TLG 2021 008 :: EPIPHANIUS :: Tractatus contra eos qui imagines faciunt (fragmenta)

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

Tractatus contra eos qui imagines faciunt (fragmenta)

Source: Holl, K. (ed.), Gesammelte Aufsätze zur Kirchengeschichte, vol. 2. Tübingen: Mohr, 1928 (repr. Darmstadt: Wissenschaftliche Buchgesellschaft, 1964): 356–359.

Citation: Fragment — (line)

t

Λόγος τοῦ ἁγίου Ἐπιφανίου κατὰ τῶν ἐπιτηδευόντων ποιεῖν εἰδωλικῷ θεσμῷ εἰκόνας εἰς ἀφομοίωσιν τοῦ Χριστοῦ καὶ τῆς Θεοτόκου καὶ τῶν μαρ‐
τύρων, ἔτι δὲ καὶ ἀγγέλων καὶ προφητῶν.356

1

τὸν τοῖχον κονιάσαντες χρώμασι διηλλαγμένοις τὰς εἰκόνας ἀνετύ‐ πωσαν.

2

ὅτι δή, φασί, τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον καὶ τιμὴν αὐτῶν.

3

ψευδωνύμους

4

πόθεν δὲ αὐτῷ ἐπὶ τῆς τοῦ ἀρχαγγέλλου γραφῆς ὄστεα καὶ νεῦρα ἐνηρ‐ μοσμένα κατάδηλα ἐγένετο, τῆς ἐκείνου ἦν λέγειν συνέσεως.

5

οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν ὅτι ἀντὶ τοῦ τιμᾶν, πλέον αὐτοὺς ἀτιμάζουσιν. Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο.

6

„οἴδαμεν γάρ“, φησὶν Ἰωάννης, „ὅτι ὅταν φανερωθῇ, ὅμοιοι αὐτῷ
ἐσόμεθα“, καὶ Παῦλος τοὺς ἁγίους „συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ“ ἐκήρυξεν· πῶς οὖν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντος357
5περὶ αὐτῶν· „ἔσονται γάρ, φησίν, ὡς ἄγγελοι θεοῦ“.

7

πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖς γράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος „ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοῦς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον“;

8

λέγω δὲ ὅτι οὐδὲ αὐτοὶ θέλουσι προσκυνεῖσθαι.

9

„Ὅρα μή· σύνδουλος γάρ σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόν‐ των τὴν μαρτυρίαν Ἰησοῦ. τῷ θεῷ, φησίν, προσκύνησον“.

10

ἀλλ’ οὐδὲ οἱ ἀπόστολοι ἠθέλησαν προσκυνεῖσθαι. καὶ γὰρ ὅτε εὐαγ‐ γελίζεσθαι ἀπεστάλησαν, ἑαυτοὺς προσκυνεῖσθαι οὐκ ἤθελον, ἀλλὰ τὸν αὐτοὺς ἀποστείλαντα Χριστόν. ὁ γὰρ ἐξουσίαν παρ’ αὐτοῦ λαβὼν δεσμεύειν καὶ λύειν ἐπὶ γῆς καὶ οὐρανοῦ, ἔλεγε Κορνηλίῳ ὅτι „ὁμοιο‐
5παθής εἰμι κατὰ σὲ ἄνθρωποσ“, καὶ ἐδίδασκε μὴ ἑαυτὸν προσκυ‐ νεῖσθαι ἀλλὰ τὸν σωτῆρα Χριστόν.

11

περὶ δὲ τῶν ἀγγέλων οἱ πατέρες οἱ ἐν Λαοδικείᾳ συνελθόντες— πάντως γὰρ ὅτι διὰ τοιαύτην ὑπόθεσιν συνήχθησαν—λέγουσιν· „εἴ τις ἐγκαταλείπει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἀγγέλους ὀνομάζει, ἀνάθεμα ἔστω· ὅτι ἐγκατέλιπε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ
5εἰδωλολατρείᾳ προσελήλυθε“.358

12

πῶς τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερινόητον ἀπερίγραφόν τε γράφειν λέγει τις, ὃν οὐκ ἴσχυσε Μω〈υ〉σῆς ἀτενίσαι;

13

φασίν τινες ὅτι ἐπειδὴ τέλειος ἄνθρωπος ἐγένετο ἐκ Μαρίας τῆς ἀειπαρθένου, διὰ τοῦτο ἄνθρωπον αὐτὸν ποιοῦμεν.

14

καὶ διὰ τοῦτο ἐνηνθρώπησεν, ἵνα τὸν ἀκατάληπτον δι’ οὗ τὰ πάντα ἐγένετο, διὰ χειρῶν σου γράψαι δυνηθῇς;

15

οὐκοῦν οὐκ ἔστιν ὅμοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς;

16

ποῦ σοι διέταξε ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ὅμοιον αὐτῷ καὶ προσ‐ κυνεῖν καὶ ὁρᾶν;

17

αὕτη ἡ διάταξις τοῦ πονηροῦ ἐστιν, ἵνα καταφρονήσῃς θεοῦ.

18

ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ, ἀκριβῶς
λέγων· „κύριον τὸν θεὸν προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεισ“.359