TLG 2021 005 :: EPIPHANIUS :: De xii gemmis (fragmenta ap. Anastasium Sinaïtam, Quaestiones et responsiones) EPIPHANIUS Scr. Eccl., Episcopus De xii gemmis (fragmenta ap. Anastasium Sinaïtam, Quaestiones et responsiones) Citation: Volume — page — (line) | ||
89.588(6t) | [Τοῦ ἁγίου Ἐπιφανίου περὶ τῶν ἐν τῷ λογίῳ | |
7t | τοῦ ἱερέως ἐμπεπηγμένων ιβʹ λίθων.] | |
---|---|---|
8 | Σάρδιον, τὸ Βαβυλώνιον καλούμενον, πυρωπὸς μέν ἐστι καὶ αἱματώδης, γίνεται δὲ ἐν Βαβυλῶνι | |
10 | τῇ πρὸς Ἀσσυρίους γῇ. Διαυγὴς δέ ἐστι, δυνάμεως θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ πληγὰς ἀπὸ σιδήρου γενομένας ἀποχριόμενοι. Τοπάζιον ἐρυθρὸς μέν ἐστιν ὑπὲρ τὸν ἄνθρακα λίθον, γίνεται δὲ ἐν Τοπάζῃ πόλει τῆς Ἰνδικῆς. | |
15 | Τριβόμενος δὲ ἐν ἰατρικῇ ἀκόνῃ, οὐκ ἐρυθρὸν ἀποδί‐ δωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώδη. Ἐμπίπλησι δὲ κρατῆρας καὶ πολλοὺς, ὅσους ἂν ἐθέ‐ λῃ ὁ ὑποτρίβων, καὶ οὔτε τῷ στάθμῳ, οὔτε τῇ περι‐ φερείᾳ ἐλαττοῦται. Χρησιμεύει δὲ (ὁ τριβόμενος) | |
20 | ἐξ αὐτοῦ χυμὸς εἰς πάθη ὀφθαλμῶν, καὶ πρὸς τὰς ὑδρομανίας πινόμενος, καὶ τοῖς ἀπὸ σταφυλῆς θα‐ λασσίας μαινομένοις. Σμάραγδος χλωρὸς μέν ἐστιν, ἐν δὲ τοῖς ὄρεσι τοῖς Ἰνδικοῖς ὀρύγοντες οἱ βάρβαροι, κόπτουσιν | |
25 | αὐτόν. Ἡ δὲ δύναμις αὐτοῦ, εἰς τὸ ἐσοπτρίζεσθαι τὰ πρόσωπα. Ἄνθραξ ὀξυφοινισσὸς μέν ἐστι τῷ εἴδει, γίνεται δὲ ἐν Καρχηδόνι τῆς Λιβύας, ἥτις Ἀφρικὴ λέγεται. Φασὶ δὲ αὐτὸν οὐκ ἐν ἡμέρᾳ, ἀλλ’ ἐν νυκτὶ εὑρί‐ | |
30 | σκεσθαι· πόῤῥωθεν γὰρ δίκης λαμπάδος ἢ ἄν‐ θρακος σπινθηρακίζων, ἐπὶ ὥραν καταπαύεται. Ἐπιγνόντες δὲ οἱ τοῦτον ζητοῦντες, ὅτι οὗτός ἐστιν, ἀπέρχονται πρὸς τὴν αὐγὴν αὐτοῦ, καὶ εὑρίσκουσιν αὐτόν. Βασταζόμενος δὲ ὁποίοις ἂν ἱματίοις κατα‐ | |
35 | λυφθῇ, ἡ αὐγὴ αὐτοῦ ἔξω τῆς παρεμβολῆς φαίνει. Σάπφειρος πορφυρίζων μέν ἐστι, γίνεται δὲ ἐν Αἰθιοπίᾳ καὶ Ἰνδίᾳ. Τριβόμενος δὲ, φύματα καὶ ψύδρας ἰᾶται σὺν γάλακτι ἐπιχριόμενος τοῖς εἱλ‐ κωμένοις τόποις. Καὶ ἡ ἐν τῷ ὄρει δὲ τῷ Μωϋσῇ | |
40 | δοθεῖσα νομοθεσία, ἐπὶ λίθῳ σαπφείρῳ λέγεται πε‐ φηνέναι. Ἰάσπις σμαραγδίζων μέν ἐστιν, εὑρίσκεται δὲ παρὰ τὸ στόμα Μερμόδοντος τοῦ ποταμοῦ, καὶ παρὰ Ἀμαθουντίῳ Κύπρου. Χρησιμεύει δὲ εἰς τὰς | |
45 | ἐπιλήψεις. Ὑάκινθος ὑποπυρίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇ ἐσωτέρᾳ Βαρβαρίᾳ τῆς Σκυθίας. Σκυθίαν δὲ εἰώθασι καλεῖν οἱ παλαιοὶ τὸ κλίμα ἅπαν τὸ βόρειον, ἔνθα εἰσὶν οἱ Γότθοι καὶ Δάνεις. Ἐκεῖ τοίνυν ἔνδον | |
89.588(50) | ἐν τῇ ἐρήμῳ τῆς μεγάλης Σκυθίας ἐστὶ φάραγξ λίαν βαθυτάτη, καὶ ἀνθρώποις ἄβατος, ὄρεσι πετρῶν ἐντεῦθεν καὶ ἐντεῦθεν περιστοιχισμένη, ὥστε ἄνωθεν ἀπ’ ἄκρων τῶν ὀρέων παρακύψαντά τινα, ὡς ἀπὸ τειχῶν, μὴ δύνασθαι κατοπτεύειν τὸ ἔδαφος τῆς φά‐ | |
55 | ραγγος, ἀλλ’ ἀπὸ τοῦ βάθους ἐσκοτίσθαι ὥσπερ | |
τι χάος· ἐν ᾗ οἱ ἀπεσταλμένοι ἀπὸ τῶν ἐκεῖσε πλη‐ | 588 | |
89.589 | σιαζόντων βασιλέων, κατάδικοί εἰσι καὶ βιαζόμενοι. Θύσαντες δὲ ἀρνοὺς καὶ ἐκδείραντες ῥίπτουσιν ἄνωθεν ἀπὸ τῶν πετρῶν εἰς τὸ χάος τῆς φάραγγος, καὶ κολλῶσιν οἱ λίθοι ἐν τοῖς κρέασιν ἐκείνοις. | |
5 | Ἀετοὶ οὖν ἐν ταῖς πέτραις ἄνωθεν κατοικοῦντες, πρὸς τὴν ὀσμὴν τῶν κρεῶν κατέρχονται, καὶ ἀναφέ‐ ρουσι τοὺς ἀρνοὺς ἔχοντας τοὺς λίθους. Ἐν δὲ τῷ ἐσθίειν τὰ κρέα οἱ λίθοι μένουσιν ἐν τῇ ἀκρωρείᾳ τῶν ὀρέων. Οἱ δὲ κατάδικοι σκοπήσαντες, ποῦ ἀν‐ | |
10 | ήχθησαν ὑπὸ τῶν ἀετῶν τὰ κρέα, ἀπέρχονται, καὶ οὕτω φέρουσι τοὺς λίθους. Ἔχουσι δὲ ἐνέργειαν τοι‐ άνδε· βαλλόμενοι γὰρ ἐπ’ ἀνθράκων πυρὸς, αὐτοὶ μὲν οὐ βλάπτονται, τοὺς δὲ ἄνθρακας κατασβεννύουσιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ λαμβάνων τις τὸν λίθον, | |
15 | καὶ περιειλίσας ἐν ὀθόνῃ, τινὶ ἐπιθεὶς ἐπ’ ἄνθρακας, κρατῶν αὐτὸν μὲν ἀπὸ τῆς πυρᾶς φλογίζεται, ἡ δὲ ὀθόνη ἀβλαβὴς μένει, Λέγεται δὲ καὶ ταῖς τικτούσαις γυναιξὶν εὐτοκίας χάριν χρησιμεύειν. Ἀχάτης ὑποκυανίζων μέν ἐστιν, εὑρίσκεται δὲ | |
20 | καὶ οὗτος περὶ τὰς Σκυθίας χώρας ἐκείνας. Τριβό‐ μενος δὲ ἐπὶ τῷ μετώπῳ, δήγματος ἀποτρέπει πό‐ νον σκορπίων τε καὶ ἐχιδνῶν. Ἀμέθυσος φλογίζων μέν ἐστι βαθέως, ἐν δὲ τοῖς ὄρεσιν εὑρίσκεται Λιβύης πρὸς ταῖς ὄχθαις τῆς | |
25 | θαλάσσης. Χρυσόλιθος χρυσίζων μέν ἐστιν, εὑρίσκεται δὲ ἐν τῇ Ἀφραίτιδι πέτρᾳ, παρὰ τὸ χεῖλος τῆς Ἀχε‐ μενίδος Βαβυλῶνος. Τὴν γὰρ Βαβυλῶνα καὶ τὸ φρέαρ ἐκεῖνο τῆς πέτρας Ἀχεμενίδα καλοῦσι. Τριβόμενος δὲ, | |
30 | στοχαστικοῖς (καὶ κωλικοῖς) καὶ κοιλιακοῖς ἰατρικὸς ὑπάρχει. Βηρύλλιον γλαυκίζων μέν ἐστι, γίνεται δὲ παρὰ τὰ σπέρματα τοῦ ὄρους τοῦ καλουμένου Ταύρου. Ὀνύχιον ξανθὸν μέν ἐστιν, εὑρίσκεται δὲ καὶ | |
35 | οὗτος ἐν τῷ αὐτῷ ὄρει. | 589 |