TLG 2021 006 :: EPIPHANIUS :: De xii gemmis (fragmenta alia ap. Anastasium Sinaïtam, Quaestiones et responsiones) EPIPHANIUS Scr. Eccl., Episcopus De xii gemmis (fragmenta alia ap. Anastasium Sinaïtam, Quaestiones et responsiones) Citation: Volume — page — (line) | ||
89.596(47t) | Ἐπιφανίου ἐκ τοῦ πρὸς Διόδωρον. | |
48 | Σομορὼν μὲν οὖν ἐκλήθη τὸ ὄρος, καὶ τὰ ὁμο‐ ροῦντα, ἀπὸ Σεμὴρ ἑνὸς υἱοῦ τῶν Χαναναίων, πρὶν | |
---|---|---|
89.596(50) | ἢ ἐπιβῆναι τὸν Ἀβραὰμ τῇ γῇ. Ἐλθόντων δὲ τῶν | |
φυλακῶν, ἐκλήθησαν Σαμαρεῖται, τουτέστι, φύλα‐ | 596 | |
89.597 | κες. Φύλακες δὲ ἦσαν οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ νόμου· ἐφύλαττον γὰρ τὴν Πεντάτευχον μόνην, ἣν ἔλαβον διὰ Ἔσδρα τοῦ βασιλέως, ἵνα ἐκ τούτου διακρίνηται τὸ σπέρμα τοῦ Ἀβραάμ. Ἀλλ’ οὐ τε‐ | |
5 | λείως τὸν νόμον ἐφύλαττον· διό φησιν ἡ Γραφή· «Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, καὶ προσ‐ κυνοῦντες τὰ εἴδωλα.» Τοῦ δὲ νόμου κελεύοντος εἴδωλα μὴ προσκυνεῖσθαι, πῶς ἔτι πληρωθήσεται; Ἔχει δὲ ἡ ὑπόθεσις τὸν τρόπον τοῦτον· Γνόντες γὰρ | |
10 | οἱ μιερεῖς τῶν τεσσάρων ἐθνῶν, ὅτι ἐνεδήμησεν Ἔσδρας, βδελυττόμενος τὰ εἴδωλα κατὰ τὸν νόμον Θεοῦ, σπεύσαντες ἔκρυψαν τὰ εἴδωλα ἐν τῷ Γαρίζῃ ὄρει ἐν μυχῷ τινι, καὶ ἀπέστρεψαν τὴν καρδίαν τῶν Σαμαρειτῶν πρὸς τὸ ὄρος εὔχεσθαι. Ὅθεν, ὅπου δ’ | |
15 | ἂν ὦσι, πρὸς τὸ ὄρος εὔχονται οἱ ἀπὸ ἀνατολῆς πρὸς δυσμὰς ἀποστρεφόμενοι, καὶ ἀπὸ δυσμῶν πρὸς ἀνα‐ τολὰς, καὶ ἀπὸ βοῤῥᾶς πρὸς τὴν μεσημβρίαν, πρὸς τὸ ἀρκτῷον τῷ ὄρει προσέχοντες εὔχονται, ἵνα πλη‐ ρωθῇ ἡ Γραφὴ, ἡ λέγουσα· «Ἔμειναν ποιοῦντες | |
20 | τὸν νόμον τοῦ Θεοῦ, καὶ προσκυνοῦντες αὐτῶν τὰ εἴδωλα.» Εἰ γὰρ καὶ αὐτοὶ ἀγνοοῦσι κειμένων τῶν εἰδώλων ἐκεῖσε, ἀλλ’ οὐ δυνατόν ἐστι τὴν θείαν Γρα‐ | |
φὴν ψεύσασθαι. | 597 |