TLG 2021 011 :: EPIPHANIUS :: Epistula ad Joannem Hierosolymitanum (fragmentum) EPIPHANIUS Scr. Eccl., Episcopus Epistula ad Joannem Hierosolymitanum (fragmentum) Citation: Page — (line) | ||
281(1t) | Πρὸς Ἰωάννην τὸν Αἰλείας ἐπί‐ | |
2t | σκοπον ἐπιγεγραμμένη ἐπιστολή. | |
---|---|---|
4 | 〈Τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ πάπᾳ | |
5 | Ἰωάννῃ Ἐπιφάνιος ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν.〉 Ἔδει ἡμᾶς ἀγαπητὲ μὴ τῇ οἰήσει | |
τῶν κλήρων φέρεσθαι, 〈ἀλλὰ ...〉 | 281 | |
282(3) | 〈... φησὶ γὰρ ἡ θεία γραφή· (Paul. ad. Cor. 10, 10) μηδὲ γογγύ‐ | |
5 | ζετε καθάπερ τινὲς ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ (cf. 10, 9 ὑπὸ τῶν ὄφεων ἀπώλοντο) ... ...〉 ὁ δὲ θεὸς τῆς εἰρήνης ποιήσει μεθ’ ἡμῶν κατὰ τὴν | |
10 | αὑτοῦ φιλανθρωπίαν εἰς τὸ συν‐ τριβῆναι τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν τῶν Χριστιανῶν καὶ ἀποδιωχθῆναι πᾶσαν πρόφασιν πο‐ νηρὰν εἰς τὸ μὴ σχισθῆναι τὸν | |
15 | σύνδεσμον ἐξ ἡμῶν τῆς τοῦ Χριστοῦ ἀνυποκρίτου ἀγάπης καὶ εἰρήνης καὶ ὀρθῆς πίστεως καὶ ἀληθείας. Ἐπεὶ δὲ ἤκουσα ὅτι τινὲς ἐγόγ‐ γυσαν καθ’ ἡμῶν, ὅτι ἐν τῷ δια‐ | |
20 | βαίνειν ἡμᾶς ἐπὶ τὸν ἅγιον τόπον τῆς Βεθῆλ τοῦ συναγελασθῆναι τῇ σῇ τιμιότητι ὡς ἤλθομεν εἰς τὴν κώμην τὴν λεγομένην Ἀναυθά, θεασάμενοι λύχνον καιόμενον καὶ | |
25 | ἐρωτήσαντες ἔγνωμεν ἐκκλησίαν εἶναι ἐν τῷ τόπῳ, εἰσερχόμενοι δὲ τοῦ εὐχὴν ἐπιτελέσαι εὕρομεν βῆ‐ λον ἐν τῇ θύρᾳ βαπτὸν ἐν ᾧ ἐζω‐ γράφητο ἀνδροείκελόν τι εἰδω‐ | |
30 | λοειδές, ὃ ἔλεγον τάχα ὅτι Χριστοῦ ἦν τὸ ἐκτύπωμα ἢ ἑνὸς τῶν ἁγίων (οὐ γὰρ μέμνημαι ἐγὼ θεασά‐ μενος), καὶ εἰδὼς ὅτι μύσος ἐστὶν ἐν | |
35 | ἐκκλησίᾳ τοιαῦτα εἶναι, διέρρηξα αὐτὸ καὶ συνεβούλευσα ἀμφιάσαι ἐν αὐτῷ πένητα τελευτήσαντα, οἱ δὲ γογγύσαντες ἔλεγον· ‘ἔδει αὐτὸν ἀλλάξαι ἐκ τῶν ἰδίων τὸ βῆλον | |
40 | πρινὴ αὐτὸ σχίσῃ‘, καίτοιγε ἐμοῦ | |
ὑποσχομένου ὅτι ἀντ’ αὐτοῦ ἀπο‐ | 282 | |
283 | στελῶ ἕτερον, ἐβράδυνα δὲ τοῦ ἀποστεῖλαι διὰ τὸ ἀναγκαῖόν με ζητεῖν (προσεδόκων γὰρ ἀπὸ Κύ‐ πρου ἀποστέλλεσθαι), | |
10 | νῦν οὖν ὅπερ εὗρον ἀπέστειλα. καταξίωσον οὖν κελεῦσαι τῷ πρε‐ σβυτέρῳ τῆς παροικίας δέξασθαι παρὰ τοῦ ἀναγνώστου τὸ ἀπεσταλ‐ μένον, καὶ παρακαλῶ πρόσταξον | |
15 | ἵνα μὴ τοιαῦτα ἁπλοῦται ἐν ταῖς ἐκκλησίαις· | |
18 | πρέπει γὰρ τῇ σῇ τιμιότητι περὶ πάντων φροντίζειν καὶ ἀκριβολο‐ | |
20 | γεῖν περὶ τῶν συμφερόντων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τοῖς λαοῖς 〈τοῖς | |
ἐμπεπιστευμένοις σοι〉. | 283 |