοι τοὺς κλάδους ἔσειον, ἄλλοι νη‐ | |
20 | πίοις ἔλεγον, Αἰνεῖτε, παῖδες, Κύριον· οἱ παῖδες ἀπε‐ κρίναντο, Ὡσαννὰ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό‐ ματι Κυρίου. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων καὶ θαυμάτων τῆς ἑορτῆς! παῖδες Χριστὸν ὡς Θεὸν θεολογοῦσι, καὶ οἱ ἱερεῖς αὐτὸν βλασφημοῦσι· θηλά‐ | |
25 | ζοντες προσκυνοῦσι, καὶ οἱ διδάσκοντες ἀσεβοῦσιν· οἱ παῖδες, Ὡσαννὰ, λέγουσι, καὶ οἱ Ἑβραῖοι, Σταυρω‐ θήτω, κράζουσιν· οἱ μὲν μετὰ βαΐων πρὸς Χριστὸν ἔρχονται· οἱ δὲ μετὰ μαχαιρῶν πρὸς αὐτὸν ἔρχονται· οὗτοι κλάδους κόπτουσιν, ἐκεῖνοι ξύλον σταυροῦ εὐ‐ | |
30 | τρεπίζουσι· νήπια Χριστοῦ χιτῶνας ὑποστρωννύουσι, καὶ οἱ ἱερεῖς χιτῶνας Χριστῷ διαμερίζουσι· νήπια ἐπὶ πώλου Χριστὸν ὑψοῦσι, καὶ γέροντες ἐπὶ σταυροῦ Χριστὸν κρεμνοῦσιν· οἱ παῖδες τοὺς πόδας Χριστοῦ προσεκύνησαν, ἐκεῖνοι δὲ τοὺς πόδας Χριστοῦ τοῖς | |
35 | ἥλοις προσήλωσαν· παῖδες αἶνον προσάγουσιν, οὗτοι ὄξος προσφέρουσι· παῖδες Χριστῷ τὴν τιμὴν, οὗτοι δὲ τὴν χολήν· παῖδες βαΐα σείουσιν, οὗτοι δὲ ῥομφαίᾳ νύττουσι· παῖδες ἐπὶ πῶλον Χριστὸν ὑμνοῦσιν, οὗτοι τὸν ἐπὶ πώλου πωλοῦσιν. | |
42 | Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν ἐπὶ φάτνης γεν‐ νηθέντα, καὶ ὁ νέος λαὸς τῶν ἐθνῶν ὑπετάγη τῷ Κυ‐ ρίῳ αὐτῶν, μόνον δὲ Ἰσραὴλ οὐκ ἔγνω Χριστὸν τὸν | |
45 | Θεὸν αὐτοῦ. Τὰ ποτὲ φῦλα θεόφιλα γέγονε, καὶ οἱ ἄνομοι γεγόνασιν ἔννομοι, καὶ οἱ ἔννομοι παράνο‐ μοι. Ἔστω, τοὺς προφήτας οὐκ ᾐδέσθης, ἱερεῖς ἀπέ‐ κτεινας, τὰς Γραφὰς διέστρεψας, τὸν νόμον κατέλυ‐ σας, δικαίους κατέπρισας, Μωσῆν ἠθέτησας, τοὺς | |
43.436(50) | υἱοὺς κατέσφαξας, τὸν ναὸν ἐμίανας, τοῦ Θεοῦ παρ‐ ήκουσας, Χριστῷ οὐκ ἐπίστευσας, τὰς θεοσημαίας ἐνύβρισας, περὶ Λαζάρου ἠπίστησας, τοῖς τυφλοῖς οὐκ ἐπίστευσας ἀναβλέψασιν· εἶτα τί περὶ τῶν παί‐ δων τούτων λέγεις; τί περὶ ὕμνου τῶν θηλαζόντων | |
55 | νομοθετεῖς; τίς, εἰπέ μοι, τούτους ἐφώτισε; τίς ἐδί‐ | |
43.437 | δαξεν; ἢ τίς ἐξήγειρεν; τίς ἐσόφισε; τίς ἐξαί‐ φνης ἀπειρολόγοις δέδωκε λόγον, εἰ μὴ Χριστὸς ὁ προαιώνιος Λόγος; Νῦν οἱ νέοι, παῖδες ὁμοῦ τε καὶ νήπια χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ φωνῇ ὕμνον | |
5 | ἀγγελικὸν ἀναμέλποντα· χειρὶ μιᾷ μαζὸν κατέχοντα, καὶ ἄλλῃ χειρὶ Χριστῷ βαΐα ἐπισείοντα· ἡ ἀπειρολόγος, θεολόγος γεγενημένη φύσις· εὐθὺς τὸν προφητικὸν λόγον Θεῷ τῶν ἀσωμάτων ὕμνον ὡς δῶρα προσάγοντα, ὁμοῦ τε καὶ κράζοντα, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, | |
10 | εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. | |
14 | Πρὸς ἃ ἐγὼ περιχάριστα ὁμοῦ τε καὶ ἐφεόρτια ἀντ‐ | |
15 | επερωτῶ τοὺς ἱεροὺς τούτους παῖδας θαρσήσας· Τί φατὲ, ὦ παῖδες Θεοῦ, παῖδες ἀνυμνήτορες; Πόθεν ὑμῖν ὁ ἰσόῤῥοπος οὗτος, τὸν χερουβικὸν ὕμνον ἀνακράζον‐ τες; Πῶς δὲ ἐπὶ πώλου Χριστὸν ὁρῶντες ἀνθρωπο‐ πρεπῶς· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, βοᾶτε θεοπρε‐ | |
20 | πῶς; Ναὶ, φασὶ πρὸς ἡμᾶς οἱ θεορήτορες παῖδες, καὶ ἐπὶ πώλου αἰσθητοῦ Χριστὸς καθέζεται, ἀλλὰ τοῦ κόλπου τοῦ πατρικοῦ οὐδαμοῦ χωρίζεται· καὶ ἐπὶ πώλου ὄνου καθέζεται, ἀλλὰ τοῦ θρόνου τοῦ χερου‐ βικοῦ οὐκ ἀπολιμπάνεται. Ἀλλ’ αὐτὸς ὁ κάτω μετὰ | |
25 | σαρκὸς βροτοῖς ἀνελλιπῶς, αὐτὸς οὕτως καὶ ἄνω μετὰ Πατρὸς Θεὸς ἀψευδὴς, καὶ ἀληθινὸς, αὐτὸς ὁ παντοκράτωρ, καὶ κοσμοκράτωρ, καὶ ἐθνοκράτωρ, καὶ ἀληθὴς Θεὸς, καὶ χορηγὸς, καὶ φυτουργὸς, καὶ ὁδηγὸς, καὶ Σωτὴρ πάντων. Αὐτὸς εἰς τὴν κάτω Ἱε‐ | |
30 | ρουσαλὴμ εἰσέρχεται, καὶ τῆς ἄνω οὐ χωρίζεται· οὗτος ὁ ποιητὴς τῶν αἰώνων καὶ ἐξ αἰώνων, καὶ εἰς αἰῶνας· αὐτός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος· οὗτός ἐστιν ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους· οὗτος ὁμί‐ χλῃ τὴν θάλασσαν ἐσπαργάνωσεν· οὗτος τὰ κλεῖθρα | |
35 | τοῖς ἀνθρώποις περιέθηκεν· οὗτος ὅρους ταῖς θαλάσ‐ σαις ἐμέρισεν· οὗτος ἁπλώσας γαῖαν ἐπ’ οὐδενὶ ἐκρέ‐ μασεν· οὗτος στοιχείων τὰς κράσεις πανσόφως ἐκέ‐ ρασεν· οὗτος τὰ κάλλη τῶν φυτῶν κατεκόσμησεν· οὗτος οὐρανὸν ὡς ἱμάτιον ἐξέτεινεν· οὗτος αὐτὸν φω‐ | |
40 | στῆρσι λαμπροῖς κατεκόσμησε. Τοῦτον φρίττουσι χερουβὶμ, καὶ τρέμουσι σεραφὶμ, τοῦτον ὑμνεῖ ἥλιος, τοῦτον δοξολογεῖ σελήνη, τοῦτον αἰνοῦσι τὰ ἄστρα, τούτῳ δουλεύουσιν αἱ πηγαὶ, τοῦτον φρίττουσιν ἄβυσ‐ σοι, τοῦτον δεδοίκασι τάρταροι, τούτῳ ὑπείκει τὰ κήτη, | |
45 | τοῦτον τρέμουσι δράκοντες, τούτῳ δουλεύουσιν ὄμβροι, τοῦτον εὐλαβοῦνται πνεύματα· οὗτος ὑπέστησε φύ‐ σεις, οὗτος κατέστησε κτίσεις, οὗτος κατέταξε τάξεις, οὗτος ὁ τῶν ἄνω καὶ τῶν κάτω κτίσεων ποιητὴς Θεὸς Κύριος ἡμῶν· καὶ αὐτῷ ἡ δόξα καὶ τὸ κράτος | |
43.437(50) | εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |