TLG 2021 007 :: EPIPHANIUS :: Epistula ad Eusebium, Marcellum, Vivianum, Carpum et ad Aegyptios (fragmentum)

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

Epistula ad Eusebium, Marcellum, Vivianum, Carpum et ad Aegyptios (fragmentum)

Source: Holl, K. (ed.), Gesammelte Aufsätze zur Kirchengeschichte, vol. 2. Tübingen: Mohr, 1928 (repr. Darmstadt: Wissenschaftliche Buchgesellschaft, 1964): 204–207.

Citation: Page — (line)

204

(1t)

τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κωνσταντίας τῆς Κυ‐
2tπρίων νήσου περὶ τῆς τοῦ πάσχα ἡμέρας ἀκριβὴς διασάφησις· ἐκ τῆς πρὸς
3tΕὐσέβιον καὶ Μάρκελλον, Βιβιανόν (Βηβιανόν cod.) τε καὶ Κάρπον ἐπιστολῆς.204

205

Ἔφαγον οὖν οἱ Ἰουδαῖοι τὸ πάσχα, μεθ’ ὧν ὁ κύριος τοῦτο συνέ‐ φαγε, πρὸ δύο ἡμερῶν τοῦ τεταγμένου ἀληθινοῦ πάσχα· ὡς ἔλεγον οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι, ὅτι προλάβωμεν ποιῆσαι τὸ πάσχα, ἵνα μὴ ἐν τῷ θορύβῳ συλληφθέντος αὐτοῦ μὴ δυνηθῶμεν φαγεῖν τὸ πάσχα·
5ὥς φησι καὶ ὁ ἱερώτατος Ματθαῖος περὶ τοῦ σωτῆρος ὅτι εἴρηκε τοῖς μαθηταῖς· „οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι“. τοῦτο δὲ ἀκριβῶς ἐτελέσθη ὁπηνίκα ὁ Χριστὸς εἰς τὸ μυστήριον ἤγετο τῇ δευτέρᾳ τοῦ σαββάτου, σύμβολον οὔσης τῆς δεκάτης τοῦ ὀνόματος τοῦ κυρίου
10ἡμῶν Ἰησοῦ διὰ τὸ ἰῶτα. τότε γὰρ ὁ Ἰούδας ἔλαβε τὸ τίμημα τοῦ τετιμημένου, οὗ διετιμήσαντο παρὰ τῶν υἱῶν Ἰσραὴλ κατὰ τὸ γεγραμ‐ μένον, καὶ ἐζήτει εὐκαιρίαν ὅπως αὐτὸν παραδῷ. προέλαβον δὲ τεθο‐ ρυβημένοι ἀντὶ τοῦ φυλαχθῆναι παρ’ αὐτοῖς τὸ ἠγορασμένον αὐτοῖς πρόβατον διὰ τῶν τῷ Ἰούδᾳ δοθέντων ἀργυρίων ἕως πέμπτης
15σαββάτων καὶ ἀπὸ δεκάτης ἀριθμουμένων ἕως τεσσαρεσκαιδεκάτης 〈ἥτις ἦν〉 ἡ πέμπτη σαββάτων. προλαμβάνουσι δὲ θορυβούμενοι διὰ τὸν λαὸν καί φασι· προλάβωμεν ποιῆσαι τὸ πάσχα, ἵνα μὴ ὅταν ἔλθῃ ὁ λαὸς μὴ δυνηθῶμεν συλλαβέσθαι αὐτόν. καὶ τούτου ἕνεκα οὐκέτι τῇ πέμπτῃ ἔφαγον τὸ πάσχα, ἥτις κατήντα τῇ ιδ τῆς
20σελήνης, ἀλλὰ τῇ τρίτῃ σαββάτων ἐπιφωσκούσης τετράδος συλλαμ‐
βάνουσι τὸν Χριστόν, ἐν ᾗ καὶ τὸ πάσχα προλαμβάνοντες ἐπετέλουν.205

206

βεβρώκει τοίνυν μετ’ αὐτῶν τὸ πάσχα πρὸς ἑσπέραν τῇ δωδεκάτῃ πρὸ δύο ἡμερῶν τοῦ πάσχα, ἐπιφωσκούσης ιγ, λογιζομένης τῆς νυκτὸς εἰς τὴν ἡμέραν τουτέστιν ἀπὸ τρίτης εἰς τετράδα σαββάτων· ὅθεν ἡ ἐκκλησία τὴν τετράδα φυλάττει διὰ τὴν τοῦ κυρίου σύλληψιν, νηστεύ‐
5ουσα δι’ ὅλου τοῦ ἔτους πάρεξ μόνον πεντηκοστῆς καὶ ἐπιφανίων. συλληφθεὶς δὲ πρὸς ἑσπέραν ἐπιφωσκούσης τετράδος μένει ἐν τῇ αὐλῇ τοῦ Καιάφα ὅλην τὴν νύκτα. μὴ γὰρ νόμιζε ἐν τῇ πέμπτῃ πρὸς ἑσπέραν αὐτὸν συνειλῆφθαι, ἀνάγνωθι εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ διάσκεψαι καὶ ὁρᾷς, ὅτι ὅτε μὲν ἀπὸ Γεθσημανῆ συλλαμβάνεται
10πρὸς Καιάφαν φέρεται. ἔμεινεν δὲ ἐν τῇ οἰκίᾳ τοῦ Καιάφα ἕως τῆς ἕω. πρωίας δὲ παραδίδοται Ποντίῳ Πιλάτῳ· γέγονε δὲ τοῦτο τετάρτῃ τῶν σαββάτων. καὶ ποιεῖ τὴν ἡμέραν ἐκείνην παρὰ Ποντίῳ Πιλάτῳ καὶ τὴν νύκτα ἕως πρωΐ. πέμπτῃ δὲ σαββάτων ἀποστέλλεται πρὸς Ἡρῴδην, ὄντα τότε ἐν Ἱεροσολύμοις, διὰ τὸ καὶ αὐτὸν ἐληλυθέναι μετὰ τῶν
15ἄλλων φαγεῖν τὸ πάσχα. καὶ ὡς ἐκεῖνος πολλὰ αὐτὸν ἐρωτήσας καὶ μὴ καταξιωθεὶς ἀποκρίσεως ἀντιπέμπει αὐτὸν Πιλάτῳ, καὶ ἐπιμείνας ἕως ἐνάτης ὥρας ἐν τῷ πραιτωρίῳ συγκεκλεισμένος. παράδοσις δέ τις ἔδραμε λεγόντων ἕως καὶ τῶν ἡμετέρων χρόνων, ὅτι τὴν ἐνάτην ὥραν εἰσῆλθον οἱ μαθηταὶ κρυφῇ πρὸς αὐτὸν καὶ ἔκλασεν ἄρτον ψιλὸν καὶ
20συνεγεύσατο μετ’ αὐτῶν ἐν τῇ φυλακῇ. ἔμεινε δὲ ἐκεῖ ὅλην τὴν νύκτα καὶ πρωῒ λίαν προφέρει αὐτὸν ἀπὸ τοῦ πραιτωρίου ἡμέρᾳ προσαββάτου τῇ παρασκευῇ καλουμένῃ καὶ οὕτως ὥρᾳ γ σταυροῦται κατὰ τὴν ἀκριβῆ τοῦ Μάρκου εἰσήγησιν καὶ Ἰωάννου τῶν θεσπεσίων εὐαγγελιστῶν· εἰ καὶ ἔν τισιν ἀντιγράφοις τοῦ κατὰ Ἰωάννην εὐαγγελίου γραφικοῦ
25ἕνεκεν σφάλματος παραπεποίηται τὸ Γ στοιχεῖον, ὅπερ τὸν τρεῖς ψῆφον δηλοῖ, εἰς τὸ ἐπισήμου, ὅπερ τὸν ἓξ παρίστησι διὰ τὸ ἀμφοτέρων τῶν στοιχείων τὰς κεραίας ἐκ τῶν εὐωνύμων εἰς τὰ δεξιὰ ἐπιβλέπειν ἡμᾶς· ὃ καὶ πρὸ ἡμῶν ἠκρίβωσαν Κλήμης τε καὶ Ὠριγένης καὶ ὁ Πάμφιλος Εὐσέβιος. καὶ οὐ χρὴ τοὺς φιλομαθεῖς ἀκροατὰς διὰ τὴν τοῦ στοιχείου
30ἀναίρεσιν ἢ παράθεσιν διασπᾶν τὴν τῶν θείων εὐαγγελίων συμφωνίαν. ὅρα γὰρ πῶς καὶ Ματθαῖος ὁ σοφώτατος τὸν τοῦ σταυροῦ καιρὸν ἀκρι‐ βῶς ἐπισημαίνεται τῷ εἰπεῖν „καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά,
ὅ ἐστι κρανίου τόποσ“, ἔπειτα καὶ τὸν οἶνον μετὰ τῆς σμύρνης λοιπὸν206

207

καὶ τὴν τῶν ἱματίων διαμέρισιν ** ἐπάγει· „ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας θ“ καὶ τὰ ἑξῆς. τινὲς δὲ οἴονται τὸν ἅγιον Ματθαῖον ἕκτῃ ὥρᾳ αὐτὸν ἐσταυρῶσθαι λέγειν· μεμε‐ λέτ〈ηται〉 δὲ τῷ ἁγίῳ τὸ ἀπὸ τῆς ἕκτης ὥρας σκότος.
5 σταυροῦται μὲν οὖν ὡς εἴρηται προσαββάτῳ ὥρᾳ γ καὶ ἐλογίσθη αὐτῷ ἡμέρα μία ἀπὸ ὥρας γ εἰς ϛ. μετὰ τὸ σταυρωθῆναι γὰρ λοιπὸν τῶν καταχθονίων εἰργάζετο τὴν σωτηρίαν, καὶ ἀπὸ τῆς ἕκτης εἰς θ μία νύξ, ἀπὸ δὲ ἐννάτης εἰς ἑσπέραν μία ἡμέρα. ** καὶ γεγόνασι τρεῖς ἡμέραι καὶ δύο νύκτες. καὶ δι’ ὅλου τοῦ σαββάτου μία ἡμέρα καὶ ἡ
10νὺξ ἡ ἐπιφώσκουσα εἰς τὴν κυριακήν. καὶ ἐπληρώθη τὸ περὶ αὐτοῦ εἰρημένον ὅτι „δεῖ ποιῆσαι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτασ“. ὥρᾳ γ ἐσταυρώθη πλήρης ἕκτῃ σαββάτων τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην, τετάρτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, πρὸ ιγ καλάν‐
15δων Ἀπριλλίων. διὸ νηστεύομεν καὶ τῷ προσαββάτῳ. ἀνέστη δὲ τῇ ἡμέρᾳ τῆς κυριακῆς, ἐξότε οἱ ἀλεκτρυόνες ἐφώνησαν, ἐν νυκτὶ τῆς ἰσονυκτίας συημμένῃ τῇ ἰσημερίᾳ τουτέστι τῇ ϛ καὶ εἰκάδι τοῦ Φα‐ μενὼθ μηνός, ὃς ἦν Νισὰν παρ’ Ἑβραίοις ὁ ἑρμηνευόμενος Φαρμουθί. προλαμβάνουσι δὲ οἱ τῶν Ἑβραίων μῆνες τοὺς τῶν Αἰγυπτίων μῆνας
20καὶ οἱ τῶν εὐδαιμόνων Ἀθην〈αί〉ων ὡσαύτως καὶ Λακεδαιμονίων ὀκτὼ ἡμέρα〈ι〉ς, ἐὰν οὕτω τύχοι. ἦν δὲ ἡ νὺξ ἡ ἔχουσα τὰς αὐτὰς ὥρας
καὶ ἡ παρελθοῦσα ἡμέρα τὰς αὐτάς.207