TLG 2021 002 :: EPIPHANIUS :: Panarion (= Adversus haereses)

EPIPHANIUS Scr. Eccl., Episcopus
(Palaestinus Constantiensis (Cypri): A.D. 4)

Panarion (= Adversus haereses)

Source: Holl, K. (ed.), Epiphanius, Bände 1–3: Ancoratus und Panarion [Die griechischen christlichen Schriftsteller 25, 31, 37] Leipzig: Hinrichs, 1:1915; 2:1922; 3:1933: 1:153–161, 169–233, 238–464; 2:5–210, 215–523; 3:2–229, 232–414, 416–526.

  • Epistula ab Acacio et Paulo: vol. 1, pp. 153–154
  • Rescriptum ad Acacium et Paulum: vol. 1, pp. 155–161
  • Haereses 1–33: vol. 1, pp. 169–233, 238–464
  • Haereses 34–64: vol. 2, pp. 5–210, 215–523
  • Haereses 65–80: vol. 3, pp. 2–229, 232–414, 416–496
  • De fide: vol. 3, pp. 496–526

Citation: Volume — page — (line)

Haer
.

1

.

153

Ἐπιστολὴ γραφεῖσα ἐν τῷ ἐνενηκοστῷ δευτέρῳ ἔτει Διοκλητιανοῦ βασιλείας, Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἔτους δωδεκάτου καὶ Γρατιανοῦ ἔτους ὀγδόου, πρὸς Ἐπιφάνιον Παλαιστινὸν Ἐλευθερο‐ πολίτην, γενόμενόν 〈ποτε〉 πατέρα μοναστηρίου ἐν τῇ τῆς αὐτῆς
5Ἐλευθεροπόλεως περιοικίᾳ, ἐπίσκοπον ὄντα νῦν πόλεως Κων‐ σταντίας ἐπαρχίας Κύπρου, παρὰ Ἀκακίου καὶ Παύλου, πρεσβυτέ‐ ρων ἀρχιμανδριτῶν τουτέστιν πατέρων μοναστηρίων μερῶν Χαλκίδος καὶ Βεροίας τῆς κοίλης Συρίας, 〈αἰτησάντων αὐτὸν〉 περὶ τοῦ κατὰ αἱρέσεων πασῶν γράψαι, οὐ μὴν ἀλλὰ καὶ 〈ἄλλων〉
10πολλῶν προτρεψαμένων καὶ ὡς εἰπεῖν ἀναγκασάντων αὐτὸν εἰς
τοῦτο ἥκειν.
Τῷ κυρίῳ ἡμῶν καὶ τιμιωτάτῳ κατὰ πάντα, εὐλαβεστάτῳ πατρὶ Ἐπιφανίῳ ἐπισκόπῳ Ἀκάκιος πρεσβύτερος καὶ Παῦλος πρεσβύτερος, ἀρχι‐ μανδρῖται, ἐν κυρίῳ χαίρειν.
15 Ἤρκει μὲν ἡ θέα τῆς σῆς θεοσεβείας, πάτερ, ἐμπλήσασα πνευματι‐ κῶν ῥημάτων καὶ ἐμφυτεύσασα τὸν τοσοῦτον πρὸς ἡμᾶς πόθον γεγονότα 〈τοῖσ〉 τῆς σῆς αὐτοψίας μεταλαβοῦσιν. ἀλλ’ ἐπειδὴ πρόδρομος φήμη μαθητοῦ τοῦ σωτῆρος κηρύττουσα τὴν τῆς εὐωδίας τῶν ῥημάτων καὶ πράξεων ὀσμὴν ἄγχει καὶ λέξεων καὶ νοῦ κορεσθῆναι, ἔδει μὲν αὐτοψίᾳ
20ἐλθόντας μεταλαβεῖν τῆς ἐκ θεοῦ σοι δοθείσης χάριτος ὡς τοῖς ἀποστόλοις.153 in vol. 1
Haer
.

1

.

154

ἀλλ’ ἐπειδὴ ἡ ὁδὸς ἐπεσχέθη ὑπὸ τῆς ἀρρωστίας τῆς σωματικῆς καὶ τῆς ταλαιπωρίας, οὐκ ἰσχύσαμεν αὐτοὶ γενόμενοι πρὸς τοὺς σοὺς πόδας προκυ‐ λινδούμενοι ἀκοῦσαί τε καὶ μαθεῖν τὰ ἐκπορευόμενα πνευματικὰ ἅγια ῥήματα ἐκ τοῦ σοῦ στόματος. πιστεύομεν γὰρ ὅτι εἰ ἦμεν ἄξιοι ἀνελθόντες τε
5καὶ ἀκούσαντες ἐστηριζόμεθα τὴν πολιτείαν ἣν προβεβλήμεθα, εἰ ἐσμὲν ἄξιοι τὸ τέρμα ταύτης καταλαβεῖν. τῆς οὖν ἀρρωστίας καταλαβούσης δεόμεθα τῆς τοσαύτης σου θεοσεβείας, μὴ φθονήσῃς μεταδοῦναι ἡμῖν ἀπὸ τῶν δεδωρημένων σοι ἀληθῶς ὑπὸ τοῦ σωτῆρος. ὁμολογοῦμεν γὰρ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ ἀκούοντες, ὅτι ἐν ταύτῃ τῇ γενεᾷ νέον σε ἀπό‐
10στολον ἤγειρεν ἡμῖν καὶ κήρυκα ὁ σωτήρ, Ἰωάννην νέον, τοῦ κηρύσσειν τὰ ὀφειλόμενα φυλάττεσθαι ὑπὸ τῶν τὸν δρόμον τοῦτον προβαλλομένων. τοῦ οὖν κοινοῦ ἀδελφοῦ Μαρκέλλου ἐπὶ τῇ τοσαύτῃ φήμῃ ἀγχομένου καὶ ἑλκομένου τῇ ποθήσει τῆς σῆς θεοσεβείας, ὄντος τε καὶ τῆς ἡμετέρας μάνδρας, αὐτόν τε ὑπηρέτην ἐσχηκότες τῆς τοσαύτης ὁδοῦ, καὶ νεοκατη‐
15χήτου ὄντος, ἐπετρέψαμεν 〈αὐτῷ〉 τὴν τοσαύτην ἡμῶν τόλμαν τῶν ἁμαρ‐ τωλῶν πρὸς τὸν μαθητήν σε τοῦ σωτῆρος. ὃ δὲ ἀξιοῦμεν, τῶν ῥηθέντων σοι πρός τινας ἀδελφοὺς εἰς παιδείαν δωρήσασθαι, ὅπερ σοὶ μὲν τῷ δικαίῳ ἀβαρές, ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς μεταλαβοῦσιν εὐφρανθῆναι ἐν κυρίῳ. ἐμπλησθέντες γάρ σου τῶν πνευματικῶν ῥημάτων ἐπικουφιζόμεθα τῶν
20ἀνομιῶν ἡμῶν. ἠκούσαμεν δὲ ἐπικληθέντα ὀνόματα ὑπὸ τῆς σῆς τιμιότητος ταῖς αἱρέσεσιν, ὧν ἑκάστης θρῃσκείας ἀξιοῦμεν τὴν σὴν θεοσέβειαν διαρ‐ ρήδην ἡμῖν δηλῶσαι τὴν αἵρεσιν. 〈οὐκ〉 ἴση γὰρ ἁπάντων ἡ δωρεά. καὶ σὲ ἀξιοῦμεν εὐχὴν ποιήσασθαι, σὲ τὸν δίκαιον, τῷ κυρίῳ ὑπὲρ πάντων τῶν σε ποθούντων καὶ ἐκδεχομένων τὴν παρὰ σοῦ δωρεάν. ἐν νηστείᾳ καὶ
25εὐχῇ ἐσμεν τὸν κοινὸν ἡμῶν ἀδελφὸν δεχθέντα ὑπὸ τῆς σῆς τιμιότητος ἀσμένως [καὶ] κομίσαι τὴν ὑπὸ σοῦ δεδωρημένην δωρεὰν καὶ οὕτως ἀνα‐ πέμψαι τὰς ἐξ ἔθους εὐχὰς πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. πάντες ἐλπίζουσιν οἱ ἀδελφοὶ τῇ ὑπὸ σοῦ εὐχῇ ὑπὲρ αὐτῶν γιγνομένῃ στηριχθῆναι. παρακαλοῦμεν μὴ ὀκνῆσαι μεταδοῦναι χάριν θεϊκὴν ἐσχηκότα ἀποστόλων.
30πάντες οἱ μικροὶ ἐν ταῖς μάνδραις ὄντες εὐχὴν τῷ κρείττονι ἀναπέμπουσι μεταλαβεῖν ἀπὸ τῆς σῆς θεοσεβείας πνευματικὴν δωρεάν. ἐρρωμένος ἐν κυρίῳ καὶ εὔθυμος ἐν Χριστῷ διατελοίης καὶ ἐν ἁγίῳ πνεύματι * τὸν δοθέντα σοι
θρόνον καὶ τὴν θεϊκὴν δωρεὰν μέχρι τοῦ σὲ ἐκδεχομένου στεφάνου.154 in vol. 1
Haer
.

1

.

155

Ἡ ἀντιγραφεῖσα πρὸς τοὺς περὶ Ἀκάκιον καὶ Παῦλον πρεσβυτέ‐ ρους ὑπὸ 〈τοῦ〉 αὐτοῦ Ἐπιφανίου πρὸς τὰ ὑπ’ αὐτῶν αὐτῷ
γραφέντα περὶ τοῦ κατὰ αἱρέσεων γράψαι αὐτόν.
Κυρίοις τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις Ἀκακίῳ καὶ
5Παύλῳ Ἐπιφάνιος ἐν κυρίῳ χαίρειν. Προοίμιον εἴτ’ οὖν λαλιάν, ἐπιγραφὴν ὥσπερ διαγράφοντες παλαιοὶ συγγραφεῖς διὰ τοῦ αἰνίγματος ὑπόφασιν ἐδείκνυον πάσης ὑποκειμένης πραγματείας. ὅθεν καὶ αὐτοὶ τῷ αὐτῷ κεχρημένοι χαρακτῆρι προοιμια‐ ζόμεθα ὑμῖν, ἀγαπητοί, [τὰ] τῆς κατὰ αἱρέσεων † αἰτήσεως ὑμῶν ἐν
10ὀλίγῳ τὴν δύναμιν ἀνακεφαλαιούμενοι. ἐπειδὴ γὰρ μέλλομεν ὑμῖν τά τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν τάς τε παρ’ αὐτοῖς ἀθεμίτους πράξεις ἀνακαλύπτειν, ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα, σὺν αὐτοῖς δὲ ἅμα καὶ ἀντιδότους ἐφαρμόσαι, ἀλεξητήρια τῶν δεδηγμένων καὶ προκαταληπτικὰ τῶν μελλόντων εἰς τοῦτο ἐμπίπτειν, τοῖς φιλο‐
15κάλοις διαγράφομεν αὐτὸ τοῦτο τὸ προοίμιον, Πανάριον εἴτ’ οὖν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύοντες, ὅπερ ἐστὶ διὰ βιβλίων τριῶν συγγραφέν, 〈περι〉έχον αἱρέσεις ὀγδοήκοντα, αἵτινές εἰσι θηρίων εἴτ’ οὖν ἑρπετῶν αἰνίγματα. «μία δὲ μετὰ τὰς ὀγδοή‐ κοντα» ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγμα‐
20τεία καὶ Χριστοῦ «νύμφη ἁγία» ἐκκλησία, οὖσα μὲν ἀπ’ αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας κατὰ τὴν διαδοχὴν τοῦ χρόνου
μέσον τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα καὶ ὑφ’ ἡμῶν ἐν155 in vol. 1
Haer
.

1

.

156

ὑπομνήσει διὰ τοῦ κηρύγματος Χριστοῦ ταχθεῖσα καὶ πάλιν μετὰ πάσας τὰς τῶν αἱρέσεων τούτων μοχθηρίας εἰς ἀναψυχὴν τῶν τὸν κάματον τῶν αἱρέσεων διὰ τῆς ἀναγνώσεως διελθόντων ὑφ’ ἡμῶν μετ’ ἐπιτομῆς τοῦ λόγου κατὰ τὴν τῶν ἀποστόλων διδασκαλίαν
5σαφῶς ἀπαγγελθεῖσα. 2. Παρακλήθητε δὲ πάντες οἱ φιλοκάλως ἐντυγχάνοντες τῷ τε προοιμίῳ καὶ ταῖς μετέπειτα αἱρέσεσι καὶ τῇ ὑπὲρ τῆς ἀληθείας ἀπο‐ λογίᾳ τε καὶ διδασκαλίᾳ τῆς ἀληθείας καὶ πίστει τῆς ἁγίας καθολικῆς ἐκκλησίας, συγγνῶναι ἡμῖν ἀνθρώποις οὖσι καὶ μετὰ πόνου καὶ ζήλου
10θεϊκοῦ φιλοτιμουμένοις ὑπὲρ θεοσεβείας ἀπολογεῖσθαι, εἴ τι ὑπέρογ‐ κον * εἰς αὐτὸ τὸ πανάγιον καὶ πανσεβάσμιον ὄνομα θέλοντες κατὰ τὴν ἰδίαν δύναμιν ὑπεραπολογεῖσθαι, τοῦ θεοῦ συγχωροῦντος τὰ ὑπὲρ δύναμιν ἡμῖν ἐκζητοῦσιν, ἐπειδὴ δι’ ἀλήθειαν ἡμῖν ὁ λόγος καὶ δι’ εὐσέβειαν ἡ πραγματεία. καὶ ἔτι παρακλήθητε 〈συγγνῶναι ἡμ〉ῖν, εἴ
15που εὕροιτε 〈ἡμᾶσ〉, καίτοι γε μὴ ἐν ἔθει ὄντας ἐπισκώπτειν τινὰς ἢ ἐπισκωμματίζειν, διὰ δὲ τὸν πρὸς τὰς αἱρέσεις ζῆλον καὶ εἰς ἀπο‐ τροπὴν τῶν ἐντυγχανόντων εἴ που παροξυνόμενοι λέξωμεν, ἢ ἀπατεῶνάς τινας καλοῦντες ἢ ἀγύρτας ἢ ἀθλίους. αὐτὴ γὰρ ἡ ἀνάγκη ἡ πρὸς τοὺς λόγους τοῦ ἀγῶνος παρασκευάζει ἡμῖν τὸν
20τοιοῦτον ἱδρῶτα δι’ ἀποτροπὴν τῶν ἐντυγχανόντων καὶ ὅπως δείξω‐ μεν παντελῶς ἀπηγορευμένας τοῦ ἡμετέρου φρονήματος τὰς ἐκείνων ἐργασίας καὶ μυστήρια καὶ διδασκαλίας, ἵν’ ἀπὸ τῶν λόγων καὶ τῆς ὀξύτητος τῆς ἀντιλογίας καὶ τὸ ἡμέτερον ἐλευθέριον ἀποδείξωμεν καί τινας ἀπὸ τῶν αὐτῶν ἐκκλίνωμεν καὶ διὰ τῶν δοκούντων βαρυ‐
25τέρων λόγων. 3. Καὶ ἔστι τὰ ἐν τῇ πάσῃ πραγματείᾳ διὰ τῶν προειρημένων τριῶν βιβλίων, πρώτου καὶ δευτέρου καὶ τρίτου, ἅτινα τρία βιβλία
εἰς ἑπτὰ τόμους διείλομεν, ἐν δὲ ἑκάστῳ τόμῳ ἀριθμός τις αἱρέσεων156 in vol. 1
Haer
.

1

.

157

καὶ σχισμάτων ἔγκειται, ὁμοῦ δὲ πᾶσαί εἰσιν ὀγδοήκοντα, ὧν αἱ ὀνομασίαι καὶ αἱ προφάσεις αὗται· πρώτη Βαρβαρισμός, δευτέρα Σκυθισμός, τρίτη Ἑλληνισμός, τετάρτη Ἰουδαϊσμός, πέμπτη Σαμα‐ ρειτισμός. ἐκ τούτων αἱ καθεξῆς· πρὸ Χριστοῦ μὲν τῆς ἐπιδημίας,
5μετὰ δὲ Βαρβαρισμὸν καὶ τὴν Σκυθικὴν δεισιδαιμονίαν αἱ ἀπὸ τοῦ Ἑλληνισμοῦ φύσασαι αὗται· ἕκτη Πυθαγόρειοι εἴτ’ οὖν Περιπατητικοί, διὰ τῶν περὶ Ἀριστοτέλην διαιρεθεῖσα· ἑβδόμη Πλατωνικοί· ὀγδόη Στωϊκοί· ἐνάτη Ἐπικούρειοι. εἶτα ἡ Σαμαρειτικὴ αἵρεσις ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ καὶ ταύτης τέσσαρα ἔθνη· δεκάτη Γοροθηνοί, ἑνδε‐
10κάτη Σεβουαῖοι, δωδεκάτη Ἐσσηνοί, τρισκαιδεκάτη Δοσίθεοι. εἶτα ὁ αὐτὸς προειρημένος Ἰουδαϊσμὸς ἀπὸ τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς καὶ διὰ τοῦ δοθέντος νόμου τῷ Μωυσῇ πλατυνθεὶς καὶ ἀπὸ τοῦ Ἰούδα υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ διὰ Δαυὶδ τοῦ βασι‐ λεύσαντος ἐκ τῆς τούτου φυλῆς τὸ ἐπώνυμον τοῦ Ἰουδαϊσμοῦ κληρωθείς.
15καὶ ἀπ’ αὐτοῦ τοῦ Ἰουδαϊσμοῦ ἑπτὰ αἱρέσεις αὗται· τεσσαρεσκαιδεκάτη Γραμματέων, πεντεκαιδεκάτη Φαρισαίων, ἑκκαιδεκάτη Σαδδουκαίων, ἑπτακαιδεκάτη Ἡμεροβαπτιστῶν, ὀκτωκαιδεκάτη Ὀσσαίων, ἐννεακαι‐ δεκάτη Νασαραίων, εἰκοστὴ Ἡρῳδιανῶν. 4. Ἐκ τούτων τῶν αἱρέσεων καὶ μετέπειτα κατὰ διαδοχὴν τῶν
20χρόνων ἐπεφάνη ἡ σωτήριος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονο‐ μία ἤγουν ἡ ἔνσαρκος αὐτοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία τε καὶ κήρυγμα βασιλείας, ἥτις μόνη ἐστὶ πηγὴ σωτηρίας καὶ πίστις ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας.
ἐκ δὲ ταύτης περιεκλάσθησάν τε καὶ ἐσχίσθησαν ὄνομα μόνον Χριστοῦ157 in vol. 1
Haer
.

1

.

158

ἔχουσαι, ἀλλ’ οὐχὶ τὴν πίστιν, αἱρέσεις αὗται· πρώτη Σιμωνιανοί, δευτέρα Μενανδριανοί, τρίτη Σατορνιλιανοί, τετάρτη Βασιλειδιανοί, πέμπτη Νικολαῗται, ἕκτη Γνωστικοὶ οἱ καὶ Στρατιωτικοὶ οἱ αὐτοὶ δὲ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανοὶ παρὰ ἄλλοις δὲ Σωκρατῖται παρ’
5ἑτέροις δὲ Ζακχαῖοι παρὰ δέ τισι Κοδδιανοὶ καλούμενοι καὶ Βορβορῖται καὶ Βαρβηλῖται, ἑβδόμη Καρποκρατῖται, ὀγδόη Κηρινθιανοὶ οἱ καὶ Μη‐ ρινθιανοί, ἐνάτη Ναζωραῖοι, δεκάτη Ἐβιωναῖοι, ἑνδεκάτη Οὐαλεντῖνοι, δωδεκάτη Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, τρισκαιδεκάτη Πτολεμαῖοι· τεσσαρεσκαιδεκάτη Μαρκώσιοι, πεντεκαι‐
10δεκάτη Κολορβάσιοι, ἑκκαιδεκάτη Ἡρακλεωνῖται, ἑπτακαιδεκάτη Ὀφῖται, ὀκτωκαιδεκάτη Καϊανοί, ἐννεακαιδεκάτη Σηθιανοί, εἰκοστὴ Ἀρχοντι‐ κοί, εἰκοστὴ πρώτη Κερδωνιανοί, εἰκοστὴ δευτέρα Μαρκίωνες, εἰκοστὴ τρίτη Λουκιανισταί, εἰκοστὴ τετάρτη Ἀπελληϊανοί, εἰκοστὴ πέμπτη Σευηριανοί, εἰκοστὴ ἕκτη Τατιανοί· εἰκοστὴ ἑβδόμη Ἐγκρατῖται, εἰκοστὴ
15ὀγδόη κατὰ Φρύγας, τῶν καὶ Μοντανιστῶν καὶ Τασκοδρουγιτῶν· οὗτοι δὲ πάλιν οἱ Τασκοδρουγῖται διῃρέθησαν εἰς ἑαυτούς, εἰκοστὴ ἐνάτη Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συν‐ άπτονται Ἀρτοτυρῖται, τριακοστὴ Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, τριακοστὴ πρώτη Ἄλογοι οἱ τὸ
20εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι, τριακοστὴ δευτέρα Ἀδαμιανοί, τριακοστὴ τρίτη Σαμψαῖοι οἱ καὶ Ἐλκεσαῖοι, τριακοστὴ τετάρτη Θεοδοτιανοί, τριακοστὴ πέμπτη Μελχισεδεκιανοί, τριακοστὴ ἕκτη Βαρδησιανισταί, τριακοστὴ ἑβδόμη Νοητιανοί, τρια‐ κοστὴ ὀγδόη Οὐαλήσιοι, τριακοστὴ ἐνάτη Καθαροὶ οἱ καὶ Ναυᾶτοι,
25τεσσαρακοστὴ Ἀγγελικοί, τεσσαρακοστὴ πρώτη Ἀποστολικοὶ οἱ καὶ Ἀποτακτικοί, τεσσαρακοστὴ δευτέρα Σαβελλιανοί, τεσσαρακοστὴ τρίτη Ὠριγένειοι οἱ καὶ αἰσχροποιοί, τεσσαρακοστὴ τετάρτη Ὠριγένειοι οἱ καὶ τοῦ Ἀδαμαντίου· τεσσαρακοστὴ πέμπτη Παύλου τοῦ Σαμοσατέως, τεσσαρακοστὴ ἕκτη Μανιχαῖοι οἱ καὶ Ἀκουανῖται, τεσσαρακοστὴ ἑβδόμη
30Ἱερακῖται, τεσσαρακοστὴ ὀγδόη Μελιτιανοὶ οἱ κατ’ Αἴγυπτον σχίσμα
ὄντες, τεσσαρακοστὴ ἐνάτη Ἀρειανοὶ οἱ καὶ Ἀρειομανῖται· πεντηκοστὴ158 in vol. 1
Haer
.

1

.

159

Αὐδιανῶν τὸ σχίσμα, πεντηκοστὴ πρώτη Φωτεινιανοί, πεντηκοστὴ δευτέρα Μαρκελλιανοί, πεντηκοστὴ τρίτη Ἡμιάρειοι, πεντηκοστὴ τε‐ τάρτη Πνευματομάχοι οἱ καὶ Μακεδονιανοὶ καὶ Ἐλευσίου μαθηταί, οἱ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα βλασφημοῦντες, πεντηκοστὴ πέμπτη Ἀεριανοί,
5πεντηκοστὴ ἕκτη Ἀετιανοὶ οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ Ἄνομος· πεντηκοστὴ ἑβδόμη Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες, οἱ καὶ Ἀπολλιναρῖται, πεντηκοστὴ ὀγδόη οἱ καὶ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας
10ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, πεντηκοστὴ ἐνάτη οἱ καὶ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυρι‐ διανοί, ἑξηκοστὴ Μασσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ οἱ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατανιανοί. 5. Ἐπανιὼν δὲ αὖθις καὶ διελὼν ταύτας κατὰ βιβλίον ὑποδείξω
15ἐν ταύτῃ μου τῇ ἀνακεφαλαιώσει, πόσαι τούτων τῶν ὀγδοήκοντα αἱρέσεων ἐν τῷ πρώτῳ βιβλίῳ καὶ καθεξῆς ἐν τῷ δευτέρῳ ἕως τοῦ τρί‐ του, ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν ἑπτὰ τόμων τῶν ἐν τοῖς τρισὶ βιβλίοις συντεταγμένων, πόσαι εἰσὶν αἱ ἐν αὐτῷ χωρηθεῖσαι αἱρέσεις. καὶ ἔστιν οὕτως· ἐν τῷ πρώτῳ βιβλίῳ τόμοι τρεῖς, αἱρέσεις δὲ τεσσαράκοντα ἕξ,
20σὺν ταῖς 〈μητράσι καὶ πρωτοτύποισ〉 ὀνομασίαις τούτων, φημὶ δὲ Βαρ‐ βαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρει‐ τισμοῦ. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις εἴκοσι τρεῖς. ἐν δὲ τῷ τρίτῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις ἕνδεκα. ἐν τῷ οὖν πρώτῳ βιβλίῳ πρώτῳ τόμῳ αἱρέσεις εἴκοσι, αἵ εἰσιν αἵδε· Βαρβαρισμὸς Σκυθισμὸς
25Ἑλληνισμὸς Ἰουδαϊσμός. Ἑλλήνων διαφοραί· Πυθαγόρειοι εἴτ’ οὖν Περι‐ πατητικοὶ Πλατωνικοὶ Στωϊκοὶ Ἐπικούρειοι. Σαμαρειτικὴ αἵρεσις, ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ· Σαμαρειτῶν ἔθνη τέσσαρα οὕτως· Γοροθηνοὶ Σεβουαῖοι Ἐσσηνοὶ Δοσίθεοι. Ἰουδαίων αἱρέσεις ἑπτὰ οὕτως· Γραμ‐
ματεῖς Φαρισαῖοι Σαδδουκαῖοι Ἡμεροβαπτισταὶ Ὀσσαῖοι Νασαραῖοι159 in vol. 1
Haer
.

1

.

160

Ἡρῳδιανοί. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου ὡσαύτως αἱρέσεις δεκατρεῖς οὕτως· Σιμωνιανοὶ Μενανδριανοὶ Σατορνιλιανοὶ Βασιλειδιανοὶ Νικολαῗται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιω‐ νῖται οἱ αὐτοὶ δὲ παρά τισι Σεκουνδιανοὶ παρὰ δὲ ἄλλοις Σωκρατῖται
5παρὰ δὲ ἑτέροις Ζακχαῖοι καλούμενοι καὶ Κοδδιανοὶ καὶ Βορβορῖται καὶ Βαρβηλῖται, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, Πτολεμαῖοι. ἐν δὲ τῷ τρίτῳ τόμῳ τοῦ αὐ‐ τοῦ πρώτου βιβλίου αἱρέσεις δεκατρεῖς οὕτως· Μαρκώσιοι Κολορβά‐
10σιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκίωνες Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοί. αὕτη ἡ ἀνακεφαλαίωσις τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων. Τοῦ δὲ δευτέρου βιβλίου τόμοι δύο. καὶ ἐν μὲν τῷ πρώτῳ τόμῳ τοῦ δευτέρου βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ’ ἀρχῆς ἀκολουθίαν
15τοῦ ἀριθμοῦ, αἱρέσεις δεκαοκτὼ οὕτως· Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται· οἱ δὲ Τασκοδρουγῖται διῃρέθησαν ἀπὸ τῶν προειρημένων, Πεπουζιανοὶ 〈οἱ καὶ Πρισκιλλιανοὶ〉 καὶ Κυϊντιλ‐ λιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι οἱ τὸ εὐαγγέλιον
20Ἰωάννου καὶ τὴν ἀποκάλυψιν μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροὶ Ἀγγελικοὶ Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, οἷς συνάπτονται οἱ καλούμενοι Σακκοφόροι, Σαβελλιανοὶ Ὠριγενιανοὶ οἱ αἰσχροποιοὶ Ὠριγενιανοὶ οἱ τοῦ Ἀδαμαντίου. ἐν δὲ τῷ δευτέρῳ
25τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ ὄντι κατὰ τὸν ἀριθμὸν τὸν προειρημένον, αἱρέσεις πέντε οὕτως· Παύλου τοῦ Σαμοσατέως
Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανῶν τῶν ἐν τῇ Αἰγύπτῳ160 in vol. 1
Haer
.

1

.

161

σχίσμα Ἀρειανοί. αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου τῶν 〈δύο〉 τόμων ἀνακεφαλαίωσις. Ὁμοίως καὶ ἐν τῷ τρίτῳ βιβλίῳ εἰσὶ τόμοι δύο. ἐν τῷ μὲν πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίου, ἕκτῳ δὲ ὄντι καθ’ ὃν ἀριθμὸν
5προείπαμεν, αἱρέσεις ἑπτὰ οὕτως· Αὐδιανοὶ σχίσμα ὄντες, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματομάχοι, οἱ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἅγιον βλασφημοῦντες, Ἀεριανοὶ Ἀετίου τοῦ Ἀνομοίου, ᾧ συνήφθη Εὐνόμιος ὁ καὶ Ἄνομος. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου, ἑβδόμῳ δὲ τόμῳ ὄντι καθ’ ἣν εἴπαμεν τῶν τόμων
10τοῦ ἀριθμοῦ διαίρεσιν, ὅς ἐστι τόμος ἕβδομος καὶ τέλος τῆς πραγμα‐ τείας, αἱρέσεις τέσσαρες οὕτως· Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες οἱ καὶ Ἀπολλιναρῖται, καὶ οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες, οὓς ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ
15οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἵτινες κα‐ λοῦνται Κολλυριδιανοί, Μασσαλιανοί, καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως καὶ ἀληθείας ἀπολογία μετ’ ἐπιτομῆς τοῦ λόγου, ἥτις ἐστὶν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Αὕτη ἡ ἀνακεφαλαίωσις καὶ ἐπιγραφὴ τῆς πάσης κατὰ αἱρέσεων
20ὀγδοήκοντα πραγματείας καὶ μιᾶς τῆς ὑπὲρ ἀληθείας ἀπολογίας τῆς μόνης τουτέστι τῆς καθολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας, ἐν τρισὶ μὲν
βιβλίοις ὑποκειμένοις συντεταγμένης, ἐν ἑπτὰ δὲ τόμοις διαιρεθείσης.161 in vol. 1
Haer
.

1

.

169

Ἐπιφανίου ἐπισκόπου κατὰ αἱρέσεων τὸ ἐπικληθὲν πανάριον
εἴτουν κιβώτιον.
1. Ἀρχόμενος πίστιν τε καὶ ἀπιστίαν, εὐδοξίαν τε καὶ ἑτεροδοξίαν ἀναγγέλλειν τε καὶ λέγειν μνησθήσομαι τῆς ἀρχῆς τῆς τοῦ κόσμου
5καταβολῆς καὶ ἀκολουθίας, οὐ διὰ τῆς ἐμαυτοῦ δυνάμεως οὐδ’ ἀπὸ ἰδίων λογισμῶν ὁρμώμενος, ἀλλ’ ὡς ὁ θεὸς ὁ πάντων δεσπότης καὶ ἐλεήμων ἀπεκάλυψε τοῖς ἑαυτοῦ προφήταις καὶ δι’ αὐτῶν ἡμᾶς τῆς τοῦ παντὸς γνώσεως κατὰ τὸ ἐγχωροῦν ἀνθρωπείᾳ φύσει κατη‐ ξίωσε. καὶ ἀρχόμενος περὶ τούτων εὐθὺς διασκοπεῖν πρῶτον μὲν
10οὐκ ἐν μικρῷ ἀγῶνι καθίσταμαι, ἀλλὰ καὶ σφόδρα δέδια ἐπιβαλλό‐ μενος ἔργῳ οὐ τῷ τυχόντι καὶ ἐπικαλοῦμαι αὐτὸν τὸν ἅγιον θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ παῖδα Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὅπως καταυγάσῃ τῆς ἡμετέρας εὐτελείας τὸν νοῦν πρὸς φωτισμὸν τῆς περὶ τούτων γνώσεως. οἱ μὲν γὰρ τῶν Ἑλλήνων
15συγγραφεῖς ποιηταί τε καὶ λογογράφοι ἐπιβαλλόμενοί τινι μυθώδει συγγράμματι Μοῦσάν τινα ἐπεκαλοῦντο. οὐ γὰρ θεόν· δαιμονιώδης γὰρ παρ’ αὐτοῖς ἡ σοφία καὶ «ἐπίγειος καὶ οὐκ ἄνωθεν κατερχομένη» κατὰ τὸ γεγραμμένον. ἡμεῖς δὲ ἐπικαλούμεθα τὸν τῶν ὅλων ἅγιον δεσπότην ἀντιλαβέσθαι τῆς ἡμῶν πτωχείας καὶ ἐμπνεῦσαι τὸ ἅγιον
20αὐτοῦ πνεῦμα, εἰς τὸ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς ἐπαγγελίας γραφὴν συντάξαι. καὶ αὐτὸ τοῦτο αἰτησάμενοι, τὴν ἑαυτῶν ἀνικα‐ νότητα γινώσκοντες «κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ ἀναλο‐
γίαν» δωρήσασθαι τὸν αὐτὸν ἡμῖν παρακαλοῦμεν.169 in vol. 1
Haer
.

1

.

170

2. Ἔστω δὲ ὁ σκοπὸς * τῷ ἐντυγχάνοντι περὶ παντός του ζητήματος, ὅτι τῶν καιρῶν ἐστι καὶ χρόνων τὰ ἐφευρήματα, ὅσα ἠδυνήθη ὁ σμικρὸς ἡμῶν νοῦς ἐξασκηθεὶς καταλαβέσθαι, καὶ οὐ πάν‐ τως που ἐπαγγελλόμεθα πάντων τῶν ἐν τῷ κόσμῳ *· ἄφατα γάρ
5ἐστι καὶ φατά, ἀμύθητά τε καὶ ἐν ἀριθμῷ μὴ καθιστάμενα καὶ ὅσον μὲν εἰς ἀνθρώπους ἧκεν ἀνέφικτα, μόνῳ δὲ τῷ τῶν ὅλων δεσπότῃ γινωσκόμενα. τὸ δὲ ἐπάγγελμα ἔχει περὶ διαφορᾶς δοξῶν τε καὶ γνώσεων, [ἐπαγγελμάτων τε] πίστεώς τε θεοῦ καὶ ἀπιστίας, αἱρέσεών τε καὶ κακοδόξου γνώμης ἀνθρωπείας ὑπὸ πεπλανημένων ἀνδρῶν
10ἐν κόσμῳ ἐσπαρμένης, ἐξότε ἄνθρωπος ἐπὶ γῆς πέπλασται ἄχρι τοῦ ἡμετέρου χρόνου τουτέστι βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἑνδεκάτου ἔτους καὶ Γρατιανοῦ ἑβδόμου. τῶν δὲ ὑφ’ ἡμῶν μελ‐ λόντων εἰς γνῶσιν τῶν ἐντυγχανόντων ἥκειν 〈περὶ〉 αἱρέσεών τε καὶ σχισμάτων τὰ μὲν ἐκ φιλομαθίας ἴσμεν, τὰ δὲ ἐξ ἀκοῆς κατειλήφαμεν,
15τοῖς δέ τισιν ἰδίοις ὠσὶ καὶ ὀφθαλμοῖς παρετύχομεν· καὶ τῶν μὲν τὰς ῥίζας καὶ τὰ διδάγματα ἐξ ἀκριβοῦς ἀπαγγελίας ἀποδοῦναι πεπιστεύκαμεν, τῶν δὲ μέρος τι τῶν παρ’ αὐτοῖς γινομένων. ἐξ ὧν τοῦτο μὲν διὰ συνταγμάτων παλαιῶν συγγραφέων, τοῦτο δὲ δι’ ἀκοῆς ἀνθρώπων ἀκριβῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν ἔγνωμεν.
20τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι’ ἑαυτῶν ἐπιβαλλό‐ μενοι οὐδ’ ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον, ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *, ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν ἡμῶν ἀσθένειαν καὶ βιασαμένων
25ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὦ τιμιώτατοί μου ἀδελφοὶ καὶ
φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι. ἐπεὶ οὖν παντα‐170 in vol. 1
Haer
.

1

.

171

χόθεν οὐκ ἀθεεὶ διασκοπήσας τὰς ψήφους τῶν αἰτήσεων διὰ τὴν ὑπερβάλλουσαν τῶν τοῦ θεοῦ δούλων ἀγάπην εἰς τοῦτο παρελθεῖν κατηξίωμαι, οὐ δι’ εὐεπείας λόγων οὐ στωμύλοις τισὶ φθογγαῖς, ἀλλ’ ἁπλῇ τῇ διαλέκτῳ ἁπλῷ τῷ λόγῳ, ἀκριβείᾳ δὲ τῶν ἐν τῷ λόγῳ
5δηλουμένων ἄρξομαι τοῦ λέγειν. 3. Καὶ Νίκανδρος μὲν ὁ συγγραφεὺς θηρῶν τε καὶ ἑρπετῶν ἐποιήσατο τῶν φύσεων τὴν γνῶσιν, ἄλλοι δὲ συγγραφεῖς ῥιζῶν τε καὶ βοτανῶν τὰς ὕλας *, ὡς Διοσκουρίδης μὲν ὁ ὑλοτόμος, Πάμφι‐ λός τε καὶ Μιθριδάτης ὁ βασιλεύς, Καλλισθένης τε καὶ Φίλων, Ἰόλαός
10τε ὁ Βιθυνὸς καὶ Ἡρακλείδας ὁ Ταραντῖνος, Κρατεύας ὁ ῥιζοτόμος, Ἀνδρέας τε καὶ Βάσσος ὁ Τύλιος, Νικήρατος καὶ Πετρώνιος, Νίγερ καὶ Διόδοτος, καὶ ἄλλοι τινές. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἡμεῖς τὰς τῶν αἱρέσεων ῥίζας τε καὶ γνώμας πειρώμενοι ἀποκαλύπτειν οὐ βλάβης ἕνεκα τοῖς ἐντυγχάνειν ἐθέλουσιν *, ἀλλὰ καθάπερ τοῖς προ‐
15ειρημένοις συγγραφεῦσι διὰ σπουδῆς ἐγένετο οὐ τὸ κακὸν σημᾶναι, ἀλλὰ πρὸς φόβον καὶ ἀσφάλειαν τῆς ἀνθρωπείας φύσεως, εἰς τὸ γινώσκειν τὰ δεινὰ καὶ ὀλετήρια καὶ προασφαλίζεσθαι καὶ διαδιδρά‐ σκειν σὺν τῇ τοῦ θεοῦ δυνάμει διὰ τοῦ προσέχειν καὶ μὴ συναμιλ‐ λᾶσθαι τοῖς δηλητηρίοις τοιούτοις περιτυχόντας καὶ ὑπὸ τῶν τοιού‐
20των ἐπιβουλευθέντας ἢ δι’ ἐμφυσήματος ἢ δήγματος ἢ θεωρίας, οἱ αὐ‐ τοὶ τὰ αὐτὰ μεριμνήσαντες 〈ἅμα〉 καὶ ἀλεξητήρια ῥιζῶν τε καὶ βοτανῶν προετύπωσαν πρὸς ἀθέτησιν τῆς τῶν προειρημένων ἑρπετῶν μοχθη‐ ρίας, —οὕτω καὶ ἡμῖν τὸ πόνημα διὰ τὴν τῶν προειρημένων ἀπο‐ τροπὴν καὶ ὑμῶν, ποθεινότατοι, * εἰς τὸ ἀποκαλύψαι τῶν δεινῶν
25ἑρπετῶν καὶ θηρίων μορφάς τε καὶ ἰοὺς καὶ δήγματα ὀλετήρια. πρὸς
ἀντίθεσιν δὲ τούτων ὅσαπερ δυνάμεθα ἐν συντόμῳ εἴ που ἓν ἢ δύο171 in vol. 1
Haer
.

1

.

172

ῥήματα εἰς τὸ ἀνακρούσασθαι μὲν αὐτῶν τὸν ἰόν, σῶσαι δὲ τὸν βουλόμενον * μετὰ τὸν κύριον καὶ καθ’ ἑκουσίαν γνώμην καὶ ἀκουσίαν εἰς τὰ αὐτὰ ἑρπετώδη τῶν αἱρέσεων διδάγματα παραπεπτωκότα ἀντιδότων δίκην παραθησόμεθα.
5
〈Α.〉 〈Βαρβαρισμός.〉 Καὶ γὰρ ἀπ’ ἀρχῆς Ἀδὰμ τῇ ἕκτῃ ἡμέρᾳ πλασθεὶς ἀπὸ γῆς καὶ λαβὼν τὸ ἐμφύσημα ἐζωογονήθη (οὐ γάρ, ὥς τινες οἴονται, ἀπὸ πέμπτης ἤρξατο καὶ τῇ ἕκτῃ ἐτελειώθη· ἔσφαλται γὰρ ἡ τῶν λεγόν‐ των τοῦτο διάνοια), ἁπλοῦς τε ἦν καὶ ἄκακος, οὐκ ὄνομά τι κεκτη‐
10μένος ἕτερον, οὐ δόξης οὐ γνώμης οὐ βίου διακρίσεως ἐπίκλησιν κεκτημένος 〈ἀλλ’〉 ἢ Ἀδὰμ μόνον κληθείς, τὸ ἑρμηνευόμενον ἄνθρω‐ πος. τούτῳ πλάττεται ἐξ αὐτοῦ γυνὴ ὁμοία αὐτῷ, ἐκ τοῦ αὐτοῦ σώματος, 〈διὰ〉 τοῦ αὐτοῦ ἐμφυσήματος. παῖδες δὲ γεννῶνται τούτῳ ἄρρενές τε καὶ θήλειαι. καὶ βιώσας ἔτη ἐννακόσια τριάκοντα τὸ
15χρεὼν ἀπέδωκε. τούτου παῖς Σήθ, υἱὸς δὲ τούτου Ἐνώς, καὶ κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ. ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα 〈περι〉έχει, ἐντεῦθεν ἤρξατο ἡ κακομηχανία ἐν κόσμῳ γίνεσθαι, καὶ ἀπ’ ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας, νῦν δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ
20ἐπέκεινα φαρμακεία καὶ μαγεία, ἀσέλγεια, μοιχεία τε καὶ ἀδικία. οὐ172 in vol. 1
Haer
.

1

.

173

γνώμη 〈δέ〉 τις ἑτέρα, οὐ δόξα μετηλλαγμένη, ἀλλὰ μία γλῶττα καὶ γένος ἓν ἐπὶ γῆς κατ’ ἐκεῖνο καιροῦ ἐσπαρμένον. τούτῳ δὲ τῷ Ἰάρεδ γίνεται παῖς τοὔνομα Ἐνώχ, ὅς «εὐηρέστησε τῷ θεῷ καὶ οὐχ ηὑρί‐ σκετο· μετέθηκεν γὰρ αὐτὸν ὁ θεός» καὶ «οὐκ εἶδεν θάνατον». Ἐνὼχ
5δὲ γεννᾷ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε. καὶ ἡ τοῦ θεοῦ δικαιοκρισία κατακλυσμὸν ὕδατος ἐπενέγκασα τῇ οἰκουμένῃ πᾶσαν σάρκα ἀνθρώπων τε καὶ τῶν ἄλλων * ἐξήλειψεν, ἐφύλαξε δὲ ἐν λάρνακι διὰ προστάγματος τὸν Νῶε, εὐαρεστήσαντα ἐνώπιον αὐτοῦ καὶ εὑρόντα χάριν, αὐτόν τε τὸν προδεδηλωμένον
10Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Σὴμ Χὰμ Ἰάφεθ, τήν τε ἰδίαν σύζυγον καὶ τῶν τριῶν υἱῶν τὰς τρεῖς γυναῖκας, ὥστε ἀνθρώπων ψυχὰς ὀκτὼ ἐν τῇ τότε λάρνακι διασεσῶσθαι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ παντὸς γένους θηρίων τε καὶ ζῴων, κτηνῶν τε καὶ τῶν ἄλλων τῶν ἐπὶ γῆς πρὸς σύστασιν πάλιν τῆς ἐν κόσμῳ
15πάντων ὑποστάσεως ἀπὸ τινῶν μὲν δύο δύο ἀπὸ δὲ ἄλλων ἑπτὰ ἑπτά. καὶ οὕτως παρῆλθε δεκάτη γενεὰ ἐτῶν δισχιλίων διακοσίων ἑξήκοντα δύο. καὶ ὁ κατακλυσμὸς πέπαυται καὶ Νῶε καὶ ὁ αὐτοῦ οἶκος λείψανον τῷ κόσμῳ γεγένηται. οὔπω δὲ οὐχ ἑτεροδοξία, οὐκ ἔθνος τι διαφερόμενον, οὐκ ὄνομα αἱρέσεως, ἀλλ’ οὐδὲ εἰδωλο‐
20λατρεία. ἐπειδὴ δὲ ἕκαστος ἀνθρώπων ἰδίᾳ γνώμῃ ἐστοίχει (νόμος γὰρ οὐδὲ εἷς ἐτύγχανεν· ἕκαστος γὰρ ἑαυτῷ νόμος ἐγίνετο καὶ τῇ ἰδίᾳ γνώμῃ ἐστοίχει, καθὼς παρὰ τῷ ἀποστόλῳ ἡ χρῆσις, οὐ μόνον Βαρβαρισμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων· φησὶ γάρ «ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος»), Βαρβαρισμὸς τότε
25ἐκαλεῖτο ἐν ταῖς δέκα γενεαῖς τοῦ χρόνου τὸ ἐπώνυμον.173 in vol. 1
Haer
.

1

.

174

〈Β.〉 〈Σκυθισμός.〉 Μετὰ δὲ τὸν κατακλυσμὸν ἐπιστάσης τῆς λάρνακος τοῦ Νῶε ἐν τοῖς ὄρεσι τοῦ Ἀραρὰτ ἀνὰ μέσον Ἀρμενίων καὶ Καρδυαίων ἐν τῷ Λουβὰρ ὄρει καλουμένῳ, ἐκεῖσε πρώτως κατοίκησις γίνεται μετὰ τὸν
5κατακλυσμὸν τῶν ἀνθρώπων κἀκεῖ φυτεύει ἀμπελῶνα Νῶε ὁ προ‐ φήτης, οἰκιστής τε γίνεται τοῦ τόπου. γίνονται δὲ τοῖς αὐτοῦ παι‐ σὶν (οὐ γὰρ ἔτι αὐτὸν ἐμφαίνει γεγεννηκέναι) παῖδες καὶ παίδων παῖδες ἕως πέμπτης γενεᾶς ἐτῶν ἑξακοσίων πεντήκοντα ἐννέα, πάρεξ τοῦ Σήμ. κατὰ ἀκολουθίαν δὲ τοῦ ἑνὸς υἱοῦ διέξειμι τὴν γενεαλο‐
10γίαν· Σὴμ τοίνυν γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ, εὐλαβῆ καὶ θεοσεβῆ, Ἔβερ τὸν Φαλέκ. καὶ οὐδὲν ἦν ἐπὶ τῆς γῆς οὐχ αἵρεσις, οὐ γνώμη ἑτέρα καὶ ἑτέρα, ἀλλ’ ἢ μόνον ἄνθρωποι ἐκαλοῦντο, «ἑνὸς χείλους καὶ μιᾶς γλώττης». ἦν δὲ μόνον ἀσέβεια καὶ εὐσέβεια ὁ κατὰ φύσιν νόμος καὶ ἡ κατὰ
15φύσιν ἑκάστου θελήματος οὐκ ἀπὸ διδασκαλίας οὔτε ἀπὸ συγγραμ‐ μάτων [συγγραφέων] πλάνη, οὐκ Ἰουδαϊσμὸς οὐχ Ἑλληνισμὸς οὐχ αἵρεσις ἑτέρα τις, ἀλλ’ ὡς εἰπεῖν ἡ νῦν πίστις ἐμπολιτευομένη ἐν τῇ ἄρτι ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ, ἀπ’ ἀρχῆς οὖσα καὶ ὕστερον πάλιν ἀποκαλυφθεῖσα. τῷ γὰρ βουλομένῳ φιλαλήθως * ἰδεῖν *
20ἀρχὴ πάντων ἐστὶν ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία, ἐξ αὐτοῦ τοῦ
σκοποῦ. Ἀδὰμ γὰρ 〈ὁ〉 πρωτόπλαστος πέπλασται οὐκ ἐμπερίτομος,174 in vol. 1
Haer
.

1

.

175

ἀλλ’ ἀκροβύστης μὲν τῇ σαρκί, οὐκ εἰδωλολάτρης δὲ ἦν καὶ ᾔδει πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· προφήτης γὰρ ἦν. οὐκ ἔχων τοίνυν περιτομὴν οὐκ ἦν Ἰουδαῖος, ξόανα δὲ μὴ προσκυνῶν ἢ ἄλλο τι οὐκ ἦν εἰδωλολάτρης· προφήτης γὰρ 〈ἦν〉 ὁ Ἀδὰμ καὶ ᾔδει
5ὅτι ὁ πατὴρ εἶπε τῷ υἱῷ «ποιήσωμεν ἄνθρωπον». τί οὖν ἦν, μήτε περιτομὴν ἔχων μήτε εἴδωλα σέβων, ἀλλ’ ὅτι τοῦ Χριστιανισμοῦ τὸν χαρακτῆρα ὑποφαίνων ἐδείκνυτο; οὕτως καὶ ἐπὶ τοῦ Ἄβελ καὶ ἐπὶ τοῦ Σὴθ καὶ ἐπὶ τοῦ Ἐνὼς καὶ ἐπὶ τοῦ Ἐνὼχ καὶ ἐπὶ τοῦ Μα‐ θουσάλα καὶ ἐπὶ τοῦ Νῶε καὶ ἐπὶ τοῦ Ἔβερ ἄχρι τοῦ Ἀβραὰμ δια‐
10ληπτέον. ἐνήργει δὲ τότε εὐσέβειά τε καὶ ἀσέβεια, πίστις καὶ ἀπιστία· πίστις μὲν ἐπέχουσα τοῦ Χριστιανισμοῦ τὴν εἰκόνα, ἀπιστία δὲ ἐπέχουσα ἀσεβείας τὸν χαρακτῆρα καὶ παρανομίας, ἐναντία τοῦ κατὰ φύσιν νόμου, ἕως τοῦ προδεδηλωμένου χρόνου. πέμπτῃ τοίνυν γενεᾷ μετὰ τὸν κατακλυσμόν, πληθυνόντων ἄρτι τῶν ἀνθρώ‐
15πων ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε, κατὰ διαδοχὴν παίδων παῖδες καὶ τούτων παῖδες γεγόνασιν ἑβδομήκοντα δύο τὸν ἀριθμὸν ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί. ἐπεκτεινόμενοι δὲ καὶ πρόσω βαίνοντες ἀπὸ τοῦ Λουβὰρ ὄρους καὶ ὁρίων τῆς Ἀρμενίας τουτέστιν Ἀραρὰτ τῆς χώρας γίνονται ἐν πεδίῳ Σεναάρ, ἔνθα που * ἐπελέξαντο· κεῖται
20δὲ αὕτη ἡ Σεναὰρ νυνὶ ἐν χώρᾳ τῇ Περσίδι· ἦν δὲ πάλαι Ἀσσυρίων. ἐκεῖσε τοίνυν συνδυάσαντες συμβούλιον λαμβάνουσι μετ’ ἀλλήλων
πύργον καὶ πόλιν οἰκοδομῆσαι· ἀπὸ δὲ τοῦ κλίματος τοῦ πρὸς175 in vol. 1
Haer
.

1

.

176

Εὐρώπην εἰς Ἀσίαν κεκλικότες ἐπωνομάσθησαν πάντες κατὰ τὴν τοῦ χρόνου ἐπίκλησιν Σκύθαι. κτίζουσι δὲ τὴν πυργοποιίαν καὶ οἰκοδο‐ μοῦσι τὴν Βαβυλῶνα. καὶ οὐκ ηὐδόκησεν ὁ θεὸς ἐπὶ τῷ ἔργῳ τῆς αὐτῶν ἀνοίας· διεσκέδασε γὰρ αὐτῶν τὰς γλώττας καὶ ἀπὸ μιᾶς εἰς
5ἑβδομήκοντα δύο διένειμεν κατὰ τὸν τῶν τότε ἀνδρῶν ἀριθμὸν εὑρεθέντων, ὅθεν καὶ Μέροπες οὗτοι κέκληνται διὰ τὴν μεμερισμένην φωνήν, καὶ τὸν πύργον ἀνέμων βολὴ κατέστρεψεν. ἐμερίσθησαν γοῦν ἐπὶ πᾶσαν τὴν γῆν δεξιά τε καὶ εὐώνυμα, οἱ μὲν παλίνορσοι ὅθεν ἐκβεβήκασιν, ἄλλοι δὲ ἐπὶ τὰ πρόσω τῆς ἀνατολῆς κεχωρηκότες,
10ἕτεροι δὲ τὴν Λιβύην κατειλήφασιν· ὡς καὶ περὶ τούτων τὴν ἀκρί‐ βειαν εἴ τις ἐθέλοι καταλαβέσθαι, εὕροι ἂν ἕκαστον τῶν προκεχωρη‐ κότων καθ’ ἑκάστην τινὰ πατρίδα πῶς εἴληχε τὸν κλῆρον, ὡς ὁ Μιστρὲμ μὲν διαδέχεται τὸν τῆς Αἰγύπτου κλῆρον, Χοὺς δὲ τὴν Αἰθιοπίδα, Ψοῦς τὰ Ἀξωμιτικὰ μέρη, Ῥέγμα καὶ Σαβακαθὰ καὶ
15† Θωϋὰν καὶ † Λοὺδ τὰ πρὸς τῇ Γαραμῶν χώρᾳ. καὶ ἵνα μὴ εἰς πολὺ πλάτος ποιήσωμαι τὴν ἐνταῦθα σύνταξιν τοῦ προοιμίου, ἐλεύ‐ σομαι πάλιν ἐπὶ τὸ προκείμενον καὶ κατὰ τὴν διαδοχὴν αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας.
〈Γ.〉 〈Ἑλληνισμός.〉
20 Μεταξὺ γοῦν τοῦ Ἔβερ καὶ τοῦ Φαλὲκ καὶ τῆς πυργοποιίας καὶ πρώτης πόλεως μετὰ τὸν κατακλυσμὸν κτισθείσης ἐπ’ αὐτῇ τῇ οἰκο‐
δομῇ ἀρχὴ λοιπὸν συμβουλίας ἀθροισμοῦ καὶ τυραννίδος γίνεται.176 in vol. 1
Haer
.

1

.

177

Νεβρὼδ γὰρ βασιλεύει υἱὸς τοῦ Χοὺς τοῦ Αἰθίοπος, ἐξ οὗ Ἀσοὺρ γεγέννηται. τούτου ἡ βασιλεία ἐν Ὀρὲχ γεγένηται καὶ ἐν Ἀρφὰλ καὶ Χαλάννῃ· κτίζει δὲ καὶ τὴν Θειρὰς καὶ τὴν Θοβὲλ καὶ Λόβον ἐν τῇ Ἀσσυρίων χώρᾳ. τοῦτόν φασι παῖδες Ἑλλήνων εἶναι τὸν Ζωρο‐
5άστρην, ὃς πρόσω χωρήσας ἐπὶ τὰ ἀνατολικὰ μέρη οἰκιστὴς γίνεται Βάκτρων. ἐντεῦθεν τὰ κατὰ τὴν γῆν παράνομα διανενέμηται· ἐφευρετὴς γὰρ οὗτος γεγένηται κακῆς διδαχῆς, ἀστρολογίας καὶ μα‐ γείας, ὥς τινές φασι περὶ τούτου τοῦ Ζωροάστρου· πλήν, ὡς ἡ ἀκρίβεια περιέχει, τοῦ Νεβρὼδ τοῦ γίγαντος οὗτος ἦν ὁ χρόνος, πολὺ
10δὲ ἀλλήλων τῷ χρόνῳ διεστήκασιν ἄμφω, ὅ τε Νεβρὼδ καὶ ὁ Ζωρο‐ άστρης. Φαλὲκ δὲ γεννᾷ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σεροὺχ τὸν ἑρμηνευ‐ όμενον ἐρεθισμόν, ἀφ’ οὗ ἤρξατο εἰς ἀνθρώπους ἡ εἰδωλολατρεία τε καὶ ὁ Ἑλληνισμός, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. οὔπω δὲ ἐν ξοάνοις καὶ ἐν τορείαις λίθων ἢ ξύλων ἢ ἀργυροτεύκτων ἢ 〈ἐκ〉
15χρυσοῦ ἢ ἄλλης τινὸς ὕλης πεποιημέναις, μόνον δὲ διὰ χρωμάτων καὶ εἰκόνων ἡ τοῦ ἀνθρώπου διάνοια ἑαυτῇ ἐφηύρατο τὴν κακίαν καὶ διὰ τοῦ αὐτεξουσίου καὶ λογιότητος καὶ νοῦ ἀντὶ τῆς ἀγαθότητος τὸ παράνομον ἐφηύρατο. γίνεται δὲ τῷ Σεροὺχ παῖς ὁ Ναχώρ, Ναχὼρ δὲ γεννᾷ τὸν Θάρρα. ἐντεῦθεν γέγονεν ἀνδριαντοπλασία
20ἀπὸ πηλουργίας καὶ κεραμικῆς ἐπιστήμης ἐκ τῆς τοῦ Θάρρα τούτου177 in vol. 1
Haer
.

1

.

178

τέχνης. περιέστη δὲ ὁ αἰὼν εἰς εἰκοστὴν γενεὰν ἕως τούτου, ἐτῶν τρισχιλίων τριακοσίων τριάκοντα δύο. καὶ οὐδεὶς πώποτε τῶν προ‐ τέρων ἀνθρώπων πρὸ πατρὸς υἱὸς ἐτελεύτα, ἀλλὰ πατέρες πρὸ παίδων τελευτῶντες τοὺς υἱοὺς διαδόχους κατελίμπανον (καὶ μή τις
5λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ θανάτῳ ἰδίῳ τέθνηκεν)· ἐξότε δὲ Θάρρα ἀντίζηλον τῷ θεῷ προεστήσατο διὰ τῆς ἰδίας πηλουργίας τεχνησάμενος, τὰ ὅμοια οἷς ἔπραξεν ἀπὸ τῆς δίκης ἀπείληφε καὶ αὐτὸς παραζηλωθεὶς διὰ τοῦ ἰδίου τέκνου. ὅθεν θαυμάσασα ἡ θεία γραφὴ ἐπεσημήνατο λέγουσα «καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον
10Θάρρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ τῆς γεννήσεως αὐτοῦ». ἕως τούτου ἔμεινε Σκυθική τις διαδοχὴ καὶ ἐπίκλησις. οὔπω δὲ ἦν τις αἵρεσις, οὔπω μηχανή τις ἑτέρα ἢ μόνον «〈πρώτη〉 πορνεία, ἐπίνοια εἰδώλων». καὶ ἔνθεν ἐθεοποιήσαντο ἢ κακοδαίμονας τυράννους ἢ γόητας φαντάσαντας τὴν οἰκουμένην, τιμήσαντες τὰ τούτων μνήματα,
15καὶ μετέπειτα πολλῷ τῷ χρόνῳ τοὺς περὶ Κρόνον καὶ Δία Ῥέαν τε καὶ Ἥραν καὶ τοὺς ἀμφ’ αὐτούς, ἔπειτα δὲ Ἀκινάκην σέβοντες οἵ τε τῶν Σκυθῶν Σαυρομάται Ὄδρυσόν τε τῶν Θρᾳκῶν προπάτορα, ἐξ οὗ τὸ γένος κατάγεται Φρυγῶν· ὅθεν καὶ Θρᾷκες ἀπὸ τοῦ Θήρας
ἐπίκλην τοῦ ἐν τῇ πυργοποιίᾳ γεγενημένου καλοῦνται. περιέστη δὲ178 in vol. 1
Haer
.

1

.

179

πᾶς ὁ χρόνος ἐντεῦθεν λαβούσης τῆς πλάνης ἀρχὴν εἰς τὸν προδη‐ λούμενον καιρόν, * φύρων λοιπὸν τὰς ὁδούς· συγγραφεῖς τε ἔνθεν καὶ ἱστοριογράφοι ἀπὸ τῆς τῶν Αἰγυπτίων ἐρανισάμενοι ἐθνομύθου πλάνης *, ὅθεν δὴ τὰ τῆς φαρμακείας καὶ μαγείας ηὑρέθη. μετηνέχθη
5δὲ ταῦτα εἰς Ἕλληνας ἀπὸ τῆς ἡλικίας Κέκροπος. καὶ ἦν μὲν κατὰ τοῦτον τὸν καιρὸν Νίνος ἐν Ἀσσυρίοις καὶ Σεμίραμις, σύγχρονοι ὄντες τῷ Ἀβραάμ, Αἰγυπτίων δὲ ἑκκαιδεκάτη δυναστεία· οἱ ἐν Σικυῶνι δὲ τότε μόνοι ἐβασιλεύοντο, ἧς βασιλείας ἀρχὴ γέγονεν Εὔρωψ.
〈Δ.〉 〈Ἰουδαϊσμόσ〉.
10 Καὶ ὁ θεὸς ἐπιλέγεται τὸν Ἀβραὰμ τῷ αὐτῷ χαρακτῆρι τῆς ἁγίας καθολικῆς ἐκκλησίας ἐν ἀκροβυστίᾳ πιστὸν καὶ ἐν εὐσεβείᾳ τελειότα‐ τον, ἐν γνώσει προφήτην ἐν βίῳ εὐαγγελικὴν κεκτημένον ἀναστρο‐ φήν. οἴκοι γὰρ γέγονε πατέρα τιμῶν, καλούμενος 〈δὲ〉 ὑπὸ τοῦ λόγου καὶ τῶν οἰκείων ἀπετάσσετο, πειθόμενος [δὲ] τῷ καλοῦντι, ὥσπερ
15οἱ περὶ Πέτρον καὶ Ἀνδρέαν καὶ Ἰάκωβον καὶ Ἰωάννην. καὶ ἵνα μὴ πάλιν μηκύνω τὸν λόγον, συνελὼν ἐρῶ. εἰς ἔτη γὰρ ἐλάσας οὗτος ὁ πατριάρχης ἐνενήκοντα ἐννέα ὑπὸ τοῦ θεοῦ χρηματίζεται εἰς περι‐ τομὴν καὶ ἄρχεται ἔνθεν ὁ χαρακτὴρ τοῦ Ἰουδαϊσμοῦ μετὰ τὸν Ἑλλη‐ νισμόν· καὶ ἦν 〈ἀπὸ〉 τῆς τοῦ κόσμου καταβολῆς εἰκοστὴ πρώτη
20γενεά, ἔτη τρισχίλια τετρακόσια τριάκοντα ἕν. Σκυθισμὸς γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ ἄχρι τοῦ πύργου καὶ τοῦ Σερούχ, ἀπὸ δὲ τοῦ Σεροὺχ
ἕως τοῦ Ἀβραὰμ καὶ δεῦρο Ἑλληνισμός, ἀπὸ δὲ Ἀβραὰμ οὔπω ἐπώ‐179 in vol. 1
Haer
.

1

.

180

νυμον ἦν αἱρέσεως ἀλλ’ ἢ μόνον τῆς αὐτοῦ θεοσεβείας τοὔνομα· Ἀβρά‐ μιοι τοίνυν οἱ ἀπὸ Ἀβραὰμ ἐκαλοῦντο. παῖδες γὰρ ὑπῆρξαν τούτῳ ὀκτώ, Ἰσαὰκ δὲ ὁ κληρονόμος μόνος ἦν, διότι καὶ κατὰ γνώμην πατρὸς ἐβίου θεοσεβείᾳ προσανέχων καὶ κατ’ ἐπαγγελίαν θεοῦ τῷ
5πατρὶ ἐδεδώρητο. ἔσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ἀπὸ παιδίσκης τῆς Ἄγαρ, Χεττούρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. διεμερίσθησαν δὲ οὗτοι ἐπὶ τὴν εὐδαίμονα Ἀραβίαν λεγομένην· Ζεμβρὰν καὶ Ἰεζὰν καὶ Ἰεσβὸκ καὶ Σωυὲ καὶ Ἐμαδὲμ καὶ Μαδιάμ. καὶ «ὁ τῆς παιδίσκης» (Ἰσμαὴλ δὲ ὡς ἔφην τούτῳ ἦν ὄνομα), καταλαμβάνει δὲ οὗτος * καὶ κτίζει τὴν Φαρὰν κα‐
10λουμένην ἐν τῇ ἐρήμῳ. τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθ‐ μόν, ἐξ ὧν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακη‐ νῶν δὲ τανῦν καλουμένων. γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ, καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβράμιοί τε καὶ Ἰσάκιοι. διορισθέντος δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇ
15μεσημβρίᾳ τῆς Χαναὰν κειμένην χώραν καὶ ἀνατολῇ οἰκιστὴς γίνε‐ ται τοῦ Σηεὶρ ὄρους καὶ πόλιν κτίζει [τὴν] Ἐδώμ, τὴν Ῥοκὸμ καὶ Πέτραν καλουμένην. γίνονται δὲ τούτῳ παῖδες καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχήν, οἳ καὶ ἐκαλοῦντο ἡγεμό‐ νες Ἐδώμ. ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰώβ, ὑπεξαιρουμέ‐
20νου τοῦ Ἀβραὰμ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ἰσαὰκ ἀριθμουμένου·
Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ἠσαῦ, Ἠσαῦ τὸν Ῥαγουήλ, Ῥαγουὴλ τὸν180 in vol. 1
Haer
.

1

.

181

Ζαρά, Ζαρὰ τὸν Ἰώβ, πρὶν μὲν καλούμενον Ἰωβὰβ ὕστερον δὲ κληθέντα Ἰώβ, ὀλίγον ἔμπροσθεν πρὸ τοῦ γενομένου αὐτῷ πειρασμοῦ. ἦν δὲ περι‐ τομὴ πολιτευομένη. Ἰακὼβ δὲ ἀποδιδράσκει ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ διὰ μῆνιν αὐτοῦ κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς ἐπὶ
5τὴν Μεσοποταμίαν Φαδάν, ἐπέκεινα τῆς Μεσοποταμίας Σουβά· ὃς ἄγεται ἐκεῖθεν τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμὸν καὶ κυΐσκου‐ σιν αὐτῷ παῖδας δεκαδύο, τοὺς καὶ πατριάρχας ἐπικληθέντας. παλινδρο‐ μοῦντι δὲ αὐτῷ ἐπὶ τὴν Χανανῖτιν γῆν πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα Ἰσαὰκ καὶ μητέρα Ῥεβέκκαν γίνεταί τις αὐτῷ ὀπτασία ἐκ θεοῦ παρὰ τὰς
10τοῦ Ἰορδάνου διεκβολάς (Ἰαβὸκ δὲ τὸν χειμάρρουν καλοῦσιν), ἔνθα που ἐθεάσατο παρεμβολὰς ἀγγέλων. «καὶ ἰδού, φησίν, ἄνθρωπος ἀφ’ ἑσπέρας καὶ συνεπάλαιεν αὐτῷ ἄχρι τῆς ἕω», ὃν ἄγγελον ἐπεσημή‐ νατο ἡ γραφή· ὃς κατ’ εὐλογίαν δίδωσι τῷ Ἰακὼβ ἀξιώματος ὄνομα τὸ Ἰσραήλ. διαναστὰς δὲ ἐκεῖθεν Ἰακὼβ ἐπωνόμασε τὸ ὄνομα τοῦ
15τόπου εἶδος θεοῦ. ἐπειδὴ 〈δὲ〉 ὁ πρὸς αὐτὸν διὰ τῆς εὐλογίας φήσας «οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ κληθήσεται» * καὶ διέστειλε λέγων ὅτι «ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ», ἀπὸ τούτου τοῦ χρόνου Ἰσραηλῖται καλοῦνται. 2. Καὶ ὁ Ἰσραὴλ μετὰ τὴν τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον κάθοδον
20κάτεισι καὶ αὐτὸς σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ υἱῶν τε καὶ ἐκγόνων, γυναικῶν τε τῶν προειρημένων καὶ ἄλλων, ἐν ἑβδομήκοντα ψυχαῖς τὸν ἀριθμόν. διατρίβει δὲ τὸ γένος τοῦ Ἰσραὴλ ἐν τῇ τῶν Αἰγυ‐ πτίων χώρᾳ γενεὰς πέντε. Ἰακὼβ γὰρ γεννᾷ τὸν Λευὶ καὶ τὸν Ἰού‐ δαν καὶ τοὺς ἄλλους δέκα πατριάρχας. Λευὶ γεννᾷ τὸν Καάθ, Ἰούδας
25γεννᾷ τὸν Φαρές· Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυ‐
σέα· Φαρὲς γεννᾷ τὸν Ἐσρώμ, Ἐσρὼμ γεννᾷ τὸν Ἀράμ, Ἀρὰμ γεννᾷ τὸν181 in vol. 1
Haer
.

1

.

182

Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσών. ἐν χρόνοις Μωυσέως καὶ Ναασ‐ σὼν πέμπτῃ γενεᾷ κατὰ τὸν Λευὶ ἔξεισιν Ἰσραὴλ ἐκ τῆς Αἰγύπτου διὰ τῆς ἐρυθρᾶς θαλάσσης ἐν θεοσημείοις καὶ στρατοπεδεύει ἐν τῇ ἐρήμῳ Σινᾶ. καὶ χρησμῶν δοθέντων ἐκ θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ
5ἀριθμήσασθαι ἀπὸ εἴκοσι ἐτῶν καὶ ἕως πεντήκοντα ἄνδρας δυναμέ‐ νους σπάσασθαι ῥομφαίαν καὶ λαμβάνειν ὅπλα πολεμικά, εἰς ἑξήκοντα δύο μυριάδας καὶ ὀκτακισχιλίους πεντακοσίους ηὗρεν. ἦν δὲ κατ’ ἐκεῖνο καιροῦ Ἴναχος παρ’ Ἕλλησι γνωριζόμενος, οὗ θυγάτηρ Ἰώ, ἡ καὶ Ἀτθὶς καλουμένη, δι’ ἣν καὶ ἡ νῦν Ἀττική· ἐξ ἧς καὶ ὁ Βόσπο‐
10ρος, οὗ ἐπώνυμος πόλις Βόσπορος ἐν τῷ Εὐξείνῳ πόντῳ καλουμένη· καλοῦσι δὲ αὐτὴν Αἰγύπτιοι Ἶσιν, ἣν καὶ ὡς θεὰν προσκυνοῦσιν. ὁμώνυμος δὲ τούτῳ καὶ ποταμός ἐστιν Ἴναχος οὕτω καλούμενος. ἐκεῖθεν ἀρχὴν ἔσχεν τὰ παρ’ Ἕλλησι μυστήριά τε καὶ τελεταί, πρό‐ τερον παρ’ Αἰγυπτίοις καὶ παρὰ Φρυξὶ καὶ Φοίνιξι καὶ Βαβυλωνίοις
15κακῶς ἐπινενοημένα, μετενεχθέντα δὲ εἰς Ἕλληνας ἀπὸ τῆς τῶν Αἰγυπτίων χώρας ὑπὸ Κάδμου καὶ αὐτοῦ τοῦ Ἰνάχου, Ἄπιδος πρό‐ τερον κληθέντος καὶ οἰκοδομήσαντος τὴν Μέμφιν, ἀλλὰ καὶ παρ’ Ὀρφέως καὶ ἄλλων τινῶν τὴν ἀρχὴν λαβόντα καὶ εἰς αἱρέσεις συστα‐ θέντα ὕστερον ἐν Ἐπικούρῳ καὶ Ζήνωνι τῷ Στωϊκῷ καὶ Πυθαγόρᾳ
20καὶ Πλάτωνι ἐξ οὗπερ ἤρξαντο χρόνου κρατυνθείσας ἕως τῶν Μα‐
κεδονικῶν χρόνων καὶ Ξέρξου τοῦ βασιλέως τῶν Περσῶν μετὰ τὴν182 in vol. 1
Haer
.

1

.

183

ἅλωσιν τῶν Ἱεροσολύμων τὸ πρῶτον καὶ Ναβουχοδονόσορ αἰχμαλω‐ σίαν καὶ Λαρείου καὶ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα χρόνον. Πλάτων γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐγνωρίζετο καὶ οἱ πρὸ αὐτοῦ Πυθαγόρας τε καὶ Ἐπίκουρος ὁ μετέπειτα. ὅθεν δὴ ὡς προεῖπον
5τὴν πρόφασιν εἴληφεν καὶ εἰς κατάστασιν ἦλθε τὰ παρ’ Ἕλλησι συγ‐ γράμματα καὶ μετὰ τοῦτον τὸν χρόνον αἱ βοώμεναι αἱρέσεις τῶν φι‐ λοσόφων, πρὸς ἀλλήλας τῇ μὲν πλάνῃ συνᾴδουσαι καὶ ὁμόστοιχον γνῶσιν συνυφαίνουσαι εἰδωλολατρείας τε καὶ ἀσεβείας καὶ ἀθεΐας, τῇ δὲ αὐτῇ πλάνῃ εἰς ἑαυτὰς συγκλώμεναι [διαφέρονται] ἑτέρα πρὸς τὴν
10ἑτέραν. Κατὰ Στωϊκῶν, ἀπὸ Ἑλληνισμοῦ 〈αἱρέσεωσ〉 γ, τῆς δὲ ἀκολουθίας ε. Καὶ Στωϊκοὶ μὲν φρονοῦσι περὶ θεότητος τοῦτο· φάσκουσιν εἶναι νοῦν τὸν θεὸν ἢ παντὸς τοῦ ὁρωμένου κύτους, οὐρανοῦ δέ φημι καὶ γῆς καὶ τῶν ἄλλων, ὡς ἐν σώματι ψυχήν. μερίζουσι δὲ οἱ αὐτοὶ
15τὴν μίαν θεότητα εἰς πολλὰς μερικὰς οὐσίας, εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα, εἰς ψυχὴν καὶ ἀέρα καὶ τὰ ἄλλα· μεταγγισμούς τε ψυ‐ χῶν * καὶ μετενσωματώσεις ἀπὸ σώματος εἰς σῶμα, καθαιρομένων 〈ψυχῶν ἀπὸ〉 σωμάτων ἠδ’ αὖ πάλιν εἰσδυουσῶν καὶ ἀνάπαλιν γεννωμένων, διὰ πολλῆς αὐτῶν πλάνης ταύτην τὴν ἀσέβειαν παρυ‐
20φαίνοντες. μέρος δὲ θεοῦ καὶ ἀθάνατον τὴν ψυχὴν ἡγοῦνται. ἔσχον δὲ Ζήνωνα ἀρχηγὸν τῆς Στοᾶς, περὶ οὗ πολὺς θρυλεῖται λόγος. οἱ μὲν γὰρ αὐτὸν ἔφασαν Κλεάνθου〈σ〉 τινὸς * τοῦ ἀπὸ Τύρου ὁρμω‐ μένου, ἄλλοι δὲ φάσκουσιν αὐτὸν Κιτιέα τῆς Κύπρου νησιώτην, ἐν
Ῥώμῃ δὲ βεβιωκέναι χρόνον, ὕστερον δὲ ἐν Ἀθήναις προστησάμενον183 in vol. 1
Haer
.

1

.

184

τουτὶ τὸ δόγμα ἐν τῇ Στοᾷ οὕτω καλουμένῃ, τινὲς δέ φασι δύο Ζή‐ νωνας εἶναι, τόν τε Ἐλεάτην καὶ τὸν προειρημένον· ὅμως οἱ ἀμφό‐ τεροι ἴσως ἐδογμάτισαν, εἰ καὶ δύο εἶεν. φάσκει οὖν καὶ οὗτος τὴν ὕλην σύγχρονον εἶναι τῷ θεῷ, ἴσα ταῖς ἄλλαις αἱρέσεσιν, εἱμαρμένην
5τε εἶναι καὶ γένεσιν, ἐξ ἧς τὰ πάντα διοικεῖται καὶ πάσχει. πόσα τοίνυν ἰσχύει ἡ σύντομος ἡμῶν αὕτη σύνταξις, πρὸς τὴν τούτου φαυλότητα ἀλεξητήριον φάρμακον * διεξιέναι καὶ οὐχὶ μᾶλλον εἰς ὄγκον πολὺν ἐλάσω τῆς πραγματείας τὸ ἐχέγγυον· ἀκροθιγῶς δέ, ἵνα μὴ ἐν παραδρομῇ γένωμαι, πρὸς τοῦτον ἐρῶ.
10 2. Πόθεν εἴληφας, ὦ οὗτος, τὴν τῆς διδασκαλίας ὑφήγησιν; ἢ ποῖον πνεῦμα ἅγιον οὐρανόθεν λελάληκέ σοι περὶ τῆς σοῦ πλάνης; δύο μὲν γὰρ ἐπὶ τὸ αὐτὸ σύγχρονα, ὕλην καὶ θεόν, βεβιασμένως λέγεις· πεσεῖται γάρ σου ὁ λόγος καὶ ἀσύστατος ἔσται. ὁμολογεῖς μὲν γάρ τινα εἶναι δημιουργόν, ὃν καὶ παντοκράτορα φῄς, τοῦτον δὲ μερίζεις
15εἰς πολυθεΐαν. τίνος δ’ ἂν εἴη δημιουργός, εἰ σύγχρονος εἴη ἡ ὕλη; ἔσται γὰρ καθ’ ἑαυτὴν ἑαυτῆς δεσπόζουσα ἡ μὴ ἀπὸ αἰτίου τινὸς λαβοῦσα τὴν ἀρχὴν καὶ οὐχ ὑποτασσομένη. εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης λαμβάνει, προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἂν εἴη καὶ ἔρανος δι’ ἀπορίαν τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων ἀλλ’
20ἐξ ὑποκειμένων ἀλλοτρίων, ὅπως τὸ ἴδιον ὑποστήσεται δημιούρ‐ γημα. καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ φαυλό‐ της τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε καὶ γνῶσιν ἀνθρώ‐ ποις ἐπαγγελλόμενε. εἰ γὰρ μέρος θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώ‐ ματα δὲ οἰκτρὰ οὐ μόνον εἴποιμι * θηρίων δὲ καὶ ἑρπετῶν καὶ κνω‐
25δάλων δυσγενῶν τῇ πλάσει αὐτῆς συνάπτεις τῇ ἀπὸ θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ, καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον; 3. Εἱμαρμένην δὲ παρεισάγεις, ὡς ἐξ αὐτῆς γίνεσθαι τὰ τῷ ἀνθρώπῳ συμβαίνοντα καὶ ἄλλοις. ἐξ ἑνὸς δὲ ῥητοῦ δι’ ἐπιτομῆς τοῦ λόγου ἀνατραπήσεται ἡ σὴ μυθοποιία. εἰ γὰρ εἱμαρμένης τὸ
30σοφίζεσθαι τὸ συνετίζεσθαι τὸ λογικὸν γεννᾶσθαι καὶ ἄλογον καὶ τὰ184 in vol. 1
Haer
.

1

.

185

ἄλλα πάντα, παυσάσθωσαν νόμοι· ἐπικρατεῖ γὰρ ἡ εἱμαρμένη μοι‐ χῶν τε καὶ ἄλλων· δίκην δὲ μᾶλλον τίσουσιν οἱ ἀνάγκην ἐπιτιθέν‐ τες ἀστέρες ἤπερ ὁ ἀναγκαζόμενος δρᾶσαι τὸ ἐπιχείρημα. ἀλλὰ καὶ ἄλλως ἔτι περὶ τούτων ἐρῶ· ἀργείτωσαν αἱ διατριβαί, παυσά‐
5σθωσαν σοφισταί τε καὶ ῥήτορες καὶ γραμματικοί, ἰατροί τε καὶ ἄλλαι ἐπιστῆμαι βαναύσων τε τεχνῶν ἀμύθητον πλῆθος, καὶ μηκέτι μηδεὶς παιδευέτω, εἴπερ ἐξ εἱμαρμένης τυγχάνει τῶν ἐπιστημῶν καὶ μὴ ἐκ γραμμάτων μαθήσεως ὁ πορισμὸς τῇ ἀνθρωπείᾳ φύσει. εἰ γὰρ εἱμαρμένη τὸν πεπαιδευμένον καὶ λογιώτατον παρεσκεύασε, μὴ μαν‐
10θανέτω τις παρὰ τοῦ διδάσκοντος, ἀλλὰ τῇ φύσει † λαμβανέτωσαν τὴν εἴδησιν αἱ τοὺς μίτους κλώθουσαι Μοῖραι κατὰ τὸ φθέγμα τῆς κομπώδους σου διὰ λόγων πλάνης. Πλατωνικοί, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις δ, τῆς δὲ ἀκολουθίας ϛ. ἀλλὰ ταῦτα πρὸς Ζήνωνα καὶ τοὺς Στωϊκούς μοι λελέχθω. Πλά‐
15των δὲ ἅμα καὶ αὐτὸς κατὰ τὰ αὐτὰ φερόμενος, τῇ μετενσωματώσει καὶ μεταγγισμῷ τῶν ψυχῶν καὶ πολυθεΐαις καὶ ταῖς ἄλλαις εἰδωλο‐ λατρείαις καὶ δεισιδαιμονίαις *, οὐ περὶ τῆς ὕλης πάντῃ ἴσως κατὰ Ζήνωνα καὶ τοὺς Στωϊκοὺς ἐφρόνησεν. οἶδεν γὰρ αὐτὸς θεόν, τὰ δὲ γεγενημένα πάντα ἐκ τοῦ ὄντος θεοῦ γεγενῆσθαι· εἶναι δὲ πρῶ‐
20τον αἴτιον καὶ δεύτερον καὶ τρίτον· καὶ τὸ μὲν πρῶτον αἴτιον θεόν, τὸ δὲ δεύτερον αἴτιον ἐκ θεοῦ γεγενῆσθαι * τινὰς δυνάμεις, δι’ αὐτοῦ δὲ καὶ τῶν δυνάμεων γεγενῆσθαι τὴν ὕλην. φάσκει γὰρ οὕτως· «οὐρανὸς ἅμα χρόνῳ γεγένηται, ὁμοῦ ἄρα καὶ λυθήσεται», τὰ πρότερα ἑαυτοῦ τὰ περὶ ὕλης ἀνασκευάσας. εἶπε γάρ ποτε καὶ σύγχρονον
25εἶναι τῷ θεῷ τὴν ὕλην.185 in vol. 1
Haer
.

1

.

186

Πυθαγόρειοι, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις ε, τῆς δὲ ἀκολουθίας ζ. Πρὸ δὲ τούτου Πυθαγόρας καὶ οἱ Περιπατητικὴν ἐπαγγελλόμενοι χαρακτηρίζουσιν ἕνα θεόν, φιλοσοφίαις δὲ ἄλλαις * καὶ τοῖς * φιλο‐ σοφουμένοις προσανέχουσι. τὰ ἴσα μὲν τούτοις πάλιν τὰ τῆς ἀθε‐
5μίτου γνώμης καὶ ἀσεβεστάτης, τῶν ψυχῶν ἀπαθανατισμούς τε καὶ μετενσωματώσεις καὶ σωμάτων φθοράς, αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἀγορεύουσιν. οὗτος δὲ τέλος ἐν τῇ Μηδίᾳ τὸν βίον καταστρέφει. σῶμα δὲ λέγει εἶναι τὸν θεὸν τουτέστιν οὐρανόν, ὀφθαλμοὺς δὲ αὐτοῦ καὶ τὰ ἄλλα ὥσπερ ἐν ἀνθρώπῳ, ἥλιον καὶ σελήνην καὶ τὰ
10ἄλλα ἄστρα καὶ τὰ κατ’ οὐρανὸν στοιχεῖα. Ἐπικούρειοι, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις ϛ, τῆς δὲ ἀκολουθίας η. 1. Ἐπίκουρος δὲ καθεξῆς μετὰ τούτους ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο· ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα ἠδ’ αὖ πάλιν εἰς ἄτομα χωρεῖν καὶ ἐξ αὐτοματισμοῦ εἶναι τὰ ὅλα καὶ τὸν κόσμον
15ὑφεστάναι, ἀεὶ γεννώσης τῆς φύσεως ἠδ’ αὖ πάλιν δαπανωμένης καὶ ἐξ αὑτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης, ἀφ’ ἑαυτῆς φυο‐ μένης καὶ εἰς ἑαυτὴν συντριβομένης. εἶναι δὲ ἐξ ὑπαρχῆς ᾠοῦ δίκην τὸ σύμπαν, τὸ δὲ πνεῦμα δρακοντοειδῶς περὶ τὸ ᾠὸν ὡς στέφανον ἢ ὡς ζώνην περισφίγγειν τότε τὴν φύσιν. θελῆσαν δὲ βιασμῷ τινὶ
20καιρῷ περισσοτέρως σφίγξαι τὴν πᾶσαν ὕλην εἴτ’ οὖν φύσιν τῶν186 in vol. 1
Haer
.

1

.

187

πάντων οὕτως διχάσαι μὲν τὰ ὄντα εἰς τὰ δύο ἡμισφαίρια καὶ λοιπὸν ἐκ τούτου τὰ ἄτομα διακεκρίσθαι. τὰ μὲν γὰρ κοῦφα καὶ λεπτότερα τῆς πάσης φύσεως ἐπιπολάσαι ἄνω τουτέστιν φῶς καὶ αἰθέρα καὶ τὸ λεπτότατον τοῦ πνεύματος, τὰ δὲ βαρύτατα καὶ σκυβαλώδη κάτω
5νενευκέναι, τουτέστι γῆν (ὅπερ ἐστὶ τὸ ξηρόν) καὶ τὴν ὑγρὰν τῶν ὑδάτων οὐσίαν. τὰ δὲ ὅλα ἀφ’ ἑαυτῶν κινεῖσθαι καὶ δι’ ἑαυτῶν ἐν τῇ περιδινήσει τοῦ πόλου καὶ τῶν ἄστρων ὡς ἀπὸ τοῦ δρακοντο‐ ειδοῦς ἔτι τὰ πάντα ἐλαύνεσθαι πνεύματος. Καὶ ἀπὸ μέρους μὲν περὶ τούτων ἔφημεν· τῷ δὲ αὐτῷ τρόπῳ
10τὰς τέσσαρας ταύτας αἱρέσεις ἀνατρεπτέον· * διὰ τὴν συντομίαν τῆς ἀναγνώσεως. 2. Ἐντεῦθεν ὡς καὶ ἀνωτέρω λοιπὸν ἔφην ποιηταὶ λογογράφοι ἱστοριογράφοι ἀστρονόμοι τε καὶ οἱ τὰ ἄλλα τῆς πλάνης εἰσηγησά‐ μενοι [οἱ] παρασκευάσαντες τὸν νοῦν ἐπὶ μυρίας κακὰς αἰτίας καὶ
15ἀγωγὰς ἐσκότωσαν καὶ ἐθόλωσαν τὴν τῆς ἀνθρωπότητος ὑπόληψιν. καὶ γέγονεν αὕτη «πρώτη πλάνη ἐπίνοια εἰδώλων» καὶ κακοδαιμονία διδασκαλίας. ἦν δὲ τὰ πάντα μεμερισμένα Ἑλληνισμός τε καὶ Ἰου‐ δαϊσμός· Ἰουδαϊσμὸς δὲ οὔπω πρότερον καλούμενος, ἀλλὰ διὰ τοῦ Ἰσραὴλ τὸ ἐπώνυμον τῆς θεοσεβοῦς θρῃσκείας ἐπικεκτημένος, ἕως
20ὅτε 〈ε〉 διαδοχαὶ γεγένηνται. ὁ γὰρ Ναασσὼν ὁ ἐν τῇ ἐρήμῳ γεγονὼς φύλαρχος τῆς φυλῆς Ἰούδα γεννᾷ τὸν Σαλμών, Σαλμὼν γεννᾷ τὸν Βοόζ, Βοὸζ γεννᾷ τὸν Ὠβήδ, Ὠβὴδ γεννᾷ τὸν Ἰεσσαί, ἔτι τῶν θεο‐ σεβῶν Ἰσραηλιτῶν καλουμένων, Ἰεσσαὶ γεννᾷ τὸν Δαυὶδ τὸν βασιλέα, ὃς πρῶτος ἐβασίλευσεν ἐκ φυλῆς Ἰούδα· ἐξ οὗ λοιπὸν οἱ κατὰ δια‐
25δοχὴν βασιλεῖς ἐκ τοῦ σπέρματος αὐτοῦ, υἱὸς διαδεχόμενος πατέρα, καθεξῆς συνεστήκασιν. ἦν δὲ πρὸ αὐτοῦ τοῦ Δαυὶδ ὁ φύσει πρῶτος βασιλεύσας ἐν Ἰσραὴλ Σαοὺλ υἱὸς Κεὶς ἐκ φυλῆς Βενιαμίν, * καὶ οὐκέτι αὐτὸν διεδέξατο υἱός, ἀλλὰ μετέστη τὸ βασίλειον αὐτοῦ εἰς
Δαυίδ, διὰ δὲ Δαυὶδ πρώτου εἰς τὴν φυλὴν Ἰούδα. πρῶτος γὰρ τῷ187 in vol. 1
Haer
.

1

.

188

αὐτῷ Ἰακὼβ παῖς γίνεται Ῥουβήν, δεύτερος Συμεών, τρίτος Λευί, τέταρτος Ἰούδας, ὅθεν Ἰουδαῖοι καλοῦνται διὰ τὴν φυλὴν Ἰούδα, τοῦ γένους τῶν θεοσεβῶν εἰς τὸ ὄνομα τοῦτο μεταπεσόντος. ἐκαλοῦντο γοῦν Ἰσραηλῖται καὶ Ἰουδαῖοι.
5 3. Ἕως τούτου τοῦ χρόνου συνήφθησαν αἱ τέσσαρες γενεαὶ τῆς γῆς, τῶν τεσσάρων τμημάτων τούτων διαιρεθέντων κατὰ τοὺς πρώην χρόνους ἕως τοῦ καιροῦ τούτου τοῦ ἐνταῦθά μοι δεδηλωμένου καὶ ἐπέκεινα· τουτέστιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε Βαρβαρισμός, ἀπὸ τοῦ Νῶε ἕως τοῦ πύργου καὶ τοῦ Σεροὺχ μετὰ δύο γενεὰς τοῦ πύρ‐
10γου ἡ Σκυθικὴ δεισιδαιμονία καὶ μετέπειτα ἀπὸ τοῦ πύργου καὶ Σεροὺχ καὶ † Ἀρὰμ ἕως τοῦ Ἀβραὰμ Ἑλληνισμός, ἀπὸ τούτου καὶ μετέπειτα θεοσέβεια συναπτομένη τῷ αὐτῷ Ἀβραάμ, ἀπὸ τοῦ κατὰ διαδοχὴν σπέρματος αὐτοῦ τουτέστιν τοῦ Ἰούδα Ἰουδαϊσμός· ὡς ἐπι‐ μαρτυρεῖ μοι ὁ πνευματοφόρος καὶ ἅγιος τοῦ θεοῦ ἀπόστολος Παῦ‐
15λος ὧδέ πως λέγων ὅτι «ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις», ἐπειδὴ ἐξ ὑπαρχῆς, ὅτε ἔκτιστο ἡ κτίσις, καινὴ οὖσα οὐδέν τι διαφορώτερον ἔσχεν ὄνομα. συνῳδὰ δὲ τούτοις πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως «ὀφει‐ λέτης εἰμὶ Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις», ἵνα
20δείξῃ σοφοὺς μὲν τοὺς Ἰουδαίους, ἀνοήτους δὲ τοὺς Σκύθας. καί φησιν «ὀφειλέτης εἰμί» *. ἐντεῦθεν τὸ πᾶν γένος τοῦ Ἰσραὴλ Ἰουδαῖοι ἐκαλοῦντο ἀπὸ χρόνου τοῦ Δαυὶδ καὶ διήρκεσεν ἐπωνύμως καλούμενον Ἰσραηλιτῶν τε καὶ Ἰουδαίων [ἔχον τὴν ἐπίκλησιν] τὸ πᾶν γένος τοῦ Ἰσραὴλ ἀπὸ τῶν χρόνων τοῦ Δαυὶδ καὶ τοῦ υἱοῦ
25αὐτοῦ Σολομῶντος καὶ υἱοῦ τοῦ Σολομῶντος, φημὶ δὲ τοῦ Ῥοβοὰμ τοῦ μετὰ τὸν Σολομῶντα βασιλεύσαντος ἐν Ἱερουσαλήμ. ἵνα δὲ μὴ
ἐν παρεξόδῳ γένωμαι, παρερχόμενος τὰ κατὰ τὴν τῶν Ἰουδαίων188 in vol. 1
Haer
.

1

.

189

θρῃσκείαν καὶ μὴ ὑποσημαινόμενος τῆς κατ’ αὐτοὺς δόξης τὴν ὑπό‐ θεσιν ὀλίγα ἀπὸ πολλῶν παραθήσομαι. πᾶσι γὰρ ὡς εἰπεῖν φανε‐ ρώτατα ὑπάρχει τὰ κατὰ τοὺς Ἰουδαίους. διὸ οὐ πάνυ κάματον ἀναδέξομαι περὶ ταύτης τῆς ὑποθέσεως κατὰ τὸ λιπτότατον διηγή‐
5σασθαι, ἀλλ’ ὅμως ἦν ἀναγκαῖον ὀλίγα ἀπὸ πολλῶν ἐνταῦθα παρα‐ θέσθαι. 4. Ἰουδαῖοι τοίνυν οἱ ἀπὸ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν ὑπάρχον‐ τες καὶ τὴν αὐτοῦ θεοσέβειαν διαδεξάμενοι περιτομὴν μὲν τοῦ Ἀβραὰμ ἔχουσιν, ἣν κατὰ πρόσταξιν θεοῦ εἴληφεν ἐνενηκοστὸν ἔνατον ἔτος
10κατάγων δι’ αἰτίαν ἣν ἄνω προεῖπον, εἰς τὸ τούτου σπέρμα πάροι‐ κον γινόμενον ἐν γῇ ἀλλοτρίᾳ μὴ ἀποστραφῆναι τὸ ὄνομα τοῦ θεοῦ, ἐπὶ σώματος δὲ φέρειν σφραγῖδα ὑπομνήσεως χάριν καὶ ἐλέγχου εἰς τὸ ἐμμένειν τῇ τοῦ πατρὸς αὐτῶν θεοσεβείᾳ. ὁ δὲ τούτου παῖς Ἰσαὰκ ὀκταήμερος περιτέμνεται, ὡς τὸ τοῦ θεοῦ εἶχεν θέσπισμα.
15καὶ ὡμολόγηται μὲν ὅτι ἐκ προστάγματος θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχεν, τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε, ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν. διήρκεσαν τοίνυν περιτεμνόμενοι καὶ θεοσεβείᾳ προσανέχοντες οἱ αὐτοῦ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν παῖδες, ἀπ’ αὐτοῦ φημι καὶ καθεξῆς Ἰσαὰκ καὶ Ἰακὼβ
20καὶ οἱ τούτου παῖδες, ἔν τε τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φυλιστιεὶμ οὕτως κληθείσῃ τότε, τανῦν δὲ Παλαιστίνῃ καλουμένῃ, ἀλλὰ καὶ ἐν Αἰγύπτῳ. Ἰακὼβ γὰρ ὁ καὶ Ἰσραὴλ κάτεισιν ἅμα τοῖς ἕνδεκα αὐτοῦ παισὶν εἰς Αἴγυπτον, ἔτος κατάγων ἑκατοστὸν τριακοστὸν τῆς αὐτοῦ ζωῆς. Ἰωσὴφ δὲ ὁ ἕτερος αὐτοῦ υἱὸς ἤδη ἐν Αἰγύπτῳ προϋπῆρχεν
25βασιλεύων, πραθεὶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ διὰ φθόνον. ἡ δὲ τοῦ θεοῦ οἰκονομία τὰ ἀγαθὰ συνεργοῦσα τῷ δικαίῳ, εἰς θαυμασμὸν μετήγαγεν τὴν κατὰ τοῦ αὐτοῦ Ἰωσὴφ ἐπιβουλήν. κάτεισι τοίνυν ὡς προεῖπον ὁ Ἰακὼβ εἰς Αἴγυπτον καὶ οἱ αὐτοῦ υἱοὶ καὶ γυναῖκες
καὶ ἔκγονοι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἀριθμηθέντες, ὡς περιέχει189 in vol. 1
Haer
.

1

.

190

ἡ πρώτη βίβλος τῆς κατὰ τὸν Μωυσέα πεντατεύχου, περὶ τούτων πάντων σαφῶς δηλοῦσα. διετέλεσαν δὲ ἐκεῖσε ἐπὶ πέντε γενεαῖς, ὡς καὶ πολλάκις εἶπον, νῦν δὲ ἀνάγκην ἔσχον ταῦτα δευτερῶσαι. ἔμει‐ ναν γὰρ ἀπὸ τοῦ Ἰακὼβ αἱ γενεαὶ ἀριθμούμεναι διὰ τοῦ Λευί, ἐξ
5οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ βασιλεὺς ἦρξε Δαυίδ. καὶ ὁ μὲν Λευὶ γεννᾷ τὸν Καὰθ καὶ τοὺς ἄλλους, Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα καὶ Ἀαρὼν τὸν ἀρχιερέα. οὗτος ὁ Μωυσῆς ἐκβάλλει τοὺς υἱοὺς Ἰσραὴλ ἐν δυνάμει θεοῦ ἐκ γῆς Αἰγύπτου, ὡς ἔχει ἡ δευτέρα βίβλος κατὰ
10τὴν νομοθεσίαν. 5. Τίς μέντοι γε ἦν ἡ τῶν υἱῶν Ἰσραὴλ πολιτεία ἄχρι τούτου τοῦ χρόνου, οὐ πάνυ σαφῶς κατὰ τὸ φανερώτατον ἔστιν εἰπεῖν ἢ μόνον ὅτι ἐν θεοσεβείᾳ καὶ περιτομῇ ὑπῆρχον· εἰ καὶ γέγραπται ὅτι «ἐπληθύνθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ καὶ χυδαῖοι ἐγένοντο».
15πάντως γάρ που ὁ χρόνος τῆς αὐτῶν παροικίας καὶ ἐπιμιξίας διὰ ῥᾳθυμίαν τὸ χυδαῖον εἰργάσατο. τίνων μέντοι γεύεσθαι ἢ τίνα ἀπα‐ γορεύειν ἢ τἆλλα ὅσα κατὰ διαστολὴν τοῦ νόμου φυλάττειν προσε‐ τάχθησαν, οὔπω κατὰ τὸ φανερώτατον ἐπεσημήνατο. ἐξιόντων δὲ ἐκ γῆς Αἰγύπτου ἐν τῷ δευτέρῳ ἔτει τῆς αὐτῶν ἐξόδου νομοθεσίας
20θεοῦ καταξιοῦνται διὰ χειρὸς αὐτοῦ τοῦ Μωυσέως. ἡ δὲ νομοθεσία ἡ ἐκ θεοῦ αὐτοῖς δοθεῖσα παιδαγωγοῦ δίκην (ὡς καὶ παιδαγωγὸς ἦν ὁ νόμος σωματικῶς μὲν διαστελλόμενος, πνευματικὴν δὲ ἔχων τὴν προσδοκίαν) ἐδίδαξε περιτέμνεσθαι σαββατίζειν ἀποδεκατοῦν πάντα τὰ αὐτῶν γεννήματα καὶ ὅσαπερ παρ’ αὐτοῖς ἐτίκτετο ἀπὸ ἀνθρώπου
25ἕως κτήνους, ἀπαρχάς τε διδόναι καὶ πεντηκοστὴν καὶ τριακοστήν, εἰδέναι δὲ θεὸν μόνον καὶ αὐτῷ λατρεύειν. ἐν μοναρχίᾳ μὲν οὖν 〈ἦν〉 κηρυττόμενον τὸ ὄνομα, ἐν δὲ τῇ μοναρχίᾳ ἡ τριὰς ἀεὶ κατηγγέλλετο καὶ ἐπιστεύετο παρὰ τοῖς ἐξοχωτάτοις αὐτῶν, τουτέστιν προφήταις
καὶ ἡγιασμένοις. θυσίας τε καὶ λατρείας διαφόρους τῷ παμβασιλεῖ190 in vol. 1
Haer
.

1

.

191

θεῷ ἐν τῇ ἐρήμῳ προσέφερον ἐν τῇ λατρείᾳ τῆς σκηνῆς τῆς ἁγίας ὑπὸ Μωυσέως διὰ τύπων δηλωθέντων αὐτῷ ὑπὸ θεοῦ κατασκευασθεί‐ σης. ἐδέξαντο γοῦν οἱ αὐτοὶ Ἰουδαῖοι καὶ προφητικὰς φωνὰς περὶ τοῦ Χριστοῦ ἐρχομένου, λεγομένου μὲν προφήτου ὄντος δὲ θεοῦ καὶ
5ἀγγέλου μὲν κληθέντος υἱοῦ δὲ ὄντος θεοῦ, μέλλοντος δὲ ἐνανθρω‐ πήσειν καὶ ἐν ἀδελφοῖς αὐτοῦ ἐγκαταλέγεσθαι, ὡς ἔχουσι πᾶσαι αἱ θεῖαι γραφαί, μάλιστα ἡ τοῦ Δευτερονομίου κατὰ τὴν νομοθεσίαν πέμπτη βίβλος καὶ 〈αἱ〉 καθεξῆς. 6. Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος τῆς
10αἰχμαλωσίας ἐπανόδου βίβλους τε καὶ προφήτας τούτους καὶ προφη‐ τῶν βίβλους ταύτας· πρώτην μὲν Γένεσιν δευτέραν Ἔξοδον τρίτην Λευιτικὸν τετάρτην Ἀριθμοὺς πέμπτην Δευτερονόμιον ἕκτη βίβλος Ἰησοῦ τοῦ Ναυῆ ἑβδόμη τῶν Κριτῶν ὀγδόη τῆς Ῥοὺθ ἐνάτη τοῦ Ἰὼβ δεκάτη τὸ Ψαλτήριον ἑνδεκάτη Παροιμίαι Σολομῶντος δωδεκάτη
15Ἐκκλησιαστὴς τρισκαιδεκάτη τὸ ᾆσμα τῶν ᾀσμάτων τεσσαρεσκαιδε‐ κάτη Βασιλειῶν πρώτη πεντεκαιδεκάτη Βασιλειῶν δευτέρα ἑκκαιδε‐ κάτη Βασιλειῶν τρίτη ἑπτακαιδεκάτη Βασιλειῶν τετάρτη ὀκτωκαι‐ δεκάτη Παραλειπομένων πρώτη ἐννεακαιδεκάτη Παραλειπομένων δευ‐ τέρα εἰκοστὴ τὸ Δωδεκαπρόφητον εἰκοστὴ πρώτη Ἠσαΐας ὁ προ‐
20φήτης εἰκοστὴ δευτέρα Ἰερεμίας ὁ προφήτης μετὰ τῶν Θρήνων καὶ191 in vol. 1
Haer
.

1

.

192

ἐπιστολῶν αὐτοῦ τε καὶ 〈τοῦ〉 Βαροὺχ εἰκοστὴ τρίτη Ἰεζεκιὴλ ὁ προφήτης εἰκοστὴ τετάρτη Δανιὴλ ὁ προφήτης εἰκοστὴ πέμπτη Ἔσδρας α, εἰκοστὴ ἕκτη Ἔσδρας β, εἰκοστὴ ἑβδόμη Ἐσθήρ. αὗταί εἰσιν αἱ εἴκοσι ἑπτὰ βίβλοι ἐκ θεοῦ δοθεῖσαι τοῖς Ἰουδαίοις· εἴκοσι
5δύο δέ εἰσιν ὡς τὰ παρ’ αὐτοῖς στοιχεῖα τῶν Ἑβραϊκῶν γραμμάτων ἀριθμούμεναι διὰ τὸ διπλοῦσθαι δέκα βίβλους εἰς πέντε λογιζομένας. περὶ τούτου δὲ ἄλλῃ που σαφῶς εἰρήκαμεν. εἰσὶ δὲ καὶ ἄλλαι δύο βίβλοι παρ’ αὐτοῖς ἐν ἀμφιλέκτῳ, ἡ Σοφία τοῦ Σιρὰχ καὶ ἡ τοῦ Σολομῶντος, χωρὶς ἄλλων τινῶν βιβλίων ἐναποκρύφων. πᾶσαι
10δὲ αὗται αἱ ἱεραὶ βίβλοι τὸν Ἰουδαϊσμὸν ἐδίδασκον καὶ τὰ τοῦ νόμου φυλάγματα ἕως τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας. καὶ καλῶς ἐφέροντο παιδαγωγούμενοι ἐν τῷ νόμῳ, εἰ ἐδέξαντο τὸν Χριστὸν τὸν ὑπὸ τοῦ παιδαγωγοῦ, φημὶ δὲ τοῦ νόμου, αὐτοῖς προ‐ κηρυχθέντα τε καὶ προφητευθέντα, ἵνα δεξάμενοι αὐτοῦ τὴν θεότητα
15καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν μάθωσιν οὐ κατάλυσιν νόμου, ἀλλὰ τὴν τοῦ νόμου πλήρωσιν, ἐπειδὴ οἱ τύποι ἐν τῷ νόμῳ ἦσαν, ἡ δὲ ἀλήθεια ἐν τῷ εὐαγγελίῳ. ἐκεῖ γὰρ περιτομὴ σαρκική, ὑπηρε‐ τήσασα χρόνῳ ἕως τῆς μεγάλης περιτομῆς, τουτέστι τοῦ βαπτίσματος τοῦ περιτέμνοντος ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ σφραγίσαντος ἡμᾶς
20εἰς ὄνομα θεοῦ. καὶ ἦν ἐκεῖ σάββατον κατέχον ἡμᾶς εἰς τὸ μέγα σάββατον, τουτέστιν εἰς ἀνάπαυσιν Χριστοῦ, ἵνα ἐν Χριστῷ σαββα‐ τίσωμεν ἀπὸ ἁμαρτημάτων. καὶ ἦν ἐκεῖ πρόβατον ἄλογον θυόμενον, καθοδηγοῦν ἡμᾶς εἰς τὸ μέγα πρόβατον καὶ ἐπουράνιον ὑπὲρ ἡμῶν καὶ «ὑπὲρ ὅλου τοῦ κόσμου» τυθέν. καὶ ἦν ἐκεῖ ἀποδεκάτωσις ἀσφα‐
25λιζομένη, ἵνα μὴ λάθῃ ἡμᾶς τὸ ἰῶτα, ἡ δεκάς, τὸ πρῶτον στοιχεῖον
τοῦ Ἰησοῦ ὀνόματος.192 in vol. 1
Haer
.

1

.

193

7. Ἐπεὶ οὖν τῷ τύπῳ ἤχθησαν καὶ οὐκ ἔφθασαν εἰς τελείωσιν τὴν διὰ νόμου καὶ προφητῶν καὶ ἄλλων καὶ πάσης βίβλου κεκηρυγ‐ μένην, ἐξεβλήθησαν ἀπὸ τῆς γεωργίας καὶ εἰσῆλθεν τὰ ἔθνη, ἐκείνων μηκέτι δυναμένων σωθῆναι, εἰ μή τι ἀνακάμψωσιν εἰς τὴν χάριν
5τοῦ εὐαγγελίου. πάντα γὰρ αὐτοῖς τὰ δικαιώματα κατήργηται, ἑκάστης μαρτυρίας τοῦτο λεγούσης, ὡς ἔχει ἐν πάσῃ γραφῇ. συν‐ τόμως δὲ ἀπὸ μιᾶς μαρτυρίας τὸ ἀνυπέρθετον καὶ ἀπαράβατον τῆς κατ’ αὐτῶν ἀποφάσεως ἐροῦμεν, ὡς ἔστιν ἰδεῖν ἀκριβῶς τὴν κατ’ αὐτῶν ψῆφον, καθώς φησιν «ἥτις ψυχὴ οὐκ ἀκούσεται τοῦ προφήτου
10ἐκείνου, ἐξολοθρευθήσεται ἀπὸ τῆς φυλῆς αὐτῆς καὶ ἐξ Ἰσραὴλ καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ»· ὡς τοῦ κυρίου μέλλοντος τὰ διὰ τοῦ νόμου μυστικῶς παραδοθέντα τελείως καὶ σωτηριωδῶς ἐπασφαλί‐ ζεσθαι, τὸν δὲ μὴ ἀκούοντα αὐτοῦ καὶ μὴ ἀνεχόμενον μὴ ἔχειν σωτηρίαν, κἄν τε τὸν νόμον ποιήσῃ, τοῦ νόμου μὴ δυναμένου τελειοῦν
15τὸν ἄνθρωπον διὰ τὸ σωματικῶς τὰ ἐν αὐτῷ δικαιώματα γεγράφθαι καὶ ἐν Χριστῷ ἀληθινῶς πληροῦσθαι. Ἕως τούτου μοι λελέχθω περὶ τοῦ Ἰουδαϊσμοῦ. καὶ γὰρ ὀλίγων ἐμνημόνευσα εἰς τὸ μὴ τὸ πᾶν αὐτῶν παρασιωπῆσαι, ἀλλὰ ἐν μέρει ὑποδεῖξαι. πᾶσι γὰρ ὡς εἰπεῖν πρόδηλός ἐστιν ἡ κατ’ αὐτοὺς ὑπόθεσις
20καὶ ὁ πρὸς αὐτοὺς ἔλεγχος. ἐδείξαμεν δὲ καὶ τὴν ἀρχήν, πόθεν ἔσχον τὴν εἰσαγωγήν, ὅτι ἐξ ἀρχῆς ἐκ τῆς τοῦ Ἀβραὰμ τοῦ πατριάρχου θεοσεβείας 〈Ἀβράμιοι〉 καλοῦνται 〈οἱ〉 θεοσεβεῖς διὰ τὸ εἶναι αὐτοὺς ἐκ σπέρματος αὐτοῦ, ἀπὸ δὲ τοῦ ἐκγόνου αὐτοῦ, φημὶ δὲ Ἰακὼβ τοῦ καὶ Ἰσραήλ, Ἰσραηλῖται· ἐξ ἡμερῶν δὲ Δαυὶδ τοῦ βασιλεύσαντος ἐκ φυλῆς Ἰούδα
25ἐκαλοῦντο Ἰουδαῖοί τε καὶ Ἰσραηλῖται πᾶσαι αἱ δώδεκα φυλαὶ καὶ ἕως Σολομῶντος τοῦ υἱοῦ Δαυὶδ καὶ ἕως τοῦ Ῥοβοάμ, υἱοῦ Σολο‐ μῶντος, ἐκγόνου δὲ τοῦ Δαυίδ. καὶ κατὰ ἐπιτίμησιν θεοῦ καὶ ἀνα‐ ξιότητα τοῦ Ῥοβοὰμ ἐσχίσθησαν αἱ δεκαδύο φυλαὶ καὶ γεγόνασι δύο ἥμισυ μετὰ τοῦ Ἰούδα τουτέστι μετὰ Ῥοβοὰμ καὶ ἐννέα ἥμισυ μετὰ
30Ἱεροβοάμ. ἐκαλοῦντο δὲ αἱ ἐννέα ἥμισυ Ἰσραηλῖταί τε καὶ Ἰσραήλ,193 in vol. 1
Haer
.

1

.

194

βασιλευόμεναι ὑπὸ τοῦ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ἐν Σαμαρείᾳ· αἱ δὲ δύο ἥμισυ εἰς Ἱερουσαλὴμ Ἰουδαῖοι ἐκαλοῦντο, βασιλευόμεναι ὑπὸ Ῥοβοὰμ υἱοῦ Σολομῶντος. καὶ γεγόνασι πάλιν διαδοχαὶ βασιλέων· Ῥοβοὰμ γεννᾷ τὸν Ἀβιά, Ἀβιὰ γεννᾷ τὸν Ἀσά, Ἀσὰ γεννᾷ τὸν Ἰωσαφάτ,
5Ἰωσαφὰτ γεννᾷ τὸν Ἰωράμ, Ἰωρὰμ γεννᾷ τὸν Ὀχοζίαν, Ὀχοζίας γεννᾷ τὸν Ἰωάς, Ἰωὰς γεννᾷ τὸν Ἀμεσσίαν, Ἀμεσσίας γεννᾷ τὸν Ἀζαρίαν τὸν καλούμενον Ὀζίαν, Ἀζαρίας ὁ καὶ Ὀζίας γεννᾷ τὸν Ἰωάθαμ, Ἰωάθαμ γεννᾷ τὸν Ἄχαζ, Ἄχαζ γεννᾷ τὸν Ἐζεκίαν· ἐν χρόνοις δὲ Ἐζεκίου καὶ Ἄχαζ ᾐχμαλωτεύθησαν φυλαὶ ἐκ τοῦ Ἰσραὴλ εἰς τὰ ὅρια
10Μήδων. μετὰ τοῦτο Ἐζεκίας γεννᾷ τὸν Μανασσῆ, Μανασσῆς γεννᾷ τὸν Ἀμώς, Ἀμὼς γεννᾷ τὸν Ἰωσίαν, Ἰωσίας γεννᾷ τὸν Ἰεχονίαν, τὸν καὶ Σελοὺμ καλούμενον, ὃς καὶ Ἀμασίας ἐλέγετο. ὁ Ἰεχονίας οὗτος γεννᾷ τὸν Ἰεχονίαν τὸν καλούμενον Σεδεκίαν καὶ Ἰωακείμ. 8. Καὶ μηδεὶς περὶ τούτου ἀμφιβαλλέτω, θαυμαζέτω δὲ μᾶλλον
15τὴν ἀκριβολογίαν, ὠφελίμως ἐνταῦθα κειμένην τοῖς σπουδαίοις χρηστομαθίας ἕνεκα τὰ ἀκριβῆ τῶν γραφῶν καταλαμβάνειν ἐθέλουσιν, οἵτινες εὐθὺς μετὰ τῆς ὠφελείας εὐγνωμονεῖν ἀναγκασθήσονται, κερδήσαντες τὸ ὑπό τινων ἀμαθῶν ἐν τῷ εὐαγγελίῳ δι’ ἀμφιβολίαν ὡς κατὰ διόρθωσιν ἀφανισθὲν ῥητόν. τριχῶς γὰρ ἀριθμήσαντος
20τοῦ ἁγίου Ματθαίου τὰς γενεάς, ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυὶδ φήσαντος γενεὰς δεκατέσσαρας καὶ ἀπὸ τοῦ Δαυὶδ ἕως τῆς αἰχμαλω‐ σίας γενεὰς δεκατέσσαρας καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ γενεὰς δεκατέσσαρας, οἱ δύο ἀνώτεροι ἀριθμοὶ σαφεῖς εὑρίσκονται, μηδεμίαν ἔλλειψιν ἀριθμοῦ περιέχοντες· ἕως γὰρ τοῦ Ἰεχονίου περιέ‐
25χουσι τοὺς χρόνους· ὁ δὲ τρίτος ἀριθμὸς οὐκέτι δεκατεσσάρων γενεῶν εὑρίσκεται κατὰ διαδοχὴν ὀνομάτων ἔχων τὸ πλήρωμα, ἀλλὰ δεκατριῶν, ἐπειδή τινες εὑρόντες Ἰεχονίαν ἅμα Ἰεχονίᾳ ἑτέρῳ ἐπὶ τὸ
αὐτὸ ἐνόμισαν τὸν ἀριθμὸν δεδισσολογημένον. οὐκ ἦν δὲ δισσολογία,194 in vol. 1
Haer
.

1

.

195

ἀλλὰ ἀριθμὸς σαφής. εἰς ὄνομα γὰρ πατρὸς ὁ παῖς ἐπεκέκλητο Ἰεχονίας τοῦ Ἰεχονίου. ἀφελόμενοι οὖν τινες ὡς κατὰ φιλοκαλίαν τὸ ἓν ὄνομα, ἀγνοίᾳ φερόμενοι, ἐλλιπῆ ἐποιήσαντο τῆς ὑποθέσεως κατὰ τὴν ὁμάδα τοῦ ἀριθμοῦ τῶν δεκατεσσάρων ὀνομάτων τὴν
5ὑπόσχεσιν καὶ τὸ πολύπειρον τῆς σχέσεως ἠφάνισαν. Γίνεται γοῦν ἐντεῦθεν ἀπὸ τοῦ χρόνου Ἰεχονίου ἡ αἰχμαλωσία ἡ εἰς Βαβυλῶνα. ἐν τούτῳ τῷ χρόνῳ τῆς αἰχμαλωσίας προσῆλθον οἱ πρεσβύτεροι τῷ Ναβουχοδονόσορ ἐν Βαβυλῶνι, παρακαλοῦντες ἀποσταλῆναί τινας τῶν ἰδίων αὐτοῦ ἐγκαθέτους εἰς τὴν Ἰσραηλῖτιν
10γῆν, ὅπως μὴ ἡ χώρα ὑλομανήσασα ἐρημωθείη. καὶ ἐδέξατο τὴν παρ’ αὐτῶν παράκλησιν (οὐ γὰρ ἀνεβάλλετο) καὶ ἀποστέλλει μὲν τῶν ἰδίων τέσσαρα γένη, τούς τε Κουθαίους καλουμένους καὶ Κουδαίους, Σεπφαρουραίους καὶ Ἀναγωγαυαίους, οἵτινες ἅμα τοῖς αὐτῶν εἰδώλοις ἀναβάντες κατῴκουν τὸ τηνικαῦτα τὴν Σαμάρειαν, ταύτην ἐπιλεξά‐
15μενοι ἑαυτοῖς τὴν γῆν διὰ τὸ εἶναι πίονά τε καὶ γονιμωτάτην. χρόνῳ δὲ οὗτοι ὑπὸ τῶν θηρίων διασπαραττόμενοι, λεόντων τε καὶ παρδάλεων καὶ ἄρκων καὶ τῶν ἄλλων πονηρῶν θηρίων, ἀποστέλλου‐ σιν εἰς Βαβυλῶνα, παρακαλοῦντες καὶ ὑπερβολῇ θαυμάζοντες τὴν 〈τῶν〉 κατοικησάντων τὸ πρὶν ἐγκαθέτων διαγωγήν, πῶς ἠδύναντο
20ὑποστῆναι τὴν τῶν θηρῶν ἁρπαγήν τε καὶ βίαν. ὁ δὲ βασιλεὺς μεταστειλάμενος τοὺς πρεσβυτέρους ἤρετο τὴν αὐτοῖς γενομένην ἀγωγὴν 〈ἐπὶ〉 τῆς ἐν τῇ Ἰουδαίᾳ καθέξεως, πῶς τε διελάνθανον τὴν τῶν θηρῶν ἁρπαγήν, τοσαύτης θηριοβολίας καὶ λύμης κατὰ τὴν γῆν ἐκείνην ὑπαρχούσης. οἱ δὲ τὴν τοῦ θεοῦ νομοθεσίαν αὐτῷ
25ἐδείκνυον καὶ μετὰ συνέσεως αὐτῷ ἀπεκάλυπτον τῆς εὐλόγου γνώμης195 in vol. 1
Haer
.

1

.

196

τὰ καθεξῆς, φήσαντες μὴ δύνασθαι ἐκεῖσε ἔθνος καθέζεσθαι, εἰ μή τι ἂν τὸν νόμον τοῦ θεοῦ τοῦ οὐρανοῦ τὸν διὰ Μωυσέως δοθέντα ἐπιτελέσειεν· εἶναι γὰρ τὸν θεὸν ὑπερασπιστὴν τῆς γῆς, μὴ βούλεσθαι δὲ παραβάσεις ἐν αὐτῇ παρὰ ἐθνῶν ἀλλοφύλων γίνεσθαι εἰδωλολα‐
5τρείας καὶ τῶν ἄλλων. ὁ δὲ ἐπιμελόμενος καὶ πειθόμενος τῇ τῶν ἀναδιδαξάντων ἀληθεστάτῃ ἑρμηνείᾳ ἀντίγραφον τοῦ νόμου ᾔτησεν. οἱ δὲ ἀφθόνως δεδωκότες μετὰ καὶ τοῦ νόμου Ἔσδραν τινὰ ἱερέα ἀποστέλλουσιν παιδευτὴν τοῦ νόμου ἀπὸ Βαβυλωνίας πρὸς τὸ παι‐ δεῦσαι τοὺς ἐν τῇ Σαμαρείᾳ καθεσθέντας Ἀσσυρίους (τοὺς προδεδη‐
10λωμένους Κουθαίους καὶ 〈τοὺσ〉 ἄλλους) τὸν νόμον τὸν Μωυσέως. γίνεται δὲ τοῦτο ἐν τῷ τριακοστῷ ἔτει πλείω ἐλάσσω τῆς τοῦ Ἰσραὴλ καὶ Ἱερουσαλὴμ αἰχμαλωσίας. ἐπαίδευε τοίνυν Ἔσδρας καὶ οἱ μετ’ αὐτὸν τὸ γένος τὸ ἐν τῇ Σαμαρείᾳ καὶ ἐκλήθησαν Σαμαρεῖται οἱ τὸν νόμον διὰ τοῦ Ἔσδρα τοῦ ἀπὸ Βαβυλῶνος ἥκοντος ὑποδεξάμε‐
15νοι. διῆλθεν δὲ χρόνος ἐτῶν τεσσαράκοντα ἄλλων καὶ ἡ αἰχμαλωσία ἀνέθη καὶ ἀνῆλθεν Ἰσραὴλ ἀπὸ τῆς Βαβυλῶνος. 9. Ἔπεισι δὲ θαυμάζειν πῶς συμβέβηκε κατὰ τὰ τέσσαρα ἔθνη καὶ τέσσαρας αἱρέσεις ἐν αὐτῷ τῷ ἔθνει γενέσθαι, φημὶ δὲ πρῶτον Ἐσσηνῶν δεύτερον Γοροθηνῶν τρίτον Σεβουαίων τέταρτον Δοσι‐
20θέων. ἐντεῦθεν ἀρχή μοι γίνεται τῆς τοῦ ἐπαγγέλματος κατὰ αἱρέσεων πραγματείας καὶ τὸ αἴτιον ὅπως * διασαφήσω ἐν βραχεῖ [ἐρῶ]. τί δέ ἐστιν ἄλλο ἢ ὅτι 〈ὡσ〉 ἀπὸ τῆς τῶν γλωττῶν πολυφόρου ἀλλοιοφωνίας φυλαὶ γεγόνασι, κατὰ δὲ ἑκάστην φυλήν τε καὶ πατρι‐
αρχίαν ἔθνη διάφορα προέστη, πᾶν δὲ ἔθνος ἑαυτῷ προεστήσατο196 in vol. 1
Haer
.

1

.

197

βασιλέα εἰς κεφαλήν, συμβέβηκε δὲ ἀπὸ τούτου πολέμων εἶναι ἔνστασιν καὶ συμπληγάδας ἐθνῶν ἔθνεσι συρρηγνυμένων, ἑκάστου βιαζομένου τὸ ἴδιον θέλημα προτιμᾶσθαι, εἰς ἑαυτὸν δὲ τὰ τῶν πέλας ἀποφέρεσθαι διὰ τὴν ἐν τῷ βίῳ ἐν ἡμῖν πᾶσιν ἀκόρεστον πλεονεξίαν,
5—οὕτω καὶ ἐν τούτῳ τῷ καιρῷ τῷ προδεδηλωμένῳ μεταπεσούσης τῆς μιᾶς τοῦ Ἰσραὴλ θρῃσκείας καὶ τῆς κατὰ τὸν νόμον γραφῆς εἰς ἕτερα γένη *, (φημὶ δὲ εἰς Ἀσσυρίους ἐξ ὧν Σαμαρεῖται οἱ ἐγκάθετοι), συμ‐ βέβηκε καὶ τὴν γνώμην διχονοηθῆναι. καὶ λοιπὸν ὥρμησεν ἡ πλάνη καὶ ἡ διχόνοια ὑποσπείρειν ἀπὸ τῆς μιᾶς θεοσεβείας εἰς πολλὰς
10παραπεποιημένας γνώμας, καθὼς ἑκάστῳ ἔδοξε καὶ ᾠήθη τῷ γράμ‐ ματι ἐνασκεῖσθαι καὶ φράζειν ἕκαστος κατὰ τὸ ἴδιον θέλημα. Κατὰ Σαμαρειτῶν, ἀπὸ Ἑλληνισμοῦ αἱρέσεως ζ, τῆς δὲ ἀκολουθίας θ. 1. Σαμαρεῖται μὲν οὖν ἀρχὴ τῶν αἱρέσεων ἀπὸ γραφῆς θεϊκῆς ὁρμωμένων μετὰ τὰς προειρημένας ἄνευ γραφῆς θεϊκῆς Ἑλληνικὰς
15αἱρέσεις ἀπ’ ἰδίων λογισμῶν ἀνθρώποις † ἐμβροντηθείσας ἀπὸ δια‐ νοίας. πᾶν τοίνυν τὸ γένος Σαμαρειτῶν ἐκαλοῦντο. ἑρμηνεύονται δὲ Σαμαρεῖται φύλακες διὰ τὸ ἐν τάξει φυλάκων τετάχθαι ἐν τῇ γῇ ἢ ἀπὸ τοῦ φύλακας αὐτοὺς εἶναι τῆς κατὰ τὸν νόμον Μωυσέως διατάξεως. ἐκαλεῖτο δὲ καὶ τὸ ὄρος ἔνθα ἐκαθέσθησαν Σομόρων,
20ἅμα δὲ καὶ Σωμήρ, ἀπὸ ἀρχαίου τινὸς Σομόρων υἱοῦ Σωμήρ, οὕτω
τοῦ ἀνδρὸς καλουμένου. ἦν δὲ οὗτος ὁ Σομόρων υἱὸς ἑνὸς ἀνδρὸς197 in vol. 1
Haer
.

1

.

198

τῶν ἀπὸ γένους τῶν Φερεζαίων καὶ Γεργεσαίων, οἳ κατῴκουν τὸ τηνικαῦτα τὴν γῆν, ἐκ διαδοχῆς ὄντες παῖδες τοῦ Χαναὰν τοῦ τὴν γῆν ταύτην ἁρπάξαντος τὴν νῦν Ἰουδαίαν ἢ Σαμάρειαν καλουμένην, οὖσαν τῶν υἱῶν Σήμ, μὴ οὖσαν δὲ αὐτῶν ἰδίαν διὰ τὸ αὐτὸν τὸν
5Χαναὰν εἶναι υἱὸν τοῦ Χὰμ πατραδέλφου τοῦ Σήμ. καὶ συμβέβηκε τὸ ὄνομα ἐκ διαφόρων προφάσεων καλεῖσθαι Σαμαρείτας ἔκ τε τοῦ Σωμὴρ ἔκ τε τοῦ Σομόρων ἔκ τε τοῦ φυλάττειν τὴν γῆν ἔκ τε τοῦ φυλάττειν τὰ παιδεύματα τοῦ νόμου. 2. Διαφέρονται δὲ οὗτοι Ἰουδαίοις κατὰ τοῦτο πρῶτον, ὅτι
10οὐκ ἐδόθη αὐτοῖς προφητῶν τῶν μετὰ Μωυσέα γραφὴ ἢ μόνον ἡ πεντάτευχος ἡ διὰ Μωυσέως τῷ σπέρματι Ἰσραὴλ ἐν τῇ ἐξόδω τῆς ἀπ’ Αἰγύπτου πορείας δοθεῖσα, φημὶ δὲ Γένεσις Ἔξοδος Λευιτικὸν Ἀριθμοὶ Δευτερονόμιον· ἐν δὲ τῇ Ἑβραΐδι διαλέκτῳ οὕτως καλοῦνται, Βρεσὶθ Ἐλλεσιμὼθ Οὐϊκρὰ Οὐιδαβὴρ Ἐλλεαδδεβαρίν. καὶ ἔσπαρ‐
15ται μὲν ἐν ταύταις ταῖς πέντε βίβλοις ἀναστάσεως νεκρῶν τὸ σημεῖον, οὐ μέντοι γε τηλαυγῶς κεκήρυκται, καὶ ἔσπαρται ἐν αὐταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ περὶ τοῦ ἁγίου πνεύματος καὶ κατὰ εἰδώ‐ λων· τὸ δὲ τηλαυγέστερον ἐν αὐταῖς 〈τὸ〉 περὶ μοναρχίας ἔχει τὴν εἰσα‐ γωγήν, ἐν δὲ τῇ μοναρχίᾳ πνευματικῶς ἡ τριὰς καταγγελλομένη ἐστίν.
20οἱ δὲ δεξάμενοι τὸν νόμον εἰς τὸ μετατεθῆναι τῆς εἰδωλολατρείας καὶ τὸν ἕνα θεὸν ἐπιγνῶναι ἐσπουδάσθησαν, οἷς οὐ γέγονεν ἐπιμέλειά τις τὸ ἀκριβέστερον ἐπιγνῶναι. σφαλέντες δὲ οἱ τοιοῦτοι καὶ μὴ τηλαυγῶς τὸ πᾶν μέρος τῆς πίστεως καὶ τῆς ἡμετέρας ζωῆς τὸ
ἀκρίβασμα κατειληφότες ἠγνόησαν μὲν νεκρῶν ἀνάστασιν καὶ ἀπι‐198 in vol. 1
Haer
.

1

.

199

στοῦσι, πνεῦμα δὲ ἅγιον οὐ παραδέχονται· καὶ γὰρ ἠγνόησαν. καὶ αὕτη ἡ αἵρεσις ἀθετοῦσα μὲν νεκρῶν ἀνάστασιν, ἀπωθουμένη δὲ εἰδωλολατρείαν, ἐν ἑαυτῇ δὲ εἰδωλολατροῦσα κατ’ ἄγνοιαν διὰ τὸ ἀποκεκρύφθαι τὰ εἴδωλα τῶν τεσσάρων ἐθνῶν ἐν τῷ ὄρει τῷ παρ’
5αὐτοῖς Γαριζὶν σεσυκοφαντημένως καλουμένῳ. τῷ γὰρ βουλομένῳ ἀκριβῶς περὶ τοῦ ὄρους Γαριζὶν ἐρευνᾶσθαι ἰστέον ὅτι πρὸς τῇ Ἱεριχῷ κεῖνται τὰ δύο ὄρη, τό τε τοῦ Γαριζὶν καὶ τὸ τοῦ Γεβάλ, πέραν τοῦ Ἰορδάνου πρὸς τῇ ἀνατολῇ τῆς Ἱεριχώ, ὡς ἔχει τὸ Δευ‐ τερονόμιον καὶ Ἰησοῦ τοῦ Ναυῆ ἡ βίβλος. εἰδωλολατροῦσιν οὖν
10ἀγνοοῦντες ἐκ τοῦ πανταχόθεν προσέχειν πρὸς τὸ ὄρος ἐν τῷ αὐτοὺς εὔχεσθαι * δῆθεν ὅτι ἡγίασται. ἀδύνατον γὰρ τὴν γραφὴν ψεύσασθαι φάσκουσαν «ἔμειναν ποιοῦντες τὸν νόμον καὶ προσκυνοῦντες τὰ αὐτῶν εἴδωλα ἕως τῆς σήμερον ἡμέρας», ὡς ἐμφέρεται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν.
15 3. Ἐλέγχονται δὲ οὗτοι πανταχόθεν περὶ νεκρῶν ἀναστάσεως· πρῶτον ἀπὸ τοῦ Ἄβελ, ὅτι μετὰ τὸ ἀποθανεῖν τὸ αἷμα προσδιαλέ‐ γεται τῷ δεσπότῃ. αἷμα δὲ οὐ ψυχὴ τυγχάνει, ἀλλ’ ἐν αἵματι ἡ ψυχή, καὶ οὐκ εἶπεν «ἡ ψυχὴ βοᾷ πρός με», ἀλλὰ «τὸ αἷμα βοᾷ πρός με» δεικνὺς ὅτι ἔστιν ἐλπὶς ἀναστάσεως τῶν σωμάτων· ἀλλὰ καὶ
20Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο· ἀλλὰ καὶ Σάρρα μετὰ τὸ νεκρωθῆναι αὐτῆς τὴν μήτραν καὶ τὴν πηγὴν τὴν κατ’ ἐθισμὸν ξηρανθῆναι αὖθις ἀναζωογονουμένη εἰς καταβολὴν σπέρματος καὶ ἡ πρεσβῦτις κυΐσκουσα τέκνον κατ’ ἐπαγγελίαν διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως· οὐ μὴν δὲ ἀλλὰ καὶ Ἰακὼβ ἐπιμελόμενος
25τῶν ἰδίων ὀστέων ὡς οὐ περὶ ἀπολλυμένων ἐνετέλλετο· οὐ μόνον199 in vol. 1
Haer
.

1

.

200

δὲ ἀλλὰ καὶ Ἰωσὴφ τῇ αὐτῇ ἀκολουθίᾳ ἐντελλόμενος τῆς ἀναστάσεως ὑπέφαινε τὸ εἶδος. οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ ῥάβδος τοῦ Ἀαρὼν ἡ βλαστήσασα ξηρὰ οὖσα αὖθις καρπὸν ἤνεγκεν εἰς ἐλπίδα ζωῆς, τὰ νεκρὰ ἡμῶν σώματα ἀναστήσεσθαι σημαίνουσα καὶ εἰς ἀνάστασιν
5φέρουσα· καὶ τοῦ Μωυσέως ἡ ῥάβδος ὁμοίως ἡ ξυλίνη κατὰ θεοῦ βούλημα ἐμψυχουμένη καὶ ὄφις γινομένη ἀνάστασιν ἐδήλου. ἀλλὰ καὶ Μωυσῆς εὐλογῶν τοὺς περὶ Ῥουβὴν λέγει «ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω», τὸν ἀπὸ πάλαι τελευτήσαντα *, ἵνα δείξῃ ζωὴν εἶναι μετὰ θάνατον, κρίσιν δὲ δευτέρου θανάτου εἰς καταδίκην. διὸ δύο
10εὐλογίας αὐτῷ ἐπιτίθησι, τὸ «ζήτω» λέγων ἐν τῇ ἀναστάσει καὶ «μὴ ἀποθανέτω» ἐν τῇ κρίσει, οὐ θάνατον τὸν διὰ σώματος ἀπαλλαγῆς λέγων, ἀλλὰ τὸν διὰ καταδίκης. ἀρκέσει γοῦν τὰ ὀλίγα πρὸς ἀντί‐ θεσιν τούτων. ἔχουσι δὲ καὶ ἄλλα τινὰ ἀνοίας ἔμπλεα, οὔρῳ κλυζό‐ μενοι, ἐπὰν ἀπὸ ξένης ἔλθωσι 〈ὡσ〉 μεμιασμένοι δῆθεν· ὕδατι σὺν
15ἱματίοις βαπτιζόμενοι, ἐπὰν ἅψωνται ἑτέρου τῶν ἀλλοεθνῶν. μιασμὸν γὰρ ἡγοῦνται τό τινος ἅψασθαι ἤτοι θιγεῖν ἄλλου τινὸς ἀνθρώπου ἀπὸ ἄλλου δόγματος. πολλὴ δὲ ἡ τούτων φρενοβλάβεια. 4. Πῶς δὲ εὐθυέλεγκτος ἡ αὐτῶν ἄνοια γίνεται, ἐπίστησον τὸν νοῦν, ὦ θαυμασιώτατε, καὶ εἴσῃ. νεκρὸν μὲν γὰρ εὐθέως βδελύτ‐
20τονται, αὐτοὶ νεκροὶ ὄντες τοῖς ἔργοις. μαρτυροῦσι γὰρ οὐ μία μαρ‐ τυρία, ἀλλὰ πολλαὶ τῷ μὴ εἶναι τὸν νεκρὸν ἐβδελυγμένον, ἀλλ’ ὅτι αἰνιγματωδῶς ὁ νόμος ἔλεγεν. οὐκέτι γὰρ δύο ἢ τρεῖς μαρτυρίαι εἰς τοῦτο ἡμῖν ἐπιμαρτυροῦσιν, ἀλλὰ μυριάδες ἑξήκοντα δύο αἱ ἠριθμη‐ μέναι ἐν τῇ ἐρήμῳ * καὶ ἄλλαι τοσαῦται καὶ ἐπέκεινα καὶ ἔτι πολὺ
25πλείους αἱ τῇ σορῷ τοῦ Ἰωσὴφ ἐπακολουθοῦσαι τῇ διὰ τεσσαράκοντα200 in vol. 1
Haer
.

1

.

201

ἐτῶν βασταζομένῃ ἐν ὅλῃ τῇ παρεμβολῇ καὶ μὴ βδελυττομένῃ μήτε μολυνούσῃ. ἔλεγε δὲ τὰ ἀληθῆ ὁ νόμος, ὅτι «ἐάν τις ἅψηται τοῦ νεκροῦ, μένει βέβηλος ἕως ἑσπέρας καὶ λούσεται ὕδατι καὶ καθαρι‐ σθήσεται». ἦν δὲ τοῦτο αἰνιττόμενος εἰς τὴν τοῦ κυρίου ἡμῶν
5Ἰησοῦ Χριστοῦ νέκρωσιν κατὰ τὸ ἔνσαρκον αὐτοῦ πάθος. ἀπὸ γὰρ τοῦ «τοῦ» ἄρθρου τοὔνομα τῆς διακρίσεως ἔστιν σημᾶναι. ὅπου γὰρ τὸ ἄρθρον κεῖται, ἐπὶ ἑνί τινι ὡρισμένῳ καὶ διαφανεστάτῳ ἐστὶν ἡ βεβαίωσις διὰ τὸ ἄρθρον· ἄνευ δὲ τοῦ ἄρθρου ἐπὶ ἑνός του τυχόντος ἀορίστως ἐστὶ ληπτέον· ὡς οἷον εἰπεῖν ἐὰν εἴπωμεν βασιλεύς,
10ὄνομα μὲν ἐσημάναμεν, ἀλλ’ οὐ τηλαυγῶς τὸν ὁριζόμενον ἐδείξαμεν· βασιλέα γὰρ λέγομεν καὶ Περσῶν καὶ Μήδων καὶ Ἐλαμιτῶν. ἐὰν δὲ μετὰ προσθήκης τοῦ ἄρθρου εἴπωμεν ὁ βασιλεύς, ἀναμφίβολόν ἐστι τὸ σημαινόμενον· ὁ γὰρ βασιλεὺς ὁ ζητούμενος ἢ ὁ λεγόμενος ἢ ὁ γινωσκόμενος ἢ ὁ τοῦ τινος βασιλεύων διὰ τοῦ ἄρθρου ὑποδείκνυ‐
15ται. καὶ ἐὰν εἴπωμεν θεὸς ἄνευ τοῦ ἄρθρου, τὸν τυχόντα εἴπαμεν θεὸν τῶν ἐθνῶν ἢ θεὸν τὸν ὄντα. ἐὰν δὲ εἴπωμεν ὁ θεός, δῆλον ὡς ἀπὸ τοῦ «ὁ» ἄρθρου τὸν ὄντα σημαίνομεν, ἀληθῆ τε καὶ γινωσκό‐ μενον, ὡς καὶ ἄνθρωπος καὶ ὁ ἄνθρωπος. καὶ εἰ μὲν ἔλεγεν ὁ νόμος «ἐὰν ἅψησθε νεκροῦ», κατὰ πάντων ἐξεφέρετο ἡ ψῆφος καὶ
20ἁπλῶς 〈ἐπὶ〉 παντὸς νεκροῦ ἦν ἐπικειμένη ἡ τοῦ ζητήματος λέξις· ὁπότε δὲ λέγει «ἐὰν ἅψηταί τις τοῦ νεκροῦ», ἐπὶ ἕνα τινὰ φέρει τὴν ἀγωγήν, φημὶ δὲ ἐπὶ τὸν κύριον, ὡς ἄνω μοι προδεδήλωται. ἔλεγε δὲ τοῦτο αἰνιγματωδῶς ἄρα ὁ νόμος διὰ τοὺς μέλλοντας χεῖρας ἐπι‐ βάλλειν ἐπὶ τὸν Χριστὸν καὶ σταυρῷ παραδιδόναι, ὅτι χρείαν εἶχον
25οὗτοι καθαρισμοῦ, ἕως δύνῃ αὐτοῖς ἡ ἡμέρα καὶ ἀνατείλῃ αὐτοῖς ἄλλο φῶς διὰ τοῦ βαπτίσματος τοῦ ὕδατος, τοῦ «λουτροῦ τῆς παλιγ‐ γενεσίας»· ὡς καὶ ἐπιμαρτυρεῖ μοι ἐνταῦθα Πέτρος λέγων τοῖς
Ἰσραηλίταις τοῖς ἐν Ἱεροσολύμοις τοῖς λέγουσιν αὐτῷ «τί ποιήσωμεν,201 in vol. 1
Haer
.

1

.

202

ἄνδρες ἀδελφοί;», διὰ τὸ εἰρηκέναι αὐτὸν αὐτοῖς ὅτι «τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε»· καὶ κατανυγεῖσι τὴν καρδίαν εἶπε «μετανοήσατε, ἄνδρες ἀδελφοί, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνό‐ ματι Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ ἀφεθήσονται ὑμῖν αἱ
5ἁμαρτίαι καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος». οὐ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος· εἰ δὲ καὶ περὶ νεκροῦ, ἀλλὰ περὶ ὁρι‐ ζομένου λέγει ὁ νόμος. 〈περὶ γὰρ οὐχ ὁριζομένου〉 ἄλλως ἐκδίδοται· λέγει γὰρ ὅτι «ἐὰν παρέλθῃ νεκρός, κλείσατε τὰς θύρας καὶ τὰς θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος», ὡσεὶ ἔλεγεν περὶ ἀκοῆς
10ἁμαρτίας ὅτι ἐὰν ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας ἢ εἶδος παραπτώ‐ ματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ ἐπιθυμίας καὶ στόμα ἀπὸ κακολογίας καὶ οὖς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ νεκρωθῇ ὅλος ὁ οἶκος τουτέστιν ψυχὴ καὶ σῶμα. διὸ καὶ ὁ προφήτης λέγει «ἀνέβη θάνατος διὰ τῶν θυρίδων», καὶ οὐ πάντως περὶ τῶν θυρίδων
15τούτων λέγει· ἢ γὰρ κλείσαντες τὰς θυρίδας οὐδέποτε ἀποθανεῖν εἴχομεν. θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ τοῦ σώματος αἰσθητήρια, βλέμμα ἀκοὴ καὶ τὰ ἄλλα δι’ ὧν θάνατος εἰς ἡμᾶς εἰσπορεύεται, εἰ δι’ αὐτῶν ἁμαρτήσαιμεν. ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ καὶ οὐκ ἐβδελύξατο, καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον
20κατεφίλησε. καὶ οὐ γέγραπται ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ. ἐνετα‐ φίασαν οἱ ἄγγελοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωυσέως τοῦ ἁγίου καὶ οὐκ ἐλούσαντο, ἀλλ’ οὔτε ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος. 5. καὶ δέδια πάλιν μὴ εἰς μῆκος ἐλάσω τὴν τοῦ ζητήματος ἐπίλυσιν. ἀφ’ ἑνὸς δὲ ἢ δευτέρου λόγου δοθήσεται
25τῷ σοφῷ τὸ σοφισθῆναι ἐν κυρίῳ κατὰ τῶν δι’ ἐναντίας. εἰ δὲ καὶ
περὶ τοῦ πνεύματος ἔσται μοι ἐν ἐπιτομῇ τὸ λέγειν, οὐκ ὀκνήσαιμι ἄν.202 in vol. 1
Haer
.

1

.

203

διαρρήδην τοίνυν εὐθὺς ὁ κύριος λέγει τῷ Μωυσῇ «ἀνάγαγέ μοι εἰς τὸ ὄρος ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σοὶ πνεύ‐ ματος καὶ ἐκχεῶ ἐπ’ αὐτοὺς καὶ ἀντιλήψονταί σου». περὶ δὲ τοῦ υἱοῦ ὅπως γνῶμεν, 〈ὁ〉 πατὴρ λέγει «ποιήσωμεν ἄνθρωπον κατ’
5εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· τὸ δὲ «ποιήσωμεν» οὐχ ἑνός ἐστι σημαντικόν, καί «ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ καὶ θεῖον παρὰ κυρίου ἀπ’ οὐρανοῦ». περὶ δὲ προφητῶν *, ἐπειδὴ ἔφθη αὐτοῖς δοθῆναι 〈μόνη〉 ἡ πεντάτευχος καὶ οὐκέτι ἄλλαι γραφαί, ἐστοί‐ χησάν 〈τε〉 μόνῃ τῇ πεντατεύχῳ καὶ οὐχὶ τῇ ἀκολουθίᾳ. κἄν τε δὴ
10αὐτοῖς εἴπῃ τις νυνὶ περὶ τῶν ἄλλων, φημὶ δὲ περὶ Δαυὶδ καὶ Ἠσαΐα καὶ τῶν καθεξῆς, οὐ παραδέχονται, κατεχόμενοι παραδόσει τῇ προ‐ αχθείσῃ παρ’ αὐτοῖς ἀπὸ τῶν ἰδίων πατέρων. καὶ ἕως ὧδε ἔστω μοι ἡ περὶ Σαμαρειτῶν ὑφήγησις, ἐν βραχεῖ μὲν τῷ λόγῳ εἰρημένη, δι’ ὃν προορῶμεν φόβον μὴ ἐκτεῖναι εἰς πλάτος τὴν ὑπόσχεσιν τῆς
15συντάξεως. Κατὰ Ἐσσηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως α, τῆς δὲ ἀκολουθίας ι. Εἰς τέσσαρας μὲν οὗτοι αἱρέσεις ἐτμήθησαν, τὰ ἴσα φρονοῦντες ἀλλήλοις 〈περὶ〉 περιτομῆς καὶ σαββάτου καὶ τῶν 〈ἄλλων τῶν〉 ἐν τῷ νόμῳ, ἐν βραχεῖ δὲ καὶ ἐν τινὶ ποσῶς ἕκαστος τῶν τριῶν πρὸς τοὺς πέλας
20διαφέρεται, πλὴν τῶν Δοσιθέων μόνον. ἐνέμειναν γὰρ οἱ Ἐσσηνοὶ τῇ πρώτῃ ἀγωγῇ μηδὲν ὑπερβαλλόμενοι· μετὰ τούτους Γοροθηνοὶ
διεφώνησαν πρὸς ἀλλήλους διὰ σμικρόν τι, ἐπειδήπερ ἀντιλογία τις203 in vol. 1
Haer
.

1

.

204

ἀνὰ μέσον αὐτῶν γεγένηται, φημὶ δὲ μέσον Σεβουαίων καὶ Ἐσσηνῶν καὶ Γοροθηνῶν. ἡ δὲ ἀντιλογία τοῦτον ἔχει τὸν τρόπον· ὁ νόμος ἐκέλευεν ἐκ πανταχόθεν τοὺς Ἰουδαίους συναθροίζεσθαι εἰς τὰ Ἱερο‐ σόλυμα, πολλάκις μὲν οὖν 〈καὶ〉 κατὰ τρεῖς καιροὺς τοῦ ἔτους, κατά
5τε τὸν τῶν Ἀζύμων καὶ κατὰ Πεντηκοστὴν καὶ κατὰ Σκηνοπηγίαν. ᾤκουν δὲ Ἰουδαῖοι διεσπαρμένοι καὶ ἐν τοῖς τέρμασι τῆς Ἰουδαίας καὶ Σαμαρείας. συνέβαινε δὲ αὐτοῖς διὰ τῶν Σαμαρειτῶν τὴν ὁδοιπορίαν ποιεῖσθαι διερχομένοις εἰς τὴν Ἱερουσαλήμ. ἐπεὶ οὖν συνετύγχανον ἐν ἑνὶ καιρῷ τὸ ἄθροισμα ἔχοντες τοῦ ἑορτάζειν, ἐν‐
10τεῦθεν συμπληγάδες ἐγίνοντο· ἀλλὰ καὶ ὅτε ᾠκοδόμει Ἔσδρας τὴν Ἱερουσαλὴμ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἀξιωσάντων τῶν Σαμαρειτῶν συνεπιδοῦναι βοήθειαν Ἰουδαίοις καὶ συνοικοδομῆσαι καὶ ἀποτραπέντων παρ’ αὐτοῦ τοῦ Ἔσδρα καὶ τοῦ Νεεμία· Κατὰ Σεβουαίων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως β, τῆς δὲ ἀκολουθίας ια.
15 τότε οἱ Σεβουαῖοι διὰ μῆνιν καὶ ὀργὴν μετέθηκαν τοὺς καιροὺς τῶν ἑορτῶν τῶν προειρημένων, τὸ πρῶτον μὲν κατὰ ὀργὴν τοῦ Ἔσδρα, δεύτερον δὲ διὰ τὴν προειρημένην πρόφασιν τὴν εἰς μάχην προκαλουμένην αὐτοὺς διὰ τῶν παριόντων. τάττουσι δὲ οὗτοι τὸν νέον μῆνα τῶν Ἀζύμων μετὰ τὸ νέον ἔτος, ὅπερ γίνεται ἐν τῷ
20μετοπώρῳ, τουτέστι μετὰ τὸν Θεσρὶ μῆνα, ὃς Αὔγουστος παρὰ Ῥωμαίοις καλεῖται Μεσορὶ δὲ παρ’ Αἰγυπτίοις Γορπιαῖος δὲ παρὰ Μακεδόσι παρ’ Ἕλλησι δὲ Ἀπελλαῖος. ἀπεντεῦθεν οὗτοι ἀρχὴν τοῦ
ἔτους ποιοῦνται καὶ εὐθὺς τὰ Ἄζυμα ἐπιτελοῦσιν, ἐν δὲ τῷ μετο‐204 in vol. 1
Haer
.

1

.

205

πώρῳ τὴν Πεντηκοστὴν ποιοῦσι, τὴν δὲ Σκηνοπηγίαν αὐτῶν ἐπι‐ τελοῦσιν ὅτε παρὰ τοῖς Ἰουδαίοις τὰ Ἄζυμα καὶ τὸ Πάσχα. οὐ μὴν ἐπείσθησαν τοῖς Σεβουαίοις. Κατὰ Γοροθηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως γ, τῆς δὲ ἀκολουθίας ιβ.
5 Γοροθηνοί τε καὶ οἱ ἄλλοι. Ἐσσηνοὶ δὲ ἐγγὺς τῶν ἄλλων γινό‐ μενοι τὰ ἴσα ἐκείνοις πράττουσι· μόνοι δὲ Γοροθηνοὶ καὶ Δοσίθεοι τὴν φιλονεικίαν εἰσὶ πρὸς Σεβουαίους κεκτημένοι. καὶ ποιοῦσιν αὐτοὶ τὰς ἑορτάς, φημὶ δὲ Γοροθηνοὶ καὶ Δοσίθεοι, ὅταν οἱ Ἰουδαῖοι ἐπιτελῶσι, τῶν τε Ἀζύμων καὶ Πάσχων, Πεντηκοστῆς τε καὶ Σκη‐
10νοπηγιῶν καὶ νηστείας τῆς παρ’ αὐτοῖς νομιτευομένης ἡμέραν μίαν. οἱ δὲ ἄλλοι οὐχ οὕτως ποιοῦσιν, ἀλλὰ ἰδιαζόντως ἐν μησὶν οἷς προ‐ είπαμεν. Κατὰ Δοσιθέων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως δ, τῆς δὲ ἀκολουθίας ιγ. Δοσίθεοι δὲ τούτοις διαφέρονται κατὰ πολλοὺς τρόπους. ἀνά‐
15στασιν γὰρ ὁμολογοῦσι καὶ πολιτεῖαι παρ’ αὐτοῖς εἰσιν· ἐμψύχων205 in vol. 1
Haer
.

1

.

206

ἀπέχονται, ἀλλὰ καί τινες αὐτῶν ἐγκρατεύονται ἀπὸ γάμου μετὰ τὸ † βιῶσαι, ἄλλοι δὲ καὶ παρθενεύουσιν· ὡσαύτως τε περιτομὴν καὶ σάββατον καὶ τὸ μὴ θιγγάνειν τινὸς διὰ τὸ βδελύττεσθαι πάντα ἄνθρωπον ὁμοίως ἔχουσι. νηστείας δὲ τοὺς αὐτοὺς φυλάττειν καὶ
5ἐξασκεῖσθαι εἰσάγει ὁ λόγος. ἡ δὲ πρόφασις τοῦ τὸν Δοσίθεον φρονῆσαι ταῦτα αὕτη· οὗτος συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, ἐν παιδεύσει δὲ 〈τῇ〉 κατὰ τὸν νόμον προήκων δευτερώσεσί τε ταῖς παρ’ αὐτοῖς, θηρώμενος δὲ τὰ πρωτεῖα καὶ ἀποτυχὼν καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέ‐
10κλινεν εἰς τὸ Σαμαρειτικὸν γένος καὶ ταύτην τὴν αἵρεσιν προεστή‐ σατο. ἐν σπηλαίῳ δέ που ἀναχωρῶν δι’ ὑπερβολὴν ἐθελοσοφίας, ματαίως καὶ ὑποκριτικῶς ἐν νηστείᾳ καρτερῶν ὡς λόγος ἔχει οὕτως ἀπέθανεν ἐν ἐνδείᾳ ἄρτου καὶ ὕδατος, ἑκουσίᾳ δῆθεν τῇ γνώμῃ. μετὰ ἡμέρας δὲ τινὰς ἐλθόντας ἐπὶ τὴν τούτου ἐπίσκεψιν εὑρηκέναι τὸ
15σῶμα ὀδωδὸς ἐξέρψαν τε σκώληκας καὶ νέφος μυιῶν ἐπ’ αὐτὸ ἐσμηνευκέναι. οὗτος τοίνυν οὕτως ματαίως τὸν ἑαυτοῦ βίον κατα‐ στρέψας αἴτιος γέγονεν αὐτοῖς τῆς αἱρέσεως, ἐξ οὗπερ οἱ αὐτὸν μιμούμενοι Δοσίθεοι εἴτουν Δοσιθηνοὶ καλοῦνται. Καὶ αὗται μὲν αἱ ἐλθοῦσαι εἰς ἡμῶν τὴν γνῶσιν [περὶ] τῶν
20προειρημένων τεσσάρων αἱρέσεων διαφοραί, αἵτινες ἀνατραπήσονται206 in vol. 1
Haer
.

1

.

207

διὰ τῶν κατ’ αὐτῶν εἰρημένων. ἐπάνειμι δὲ αὖθις τὰς κατὰ δια‐ δοχὴν τῶν χρόνων παρενδύσεις καὶ τῆς πλάνης τὰ βοσκήματα συνεί‐ ρων καὶ ποιούμενος τὴν πρὸς αὐτοὺς ἀντιλογίαν, ἐν τῷ τὰ σχέτλια αὐτῶν ἀποκαλύπτειν ἐπιτηδεύματα καὶ διὰ συντόμου λόγου ποι‐
5εῖσθαι τὸν ἔλεγχον τῆς τῶν κακῶν καὶ ὀλετηρίων ἑρπετῶν ἰοβολίας. Πεπλήρωνται αἱ τῶν Σαμαρειτῶν αἱρέσεις δ. Ἰουδαϊσμὸς λοιπόν. ὁ δὲ Ἰουδαϊσμὸς ἐμερίσθη εἰς αἱρέσεις ἑπτά· Κατὰ Σαδδουκαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως α, τῆς δὲ ἀκολουθίας ιδ. 1. Αἱρέσεις πάλιν μετὰ ταύτας τὰς προειρημένας τῶν Σαμαρει‐
10τῶν καὶ 〈τὰσ〉 ἄνω που τῶν Ἑλλήνων προδηλωθείσας γεγόνασιν ἑπτὰ τὸν ἀριθμὸν παρὰ Ἰουδαίοις πρὸς τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας ἐν τῇ Ἰουδαίᾳ τε καὶ Ἱεροσολύμοις. 2. Πρῶτοι Σαδδουκαῖοι, ἀπόσπασμα ὄντες ἀπὸ Δοσιθέου τοῦ προλελεγμένου. ἐπονομάζουσι δὲ οὗτοι ἑαυτοὺς Σαδδουκαίους, δῆθεν
15ἀπὸ δικαιοσύνης τῆς ἐπικλήσεως ὁρμωμένης· Σεδὲκ γὰρ ἑρμηνεύεται δικαιοσύνη. ἦν δὲ καὶ Σαδδούκ τις τοὔνομα κατὰ τὸ παλαιὸν τῶν
ἱερέων. ἀλλ’ οὐκ ἐνέμειναν οὗτοι ἐν τῇ τοῦ ἐπιστάτου αὐτῶν207 in vol. 1
Haer
.

1

.

208

διδασκαλίᾳ. ἠθέτησαν μὲν γὰρ οὗτοι νεκρῶν τὴν ἀνάστασιν, ὅμοια Σαμαρείταις φρονοῦντες· οὐ παραδέχονται δὲ ἀγγέλους, ὅπερ Σαμα‐ ρεῖται οὐκ ἀθετοῦσι· πνεῦμα δὲ ἅγιον οὐκ ἴσασιν, οὐ γάρ εἰσι τούτου ἠξιωμένοι· τὰ πάντα δὲ ἴσα Σαμαρείταις φυλάττουσιν. οὐκ ἦσαν δὲ
5οὗτοι Σαμαρεῖται, ἀλλὰ Ἰουδαῖοι. ἐν Ἱεροσολύμοις γὰρ ἐθυσίαζον τά τε ἄλλα πάντα Ἰουδαίοις συνέπραττον. 3. καὶ αὐτοὶ δὲ ἀνατραπήσονται ἀπὸ τῆς ἀξιοπίστου τοῦ κυρίου φωνῆς, ἣν αὐτοὶ καθ’ ἑαυτῶν ἐπεσπάσαντο διὰ τῆς τοῦ ζητήματος ἐπιλύσεως, ὅτε προσῆλθον αὐτῷ λέγοντες, εἰ δύναται εἶναι νεκρῶν
10ἀνάστασις· καὶ ὅτι ἑπτὰ ἀδελφοὶ ἐγένοντο, καὶ ὁ πρῶτος γυναῖκα ἔγημεν καὶ ἄπαις ἐτελεύτα, καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, Μωυσέως παρακελευομένου ἐπιγαμβρεῦσαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἄπαιδος τελευτήσαντος καὶ ἄγεσθαι αὐτὴν τῷ ἀδελφῷ αὐτοῦ πρὸς τὸ ἐξανα‐ στῆσαι σπέρμα εἰς ὄνομα τοῦ κατοιχομένου. ἔλαβε γοῦν, φησί, ταύτην
15ὁ πρῶτος καὶ ὁ δεύτερος καὶ ἐτελεύτησαν, ὁμοίως καὶ οἱ ἑπτά. ἐν δὲ τῇ ἀναστάσει τῶν νεκρῶν τίνος ἔσται αὕτη γυνή, ἐπειδὴ καὶ οἱ ἑπτὰ αὐτὴν ἐγνώκασιν; ὁ δὲ κύριος ἔφη «πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλὰ ἰσάγγελοί εἰσιν. ὅτι
20δὲ ἀναστήσονται οἱ νεκροὶ Μωυσῆς ὑμᾶς διδάξει, ὡς ὁ θεὸς αὐτῷ ἐχρημάτισε λέγων, ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». καί «ἐφίμω‐ σεν αὐτῶν τὸ στόμα». εὐάλωτοι γὰρ οὗτοι καὶ μὴ δυνάμενοι ἀντι‐ στῆναι μὴ μίαν ὥραν πρὸς τὴν ἀλήθειαν.
25Κατὰ Γραμματέων, ἀπὸ Ἰουδαϊσμοῦ 〈αἱρέσεωσ〉 β, τῆς δὲ
ἀκολουθίας
ιε. Μετὰ τούτους τοὺς Σαδδουκαίους Γραμματεῖς γεγόνασιν, ἀνὰ
μέσον τοῦ χρόνου ἢ καὶ σὺν αὐτοῖς τὴν ἡλικίαν κατάγοντες· οἵτινες208 in vol. 1
Haer
.

1

.

209

ἦσαν δευτερωταὶ τοῦ νόμου ὡς γραμματικήν τινα ἐπιστήμην ὑφηγού‐ μενοι, τὰ μὲν ἄλλα πράττοντες τῶν Ἰουδαίων περιττὴν δέ τινα δῆθεν σοφιστικὴν ὑφήγησιν εἰσηγούμενοι, οὐ κατὰ νόμον μόνον βιοῦντες, ἀλλὰ περισσότερον «ξεστῶν βαπτισμοὺς» φυλάσσοντες «καὶ
5ποτηρίων καὶ πινακίων» καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας, ὡς δῆθεν ἐπὶ τὸ ἀκραιφνὲς καὶ ὅσιον διακείμενοι, «πυγμῇ μὲν τὰς χεῖρας νιπτόμενοι», πυγμῇ δὲ καὶ μολυσμούς τινας δι’ ὑδάτων καὶ λου‐ τρῶν ἀποσμηχόμενοι, ἔχοντες δέ τινα «κράσπεδα» σημαντικὰ τῆς αὐτῶν πολιτείας εἰς ἐπίδειξιν κόμπου καὶ ἔπαινον τῶν θεωμένων· καὶ
10«φυλακτήρια» παρ’ ἑαυτοῖς ἐπὶ τὰ ἱμάτια ἐπετίθεντο τουτέστι πλατέα σήματα πορφύρας. νομίσῃ δ’ ἄν τις, ἐπειδήπερ καὶ ἐν τῷ εὐαγ‐ γελίῳ τοῦτο ἐμφέρεται, μὴ ἄρα περὶ περιάπτων λέγει, ἐπειδὴ καὶ εἴωθόν τινες τὰ περίαπτα φυλακτήρια ὀνομάζειν. οὐκ ἔχει δὲ ὁ λόγος τὸ παράπαν περὶ τούτου. ἀλλ’ ἐπειδὴ στολὰς εἴτ’ οὖν ἀμπε‐
15χόνας οἱ τοιοῦτοι ἀνεβάλλοντο καὶ δαλματικὰς εἴτ’ οὖν κολοβίωνας ἐκ πλατυσήμων διὰ πορφύρας ἁλουργοϋφεῖς κατεσκευασμένας, τὰ δὲ σήματα τῆς πορφύρας φυλακτήρια εἴωθον οἱ ἠκριβωμένοι μετονο‐ μάζειν, τούτου ἕνεκεν φυλακτήρια αὐτὰ καὶ ὁ κύριος κατ’ ἐκείνους εἴρηκε. δηλοῖ δὲ καὶ ἡ ἀκολουθία τὴν φράσιν τῆς ὀνομασίας, 〈τὸ〉 «καὶ τὰ κρά‐
20σπεδα τῶν ἱματίων»· τὰ γὰρ κράσπεδά 〈φησιν〉, ἵνα εἴπῃ κροσσούς, καὶ τὰ φυλακτήρια, ἵνα εἴπῃ τῆς πορφύρας τὰ σήματα. φησὶ γὰρ ὅτι «πλα‐ τύνετε τὰ φυλακτήρια καὶ τὰ κράσπεδα τῶν ἱματίων ὑμῶν μεγαλύ‐ νετε». ῥοΐσκους δέ τινας ἐπὶ τὰ τέσσαρα πτερύγια τοῦ τρίβωνος ἕκαστος εἶχεν ἐξ αὐτοῦ τοῦ στήμονος καταδεδεμένους, ἐν ᾧ χρόνῳ
25ἐνεκρατεύετο ἢ παρθενίαν ἤσκει· ἐπειδὴ γὰρ ἕκαστος ταξάμενος ὥριζε καιρὸν ἁγνείας ἢ ἐγκρατείας καὶ ταῦτα αὐτῶν τὰ πρωτότυπα ἦν εἰς τὸ ἐμφαίνειν τοῖς ἀνθρώποις τὰ παρ’ αὐτῶν ἐπαγγελλόμενα, ἵνα μηδεὶς ἅψηται δῆθεν τῶν ἡγιασμένων.
Δευτερώσεις δὲ παρ’ αὐτοῖς τέσσαρες ἦσαν· μία μὲν εἰς ὄνομα209 in vol. 1
Haer
.

1

.

210

Μωυσέως τοῦ προφήτου 〈φερομένη〉, δευτέρα δὲ εἰς τὸν διδάσκαλον αὐτῶν Ἀκίβαν οὕτω καλούμενον ἢ Βαρακίβαν· ἄλλη δὲ εἰς τὸν Ἀδδᾶν ἢ Ἄνναν τὸν καὶ Ἰούδαν· ἑτέρα δὲ εἰς τοὺς υἱοὺς Ἀσαμωναίου. ἐκ τούτων τῶν τεσσάρων δευτερώσεων ὅσα παρ’ αὐτοῖς νενόμισται
5οἰήσει σοφίας (ἀσοφίας δὲ τὰ πλεῖστα), αὐχεῖται καὶ ᾄδεται καὶ ἐν τάξει προκριτέας διδασκαλίας βοᾶταί τε καὶ φημίζεται. Κατὰ Φαρισαίων, ἀπὸ Ἰουδαϊσμοῦ 〈αἱρέσεωσ〉 γ, τῆς δὲ ἀκολουθίας ιϛ. 1. Ταύταις ταῖς δυσὶν αἱρέσεσιν κατ’ ἀκολουθίαν συνῆπται ἡ τῶν Φαρισαίων αἵρεσις ἄλλη τις· οἵτινες τὰ αὐτὰ τούτοις ἐφρόνουν,
10Γραμματεῦσι δέ φημι τοῖς ἑρμηνευομένοις νομοδιδασκάλοις· συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ Νομικοί. ἄλλα δὲ καὶ παρὰ τούτους πάλιν οἱ Φαρισαῖοι ἐφρόνουν, πολιτείας μείζους ἔχοντες. τινὲς μὲν γὰρ αὐτῶν, ὅτε ἤσκουν καὶ ὥριζον δεκαετίαν ἢ ὀκταετίαν ἢ τετραετίαν ὁμοίως παρθενίας ἢ ἐγκρατείας, συνεχῶς εὐχόμενοι πυκνότερον ἀγῶνα τοῦτον
15ἐνίσταντο διὰ τὸ δῆθεν μὴ σωματικόν τι παθεῖν ἢ κλαπῆναι δι’ ὀνειράτων ἀηδῆ ῥύσιν σώματος ἀπεργαζομένων. καὶ οἱ μὲν σανίδα ἑαυτοῖς ἐφιλοκάλουν σπιθαμῆς μόνης τὸ πλάτος καὶ ἐπὶ ταύτην ἑαυτοὺς ἐτίθεσαν κατὰ τὴν ἑσπέραν, ἵν’ εἰ ὑπνώσειέν τις καὶ κατα‐ πέσοι εἰς τοὔδαφος αὖθις ἐγείρηται εἰς εὐχήν, διὰ τὸ ἄγρυπνον ἔχειν
20τὸν βίον κατὰ τὸ δυνατόν. ἄλλοι δὲ κόχλακας συλλέγοντες ἑαυτοῖς ὑπεστρώννυον εἰς τὸ νυττομένους μὴ ὕπνῳ βαθεῖ φέρεσθαι, ἀλλὰ
βιάζεσθαι γρηγόρησιν ἑαυτοῖς προσπορίζεσθαι· ἄλλοι δὲ καὶ ἀκάνθας210 in vol. 1
Haer
.

1

.

211

στρωμνὴν εἶχον διὰ τὴν αὐτὴν ὑπόθεσιν. ἐνήστευον δὲ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν δὲ τὴν δεκάτωσιν, τὰς ἀπαρχὰς ἐδίδουν, τριακοντάδας τε καὶ πεντηκοντάδας, τάς τε θυσίας καὶ τὰς εὐχὰς ἀσφαλέστατα ἀπετίννυον. τῷ δὲ προειρημένῳ
5σχήματι τῶν Γραμματέων προήρχοντο, διά τοι τῆς ἀμπεχόνης καὶ διὰ τῶν ἄλλων σχημάτων καὶ γυναικικῶν ἱματίων ἐν πλατείαις ταῖς κρηπῖσιν καὶ γλώτταις τῶν ὑποδημάτων προϊόντες. ἐλέγοντο δὲ Φαρισαῖοι διὰ τὸ ἀφωρισμένους εἶναι αὐτοὺς ἀπὸ τῶν ἄλλων διὰ τὴν ἐθελοπερισσοθρῃσκείαν τὴν παρ’ αὐτοῖς νενομισμένην· Φάρες
10γὰρ κατὰ τὴν Ἑβραΐδα ἑρμηνεύεται ἀφορισμός. 2. Ὡμολόγουν δὲ οὗτοι ἀνάστασιν νεκρῶν, ἐπίστευόν τε ἀγγέλους εἶναι καὶ πνεῦμα, ἠγνόησαν δὲ υἱὸν θεοῦ ὡς οἱ ἄλλοι. ἀλλὰ καὶ εἱμαρμένη καὶ ἀστρονομία παρ’ αὐτοῖς σφόδρα ἐχρημάτιζεν. αὐτίκα γοῦν τὰ Ἑλληνικὰ ὀνόματα τὰ ἐκ τῆς τῶν πεπλανημένων ἀστρο‐
15νομίας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἑτέροις ὀνόμασι παρ’ αὐτοῖς μετωνόμασται· οἷον Ἥλιος ἡμὰ καὶ σέμες, Σελήνη ἰέρεε καὶ ἀλβανά, ὅθεν καὶ μήνη καλεῖται (ἰέρεε γὰρ ὁ μὴν λέγεται, μήνη δὲ ἡ σελήνη, ὡς καὶ παρ’ Ἕλλησι διὰ τὸν μῆνα), Ἄρης χωχὲβ ὀκβόλ, Ἑρμῆς χωχὲβ ὀχομόδ, Ζεὺς χωχὲβ βάαλ, Ἀφροδίτη ζερούα ἤτοι λουήθ, Κρόνος
20χωχὲβ σαβήθ (λέγεται δὲ παρ’ αὐτοῖς καὶ ἄλλοις ὀνόμασιν, οὐκ ἠδυ‐ νήθην δὲ ἀκριβῶς τὴν τούτων ἐπωνυμίαν ἐκθεῖναι). ἀλλὰ καὶ τὰ ματαίως νομιζόμενα εἰς ἀριθμὸν στοιχείων παρὰ τοῖς πεπλανημένοις ὀνόματα, ἃ ζῴδια καλοῦσι * καὶ ἀθεμίτως τὸν κόσμον εἰς ἀσέβειαν
ἐπλάνησαν, οὕτω πάλιν Ἑβραϊκῶς [αὐτὰ] καλοῦσι· τελὰ σὼρ θωμὶμ211 in vol. 1
Haer
.

1

.

212

σαρατὰν ἀρὶ βεθουλὰ μωζανὴ〈μ〉 ἀκρὰβ κέσετ γαδὶ δαλλὶ δεγγίμ· οἵτινες τοῖς Ἕλλησι μάτην, λέγω δὴ οἱ Φαρισαῖοι, ἀκολουθήσαντες μετωνόμασαν εἰς τὴν Ἑβραΐδα τὰ αὐτὰ ὀνόματα οὕτω· Κριὸν δὴ τὸν παρ’ ἐκείνοις λεγόμενον τελά, Ταῦρον σώρ, Διδύμους θωμίμ,
5Καρκίνον σαρατάν, Λέοντα ἀρί, Παρθένον βεθουλά, Ζυγὸν μωζανή〈μ〉, Σκορπίον ἀκράβ, Τοξότην κέσετ, Αἰγόκερων γαδί, Ὑδρηχόον δαλλί, Ἰχθύας δεγγίμ. 3. Ταῦτα δέ μοι οὐκ εἰς στρόβησιν τῶν ἐντυγχανόντων κατατέ‐ τακται οὐδὲ ἵνα τὴν χυδαιολογίαν τῶν τὴν ἀσύστατον καὶ φρενο‐
10βλαβῆ μωρολογίαν τῆς ἀστρονομίας τῷ βίῳ παρεισαξάντων συστήσω· ἐλήλεγκται γὰρ αὕτη ὑπὸ τῆς ἀληθείας ἀσύστατος οὖσα καὶ ἐσφαλ‐ μένη. εἴρηται δὲ ἡμῖν ἐν ἄλλοις λόγοις πολλὰ πρὸς ἀνατροπὴν τῶν γένεσιν καὶ εἱμαρμένην νομιζόντων, ἀλλὰ καὶ ἐν τῷ προοιμίῳ τούτου τοῦ συντάγματος ἐν ὀλίγῳ ἡμῖν κατὰ τῶν αὐτῶν πεπραγμάτευται·
15διὰ δὲ τὸ μή τινα νομίσαι κατὰ συκοφαντίαν ἡμᾶς κατά τινων φέ‐ ρεσθαι καὶ μὴ τὰ ἀληθῆ ἐκ παραδόσεων ἀκριβώσαντας ἐκθέσθαι ταῦτα ἡμῖν καὶ ὀνομαστὶ εἴρηται. ἐσχάτη δὲ αὐτοῖς ἀπορία καὶ ἠλιθιότης οὐχ ἡ τυχοῦσα, τοῖς καὶ ἀνάστασιν ὁμολογοῦσιν καὶ κρίσιν δικαίαν ὁριζομένοις. πῶς γὰρ δύναται κρίσις εἶναι καὶ εἱμαρμένη;
20δυοῖν γὰρ ἀνάγκη θάτερον, ἢ γενέσεως ὑπαρχούσης μὴ εἶναι κρίσιν διὰ τὸ τὸν πράττοντα οὐκ ἀφ’ ἑαυτοῦ πράττειν, ἀλλὰ κατὰ ἀνάγκην ἐπικρατείας τῆς πεπρωμένης, ἢ [ὅτι] κρίσεως ὑπαρχούσης καὶ ἐν ἀλη‐ θείᾳ ἐπαπειλουμένης καὶ νόμων δικαζόντων καὶ τῶν τὸ πονηρὸν δρώντων δίκην ὑπεχόντων—νόμου τε ὁμολογουμένου δικαίου καὶ
25κρίσεως θεοῦ ἀληθεστάτης—ἀργεῖν τὴν πεπρωμένην καὶ μὴ ἔχειν ὅλως σύστασιν τὸ παράπαν· 4. ὁπότε διὰ τὸ δύνασθαι ἁμαρτεῖν καὶ μὴ ἁμαρτεῖν τὸν μὲν διὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι, τὸν δὲ ἔπαινον ἀπεκδέχεσθαι διὰ τὸ εὖ πεπραχέναι ὥρισται καθ’ ἑκατέρων
τὸ διάφορον. ὡς καὶ μιᾷ φωνῇ † δικαίᾳ λέγειν συντόμῳ ἀληθείᾳ212 in vol. 1
Haer
.

1

.

213

〈τῇ〉 διὰ Ἠσαΐου τοῦ προφήτου ἐκ προσώπου κυρίου εἰρημένῃ ὅτι «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». ὥστε παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς καὶ
5ἀναμφίβολον, ὡς τὸ αὐτεξούσιον παρέσχετο ὁ θεὸς 〈ὁ〉 δι’ αὑτοῦ φήσας τό «ἐὰν θέλητε καὶ ἐὰν μὴ θέλητε», ὡς περὶ τὸν ἄνθρωπον εἶναι τὸ ἀγαθοεργεῖν ἢ τὸ φαύλων ἐφίεσθαι πραγμάτων. ἄρα τοίνυν ἔσφαλται ἡ διάνοια τῶν γένεσιν εἶναι νομισάντων καὶ μάλιστα Φαρι‐ σαίων· οἷς ἐπιφωνητέον ἐστὶ πυκνότερον καὶ πολλαχῶς, οὐ διὰ μιᾶς
10φωνῆς ἀλλὰ πολλάκις τὰ παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἰρημένα «οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καταλελοίπατε τὰ βαρέα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον, καὶ ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ πήγανον, καὶ καθαρίζετε τὸ ἐκτὸς τοῦ ποτηρίου καὶ τοῦ πίνακος, τὸ δὲ ἐντός ἐστι μεστὸν ἀκαθαρσίας
15καὶ ἀκρασίας. καὶ δοκιμάζετε δίκαιον εἶναι ὀμνύναι ἐν τῷ ἐπάνω τοῦ θυσιαστηρίου, τὸ δὲ ἐν αὐτῷ τῷ θυσιαστηρίῳ παρ’ ὑμῖν τοῦ ὅρκου λέλυται, καὶ τὸ ἐν τῷ οὐρανῷ ὀμνύναι οὐδὲν εἶναί φατε, ἐὰν δέ τις ὀμόσῃ ὑπεράνω τοῦ οὐρανοῦ, τοῦτο δεδικαίωται. οὐχὶ τὸ θυσιαστήριον βαστάζει τὸ ἐπικείμενον καὶ ὁ οὐρανὸς θρόνος ἐστὶ
20τοῦ ἐπ’ αὐτῷ ἐπικαθεζομένου; ἢ ὅτι λέγετε, ἐάν τις εἴπῃ πατρὶ καὶ μητρὶ κορβάν, ὅ ἐστι δῶρον ὃ ἐξ ἐμοῦ ὠφεληθήσῃ, οὐκέτι μὴ τιμήσῃ τὸν πατέρα, καὶ ἠθετήσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τῆς τῶν πρεσβυτέρων ὑμῶν παραδόσεως. καὶ κυκλεύετε θάλασσαν καὶ ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης
25διπλότερον ὑμῶν». Τί τοίνυν περιττότερον τῶν ἁγίων ῥήσεων προβάλοιτό τις πρὸς
ἀντίθεσιν τῶν προειρημένων; ἀλλὰ καὶ ἀρκεῖσθαι μᾶλλον ἡγοῦμαι213 in vol. 1
Haer
.

1

.

214

ταῖς τοῦ σωτῆρος σοφαῖς καὶ ἀληθιναῖς λέξεσι, πρὸς ἃς οὐκ ἠδυνή‐ θησαν ἀντωπῆσαι οὔτε πρὸς τὸ βραχύτατον. Κατὰ Ἡμεροβαπτιστῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως δ, τῆς δὲ ἀκολου‐
θίας
ιζ.
5 1. Ταύταις δὲ συνέπεταί τις αἵρεσις Ἡμεροβαπτιστῶν οὕτω κα‐ λουμένων, μηδὲν μὲν παραλλάττουσα τῶν ἄλλων, ἀλλ’ ἴσα τῶν Γραμ‐ ματέων καὶ Φαρισαίων φρονοῦσα, οὐ μὴν ἐξισουμένη τοῖς Σαδδου‐ καίοις ἐν τῇ τῶν νεκρῶν ἀναστάσεως ἀρνήσει, ἀλλὰ τῇ ἀπιστίᾳ τῇ ἐν τοῖς ἄλλοις. τοῦτο δὲ περιττὸν ἦν αὕτη κεκτημένη ἡ αἵρεσις,
10ὥστε ἐν ἔαρί τε καὶ μετοπώρῳ χειμῶνί τε καὶ θέρει πάντοτε καθ’ ἡμέραν βαπτίζεσθαι, ὅθεν καὶ Ἡμεροβαπτιστῶν εἴληφε τὴν ἐπωνυ‐ μίαν. ἔφασκε γὰρ αὕτη ἡ αἵρεσις ἄλλως μὴ εἶναι ζῆν ἀνθρώπῳ, εἰ μή τι ἄρα καθ’ ἑκάστην ἡμέραν βαπτίζοιτό τις ἐν ὕδατι, ἀπολου‐ όμενός τε καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰτίας.
15 2. Πρὸς ταύτην δὲ καὶ αὐτὴν ἐξ ἑνὸς λόγου ἡμῖν ἀνατροπὴ γενήσεται, ὅτι ἀπιστίας παρ’ αὐτοῖς μᾶλλον ἢ πίστεως οἱ λόγοι. ἐλέγχει γὰρ αὐτοὺς ἡ συνείδησις αὐτῶν καθ’ ἑκάστην ἡμέραν βαπτι‐ ζομένων, ὡς ὅτι ἡ ἐλπὶς τῆς χθὲς ἡμέρας παρ’ αὐτοῖς τέθνηκεν, ἡ πίστις τε καὶ ὁ ἁγνισμός. εἰ μὲν γὰρ ἑνὶ βαπτίσματι ἐστοίχουν, ἄρα
20ἐθάρρουν τούτῳ ὡς ζῶντι καὶ ἀθανάτῳ ὄντι εἰς τὸν αἰῶνα· ὁπότε δὲ σήμερον μὲν ἐλούσαντο, οὐχ ἕνεκεν πλύσεως σώματος ἢ ῥύπου, ἀλλ’ ἕνεκεν ἁμαρτημάτων, ἄρα κατ’ αὐτοὺς ἐκαθαρίσθη· αὖθις δὲ τῇ
ἑξῆς πάλιν λουόμενοι ἀπεφήναντο τὸ παρελθὸν ἐν τῇ χθὲς τεθνάναι214 in vol. 1
Haer
.

1

.

215

βάπτισμα. εἰ μὴ γὰρ τὸ πρὸ μιᾶς ἐτεθνήκει, οὐκ ἂν εἰς τὴν ἑξῆς ἑτέρου ἐπεδέοντο πρὸς καθαρισμὸν ἁμαρτημάτων. καὶ εἰ ὅλως οὐκ ἀπέχονται τοῦ ἁμαρτάνειν, νομίζοντες ὅτι τὸ ὕδωρ καθαρίσει τοὺς ἐνδελεχῶς καθ’ ἑκάστην ἁμαρτάνοντας, μάταιος αὐτῶν ἡ ὑπό‐
5νοια καὶ τὸ ἐπιτήδευμα φροῦδον καὶ ἕωλον. οὔτε γὰρ Ὠκεανὸς οὔτε πάντα τὰ ῥεῖθρα καὶ πελάγη, ποταμοί τε ἀένναοι καὶ πηγαὶ πᾶσά τε ἡ ὀμβροτόκος φύσις συνελθοῦσαι δύνανται ἁμαρτήματα ἀφανίσαι, ἐπειδήπερ οὐ κατὰ λόγον οὐδὲ ἐκ προστάγματος θεοῦ γίνεται· μετά‐ νοια γὰρ καθαρίζει καὶ τὸ ἓν βάπτισμα διὰ τῆς τῶν μυστηρίων ὀνο‐
10μασίας. παρελεύσομαι δὲ καὶ ταύτην, αὐτάρκως ἡγησάμενος τὸ ἐν ὀλίγῳ [τὸ] ἀλέξημα τῆς αὐτῶν φρενοβλαβείας ὑποδείξας, ὡς ἐνταῦθα τοῖς ἐντυγχάνουσι συντέτακται. Κατὰ Νασαραίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ε, τῆς δὲ ἀκολουθίας ιη. 1. Ἑξῆς δὲ ἐπιβαλοῦμαι διηγεῖσθαι τὰ κατὰ τὴν αἵρεσιν τὴν μετὰ
15τοὺς Ἡμεροβαπτιστὰς καλουμένην τῶν Νασαραίων, οἵτινες Ἰουδαῖοί εἰσι τὸ γένος, ἀπὸ τῆς Γαλααδίτιδος καὶ Βασανίτιδος καὶ τῶν ἐπέ‐ κεινα τοῦ Ἰορδάνου ὁρμώμενοι, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν περιέχει λόγος, ἐξ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ οὖσα, ἥτις τὰ πάντα ἰουδάϊζεν, μηδὲν περαι‐ τέρω φρονοῦσα σχεδὸν τῶν προειρημένων. περιτομὴν γὰρ ὡσαύτως
20ἐκέκτητο, σάββατον τὸ αὐτὸ ἐφύλαττεν, ἑορταῖς ταῖς αὐταῖς προσαν‐ εῖχεν, οὐ μὴν εἱμαρμένην παρεισῆγεν οὔτε ἀστρονομίαν. καὶ πατέρας μὲν ἐδέχετο τοὺς ἐν τῇ πεντατεύχῳ ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωυσέως, τοὺς ἐν ἀριστείᾳ θεοσεβείας διαφανεῖς ὑπάρξαντας, φημὶ δὲ Ἀδὰμ καὶ Σὴθ καὶ Ἐνὼχ καὶ Μαθουσάλα καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ
25καὶ Ἰακώβ, Λευί τε καὶ Ἀαρὼν καὶ Μωυσέα καὶ Ἰησοῦν τὸν τοῦ215 in vol. 1
Haer
.

1

.

216

Ναυῆ, αὐτὴν δὲ οὐ παρεδέχετο τὴν πεντάτευχον, ἀλλὰ ὡμολόγει μὲν τὸν Μωυσέα καὶ ὅτι ἐδέξατο νομοθεσίαν ἐπίστευεν, οὐ ταύτην δέ, φησίν, ἀλλ’ ἑτέραν· ὅθεν τὰ μὲν πάντα φυλάττουσι τῶν Ἰουδαίων Ἰουδαῖοι ὄντες, θυσίαν δὲ οὐκ ἔθυον οὐδὲ ἐμψύχων μετεῖχον, ἀλλὰ
5ἀθέμιτον ἦν παρ’ αὐτοῖς τὸ κρεῶν μεταλαμβάνειν ἢ θυσιάζειν αὐτοῖς. ἔφασκον γὰρ πεπλάσθαι ταῦτα τὰ βιβλία καὶ μηδὲν τούτων ὑπὸ τῶν πατέρων γεγενῆσθαι. αὕτη ἦν ἡ τῶν Νασαραίων διαφορὰ πρὸς τὰς ἄλλας, ὡς καὶ πρὸς αὐτοὺς ὁ ἔλεγχος οὐκ ἐν ἑνὶ τόπῳ, ἀλλὰ ἐν πολλοῖς ἐστι φανερός.
10 2. Πρῶτον μὲν 〈ἐν〉 τῷ ὁμολογεῖν αὐτοὺς τοὺς πατέρας καὶ πατριάρχας καὶ Μωυσέα· ἄλλης γραφῆς γὰρ περὶ τούτων μὴ λεγού‐ σης, πόθεν αὐτοῖς ἡ γνῶσις τῆς τῶν πατέρων ὀνομασίας καὶ ἀρι‐ στείας, εἰ μὴ ἐξ αὐτῶν τῶν γραφῶν τῆς πεντατεύχου; καὶ πῶς οἷόν τε ἐν ταὐτῷ εἶναι ἀληθὲς καὶ ψεῦδος καὶ ἐν μέρει τὴν γραφὴν
15ἀληθεύειν, ἐν μέρει δὲ ψεύδεσθαι, τοῦ σωτῆρος λέγοντος «ἢ ποιήσατε τὸ δένδρον ἀγαθὸν καὶ τοὺς καρποὺς ἀγαθοὺς ἢ τὸ δένδρον σαπρὸν καὶ τοὺς καρποὺς σαπρούς»· «οὐ δύναται γὰρ δένδρον ἀγαθὸν καρ‐ ποὺς σαπροὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποι‐ ῆσαι». μάταιος τοίνυν αὐτῶν ἡ διάνοια καὶ ἡ εἰσήγησις, ἐκ πολλῶν
20ἔχουσα τὴν ἀνατροπήν, ὡς ἄχρι τῆς δεῦρο οὐ μόνον τὰ ἐν ταῖς γραφαῖς ᾄδεται, ἀλλὰ καὶ οἱ τόποι τῶν παραδοξοποιιῶν σῴζονται· πρῶτον ὅπου τὸ πρόβατον Ἀβραὰμ προσέφερε τῷ θεῷ, ὄρος Σιὼν ἄχρι τῆς δεῦρο οὕτω καλούμενον, ἀλλὰ καὶ ὅπου ἡ δρῦς τῆς Μαμβρῆ, ἔνθα τοῖς ἀγγέλοις παρετέθη ὁ μόσχος. εἰ δὲ Ἀβραὰμ ἀγγέλοις
25παρέθετο κρεῶν τὴν ἑτοιμασίαν, ἀποδέων οὐκ ἦν αὐτὸς τῆς τούτων μετοχῆς. 3. Ἀλλὰ καὶ τοῦ προβάτου 〈τοῦ〉 τυθέντος ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ἔτι παρ’ Αἰγυπτίοις τυγχάνει ᾀδομένη ἡ παράδοσις καὶ παρὰ τοῖς εἰδωλολάτραις. ἐν γὰρ τῷ καιρῷ, ὅτε τὸ πάσχα ἐγίνετο ἐκεῖσε
30(ἀρχὴ δὲ αὕτη γίνεται τοῦ ἔαρος ὅτε ἡ πρώτη ἰσημερία) ἐκ μίλτεως216 in vol. 1
Haer
.

1

.

217

λαμβάνουσι πάντες οἱ Αἰγύπτιοι κατὰ ἀγνωσίαν καὶ χρίουσι μὲν τὰ πρόβατα, χρίουσι δὲ καὶ τὰ δένδρα, τὰς συκᾶς καὶ τὰ ἄλλα, φημί‐ ζοντες καὶ λέγοντες ὅτι, φησί, τὸ πῦρ ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέφλεξέ ποτε τὴν οἰκουμένην· τὸ δὲ σχῆμα τοῦ αἵματος τὸ πυρωπὸν ἀλε‐
5ξητήριόν ἐστι τῆς τοσαύτης πληγῆς καὶ τοιαύτης. πόθεν δὲ οὐκ ἔχομεν δεῖξαι περὶ τῆς ἀκολουθίας, ὡς ἔτι καὶ δεῦρο τὰ λείψανα τῆς τοῦ Νῶε λάρνακος δείκνυται ἐν τῇ τῶν Καρδυαίων χώρᾳ. καὶ πάντως δὲ εἰ ἐπιζητήσειέ τις καὶ ἀνερευνήσειε, καὶ τὰ λείψανα τοῦ θυσιαστηρίου (ἐπείπερ ἀκόλουθόν ἐστιν) εὕροι ἂν ἐν τῇ ὑπωρείᾳ τοῦ
10ὄρους, ὅπου ἔμεινε Νῶε ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ καὶ προσενέγκας ἀπὸ τῶν ζῴων τῶν καθαρῶν καὶ τῶν στεάτων κυρίῳ τῷ θεῷ [ὅτε] ἤκουσεν «ἰδοὺ δέδωκά σοι τὰ πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε». παρελεύσομαι δὲ καὶ ταύτης πάλιν τὸ ἐπείσακτον καὶ ἠλί‐ θιον τῆς αἱρέσεως, ἀρκεσθεὶς ταῖς προειρημέναις ὀλίγαις λέξεσιν,
15ἐνσπαρείσαις ὑπὸ τῆς ἡμῶν βραχύτητος ἐνταῦθα πρὸς ἀντίθεσιν τῆς πλάνης τῆς προειρημένης αἱρέσεως. Κατὰ Ὀσσαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ϛ, τῆς δὲ ἀκολουθίας ιθ. 1. Μετὰ ταύτην πάλιν ἄλλη τις αἵρεσις ταύταις παραπεπλεγμένη, ἡ τῶν Ὀσσαίων καλουμένη. Ἰουδαῖοι δὲ οὗτοι ὡς καὶ αἱ προειρη‐
20μέναι, ὑποκριταὶ τὸν τρόπον δεινοὶ τὴν ἐπίνοιαν. ὡρμῶντο δὲ οὗτοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα περιέχει παράδοσις, ἀπὸ τῆς Ναβατικῆς χώρας καὶ Ἰτουραίας, Μωαβίτιδός τε καὶ Ἀριηλίτιδος, τῶν ἐπέκεινα τῆς κοιλάδος τῆς ἁλυκῆς οὕτως ἐν τῇ θείᾳ γραφῇ κληθείσης ὑπερ‐
κειμένων χωρῶν· ἔστι δὲ αὕτη ἡ νεκρὰ καλουμένη θάλασσα. τοῦτο217 in vol. 1
Haer
.

1

.

218

δὲ τὸ γένος τῶν Ὀσσαίων ἑρμηνεύεται διὰ τῆς ἐκδόσεως τοῦ ὀνό‐ ματος στιβαρὸν γένος. συνήφθη δὲ τούτοις μετέπειτα ὁ καλού‐ μενος Ἠλξαῒ ἐν χρόνοις βασιλέως Τραιανοῦ μετὰ τὴν τοῦ σωτῆρος παρουσίαν, ὃς ἐγένετο ψευδοπροφήτης· συνεγράψατο δὲ οὗτος βιβλίον
5δῆθεν κατὰ προφητείαν ἢ ὡς κατὰ ἔνθεον σοφίαν· φασὶ δὲ καὶ ἄλλον τινὰ Ἰεξαῖον εἶναι ἀδελφὸν τούτου. γέγονε δὲ οὗτος ὁ ἄνθρωπος πεπλανημένος τὸν τρόπον ἀπατηλὸς τὴν γνώμην, ἀπὸ Ἰουδαίων ὁρμώμενος καὶ τὰ Ἰουδαίων φρονῶν, κατὰ νόμον δὲ μὴ πολιτευόμε‐ νος, ἕτερα ἀνθ’ ἑτέρων παρεισφέρων καὶ [τὴν] ἰδίαν αὑτῷ αἵρεσιν
10πλάσας, ἅλας καὶ ὕδωρ καὶ γῆν καὶ ἄρτον καὶ οὐρανὸν καὶ αἰθέρα καὶ ἄνεμον ὅρκον αὐτοῖς εἰς λατρείαν ὁρισάμενος· ποτὲ δὲ πάλιν ἄλλους μάρτυρας ἑπτὰ ὁρισάμενος, τὸν οὐρανόν φημι καὶ τὸ ὕδωρ καὶ πνεύματα, 〈ὥσ〉 φησιν, ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν. ἀπεχθάνεται δὲ τῇ παρθενίᾳ,
15μισεῖ δὲ τὴν ἐγκράτειαν, ἀναγκάζει δὲ γαμεῖν· φαντασιώδη δέ τινα ὡς δῆθεν 〈ἐξ〉 ἀποκαλύψεως παρεισφέρει, ὑπόκρισιν δὲ διδάσκει, φήσας μὴ εἶναι ἁμαρτίαν, εἰ καί 〈τισ〉 παρατύχοι εἴδωλα προσκυνήσας καιρῷ ἐνστάντος διωγμοῦ, ἐὰν μόνον ἐν τῇ συνειδήσει μὴ προσκυνήσῃ, καὶ ὅ τι δἂν ὁμολογήσῃ στόματι, ἐν δὲ τῇ καρδίᾳ μή. 2. μάρτυρα
20δέ τινα παρεισφέρων οὐκ αἰσχύνεται ὁ ἀπατεών, λέγων Φινεές τινα218 in vol. 1
Haer
.

1

.

219

ἱερέα τῶν ἀπὸ γένους Λευί τε καὶ Ἀαρὼν καὶ τοῦ ἀρχαίου Φινεὲς ἐν τῇ Βαβυλῶνι ἐπὶ τῆς αἰχμαλωσίας προσκυνήσαντα τὴν Ἄρτεμιν ἐν Σούσοις διαπεφευγέναι ὄλεθρον θανάτου ἐπὶ Δαρείου τοῦ βασιλέως· ὥστε εἶναι αὐτοῦ τὰ πάντα ψευδῆ καὶ μάταια.
5 Οὗτος μὲν οὖν 〈ὡσ〉 ἄνω 〈εἴρηται〉 συνῆπται τῇ προειρημένῃ αἱρέσει τῇ τῶν Ὀσσαίων καλουμένῃ, ἧς ἔτι λείψανα καὶ δεῦρο ὑπάρχει ἐν τῇ αὐτῇ Ναβατίτιδι γῇ τῇ καὶ Περαίᾳ πρὸς τῇ Μωαβίτιδι· ὅπερ γένος νυνὶ Σαμψαίων καλεῖται. φαντάζονται δὲ δῆθεν καλεῖν τοῦ‐ τον δύναμιν ἀποκεκαλυμμένην, διὰ τὸ ἢλ καλεῖσθαι δύναμιν, ξαῒ δὲ
10κεκαλυμμένον. ἠλέγχθη δὲ τὸ πᾶν τοῦ ἐπιτηδεύματος φρύαγμα καὶ εἰς μεγάλην αἰσχύνην ὑπέπεσε παρὰ τοῖς δυναμένοις τὰ ἀληθῆ κατανοεῖν τε καὶ ἀκριβοῦν *. ἔτι γὰρ καὶ δεῦρο ἐπὶ τῶν ἡμερῶν Κωνσταντίου τε καὶ τῶν νῦν βασιλέων *. ἕως μὲν γὰρ Κων‐ σταντίου ἐκ τοῦ γένους αὐτοῦ τοῦ Ἠλξαῒ Μαρθοῦς τις καὶ Μαρ‐
15θάνα δύο ἀδελφαὶ ἐν τῇ αὐτῶν χώρᾳ ἀντὶ θεῶν προσεκυνοῦντο, ὅτι δῆθεν ἐκ τοῦ σπέρματος τοῦ προειρημένου Ἠλξαῒ ὑπῆρχον. τέθνηκεν δὲ ἡ Μαρθοῦς πρὸ ὀλίγου τοῦ χρόνου, Μαρθάνα δὲ εἰς ἔτι δεῦρο ὑπῆρχεν. ὧν καὶ τὰ πτύσματα καὶ τὰ ἄλλα τοῦ σώματος ῥύπη ἀπεφέροντο οἱ πεπλανημένοι αἱρετικοὶ ἐν ἐκείνῃ τῇ χώρᾳ, δῆθεν
20πρὸς ἀλέξησιν νοσημάτων. οὐ μὴν ἐνήργουν· ἀλλὰ τὸ πεπλανημένον σοβαρὸν ἀεὶ καὶ πρὸς ἀπάτην ἕτοιμον· τυφλὸν γὰρ ἡ κακία καὶ ἀσύνετον ἡ πλάνη. 3. Καὶ ἕως ποῦ κατατρίβομαι τὰ περὶ τοῦ γόητος τούτου φθεγ‐ γόμενος ὅσα τε κατὰ τῆς ἀληθείας κατεψεύσατο, πρῶτον μὲν διδάσκων
25ἀπαρνησιθεΐαν καὶ ὑπόκρισιν, βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας219 in vol. 1
Haer
.

1

.

220

μετέχειν ἀπατᾶν τε τοὺς ἀκούοντας καὶ ἀρνεῖσθαι τὴν ἰδίαν πίστιν στόματι καὶ μὴ ἔχειν ἁμαρτίαν φάσκων· ὡς εἶναι ἀθεράπευτον τὸ αὐτῶν πάθος καὶ μὴ δυνάμενον διορθωθῆναι. εἰ γὰρ τὸ στόμα τὸ ὁμολογοῦν τὴν ἀλήθειαν προετοιμάζεται εἰς ψεῦδος, ἆρά γέ τις αὐτοῖς
5ἂν πιστεύσειε τὴν καρδίαν μὴ ἔχειν ἠπατημένην; ὁπότε διαρρήδην ἐκφωνεῖ ὁ θεῖος λόγος διδάσκων ἐν πνεύματι ἁγίῳ ὅτι «καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτη‐ ρίαν». ἀλλὰ καὶ πάλιν δῆθεν μὲν Χριστὸν ὀνόματι ὁμολογεῖ, λέγων ὅτι Χριστὸς ὁ μέγας βασιλεύς· οὐ μὴν πάνυ γε κατείληφα ἐκ τῆς
10αὐτοῦ δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίβλου τῆς αὐτοῦ ληρῳδίας εἰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑφηγήσατο· οὔτε γὰρ τοῦτο ὁρίζει, Χριστὸν δὲ ἁπλῶς λέγει, ὡς ἐξ ὧν κατειλήφαμεν τινὰ ἕτερον σημαίνων ἢ προσδοκῶν. κωλύει γὰρ εἰς ἀνατολὰς εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως, ἐπὶ τὰ Ἱεροσόλυμα δὲ
15ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπὸ ἀνατολῶν εἰς δύσιν προσέχειν τῇ Ἱερουσαλήμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπὸ μεσημβρίας εἰς ἄρκτον, ὡς πανταχόθεν τὸ πρόσωπον ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ. καὶ ὅρα τὴν τοῦ ἀπατεῶνος φρενοβλάβειαν. ἀναθεματίζει μὲν γὰρ
20θυσίας καὶ ἱερουργίας ὡς ἀλλοτρίας οὔσας θεοῦ καὶ μήτε ὅλως θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας καὶ λέγει ἐκεῖ δεῖν εὔχεσθαι εἰς Ἱερουσαλήμ, ὅπου ἦν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, 〈ὁ〉 ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν καὶ τὰ ἄλλα
καὶ τὸ θυσιαστήριον τό τε πῦρ ὡς θεοῦ ἀλλότριον, τὸ δὲ ὕδωρ220 in vol. 1
Haer
.

1

.

221

εἶναι δεξιὸν πῦρ δὲ ἀλλότριον εἶναι φάσκων διὰ τούτων τῶν λέξεων· «τέκνα, μὴ πρὸς τὸ εἶδος τοῦ πυρὸς πορεύεσθε, ὅτι πλανᾶσθε· πλάνη γάρ ἐστι τὸ τοιοῦτον. ὁρᾷς γάρ, φησίν, αὐτὸ ἐγγυτάτω καὶ ἔστιν ἀπὸ πόρ‐ ρωθεν· μὴ πορεύεσθε πρὸς τὸ εἶδος αὐτοῦ, πορεύεσθε δὲ μᾶλλον ἐπὶ τὴν
5φωνὴν τοῦ ὕδατος.» καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα. 4. Εἶτα δὲ διαγράφει Χριστὸν τινὰ εἶναι δύναμιν, οὗ καὶ τὰ μέτρα σημαίνει, εἰκοσιτεσσάρων μὲν σχοίνων τὸ μῆκος ὡς μιλίων ἐνενηκονταὲξ τὸ δὲ πλάτος σχοίνων ἓξ μιλίων εἰκοσιτεσσάρων, καὶ τὸ πάχος ὁμοίως τερατευόμενος καὶ τοὺς πόδας καὶ τὰ ἄλλα μυθο‐
10λογήματα. εἶναι δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ αὐτὸ θήλειαν, ὅμοιον τῷ Χριστῷ, ἀνδριάντος δίκην ὑπὲρ νεφέλην καὶ ἀνὰ μέσον δύο ὀρέων ἑστός. καὶ τὰ ἄλλα σιωπήσω, ἵνα μὴ εἰς μυθολογίαν φαντασιάσω τὴν ἀκοὴν τῶν ἐντυγχανόντων τίσι δὲ λόγοις καὶ κενοφωνίαις ὕστερον ἐν τῇ βίβλῳ ἀπατᾷ λέγων «μηδεὶς ζητήσῃ τὴν ἑρμηνείαν, ἀλλ’
15ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω», καὶ αὐτὰ δῆθεν ἀπὸ Ἑβραϊκῆς δια‐ λέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν, οὐδὲν ὄντα τὰ παρ’ αὐτῷ φανταζόμενα. φάσκει γὰρ λέγειν «ἀβὰρ ἀνὶδ μωῒβ νωχιλὲ δαασὶμ ἀνὴ δαασὶμ νωχιλὲ μωῒβ ἀνὶδ ἀβὰρ σελάμ», ἅτινα ἑρμηνευόμενα ἔχει
τὴν σαφήνειαν ταύτην· «παρελθέτω ταπείνωσις 〈ἡ〉 ἐκ τῶν πατέρων221 in vol. 1
Haer
.

1

.

222

μου τῆς κατακρίσεως αὐτῶν καὶ καταπατήματος αὐτῶν καὶ πόνου αὐτῶν, καταπατήματι ἐν κατακρίσει διὰ τῶν πατέρων μου, ἀπὸ ταπεινώσεως παρελθούσης ἐν ἀποστολῇ τελειώσεως.» ἐπ’ αὐτῷ δὲ πάντα πληροῦται ταῦτα. κεκένωται γὰρ αὐτοῦ ἡ δύναμις καὶ ἡ
5πλάνη. εἰ δὲ ἓν ῥῆμα πρὸς ἓν θελήσει τις κατὰ λεπτολογίαν ἀκοῦσαι ἑρμηνευόμενον, καὶ τοῦτο οὐκ ἂν ὀκνήσαιμεν ποιῆσαι, ἀλλ’ εἰς καθῆ‐ κον κατὰ πάντα τῶν βουλομένων λεπτολόγως ἀκούειν αὐτὰ δὴ τὰ ῥήματα αὐτοῦ καὶ τὰς αὐτῶν ἑρμηνείας ἄντικρυς παραθησόμεθα, καὶ ἔστιν οὕτως· ἀβάρ, παρελθέτω· ἀνίδ, ταπείνωσις· μωΐβ, ἡ ἐκ
10〈τῶν〉 πατέρων μου· νωχιλέ, τῆς κατακρίσεως αὐτῶν· δαασίμ, καὶ καταπατήματος αὐτῶν· ἀνή, καὶ πόνου αὐτῶν· δαασίμ, καταπατή‐ ματι· νωχιλέ, ἐν κατακρίσει· μωΐβ, διὰ τῶν πατέρων μου· ἀνίδ, ἀπὸ ταπεινώσεως· ἀβάρ, παρελθούσης· σελάμ, ἐν ἀποστολῇ τελειώσεως. 5. Αὕτη γοῦν ἡ αἵρεσις ἡ τῶν Ὀσσηνῶν ἄνω προειρημένη, ἡ πολιτευο‐
15μένη μὲν τὴν τῶν Ἰουδαίων πολιτείαν κατὰ τὸ σαββατίζειν τε καὶ περι‐ τέμνεσθαι καὶ τοῦ νόμου ποιεῖν τὰ πάντα· μόνον δὲ 〈τῷ〉 ἀπαγορεύειν τὰς βίβλους 〈Μωυσέωσ〉 ὁμοίως τοῖς Νασαραίοις σχίσμα [δὲ] ἐργάζεται αὕτη, διαφερομένη πρὸς τὰς ἄλλας ἓξ τούτων τῶν ἑπτὰ αἱρέσεων. ἀρκέσει γοῦν εἰς ἀνατροπὴν ταύτης τὸ εἶναι αὐτὴν ἀλλοτρίαν θεοῦ *,
20τοῦ κυρίου σαφῶς λέγοντος ὅτι «οἱ ἱερεῖς ἐν τῷ ἱερῷ βεβηλοῦσι τὸ σάββατον». ἡ δὲ βεβήλωσις τοῦ σαββάτου τίς αὕτη ἀλλ’ ὅτι ἔργον οὐδεὶς εἰργάζετο ἐν τῷ σαββάτῳ, ἐν δὲ τῷ ἱερῷ οἱ ἱερεῖς θυσίαν ἐπιτελοῦντες ἔλυον τὸ σάββατον, βεβηλοῦντες διὰ τὴν ἐνδελεχῆ τῶν ζῴων θυσίαν;
25 Καὶ παρελεύσομαι καὶ ταύτην τὴν αἵρεσιν. συνῆπται γὰρ οὗτος πάλιν ὁ Ἠλξαῒ τοῖς μετὰ τὸν Χριστὸν Ἐβιωναίοις, ἀλλὰ καὶ τοῖς
Ναζωραίοις τοῖς μετέπειτα γεγονόσι. καὶ κέχρηνται αὐτῷ τέσσαρες222 in vol. 1
Haer
.

1

.

223

αἱρέσεις, ἐπειδὴ θέλγονται τῇ αὐτοῦ πλάνῃ· 〈ἡ〉 Ἐβιωναίων τε τῶν μετέπειτα 〈γεγονότων καὶ〉 Ναζωραίων, Ὀσσαίων τε τῶν πρὸ αὐ‐ τοῦ καὶ σὺν αὐτῷ καὶ Νασαραίων τῶν ἄνω μοι προδεδηλωμένων. Αὕτη δὲ ἡ 〈ἕκτη〉 αἵρεσις τῶν ἑπτὰ τῶν ἐν Ἱεροσολύμοις, αἵτινες
5ἐνέμειναν ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας καὶ μετὰ τὴν τοῦ Χρι‐ στοῦ ἔνσαρκον παρουσίαν ἄχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως, ἥτις γέγονεν ὑπὸ Τίτου βασιλέως, ἀδελφοῦ Δομετιανοῦ υἱοῦ δὲ Οὐεσπα‐ σιανοῦ, ἐν τῷ δευτέρῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ βασιλείας. μετὰ δὲ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ἐπέμεινεν ἥ τε
10αὐτὴ καὶ αἱ ἄλλαι ὀλίγῳ τῷ χρόνῳ φημιζόμεναι αἱρέσεις, Σαδδου‐ καίων φημὶ καὶ Γραμματέων, Φαρισαίων τε καὶ Ἡμεροβαπτιστῶν Ὀσσαίων τε καὶ Νασαραίων καὶ Ἡρῳδιανῶν, ἄχρις οὗ κατὰ καιρὸν καὶ κατὰ χρόνον ἑκάστη αὐτῶν διασκορπισθεῖσα διελύθη. 6. Ἀρκετῶς δὲ ἔχει ἀπ’ αὐτῆς τῆς αὐτῶν φρενοβλαβείας καὶ τῶν
15ῥημάτων τοῦ κηρύγματος τοῦ δηλητηρίου ἰοῦ ἀλεξητήριον ἑαυτῷ πάντα νουνεχῆ κατασκευάσαι, καταγνόντα τῆς συρφετώδους αὐτῶν διδασκαλίας τε καὶ λαλιᾶς, καὶ μάλιστα τοῦ κυρίου εὐθὺς λέγοντος ἔν τε τῷ νόμῳ καὶ ἐν τῷ εὐαγγελίῳ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι» «οὐ λήψῃ ὄνομά τινος ἑτέρου ἐπὶ ὅρκῳ», καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ
20λέγοντος «μὴ ὀμνύναι μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἕτερόν τινα ὅρκον, ἀλλ’ ἤτω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ περισσότερον γὰρ τούτων ἐκ τοῦ πονηροῦ ὑπάρχει». ἐγὼ δὲ περὶ τούτου νομίζω θεσπίσαι τὸν κύριον διὰ τὸ μέλλειν τινὰς λέγειν ἐν ἄλλοις ὀνόμασιν ὅρκον προβάλλεσθαι· πρῶτον μὲν οὖν ὅτι οὐ δεῖ ὀμνύναι οὔτε αὐτὸν
25τὸν κύριον οὔτε ἄλλον τινὰ ὅρκον· 〈ἐκ〉 τοῦ γὰρ πονηροῦ ἐστι τὸ ὀμνύ‐ ναι. πονηρὸς δὲ ἄρα καὶ ὁ ἐν τῷ Ἠλξαῒ λαλήσας, ὁ καταναγκάσας
οὐ μόνον ἐν θεῷ ὀμνύναι, ἀλλὰ καὶ ἐν ἁλὶ καὶ ἐν ὕδατι καὶ 〈ἐν ἄρτῳ223 in vol. 1
Haer
.

1

.

224

καὶ〉 ἐν αἰθέρι καὶ ἐν ἀνέμῳ καὶ ἐν τῇ γῇ καὶ ἐν οὐρανῷ. ἀρκετὸν δὲ ὡς ἐν παρόδῳ διὰ τῶν δύο λόγων πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πλάνης ἀντιδότῳ χρήσασθαι τὸν βουλόμενον ἰατρευθῆναι. παρελ‐ θὼν δὲ τούτου τὴν ἐρεσχελίαν καὶ τὸ ὕπουλον ταύτης τῆς αἱρέσεως
5ἐφεξῆς ποιήσομαι τῆς ἑβδόμης αἱρέσεως τὸν ἔλεγχον, τῆς παρὰ τοῖς αὐτοῖς τότε νομιτευομένης. καὶ ἔστιν αὕτη· Κατὰ Ἡρῳδιανῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ζ, τῆς δὲ ἀκολουθίας κ. 1. Μετὰ ταύτην δὲ καὶ μετὰ ταύτας πάλιν ἑβδόμη ἦν Ἡρῳδιανῶν καλουμένη. οὐδὲν δὲ ἔσχον τι παρηλλαγμένον οὗτοι, ἀλλὰ ὅλοι
10Ἰουδαῖοι 〈ἦσαν〉 ἀργοί τε καὶ ὑποκριταί. Ἡρῴδην δὲ οὗτοι ἡγοῦντο Χριστόν, Χριστὸν τὸν ἐν πάσαις γραφαῖς νόμου τε καὶ προφητῶν προσδοκώμενον νομίσαντες αὐτὸν εἶναι τὸν Ἡρῴδην, καὶ ἐπ’ αὐτῷ ἀπατώμενοι ἐσεμνύνοντο τῷ Ἡρῴδῃ, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες (μετὰ τοῦ καὶ εἰς χάριν τοῦ τότε βασιλέως κενοδοξῆσαι) τοῦ εἰρημέ‐
15νου «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὔτε ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται» ἢ ὡς ἔχει τὰ ἄλλα ἀντίγραφα «ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα»· ἐπειδήπερ ὁ Ἡρῴδης υἱὸς Ἀντι‐ πάτρου ἐτύγχανεν Ἀσκαλωνίτου τινὸς ἱεροδούλου Ἀπόλλωνος τοῦ
εἰδώλου· οὗ ὁ πατὴρ τοῦ αὐτοῦ Ἀντιπάτρου Ἡρῴδης μὲν ἦν τοὔ‐224 in vol. 1
Haer
.

1

.

225

νομα, υἱὸς δὲ ἦν καὶ αὐτὸς Ἀντιπάτρου. αἰχμάλωτος δὲ ἤχθη ὑπὸ Ἰδουμαίων ὁ αὐτὸς Ἀντίπατρος κἀκεῖσε ἐν τῇ Ἰδουμαίᾳ διατρίβων ἐγέννησε τὸν Ἡρῴδην. τοῦ δὲ πατρὸς πένητος ὄντος καὶ μὴ δυνα‐ μένου λύτροις ῥύσασθαι τὸν υἱόν, λέγω δὴ τὸν Ἀντίπατρον, ἔμεινε
5πολλῷ τῷ χρόνῳ δουλεύων· ὕστερον δὲ ἐλυτρώθη ἐξ ἐράνου τῶν πολιτῶν σὺν τῷ παιδίῳ Ἡρῴδῃ καὶ μετῆλθεν εἰς τὰ οἰκεῖα. διόπερ τινὲς αὐτὸν λέγουσιν Ἰδουμαῖον, ἄλλοι δὲ Ἀσκαλωνίτην ἴσασιν. ὕστερον δὲ ἐφιλιώθη † Δημητρίῳ καὶ ἐπίτροπος κατέστη ἐπὶ τῆς Ἰουδαίας, ἐν γνώσει τε γέγονεν Αὐγούστῳ βασιλεῖ καὶ ἀπὸ τοῦ ἐπι‐
10τροπεύειν προσηλυτεύει, περιτέμνεταί τε αὐτὸς καὶ περιτέμνει Ἡρῴ‐ δην τὸν υἱόν, εἰς ὃν ἦλθεν ὁ κλῆρος τῆς τῶν Ἰουδαίων βασιλείας· ἦν δὲ βασιλεὺς ἐν τῇ Ἰουδαίᾳ ὑπὸ βασιλέα Αὔγουστον ὑπόσπονδος ὑπάρχων. ἐπὶ οὖν ἐξ ἀλλοφύλων οὗτος βασιλεύει, κατὰ διαδοχὴν δὲ διήρκεσεν ἀπὸ τοῦ Ἰούδα καὶ ἀπὸ τοῦ Δαυὶδ τὸ βασίλειον καὶ οἱ
15ἐκ τοῦ Ἰούδα ἄρχοντες καὶ πατριάρχαι 〈ἐξέλιπον〉, μετέστη δὲ τὸ βασίλειον εἰς ἀλλόφυλον, πιθανὸν ἔδοξεν [ἐν] τῇ ὑπολήψει τῶν πεπλα‐ νημένων τὸ ἀπατηθῆναι καὶ νομίσαι αὐτὸν Χριστὸν εἶναι, ἀπὸ τῆς ἀκολουθίας τοῦ προειρημένου ῥητοῦ τοῦ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», ὡς εἶναι τοῦτο 〈οὕτωσ〉 παρ’
20αὐτοῖς νοητέον, ὅτι τούτῳ ἀπέκειτο, φησίν· ἐξέλιπον γὰρ ἐκεῖνοι καὶ οὗτος οὐκ ἀπὸ γένους τοῦ Ἰούδα, ἀλλ’ οὔτε ὅλως τοῦ Ἰσραὴλ ὑπάρ‐
χει· τ〈οι〉ούτῳ δὲ ἀπέκειτο 〈τὸ〉 εἶναι Χριστόν.225 in vol. 1
Haer
.

1

.

226

2. ἀλλ’ ἐλέγχει αὐτοὺς ἡ ἀκολουθία φάσκουσα ὅτι «αὐτὸς προσ‐ δοκία ἐθνῶν καὶ ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν». ποῖον δὲ τῶν ἐθνῶν ἐπὶ Ἡρῴδῃ ἤλπισεν; ποία δὲ προσδοκία ἐθνῶν Ἡρῴδην καραδοκεῖ; πῶς δὲ παρ’ αὐτοῖς ἐπληροῦτο τό «ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμ‐
5νος λέοντος, τίς ἐξεγερεῖ αὐτόν»; ποῦ δὲ «ἔπλυνεν ἐν αἵματι τὴν στολὴν αὐτοῦ» ὁ Ἡρῴδης ἢ «ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ», ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ σῶμα αὐτοῦ ῥαντίσας αἵματι τῷ ἰδίῳ καὶ ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ; ἀλλὰ «νόει ὃ λέγω. δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.» ἵνα γὰρ
10δείξῃ τὸ καθάρσιον τῆς τοῦ λαοῦ τοῦ κυρίου καταστάσεως, ἦλθεν διὰ τοῦ ἰδίου αἵματος τῆς διδασκαλίας καθᾶραι τοὺς ὀδόντας τῶν ἀνθρώπων τοὺς εἰς αἷμα κνίσης καὶ ἀθεμίτου θυσίας μεμολυσμέ‐ νους. καὶ τί μοι τὰ πλήθη λέγειν; πολλὰ γάρ ἐστι καὶ οὐκ ἐνδέ‐ χεται ὁ χρόνος πρὸς ἀντίθεσιν τῶν προειρημένων αἱρέσεων ἐπι‐
15μηκύνειν τὸν λόγον. 3. Ἀλλ’ αὗται μὲν αἱ ἑπτὰ ἦσαν ἐν Ἰσραήλ, ἐν τῇ Ἱερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ, αἱ δὲ τέσσαρες αἱ προειρημέναι παρὰ Σαμαρείταις ἐν τῇ Σαμαρείᾳ· αἱ πλείους δὲ καθῃρέθησαν. οὐκέτι γὰρ Γραμματεῖς, οὐκέτι Φαρισαῖοι, οὐκέτι Σαδδουκαῖοι, οὐκέτι Ἡμεροβαπτισταί, οὐκέτι
20Ἡρῳδιανοί· μόνοι δέ τινες ἐν σπάνει εὑρίσκονται εἴπου εἷς ἢ δύο Νασαρηνοὶ ὑπὲρ τὴν ἄνω Θηβαΐδα καὶ ἐπέκεινα τῆς Ἀραβίας καὶ Ὀσσαίων τὸ λεῖμμα, οὐκέτι ἰουδαΐζον ἀλλὰ συναφθὲν Σαμψίταις τοῖς κατὰ διαδοχὴν ἐν τοῖς πέραν τῆς νεκρᾶς θαλάσσης ὑπερκειμέ‐ νοις *· νυνὶ δὲ τῇ τῶν Ἐβιωναίων αἱρέσει συνήφθησαν. καὶ
25γέγονε λῆξαι μὲν αὐτοὺς ἀπὸ Ἰουδαϊσμοῦ, ὥσπερ δὲ ῥίζαν τμηθῆναι ἢ σῶμα ἑρπετοῦ καὶ ἐξ αὐτοῦ φῦναι δικέφαλον καὶ ἄρριζον ὄφιν ἐν
ἑνὶ σώματι ἡμιτόμῳ ἐκπεφυκότα καὶ ἐξηρτημένον.226 in vol. 1
Haer
.

1

.

227

Ἕως ὧδε ἡ περὶ τῶν τεσσάρων αἱρέσεων τῶν Σαμαρειτῶν δια‐ λογὴ καὶ τῶν ἑπτὰ τῶν Ἰουδαίων, ἐξ ὧν οὐκέτι φέρονται 〈ἀλλ’〉 ἢ τρεῖς μόναι τῶν Σαμαρειτῶν, λέγω δὴ 〈ἡ〉 Γοροθηνῶν τε καὶ Δοσιθέων καὶ Σεβουαίων, Ἐσσηνῶν δὲ οὐ πάνυ, ἀλλ’ ὡς ἐν σκότῳ
5τεθαμμένων· παρὰ δὲ τοῖς Ἰουδαίοις οὐκέτι ἀλλ’ ἢ Ὀσσαίων καὶ Νασαραίων ὀλίγοι ἀφωρισμένοι. Ὀσσαῖοι δὲ μετέστησαν ἀπὸ Ἰου‐ δαϊσμοῦ εἰς τὴν τῶν Σαμψαίων αἵρεσιν, οἵτινες οὐκέτι οὔτε Ἰουδαῖοι ὑπάρχουσιν οὔτε Χριστιανοί. ταῦτά μοι περὶ τῶν προειρημένων ἕως ὧδε ἐχέτω.
10Ἐνδημία Χριστοῦ καὶ ἐνσάρκου παρουσίας καὶ ἀληθείας πρόσωπον·
ἡ μία καὶ μόνη οὖσα τοῦ θεοῦ πίστις.
1. Εὐθὺς δὲ ἐπεδήμησεν κατὰ πόδας ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος παρουσία, ἥτις κατέλαβε τὰς προειρημένας ἑπτὰ αἱρέσεις ἐν Ἱεροσολύμοις. ἔσβεσε δὲ ταύτας ἡ αὐτοῦ δύναμις καὶ
15διεσκέδασε. λοιπὸν δὲ μετὰ τὴν αὐτοῦ ἐπιδημίαν αἱ μετέπειτα πᾶσαι γεγόνασιν αἱρέσεις, λέγω δὴ μετὰ τὸ εὐαγγελισθῆναι Μαριὰμ ἐν Να‐ ζαρὲτ διὰ τοῦ Γαβριὴλ καὶ μετὰ πᾶσαν ἁπλῶς τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν εἴτουν ἀνάληψιν. ηὐδόκησε γὰρ ὁ θεὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων τὸν ἴδιον υἱὸν κατελθόντα ἐν μήτρᾳ
20παρθενικῇ συλληφθῆναι, Λόγον ὄντα ἀπ’ οὐρανοῦ, ἐκ κόλπων πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντα δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, θεὸν Λόγον ὄντα ἐκ θεοῦ πατρὸς ἀληθινῶς γεγεννημένον, ὁμοούσιον ὄντα τῷ πατρὶ καὶ οὐδὲν παρὰ τὸν πατέρα ἠλλοιωμένον, ἀλλὰ ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον, ἀπαθῆ τε καὶ
25ὅλως μὴ πάσχοντα, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει, κατελθόντα227 in vol. 1
Haer
.

1

.

228

ἀπ’ οὐρανοῦ, ἐγκυμονηθέντα οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἀληθινῶς σῶμα ἀπὸ Μαρίας ἐσχηκότα, ἀναπλά‐ σαντα ἑαυτῷ τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφότα καὶ νοῦν καὶ πᾶν εἴ τί ἐστιν ἄνθρω‐
5πος χωρὶς ἁμαρτίας εἰς ἑαυτὸν τῇ ἑαυτοῦ θεότητι συνενώσαντα, γεγεννημένον τε ἐν Βηθλεέμ, περιτμηθέντα ἐν τῷ σπηλαίῳ, προσ‐ ενεχθέντα ἐν Ἱεροσολύμοις, ἐναγκαλισθέντα ὑπὸ Συμεῶνος, ἀνθο‐ μολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ Φανουὴλ προφήτιδος, ἀπενεχθέντα εἰς Ναζαρέτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι ἐνώπιον κυρίου εἰς
10Ἱερουσαλήμ, γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταζόμενον, αὖθις πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως ὑπὸ τῆς ἰδίας μητρός, ἐν Βηθλεὲμ δὲ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ Ἰωσὴφ γέροντι ὄντι
15σὺν τῇ Μαρίᾳ δὲ ὄντι, κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ γεννήσεως κατοπτευθέντα ὑπὸ τῶν μάγων προσκυνηθέντα δῶρα λαβόντα καὶ ἐν αὐτῇ τῇ νυκτὶ [ὑπὸ] ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴ‐ γυπτον παραληφθέντα, ἐκεῖθεν πάλιν διὰ δύο ἐτῶν ἐπανεληλυθότα, τελευτήσαντος τοῦ Ἡρῴδου, Ἀρχελάου τε διαδεξαμένου.
202. Τῷ γὰρ τριακοστῷ τρίτῳ Ἡρῴδου, τεσσαρακοστῷ δὲ δευτέρῳ
Αὐγούστου τοῦ βασιλέως, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰου‐228 in vol. 1
Haer
.

1

.

229

δαίας. κάτεισι δὲ εἰς Αἴγυπτον τῷ τριακοστῷ πέμπτῳ Ἡρῴδου, ἄνεισι δὲ ἀπὸ τῆς Αἰγύπτου μετὰ τὴν Ἡρῴδου τελευτήν. διὸ ἐπὶ τριάκοντα καὶ ἑπτὰ ἔτεσι τῆς αὐτῆς τοῦ Ἡρῴδου ἀρχῆς ἦν ὁ παῖς τεσσάρων ἐτῶν, ὅτε Ἡρῴδης τριάκοντα ἑπτὰ πληρώσας κατέστρεψε
5τὸν βίον. Ἀρχέλαος δὲ ἐννέα ἔτη βασιλεύει, οὗ ἐν ἀρχῇ τῆς βασιλείας ἐξιὼν Ἰωσὴφ ἀπ’ Αἰγύπτου ἅμα τῇ Μαρίᾳ καὶ τῷ παιδί, ἀκούσας τὸν Ἀρχέλαον βασιλεύειν ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας καὶ κατῴκησεν τότε εἰς Ναζαρέτ. Ἀρχέλαος δὲ γεννᾷ τὸν Ἡρῴδην τὸν νεώτερον, καὶ βασιλεύει Ἡρῴδης οὗτος τῷ ἐνάτῳ ἔτει τῆς τοῦ
10πατρὸς βασιλείας Ἀρχελάου κατὰ διαδοχήν. καὶ γέγονε λογιζόμενα δεκατρία ἔτη τῇ ἐνσάρκῳ Χριστοῦ παρουσίᾳ. ὀκτωκαιδεκάτῳ δὲ ἔτει Ἡρῴδου τοῦ καὶ Ἀγρίππα ἐπικληθέντος ἤρξατο ὁ Ἰησοῦς τοῦ κηρύγματος καὶ τὸ βάπτισμα τὸ ἀπὸ Ἰωάννου τότε λαμβάνει καὶ κηρύσσει ἐνιαυτὸν δεκτόν, ὑπ’ οὐδενὸς ἀντιλεγόμενος, οὔτε ὑπὸ
15Ἰουδαίων οὔτε ὑπὸ Ἑλλήνων οὔτε ὑπὸ Σαμαρειτῶν οὔτε ὑπό τινος ἑτέρου. ἔπειτα ἀντιλεγόμενος ἐκήρυξεν ἐνιαυτὸν δεύτερον καὶ γέγονεν ἐννεακαίδεκα ἔτη τῷ αὐτῷ Ἡρῴδῃ, τῷ δὲ σωτῆρι τριακοστὸν δεύ‐ τερον. ἐν δὲ τῷ εἰκοστῷ ἔτει τοῦ Ἡρῴδου τοῦ τετράρχου καλου‐ μένου γίνεται τὸ σωτήριον πάθος καὶ ἡ ἀπάθεια, ἡ θανάτου γεῦσις
20γεῦσίς τε θανάτου ἄχρι σταυροῦ, πάσχοντος ἐν ἀληθείᾳ, ἀπαθοῦς δὲ229 in vol. 1
Haer
.

1

.

230

μένοντος ἐν θεότητι («Χριστοῦ γὰρ παθόντος ὑπὲρ ἡμῶν σαρκί» φησὶν ἡ θεία γραφὴ καὶ πάλιν «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ τὰ ἑξῆς), σταυροῦται θάπτεται κατέρχεται εἰς τὰ καταχθόνια ἐν θεότητι καὶ ἐν ψυχῇ, αἰχμαλωτεύει τὴν αἰχμαλωσίαν
5καὶ ἀνίσταται τῇ τρίτῃ ἡμέρᾳ σὺν αὐτῷ τῷ ἁγίῳ σώματι, συνενώσας τὸ σῶμα τῇ θεότητι, μηκέτι λυόμενον μηκέτι πάσχον μηκέτι ὑπὸ θανάτου κυριευόμενον (ὥς φησιν ὁ ἀπόστολος «θάνατος αὐτοῦ οὐκ‐ έτι κυριεύει»), 3. αὐτὸ τὸ σῶμα ἀληθινῶς αὐτὴν τὴν σάρκα αὐτὴν τὴν ψυχὴν αὐτὰ τὰ πάντα· οὐκ ἄλλο τι παρὰ τὸ ὂν σῶμα, ἀλλ’
10αὐτὸ τὸ ὂν ἐνδυναμώσας καὶ ἑνώσας εἰς μίαν ἑνότητα εἰς μίαν θεό‐ τητα, τὸ σαρκικὸν ἄφθαρτον τὸ σωματικὸν πνευματικὸν τὸ παχυ‐ μερὲς λεπτομερὲς τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθοράν, μὴ καταλειφθείσης τῆς ψυχῆς ἐν Ἅιδῃ, μὴ μερισθέντος τοῦ ὀργάνου πρὸς ἁμαρτίαν, μὴ χρανθέντος τοῦ νοῦ τροπῇ, ἀλλὰ τὰ ὅλα μὲν
15ἀνθρώπου λαβών, φυλάξας δὲ ὅλα τέλεια, ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους χρείας, λέγω δὴ τὰς ἐκ σώματός τε καὶ ψυχῆς καὶ ἐκ νοῦ ἀνθρωπίνου * πιστουμένας τὴν πληροφορίαν, τουτέστιν πείνῃ καὶ δίψῃ, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει. ταῦτα γὰρ οὐχ ἁμαρ‐
20τίας εἶδος, ἀλλ’ ἐνανθρωπήσεως ἀληθεστάτης γνώρισμα, ἀληθείᾳ τῆς θεότητος συνούσης τῇ ἐνανθρωπήσει, οὐ τὰ ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα καὶ τὰ ἐκτὸς ἁμαρ‐
τίας καὶ τροπῆς ἀπηγορευμένης ὑπάρχοντα. ἀλλὰ καὶ ἀνέστη καὶ230 in vol. 1
Haer
.

1

.

231

θυρῶν κεκλεισμένων εἰσῆλθεν, ἵνα τὸ παχυμερὲς λεπτομερὲς ἀποδείξῃ, αὐτὸ τὸ ὂν σὺν σαρκὶ καὶ ὀστέοις. μετὰ γὰρ τὸ εἰσελθεῖν ἔδειξε χεῖρας καὶ πόδας καὶ πλευρὰν νενυγμένην, ὀστέα τε καὶ νεῦρα καὶ τὰ ἄλλα, ὡς μὴ εἶναι φαντασίαν τὸ ὁρώμενον· πίστεώς τε καὶ ἐλπί‐
5δος τῆς ἡμετέρας τὴν ὑπόσχεσιν ἐποιεῖτο, δι’ ἑαυτοῦ τὰ ὅλα τελει‐ ώσας. καὶ συναλίζεται οὐ δοκήσει ἀλλὰ ἀληθείᾳ, παιδεύων τε ἐδίδαξε βασιλείαν οὐρανῶν κηρύσσειν ἐν ἀληθείᾳ, τὸ μέγα καὶ κορυ‐ φαιότατον * σημαίνων τοῖς μαθηταῖς καὶ λέγων «μαθητεύσατε τὰ ἔθνη», τουτέστιν μεταβάλετε τὰ ἔθνη ἀπὸ κακίας εἰς ἀλήθειαν, ἀπὸ
10αἱρέσεων εἰς μίαν ἑνότητα, «βαπτίζοντες αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος», εἰς τὴν κυριακὴν ὀνομασίαν τῆς τριάδος, τὴν ἁγίαν καὶ βασιλικὴν σφραγῖδα, ἵνα δείξῃ ἐκ τοῦ ὀνόμα‐ τος μηδεμίαν ἀλλοίωσιν εἶναι τῆς μιᾶς ἑνότητος. ὅπου γὰρ οἱ βαπτι‐ ζόμενοι κελεύονται ὑπ’ αὐτοῦ 〈σφραγίζεσθαι〉 εἰς ὄνομα πατρός,
15ἀσφαλὴς ἡ δοξολογία· «εἰς ὄνομα υἱοῦ» οὐκ ἀποδεόντως ἡ ἐπίκλησις· «εἰς ὄνομα ἁγίου πνεύματος» οὐ διῃρημένος ὁ σύνδεσμος οὐδὲ ἀπηλ‐ λοτριωμένος, τῆς μιᾶς θεότητος ἔχων τὴν σφραγῖδα. 4. Καὶ ἀνελήφθη εἰς οὐρανὸν ἐν αὐτῷ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ νῷ, συνενώσας εἰς μίαν ἑνότητα καὶ μίαν πνευματικὴν ὑπό‐
20στασιν καὶ ἔνθεον ἀποτελέσας, ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, πέμψας κήρυκας εἰς ὅλην τὴν οἰκουμένην, Σίμωνα Πέτρον, Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην τοὺς υἱοὺς Ζεβεδαίου οὓς
πάλαι ἐξελέξατο, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον Θωμᾶν τε231 in vol. 1
Haer
.

1

.

232

καὶ Ἰούδαν καὶ Θαδδαῖον, Σίμωνα τὸν ζηλωτήν· Ἰούδας γὰρ ὁ Ἰσκα‐ ριώτης, εἰ καὶ πρώην ἐν τοῖς δώδεκα ἐψηφίζετο, προδότης γενόμενος ἀπετμήθη τοῦ ἁγίου τῶν ἀποστόλων καταλόγου. ἀπέστειλεν δὲ καὶ ἄλλους ἑβδομήκοντα δύο κηρύττειν, ἐξ ὧν ἦσαν οἱ ἑπτὰ οἱ ἐπὶ
5τῶν χηρῶν τεταγμένοι, Στέφανος Φίλιππος Πρόχορος Νικάνωρ Τίμων Παρμενᾶς καὶ Νικόλαος, πρὸ τούτων δὲ Ματθίας ὁ ἀντὶ Ἰούδα συμψηφισθεὶς μετὰ τῶν ἀποστόλων· μετὰ τούτους δὲ τοὺς ἑπτὰ καὶ Ματθίαν τὸν πρὸ αὐτῶν Μάρκον καὶ Λουκᾶν, Ἰοῦστον, Βαρνάβαν καὶ Ἀπελλῆν, Ῥοῦφον, Νίγερα καὶ 〈τοὺσ〉 λοιποὺς τῶν
10ἑβδομήκοντα δύο. μετ’ αὐτοὺς δὲ πάντας καὶ σὺν αὐτοῖς Παῦλον τὸν ἅγιον ἀπόστολον διὰ φωνῆς ἰδίας ἀπ’ οὐρανοῦ ἀπόστολον ὁμοῦ καὶ κήρυκα ἐθνῶν καὶ πληρωτὴν ἀποστολικῆς διδασκαλίας ἐξελέξατο· ὃς εὑρίσκει τὸν ἅγιον Λουκᾶν, ὄντα τῶν ἑβδομήκοντα δύο τῶν διεσκορπισμένων, 〈ὃν〉 ἐπιστρέψας καὶ ἀκόλουθον ἑαυτῷ ποιήσας
15συνεργὸν τοῦ εὐαγγελίου ὁμοῦ καὶ ἀπόστολον 〈ἀπέδειξεν〉. καὶ οὕτως ἐτελέσθη ἡ πᾶσα εὐαγγελικὴ πραγματεία ἕως τούτου τοῦ
χρόνου.232 in vol. 1
Haer
.

1

.

233

Ἔσται δέ μοι ὁ λόγος ἕως ὧδε περὶ τῶν εἴκοσι αἱρέσεων καὶ τῆς κατὰ δύναμιν ἀκολουθίας ἐν συντόμῳ μοι εἰρημένης εὐαγγελικῆς φωταγωγίας τῆς ἐν κόσμῳ διὰ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ γεγενημένης, οἷς τὰ ὅμοια συλλέξαι καὶ παραθέσθαι τὰ προθεσπίσματά
5τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ ψαλμῶν καὶ τῶν ἄλλων τὰς ἀκολουθίας καὶ ἀγωγὰς ἔνεστιν ἰδεῖν καὶ τὴν ἀκρίβειαν κατα‐ λαβέσθαι, ὡς οὐ νόθος ἀλλὰ ἀληθὴς καὶ προκαταγγελθεῖσα ἀπὸ τῆς παλαιᾶς διαθήκης καὶ ἀναμφίβολός ἐστιν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία. ἵνα δὲ μὴ εἰς ὄγκον παρεκτείνω
10τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι. Προϊὼν δὲ ἐφεξῆς τὰς μετέπειτα τῷ βίῳ ἐπιφυείσας ἐπὶ κακῇ προφάσει δόξας ὁμοίως διαγορεύσω, ἤδη τὰς ἕνδεκα τὰς ἀπὸ Ἰουδαίων καὶ Σαμαρειτῶν καὶ τὰς πρὸ αὐτῶν ἐννέα ἐξ Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν ἄλλων γενομένας πρὸ τῆς τοῦ κυρίου παρουσίας καὶ ἕως
15αὐτοῦ τοῦ χρόνου μετρίως ἀπαριθμησάμενος.233 in vol. 1
Haer
.

1

.

238

Κατὰ Σιμωνιανῶν πρώτη μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν μόνην
οὖσαν, τῆς δὲ ἀκολουθίας
κα. 1. Σίμωνος γίνεται τοῦ μάγου πρώτη αἵρεσις ἀπὸ Χριστοῦ καὶ δεῦρο ἀρξαμένη, οὖσα αὕτη τῶν εἰς ὄνομα Χριστοῦ οὐκ ὀρθῶς οὐδὲ
5εὐαγῶς 〈πιστευόντων〉, ἀλλὰ κατὰ τὴν παραπεποιημένην ἐν αὐτοῖς φθορὰν τὰ δεινὰ ἐργαζομένων. οὗτος ὁ Σίμων γόης ἦν, ἀπὸ Γιτθῶν δὲ ὡρμᾶτο τῆς πόλεως τῆς ἐν τῇ Σαμαρείᾳ, νυνὶ κώμης ὑπαρχούσης. ἐφαντασίαζε δὲ τὸ γένος τῶν Σαμαρειτῶν ταῖς μαγείαις ἐξαπατῶν τε καὶ δελεάζων, ἔλεγεν δὲ ἑαυτὸν εἶναι τὴν μεγάλην δύ‐
10ναμιν τοῦ θεοῦ καὶ ἄνωθεν καταβεβηκέναι. τὸν πατέρα δὲ ἔλεγεν ἑαυτὸν τοῖς Σαμαρείταις, Ἰουδαίοις δὲ ἔλεγεν ἑαυτὸν εἶναι τὸν υἱόν, παθόντα δὲ μὴ πεπονθέναι, ἀλλὰ δοκήσει μόνον. ὑπεκορίσθη δὲ
οὗτος τοὺς ἀποστόλους καὶ αὐτὸς δὲ [ὁμοίως] ἴσα τοῖς ἄλλοις ὑπὸ238 in vol. 1
Haer
.

1

.

239

Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν. οἱ πάντες δὲ χωρὶς αὐτοῦ ἐξε‐ δέξαντο τὴν τῶν μεγάλων ἀποστόλων παρουσίαν καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον πνεῦμα ἅγιον, ἐπειδήπερ Φίλιππος διάκονος ὢν οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας τοῦ δι’ αὐτῆς διδόναι πνεῦμα
5ἅγιον. οὐκ ὀρθὴν δὲ ὁ Σίμων ἔχων τὴν καρδίαν οὔτε τὸν λογισμόν, αἰσχροκερδίᾳ δέ τινι καὶ φιλοχρημοσύνῃ προσανέχων καὶ τῆς μοχθη‐ ρᾶς αὐτοῦ ἐπιτηδεύσεως ἐκτὸς βαίνων οὐδαμῶς, προσέφερε χρήματα Πέτρῳ τῷ ἀποστόλῳ, ὅπως δῴη αὐτῷ ἐξουσίαν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν πνεῦμα ἅγιον παρέχειν, λογισάμενος ὀλίγον δώσειν πολλὴν
10δὲ ἀντὶ ὀλίγου διὰ τοῦ ἄλλοις παρέχειν πνεῦμα ἐπισωρεῦσαι χρημά‐ των πληθὺν καὶ ἐπικερδῆσαι. 2. Οὗτος μὲν οὖν ἔχων τὴν διάνοιαν πεπονηρευμένην ἀπὸ τῆς ἐν τῇ μαγείᾳ δαιμονιώδους πλάνης καὶ πεφαντασιωμένην, πρόχειρος ὢν ἀεὶ τῆς ἑαυτοῦ κακίας τὰ βαρβαρικὰ καὶ δαιμονίων πράγματα διὰ
15τῆς ἑαυτοῦ μαγγανείας ἐπιδείκνυσθαι, παρελθὼν εἰς μέσον καὶ προ‐ σχήματι ὀνόματος Χριστοῦ, ὡς ἐλλέβορον μέλιτι παραπλέκων, δηλη‐ τήριον τοῖς ὑπ’ αὐτοῦ ἀγρευθεῖσιν εἰς τὴν κακομήχανον αὐτοῦ πλάνην παρενθεὶς τῷ τοῦ ὀνόματος ἀξιώματι Χριστοῦ θάνατον ἐνεποίησεν τοῖς πεισθεῖσιν. λάγνος δὲ ὢν κατὰ τὴν φύσιν καὶ αἰδοῖ τῇ τῶν
20ἑαυτοῦ ὑποσχέσεων ὑπονυττόμενος, παραπεφθαρμένην ὑπόνοιαν τοῖς ὑπ’ αὐτοῦ ἀπατωμένοις ὁ ἀγύρτης παρεποιήσατο. γυναῖκα γάρ τινα ἑαυτῷ εὑράμενος ῥεμβάδα Ἑλένην τοὔνομα ἀπὸ τῆς Τυρίων ὁρμω‐ μένην ἄγεται, μὴ ὑποφαίνων συνάφειαν ἔχειν πρὸς ταύτην· ἐν παρα‐ βύστῳ δὲ αἰσχρότητι συμπεριπλεκόμενος τῷ γυναίῳ ὁ γόης τινὰ
25μυθώθη ψυχαγωγίαν τοῖς ἑαυτοῦ μαθηταῖς ὑφηγεῖτο, δῆθεν ἑαυτὸν239 in vol. 1
Haer
.

1

.

240

εἶναι δύναμιν θεοῦ λέγων τὴν μεγάλην, τὴν δὲ σύζυγον πορνάδα πνεῦμα ἅγιον εἶναι τετόλμηκεν λέγειν καὶ διὰ ταύτην κατεληλυθέναι φησίν. «ἐν ἑκάστῳ δὲ οὐρανῷ μετεμορφούμην, φησίν, κατὰ τὴν μορ‐ φὴν τῶν ἐν ἑκάστῳ οὐρανῷ, ἵνα λάθω τὰς ἀγγελικάς μου δυνάμεις καὶ
5κατέλθω ἐπὶ τὴν Ἔννοιαν, ἥτις ἐστὶν αὕτη ἡ καὶ Προύνικος καὶ πνεῦμα ἅγιον καλουμένη, δι’ ἧς τοὺς ἀγγέλους ἔκτισα, οἱ δὲ ἄγγελοι τὸν κόσμον ἔκτισαν καὶ τοὺς ἀνθρώπους». εἶναι δὲ ταύτην τὴν Ἑλένην ἐκείνην τὴν πάλαι, δι’ ἣν οἱ Τρῶες καὶ Ἕλληνες εἰς μάχην ἦλθον. ἔλεγε δὲ μῦθόν τινα εἰς ταῦτα, ὅτι ἄνωθεν ἡ δύναμις κατιοῦσα ἑαυτὴν
10μετεμόρφου, ἀλληγορικῶς δὲ οἱ ποιηταὶ περὶ τούτου ἔφασαν. διὰ γὰρ τὴν ἄνωθεν δύναμιν (ἣν Προύνικόν φασιν, ἥτις παρ’ ἄλλαις αἱρέσεσι Βαρβηρὼ ἤτοι Βαρβηλὼ καλεῖται), τὸ κάλλος αὐτῆς ἐμφαί‐ νουσαν εἰς οἶστρόν 〈τε〉 ἄξασαν αὐτοὺς καὶ διὰ τοῦτο πεμφθεῖσαν
εἰς συλαγωγίαν τῶν ἀρχόντων τῶν τὸν κόσμον τοῦτον κτισάντων,240 in vol. 1
Haer
.

1

.

241

[καὶ] τοὺς αὐτοὺς ἀγγέλους εἰς πόλεμον δι’ αὐτὴν ἥκειν, αὐτὴν δὲ μηδὲν πεπονθέναι, ἀλληλοκτονίας δὲ αὐτοὺς εἰς ἑαυτοὺς ἐργάσασθαι παρασκευάσαι δι’ ἣν ἐνέβαλεν εἰς αὐτοὺς πρὸς ἑαυτὴν ἐπιθυμίαν. καὶ συνέχοντες αὐτὴν τοῦ μὴ ἄνω δύνασθαι ἀνιέναι συνεγίνοντο
5αὐτῇ, ἕκαστος ἐν ἑκάστῳ σώματι γυναικείας καὶ θηλυκῆς σχέσεως, μεταγγιζομένης αὐτῆς ἀπὸ σωμάτων θηλυκῶν εἰς σώματα διάφορα ἀνθρωπίνης φύσεώς τε καὶ κτηνῶν καὶ τῶν ἄλλων, ἵνα δι’ ὧν αὐτοὶ ἐργάζονται, κτείνοντές τε καὶ κτεινόμενοι, μείωσιν ἑαυτῶν διὰ τῆς τοῦ αἵματος προχύσεως ἐργάζωνται, εἶτα ἐκείνη τὴν δύναμιν συλλε‐
10γομένη πάλιν αὖθις εἰς οὐρανὸν ἀναβῆναι δυνηθῇ. 3. «Ἦν δὲ αὕτη τότε ἡ ἐπὶ τοῖς Ἕλλησί τε καὶ Τρωσὶ καὶ ἀνωτάτω πρὶν ἢ τὸν κόσμον γενέσθαι καὶ μετὰ τὸν κόσμον διὰ τῶν ἀοράτων δυνά‐ μεων τὰ ἰσότυπα πεποιηκυῖα. αὐτὴ δέ ἐστιν ἡ νῦν σὺν ἐμοὶ καὶ διὰ ταύτην κατελήλυθα. καὶ αὕτη δὲ προσεδόκα τὴν ἐμὴν παρουσίαν· αὕτη γάρ
15ἐστιν ἡ Ἔννοια, ἡ παρὰ Ὁμήρῳ Ἑλένη καλουμένη. καὶ τούτου ἕνεκεν ἀναγκάζεται αὐτὴν διαγράφειν Ὅμηρος ἐπὶ πύργου ἑστηκέναι καὶ διὰ λαμπάδος ὑποφαίνειν τοῖς Ἕλλησι τὴν κατὰ τῶν Φρυγῶν ἐπιβουλήν. ἐχαρακτήριζε δὲ διὰ τῆς λαμπηδόνος, ὡς ἔφην, τὴν τοῦ ἄνωθεν φωτὸς ἔνδειξιν.» διὸ καὶ τὸν παρὰ τῷ Ὁμήρῳ δούρειον ἵππον μεμηχανημέ‐
20νον, ὃν νομίζουσιν Ἕλληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης ὅτι ἄγνοιά ἐστι τῶν ἐθνῶν· καί «ὡς οἱ Φρύγες ἕλκοντες αὐτὸν ἀγνοίᾳ τὸν
ἴδιον ὄλεθρον ἐπεσπάσαντο, οὕτω [γὰρ] καὶ τὰ ἔθνη τουτέστιν οἱ ἄνθρωποι241 in vol. 1
Haer
.

1

.

242

οἱ ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώ‐ λειαν». ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε τὴν παρ’ αὐτῷ Ἔννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου ἀπο‐ στόλου Παύλου φωναῖς μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ
5ψεῦδος, τό «ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως καὶ τὴν περικε‐ φαλαίαν τοῦ σωτηρίου καὶ κνημῖδας καὶ μάχαιραν καὶ θυρεόν», πάντα ταῦτα ἐπὶ τῆς τοῦ Φιλιστίωνος μιμολογίας ὁ ἀπατεὼν τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ πίστιν ἁγνῆς ἀναστρο‐ φῆς καὶ δύναμιν θείου λόγου καὶ ἐπουρανίου εἰς χλεύην λοιπὸν καὶ
10οὐδὲν ἕτερον μεταστρέφων. «τί γάρ;» φησί, «ταῦτα πάντα εἰς Ἀθηνᾶς τύπους μυστηριωδῶς ἐσχημάτιζε». διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον, ὑποφαίνων ἐκείνην τὴν μετ’ αὐτοῦ γυναῖκα τὴν ἀπὸ Τύρου ληφθεῖσαν αὐτῷ, τὴν ὁμώνυμον τῆς παλαιᾶς Ἑλένης, τὰ πάντα ταύτην καλῶν καὶ Ἔννοιαν καὶ Ἀθηνᾶν καὶ Ἑλένην καὶ τὰ ἄλλα, «καὶ διὰ ταύτην,
15φησί, καταβέβηκα· τοῦτο γάρ ἐστι τὸ γεγραμμένον ἐν τῷ εὐαγγελίῳ τὸ πρόβατον τὸ πεπλανημένον». ἀλλὰ καὶ εἰκόνα τινὰ παραδέδωκε τοῖς αὐτοῦ ὡς δῆθεν αὐτοῦ οὖσαν καὶ προσκυνοῦσι ταύτην ἐν εἴδει Διός· ἄλλην δὲ ὡσαύτως Ἑλένης εἰκόνα παραδέδωκεν αὐτοῖς ἐν σχήματι Ἀθηνᾶς, καὶ προσκυνοῦσι ταύτας οἱ παρ’ αὐτοῦ ἠπατημένοι.
204. Μυστήρια δὲ ὑπέθετο αἰσχρότητος ῥύσεώς τε σωμάτων, ὅπως
σεμνότερον ὑφηγήσωμαι, ἀνδρῶν μὲν διὰ τῆς ἀπορροίας, γυναικῶν242 in vol. 1
Haer
.

1

.

243

δὲ διὰ τῶν κατ’ ἐθισμὸν [τῶν] ἐμμηνίων συλλογῇ τινι αἰσχροτάτῃ εἰς μυστήρια συναγομένων. καὶ ταῦτα εἶναι μυστήρια ζωῆς γνώσεώς 〈τε〉 τῆς τελειοτάτης· ὅπερ μάλιστα ὑπάρχει τῷ τὴν σύνεσιν ἐκ θεοῦ κεκτημένῳ βδελυρίαν μᾶλλον ἡγεῖσθαι καὶ θάνατον ἤπερ ζωήν.
5ὀνόματα δέ τινα ὁ αὐτὸς ὑποτίθεται ἀρχῶν τε καὶ ἐξουσιῶν, οὐρα‐ νούς τε διαφόρους φησί, καθ’ ἕκαστον δὲ στερέωμα καὶ οὐρανὸν δυ‐ νάμεις τινὰς ὑφηγεῖται καὶ ὀνόματα βαρβαρικὰ τούτοις ἐκτίθεται· μὴ ἄλλως δὲ δύνασθαι σῴζεσθαί τινα, εἰ μή τι ἂν μάθοι ταύτην τὴν μυσταγωγίαν καὶ τὰς τοιαύτας θυσίας τῷ πατρὶ τῶν ὅλων διὰ τῶν
10ἀρχῶν τούτων καὶ ἐξουσιῶν προσφέρειν. εἶναι δὲ τὸν αἰῶνα τοῦ‐ τον ἀπὸ ἀρχῶν καὶ ἐξουσιῶν, φησί, τῆς κακίας ἐν ἐλαττώματι κατε‐ σκευασμένον. φθορὰν δὲ ὑφηγεῖται σαρκὸς καὶ ἀπώλειαν, μόνον ψυχῶν δὲ κάθαρσιν καὶ τούτων εἰ διὰ τῆς αὐτοῦ πεπλανημένης γνώσεως ἐν μυσταγωγίᾳ κατασταῖεν. καὶ οὕτως ἄρχεται τῶν Γνω‐
15στικῶν καλουμένων ἡ † ἀρχή. μὴ εἶναι δὲ τὸν νόμον θεοῦ, ἀλλὰ ἀρι‐ στερᾶς δυνάμεως ἔφασκε, μήτε προφήτας ἐξ ἀγαθοῦ θεοῦ ὑπάρχειν; ἀλλὰ ἑτέρας καὶ ἑτέρας δυνάμεως. καὶ ὡς βούλεται ἑκάστῳ ὁρίζεται· τὸν μὲν νόμον τινός, Δαυὶδ δὲ ἄλλης, Ἠσαΐαν ἑτέρας, Ἰεζεκιὴλ πάλιν ἑτέρας, καὶ ἕκαστόν τινα τῶν προφητῶν μιᾷ ἀρχῇ ἀνατίθεται. εἶναι
20δὲ τούτους ἅπαντας ἐκ τῆς ἀριστερᾶς δυνάμεως καὶ ἔξω τοῦ πληρώ‐ ματος, πάντα δὲ πιστεύοντα τῇ παλαιᾷ διαθήκῃ θάνατον ὑπέχειν. 5. Ἀνατρέπεται δὲ τοῦτο τὸ δόγμα ἀπ’ αὐτῆς τῆς ἀληθείας. εἰ
γὰρ αὐτὸς εἴη ἡ δύναμις τοῦ θεοῦ ἡ μεγάλη καὶ τὸ σὺν αὐτῷ πορ‐243 in vol. 1
Haer
.

1

.

244

νίδιον τὸ πνεῦμα τὸ ἅγιον ὡς αὐτός φησι, φησάτω τί τὸ ὄνομα τῆς δυνάμεως ἢ τίνι τῷ λόγῳ τὸ ἐπίθετον τῇ μὲν γυναικὶ ἐφηύρατο, ἑαυτῷ δὲ οὐδὲν τὸ παράπαν· πῶς δὲ ἐν χρόνῳ τινὶ εὑρίσκεται κατὰ διαδοχὴν τὸ χρεὼν ἐπὶ τῆς Ῥωμαίων ἀποδούς, ὅτε ἐν μέσῃ τῶν
5Ῥωμαίων πόλει ὁ τάλας καταπεσὼν τέθνηκεν· τίνι 〈δὲ〉 τῷ λόγῳ ὁ Πέτρος ἀπεφήνατο, αὐτὸν μὴ κλῆρον μὴ μερίδα ἔχειν ἐν τῷ μέρει τῆς θεοσεβείας· πῶς δὲ δύναται ὁ κόσμος θεοῦ ἀγαθοῦ μὴ ὑπάρχειν, ὁπότε ἐξ αὐτοῦ πάντες οἱ ἀγαθοὶ ἐξελέγησαν· πῶς δὲ ἀριστερὰ εἴη δύναμις ἡ ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσασα, ἥτις περὶ τῆς ἐλεύ‐
10σεως τοῦ Χριστοῦ 〈ἀπὸ τοῦ〉 ἀγαθοῦ θεοῦ προκεκήρυχεν καὶ τὰ φαῦλα πάντα ἀπαγορεύει· πῶς δὲ οὐκ ἂν εἴη μία θεότης καὶ τὸ αὐτὸ πνεῦμα καινῆς καὶ παλαιᾶς διαθήκης, ὁπότε ὁ κύριος εἶπεν «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι»; καὶ ἵνα δείξῃ ὅτι ὁ νόμος ὑπ’ αὐτοῦ κατηγγέλη καὶ διὰ Μωυσέως ἐδωρήθη, ἡ δὲ εὐαγγε‐
15λικὴ χάρις δι’ ἑαυτοῦ καὶ τῆς ἐνσάρκου παρουσίας κεκήρυκται, ἔλεγε τοῖς Ἰουδαίοις «εἰ ἐπιστεύετε Μωυσῇ, καὶ ἐμοὶ ἂν ἐπιστεύετε· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν». καὶ ἄλλα πολλὰ ἔστιν * πρὸς ἀντίθεσιν τῆς τοῦ γόητος ληρολογίας· πῶς δὲ ἔσται τὰ αἰσχρὰ ζωτικά, εἰ μή τι ἂν δαιμόνων εἴη τὸ φρόνημα, ὁπότε αὐτὸς ὁ κύριος λέγει ἐν τῷ
20εὐαγγελίῳ πρὸς τοὺς λέγοντας αὐτῷ «εἰ οὕτως ἡ αἰτία τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι»· ὁ δὲ πρὸς αὐτοὺς ἔφη «οὐ πάντες τοῦτο χωροῦσι· εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν» καὶ ἔδειξεν ὡς τὸ φύσει ἀπέχεσθαι συζυγίας βασιλείας οὐρανῶν ἐστι τὸ δῶρον. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ
25λέγει κατὰ τὸν σεμνὸν γάμον, ὃν αὐτὸς ὁ Σίμων παραφθείρων αἰσχρῶς μεθοδεύει τὴν ἑαυτοῦ ἐπιθυμίαν, ὅτι «οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρω‐
πος μὴ χωριζέτω».244 in vol. 1
Haer
.

1

.

245

6. Πῶς δὲ πάλιν ὁ πλάνος ἐπιλαθόμενος τῆς ἰδίας ληρῳδίας ἑαυτὸν ἐλέγχει, ὥσπερ ἀγνοῶν ἃ προλέγει; φήσας γὰρ ὅτι ὑπ’ αὐτοῦ γεγόνασιν οἱ ἄγγελοι διὰ τῆς αὐτοῦ Ἐννοίας, πάλιν ἔλεγεν μεταμορ‐ φοῦσθαι καθ’ ἕκαστον οὐρανόν, ὅπως λάθοι τοὺς αὐτοὺς ἐν τῷ
5κατιέναι. ἄρα δεδιὼς ἐλάνθανε, καὶ πῶς δέδιεν ὁ ληρολόγος οὓς αὐτὸς ἐποίησεν ἀγγέλους; πῶς δὲ οὐ πάντῃ εὐθυέλεγκτος αὐτοῦ τοῖς συνετοῖς ἡ ὑποσπορὰ τῆς πλάνης εὑρεθήσεται, ὁπότε «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» φησὶν ἡ γραφή; καὶ συνᾳ‐ δόντως τούτῳ τῷ λόγῳ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησὶν ὡς πρὸς
10τὸν θεὸν καὶ πατέρα τὸν ἴδιον «πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς». εἰ τοίνυν ποιητὴς οὐρανοῦ καὶ γῆς ὑπάρχει ὁ θεὸς ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μάτην τὰ πάντα τῷ συκοφάντῃ Σίμωνι εἴρηται, τὸ ὑπὸ ἀγγέλων τὸν κόσμον ἐν ἐλαττώματι γεγενῆ‐ σθαι καὶ τὰ ἄλλα πάντα, ὅσα δαιμονῶν ὁ πλάνος τῷ κόσμῳ παρα‐
15λαλῶν εἰσηγήσατο καὶ ἀπάτην τισὶν ἐνεποίησεν τοῖς ὑπ’ αὐτοῦ ἠπα‐ τημένοις. 7. Καὶ ταῦτά μοι ἐν ἐπιτομῇ πρὸς τὴν τούτου αἵρεσιν εἰρημένα ἀρκέσει τοῖς ἐντυγχάνουσιν εἰς πρόφασιν ἀληθείας τε καὶ ἰάσεως καὶ εἰς ἔλεγχον τῶν διὰ τῆς τοιαύτης θηριώδους φθορᾶς πειρωμένων
20ἀδικεῖν τοὺς ἀγνοοῦντας. ὑπερβήσομαι δὲ καὶ ἐφ’ ἑτέρας πάλιν βαδιοῦμαι αἱρέσεως ἔλεγχον, τούτου τὴν ἰοβολίαν ἱκανῶς συντρίψας. ἔστιν γὰρ ἐν αὐτῷ μεταβολὴ καὶ ἐνδοιασμός, πλάνου μὲν ὄντος αὐτοῦ μορφὴν δὲ ὀνόματος Χριστοῦ ἐνδυσαμένου, ὡς ἡ τῶν ἐκτρωμάτων ἑρπετώδης ἐξ οὐρίων ᾠῶν ἀσπίδων κυϊσκομένη φθορὰ καὶ ἄλλων
25ἐχιδνῶν, ὥς φησιν ὁ προφήτης «ᾠὰ ἀσπίδων ἔρρηξαν, καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν ηὗρεν οὔριον καὶ ἐν αὐτῷ βασιλίσκον». ἀλλὰ τῇ δυνάμει ὡς ἔφην τοῦ Χριστοῦ τοῦτον παίσαντες διὰ τῶν τῆς ἀληθείας λόγων καὶ τὴν αὐτοῦ λύμην ἀφανίσαντες ἐπὶ τὰς ἑξῆς
ἴωμεν, ἀγαπητοί.245 in vol. 1
Haer
.

1

.

246

Κατὰ Μενάνδρου, β ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, τῆς δὲ
ἀκολουθίας
κβ. 1. Ταύτῃ καθεξῆς συνέπεται Μένανδρός τις, ὃς ἀπὸ Σαμαρειτῶν ὁρμώμενος ἐγένετο μαθητεύων τούτῳ τῷ Σίμωνι ἐν χρόνῳ τινί.
5ὁμοίως δὲ ἔλεγεν καὶ αὐτὸς τὸν κόσμον γεγονέναι ὑπὸ ἀγγέλων, ἑαυτὸν δὲ ἔλεγεν ἄνωθεν δύναμιν θεοῦ καταπεπέμφθαι. μείζονα δὲ κυβείαν οὗτος ὑπὲρ τὸν πρότερον ἐργασάμενος πρὸς ἀπάτην τῶν ἀνθρώπων ἔλεγεν ἑαυτὸν πεπέμφθαι εἰς σωτηρίαν, δῆθεν εἰς τὸ συνα‐ γαγεῖν τινὰς εἰς τὸ ἑαυτοῦ μυστήριον διὰ τὸ μὴ ὑπὸ τῶν τὸν κόσμον
10πεποιηκότων ἀγγέλων καὶ ἀρχῶν καὶ ἐξουσιῶν κατακυριευθῆναι. ὅμοια δὲ τῷ ἑαυτοῦ διδασκάλῳ τὰ πάντα συνυφαίνων καὶ γοητείαις καὶ ταῖς ἄλλαις μαγγανείαις * οὐ διέλειπεν, οὐδὲν δὲ διήλλαττε τῇ διδασκαλίᾳ ἀλλ’ ἢ μόνον ὅτι ἑαυτὸν ἔλεγε μείζονα μᾶλλον ἢ τὸν πρὸ αὐτοῦ ὄντα αὐτοῦ διδάσκαλον.
15 2. Τῷ δὲ αὐτῷ ἐλαττώματι ᾧ καὶ ὁ αὐτοῦ διδάσκαλος περιέπεσε καὶ αὐτὸς ἁλοὺς διὰ τῶν αὐτῶν τοῦ ἐλέγχου τῆς ἀληθείας λόγων ἀνατραπήσεται. † ἀνετράπη γὰρ οὗτος καὶ ἔληξεν ἡ αὐτοῦ αἵρεσις ὡς ἐπὶ τὸ πλεῖστον. ὑπερβήσομαι δὲ καὶ ἐφ’ ἑτέραν πάλιν προκόπτων τῇ ὑφηγήσει ἐλεύσομαι. τῷ γὰρ ὄντι οἱ παλαιοὶ ἱστοροῦσι μῦθον,
20ὡς ἐκ πολλῶν ἀσπίδων συνηγμένων ἐν ἄγγει ἑνὶ ὀστρακίνῳ καὶ246 in vol. 1
Haer
.

1

.

247

κατατεθεισῶν ἐν τοῖς θεμελίοις τῶν τεσσάρων γωνιῶν ἑκάστου τε‐ μένους τῶν ἐν Αἰγύπτῳ οἰκοδομηθέντων εἰδώλων, [καὶ] εἴ τις τού‐ των ἰσχυροτέρα ηὕρηται παρὰ τὰς ἄλλας, ἐπελθοῦσα ταῖς ἑτέραις κατέφαγε· μείνασα δὲ καθ’ ἑαυτὴν καὶ τροφῆς μὴ εὐποροῦσα, στρα‐
5φεῖσα αὕτη καὶ ἀπὸ τῆς κέρκου αὐτῆς ἐσθίειν ἀρξαμένη ἕως μέρους τινὸς * τοῦ σώματος κατέφαγε· καὶ οὕτως ἔμεινεν οὐκέτι τελεία, ἀλλὰ ἥμισυ ὑπάρχουσα ἑρπετοῦ. διὸ καὶ ἀσπιδογοργόνα ταύτην ἐκά‐ λεσαν, ὥστε νοεῖν ἡμᾶς τὸ παλαιὸν μὲν εἶναι τοῦτο, νῦν δὲ μηκέτι τοῦτο εὑρισκόμενον, ἀλλὰ ἠφανίσθαι· ὡς καὶ αὕτη παντελῶς ἀπολο‐
10μένη ἔχει μὲν παρ’ ἡμῶν τὴν ἀντιλογίαν, αὐτὴ δὲ διὰ τῆς δυνάμεως Χριστοῦ ἠφάνισται. καὶ ταύτην δὲ ὑπερβάντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί. Κατὰ Σατορνίλου, γ ἀπὸ τῆς τοῦ κυρίου παρουσίας, τῆς δὲ
ἀκολουθίας
κγ.
15 1. Μετὰ τοῦτον Σατορνῖλός τις ἀνέστη, καὶ αὐτὸς ἐκεῖθεν τὰς ἀφορμάς, ἀπὸ Μενάνδρου φημὶ καὶ τῶν πρώην λαβών. οὗτος πρὸς τῇ Συρίᾳ κατοικήσας, τουτέστιν Ἀντιοχείᾳ τῇ πρὸς Δάφνην, πολλήν τινα τέχνην καὶ ἐμπειρίαν πλάνης τῷ κόσμῳ παρεισήνεγκεν. δύο γὰρ οὗτοι ἐγένοντο συσχολασταί, Βασιλείδης τε καὶ Σατορνῖλος·
20καὶ ὁ μὲν Βασιλείδης πρὸς τῇ Αἰγύπτῳ χωρήσας ἐκεῖσε τὰ σκοτεινὰ
αὐτοῦ τοῦ βάθους τῆς πλάνης κεκήρυχεν, ὁ δὲ Σατορνῖλος ἐν τῷ247 in vol. 1
Haer
.

1

.

248

προειρημένῳ τόπῳ διατρίβων ὁμοίως τῷ Μενάνδρῳ τὸν κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι κατήγγελλεν. ἕνα δὲ εἶναι πατέρα ἄγνωστον, τὸν αὐτόν τε πεποιηκέναι δυνάμεις καὶ ἀρχὰς καὶ ἐξουσίας· τοὺς δὲ ἀγγέλους διεστάναι τῆς ἄνω δυνάμεως, ἑπτὰ δέ τινας τὸν κόσμον
5πεποιηκέναι καὶ τὰ ἐν αὐτῷ· τὸν κόσμον δὲ κατὰ μεριτείαν ἑκάστῳ ἀγγέλῳ κεκληρῶσθαι. ὁμοῦ δὲ συνελθόντας τοὺς αὐτοὺς ἀγγέλους ἐντεθυμῆσθαι καὶ κοινῇ τὸν ἄνθρωπον πεποιηκέναι κατὰ τὴν μορφὴν τῆς ἄνωθεν παρακυψάσης φωτεινῆς εἰκόνος, ἣν μὴ δυνηθέντες παρα‐ κύψασαν κατασχεῖν διὰ τὸ παραχρῆμα ἀναδραμεῖν, μιμήσασθαι ἠθέ‐
10λησαν. καὶ πεπλάσθαι μὲν τὸν ἄνθρωπον ὑπ’ αὐτῶν οὐδενὸς ἕνεκα ἀλλ’ ἢ διὰ τοιαύτην πρόφασιν. ἐπειδὴ γάρ, φησίν, ἄνωθεν τὸ αὐτὸ φῶς παρακῦψαν ἐρεθισμόν τινα ἐνεποίησε τοῖς αὐτοῖς ἀγγέ‐ λοις, τούτους πρὸς πόθον τοῦ ἄνω ὁμοιώματος ἐπιχειρῆσαι τοῦ ἀν‐ θρώπου τὸ πλάσμα ποιῆσαι. ἐπειδὴ γὰρ ἠράσθησαν τοῦ ἄνω φωτὸς
15πόθῳ τῷ πρὸς αὐτὸ καὶ ἡδονῇ κατασχεθέντες, φανέντος καὶ ἀφαν‐ τωθέντος ἀπ’ αὐτῶν, ἐρασθέντας τε αὐτοῦ καὶ μὴ δυνηθέντας ἐμ‐ πλησθῆναι τῆς αὐτοῦ ἐρασμιότητος διὰ τὸ ὑπὸ θῆξιν ἀναπτῆναι τὸ
αὐτὸ φῶς, τούτου χάριν εἰρηκέναι τοὺς ἀγγέλους [φησὶ] δραματουργεῖ248 in vol. 1
Haer
.

1

.

249

ὁ αὐτὸς γόης ὅτι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίω‐ σιν»· παρακόψας τὸ εἰρημένον ἐν τῇ Γενέσει ὑπὸ τοῦ ἁγίου θεοῦ τὸ »[καθ’] ἡμετέραν», ἐάσας 〈δὲ〉 τὸ «κατ’ εἰκόνα», ἵνα δὴ ἔχῃ ἡ αὐτοῦ πλάνη τὴν πιθανότητα· ὡς δῆθεν ἄλλων μὲν ποιούντων εἰκόνα δὲ
5ἑτέρου † λέγειν ἐν τῷ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν». γενομένου δέ, φησί, τοῦ ἀνθρώπου διὰ τὸ αὐτῶν ἀδρανὲς μὴ δύνασθαι αὐτὸν τελεσφορῆσαι, κεῖσθαι δὲ καὶ σκαρίζειν χαμαὶ κείμενον δίκην σκώληκος ἕρποντος, μὴ δύνασθαι δὲ μήτε ἀνορ‐ θοῦσθαι μήτε τι ἕτερον πράττειν, ἕως ἡ ἄνω δύναμις παρακύψασα
10καὶ σπλαγχνισθεῖσα διὰ τὴν ἰδίαν αὐτῆς εἰκόνα τε καὶ ἰδέαν κατ’ οἶκτον ἀπέστειλε σπινθῆρα τῆς αὐτῆς δυνάμεως καὶ δι’ αὐτοῦ ἀνώρ‐ θωσε τὸν ἄνθρωπον καὶ οὕτως ἐζωογόνησε, δῆθεν τὸν σπινθῆρα ψυχὴν τὴν ἀνθρωπείαν φάσκων. καὶ τούτου ἕνεκα πάντως δὴ τὸν σπινθῆρα σωθῆναι, τὸ δὲ πᾶν τοῦ ἀνθρώπου ἀπολέσθαι· ἐν τῷ ἄνω
15μὲν τὸ ἄνωθεν κατελθὸν ἀνακομισθῆναι χρόνοις τισί, τὸ δὲ κάτωθεν πᾶν τὸ ὑπὸ τῶν ἀγγέλων πλασθὲν ἐνταῦθα αὐτοῖς καταλιμπάνε‐ σθαι. Χριστὸν δὲ καὶ αὐτὸν φάσκει ὁ γόης ἐν σχήματι ἀνθρώπου
ἐληλυθέναι καὶ ἰδέᾳ μόνῃ, τὰ πάντα δὲ [ἐν] τῷ δοκεῖν πεποιηκέναι,249 in vol. 1
Haer
.

1

.

250

τουτέστι τὸ γεγεννῆσθαι τὸ περιπατεῖν τὸ ὀπτάνεσθαι τὸ πε‐ πονθέναι. 2. Ἀπὸ τούτου δὲ ἡ ψευδωνύμως καλουμένη γνῶσις ἄρχεται πάλιν προστίθεσθαι τῷ βυθῷ τῆς αὐτῆς πονηρίας, ἀπὸ Σίμωνος μὲν
5λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν πρόφασιν, προστιθεμένη δὲ ἄλλῃ περισ‐ σοτέρᾳ φλυαρίᾳ, ὡς τὸν ταύτης ἔλεγχον ὕστερον ἐροῦμεν. φάσκει γὰρ οὗτος, τοὺς ἀγγέλους λέγων, καὶ τὸν θεὸν τῶν Ἰουδαίων ἕνα ἐξ αὐτῶν εἶναι, διεστάναι δὲ τὸν αὐτὸν καὶ τοὺς αὐτοὺς ἀπὸ τῆς ἄνω δυνάμεως, τὸν δὲ σωτῆρα ἀπεστάλθαι ἀπὸ πατρὸς παρὰ γνώ‐
10μην τῶν δυνάμεων ἐπὶ καταλύσει τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων 〈αὐτῷ〉· εἶναι δὲ αὐτοὺς τοὺς ταύτης τῆς αἱρέσεως τοὺς ἔχοντας τὸν σπινθῆρα τοῦ ἄνωθεν πατρός. δύο γὰρ πεπλάσθαι ἀπ’ ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν καὶ ἕνα φαῦλον· ἐξ ὧν δύο εἶναι τὰ γένη τῶν ἀνθρώπων ἐν κόσμῳ, ἀγαθῶν τε καὶ
15πονηρῶν. ἐπειδὴ δὲ οἱ δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὡς προεῖπον ἦλθεν ὁ σωτὴρ ἐπὶ βοηθείᾳ τῶν ἀγαθῶν ἀνθρώπων καὶ ἐπὶ καταλύσει τῶν πονηρῶν καὶ τῶν δαιμόνων. τὸ γαμεῖν δὲ καὶ τὸ γεννᾶν ὁ αὐτὸς ἀγύρτης
ἐκ τοῦ Σατανᾶ ὑπάρχειν λέγει, ὅθεν καὶ οἱ πλείους αὐτῶν ἐμψύχων250 in vol. 1
Haer
.

1

.

251

ἀπέχονται, ὅπως διὰ τῆς προσποιητῆς δῆθεν πολιτείας τινὰς ἐπαγά‐ γωνται εἰς τὴν αὐτῶν ἀπάτην. τὰς δὲ προφητείας φάσκει ὁ αὐτὸς πάλιν γόης τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγγέλων πεπροφη‐ τεῦσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ. καὶ αὐτὸν γὰρ τὸν Σατανᾶν
5ἄγγελον φάσκει, ἀντιπράττοντα τοῖς κοσμοποιοῖς ἀγγέλοις, μάλιστα δὲ τῷ θεῷ τῶν Ἰουδαίων. 3. Ὅταν δὲ ταῦτα φάσκῃ ὁ κτηνώδης, πάντως που καὶ αὐτὸς δειχθήσεται ἕνα θεὸν ὁμολογῶν καὶ ἐπὶ μίαν ἑνότητα μοναρχίας ἀνάγων τὸ πᾶν. εἰ γὰρ οἱ ἄγγελοι 〈τὸν ἄνθρωπον〉 πεποιήκασιν, ἄγγελοι δὲ
10πάλιν ἀπὸ τῆς ἄνωθεν δυνάμεως τὸ αἴτιον ἐσχήκασι τοῦ εἶναι, ἄρα οὐκ αὐτοὶ αἴτιοι τοῦ πλάσματος τοῦ ἀνθρώπου, ἀλλὰ ἡ ἄνωθεν δύναμις ἡ τοὺς ἀγγέλους ποιήσασα, ἐξ ὧν καὶ ἡ πλάσις τοῦ ἀνθρώπου συν‐ έστηκε. καὶ γὰρ οὐκ αἴτιον τὸ ἐργαλεῖον τῶν ὑπ’ αὐτοῦ γινομένων, ἀλλὰ ὁ ἐνεργῶν τὸ ἐνέργημα διὰ τοῦ ἐργαλείου δι’ οὗ τὸ ἔργον
15γίνεται, ὡς καὶ γέγραπται «μὴ δοξασθήσεται πρίων ἄνευ τοῦ ἕλκον‐ τος αὐτόν» καὶ τὰ ἑξῆς. οὕτω δὲ ὁρῶμεν ὅτι οὔτε ἡ μάχαιρα αἰτία τοῦ φόνου, ἀλλὰ ὁ τῇ μαχαίρᾳ τὸν φόνον ἐπιχειρήσας καὶ οὐ τὸ κηροπλαστεῖον δύναται δι’ ἑαυτοῦ ποιεῖν τὰ πλασσόμενα, ἀλλὰ ὁ τὸ κηροπλαστεῖον καὶ τὸ πλάσμα ἐργασάμενος. οὐκοῦν οὐδὲ οἱ ἄγγελοι
20αἴτιοι, ἀλλ’ ὁ τοὺς ἀγγέλους ποιήσας, εἰ καὶ 〈μὴ〉 ἦν παραγγείλας αὐτοῖς τοῦ [μὴ] ποιῆσαι ἄνθρωπον. ἢ γὰρ καταψηφίζεται τῆς ἄνω δυνάμεως ἄγνοιαν καὶ ἀγνωσίαν τῶν μελλόντων ἔσεσθαι, παρὰ τὸ αὐτῆς θέλημα ἐπιτελουμένων, ἢ εὐδοκίᾳ τῇ ἑαυτῆς * τοὺς ἀγγέλους πεποιηκέναι πρὸς τὸ χρήσιμον τὴν κατασκευὴν τοῦ ἀνθρώπου, οὗ
25ἤθελε κατασκευάζειν ποιήσασα τοὺς ἀγγέλους, καὶ μὴ ἐντειλαμένη τοῦ [μὴ] ἐπιτελέσαι τὸ ἐπιχείρημα τουτέστι τοῦ ἀνθρώπου τὸ πλαστεῖον,
ὡς ἡ αὐτοῦ μυθώδης τεχνουργία περιέχει.251 in vol. 1
Haer
.

1

.

252

4. Ἢ οὐκοῦν πάλιν τὸν μυθολόγον ἐρωτητέον· ᾔδει ἡ ἄνω δύ‐ ναμις ὅ τι μέλλουσι πράττειν; ναί, φησίν. ἄρα γοῦν εἰ ᾔδει, αὐτὴ πεποίηκε καὶ οὐκ αὐτοί· εἰ δὲ ᾔδει μὲν οὐκ ἤθελε δέ, παρὰ δὲ τὴν αὐτῆς γνώμην ἐπεχείρησαν τὸ ἐπιχείρημα αὐτοί, τίνι τῷ λόγῳ οὐ
5κεκώλυκεν; εἰ δὲ ἀδυνάτως ἔσχεν τοῦ κωλῦσαι, πρώτη φαυλότης, ὅτι καθ’ ἑαυτῆς τοὺς ὑπ’ αὐτῆς γεγονότας ἀγγέλους εἰς ἀντίθεσιν ἑαυτῆς καὶ παροξυσμὸν κατεσκεύασε, δεύτερον δέ, ὅτι δυναμένη οὐ κεκώ‐ λυκεν, ἀλλὰ συνήργησεν εἰς τὸ πονηρὸν ἔργον τὸ ὑπὸ τῶν ἀγγέλων γεγενημένον. εἰ δὲ οὐ συνήργησε καὶ βουληθεῖσα οὐκ ἠδυνήθη κωλῦ‐
10σαι, πολλή τις ἀσθένεια ἐν τῇ θελησάσῃ καὶ μὴ δυνηθείσῃ, καὶ μᾶλλον ἰσχυρότερον εἴη τὸ ὑπ’ αὐτῆς γενόμενον τῶν ἀγγέλων στῖφος ἢ αὐτὴ ἡ αἰτία οὖσα τῶν ὑπ’ αὐτῆς γεγονότων ἀγγέλων. ἐξ ἅπαντος τοίνυν ἁλίσκεται ἡ τῆς αἱρέσεως ὑπόθεσις ἀσυστασίᾳ μᾶλλον περιπίπτουσα καὶ οὐκ ἀληθείᾳ. εἰ δὲ ἐγίνωσκε μέν, ἀνάγκῃ δὲ ἐποίει τούτους ὃ
15μὴ θέμις ἐστὶ 〈μέλλοντασ〉 πράττειν παρὰ τὸ αὐτῆς βούλημα, ἐλατ‐ τώσει ἑτέρᾳ περιπεσεῖται πάλιν καὶ οὐδὲ ἓν πλήρωμα εὑρεθήσεται ἐν τῇ ἄνω δυνάμει κατὰ τὸν αὐτοῦ λόγον. ἔτι δὲ προσθείημεν αὐτὸν ἐρωτῶντες· λέγε ἡμῖν, ὦ οὗτος, ὁ διὰ θυρίδων παρακύψας (ἵνα οὕτως χλευάσω τὴν σοῦ ληρῳδίαν) καὶ ἐν τῷ παρακύπτειν σκοπήσας ὡς
20ἐκτίσθησαν οἱ ἄγγελοι καὶ τὴν ὑπ’ αὐτῶν περὶ τὸ ἀνθρώπινον πλάσμα * τεχνουργίαν τότε κατοπτεύσας καὶ τῆς ἄνωθεν δυνάμεως ἐξιχνεύσας τὴν μηχανοποιίαν, ᾔδεισαν οὗτοι τί πλάσσουσιν ἢ ἠγνόουν; ἀγνοοῦντες δὲ ὑπὸ τίνος ἠναγκάζοντο τὸ ἐν ἀγνωσίᾳ * ἐπιτελεῖν; οὐχί, φησίν, οὐκ ἠγνόουν· ᾔδεισαν γὰρ ὃ ἔμελλον πράττειν. ἡ τοίνυν ἄνωθεν δύ‐
25ναμις ᾔδει τούτους τοῦτο μέλλοντας ἐπιχειρεῖν ἢ ἠγνόει; οὐκ ἠγνόει. ἐποίησεν οὖν αὐτοὺς ἵνα τοῦτο πράξωσιν ἢ μή; οὐχί, φησίν· ἐποίησε γὰρ αὐτοὺς μόνον, οὗτοι δὲ παρὰ τὴν ἄνω δύναμιν ἐπεχείρησαν πρὸς τὸ ποιῆσαι πλάσμα. οὐκοῦν οὗτοι μὲν ᾔδεισαν, ἐκείνη δὲ ἡ ἄνω δύ‐ ναμις ἠγνόει κατὰ τὸν σοῦ λόγον, ὦ πάντων ἀνθρώπων ἀβέλτερε.
30καὶ ἔσται μὲν ἡ τῶν ἀνθρώπων κατασκευὴ σύστασις καὶ οἱ αἴτιοι
ταύτης ἄγγελοι ἐν γνώσει, ἡ δὲ τοὺς ἀγγέλους ποιήσασα δύναμις ἐν252 in vol. 1
Haer
.

1

.

253

ἀγνωσίᾳ. ληρῶδες δ’ ἂν εἴη τοῦτο καὶ ἠλίθιον, ὅτι μᾶλλον ἐν‐ τελέστερον τὸ ἔργον τοῦ τεχνίτου καὶ ὁ τεχνίτης ἀδρανέστερος τῶν ὑπ’ αὐτοῦ γενομένων ἀγγέλων, αἰτίων ὄντων τῆς ἀνθρωπείας συ‐ στάσεως. ὥστε οὖν ἐξ ἅπαντος ἀνάγκῃ ὁμολογήσειας ἂν ἐπὶ τὸν
5αὐτὸν ποιητὴν τὸν ἕνα καὶ ἐπὶ τὴν μίαν μοναρχίαν 〈δεῖν〉 τὸ πᾶν ἄγειν. 5. Καὶ γὰρ ὁ θεὸς ὁ πατὴρ ἐποίησε τὸν ἄνθρωπον καὶ πάντα κατὰ τὴν ἰδίαν εὐδοκίαν καὶ οὐχ οἱ ἄγγελοι, οὐδὲ κατὰ τὴν τῶν ἀγγέλων συμβουλίαν τι γέγονεν. ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν «ποιή‐
10σωμεν ἄνθρωπον», «κατ’ εἰκόνα ἡμετέραν» εἶπεν, καὶ οὐ «κατ’ εἰκόνα» μόνον. συνεκάλει γὰρ εἰς τὴν ἑαυτοῦ δημιουργίαν συνδημιουργὸν τὸν αὐτοῦ Λόγον καὶ μονογενῆ, ὡς ἔχει καὶ ἡ ἐξ ἀληθείας ὁρμωμένη πιστῶν ἔννοια καὶ αὐτὸ τὸ τῆς ἀληθείας ἀκρίβασμα, ὡς καὶ ἐν ἑτέροις πλείοσι περὶ τούτου σαφῶς καὶ διὰ μήκους ἐποιησάμεθα τὴν ὁμο‐
15λογίαν, ὡς ὁ πατὴρ συγκαλεῖται τὸν υἱὸν συνδημιουργεῖν τὸν ἄν‐ θρωπον, δι’ οὗ καὶ τὰ ἄλλα πάντα ἐποίησεν. οὐ μόνον δὲ συγκαλεῖν εἴποιμι τὸν υἱόν, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». εἴτε δὲ βουληθείη εἴτε καὶ μὴ βουληθείη (φημὶ
20δὲ ὁ Σατορνῖλος ὁ τῆς αἱρέσεως ταύτης ἀρχηγός), ἀναγκασθήσεται ἐξ ἅπαντος ἕνα τὸν θεὸν ὁμολογεῖν, θεὸν καὶ κύριον, τοῦ σύμπαντος ὄντα κτιστήν τε καὶ δημιουργόν, ἅμα τε καὶ τοῦ ἀνθρώπου. αἰσχυν‐ θήσεται δὲ κατὰ πάντα τρόπον ὡς συκοφάντης καὶ εἰς τὸν περὶ προφητῶν λόγον καὶ εἰς τὴν κατὰ τοῦ σεμνοῦ γάμου φαύλην κατη‐
25γορίαν. αὐτὸς γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαρρήδην ἐκφωνεῖ ἐν τῷ εὐαγγελίῳ καὶ λέγει συνῳδὰ τῷ προφήτῃ ὅτι «ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι» καὶ πάλιν «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται,
κἀγὼ ἐργάζομαι». ἵνα δὲ δείξῃ τί ἐργάζεται ὁ αὐτοῦ πατὴρ καὶ αὐτός,253 in vol. 1
Haer
.

1

.

254

ἀπεφήνατο λέγων τοῖς ἐρωτήσασιν αὐτὸν εἰ χρὴ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν «πῶς γέγραπται; ὅτε ἐποίησεν ὁ θεὸς τὸν ἄν‐ θρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς», καὶ πάλιν μεθ’ ἕτερα ὅτι «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα
5αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ εὐθὺς προσέθηκε λέγων «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· ὡς ἐξ ἅπαντος τὸν σωτῆρα διδάσκειν τὸν ποιητὴν τῶν ἀνθρώπων θεὸν εἶναι τῶν πάντων, αὐτοῦ δὲ πατέρα. καὶ ὅτι ὁ γάμος οὐκ ἐκ τοῦ Σατανᾶ, ἀλλ’ ἐκ τοῦ θεοῦ τυγχάνει,
10πρῶτον μὲν ὁ κύριος λέγει· «ὃ ὁ θεός» φησίν «συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· εἶτα ὁ ἅγιος ἀπόστολος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». ταῖς δὲ φύσει χηρευσάσαις ὡσαύτως παραγγέλλει, λέγων διὰ Τιμοθέου «νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσι», καὶ μεθ’ ἕτερα «γαμείτωσαν τεκνογο‐
15νείτωσαν οἰκοδεσποτείτωσαν», ἀνυπέρβατον νόμον τιθέμενος, ἐκ θεοῦ ὄντα καὶ κατὰ σεμνότητα ἀνθρώποις κεχαρισμένον. 6. Περὶ δὲ τῶν κατὰ τῶν θεοῦ προφητειῶν ὑπ’ αὐτοῦ σεσυκο‐ φαντημένων ὑπονοιῶν, ὡς μὴ εἶναι αὐτὰς ἐκ θεοῦ, μυρία ἔστιν εἰπεῖν, ὡς αὐτὸς λέγει ὁ μονογενής, † ἐξ ὧν τὸν κόσμον ἑαυτοῦ εὐαγγελιζό‐
20μενος λέγει, πρῶτον μὲν ὅτι «Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδεν καὶ ἐχάρη», καὶ πάλιν φησίν «εἰ ἐπι‐ στεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν». τίς δὲ τῶν εὖ φρονούντων καὶ σύνεσιν ἀπὸ θεοῦ κεκτημένων οὐκ ἐλέγξειε τὸν ἀπατεῶνα Σατορνῖλον, γινώσκων ἐν δόξῃ ἀπο‐
25καλυφθέντα τὸν σωτῆρα εἰς παράστασιν ἀληθείας ἄλλως τὴν ἑαυτοῦ δόξαν μὴ ὑποδείξαντα ἀλλὰ ἢ ἀνὰ μέσον Ἠλίου καὶ Μωυσέως τῶν καὶ αὐτῶν ἐν δόξῃ ἰδίᾳ μετ’ αὐτοῦ ὀφθέντων; ἄλλα δὲ ὅσα τοι‐
αῦτά ἐστιν ἃ ὑπ’ αὐτοῦ τοῦ κυρίου καὶ ἐν πάσῃ τῇ καινῇ διαθήκῃ254 in vol. 1
Haer
.

1

.

255

λεγόμενα τὴν σύστασιν ποιεῖται νόμου τε καὶ προφητῶν καὶ πάσης παλαιᾶς διαθήκης πρὸς τὴν καινὴν διαθήκην, ὅτι ἑνὸς θεοῦ εἰσιν ἀμφότεραι, ὡς λέγει «ἐλεύσονται καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἀνα‐
5παύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν» καὶ τὰ ἑξῆς, πάλιν δὲ τὸ ἐκ προσώπου Δαυὶδ περὶ αὐτοῦ προφητευόμενον, τό «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ πάλιν 〈τὸ〉 παρ’ αὐτοῦ λεγό‐ μενον τοῖς Φαρισαίοις «οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» καὶ ὡς ὁ Λουκᾶς διαβεβαιοῦται αὐτὸν τὸν σωτῆρα
10μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν ὦφθαι κατὰ τὴν ὁδὸν τοῖς περὶ τὸν Ναθαναὴλ καὶ τὸν Κλεόπαν καὶ τούτους νενουθετηκέναι ἀπὸ τῶν ψαλμῶν καὶ ἀπὸ τῶν προφητῶν «ὅτι οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ». καὶ οὐδὲν ἔστιν ὅλως διαφωνοῦν ἀνὰ μέσον τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας
15πρὸς τὰς τῶν προφητῶν προφητείας. 7. Ἀλλ’ ἕως τούτου περὶ τῆς Σατορνίλου αἱρέσεως εἰρήσθω, ἵνα μὴ ἀναλίσκω χρόνους περὶ τὰς μωρὰς αὐτοῦ ζητήσεις καὶ τὰς τού‐ των ἀνατροπὰς ἐνειλούμενος. ἐκ ταύτης δὲ παρελθὼν ἑξῆς τὴν Βασιλείδου τοῦ συσχολαστοῦ τούτου, τοῦ καὶ συνηπατημένου δηλώσω.
20μετέχουσι γὰρ οὗτοι 〈τῶν αὐτῶν〉, ὡς ἀπ’ ἀλλήλων τὸν ἰὸν δανεισά‐ μενοι κατὰ τὴν ἐναργῆ παροιμίαν, [ὡς] ἀσπὶς παρ’ ἐχίδνης ἰὸν δανει‐ ζομένη. ὁμοῦ γάρ εἰσι τῆς σχολῆς καὶ συνεδρίου ἀλλήλων, καθ’ ἑαυτὸν δὲ ἕστηκεν ἑκάτερος τὴν αἵρεσιν προστησάμενος, καὶ τὴν μὲν
κακίαν παρ’ ἀλλήλων ἠρανίσαντο, τὴν δὲ διαφωνίαν ἐν αὑτοῖς ἐνε‐255 in vol. 1
Haer
.

1

.

256

στήσαντο. εἴτε οὖν οὗτος δίκην ἐχίδνης παρὰ τῶν ἀνωτάτω μετασχὼν τῷ Βασιλείδῃ μεταδέδωκεν ἢ ἐκεῖνος τούτῳ, ὅμως ὀλέθριος ὢν ὁ τούτων ἰὸς καὶ ἀπὸ τοιούτων ἑρπετῶν ὁρμώμενος διὰ τῆς τοῦ κυρίου διδασκαλίας ἀντιδότου δίκην ἀμαυρωθείς τε καὶ ἀφανισθεὶς
5ὑφ’ ἡμῶν καταλελείφθω. ἡμεῖς δὲ θεὸν ἐπικαλούμενοι ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί.
Κατὰ Βασιλείδου δ, τῆς δὲ ἀκολουθίας κδ. 1. Βασιλείδης μὲν οὖν, καθὰ ἄνω προδεδήλωται, ἐν τῇ τῶν Αἰ‐ γυπτίων χώρᾳ στειλάμενος τὴν πορείαν ἐκεῖσε τὰς διατριβὰς ἐποιεῖτο,
10εἶτα ἔρχεται εἰς τὰ μέρη τοῦ Προσωπίτου καὶ Ἀθριβίτου, οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Σαΐτην [καὶ Ἀλεξάνδρειαν] καὶ Ἀλεξανδρειοπολίτην χῶρον ἤτοι νομόν. (νομὸν γὰρ οἱ Αἰγύπτιοί φασι τὴν ἑκάστης πόλεως περιοικίδα ἤτοι περίχωρον. εὕροις δ’ ἄν, ὦ φιλολόγε, καὶ τοῦτο εἰς σαυτοῦ ὠφέλειαν πρὸς φιλομάθειαν καὶ σαφήνειαν, εἰς
15εὐσεβῆ σύστασιν καὶ φράσιν τῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων, τῶν εἰς ἀπορίαν τινὰς ἐμβαλλόντων δι’ ἀπειρίαν. ὅπου γὰρ ἐν τῷ ἁγίῳ προφήτῃ Ἠσαΐᾳ εὕροις γεγραμμένον περὶ νομῶν πόλεων Αἰγυπτιακῶν οἷον Τάνεως ἢ Μέμφεως ἢ νομοῦ τῆς Βουβάστου, τὴν περίμετρον τῆς τυχούσης πόλεως σημαίνει. καὶ τοῦτο φιλομαθείας ἕνεκεν ἑρμη‐
20νευέσθω). ἦν γοῦν ἐν τούτοις τοῖς τόποις ὁ προειρημένος ἀγύρτης τὴν διαβίωσιν ἔχων, ἐξ ὧν φαίνεται ἡ καὶ εἰς δεῦρο ἀκμάζουσα αὐτοῦ αἵρεσις ἐκ τῆς αὐτοῦ διδασκαλίας λαβοῦσα τὴν πρόφασιν. καὶ ἄρ‐ χεται μὲν κηρύττειν ὑπερβολὴν ὑπὲρ τὸν συσχολαστὴν αὐτοῦ γόητα
τὸν καταλειφθέντα ἐπὶ τῆς Συρίας, ἵνα δῆθεν τὰ ὑπὲρ ἐκεῖνον256 in vol. 1
Haer
.

1

.

257

διηγούμενος δόξῃ φαντασιάζειν πλέον τοὺς ἀκούοντας, ἀρέσκεσθαί τε καὶ συναγείρειν πλῆθος ὑπὲρ τὸν ἑταῖρον αὐτοῦ Σατορνῖλον. καί τινας λοιπὸν φαντασιώδεις μυθοποιίας ὑποβαλλόμενος ἄρχεται μὲν οὕτως (τὰ ἀληθῆ δὲ 〈εἰπεῖν〉 οὐκ ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας ἐναρξά‐
5μενος ἡμῖν τὰ δεινά τε καὶ ὀλετήρια, ἀλλὰ προφάσεις λαβὼν ἐκ τοῦ Σατορνίλου καὶ Σίμωνος τοῦ προεληλεγμένου· βούλεται δὲ ἑτέρως αὐτὰ μεταχειρίζειν καὶ εἰς ὄγκον μείζονα διηγεῖσθαι τὰ μυθολογή‐ ματα)· ὅτι, φησίν, ἦν ἓν τὸ Ἀγέννητον, ὃ μόνος ἐστὶ πάντων πατήρ· ἐκ τούτου προβέβληται. φησίν, Νοῦς, ἐκ δὲ τοῦ Νοῦ Λόγος,
10ἐκ δὲ τοῦ Λόγου Φρόνησις, ἐκ δὲ τῆς Φρονήσεως Δύναμίς τε καὶ Σοφία, ἐκ δὲ τῆς Δυνάμεως καὶ Σοφίας ἀρχαὶ ἐξουσίαι ἄγγελοι. ἐκ δὲ τούτων τῶν δυνάμεών τε καὶ ἀγγέλων γεγονέναι ἀνώτερον πρῶ‐ τον οὐρανόν, καὶ ἀγγέλους ἑτέρους ἐξ αὐτῶν γεγονέναι, τοὺς δὲ ὑπ’ αὐτῶν γεγονότας ἀγγέλους πεποιηκέναι αὖθις δεύτερον οὐρανὸν καὶ
15αὐτοὺς δὲ πάλιν πεποιηκέναι ἀγγέλους. καὶ οἱ ἐξ αὐτῶν γενόμενοι τρίτον αὖθις πεποιήκασιν οὐρανὸν καὶ οὕτως οἱ καθ’ ἕνα οὐρανὸν εἰσαῦθις ἕτερον καὶ ἑτέρους κατασκευάζοντες ἄχρι τριακοσίων ἑξή‐ κοντα πέντε οὐρανῶν ἐληλάκασι τὸν ἀριθμὸν ἀπὸ τοῦ ἀνωτάτου ἕως
τούτου τοῦ καθ’ ἡμᾶς οὐρανοῦ.257 in vol. 1
Haer
.

1

.

258

2. Ἀφραινόντων δ’ ἂν εἴη τοῦτο τὸ ἐπαγωγὸν πιστεύειν τῇ μανιώδει αὐτοῦ φλυαρίᾳ, συνετοῖς δὲ εὐθυέλεγκτος καὶ ληρώδης ὁ τούτου λόγος καὶ ἡ γνώμη, πῶς εἰς ὑπερβάλλουσαν καὶ ἄπειρον κα‐ κοτροπίαν ἐξετόπισε τὴν ἑαυτοῦ γνώμην. ὁρίζει γὰρ ὡς κατὰ ποιη‐
5τικόν τινα ἐνθουσιασμὸν ἐμβροντηθὲν τὸ ἐλεεινὸν ἀνθρωπάριον ὀνό‐ ματα ἑκάστῳ ἄρχοντι τῶν οὐρανῶν ἐκτιθέμενον πρὸς τὸ διὰ τῶν ὀνομάτων ὧν ποιητεύεται παρὰ τῶν μὴ τὸν νοῦν ἐρρωμένον ἐχόντων πιστεύεσθαι εἰς ὄλεθρον τῆς τῶν ἠπατημένων ψυχῆς. οὐ μὴν δὲ ἀλλὰ καὶ μαγγανικαῖς μηχανίαις προσανέχων οὐκ ἐπαύσατο καὶ περιερ‐
10γίαις ὁ ἀπατεών. ὕστερον δέ φησιν ὑπὸ τῶν ἐν τούτῳ τῷ καθ’ ἡμᾶς οὐρανῷ ἀγγέλων καὶ τῆς ἐν αὐτῷ δυνάμεως τὴν κτίσιν ταύτην γε‐ γενῆσθαι· ἐξ ὧν ἀγγέλων ἕνα λέγει τὸν θεόν, ὃν διελὼν τῶν Ἰου‐ δαίων μόνον ἔφη εἶναι, ἕνα τοῦτον καὶ συναρίθμιον ἀγγέλοις τοῖς ὑπ’ αὐτοῦ κατὰ μιμολογίαν ὀνοματοποιουμένοις τάσσων, καὶ ἐξ αὐτοῦ
15πεπλάσθαι τὸν ἄνθρωπον. καὶ τούτους ἅμα αὐτῷ μεμερικέναι τὸν258 in vol. 1
Haer
.

1

.

259

κόσμον κατὰ διαίρεσιν κλήρων τῷ πλήθει τῶν ἀγγέλων, τούτῳ δὲ λελογχέναι τὸ γένος τῶν Ἰουδαίων τῷ προειρημένῳ θεῷ τῶν Ἰου‐ δαίων· βλασφημῶν δὲ τὸν αὐτὸν παντοκράτορα κύριον, τὸν ὄντως ὄντα θεὸν μόνον καὶ οὐχ ἕτερον (πατέρα γὰρ τὸν αὐτὸν εἶναι ὁμο‐
5λογοῦμεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ), τοῦτον ἐκεῖνος ἀρνούμενος ἕνα βούλεται αὐτὸς παριστᾶν τῶν ὑπ’ αὐτοῦ λεγομένων ἀγγέλων, καθά μοι προδεδήλωται. ἐληλυθέναι δὲ τοὺς Ἰουδαίους εἰς κλῆρον αὐτοῦ καὶ αὐτὸν ὑπερασπίζειν τούτων, εἶναι δὲ αὐτὸν πάντων τῶν ἀγγέλων αὐθαδέστερον ἐξαγαγεῖν τε τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου
10αὐθαδείᾳ βραχίονος τοῦ ἰδίου διὰ τὸ εἶναι αὐτὸν ἰταμώτερον τῶν ἄλλων καὶ αὐθαδέστερον. ὅθεν διὰ τὴν αὐθάδειαν αὐτοῦ, ὥς φησιν βλασφημῶν ὁ γόης, βεβουλεῦσθαι τὸν αὐτὸν αὐτῶν θεὸν καθυποτάξαι τῷ γένει τοῦ Ἰσραὴλ πάντα τὰ ἄλλα ἔθνη καὶ διὰ τοῦτο παρεσκευα‐ κέναι πολέμους. πολλὰ δὲ καὶ ἄλλα κατὰ τοῦ ἁγίου θεοῦ χαλάσας
15τὴν γλῶτταν καὶ ἐπάρας τὸ στόμα οὐκ ἐντρέπεται λαλῶν ὁ ἐλεεινό‐ τατος. διὰ τοῦτο γάρ, φησί, καὶ τὰ ἄλλα ἔθνη ἐπολέμησε τοῦτο τὸ ἔθνος καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξατο διὰ τὴν τῶν ἄλλων ἀγγέλων παραζήλωσιν, ἐπειδήπερ παροτρυνθέντες (ὡς καταφρονούμενοι ὑπ’ αὐτοῦ) καὶ αὐτοὶ τὰ ἴδια ἔθνη ἐπὶ τὸ ἔθνος τοῦ Ἰσραὴλ τὸ ὑπ’ αὐ‐
20τὸν ἐπέσεισαν. καὶ τούτου ἕνεκα πόλεμοι πάντοτε καὶ ἀκαταστασίαι
κατ’ αὐτῶν ἐπανέστησαν.259 in vol. 1
Haer
.

1

.

260

3. Αὕτη ἡ τοῦ ἀπατεῶνος πιθανολογία. καὶ αὐτὸς δὲ περὶ Χρι‐ στοῦ ὡς δοκήσει πεφηνότος ὁμοίως δοξάζει. εἶναι δέ φησιν αὐτὸν φαντασίαν ἐν τῷ φαίνεσθαι μὴ εἶναι δὲ ἄνθρωπον μηδὲ σάρκα εἰλη‐ φέναι. δραματουργεῖ δὲ ἡμῖν ἄλλην δραματουργίαν ὁ δεύτερος
5μιμολόγος ἐν τῷ περὶ τοῦ σταυροῦ λόγῳ Χριστοῦ, οὐχὶ Ἰησοῦν φά‐ σκων πεπονθέναι, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον· ἐπειδὴ γὰρ ἐν τῷ ἀπὸ Ἱεροσολύμων τὸν κύριον ἐκβάλλεσθαι, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, ἠγγάρευσάν τινα Σίμωνα Κυρηναῖον βαστάξαι τὸν σταυρόν. ἔνθεν εὑρίσκει * τῆς αὐτοῦ κυβείας ποιήσασθαι τὴν τραγῳδίαν καί
10φησιν· ἐκεῖνον ἐν τῷ βαστάζειν τὸν σταυρὸν μετεμόρφωσεν εἰς τὸ ἑαυτοῦ εἶδος καὶ ἑαυτὸν εἰς τὸν Σίμωνα, καὶ ἀντὶ ἑαυτοῦ παραδέδωκε Σίμωνα εἰς τὸ σταυρωθῆναι. ἐκείνου δὲ σταυρουμένου ἕστηκεν κατ‐ αντικρὺς ἀοράτως ὁ Ἰησοῦς, καταγελῶν τῶν τὸν Σίμωνα σταυρούν‐ των, αὐτὸς δὲ ἀνέπτη εἰς τὰ ἐπουράνια παραδοὺς τὸν Σίμωνα ἀνα‐
15σκολοπισθῆναι καὶ ἀπαθῶς ἀνεχώρησεν εἰς τὸν οὐρανόν· ὁ δὲ Σίμων αὐτὸς ἐσταυρώθη, καὶ οὐχὶ ὁ Ἰησοῦς· Ἰησοῦς γάρ, φησίν, ἀναπετασθεὶς εἰς τὸν οὐρανὸν διῆλθε πάσας τὰς δυνάμεις, ἕως οὗ ἀπεκατέστη πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα. οὗτος γάρ, φησίν, ἐστὶν ὁ υἱὸς τοῦ πα‐ τρὸς ὁ προειρημένος, ὁ ἀποσταλεὶς ἐπὶ βοηθείᾳ τῶν υἱῶν τῶν ἀν‐
20θρώπων, δι’ ἣν εἶδεν ὁ πατὴρ ἀκαταστασίαν ἔν τε τοῖς ἀνθρώποις260 in vol. 1
Haer
.

1

.

261

καὶ ἐν τοῖς ἀγγέλοις. καὶ οὗτός ἐστι, φησίν, ἡ σωτηρία ἡμῶν, ὁ ἐλθὼν καὶ ἡμῖν μόνοις ἀποκαλύψας ταύτην τὴν ἀλήθειαν. Τοιαῦται μὲν αἱ ῥαψῳδίαι τῆς τοῦ ἀγύρτου μυθοποιίας. ἀλλὰ καὶ ἀπεντεῦθεν, προκοπτούσης τῆς ἀκαθαρσίας τῆς ἀπὸ τοῦ Σίμωνος
5ἐναρξαμένης, πᾶσαν ἐπιτήδευσιν κακομηχανίας καὶ ἀσελγείας ἐπιτρέπει τοὺς αὐτῷ μαθητευομένους ἐπιτελεῖν, ἀνδρῶν μετὰ γυναικῶν πολυ‐ μιξίαν τινὰ κακῆς ὑποθέσεως τοὺς αὐτῷ πεισθέντας ἐκδιδάσκων· ὡς λέγει ὁ ἀπόστολος ἐπὶ τούτοις καὶ τοῖς ὁμοίοις αὐτῶν «ἀποκαλύπτε‐ σθαι ὀργὴν θεοῦ καὶ δικαιοκρισίαν ἐπὶ τοὺς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ
10κατέχοντας». διὰ ταύτην γὰρ τὴν αἰτίαν τῆς ἡδυπαθείας πολλοὶ εἰς τὴν αἵρεσιν ἐμπίπτουσιν, ἀδεῶς εὑρίσκοντες ἐπιτελεῖν τὴν ἡδονὴν ἑαυτῶν ἐν ταῖς αἰσχρουργίαις. 4. Διδάσκει δὲ πάλιν καὶ ἐπιτρέπει φάσκων μὴ δεῖν μαρτυρεῖν. ὁ γὰρ μαρτυρῶν ἄμισθος εὑρεθήσεται, μὴ μαρτυρῶν ὑπὲρ τοῦ πεποιη‐
15κότος τὸν ἄνθρωπον· μαρτυρεῖ γὰρ ὑπὲρ τοῦ ἐσταυρωμένου Σίμωνος.
πόθεν δὲ τούτῳ μισθὸς εἴη, ὁπότε ἀποθνῄσκει μὲν ὑπὲρ Σίμωνος261 in vol. 1
Haer
.

1

.

262

τοῦ ἐσταυρωμένου, ὑπὲρ Χριστοῦ δὲ τοῦτο ποιεῖν ὁμολογεῖ ὃν ἀγνοεῖ, ἀποθνῄσκων ὑπὲρ οὗ οὐ γινώσκει; δεῖ τοίνυν ἀρνεῖσθαι καὶ μὴ προα‐ λῶς ἀποθνῄσκειν. 5. Φωραθήσεται δὲ οὗτος διαβολικὴν δύναμιν εἰσηγούμενος κατὰ
5τῶν ψυχῶν, ἀπαρνησιθεΐαν αὐτὰς ἐκδιδάσκων, ὁπότε αὐτὸς ὁ κύριός φησι «τὸν ἀρνούμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀρνήσομαι ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς». ἀλλά φησιν ὁ ἀγύρτης· »ἡμεῖς, φησίν, ἐσμὲν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι πάντες ὕες καὶ κύνες. καὶ διὰ τοῦτο εἶπεν· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων μηδὲ
10δῶτε τὸ ἅγιον τοῖς κυσίν». κρύπτει γὰρ ἑαυτοῦ τὴν ἀδικίαν ἀπὸ τῶν νοῦν ἐχόντων, ἀποκαλύπτει δὲ τῇ ἑαυτοῦ φατρίᾳ καὶ τοῖς ὑπ’ αὐτοῦ ἠπατημένοις. ἐπειδὴ γὰρ ἀληθῶς τὰ παρ’ αὐτοῖς λεγόμενα καὶ γινό‐ μενα «αἰσχρόν ἐστι καὶ λέγειν», λέγει ὅτι «ἐνώπιον τῶν ἀνθρώπων» δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν· «ἡμεῖς γάρ ἐσμεν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι
15ὕες καὶ κύνες», ὡς προεῖπον. φάσκει δὲ ὅλως περὶ πατρὸς καὶ τοῦ ἑαυτοῦ μυστηρίου μηδενὶ 〈δεῖν〉 ἀποκαλύπτειν, ἀλλὰ σιγῇ ἔχειν ἐν ἑαυ‐ τοῖς, ἑνὶ δὲ ἀπὸ χιλίων ἀποκαλύπτειν καὶ δυσὶν ἀπὸ μυρίων, καὶ ὑπο‐ τίθεται τοῖς αὐτοῦ μαθηταῖς λέγων ὅτι «σὺ πάντας γίνωσκε, σὲ δὲ μηδεὶς γινωσκέτω». αὐτὸς δὲ καὶ οἱ ἀπ’ αὐτοῦ ἐρωτώμενοι Ἰου‐
20δαίους μὲν ἑαυτοὺς μηκέτι εἶναι φάσκουσι, Χριστιανοὺς δὲ μηδέπω γεγενῆσθαι, ἀλλὰ ἀρνεῖσθαι πάντοτε, ἔχειν δὲ ἐν ἑαυτῷ σιγῇ τὴν πίστιν καὶ μηδενὶ ὑποδεικνύναι, τὴν αἰσχύνην ἑαυτοῦ ὑφορώμενος
διὰ τὸ ἀπαρρησίαστον τῆς αἰσχρουργίας καὶ κακῆς αὐτοῦ διδασκαλίας.262 in vol. 1
Haer
.

1

.

263

6. Ἔσχεν δὲ ἡ ἀρχὴ αὐτῆς τῆς κακῆς προφάσεως τὴν αἰτίαν ἀπὸ τοῦ ζητεῖν καὶ λέγειν πόθεν τὸ κακόν. πᾶς δὲ ἀπὸ τῆς ἑαυτοῦ πραγματείας δειχθήσεται ὁποῖός ἐστιν. ἔμποροι γοῦν κακῶν οὗτοι οἱ τοῦ κακοῦ ἐρασταὶ καὶ οὐχὶ ἀγαθῶν, ὡς καὶ ἡ γραφὴ εἶπεν ὅτι
5«ζητοῦντας κακὰ καταλήψεται κακά». οὔτε γάρ ποτε 〈τὸ〉 κακὸν ἦν οὔτε ῥίζα γέγονε κακίας οὔτε ἐνυπόστατον τὸ κακόν ἐστιν. οὐκ ἦν γάρ ποτε τὸ κακόν, ἐπείσακτον δὲ διὰ προφάσεως ἐν ἑκάστῳ τῶν ποιούντων τὸ κακὸν ἔνεστιν· ἐν δὲ τῷ μὴ ποιοῦντι οὐκ ἔστιν, καθά‐ περ ἐν τοῖς ἄνω λόγοις προδεδήλωται. λέγει γὰρ ὁ κύριος μετὰ τὸ
10πάντα πεποιηκέναι «ἰδοὺ πάντα καλὰ λίαν», δεικνὺς ὅτι τὸ κακὸν οὐκ ἀρχαΐζει οὐδὲ ἐξ ὑπαρχῆς ὑπῆρχεν πρὸ τοῦ ἀπὸ τοῦ ἀνθρώπου ἐνάρξασθαι· δι’ ἡμῶν γὰρ γίνεται καὶ δι’ ἡμῶν οὐ γίνεται. ἄρα οὖν ἐν τῷ πάντα ἄνθρωπον δύνασθαι μὴ ποιεῖν τὸ κακὸν καὶ δύνασθαι ποιεῖν τὸ κακόν, ὅταν μὲν ποιῇ, ἔστι τὸ κακόν, ὅταν δὲ
15μὴ ποιῇ, οὐκ ἔστι τὸ κακόν. ποῦ τοίνυν τοῦ κακοῦ ἐστιν ἡ ῥίζα ἢ ἡ ὑπόστασις τῆς πονηρίας; 7. Εἰς δὲ πολλὴν οὗτος ἐλήλακε μωρίαν, φάσκων ὅτι ἡ 〈ἄνω〉 Δύναμις τὸν Νοῦν προεβάλετο, ὁ δὲ Νοῦς τὸν Λόγον, ὁ δὲ Λόγος τὴν Φρόνησιν, ἡ δὲ Φρόνησις Δύναμιν καὶ Σοφίαν, ἐκ δὲ Δυνάμεως
20καὶ Σοφίας ἐξουσίαι καὶ δυνάμεις καὶ ἄγγελοι. λέγει δὲ τὴν ὑπερ‐263 in vol. 1
Haer
.

1

.

264

άνω τούτων δύναμιν εἶναι καὶ ἀρχὴν Ἀβρασάξ, διὰ τὸ τὴν ψῆφον τοῦ Ἀβρασὰξ ἔχειν τριακοσιοστὸν ἑξηκοστὸν πέμπτον ἀριθμόν, ὡς ἐκ τούτου τὴν μαρτυρίαν τῆς αὐτοῦ μυθοποιίας τῶν τριακοσίων ἑξήκοντα πέντε οὐρανῶν συνιστᾶν πειρᾶσθαι. οἷς οὐρανοῖς καὶ το‐
5ποθεσίας ἴσα τοῖς μαθηματικοῖς διαιρεῖν καὶ συνιστᾶν ἐπιτηδεύων οὐ παρέργως μηχανᾶται. τὰ γὰρ ἐκείνων μάταια θεωρήματα λαβὼν εἰς ἴδιον χαρακτῆρα αὐτός τε καὶ οἱ ὑπ’ αὐτὸν εἰς αἰτίαν τῆς ἰδίας εἰδωλοποιοῦ καὶ [πεπλανημένης] ἐπιπλάστου διδασκαλίας μετήνεγκαν. καὶ βούλονται τὴν σύστασιν τούτων ἀπὸ τῶν ὁμοίων ψήφων
10ποιεῖσθαι, ὡς προεῖπον, τοῦ Ἀβρασὰξ τῶν τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν ἔχοντος, δῆθεν δεικνύντες διὰ τοῦτο ἔχειν τὸν ἐνιαυτὸν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν ἀριθμὸν κατὰ περίοδον. πέπτωκε δὲ αὐτοῦ ὁ ληρώδης λόγος. εὑρίσκεται γὰρ ὁ ἐνιαυτὸς τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν. εἶτα, ἐντεῦθεν, φησί,
15καὶ ὁ ἄνθρωπος ἔχει τριακόσια ἑξήκοντα πέντε μέλη, ὡς ἑκάστῃ τῶν δυνάμεων ἀπονέμεσθαι ἓν μέλος. ὅθεν καὶ ἐν τούτῳ πέπτωκεν αὐ‐ τοῦ ἡ ἐπινενοημένη καὶ νόθος διδασκαλία· ἐν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ τξδ μέλη. 8. Θαυμαστῶς δὲ ὁ μακάριος Εἰρηναῖος, ὁ τῶν ἀποστόλων διά‐
20δοχος, περὶ τούτου λεπτολογῶν διήλεγξε τούτου τὴν ἀβελτερίαν. ἀνατραπήσεται γὰρ καὶ νῦν ἡ φλυαρία τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ, ὅτι εἰ οὗτος ὁ οὐρανὸς ὑπὸ τῶν κατ’ αὐτὸν ἀγγέλων γεγένηται, αὐτοὶ δὲ ὑπὸ τῶν ἀνωτέρω
25καὶ οἱ ἀνωτέρω ὑπὸ τῶν ἔτι ἀνωτέρω, ἄρ’ οὖν ἡ ἄνω Δύναμις, ἡ καὶ Ἀβρασὰξ καλουμένη, εὑρεθήσεται ἡ τὰ πάντα πεποιηκυῖα καὶ ἡ αἰτία τῶν ὄντων πάντων, καὶ οὐδὲν δίχα αὐτῆς [τι] γεγενῆσθαι εὑρε‐ θήσεται, ὁπότε αὐτὴ τὸ αἴτιον καὶ τὸ πρῶτον ἀρχέτυπον παρ’ αὐ‐
τῶν καταγγέλλεται, καὶ τὸ λεγόμενον παρ’ αὐτοῖς τοῦ κόσμου τούτου264 in vol. 1
Haer
.

1

.

265

ὑστέρημα ὑπό τινος ἑτέρου μὴ γεγενῆσθαι, ἀλλ’ ἀπὸ τῆς πρώτης ἀρχῆς καὶ αἰτίας τῶν μετέπειτα γεγονότων. ἐρωτητέον δὲ τὸν αὐτόν, τίνι 〈τῷ〉 λόγῳ ἐπὶ τοσαύτην ἡμᾶς πληθὺν φέρεις, ὦ οὗτος, καὶ μὴ μᾶλλον ἐπὶ τὴν ἀρχήν, τουτέστιν ἐπὶ τὸν ἕνα θεὸν τὸν παν‐
5τοκράτορα; ὁπότε ἐξ ἅπαντος ἤτοι οὕτως λέγοντα ἢ οὕτως δεῖ τὸν ἕνα αἴτιον πάντων ὁμολογεῖν δεσπότην. ἀλλὰ καὶ περὶ τῆς τοῦ Χριστοῦ ὑποθέσεως ἀπόκριναι, ὦ τῆς μυθοποιοῦ πραγματείας ταύτης πλάστα. εἰ Σίμων ἐσταυρώθη ὁ Κυρηναῖος, ἄρα οὐ διὰ Ἰησοῦ ἡ σωτηρία γεγένηται ἡμῶν ἀλλὰ διὰ
10Σίμωνος, καὶ οὐκέτι ὁ κόσμος ἐλπίσειεν διὰ Ἰησοῦ Χριστοῦ σῴζεσθαι τοῦ μὴ παθόντος ὑπὲρ ἡμῶν. οὔτε γὰρ Σίμων δύναται σῴζειν, ἄν‐ θρωπος ὢν ψιλὸς καὶ οὐδὲν ἕτερον. ἅμα δὲ καὶ συκοφαντίαν κα‐ ταψηφίζῃ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, εἰ ἕτερον ἀνθ’ ἑαυτοῦ παρέ‐ δωκεν ὁ ἀγαθὸς θεὸς βιασάμενος εἰς φόνον. καὶ ἔσται λοιπὸν ὄναρ,
15μᾶλλον δὲ κακοηθείας καὶ κυβείας ἔργον τὸ τοιοῦτον, ὅτι 〈ὁ〉 κύριος κυβείᾳ τινὶ ἑαυτὸν κρύψας ἄλλον ἀντ’ αὐτοῦ παρέδωκε· καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν μὴ δυναμένη δέ. ἀλλὰ ἐλεγχομένη ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀσυστάτως τὸ ποίημα τοῦτο εἰσηγουμένη.
20 9. Πάντῃ γὰρ ἐλέγχει τοῦτον τὸν αἱρεσιάρχην ἡ ἀλήθεια ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ. παντὶ γάρ τῳ δῆλον ὅτι Χριστὸς ἑκὼν ἐπὶ τὸ πάθος ἦλθε καὶ θελήματι ἰδίῳ καὶ τοῦ ἰδίου πατρὸς καὶ εὐ‐ δοκίᾳ τοῦ ἁγίου πνεύματος ἔλαβε τὴν σάρκα ἐνανθρωπήσας ἐν ἡμῖν, ἐν τελειότητι θεὸς ὢν ἀπ’ ἀρχῆς, ἐκ πατρὸς γεγεννημένος ἀνάρχως
25καὶ ἀχρόνως, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν μήτρᾳ παρθένου γενέσθαι καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος καὶ γεννηθεὶς ἐν
ἀληθείᾳ καὶ ἐνανθρωπήσας ἐν βεβαιώσει, ἵνα ἐν αὐτῇ πάθῃ ὑπὲρ265 in vol. 1
Haer
.

1

.

266

ἡμῶν τῇ σαρκὶ καὶ τὴν ψυχὴν δῷ ὑπὲρ τῶν ἰδίων προβάτων· ὡς ἐλέγχει τούτους λέγων «ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται», τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας «δύνασθε πιεῖν
5τὸ ποτήριον ὃ μέλλω πίνειν;», ὡς καὶ ὁ ἀπόστολος Πέτρος λέγει «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «ὃς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί»· πάλιν δὲ Ἰωάννης λέγει «εἴ τις οὐ λέγει τὸν Χρι‐ στὸν ἐν σαρκὶ ἐληλυθέναι, οὗτος ἀντίχριστός ἐστιν», ὁ δὲ ἅγιος Παῦλός φησι «γευσάμενος θανάτου, θανάτου δὲ σταυροῦ», ὡς καὶ Μωυσῆς
10προαναφωνῶν ἔλεγεν «ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου». ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων, ἀλλ’ ὁ κύριος ὁ ὑπὲρ ἡμῶν πεπονθώς, ἵνα τὰ ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γεγένηται, ἵνα τὸ κέντρον τοῦ θανάτου κλάσῃ, καταβὰς εἰς τὰ καταχθόνια, ἵνα τοὺς ἀδαμαντίνους μοχλοὺς συντρίψῃ· ὅπερ ποιήσας
15ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν ἐκένωσέ τε τὸν Ἅιδην. 10. Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι, αὐτὸς ἑαυτὸν παραδούς. τί γὰρ λέγεις, ὦ θεήλατε τῶν ἀνθρώπων; οὐκ ἠδύνατο ἐλευθεροστομεῖν καὶ ἀναχωρῆσαι ἀπ’ αὐτῶν, εἰ μὴ ἠθέλησε σταυρωθῆναι; ἀλλὰ παίγνιον ἐποίει κυβείας ὁ τοῦ θεοῦ 〈υἱὸσ〉 θεὸς
20Λόγος καὶ ἄλλον ἀντὶ ἑαυτοῦ παρεδίδου ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων ἐγώ εἰμι ἡ ἀλήθεια· «ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια καὶ ἡ ζωή»; ἡ δὲ ζωὴ οὐκ ἂν ἑτέρῳ θάνατον παρασκευάσειε καὶ ἡ ἀλή‐ θεια οὐκ ἂν κρύψῃ τὸ ἐν ἀληθείᾳ παρ’ αὐτῆς γινόμενον καὶ ἕτερα ἀνθ’ ἑτέρων ὑποδείξῃ. οὐκέτι γὰρ ἡ ἀλήθεια εὑρεθήσεται ἀλήθεια,
25πλάνην ἐργαζομένη καὶ κρύπτουσα τὸ ἑαυτῆς ἔργον, δι’ ἐναντίου δὲ πραγματευομένη σοφίσματος. καὶ ἁπλῶς ἐκ πάντων ὡς εἰπεῖν, ἵνα μὴ μηκύνω τὸν λόγον, «οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων» καὶ «τῶν ἐργαζομένων τὴν ἀνομίαν». πόσοι ἑαυτοῖς σκότος ηὕρηνται
καὶ ἄλλοις τοῖς μετέπειτα τῷ σκότει αὐτῶν πειθομένοις· τοῖς δὲ266 in vol. 1
Haer
.

1

.

267

συνετοῖς φανήσεται ἡ ἀλήθεια, ἡ δὲ Βασιλείδου καὶ τῶν τοιούτων πραγματεία πλάνης ἔργον ἐλεγχθήσεται. Καὶ ταῦτά μοι περὶ ταύτης τῆς αἱρέσεως καὶ τοῦ μύθου τούτου εἰρήσθω· ἐντεῦθεν δὲ ἐφ’ ἑτέραν αἵρεσιν βαδιοῦμαι. τίνι γὰρ οὐ
5φωρατὴ ἔσται ἡ τοιαύτη αἵρεσις μῦθός τις οὖσα καὶ ὡσεὶ κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ κέρατος ἐν ἀέρι προκύπτουσα καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτῇ ἐργαζομένη; ἀλλὰ καὶ «τὸ κέρας τῶν ἁμαρτωλῶν ὁ κύριος συνέτριψεν, τὸ δὲ κέρας τοῦ δικαίου μόνον ὑψωθήσεται», ὅπερ ἐστὶ πίστις ἀληθείας. διὸ καὶ τοῦ‐
10τον συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ ἐπὶ τὰς μετέπειτα διέλθωμεν, θεὸν βοηθὸν ἐπικαλούμενοι, ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Κατὰ Νικολαϊτῶν ε, τῆς δὲ ἀκολουθίας κε. 1. Νικόλαος γέγονεν εἷς ἀπὸ τῶν ἑπτὰ διακόνων τῶν ἐκλελεγ‐
15μένων ὑπὸ τῶν ἀποστόλων ἅμα Στεφάνῳ τῷ ἁγίῳ καὶ πρωτομάρ‐ τυρι καὶ Προχόρῳ καὶ Παρμενᾷ καὶ τοῖς ἄλλοις. οὗτος ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος προσήλυτος γίνεται· μετέπειτα δὲ καταδεξάμε‐ νος τὸν περὶ Χριστοῦ κηρύγματος λόγον καὶ αὐτὸς συνήφθη τοῖς μαθηταῖς ἔν τε τοῖς προκριτέοις τὰ πρῶτα ἐξεταζόμενος 〈ἦν〉· ὅθεν
20καὶ ἐν τοῖς ἐκλεγεῖσιν εἰς τὴν τῶν χηρῶν τότε ἐπιμέλειαν ἐγκατηριθ‐ μήθη. ὕστερον δὲ τοῦτον ὑπέδυ ὁ διάβολος καὶ ἐξηπάτησεν αὐτοῦ τὴν καρδίαν τῇ αὐτῇ πλάνῃ τῶν προειρημένων παλαιῶν κατατρωθῆ‐
ναι μειζόνως ὑπὲρ τοὺς πρώην. γύναιον γὰρ οὗτος ἔχων εὔμορφον267 in vol. 1
Haer
.

1

.

268

καὶ ἀπὸ τοῦ γυναίου ἐγκρατευσάμενος ὡς κατὰ μίμησιν ὧν ἑώρα θεῷ προσανεχόντων, μέχρι τινὸς ἐκαρτέρει, οὐ μὴν εἰς τέλος ἤνεγκε κρα‐ τεῖν τῆς αὐτοῦ ἀκρασίας, ἀλλὰ βουληθεὶς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφειν προφάσεις τινὰς οὐκ ἀγαθὰς ἑαυτῷ θηρώμενος
5ἐπενόει πρὸς ἀπολογίαν τοῦ ἰδίου τῆς ἀκολασίας πάθους· ᾧ μᾶλλον συνέφερεν *. εἶτα τοῦ σκοποῦ ἐκπεσὼν τῇ ἰδίᾳ γυναικὶ συνήφθη ἀπεριέργως. οὗτος δὲ αἰσχυνόμενος τὴν ἑαυτοῦ ἧτταν καὶ ὑφορώ‐ μενος φωραθῆναι ἐτόλμα λέγειν [ὅτι], εἰ μή τις καθ’ ἑκάστην ἡμέραν λαγνεύῃ, ζωῆς μὴ δύνασθαι μετέχειν τῆς αἰωνίου. ἐκ προφάσεως
10γὰρ εἰς πρόφασιν μετηνέχθη ἑτέραν. ὁρῶν γὰρ τὴν ἑαυτοῦ σύμβιον κάλλει μὲν διαπρέπουσαν ταπεινότητι δὲ φερομένην, ἐζηλοτύπησε ταύτην καὶ κατὰ τὴν ἰδίαν ἀσέλγειαν τοὺς ἄλλους εἶναι νομίσας τὰ πρῶτα μὲν ἐμπαροινῶν εἰς τὴν ἰδίαν γαμετὴν διετέλει καὶ διαβολάς τινας αὐτῇ ἐπιφέρων διὰ λόγων, τὸ δὲ πέρας ἑαυτὸν κατέσπασεν οὐ
15μόνον εἰς τὴν χρῆσιν τῆς σαρκὸς τὴν κατὰ φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ εἰς βλάσφημον ὑπόνοιαν καὶ βλάβην κακοτροπίας καὶ πλά‐ νην παρεισδύσεως πονηρίας. 2. Καὶ ἐντεῦθεν ἄρχονται οἱ τῆς ψευδωνύμου γνώσεως * τῷ κόσμῳ ἐπιφύεσθαι κακῶς, φημὶ δὲ οἱ καλούμενοι Γνωστικοὶ καὶ Φι‐
20βιωνῖται καὶ οἱ τοῦ Ἐπιφάνους καλούμενοι, Στρατιωτικοί τε καὶ
Λευιτικοὶ καὶ Βορβορῖται καὶ οἱ λοιποί. ἕκαστος γὰρ τούτων τὴν268 in vol. 1
Haer
.

1

.

269

ἑαυτοῦ αἵρεσιν τοῖς πάθεσιν ἑαυτοῦ ἐπισπώμενος μυρίας ὁδοὺς ἐπε‐ νόησε κακίας. τινὲς μὲν γὰρ αὐτῶν Βαρβηλώ τινα δοξάζουσιν, ἣν ἄνω φάσκουσιν εἶναι ἐν ὀγδόῳ οὐρανῷ, καὶ ταύτην ἀπὸ τοῦ πατρὸς προβεβλῆσθαί φασιν· μητέρα δὲ αὐτὴν εἶναι οἱ μὲν τοῦ Ἰαλδαβαὼθ
5λέγουσιν, οἱ δὲ τοῦ Σαβαώθ. τὸν δὲ υἱὸν ταύτης κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι, λέγειν δὲ τοῖς ὑπο‐ κάτω ὅτι «ἐγώ εἰμι, φησίν, ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος θεός». τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι τὸν λόγον τοῦτον καὶ κλαῦσαι. ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν
10ἐν εὐμορφίᾳ τινὶ καὶ ἀποσυλᾶν τὸ ἐξ αὐτῶν σπέρμα δι’ ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ. καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε. καί τινες ὡς ἔφην τῶν προειρημένων διὰ πολλῆς κακομηχανίας ἃ μὴ θέμις λέγειν
15πως ἐν πολυμιξίᾳ γυναικῶν καὶ ἐν αἰσχροποιίαις ἀνηκέστοις ἀνα‐ στρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος ἀπόστολός φησι «τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν». 3. τῷ δὲ βουλομένῳ ἰδεῖν τὴν ἀντίθετον ἐκ πνεύματος ἁγίου περὶ τῆς τούτου αἱρέσεως ἀνατροπὴν ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἁγίου Ἰωάννου ἀπο‐
20καλύψεως, ὡς γράφων μιᾷ τῶν ἐκκλησιῶν ἐκ προσώπου κυρίου τουτέστιν τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε κατασταθέντι σὺν τῇ δυνάμει τοῦ ἁγίου ἀγγέλου τοῦ ἐπὶ τοῦ θυσιαστηρίου φησίν «ἔχεις δέ τι καλόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κἀγὼ μισῶ». Προύνικον δὲ ἄλλοι τιμῶντές τινα, ὡς καὶ οὗτοι μυθωδῶς
25πάλιν εἰς ταύτην τὴν ὑπόνοιαν τῆς αἰσχρουργίας τὰ ἑαυτῶν πάθη269 in vol. 1
Haer
.

1

.

270

ἐπιτελοῦντές φασι· τῆς Προυνίκου τὴν δύναμιν συλλέγομεν ἀπὸ τῶν σωμάτων, διά τε τῶν ῥευστῶν, φημὶ δὲ γονῆς καὶ καταμηνίων *· περὶ ὧν ὀλίγῳ ὕστερον, ὅταν περὶ αὐτῶν μονομερῶς λέγειν ἐπιβαλώμεθα, κατὰ λεπτότητα ὑφηγήσομαι, οὐκ εἰς τὸ χρᾶναι ἀκοὰς τῶν ἀκουόν‐
5των ἢ ἐντυγχανόντων, ἀλλ’ εἰς τὸ τοῖς συνετοῖς ἀπέχθειαν μᾶλλον ἐργάσασθαι πρὸς αὐτοὺς καὶ ἀποτροπὴν τῆς τῶν κακῶν ἐργασίας, οὐ συκοφαντῶν τοὺς ἀλιτηρίους, ἀλλὰ κατ’ ἀλήθειαν τὰ παρ’ αὐτῶν γινόμενα εἰς τοὐμφανὲς θριαμβεύων. ἕτεροι δὲ τὸν προειρημένον Ἰαλδαβαὼθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι πρῶτον υἱὸν ὡς ἔφην
10τῆς Βαρβηλώ· καὶ διὰ τοῦτό φησιν δεῖν ἄγειν αὐτῷ τὴν τιμήν, ὅτι πολλὰ ἀπεκάλυψεν. ὅθεν καὶ βιβλία τινὰ ἐξ ὀνόματος τοῦ Ἰαλδαβαὼθ ποιητεύονται, ἐκτυποῦντες καὶ ὀνομασίας μυρίας βαρβαρικὰς ἀρχόν‐ των, 〈ὥσ〉 φασιν, καὶ ἐξουσιῶν καθ’ ἕκαστον οὐρανὸν ἐναντιουμένων τῇ τῶν ἀνθρώπων ψυχῇ. καὶ πολλὴ ἁπλῶς ἡ διὰ τῆς πλάνης αὐ‐
15τῶν γινομένη τῷ γένει τῶν ἀνθρώπων ἐπιβουλή. ἄλλοι δὲ τὸν
Καυλακαῦ ὡσαύτως δοξάζουσιν, ἄρχοντά τινα τοῦτον οὕτως κα‐270 in vol. 1
Haer
.

1

.

271

λοῦντες, φαντασιάζειν φιλοτιμούμενοι τοὺς ἀπείρους διὰ τῆς τῶν ὀνομάτων ἐκπλήξεως καὶ ἐπιπλάστου τῆς τοῦ ὀνόματος βαρβαρωνυ‐ μίας. τοῖς δὲ ἐμπείροις καὶ ἐκ θεοῦ λαβοῦσι περὶ ἑκάστης ὀνομασίας καὶ ὑποθέσεως τῆς ἀληθινῆς τοῦ θεοῦ γνώσεως χάριν πῶς οὐκ εὐ‐
5θυέλεγκτα τοῦ μύθου αὐτῶν καὶ πλάνης τὰ διδάγματα 〈ἀν〉εχέγγυα; 4. Προύνικον γὰρ ἐὰν εἴπωσι, τὸ ὅλον ἐστὶν ἡδυπαθείας καὶ ἀκρασίας ἐξέρευξις. πᾶν γὰρ τὸ προυνικευόμενον λαγνείας ὑποφαίνει τὸ ἐπώνυμον, φθορᾶς δὲ τὸ ἐπιχείρημα. ἐπὶ τοῖς γὰρ τὰ σώματα διακορεύουσιν Ἑλληνική τίς ἐστιν λέξις τό «ἐπρουνίκευσε τήνδε»·
10ὅθεν καὶ ἐν μύθοις ἀναγράφουσιν οἱ τὰ ἐρωτικὰ συγγραψάμενοι Ἑλλήνων ἀπατεῶνες περὶ κάλλους λέγοντες οὕτως ὅτι κάλλος πρού‐ νικον. ἀλλὰ καὶ περὶ τοῦ Καυλακαῦ τίς τῶν γινωσκόντων οὐκ ἂν καταγελάσειεν, ὅτι τὰς Ἑβραϊστὶ καλῶς εἰρημένας λέξεις καὶ Ἑλ‐ ληνιστὶ καλῶς ἑρμηνευθείσας καὶ 〈εἰσέτι〉 νῦν παρὰ τοῖς Ἑβραϊστὶ
15ἀναγινώσκουσι φανερὰς οὔσας καὶ οὐδὲν σκολιὸν ἐχούσας αὐτοὶ εἰς εἰδωλοποιίας τε καὶ εἰς μορφὰς καὶ εἰς ἐνυποστατικὰς ἀρχὰς καὶ ὡς εἰπεῖν ἀνδριαντοπλασίας, τοῖς ἀφελέσι διὰ φαντασίας τὴν πλάνην ὑποσπείροντες, ἀνατυποῦσιν εἰς τὴν τῆς αἰσχρᾶς αὐτῶν καὶ μυθώδους τέχνης ὑποσποράν; καυλακαῦ γὰρ ἐν τῷ Ἠσαΐᾳ γέγραπται, λέξις τις
20οὖσα ἐν τῇ δωδεκάτῃ ὁράσει, ἔνθα λέγει «θλίψιν ἐπὶ θλίψιν, ἐλπίδα ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου»· ὡς καὶ αὐτὰ τὰ Ἑβραϊκὰ ῥήματα τελειότατα ἐνταῦθα παραθήσομαι αὐταῖς λέξεσιν ὥς ἐστι γεγραμμένα· τὸ γὰρ σαυλασαῦ σαυλασαῦ ἑρμηνεύεται θλίψις ἐπὶ θλίψιν, καυλακαῦ καυλακαῦ ἐλπὶς ἐπ’ ἐλπίδι, ζιηρσὰμ ζιηρσὰμ ἔτι μικρὸν
25ἔτι μικρὸν προσδέχου. ποῦ οὖν ἡ τούτων μυθολογία; ποῦ ἡ κίσσησις τῆς φαντασιολογίας; πόθεν τῷ κόσμῳ τὰ ζιζάνια; τίς ὁ ἀναγκάσας
εἰς ἑαυτοὺς ἐπισπάσασθαι ὄλεθρον τοὺς ἀνθρώπους; εἰ μὲν γὰρ γινώ‐271 in vol. 1
Haer
.

1

.

272

σκοντες μετεποίησαν τὰς ὀνομασίας εἰς φαντασίαν, ἀπωλείας ἑαυτοῖς προφανῶς αἴτιοι γεγόνασιν· εἰ δὲ ἀγνοοῦντες ἃ μὴ ᾔδεισαν ἔφασαν, οὐδὲν αὐτῶν ἀθλιώτερον. μωρὰ γὰρ ταῦτα ὡς ἀληθῶς, 〈ὡσ〉 καὶ παντὶ τῷ σύνεσιν ἐν θεῷ κεκτημένῳ ἔνεστιν ἰδεῖν. ἡδυπαθείας γὰρ
5χάριν ἑαυτούς τε καὶ τοὺς πειθομένους ἀπώλεσαν καὶ ἀπολλύουσιν. πνεῦμα γάρ ἐστι πλάνης, ὥσπερ φύσημα ἐν αὐλῷ διαφόροις κι‐ νήσεσιν ἕκαστον τῶν ἀφρόνων κινοῦν κατὰ τῆς ἀληθείας. καὶ γὰρ καὶ αὐτὸς ὁ αὐλὸς μίμημά ἐστι τοῦ δράκοντος, δι’ οὗ ἐλάλησεν ὁ πονηρὸς καὶ ἠπάτησε τὴν Εὔαν. ἀπὸ τοῦ τύπου γὰρ ἐκείνου κατὰ
10μίμησιν ὁ αὐλὸς τοῖς ἀνθρώποις εἰς ἀπάτην κατεσκευάσθη. καὶ ὅρα τὸν τύπον ὃν αὐτὸς ὁ αὐλῶν ἐν τῷ αὐλῷ ποιεῖται. αὐλῶν γὰρ ἄνω ἀνανεύει καὶ κάτω κατανεύει, δεξιά τε κλίνει καὶ εὐώνυμα ὁμοίως ἐκείνῳ. τούτοις γὰρ καὶ ὁ διάβολος τοῖς σχήμασι κέχρηται, ἵνα κατὰ τῶν ἐπουρανίων ἐνδείξηται τὴν βλασφημίαν καὶ τὰ ἐπὶ τῆς γῆς ἀφα‐
15νισμῷ ἀφανίσῃ καὶ ὁμοῦ συμπεριλάβῃ τὴν οἰκουμένην, δεξιά τε καὶ εὐώνυμα λυμαινόμενος τοὺς τῇ πλάνῃ πειθομένους τε καὶ θελγομέ‐ νους ὥσπερ διὰ μουσικοῦ ὀργάνου ταῖς φωναῖς ταῖς πεπλασμέναις. 5. Ἄλλοι δέ τινες ἐξ αὐτῶν καινά τινα ὀνόματα ἀναπλάττουσι, λέγοντες ὅτι σκότος ἦν καὶ βυθὸς καὶ ὕδωρ, τὸ δὲ πνεῦμα ἀνὰ μέσον
20τούτων διορισμὸν ἐποιήσατο αὐτῶν· τὸ δὲ σκότος ἦν χαλεπαῖνόν τε
καὶ ἐγκοτοῦν τῷ πνεύματι, ὅπερ σκότος ἀναδραμὸν περιεπλάκη τῷ272 in vol. 1
Haer
.

1

.

273

πνεύματι καὶ ἐγέννησε, φησίν, τινὰ Μήτραν καλουμένην, ἥτις γεννη‐ θεῖσα ἐνεκίσσησεν ἐν αὐτῷ τῷ πνεύματι. ἐκ δὲ τῆς Μήτρας προε‐ βλήθησάν τινες τέσσαρες αἰῶνες, ἐκ δὲ τῶν τεσσάρων αἰώνων ἄλλοι δεκατέσσαρες, καὶ γέγονε δεξιά τε καὶ ἀριστερά, φῶς καὶ σκότος.
5ὕστερον δὲ μετὰ πάντας τούτους προβεβλῆσθαί τινα αἰσχρὸν αἰῶνα, μεμίχθαι δὲ τοῦτον τῇ Μήτρᾳ τῇ ἄνω προδεδηλωμένῃ καὶ ἐκ τούτου τοῦ αἰῶνος τοῦ αἰσχροῦ καὶ τῆς Μήτρας γεγονέναι θεούς τε καὶ ἀγγέλους καὶ δαίμονας καὶ ἑπτὰ πνεύματα. φωρατὴ δὲ τούτων ἡ τῆς πλάνης μιμολογία. ἀπ’ ἀρχῆς γὰρ ἕνα πατέρα λέγοντες καὶ ὁρι‐
10ζόμενοι ὕστερον πολλοὺς θεοὺς ὑπέφηναν, εἰς τὸ δεῖξαι αὐτὴν τὴν πλάνην καθ’ ἑαυτῆς τὰ ὑπ’ αὐτῆς ψευδῆ λεγόμενα ὁπλίζειν ἑαυτὴν δὲ λύειν, τῆς ἀληθείας ἀεὶ * ἐκ παντὸς μέρους εὑρισκομένης. 6. Τί τοίνυν εἴπω πρὸς σέ, ὦ Νικόλαε; τί διαλεχθήσομαι; πόθεν, ὦ οὗτος, ἥκεις φέρων ἡμῖν αἰσχρὸν αἰῶνα καὶ ῥίζαν πονηρίας καὶ
15Μήτραν γεννητικὴν καὶ πολλοὺς θεοὺς καὶ δαίμονας; ὁ γὰρ ἀπό‐ στολος φήσας «εἴπερ εἰσὶ λεγόμενοι θεοί» οὐκ εἶναι τούτους ὑποφαί‐ νει. ἐν τῷ γὰρ εἰπεῖν «λεγόμενοι» ἔδειξεν αὐτοὺς ἐν τῷ λέγεσθαι μόνον εἶναι, μὴ ὄντας τῇ ὑποστάσει ἀλλὰ διὰ τῆς τινῶν ὑπολήψεως. «ἡμῖν δέ», φησίν, «εἷς θεός», δηλονότι τοῖς τὴν γνῶσιν τῆς ἀληθείας
20ἐπισταμένοις. καὶ οὐκ εἶπεν λεγόμενον θεόν, ἀλλὰ ὄντα θεόν· εἰ δὲ ἡμῖν εἷς θεός, οὐκέτι πολλοὶ θεοί. καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησίν «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἵνα ἀνατρέψῃ τὴν διάνοιαν τῶν τὰ μυθώδη λεγόντων καὶ νομιζόντων εἶναι πολυθεΐαν· εἷς γὰρ ἡμῶν ἐστιν ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τρεῖς
25ὑποστάσεις μία κυριότης μία θεότης μία δοξολογία, καὶ οὐ πολλοὶ θεοί. ποῦ δὲ πληροῦται κατὰ σέ, ὦ Νικόλαε, τὸ ὑπὸ τοῦ σωτῆ‐ ρος εἰρημένον ὅτι «εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἳ ἐκ γεννητῆς ἐγεννήθησαν καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρα‐
30νῶν». εἰ τοίνυν εὐνοῦχοί εἰσι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, πῶς
σύ γε σεαυτὸν πεπλάνηκας καὶ τοὺς σοὶ πειθομένους, διὰ λαγνείας καὶ273 in vol. 1
Haer
.

1

.

274

αἰσχροποιίας τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατέχων καὶ * διδά‐ σκων; ποῦ δὲ παρὰ σοὶ πεπλήρωται τό «περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος, τὸ καλὸν οὕτως εἶναι», καὶ πάλιν «ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς
5ἀρέσῃ τῷ κυρίῳ, ἵνα ᾖ ἁγία ἐν σώματι καὶ ἐν πνεύματι». καὶ πόσα ἔστι περὶ ἁγνείας καὶ ἐγκρατείας καὶ παρθενίας λέγειν; παρὰ σοῦ γὰρ ὁ πᾶς βόρβορος τῆς ἀκαθαρσίας ἀναισχύντως ὁρίζεται. ἀλλὰ ἐκ τῶν δύο ἢ τριῶν τούτων ῥητῶν, τῆς καταγελάστου αἱρέσεως πρὸς ἀνατροπὴν τοῖς ἐντυγχάνουσιν *, ὁ σκοπὸς ἐνταῦθά μοι παρακείσθω.
10 7. Προϊὼν δὲ καθεξῆς τὴν τούτῳ συνεζευγμένην αἵρεσιν, ὥσπερ χορτομανήσασαν ὕλην ἢ δάσος ἀκανθῶν πανταχόθεν συνηνωμένων ἢ κατεξηραμμένην ἐν ἀγρῷ πληθὺν ξύλων τε καὶ φρυγάνων εἰς κατάκαυσιν ἑτοιμαζομένην ὑποδείξω, διὰ τὸ τῇ αὐτῇ αἱρέσει τοῦ ἐλεεινοῦ Νικολάου *. ὥσπερ 〈γὰρ〉 δι’ ἐγκεντρισμοῦ ἢ ψώρας ἀγρίας ἢ
15λέπρας ἐξ ἑτέρων σωμάτων ἕτερα σώματα * παραφθείρεσθαι, οὕτως ἀπὸ μέρους 〈τούτοισ〉 εἰσὶ συνηνωμένοι οἱ λεγόμενοι 〈Γνωστικοί〉, ἐξ αὐτοῦ Νικολάου καὶ τῶν πρὸ αὐτοῦ (Σίμωνος δέ φημι καὶ τῶν ἄλλων) λαβόντες τὰς προφάσεις, Γνωστικοὶ 〈μὲν〉 καλούμενοι, κατά‐ γνωστοι δὲ τὸ πᾶν διὰ τὴν ἐν τοῖς πράγμασι τῆς ἀκαθάρτου ἐργα‐
20σίας αὐτῶν μοχθηρίαν καὶ αἰσχρουργίαν. ὡς ἀληθῶς γὰρ καὶ τοῦτον πρὸς ὀλίγον ἐγκρατευσάμενον, εἶτα ἀποστάντα τῆς ἐγκρατείας, δίκην ὕδρωπος τοῦ ἑρπετοῦ καλουμένου ἐξ ὑδάτων εἰς γῆν ἀνελθόντος καὶ εἰς ὕδωρ αὖθις ἀναστρέψαντος, καλάμῳ τῷ ἐν χειρὶ δοθέντι Χρι‐
στοῦ παίσαντες καὶ ὀλέσαντες ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδίσωμεν.274 in vol. 1
Haer
.

1

.

275

Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ϛ, τῆς δὲ ἀκολουθίας κϛ. 1. Πάλιν οὗτοι οἱ Γνωστικοὶ διαφόρως ἀπὸ τούτου φυόμενοι ἠπατημένοι ἄνθρωποι, ὥσπερ ἀπὸ κοπρίας καρποί, ὡς παντί τῳ δῆλόν ἐστι καὶ φωρατὸν πρὸς δοκιμὴν ἀληθείας οὐ μόνον εἴποιμι
5πιστοῖς ἀλλὰ τάχα καὶ ἀπίστοις, ἐν τῷ κόσμῳ ἐβλάστησαν· τὸ γὰρ Μήτραν καὶ αἰσχρότητα λέγειν καὶ τὰ ἄλλα πῶς οὐχὶ καταγέλαστα φανείη πᾶσιν ἀνθρώποις, «Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις»; πολλὴ δὲ συμφορὰ καὶ μεγίστη ὡς εἰπεῖν ταλαιπωρία, τοὺς ἐν καταγνώσει καὶ ἐν πλάνῃ ἐπισείεσθαι ἡμῖν τῶν αἱρέσεων ἀρχη‐
10γοὺς καὶ ἐπανίστασθαι ὥσπερ κνωδάλων πλῆθος, ὀχλήσεις τε καὶ δυσοδμίας κνισμούς τε καὶ ἐπεντριβὰς ἡμῖν ἐμποιοῦντας διὰ τῆς [τοῦ] μυθοποιοῦ πλάνης. οὗτοι δὲ οἱ τούτῳ τῷ Νικολάῳ συνεζευγμένοι, πάλιν ἀπ’ αὐτοῦ ὡς ἀπὸ οὐρίου ᾠοῦ ὄφεως σκορπίοι ἢ ἐξ ἀσπίδων * γεγεννημένοι, τινὰ ἡμῖν παρεισφέρουσι κενοφωνίας ὀνόματα καὶ
15βίβλους πλάττουσι, Νωρίαν τινὰ βίβλον καλοῦντες, καὶ ἐξ ὑπονοίας Ἑλληνικῆς δεισιδαιμονίας μεταποιοῦντες τὴν παρὰ τοῖς Ἕλλησι μυ‐ θώδη ῥαψῳδίαν καὶ φαντασίαν οὕτω τὸ ψεῦδος τῇ ἀληθείᾳ παρα‐ πλέκουσι. ταύτην γάρ φασιν τὴν Νωρίαν εἶναι τοῦ Νῶε γυναῖκα· καλοῦσι δὲ Νωρίαν, ὅπως τὰ Ἑλληνικῶς παρὰ τοῖς Ἕλλησι ῥαψῳ‐
20δηθέντα αὐτοὶ βαρβαρικοῖς ὀνόμασι μεταποιήσαντες τοῖς ἠπατημένοις
παρ’ αὐτῶν φαντασίαν ἐργάσωνται, ἵνα δὴ καὶ ἑρμηνείαν ποιήσωσι275 in vol. 1
Haer
.

1

.

276

τοῦ τῆς Πύρρας ὀνόματος, Νωρίαν ταύτην ὀνομάζοντες. ἐπειδὴ γὰρ νοῦρα ἐν τῇ Ἑβραΐδι πῦρ οὐ κατὰ τὴν βαθεῖαν γλῶσσαν ἑρμηνεύεται ἀλλὰ Συριακῇ διαλέκτῳ (ἡσὰθ γὰρ τὸ πῦρ παρὰ Ἑβραίοις καλεῖται κατὰ τὴν βαθεῖαν γλῶσσαν), τούτου χάριν αὐτοῖς συμβέβηκε κατὰ
5ἄγνοιαν καὶ ἀπειρίαν τῷ ὀνόματι τούτῳ χρήσασθαι. οὔτε γὰρ Πύρρα ἡ παρ’ Ἕλλησιν οὔτε Νωρία ἡ παρὰ τούτοις μυθευομένη, ἀλλὰ Βαρ‐ θενὼς τῷ Νῶε γέγονε γυνή· (καὶ οἱ Ἕλληνες γάρ φασι τὴν Δευκα‐ λίωνος γυναῖκα Πύρραν καλεῖσθαι). εἶτα τὴν αἰτίαν ὑποτίθενται οὗτοι οἱ τὰ τοῦ Φιλιστίωνος ἡμῖν αὖθις προφερόμενοι, ὅτι πολλάκις
10βουλομένη μετὰ τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος, φησίν, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις ἅπασιν ἐν τῷ κατακλυσμῷ. αὐτὴν δέ φησιν ἐπικαθιζάνειν ἐν τῇ λάρνακι καὶ ἐμπιπρᾶν αὐτήν, καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον· ὅθεν δὴ εἰς ἔτη πολλὰ ἐλήλακεν ἡ τῆς αὐτοῦ
15τοῦ Νῶε λάρνακος κατασκευὴ διὰ τὸ πολλάκις αὐτὴν ὑπ’ αὐτῆς ἐμ‐ πεπρῆσθαι. ἦν γάρ, φησίν, ὁ Νῶε πειθόμενος τῷ ἄρχοντι, ἡ δὲ Νωρία ἀπεκάλυψε τὰς ἄνω δυνάμεις καὶ τὴν ἀπὸ τῶν δυνάμεων Βαρβηλώ, τὴν ὑπεναντίαν τῷ ἄρχοντι, ὡς καὶ αἱ ἄλλαι δυνάμεις, καὶ ὑπέφαινεν ὅτι δεῖ τὰ συληθέντα ἀπὸ τῆς ἄνωθεν Μητρὸς διὰ
20τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος καὶ τῶν ἄλλων τῶν σὺν αὐτῷ θεῶν τε καὶ ἀγγέλων καὶ δαιμόνων συλλέγειν ἀπὸ τῆς ἐν τοῖς σώμασι δυνάμεως, διὰ τῆς ἀπορροίας ἀρρένων τε καὶ θηλειῶν. 2. Καὶ ἁπλῶς περικακῶ τὴν πᾶσαν τούτων τοῦ σκότους πή‐ ρωσιν ὑποδεῖξαι. πολὺν γὰρ χρόνον ἀναλώσαιμι ἄν, εἰ ἐνταῦθα τὴν
25περὶ τούτων γενομένην σύνταξιν ἐθελήσω λεπτολογῆσαι, τὰ ἄτοπα276 in vol. 1
Haer
.

1

.

277

αὐτῶν τῆς ψευδωνύμου γνώσεως διδάγματα καθ’ ἕκαστον ὑφηγού‐ μενος. ἄλλοι δὲ ἐξ αὐτῶν, διαφόρως πάλιν ἐπεντριβόμενοι τάς τε ὄψεις αὐτῶν κρούοντες καὶ περικρουόμενοι, Βαρκαββᾶν τινα προ‐ φήτην παρεισάγουσιν, ἄξιον τοῦ αὐτοῦ ὀνόματος. καββᾶ γὰρ ἑρμη‐
5νεύεται πορνεία κατὰ τὴν Συριακὴν διάλεκτον, φονοκτονία δὲ κατὰ τὴν Ἑβραϊκήν, καὶ πάλιν ἑρμηνεύεται τετάρτη μοῖρα τοῦ μέτρου· χλεύης δὲ καὶ γέλωτος τὸ τοιοῦτον, μᾶλλον δὲ σχετλιασμοῦ ἄξιον παρὰ τοῖς τὸ ὄνομα τοῦτο ἐπισταμένοις κατὰ τὰς ἰδίας γλώσσας. φέρουσι δὲ ἡμῖν ἐκ τούτου τοῦ θαυμασιωτάτου προφήτου διήγησιν
10αἰσχράν, ὅπως φθοριμαίοις σώμασι πλησιάσαι πεισθῶμεν καὶ τῆς ἄνωθεν ἐλπίδος ἐκπέσωμεν, οὐκ αἰσχυνόμενοι αὐτοῖς τοῖς ῥήμασι τὰ τῆς πορνείας διηγεῖσθαι πάλιν ἐρωτικὰ τῆς Κύπριδος ποιητεύ‐ ματα. ἄλλοι δὲ ἐξ αὐτῶν πάλιν ἐπίπλαστον εἰσάγουσιν ἀγώγιμόν τι ποίημα, ᾧ ποιητεύματι ἐπέθεντο ὄνομα, εὐαγγέλιον τελειώσεως τοῦτο
15φάσκοντες. καὶ ἀληθῶς οὐκ εὐαγγέλιον τοῦτο, ἀλλὰ πένθος τῆς τελειώ‐ σεως. πᾶσα γὰρ ἡ τοῦ θανάτου τελείωσις ἐν τῇ τοιαύτῃ ὑποσπορᾷ τοῦ
διαβόλου ἐμφέρεται. ἄλλοι δὲ οὐκ αἰσχύνονται λέγοντες εὐαγγέλιον277 in vol. 1
Haer
.

1

.

278

Εὔας. εἰς ὄνομα γὰρ αὐτῆς, δῆθεν ὡς εὑρούσης τὸ βρῶμα τῆς γνώσεως ἐξ ἀποκαλύψεως τοῦ λαλήσαντος αὐτῇ ὄφεως, * σπορὰν ὑποτίθενται. καὶ ὥσπερ ἐν ἀστάτῳ γνώμῃ μεθύοντος καὶ παραλαλοῦντος οὐκ ἴσα εἴη τὰ ῥήματα, ἀλλὰ τὰ μὲν γέλωτι πεποιημένα ἕτερα δὲ κλαυθμοῦ
5ἔμπλεα, οὕτως ἡ τῶν ἀπατεώνων γέγονε κατὰ πάντα τρόπον τῆς κακίας ὑποσπορά. 3. Ὁρμῶνται δὲ ἀπὸ μωρῶν ὀπτασιῶν καὶ μαρτυριῶν ἐν ᾧ εὐαγγελίῳ ἐπαγγέλλονται. φάσκουσι γὰρ οὕτως ὅτι «ἔστην ἐπὶ ὄρους ὑψηλοῦ καὶ εἶδον ἄνθρωπον μακρὸν καὶ ἄλλον κολοβόν, καὶ ἤκουσα ὡσεὶ
10φωνὴν βροντῆς καὶ ἤγγισα τοῦ ἀκοῦσαι καὶ ἐλάλησε πρός με καὶ εἶπεν· ἐγὼ σὺ καὶ σὺ ἐγώ, καὶ ὅπου ἐὰν ᾖς, ἐγὼ ἐκεῖ εἰμι, καὶ ἐν ἅπασίν εἰμι ἐσπαρμένος. καὶ ὅθεν ἐὰν θέλῃς, συλλέγεις με, ἐμὲ δὲ συλλέγων ἑαυτὸν συλλέγεις». καὶ ὦ τῆς τοῦ διαβόλου ὑποσπορᾶς. πόθεν τὸν νοῦν ἐξέτρεψε τῆς ἀνθρωπότητος καὶ εἰς μωρὰ καὶ ἀσύστατα περιέσπασεν
15ἀπὸ τοῦ λόγου τῆς ἀληθείας; οὐκ ἔστι γὰρ σχεδὸν τῷ νοῦν ἔχοντι χρεία ἀπὸ γραφῆς ἢ ἀπὸ παραδειγμάτων ἢ ἑτέρου τινὸς πράγματος ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. τῷ γὰρ ὀρθῷ λογισμῷ εὔδηλος αὐτῶν καὶ φωρατὴ ἡ τῆς μωρολογίας δραματουργία καὶ μοιχῶν
ἐργασία. ταῦτά τοι καὶ τὰ τοιαῦτα εἰσηγούμενοι οἱ ἀμφὶ τὴν278 in vol. 1
Haer
.

1

.

279

γνῶσιν συνεζευγμένοι τῇ τοῦ Νικολάου αἱρέσει τῆς ἀληθείας ἐκπεπτώ‐ κασιν, οὐ μόνον τὸν νοῦν τῶν πεισθέντων αὐτοῖς ἐκτρέψαντες, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰς ψυχὰς δουλώσαντες πορνείᾳ καὶ πολυ‐ μιξίᾳ· αὐτὴν δῆθεν τὴν σύναξιν αὐτῶν ἐν αἰσχρότητι πολυμιξίας
5φύροντες, ἔσθοντές τε καὶ παραπτόμενοι καὶ ἀνθρωπίνων σαρκῶν καὶ ἀκαθαρσιῶν. ὧν οὐ τολμήσω τὸ πᾶν ἐξειπεῖν, εἰ μή τι ἀναγκα‐ σθείην διὰ τὴν ὑπερβολὴν τῆς ἐν ἐμοὶ ἀλγούσης διανοίας περὶ τῶν ματαίως ὑπ’ αὐτῶν γινομένων, ἐκπληττόμενος εἰς οἷον ὄγκον καὶ κακῶν βυθὸν ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος ἄγει τοὺς αὐτῷ
10πειθομένους, ὥστε μιᾶναι καὶ νοῦν καὶ καρδίαν καὶ χεῖρας καὶ στό‐ ματα καὶ σώματα καὶ ψυχὰς τούτων τῶν ὑπ’ αὐτοῦ ἐν τῇ τοσαύτῃ σκοτώσει παγιδευθέντων. δέδια δὲ μή πη ἄρα τὸν μέγαν τοῦτον ὅλον ἰὸν ἀποκαλύψαιμι, ὥσπερ βασιλίσκου τινὸς ὄφεως τὸ πρόσω‐ πον, εἰς λύμην μᾶλλον τῶν ἐντυγχανόντων ἤπερ εἰς διόρθωσιν.
15χραίνει μὲν γὰρ τὰ ὦτα ἀληθῶς ἡ τῆς μεγάλης τόλμης βλάσφημος συναγωγὴ καὶ τῆς αἰσχρότητος αὐτῆς συλλογή τε καὶ διήγησις καὶ ἡ τῆς ἀγυρτώδους αἰσχρουργίας βορβορώδης κακόνοια, ὡς καὶ παρά τισι φύσει Βορβοριανοὶ καλοῦνται, ἕτεροι δὲ Κοδδιανοὺς αὐτοὺς ἐπι‐ φημίζουσι (κοδδὰ γὰρ λέγεται κατὰ τὴν Συριακὴν διάλεκτον παροψὶς
20ἢ τρυβλίον), ἀπὸ τοῦ μὴ δύνασθαί τινας μετ’ αὐτῶν ἐσθίειν, κατ’ ἰδίαν δὲ τοῖς μεμιαμμένοις δίδοσθαι τὰ βρώματα καὶ μή τινα δύνα‐ σθαι σὺν αὐτοῖς διὰ τὸν μολυσμὸν κἂν ἄρτον συνεσθίειν· διά τοι τοῦτο ἀφωρισμένους τούτους ἡγούμενοι οἱ συμμέτοικοι Κοδδιανοὺς ἐπωνόμασαν. οἱ αὐτοὶ δὲ ἐν Αἰγύπτῳ Στρατιωτικοὶ καλοῦνται καὶ
25Φιβιωνῖται, ὡς ἄνω μοι ἐν μέρει λέλεκται· τινὲς δὲ αὐτοὺς Ζακχαίους καλοῦσιν, ἄλλοι δὲ Βαρβηλίτας. ὅμως οὐδὲ παρελθεῖν δυνήσομαι,
ἀλλὰ ἀναγκάζομαι ἐξειπεῖν. ἐπειδὴ 〈γὰρ〉 καὶ ὁ ἅγιος Μωυσῆς ἀπὸ279 in vol. 1
Haer
.

1

.

280

πνεύματος ἁγίου ἐμφορούμενος γράφει ὅτι «ἐάν τις ἴδῃ φόνον καὶ μὴ ἀναγγείλῃ, ἐπικατάρατος ὁ τοιοῦτος εἴη», οὐ δύναμαι τοῦτον τὸν μέγαν φόνον καὶ τὴν μεγάλην ταύτην φονώδη ἐργασίαν παρελθεῖν καὶ οὐχὶ δηλῶν δηλῶσαι. δηλώσας γὰρ τάχα τοῖς συνετοῖς τὸ πτῶμα
5τοῦτο, ὥσπερ τὸ «φρέαρ τῆς ἀπωλείας», φόβον καὶ φρῖξιν ἐμποιήσω εἰς τὸ μὴ μόνον ἀποδρᾶναι τοὺς συνετούς, ἀλλὰ καὶ καταλιθάσαι τὸν ἐν τῷ βαράθρῳ τοῦτον σκολιὸν ὄφιν καὶ βασιλίσκον εἰς τὸ μηδὲ πλησιάσαι τινὰ τολμᾶν. καὶ ταῦτα μὲν ἤδη περὶ αὐτῶν εἰρημένα ὀλίγα τινὰ ὄντα ἐν μέρει τετάχθω.
10 4. Παρελεύσομαι δὲ εἰς τὸν οἶκον τοῦ βυθοῦ τῆς θανατώδους αὐτῶν διηγήσεως (διάφορος γὰρ παρ’ αὐτοῖς ἡ τῆς ἡδονῆς αὐτῶν κακοδιδασκαλία), ὅτι πρῶτον μὲν κοινὰς τὰς ἑαυτῶν γυναῖκας ἔχουσι. καὶ εἴ τις ξένος παραγένοιτο τοῦ αὐτῶν δόγματος, σημεῖόν ἐστι παρ’ αὐτοῖς ἀνδρῶν πρὸς γυναῖκας καὶ γυναικῶν πρὸς ἄνδρας, ἐν τῷ
15ἐκτείνειν τὴν χεῖρα, δῆθεν εἰς ἀσπασμόν, ὑποκάτωθεν τῆς παλάμης ψηλάφησίν τινα γαργαλισμοῦ ἐμποιεῖν, διὰ τούτου ὑποφαίνοντες ὡς τῆς αὐτῶν θρῃσκείας ἐστὶν ὁ παραγενόμενος. ἐντεῦθεν λοιπὸν ἐπι‐ γνόντες ἀλλήλους τρέπονται εὐθὺς εἰς ἑστίασιν· δαψιλῆ δὲ τὰ ἐδέ‐ σματα κρεοφαγίας καὶ οἰνοποσίας παρατιθέασι, κἄν τε πένητες εἶεν.
20ἐκ τούτου δὲ συμποσιάσαντες καὶ ὡς ἔπος εἰπεῖν τὰς φλέβας τοῦ κόρου ἐμπλήσαντες ἑαυτῶν εἰς οἶστρον τρέπονται. καὶ ὁ μὲν ἀνὴρ τῆς γυναικὸς ὑποχωρήσας φάσκει λέγων τῇ ἑαυτοῦ γυναικὶ ὅτι «ἀνά‐ στα, ποίησον τὴν ἀγάπην μετὰ τοῦ ἀδελφοῦ». οἱ δὲ τάλανες μιγέν‐ τες ἀλλήλοις καί, ὡς ἐπὶ ἀληθείας αἰσχύνομαι εἰπεῖν τὰ παρὰ τοῖς
25αὐτοῖς αἰσχρὰ πραττόμενα (ὅτι κατὰ τὸν ἅγιον ἀπόστολον τὰ παρ’
αὐτοῖς γινόμενα «αἰσχρόν ἐστι καὶ λέγειν»), ὅμως οὐκ αἰσχυνθῶ λέγειν280 in vol. 1
Haer
.

1

.

281

ἃ αὐτοὶ ποιεῖν οὐκ αἰσχύνονται, ἵνα κατὰ πάντα τρόπον φρῖξιν ἐργάσωμαι τοῖς ἀκούουσι τὰ παρ’ αὐτῶν τολμώμενα αἰσχρουργήματα —μετὰ γὰρ τὸ μιγῆναι πάθει πορνείας πρὸς ἐπὶ τούτοις ἀνατεί‐ νοντες τὴν ἑαυτῶν βλασφημίαν εἰς οὐρανὸν δέχεται μὲν τὸ γύναιον
5καὶ ὁ ἀνὴρ τὴν ῥύσιν τὴν ἀπὸ τοῦ ἄρρενος εἰς ἰδίας αὐτῶν χεῖρας καὶ ἵστανται εἰς οὐρανὸν ἀνανεύσαντες, ἐπὶ χεῖρας δὲ ἔχοντες τὴν ἀκαθαρσίαν καὶ εὔχονται δῆθεν, οἱ μὲν Στρατιωτικοὶ καλούμενοι καὶ Γνωστικοί, τῷ πατρὶ φύσει τῶν ὅλων προσφέροντες αὐτὸ τὸ ἐπὶ ταῖς χερσί, καὶ λέγουσιν «ἀναφέρομέν σοι τοῦτο τὸ δῶρον, τὸ σῶμα
10τοῦ Χριστοῦ». καὶ οὕτως αὐτὸ ἐσθίουσι μεταλαμβάνοντες τὴν ἑαυ‐ τῶν αἰσχρότητα καί φασι «τοῦτό ἐστι τὸ σῶμα τοῦ Χριστοῦ καὶ τοῦτό ἐστι τὸ πάσχα, δι’ ὃ πάσχει τὰ ἡμέτερα σώματα καὶ ἀναγκά‐ ζεται ὁμολογεῖν τὸ πάθος τοῦ Χριστοῦ». ὡσαύτως δὲ καὶ τὸ ἀπὸ τῆς γυναικός, ὅταν γένηται αὐτὴν γενέσθαι ἐν ῥύσει τοῦ αἵματος, τὸ
15καταμήνιον συναχθὲν ἀπ’ αὐτῆς αἷμα τῆς ἀκαθαρσίας ὡσαύτως λα‐ βόντες κοινῇ ἐσθίουσι. καὶ «τοῦτο, φασίν, ἐστὶ τὸ αἷμα τοῦ Χρι‐ στοῦ». 5. διὸ καὶ ἐν ἀποκρύφοις ἀναγινώσκοντες ὅτι «εἶδον δένδρον φέρον δώδεκα καρποὺς τοῦ ἐνιαυτοῦ καὶ εἶπέν μοι τοῦτό ἐστι τὸ ξύλον τῆς ζωῆς», αὐτοὶ ἀλληγοροῦσιν εἰς τὴν κατὰ μῆνα γινομένην
20γυναικείαν ῥύσιν. Μισγόμενοι δὲ μετ’ ἀλλήλων τεκνοποιίαν ἀπαγορεύουσιν. οὐ γὰρ εἰς τὸ τεκνοποιῆσαι παρ’ αὐτοῖς ἡ φθορὰ ἐσπούδασται ἀλλ’ ἡδο‐ νῆς χάριν, τοῦ διαβόλου ἐμπαίζοντος τοῖς τοιούτοις καὶ καταχλευά‐ ζοντος τὸ ἐκ θεοῦ πλάσμα πεπλασμένον. ἀλλὰ τὴν μὲν ἡδονὴν ἐπι‐
25τελοῦσιν, εἰς ἑαυτοὺς δὲ ἀπολαμβάνουσι τὰ τῆς ἀκαθαρσίας αὐτῶν281 in vol. 1
Haer
.

1

.

282

σπέρματα, μὴ εἰς τεκνογονίαν καταβαλλόμενοι, ἀλλ’ αὐτοὶ τὸ τῆς αἰσχρότητος ἔσθοντες. ἐὰν δὲ καὶ προληφθῇ τις αὐτῶν ἐγκατα‐ σπεῖραι τὴν καταβολὴν τῆς κατὰ φύσιν [αὐτῶν] ἀπορροίας καὶ ἐγκυ‐ μονήσῃ ἡ γυνή, τί δεινότερον τολμῶσιν οἱ τοιοῦτοι ἄκουε. κατα‐
5σπάσαντες γὰρ τὸ ἔμβρυον καιρῷ οἵῳ δἂν ἐπιχειρήσωσι, λαμβά‐ νουσιν ἐκτρωθὲν τοῦτο τὸ βρέφος καὶ ἐν ὅλμῳ τινὶ κόπτουσιν ὑπέρῳ, καὶ ἐγκαταμίξαντες μέλι καὶ πέπερι καὶ ἄλλα τινὰ ἀρώματα καὶ μύρα πρὸς τὸ μὴ ναυτιᾶν αὐτοὺς οὕτως συναχθέντες πάντες οἱ τῆς τῶν χοίρων τούτων καὶ κυνῶν * θιασῶται μεταλαμβάνουσιν ἕκαστος τῷ
10δακτύλῳ ἀπὸ τοῦ κατακοπέντος παιδίου. καὶ οὕτως τὴν ἀνθρωπο‐ βορίαν ἀπεργασάμενοι εὔχονται λοιπὸν τῷ θεῷ, ὅτι οὐκ ἐνεπαίχθημεν, φησίν, ἀπὸ τοῦ ἄρχοντος τῆς ἐπιθυμίας, ἀλλὰ συνελέξαμεν τὸ παρά‐ πτωμα τοῦ ἀδελφοῦ. καὶ δῆθεν τοῦτο τὸ τέλειον πάσχα ἡγοῦνται. ἄλλα δὲ ὅσα δεινὰ αὐτοῖς τετόλμηται. ὅταν γὰρ πάλιν ἐμμανεῖς
15ἐν ἑαυτοῖς γένωνται, φύραντες ἑαυτῶν τὰς χεῖρας τῇ ἑαυτῶν αἰσχρό‐ τητι τῆς ἀπορροίας ἐγείρονται καὶ τὰς ἑαυτῶν μεμολυσμένας ἔχοντες χεῖρας εὔχονται γυμνοὶ ὅλῳ τῷ σώματι, ὡς διὰ τῆς τοιαύτης ἐργα‐ σίας * εὑρίσκειν πρὸς θεὸν τὴν παρρησίαν. τὰ σώματα δὲ αὐτῶν νύκτωρ τε καὶ μεθ’ ἡμέραν τημελοῦσι, γυναικάρια καὶ ἀνθρωπάρια,
20μυριζόμενοι λουόμενοι θοιναζόμενοι, κοίταις τε καὶ μέθαις σχολά‐ ζοντες. καὶ καταρῶνται τὸν νηστεύοντα, λέγοντες, οὐ δεῖ νηστεύειν· τοῦ γὰρ ἄρχοντος τούτου τοῦ ποιήσαντος τὸν αἰῶνά ἐστιν ἡ νη‐ στεία. δεῖ δὲ τρέφεσθαι εἰς τὸ τὰ σώματα εἶναι ἰσχυρά, εἰς τὸ δύνα‐ σθαι τὸν καρπὸν ἀποδιδόναι κατὰ καιρὸν αὐτοῦ.
25 6. Χρῶνται δὲ καὶ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἀπαγορεύουσι δὲ τὸν λαλήσαντα ἐν τῇ παλαιᾷ διαθήκῃ. καὶ ὅταν μὲν ῥῆμα εὕρωσί τι κατ’ αὐτῶν δυνάμενον ἔχειν τὸν νοῦν, φασίν, ὅτι τοῦτο ἀπὸ τοῦ
πνεύματος τοῦ κοσμικοῦ λελάληται· ἐὰν δέ τις εἰς ὁμοίωσιν τῆς282 in vol. 1
Haer
.

1

.

283

αὐτῶν ἐπιθυμίας δυνηθείη σχηματίζεσθαι λόγος, οὐχ ὡς ἔστι τὸ ῥῆμα, ἀλλ’ ὡς ἔχει ὁ αὐτῶν ἠπατημένος νοῦς, τοῦτον μετασκευά‐ ζοντες εἰς τὴν ἑαυτῶν ἐπιθυμίαν φάσκουσιν ἐκ τοῦ πνεύματος τοῦ τῆς ἀληθείας λελαλῆσθαι. καὶ τοῦτό ἐστι, φησίν, ὃ εἶπεν ὁ κύριος
5περὶ Ἰωάννου «τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;» ὅτι οὐκ ἦν, φησί, τέλειος ὁ Ἰωάννης· ἐνεπνέετο γὰρ ὑπὸ πολλῶν πνευμάτων κατὰ τὸν κάλαμον τὸν ἐπὶ ἑκάστῳ ἀνέμῳ κινούμενον. καὶ ὅτε μὲν ἤρχετο τὸ πνεῦμα τοῦ ἄρχοντος, Ἰουδαϊσμὸν ἐκήρυττεν· ὅτε δὲ τὸ πνεῦμα τὸ ἅγιον, περὶ Χριστοῦ
10ἐλάλει. καὶ τοῦτό ἐστι, φησίν, ὅτι «ὁ μικρότερος ἐν τῇ βασιλείᾳ 〈καὶ τὰ ἑξῆσ〉». περὶ ἡμῶν, φησίν, εἶπεν, ὅτι ὁ ἐν ἡμῖν μικρότερος μείζων αὐτοῦ ὑπάρχει. 7. Καὶ εὐθὺς ἐπιστομίζονται οἱ τοιοῦτοι ἀπ’ αὐτῆς τῆς ἀληθείας. ἐκ γὰρ τῶν συνεζευγμένων ἑκάστῃ λέξει ἀναφανδὸν ἡ ἀλήθεια δειχθή‐
15σεται καὶ τὸ ἐχέγγυον τῆς φράσεως ἀποδοθήσεται. εἰ μὲν γὰρ ὁ Ἰωάννης μαλακὰ ἠμφίεστο καὶ ἐν οἴκοις βασιλέων ὑπῆρχεν, ὀρθὴ ἂν πρὸς αὐτὸν ἡ λέξις καὶ εὐθεῖα πρὸς ἔλεγχον τοῦ αὐτοῦ ὑπῆρχεν· εἰ δὲ 〈λέγει〉 «τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον;» καὶ οὐχ οὕτως εἶχεν, οὐκέτι τὸ ἔγκλημα ἐπὶ τὸν οὐ
20μαλακὰ φοροῦντα Ἰωάννην τοῦ λόγου ἐπενεκτέον, ἀλλὰ ἐπὶ τοὺς οὕτως εὑρήσειν τὸν Ἰωάννην νομίσαντας καὶ ὑπὸ τῶν ἔνδον ἐν οἴκοις βασιλέων πολλάκις κατὰ ὑπόκρισιν κολακευομένους ἡ ἀναγωγή. ἐνόμιζον γὰρ οὗτοι ἐξερχόμενοι καὶ παρὰ Ἰωάννῃ ἐπαίνους εὑρίσκειν καὶ μακαρισμοὺς ἐπὶ τοῖς ὑπ’ αὐτῶν καθ’ ἑκάστην ἡμέραν γινομένοις
25παραπτώμασιν. ὡς δὲ οὐχ ηὗρον, ἀνατρεπτικῶς παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἴρηται ὅτι «τί ἐνομίζετε εὑρίσκειν; συμπεριφερόμενον τοῖς ὑμῶν πάθεσιν ἄνθρωπον, ὡς κατὰ τοὺς μαλακὰ φοροῦντας; οὐχ οὕτως· οὐ γάρ ἐστιν Ἰωάννης κάλαμος σαλευόμενος γνώμαις
ἀνθρώπων, ὡς δονούμενος κάλαμος ὑπὸ ἑκάστης ἀνέμων ἐξουσίας»283 in vol. 1
Haer
.

1

.

284

ἐπειδὴ δὲ εἶπεν «ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστι μείζων Ἰωάν‐ νου», ἵνα μή τινες νομίσωσι καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα εἶναι τὸν Ἰωάννην, ὅτι καὶ αὐτὸς ἀπὸ γυναικὸς ἐγεννήθη τῆς Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, ἀσφαλιζόμενος ἡμᾶς ἔφη ὅτι
5ὁ μικρότερος αὐτοῦ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς ἐνσάρκου παρουσίας, μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ἐπειδὴ γὰρ μετὰ ἑξάμηνον ἐγεννήθη ὁ σωτὴρ τῆς Ἰωάννου γεννήσεως, δῆλον ὅτι *, μείζων αὐτοῦ ὤν· ἦν γὰρ ἀεὶ καὶ ἔστιν. τίνι δὲ τοῦτο οὐ δῆλόν ἐστιν; ἄρα γοῦν ματαίως τὰ πάντα παρ’ αὐτοῖς πεποιήτευται, ἀπὸ ἀγαθῶν
10εἰς φαῦλα μεταβεβλημένα. 8. Καὶ τὰ μὲν βιβλία αὐτῶν πολλά. ἐρωτήσεις γάρ τινας Μα‐ ρίας ἐκτίθενται, ἄλλοι δὲ εἰς τὸν προειρημένον Ἰαλδαβαὼθ εἰς ὄνομα τε τοῦ Σὴθ πολλὰ βιβλία ὑποτίθενται· ἀποκαλύψεις δὲ τοῦ Ἀδὰμ ἄλλα λέγουσιν, εὐαγγέλια δὲ ἕτερα εἰς ὄνομα τῶν μαθητῶν συγγρά‐
15ψασθαι τετολμήκασιν, αὐτὸν δὲ τὸν σωτῆρα ἡμῶν καὶ κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν ὅτι αὐτὸς ἀπεκάλυψε ταύτην τὴν αἰσχρουργίαν. ἐν γὰρ ταῖς ἐρωτήσεσι Μαρίας καλουμέναις μεγάλαις (εἰσὶ γὰρ καὶ μικραὶ αὐτοῖς πεπλασμέναι) ὑποτίθενται αὐτὸν αὐτῇ ἀποκαλύπτειν, παραλαβόντα αὐτὴν εἰς τὸ ὄρος καὶ εὐξάμενον καὶ
20ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα καὶ ἀρξάμενον αὐτῇ ἐγκα‐ ταμίγνυσθαι, καὶ οὕτως δῆθεν τὴν ἀπόρροιαν αὐτοῦ μεταλαβόντα δεῖξαι ὅτι «δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν», καὶ ὡς τῆς Μαρίας ταραχ‐ θείσης καὶ πεσούσης χαμαὶ αὐτὸν πάλιν αὐτὴν ἐγείραντα εἰπεῖν αὐτῇ
«ἵνα τί ἐδίστασας, ὀλιγόπιστε;» καί φασιν ὅτι τοῦτό ἐστι τὸ εἰρη‐284 in vol. 1
Haer
.

1

.

285

μένον ἐν τῷ εὐαγγελίῳ, ὅτι «εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πι‐ στεύετε, τὰ ἐπουράνια πῶς πιστεύσετε;» καὶ τό «ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον», τουτέστιν τὴν ἀπόρροιαν μεταλαμβανομένην ὅθεν καὶ ἐξῆλθεν, καὶ τὸ εἰπεῖν
5«ἐὰν μὴ φάγητέ μου τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα» καὶ τῶν μαθητῶν ταρασσομένων καὶ λεγόντων «τίς δύναται τοῦτο ἀκοῦσαι;» φασὶν ὡς περὶ τῆς αἰσχρότητος ἦν ὁ λόγος. διὸ καὶ ἐταράχθησαν καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω· οὔπω γὰρ ἦσαν, φησίν, ἐν πληρώματι ἐστερεωμένοι. καὶ τὸ εἰπεῖν τὸν Δαυίδ «ἔσται ὡς τὸ ξύλον τὸ
10πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ» περὶ τῆς αἰσχρότητος τοῦ ἀνδρός, φησί, λέγει. «ἐπὶ τὴν ἔξοδον τῶν ὑδάτων» καί «ὃ τὸν καρπὸν αὐτοῦ δώσει» τὴν τῆς ἡδονῆς ἀπόρροιαν, φησί, λέγει· καί «τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται», ὅτι οὐκ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ
15αὐτοὶ αὐτὸ ἐσθίομεν. 9. Καὶ ἵνα μὴ τὰς μαρτυρίας αὐτῶν ἐν μέσῳ φέρων βλάψω μᾶλλον ἤπερ ὠφελήσω, τούτου χάριν τὰ πολλὰ ὑπερβήσομαι, ἐπεὶ ἂν τὰ πάντα παρ’ αὐτοῖς λεγόμενα κακῶς ἐνταῦθα παρατιθέμενος διηγό‐ ρευον. τὸ γὰρ εἰπεῖν, φησί, τεθεικέναι τὴν Ῥαὰβ κόκκινον ἐν τῇ
20θυρίδι οὐκ ἦν, φησί, κόκκινον, ἀλλὰ τὰ μόρια τῆς γυναικείας φύσεως καὶ τὸ κόκκινον αἷμα τῶν καταμηνίων λέγει, καὶ τὸ εἰπεῖν «πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων», περὶ τοῦ αὐτοῦ λέγει. φασὶ δὲ εἶναι τὴν σάρκα ἀπολλυμένην καὶ μὴ ἐγειρομένην, εἶναι δὲ ταύτην τοῦ ἄρχοντος. τὴν δὲ δύναμιν τὴν ἐν τοῖς καταμηνίοις καὶ ἐν ταῖς
25γοναῖς ψυχὴν εἶναί φασιν, ἣν συλλέγοντες ἐσθίομεν· καὶ ἅπερ ἡμεῖς285 in vol. 1
Haer
.

1

.

286

ἐσθίομεν, κρέα ἢ λάχανα ἢ ἄρτον ἢ εἴ τι ἕτερον, χάριν ποιοῦμεν ταῖς κτίσεσι, συλλέγοντες ἀπὸ πάντων τὴν ψυχὴν καὶ μεταφέροντες μεθ’ ἑαυτῶν εἰς τὰ ἐπουράνια. διόπερ καὶ πάντων μεταλαμβάνουσι κρεῶν λέγοντες, ἵνα ἐλεήσωμεν τὸ γένος ἡμῶν. φάσκουσι δὲ τὴν
5αὐτὴν ψυχὴν εἶναι, ἔν τε τοῖς ζῴοις καὶ ἐν κνωδάλοις καὶ ἰχθύσι καὶ ὄφεσι καὶ ἀνθρώποις ἐγκατεσπάρθαι καὶ ἐν λαχάνοις καὶ ἐν δένδρεσι καὶ ἐν γεννήμασι. καὶ οἱ μὲν αὐτῶν Φιβιωνῖται καλού‐ μενοι ἀναφέρουσι τὰς αἰσχρὰς αὐτῶν θυσίας τὰς τῆς πορνείας, τὰς ὑφ’ ἡμῶν ἐνταῦθα προειρημένας, ὀνόμασι τριακοσίοις ἑξήκοντα πέντε,
10οἷς αὐτοὶ ἔπλασαν ἀρχόντων δῆθεν, ἐμπαίζοντες τοῖς γυναικαρίοις καὶ λέγοντες· μίγηθι μετ’ ἐμοῦ, ἵνα σε ἀνενέγκω πρὸς τὸν ἄρχοντα. καθ’ ἑκάστην δὲ μῖξιν ὀνομάζουσιν ἑνὸς ὄνομά τινος βάρβαρον τῶν παρ’ αὐτοῖς πεπλασμένων, καὶ δῆθεν εὔχονται λέγοντες· προσφέρω σοὶ τῷ δεῖνι, ἵνα προσενέγκῃς τῷ δεῖνι. τῇ δὲ ἄλλῃ μίξει πάλιν
15ἄλλῳ ὑποτίθεται ὡσαύτως προσφέρειν, ἵνα καὶ αὐτὸς τῷ ἄλλῳ. καὶ ἕως ἀνέλθῃ, μᾶλλον δὲ κατέλθῃ τριακοσίας ἑξήκοντα πέντε πτώσεις τῆς λαγνείας, καθ’ ἑκάστην ὄνομά τι ἐπικαλεῖται τὸ τοιοῦτο ἐργα‐ ζόμενος. καὶ ἄρχεται πάλιν κατιέναι διὰ τῶν αὐτῶν, τὰ αὐτὰ αἰσχρὰ ἐπιτελῶν καὶ ἐμπαίζων ταῖς ἠπατημέναις. ὅταν οὖν εἰς τοσοῦτον
20ὄγκον ἐλάσῃ ἀριθμοῦ ἑπτακοσίων τριάκοντα πτώσεων, λέγω δὴ μί‐ ξεων αἰσχρῶν καὶ ὀνομάτων τῶν παρ’ αὐτοῖς πεπλασμένων, τότε λοιπὸν τολμᾷ ὁ τοιοῦτος καὶ λέγει· «ἐγώ εἰμι ὁ Χριστός, ἐπειδὴ ἄνωθεν καταβέβηκα διὰ τῶν ὀνομάτων τῶν τξε ἀρχόντων.»
10. Τὰ δὲ τῶν μειζόνων κατ’ αὐτοὺς ἀρχόντων ὀνόματα ταῦτα286 in vol. 1
Haer
.

1

.

287

εἶναι λέγουσι, πολλοὺς λέγοντες· ἐν μὲν τῷ πρώτῳ οὐρανῷ εἶναι τὸν Ἰαὼ ἄρχοντα, καὶ ἐν τῷ δευτέρῳ φησὶν εἶναι τὸν Σακλᾶν ἄρ‐ χοντα τῆς πορνείας, ἐν δὲ τῷ τρίτῳ τὸν Σὴθ ἄρχοντα, ἐν δὲ τῷ τετάρτῳ εἶναί φησι τὸν Δαυίδην. τέταρτον γὰρ ὑποτίθενται οὐρανὸν
5καὶ τρίτον, πέμπτον δὲ ἄλλον οὐρανόν, ἐν ᾧ φασιν εἶναι τὸν Ἐλωαῖον τὸν καὶ Ἀδωναῖον. ἐν δὲ τῷ ἕκτῳ φασὶν εἶναι οἱ μὲν τὸν Ἰαλδα‐ βαώθ, οἱ δὲ τὸν Ἠλιλαῖον. ἄλλον δὲ ἕβδομον οὐρανὸν ὑποτίθενται, ἐν ᾧ λέγουσιν εἶναι τὸν Σαβαώθ· ἄλλοι δὲ λέγουσιν οὐχί, ἀλλ’ ὁ Ἰαλδαβαώθ ἐστιν ἐν τῷ ἑβδόμῳ. ἐν δὲ τῷ ὀγδόῳ οὐρανῷ τὴν Βαρ‐
10βηλὼ καλουμένην καὶ τὸν πατέρα τῶν ὅλων καὶ κύριον τὸν αὐτὸν αὐτοπάτορα καὶ Χριστὸν ἄλλον αὐτολόχευτον καὶ Χριστὸν τοῦτον τὸν κατελθόντα καὶ δείξαντα τοῖς ἀνθρώποις ταύτην τὴν γνῶσιν, ὃν καὶ Ἰησοῦν φασιν· μὴ εἶναι δὲ αὐτὸν ἀπὸ Μαρίας γεγεννημένον, ἀλλὰ διὰ Μαρίας δεδειγμένον. σάρκα δὲ αὐτὸν μὴ εἰληφέναι, ἀλλ’ ἢ
15μόνον δόκησιν εἶναι. φασὶ δὲ τὸν Σαβαὼθ οἱ μὲν ὄνου μορφὴν287 in vol. 1
Haer
.

1

.

288

ἔχειν, οἱ δὲ χοίρου· διόπερ ἐνετείλατο, φησί, τοῖς Ἰουδαίοις χοῖρον μὴ ἐσθίειν. εἶναι δὲ αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μετ’ αὐτὸν οὐρανῶν καὶ ἀγγέλων τῶν ἑαυτοῦ. τὴν δὲ ψυχὴν ἐν τῷ ἐξέρχεσθαι ἐντεῦθεν διαβαίνειν διὰ τῶν ἀρχόντων τούτων, μὴ δύνασθαι
5δὲ διαπερᾶσαι, εἰ μή τι ἄν 〈τισ〉 τῆς γνώσεως ταύτης, μᾶλλον δὲ τῆς καταγνώσεως, ἐν πληρώματι γένηται καὶ ἐμφορηθεὶς διαδράσειε τῶν ἀρχόντων καὶ τῶν ἐξουσιῶν τὰς χεῖρας. εἶναι δὲ δρακοντοειδῆ τὸν ἄρχοντα τὸν κατέχοντα τὸν κόσμον τοῦτον, καὶ καταπίνοντα μὲν τὰς ψυχὰς τὰς μὴ ἐν γνώσει ὑπαρχούσας καὶ διὰ τῆς κέρκου
10πάλιν ἐπιστρέφοντα εἰς τὸν κόσμον, ἐνταῦθα εἰς χοίρους καὶ εἰς ἄλλα ζῷα * καὶ πάλιν διὰ τῶν αὐτῶν ἀναφερομένας. εἰ δέ τις, φησίν, ἐν τῇ γνώσει γένηται ταύτῃ καὶ συλλέξῃ ἑαυτὸν ἐκ τοῦ κό‐ σμου διὰ τῶν ἐμμηνίων καὶ διὰ τῆς ῥύσεως τῆς ἐπιθυμίας, μηκέτι ἐνταῦθα κατέχεσθαι αὐτόν, ἀλλὰ ὑπερβαίνειν τοὺς προειρημένους
15ἄρχοντας. ἔρχεσθαι δέ φασι παρὰ τὸν Σαβαὼθ καὶ πατεῖν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἀθυρογλώττως βλασφημοῦντες, καὶ οὕτως ὑπερβαί‐ νειν εἰς τὸ ἄνω μέρος, ὅπου ἡ μήτηρ τῶν ζώντων ἡ Βαρβηρὼ ἤτοι καὶ Βαρβηλώ, καὶ οὕτως τὴν ψυχὴν σῴζεσθαι. ἔχειν δὲ καὶ τρίχας ὡς γυναικὸς τὸν Σαβαὼθ λέγουσιν οἱ τάλανες, νομίζοντες τὸ ὄνομα
20τὸ Σαβαὼθ ἄρχοντά τινα εἶναι, οὐκ εἰδότες ὅτι ὅπου λέγει «τάδε λέγει κύριος Σαβαώθ», οὐκ ὄνομά τινος εἶπεν, ἀλλ’ ὄνομα δοξολο‐ γίας τῆς θεότητος. Σαβαὼθ γὰρ ἑρμηνεύεται ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου κύριος τῶν δυνάμεων· ὅπου γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ τὸ Σαβαὼθ ὄνομά ἐστι γεγραμμένον, δύναμιν ὑποφαίνει, ὅθεν ὁ
25Ἀκύλας πανταχοῦ τὸ «Ἀδωναῒ Σαβαώθ» ἑρμηνεύει λέγων «κύριος στρατιῶν». οὗτοι δὲ κατὰ πάντα τρόπον ἐμμανέντες κατὰ τοῦ αὐτῶν δεσπότου τὸν μὴ ὄντα ζητοῦσι καὶ τὸν ὄντα ἀπολωλέκασι, μᾶλλον δὲ ἑαυτοὺς ἀπώλεσαν. 11. Ἄλλα δὲ ὅσα * ἐν οἷς περικακεῖν ἐστι τὰ τῆς αὐτῶν μανίας
30λέγειν. τινὲς ἐξ αὐτῶν δῆθεν γυναιξὶ μὴ πλησιάζοντες ταῖς ἰδίαις
αὐτῶν χερσὶν ἑαυτοὺς φθείρουσι, τὴν δὲ ἑαυτῶν φθορὰν λαμβάνουσιν288 in vol. 1
Haer
.

1

.

289

εἰς τὰς χεῖρας καὶ οὕτως ἐσθίουσι, χρώμενοι σεσυκοφαντημένῃ μαρ‐ τυρίᾳ, τῷ «αἱ χεῖρες αὗται ἐπήρκεσαν οὐ μόνον ἐμοί, ἀλλὰ καὶ τοῖς σὺν ἐμοί», καὶ πάλιν τῷ «ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν, ἵνα δυνηθῆτε καὶ τοῖς μὴ ἔχουσι μεταδοῦναι»· ὡς καὶ περὶ τούτων οἶμαι ἐκινήθη
5τὸ ἅγιον πνεῦμα ἐν τῷ ἀποστόλῳ Ἰούδᾳ, λέγω δὴ ἐν τῇ ὑπ’ αὐτοῦ γραφείσῃ καθολικῇ ἐπιστολῇ (Ἰούδας δέ ἐστιν οὗτος ὁ ἀδελφὸς Ἰακώβου καὶ τοῦ κυρίου λεγόμενος)· ὑπέδειξε γὰρ αὐτοὺς τὸ ἅγιον πνεῦμα διὰ τῆς φωνῆς τοῦ Ἰούδα κατὰ τὰ κτήνη φθειρομένους καὶ φθείροντας, ὡς λέγει ὅτι «ὅσα μὲν οὐκ οἴδασιν, ἀγνοοῦντες ἁλί‐
10σκονται, ὅσα δὲ οἴδασιν, ὡς τὰ ἄλογα ζῷα φθείρονται». κυνῶν γὰρ δίκην καὶ χοίρων τὴν ἀπ’ αὐτῶν φθορὰν ἐπιτελοῦσιν· οἱ κύνες γὰρ καὶ οἱ χοῖροι, οὐ μὴν ἀλλὰ καὶ ἄλλα ζῷα οὕτως φθείρονται καὶ τὴν ἀπόρρυσιν τὴν ἀπὸ τῶν σωμάτων αὐτῶν ἐσθίουσι. καὶ γὰρ καὶ ἀληθῶς «ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθε‐
15τοῦσι, δόξας δὲ βλασφημοῦσι. Μιχαὴλ δὲ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ περὶ τοῦ Μωυσέως σώματος οὐκ ἤνεγκε λόγον βλασφη‐ μίας, ἀλλὰ εἶπεν, ἐπιτιμήσαι σοι κύριος. οὗτοι δὲ ὅσα οὐκ οἴδασι φυσικῶς βλασφημοῦσιν», ὅτι τὰ ἅγια τῶν ἁγίων τὰ μετὰ ἁγιασμοῦ ἡμῖν παραδοθέντα βλασφημοῦσιν, εἰς αἰσχρότητα αὐτὰ μεταβαλλόμενοι.
20 καὶ ταῦτά ἐστιν ἅτινα κατὰ τῶν ἀποστόλων ἐτόλμησαν λέγειν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν «ὥστε τινὰς τολμᾶν 〈βλασφημοῦντασ〉 ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ ἐφ’ ἡμᾶς τὰ ἀγαθά, ὧν τὸ κρίμα ἔνδικόν ἐστι». πόσας δὲ ἄλλας ἀγάγοιμι μαρτυρίας κατὰ τῶν βλασφήμων; οὗτοι γὰρ οἱ ταῖς ἰδίαις χερσὶ φθειρόμενοι, οὐ μόνον
25δέ, ἀλλὰ καὶ οἱ ταῖς γυναιξὶ πλησιάζοντες, λοιπὸν κόρον [μὴ] λαβόντες τῆς μετὰ τῶν γυναικῶν πολυμιξίας εἰς ἀλλήλους ἐκκαίονται, ἄνδρες
ἐν ἀνδράσι, κατὰ τὸ γεγραμμένον «τὴν ἀντιμισθίαν τῆς πλάνης ἐν289 in vol. 1
Haer
.

1

.

290

ἑαυτοῖς ἀπολαμβάνοντες». ἐξώλεις γὰρ οὗτοι γενόμενοι μακαρίζουσιν ἀλλήλους, ὡς τὸ προκριτέον τάγμα ἀναδεξάμενοι. ἀλλὰ καὶ ἀπα‐ τῶντες τὸ αὐτοῖς πειθόμενον γυναικεῖον γένος, «τὸ σωρευόμενον ἁμαρτήμασι καὶ ἀγόμενον ἐπιθυμίαις ποικίλαις», φάσκουσι ταῖς ἠπα‐
5τημέναις παρ’ αὐτῶν ὅτι ἡ δεῖνα παρθένος, ἡ τοσαῦτα ἔτη πεφθαρ‐ μένη καὶ φθειρομένη καθ’ ἑκάστην ἡμέραν. κόρον γὰρ οὐκ ἔχει παρ’ αὐτοῖς ἡ λαγνεία, ἀλλὰ ὅσον τις παρ’ αὐτοῖς αἰσχρουργὸς ἄνθρωπος, τοσοῦτον παρ’ αὐτοῖς ἐπαινετός. ἐκείνας δέ φασιν παρθένους εἶναι, τὰς μηδέποτε ἐν κοσμικῇ μίξει γάμου κατὰ φύσιν τῆς συνηθείας
10γενομένας ἕως καταβολῆς σπέρματος, ἀλλὰ μιγνυμένας μὲν ἀεὶ καὶ πορνευούσας, πρὸ δὲ τοῦ ἀπαρτηθῆναι τὴν ἡδονὴν ἀφιστώσας τὸν πονηροποιὸν αὐτῶν τῆς κοινωνίας φθορέα καὶ λαμβανούσας τὴν προειρημένην αἰσχρότητα εἰς ἐδωδήν, ὡς κατὰ τὸ ὅμοιον 〈τῆσ〉 τοῦ Σηλὼμ πρὸς τὴν Θάμαρ κακοτροπίας, * ἀλλὰ ἀπὸ παρθενίας τὴν τέχνην
15ταύτην ἐπανῃρημένας τοῦ φθείρεσθαι μέν, μὴ ὑποδέχεσθαι δὲ τῆς φθορᾶς τὴν μῖξιν καὶ τὴν ἀπόρροιαν. βλασφημοῦσι δὲ οὐ μόνον τὸν Ἀβραὰμ καὶ τὸν Μωυσέα καὶ τὸν Ἠλίαν καὶ πάντα τὸν χορὸν τῶν προφητῶν, ἀλλὰ καὶ τὸν θεὸν τὸν ἐκλεξάμενον αὐτούς. 12. Ἄλλα δὲ μυρία παρ’ αὐτοῖς πλασθέντα γραφεῖα τετόλμηται.
20γένναν μὲν γὰρ Μαρίας βιβλίον τί φασιν εἶναι, ἐν ᾧ δεινά τε καὶ290 in vol. 1
Haer
.

1

.

291

ὀλέθρια ὑποβάλλοντές τινα ἐκεῖσε λέγουσιν. ἐκ τούτου γάρ φησι τὸν Ζαχαρίαν ἀπεκτάνθαι ἐν τῷ ναῷ, ἐπειδή, φησίν, ὀπτασίαν ἑώ‐ ρακε, καὶ ἀπὸ τοῦ φόβου θέλων εἰπεῖν τὴν ὀπτασίαν ἀπεφράγη τὸ στόμα. εἶδε γάρ, φησίν, ἐν τῇ ὥρᾳ τοῦ θυμιάματός τινα, ὡς ἐθυμία,
5ἄνθρωπον ἑστῶτα, φησίν, ὄνου μορφὴν ἔχοντα. καὶ ἐξελθόντος, φησί, καὶ θέλοντος εἰπεῖν· οὐαὶ ὑμῖν, τίνι προσκυνεῖτε; ἀπέφραξεν αὐτοῦ τὸ στόμα ὁ ὀφθεὶς αὐτῷ ἔνδον ἐν τῷ ναῷ, ἵνα μὴ δύνηται λαλῆσαι. ὅτε δὲ ἠνοίγη τὸ στόμα αὐτοῦ ἵνα λαλήσῃ, τότε ἀπεκάλυ‐ ψεν αὐτοῖς καὶ ἀπέκτειναν αὐτόν. καὶ οὕτως, φησίν, ἀπέθανε Ζαχα‐
10ρίας. διὰ τοῦτο γὰρ ὁ ἱερεὺς προσετάγη ὑπ’ αὐτοῦ τοῦ νομοθετή‐ σαντος, φησίν, ἔχειν κώδωνας, ἵν’ ὅταν εἰσέρχηται ἱερατεῦσαι, τὸν κτύπον ἀκούων κρύπτηται ὁ προσκυνούμενος, ἵνα μὴ φωραθῇ τὸ ἰνδαλτικὸν αὐτοῦ τῆς μορφῆς πρόσωπον. ἔστι δὲ τὸ πᾶν τῆς εὐηθείας αὐτῶν ἐπιτήδευμα εὐθυέλεγκτον καὶ χλεύης ἔμπλεον. εἰ γὰρ
15ἦν ὅλως ὁρατὸς ὁ ἱερουργούμενος, οὐδὲ κρυβῆναι ἠδύνατο· εἰ δὲ ὅλως κρυβῆναι ἠδύνατο, οὐκέτι ἦν ὁρατός. καὶ ἑτέρως πάλιν πρὸς αὐτοὺς ῥητέον ὅτι εἰ ὁρατὸς ἦν, σῶμα ἄρα ἦν καὶ οὐκέτι πνεῦμα· εἰ δὲ πνεῦμα ἦν, οὐκέτι ἐν ὁρατοῖς ἐξετάζεται. πῶς οὖν τὸ οὐκ ἐν ὁρατοῖς ἐξεταζόμενον ἀπὸ τοῦ κτύπου τῶν κωδώνων τῆς ἑαυτοῦ
20συστολῆς προενοεῖτο; ἔχω〈ν〉 γὰρ τὸ ἀόρατον κατὰ φύσιν οὐκ ἂν ὠπτά‐ νετο, εἰ μὴ ἤθελεν. εἰ καὶ ὤφθη δέ, οὐκέτι κατὰ ἀνάγκην ἐφαίνετο τῆς φύσεως αὐτὸν ἀγούσης εἰς τὸ φαίνεσθαι, ἀλλὰ κατὰ χάριν, οὐ φόβῳ καὶ προλήψει παρὰ προσδοκίαν ἄνευ κτύπου εἰς τὸ δῆλον καθιστῶν τὴν ἑαυτοῦ ὀπτασίαν. καὶ οὕτω κατὰ πάντα τρόπον διέ‐
25πεσεν ὁ αὐτῶν ψευδὴς καὶ παραπεποιημένος λόγος. καὶ πολλά ἐστιν
ἄλλα ἃ λέγουσι ληρώδη. * καίτοι γε τοῦ Ζαχαρίου μὴ ἀποκτανθέντος291 in vol. 1
Haer
.

1

.

292

εὐθύς, ἀλλὰ καὶ ἐπιμείναντος μετὰ τὴν τοῦ Ἰωάννου γέννησιν καὶ προφητεύσαντος περί τε Ἰωάννου καὶ περὶ τῆς παρουσίας τοῦ κυρίου καὶ ἐνσάρκου γεννήσεως ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας διὰ πνεύ‐ ματος ἁγίου, ὡς λέγει «καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ·
5προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ», «ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει» καὶ τὰ ἑξῆς. πόσα δὲ ἄλλα ἔστιν εἰπεῖν περὶ τῆς αὐτῶν ψευδηγορίας καὶ τοῦ αὐτῶν μιασμοῦ; 13. Οἱ δὲ Λευῖται παρ’ αὐτοῖς καλούμενοι οὐ μίσγονται γυναιξίν,
10ἀλλὰ ἀλλήλοις μίσγονται. καὶ οὗτοί εἰσιν οἱ προκριτέοι παρ’ αὐτοῖς δῆθεν καὶ ἐπαινετοί. καταγελῶσι δὲ λοιπὸν τῶν τὴν πολιτείαν ἀσκούντων καὶ ἁγνείαν καὶ παρθενίαν ὡς εἰς μάτην τὸν κάματον ἀναδεδεγμένων. προφέρουσι δὲ εἰς ὄνομα Φιλίππου τοῦ ἁγίου μα‐ θητοῦ εὐαγγέλιον πεπλασμένον, ὅτι, φησίν «ἀπεκάλυψέν μοι ὁ κύριος
15τί τὴν ψυχὴν δεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανὸν καὶ πῶς ἑκάστῃ τῶν ἄνω δυνάμεων ἀποκρίνεσθαι· ὅτι ἐπέγνων ἐμαυτήν, φησί, καὶ συνέλεξα ἐμαυτὴν ἐκ πανταχόθεν, καὶ οὐκ ἔσπειρα τέκνα τῷ ἄρχοντι, ἀλλὰ ἐξερρίζωσα τὰς ῥίζας αὐτοῦ καὶ συνέλεξα τὰ μέλη τὰ διεσκορπισμένα, καὶ οἶδά σε τίς εἶ. ἐγὼ γάρ, φησί, τῶν ἄνωθέν
20εἰμι». καὶ οὕτως, φησίν, ἀπολύεται. ἐὰν δέ, φησίν, εὑρεθῇ γεννή‐
σασα υἱόν, κατέχεται κάτω ἕως ἂν τὰ ἴδια τέκνα δυνηθῇ ἀναλαβεῖν292 in vol. 1
Haer
.

1

.

293

καὶ ἀναστρέψαι εἰς ἑαυτήν. καὶ οὕτως ἐστὶ τὰ ληρώδη αὐτῶν καὶ μυθώδη, ὡς καὶ περὶ τοῦ ἁγίου Ἠλία τολμῶσι βλασφημεῖν καὶ λέγειν ὅτι, φησίν, ὅτε ἀνελήφθη, κατεβλήθη πάλιν εἰς τὸν κόσμον. ἦλθεν γάρ, φησίν, μία δαίμων καὶ ἐκράτησε καὶ εἶπεν αὐτῷ ὅτι ποῦ πορεύῃ;
5ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν καὶ ὧδε ἀφεῖναι τὰ τέκνα σου. καί, φησίν, λέγει· πόθεν ἔχεις τέκνα ἀπ’ ἐμοῦ καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ; λέγει, φησίν· ναί, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀπορροίᾳ τῶν σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μετα‐ λαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα καὶ γεννῶσά σοι υἱούς. πολλὴ δὲ
10μωρία τῶν τὰ τοιαῦτα λεγόντων πῶς γὰρ δύναται δαίμων, πνεῦμα ὢν ἀόρατον καὶ ἀσώματον, 〈ἀπὸ〉 σωμάτων μεταλαμβάνειν; εἰ δὲ καὶ ἀπὸ σωμάτων μεταλαμβάνει καὶ κυΐσκει, οὐκέτι ἐστὶ πνεῦμα, ἀλλὰ σῶμα. σῶμα δὲ ὢν πῶς ἐστιν ἀόρατος καὶ πνεῦμα; καὶ πολλὴ ἀτοπία τῆς αὐτῶν μωρολογίας. βούλονται γὰρ τὴν κατ’ αὐτῶν μαρ‐
15τυρίαν τὴν ἀπὸ τῆς ἐπιστολῆς τοῦ Ἰούδα μᾶλλον εἰς ἑαυτοὺς δῆθεν ἐπάγεσθαι ἐν τῷ λέγειν «καὶ οἱ μὲν ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν». οὐκ εἶπεν δὲ ὁ μακάριος Ἰούδας ὁ ἀδελφὸς τοῦ κυρίου περὶ ἐνυπνιαζο‐ μένων ἐν σώμασιν· εὐθὺς γὰρ ἐπιφέρει καὶ δεικνύει ὅτι περὶ τῶν
20ἐνυπνιαζομένων * λέγει, τῶν λαλούντων ὡς δι’ ὀνειράτων τὰ αὐτῶν ῥήματα καὶ οὐκ ἐν ἀνανήψει γρηγορήσεως λογισμῶν. καὶ γὰρ καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ διδασκάλων λέγει Ἠσαΐας «πάντες κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην» καὶ τὰ ἑξῆς, καὶ ὧδε δὲ ἐν τῇ τοῦ Ἰούδα ἐπιστολῇ δείκνυσι λέγων, «[ἐνυπνιαζό‐
25μενοι κοίτην,] ἃ οὐκ οἴδασι λέγοντες». καὶ ἔδειξεν ὅτι οὐ περὶ τῆς
ἐνυπνιάσεως τοῦ ὕπνου λέγει, ἀλλὰ περὶ τῆς μυθώδους αὐτῶν τρα‐293 in vol. 1
Haer
.

1

.

294

γῳδίας καὶ ληρολογίας, ὡς διὰ ὕπνου λεγομένης καὶ οὐκ ἀπὸ ἐρρω‐ μένης διανοίας. 14. Περικακῶ δὲ ὡς ἀληθῶς τὰ πάντα ἐξειπεῖν. θεοῦ γάρ ἐστι μόνου ἀποκλεῖσαι τὸν βυθὸν τῆς δυσοδμίας ταύτης. καὶ παρελεύ‐
5σομαι ἐκ τοῦ τόπου, εὐξάμενος τῷ παμβασιλεῖ θεῷ μηδένα εἰς τὸν βόρβορον ἐγκαταπαγῆναι μηδὲ αὐτοῦ τὴν ἔννοιαν μεταλαβεῖν τῆς δυσώδους ἀκαθαρσίας. πρῶτον μὲν γὰρ ὁ ἀπόστολος Παῦλος ἐκκόπ‐ τει αὐτῶν πᾶσαν ῥίζαν τῆς κακίας, περὶ χηρῶν νεωτέρων παραγ‐ γέλλων «χήρας» φησίν «νεωτέρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρη‐
10νιᾶσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώ‐ την πίστιν ἠθέτησαν»· «ἀλλὰ γαμείτωσαν τεκνοποιείτωσαν οἰκοδε‐ σποτείτωσαν». εἰ δὲ ὁ ἀπόστολος λέγει τεκνογονεῖν [οἰκοδεσποτεῖν], οὗτοι δὲ παραιτοῦνται τὴν τεκνογονίαν, ὄφεώς ἐστι καὶ κακῆς διδα‐ σκαλίας τὸ ἐπιχείρημα. ἡττώμενοι γὰρ τῇ ἡδονῇ τῆς πορνείας ἐπι‐
15νοοῦσιν ἑαυτοῖς ἀκαθαρσίας προφάσεις, ὅπως δόξωσι πληροφορεῖν τὴν ἑαυτῶν ἀσέλγειαν. καὶ ἔδει μὲν ἀληθῶς ταῦτα μήτε λέγεσθαι μήτε ἐν συντάγμασι καταξιοῦσθαι γράφεσθαι, θάπτεσθαι δὲ ὥσπερ νεκρόν τινα ὀδωδότα καὶ λοιμώδη ἀποφορὰν πνέοντα, ἵνα μὴ καὶ διὰ τῆς ἀκοῆς λυμήνηται τοὺς ἀνθρώπους. καὶ εἰ μὲν παρεληλύθει
20ἡ τοιαύτη αἵρεσις καὶ οὐκέτι ἦν ἐν τῷ βίῳ, ἀγαθὸν ἦν ταύτην θάψαι καὶ μήτε ὅλως περὶ αὐτῆς εἰπεῖν. ἐπειδὴ δὲ καὶ ἔστι καὶ πράττεται, προετράπημεν δὲ ὑπὸ τῆς ὑμῶν τιμιότητος περὶ πάντων εἰπεῖν, μέρη αὐτῆς διηγησάμην ἀναγκασθείς, ἵνα τὸ φιλάληθες μὴ παρασιω‐ πήσω, ἀλλὰ ὑφηγήσωμαι εἰς ἀποτροπὴν μὲν τῶν ἀκουόντων, εἰς
25ἐξαγωγὴν δὲ τῶν πραττόντων. πόθεν γὰρ οὐκ ἔχομεν δεῖξαι τοὺς παρ’ αὐτοῖς φόνους καὶ τερατώδη ἔργα καὶ τελετὰς διαβόλου ἐξ ἐπι‐ 〈π〉νοίας τοῦ αὐτοῦ διαβόλου τοῖς ἐμβεβροντημένοις δοθείσας; 15. Καὶ εὐθὺς μὲν οὖν ἐλέγχονται εἰς ὃ φαντασιοῦνται καὶ προ‐
φασίζονται περὶ τοῦ ξύλου τοῦ ἐν τῷ πρώτῳ ψαλμῷ εἰρημένου ὅτι294 in vol. 1
Haer
.

1

.

295

«δώσει τὸν καρπὸν αὐτοῦ ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται». ἀνωτέρω γὰρ κεῖται ὅτι «ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός». νόμον δὲ οὗτοι καὶ προφήτας ἀρνοῦνται. εἰ δὲ νόμον κυρίου ἀρ‐
5νοῦνται, σὺν τῷ νόμῳ καὶ τὸν λαλήσαντα ἐν τῷ νόμῳ συκοφαντοῦ‐ σιν· πλανῶνται δὲ καθ’ ὑπόνοιαν καὶ ἐκπεπτώκασιν τῆς ἀληθείας, κρίσιν τε οὐχ ἡγοῦνται οὔτε ἀνάστασιν ὁμολογοῦσιν. ὅσα δὲ πράτ‐ τουσιν ἐν τῷ σώματι ἡδονῆς ἔμπλεοι γινόμενοι, ταῦτα ἀποκαρποῦνται ἐκβακχευόμενοι ταῖς τοῦ διαβόλου ἡδοναῖς τε καὶ ἐπιθυμίαις, ὡς πάντῃ
10τε καὶ πανταχοῦ ἐλέγχονται ἀπὸ τοῦ τῆς ἀληθείας λόγου· Ἰωάννης γὰρ λέγει «εἴ τις ἔρχεται», φησί, «πρὸς ὑμᾶς, καὶ οὐ φέρει τὴν διδα‐ χὴν ταύτην». καὶ ποίαν φησίν; «εἴ τις οὐχ ὁμολογεῖ Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἀντίχριστός ἐστι», «καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν», ὡς τῶν μὴ ὁμολογούντων τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυ‐
15θότα ἀντιχρίστων ὑπαρχόντων. ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ λέγει «οἱ καταξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ἰσάγγελοί εἰσιν». οὐ μόνον δέ, ἀλλὰ καὶ ἵνα δείξῃ τὴν σαφῆ ἁγνείαν καὶ τὴν διὰ τοῦ ἰδιάζειν ἁγιαστείαν, φάσκει τῇ Μαριάμ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα»,
20ἵνα δείξῃ τὴν ἁγνείαν ἀμέτοχον σωμάτων καὶ ἀμιγῆ. ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ λέγει προθεσπίζον τὸ ἅγιον πνεῦμα καὶ διὰ τοὺς πρώην καὶ 〈τοὺσ〉 μετέπειτα «μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι καὶ εὐνοῦχος ὃς οὐκ εἰργάσατο ἐν χερσὶν ἀνόμημα», ἵνα παρακόψῃ τὰ διὰ τοῦ μύθου αὐτῶν ἐν χερσὶν αἰσχρουρ‐
25γήματα. 16. Πόσα δὲ ἄλλα ἔστιν εἰπεῖν, ὡς τοῦ ἀποστόλου λέγοντος πῆ μέν «ὁ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει
τῷ κυρίῳ»—τοῦτο δέ φησι δεῖξαι τὴν ἁγνείαν ἐν ἀληθείᾳ, ἐκ τοῦ295 in vol. 1
Haer
.

1

.

296

ἁγίου πνεύματος ἐπιτρεπόμενος οὐ παρέργως—, ἔπειτα δὲ περὶ τῶν τὸν γάμον ἐχόντων τὸν σεμνὸν λέγοντος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». ἀλλὰ καὶ κατ’ αὐτῶν ἐκβοᾷ γράφων Ῥωμαίοις, τὰ αἰσχρὰ ἀποκαλύπτων τῶν τὰς
5κακοπραγίας ἐργαζομένων, λέγων «αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλ‐ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν» καὶ περὶ τῶν ἀρρέ‐ νων, ὅτι «ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι»· ἀλλὰ καὶ ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ περὶ τούτων λέγει ὅτι «ἐν ἐσχά‐ ταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι
10φιλήδονοι», καὶ πάλιν «κωλυόντων γαμεῖν, κεκαυτηριασμένων τὴν συνείδησιν», ὅτι τὸ μὲν γαμεῖν μετὰ σωφροσύνης καὶ τεκνογονεῖν κωλύουσι, καιόμενοι δέ εἰσι τῇ συνειδήσει, λαγνεύοντες μὲν καὶ φθει‐ ρόμενοι, κωλύοντες δὲ τεκνογονεῖν. καὶ γὰρ καὶ αὐτὴ ἡ παρ’ αὐ‐ τοῖς λεγομένη θυσία, βορβορώδης τις οὖσα, ἤδη καὶ ἀπὸ τῶν ἀνέ‐
15καθεν διὰ τοῦ προφήτου ὑποδείκνυται ὄφεως οὖσα σὰρξ καὶ οὐχὶ τοῦ κυρίου (μὴ γένοιτο), λέγοντος οὕτως ὅτι «σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος καὶ ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι». βρῶμα γὰρ ὡς ἀληθῶς ὄφεως ἡ τούτων μυσαρὰ θρῃσκεία καὶ Αἰ‐ θίοπες μεμελανωμένοι τῇ ἁμαρτίᾳ οἱ ταύτην τὴν τελετὴν τοῦ νῦν
20μὲν δαίμονος Διὸς πάλαι δὲ γόητος, τοῦ παρά τισι θεοῦ μάτην νενο‐ μισμένου 〈ἐπι〉τελοῦντες. ἐκ γὰρ Ἑλληνικῶν μύθων πᾶσαι αἱ αἱρέσεις συνάξασαι ἑαυταῖς τὴν πλάνην μετέβαλον, μεταποιήσασαι εἰς ἄλλην διάνοιαν χείρονα. παρεισφέρουσι γὰρ οἱ ποιηταὶ τὸν Δία τὴν Μῆτιν θυγατέρα ἑαυτοῦ καταπιόντα. βρέφος δὲ οὐκ ἄν τις καταπίοι, ὡς
25καὶ ὁ ἅγιος Κλήμης καταγελῶν τῆς τῶν θεῶν τῶν Ἑλλήνων αἰσ‐296 in vol. 1
Haer
.

1

.

297

χρουργίας εἶπεν ὅτι τὴν Μῆτιν καταπιὼν οὐχὶ τὸ βρέφος ἠδύνατο καταπιεῖν, ἀλλὰ τὴν γονὴν τὴν ἰδίαν * σημαίνων. 17. Τί δὲ ἕτερον εἴποιμι; ἢ πῶς ἀποσείσομαι τὸν πηλώδη τοῦ‐ τον πόνον, βουλόμενος μὲν εἰπεῖν καὶ μὴ βουλόμενος, ἀναγκαζόμενος
5δέ, ἵνα μὴ δόξω τι τῶν ὄντων παρακρύπτειν, καὶ φοβούμενος ἵνα μὴ ἀποκαλύπτων τὰ δεινὰ αὐτῶν ἢ χράνω ἢ πλήξω ἢ εἰς τὸ περιερ‐ γάσασθαι περὶ τούτου τοὺς ἀπαγομένους ἡδοναῖς καὶ ἐπιθυμίαις ἐπο‐ τρύνω. ὅμως ἐγὼ μὲν ἀθῷος εἴην καὶ πᾶσα ἡ τῆς ἁγίας καθολικῆς ἐκκλησίας † ἐλπὶς καὶ πάντες οἱ τούτῳ τῷ γράμματι ἐντυγχάνοντες
10ἀπὸ τῆς τοιαύτης τοῦ διαβόλου ὑποσπορᾶς καὶ κακομηχανίας· ἐὰν γὰρ 〈ἀνα〉λάβω λέγειν τὰ ἄλλα τὰ παρ’ αὐτοῖς λεγόμενα καὶ γινόμενα ὅσα ἐστὶ τοιαῦτα καὶ τοσαῦτα, καὶ τούτων ἔτι μείζονα καὶ † ἐλάττω, θελήσω δὲ καὶ ὡς φάρμακον ἰάσεως ἀλεξητήριον ἀντιδότων δίκην πρὸς ἑκάστην λέξιν ἀντιθεῖναι, εἰς πολὺν ὄγκον ἐλάσω τῆς συν‐
15τάξεως τὴν πραγματείαν. ταύτῃ γὰρ τῇ αἱρέσει, ἐπιπόθητοι, καὶ αὐτὸς περιέτυχον, ἐκ στόματος δὲ τῶν ταύτην ἐπιχειρούντων φύσει αὐτὰ αὐτοπροσώπως ἐνηχήθην· γυναῖκες δὲ οὕτως ἠπατημέναι οὐ μόνον τὴν λαλιὰν ταύτην ἡμῖν προέτειναν καὶ τὰ τοιαῦτα ἡμῖν ἀπε‐ κάλυψαν, ἀλλὰ καὶ κατὰ τὴν Αἰγυπτίαν ἐκείνην τὴν τοῦ ἀρχιμαγείρου
20τὴν ὀλετήριον καὶ μοχθηρὰν καὶ αὗται ἀθυρογλώττῳ τόλμῃ κατα‐ σπάσαι ἡμᾶς ἐν τῇ νέᾳ ἡμῶν ἡλικίᾳ ὀρεχθεῖσαι ἐπεχείρουν. ἀλλὰ ὁ τότε συμπαραστὰς τῷ ἁγίῳ Ἰωσὴφ καὶ ἡμῖν παρέστη. καὶ τὸν ἐκεῖ‐ νον ἐκεῖ ῥυσάμενον ἐπικεκλημένοι οἱ ἀνάξιοι καὶ ἀνίκανοι, ἐλεηθέντες καὶ ἀποδράντες τὰς ὀλετηρίους αὐτῶν χεῖρας, θεῷ τῷ παναγίῳ ὕμνον
25ᾄσαντες ἠδυνήθημεν καὶ αὐτοὶ λέγειν τό «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν». οὐ γὰρ ὁμοίᾳ δυνάμει τῆς ἐκείνου δικαιοσύνης, ἀλλὰ στεναγμῷ τῷ πρὸς τὸν
θεὸν ἐλεηθέντες ἐσώθημεν. ὀνειδιζόμενος γὰρ ὑπ’ αὐτῶν τῶν ὀλετηρίων297 in vol. 1
Haer
.

1

.

298

γυναικῶν κατεγέλων ἐγώ, ὡς ὑπέφαινον αἱ τοιαῦται ἀλλήλαις (ἐπι‐ σκώπτουσαι δῆθεν), ὅτι οὐκ ἠδυνήθημεν σῶσαι τὸν νεανίσκον, ἀλλὰ ἀφήκαμεν αὐτὸν ἐν χερσὶ τοῦ ἄρχοντος ἀπόλλυσθαι· ἐπειδήπερ ἥτις αὐτῶν εὐμορφοτέρα εἴη δέλεαρ ὥσπερ ἑαυτὴν προτίθησιν, ὥστε δι’
5αὐτῆς τοὺς ἀπατωμένους ἀντὶ τοῦ ἀπολλύειν σῴζειν ἐπιφημίζειν. καὶ ὄνειδος λοιπὸν τῇ ἀμόρφῳ γίνεται παρὰ τῶν εὐμορφοτέρων, ὅτι ἐγώ, φησί, σκεῦός εἰμι ἐκλογῆς, δυναμένη σῴζειν τοὺς ἀπατωμένους, σὺ δὲ οὐκ ἴσχυσας. ἦσαν μὲν οὖν αἱ τὸν ἀγώγιμον μῦθον τοῦτον ὑφηγούμεναι τῇ μορφῇ τῆς αὐτῶν ὄψεως εὐπροσωπόταται, τῷ δὲ νῷ
10τῆς αὐτῶν μοχθηρίας τὴν πᾶσαν τοῦ διαβόλου ἀμορφίαν κεκτημέναι. ἀλλὰ ὁ ἐλεήμων θεὸς τῆς μοχθηρίας αὐτῶν ἡμᾶς ἐρρύσατο, ὥστε μετὰ τὸ ἀναγνῶναι ἡμᾶς καὶ τὰς βίβλους αὐτῶν καὶ ἐπιστῆσαι τὸν νοῦν τῇ ἀληθείᾳ καὶ μὴ συναπαχθῆναι, ἀποδρᾶσαί τε καὶ μὴ δελεα‐ σθῆναι, τὸ τηνικαῦτα ἐσπουδάσαμεν καὶ τοῖς ἐπισκόποις τοῖς ἐν τῷ
15τόπῳ ἐκείνῳ αὐτοὺς ὑποδεῖξαι καὶ τὰ ὀνόματα 〈τὰ〉 ἐν τῇ ἐκκλησίᾳ κε‐ κρυμμένα φωρᾶσαι, 〈ὡσ〉 καὶ τοὺς αὐτοὺς ἀπελαθῆναι τῆς πόλεως, ὀνό‐ ματα περί που ὀγδοήκοντα, καὶ τὴν πόλιν τῆς αὐτῶν ζιζανιώδους ὕλης καὶ ἀκανθώδους καθαρθῆναι. 18. Μνημονεύσας δέ τις τῆς ἄνω ἡμῶν ὑποσχέσεως τάχα καὶ
20ἐπαινέσειεν, ὡς ἡμῶν προαγγειλάντων ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων ἐγνώκαμεν, τινὰ δὲ δι’ ἐνηχήσεών τε καὶ μαρτυριῶν ἀξιοπίστων ἀνδρῶν δυναμένων ἡμῖν τὴν ἀλήθειαν ὑπο‐ δεικνύναι, ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον, ἀλλὰ ἐδείξαμεν ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων.
25καὶ σαφῶς περὶ ταύτης ἠδυνήθημεν λέγειν ἐξ ὧν (μὴ γένοιτο) οὐ πράξαντες, ἀλλὰ μεμαθηκότες ἀκριβῶς 〈ἐγνώκαμεν〉 παρὰ τῶν ἡμᾶς εἰς τοῦτο πειθόντων καὶ μὴ κατισχυσάντων, ἀλλὰ τὴν ἑαυτῶν ἐλπίδα τῆς εἰς ἡμᾶς ἀπωλείας ἀπολεσάντων καὶ μὴ ἐπιτυχόντων τοῦ σκοποῦ
τῆς εἰς τὴν τάλαιναν ἡμῶν ψυχὴν ἐπιχειρουμένης ὑπ’ αὐτῶν τε καὶ298 in vol. 1
Haer
.

1

.

299

τοῦ ἐν αὐτοῖς διαβόλου συσκευῆς, ὡς καὶ συνῳδὰ ἡμᾶς λέγειν τῷ ἁγιωτάτῳ Δαυὶδ ὅτι «βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν» καὶ τὰ ἑξῆς, καὶ ὅτι «ἐπιστρέψει ὁ πόνος αὐτῶν εἰς κεφαλὴν αὐ‐ τῶν, καὶ ἡ ἀδικία αὐτῶν ἐπὶ κορυφὴν αὐτῶν καταβήσεται». ὡς
5οὖν περιτυχόντες καὶ ἀποδράντες καὶ ἀναγνόντες, γνόντες καὶ κατα‐ γνόντες, σωθέντες τε ὑπερβεβήκαμεν, οὕτω καὶ σὲ τὸν ἀναγινώσκοντα παρακαλοῦμεν ἀναγνόντα καὶ καταγνόντα τοῦ * ὑπερβῆναι, εἰς τὸ μὴ ἐμπεσεῖν ἐν τῷ ἰῷ τῆς τῶν ἑρπετῶν τούτων μοχθηρίας. ἀλλ’ εἰ καί ποτε περιτύχοις τισὶ τῶν ἀπὸ τῆς ὀφιώδους ταύτης σχολῆς,
10εὐθὺς τὸ ξύλον ἀναλαβὼν τὸ διὰ τοῦ κυρίου ἡμῖν ἑτοιμασθέν, ἐν ᾧ ὁ κύριος ἡμῶν προσεπάγη Χριστός, 〈καὶ〉 κατὰ τῆς κεφαλῆς τοῦ ὄφεως εὐθὺς βαλὼν εἴποις ὅτι «Χριστὸς ἐσταύρωται ὑπὲρ ἡμῶν, ὑπογραμμὸν ἡμῖν περιλιμπάνων» σωτηρίας· ὅτι οὐκ ἂν ἐσταυροῦτο, εἰ μὴ σάρκα εἶχε. σάρκα δὲ ἔχων καὶ σταυρωθεὶς ἐσταύρωσεν ἡμῶν
15τὰς ἁμαρτίας. πίστει ἔχομαι τῆς ἀληθείας καὶ οὐχ ὑπάγομαι πλάνῃ τῇ νοθείᾳ τοῦ ὄφεως καὶ παραψιθυρισμῷ τῆς αὐτοῦ διδασκαλίας. 19. Λοιπὸν ταύτην παρελθών, ἀγαπητοί, ἐφεξῆς βαδιοῦμαι ἐπὶ τὰς ἄλλας τραχείας τρίβους, οὐχ ἵνα βαδίσω, ἀλλ’ ἵνα ἀπὸ μήκοθεν ὑποδείξω τοῖς βουλομένοις τὰ τραχύτατα μὲν ἐπιγινώσκειν, φεύγειν
20δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῆς φερούσης εἰς ζωὴν αἰώνιον καὶ καταλιμπάνειν τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ ἀκαν‐ θώδη καὶ προσκομμάτων ἔμπλεον ὁδόν, βορβορώδη καὶ ἀσελγείας καὶ πορνείας ἐμπεπλησμένην, ἧς πορνείας καὶ ἀσελγείας τὸ ὅμοιον ἔστιν ἰδεῖν ἐν τῷ ἑρπετῷ τῷ δεινοτάτῳ, ᾧ ἐπέθεντο τὸ ὄνομα
25ἀπειρώδινον ἔχιδναν οἱ παλαιοί. ἔστι γὰρ τῆς τοιαύτης ἐχίδνης ἡ φύσις ὁμοία τῆς τούτων μοχθηρίας. διὰ γὰρ τῆς ἀνδρείας φύσεως ἢ γυναικείας τὴν αἰσχρότητα ἐπιτελοῦντες ταύτην ἀπαγορεύουσι τὴν τῶν σπερμάτων καταβολήν, ἀφανίζοντες τὴν ἐκ θεοῦ τοῖς κτίσμασι
δεδομένην τεκνογονίαν, ὡς καὶ ὁ ἀπόστολός φησι «τὴν γὰρ ἀντι‐299 in vol. 1
Haer
.

1

.

300

μισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες» καὶ τὰ ἑξῆς. οὕτω γάρ, φησί, τὴν ἀπειρώδινον ἔχιδναν θελχθεῖσαν τῷ πάθει τῆς ἐπιθυμίας, τήν τε θήλειαν πρὸς τὸν ἄρρενα καὶ τὸν ἄρρενα πρὸς τὴν θήλειαν, περιπλακείσας μὲν ὁμοῦ, διὰ τοῦ στόματος χαινού‐
5σης τῆς θηλείας τὸν ἄρρενα τὴν κεφαλὴν εἰσβάλλειν, ἐκείνης δὲ πάθει συσχεθείσης ἀποτέμνειν τὴν τούτου κεφαλὴν καὶ οὕτως τὸν ἀπὸ τοῦ στόματος σταλάξαντα ἰὸν καταπιοῦσαν ἐν ἑαυτῇ ἐγκυμονεῖν μὲν τοιοῦτο ζεῦγος ἀρρενόθηλυ· ὅπερ ζεῦγος ἁδρυνθὲν ἐν τῇ κοιλίᾳ καὶ μὴ ἔχον πόθεν γεννηθῆναι τὴν πλευρὰν τῆς μητρὸς τιτρώσκειν καὶ
10οὕτως γεννᾶσθαι, ὥστε ἀπολέσθαι τόν τε τούτων πατέρα καὶ τὴν μητέρα. διόπερ ἀπειρώδινον αὐτῇ ἐπέθεντο ὄνομα, ὅτι ὠδίνων οὐ πειρᾶται. δεινὴ δὲ καὶ φοβερὰ παρὰ πάντα τὰ ἑρπετὰ τυγχάνει, ἐν ἑαυτῇ τὸν ἀφανισμὸν ἐξεργαζομένη καὶ διὰ στόματος τὴν αἰσχρό‐ τητα ἀπολαμβάνουσα, ᾗ ἔοικεν αὕτη ἡ φρενοβλαβὴς αἵρεσις, ἧς τὴν
15κεφαλὴν καὶ τὸ σῶμα καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα ἐνταῦθα συν‐ τρίψαντες τῷ ξύλῳ τῆς ζωῆς τὰς ἑτέρας διασκοπεῖν προέλθωμεν, θεὸν ἀρωγὸν ἐπικαλούμενοι, ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ.
20 1. Καρποκρᾶς τις ἕτερος γίνεται, συστήσας ἑαυτῷ ἀθέμιτον δι‐ δασκαλεῖον τῆς ψευδωνύμου αὐτοῦ γνώμης, χείρονας πάντων οὗτος τοὺς τρόπους κεκτημένος. ἐκ πάντων γὰρ τούτων, Σίμωνός τε καὶ
Μενάνδρου, Σατορνίλου τε καὶ Βασιλείδου καὶ Νικολάου καὶ αὐτοῦ300 in vol. 1
Haer
.

1

.

301

τοῦ Καρποκρᾶ, ἔτι δὲ ἐκ προφάσεως Οὐαλεντίνου ἡ τῆς ψευδωνύ‐ μου γνώσεως ἐφύη αἵρεσις, ἥτις Γνωστικοὺς τοὺς αὐτῆς ὠνόμασεν, ἀφ’ ἧς οἱ Γνωστικοὶ ἤδη μοι δεδήλωνται, κατάγνωστοι ὄντες τὸν τρόπον.
5 2. Οὗτος δὲ πάλιν ἄνω μὲν μίαν ἀρχὴν λέγει καὶ πατέρα τῶν ὅλων [καὶ] ἄγνωστον καὶ ἀκατονόμαστον ἴσα τοῖς ἄλλοις εἰσάγειν βούλεται, τὸν δὲ κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ὑπὸ ἀγγέλων γεγενῆ‐ σθαι, τῶν πολύ τι [ὑπὸ] τοῦ πατρὸς τοῦ ἀγνώστου ὑποβεβηκότων· τούτους γὰρ λέγει ἀποστάντας ἀπὸ τῆς ἄνω δυνάμεως οὕτω τὸν
10κόσμον πεποιηκέναι. Ἰησοῦν δὲ τὸν κύριον ἡμῶν ἀπὸ Ἰωσὴφ λέγει γεγεννῆσθαι, καθάπερ καὶ πάντες ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ἐγεννήθησαν. εἶναι δὲ αὐτὸν ὅμοιον τοῖς πᾶσι, βίῳ δὲ διενηνοχέναι, σωφροσύνῃ τε καὶ ἀρετῇ καὶ βίῳ δικαιοσύνης. ἐπειδὴ δέ, φησίν, εὔτονον ἔσχε ψυχὴν παρὰ τοὺς ἄλλους ἀνθρώπους καὶ
15ἐμνημόνευεν τὰ ὁραθέντα ὑπ’ αὐτῆς ἄνω, ὅτε ἦν ἐν τῇ περιφορᾷ τοῦ ἀγνώστου πατρός, ἀπεστάλθαι ὑπὸ τοῦ αὐτοῦ πατρός, φησίν,
εἰς τὴν αὐτοῦ ψυχὴν δυνάμεις, ὅπως τὰ ὁραθέντα αὐτῇ ἀναμνημο‐301 in vol. 1
Haer
.

1

.

302

νεύσασα καὶ ἐνδυναμωθεῖσα φύγῃ τοὺς κοσμοποιοὺς ἀγγέλους ἐν τῷ διὰ πάντων χωρῆσαι τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ πράξεων τῶν ὑπὸ τῶν ἀνθρώπων γινομένων καὶ ἐν παραβύστῳ ἀτόπων ἔργων καὶ ἀθεμίτων, καὶ ὅπως διὰ πασῶν τῶν πράξεων ἐλευθερωθεῖσα ἡ
5αὐτὴ ψυχή, φησί, τοῦ Ἰησοῦ ἀνέλθῃ πρὸς τὸν αὐτὸν πατέρα τὸν ἄγνωστον, τὸν δυνάμεις αὐτῇ ἀποστείλαντα ἄνωθεν, ἵνα διὰ πασῶν τῶν πράξεων χωρήσασα καὶ ἐλευθερωθεῖσα διέλθοι πρὸς αὐτὸν ἄνω. οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ὁμοίας αὐτῇ ψυχάς, 〈τὰσ〉 τὰ ἴσα αὐτῇ ἀσπα‐ σαμένας, τὸν αὐτὸν τρόπον ἐλευθερωθείσας ἄνω πτῆναι πρὸς τὸν
10ἄγνωστον πατέρα, ἐν τῷ τὰς πάσας πράξεις πραξάσας ὁμοίως 〈τε〉 τῶν πάντων ἀπαλλαγείσας λοιπὸν ἐλευθερωθῆναι. τὴν δὲ ψυχὴν τοῦ Ἰησοῦ ἐν τοῖς τῶν Ἰουδαίων ἔθεσιν ἀνατραφεῖσαν καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι’ ὧν τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις δυνηθεῖσα † πρᾶξαι ὑπερβῆναι τοὺς
15κοσμοποιοὺς ἴσχυσεν. οὐ μόνον δὲ αὐτὴν τὴν ψυχὴν τοῦ Ἰησοῦ τοῦτο δεδυνῆσθαι, ἀλλὰ καὶ τὴν δυναμένην διὰ 〈πασῶν〉 τῶν πράξεων χωρῆσαι ὑπερβῆναι τοὺς κοσμοποιοὺς αὐτοὺς ἀγγέλους· καὶ αὐτὴ ἐὰν λάβῃ δυνάμεις καὶ τὰ ὅμοια πράξῃ, * καθάπερ ἡ τοῦ Ἰησοῦ, ὡς
προεῖπον. ὅθεν εἰς τῦφον μέγαν οὗτοι ἐληλακότες οἱ ὑπὸ τοῦ302 in vol. 1
Haer
.

1

.

303

ἀπατεῶνος τούτου ἀπατηθέντες ἑαυτοὺς προκριτέους ἡγοῦνται καὶ αὐτοῦ τοῦ Ἰησοῦ. ἄλλοι δὲ ἐξ αὐτῶν οὐκ Ἰησοῦ φασιν, ἀλλὰ Πέτρου καὶ Ἀνδρέου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων ἑαυτοὺς ὑπερ‐ φερεστέρους εἶναι διὰ τὴν ὑπερβολὴν τῆς γνώσεως καὶ τὸ περισσό‐
5τερον τῆς διαπράξεως διαφόρων διεξόδων· ἄλλοι δὲ ἐξ αὐτῶν φά‐ σκουσι μηδὲν διενηνοχέναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. αἱ γὰρ ψυχαὶ ἐκ τῆς αὐτῆς περιφορᾶς εἰσι καὶ ὁμοίως κατὰ τὴν τοῦ Ἰησοῦ πάντων καταφρόνησιν ποιησάμεναι *. καὶ 〈γὰρ〉 αἱ πᾶσαι, φησί, ψυχαὶ τῆς αὐτῆς δυνάμεως ἠξιώθησαν ἧς καὶ ἡ τοῦ Ἰησοῦ ἠξίωται· διὸ
10καὶ ταύτα〈σ〉 φασὶ χωρεῖν διὰ πάσης πράξεως, καθάπερ ἀμέλει καὶ ἡ τοῦ Ἰησοῦ διελήλυθεν. εἰ δὲ καί τις πάλιν δυνηθείη ὑπὲρ τὸν Ἰη‐ σοῦν καταφρονῆσαι, διαφορώτερος ἔσται αὐτοῦ. 3. Ἐπιχειροῦσι δὲ οἱ τῆς ἀθεμίτου ταύτης σχολῆς παντοίας ἐπι‐ χειρήσεις δεινῶν ἔργων καὶ ὀλετηρίων. μαγεῖαι γὰρ παρ’ αὐτοῖς
15ἐπινενόηνται, ἐπῳδάς τε διαφόρους πρὸς πᾶσαν μηχανὴν ἐφηύραντο, [πρὸς] φίλτρα 〈τε〉 καὶ ἀγώγιμα. οὐ μὴν δὲ ἀλλὰ καὶ παρέδρους δαί‐ μονας ἑαυτοῖς ἐπισπῶνται, εἰς τὸ διὰ πολλῆς μαγγανείας ἐν ἐξουσίᾳ μεγάλῃ πάντων 〈γενέσθαι〉, 〈ὥστε〉, φησί, κυριεύειν ὧν τε ἂν ἐθέλοι ἕκα‐ στος καὶ ᾗ πράξει ἐπιχειρεῖν τολμήσειε· δῆθεν ἑαυτοὺς ἐξαπατῶντες
20πρὸς πληροφορίαν τῆς τετυφλωμένης αὐτῶν διανοίας, ὅτι αἱ τοιαῦτα ἐγχειρήσασαι 〈ψυχαί〉, κατισχύσασαι διὰ τῶν τοιούτων πράξεων καὶ καταφρονήσασαι τῶν κοσμοποιῶν ἀγγέλων καὶ τῶν ἐν τῷ κόσμῳ, ὑπερβαίνουσι τὴν τῶν αὐτῶν μυθοποιῶν (οὐ γὰρ ἂν εἴποιμι κοσμο‐ ποιῶν) ἐξουσίαν, ὅπως ἂν τὴν ἄνω ἐλευθερίαν ἀσπάσωνται καὶ τὴν
25ἄνω πτῆσιν κτήσαιντο. εἰσὶ δὲ ἐκ τοῦ Σατανᾶ παρεσκευασμένοι303 in vol. 1
Haer
.

1

.

304

καὶ προβεβλημένοι εἰς ὄνειδος καὶ σκάνδαλον τῆς τοῦ θεοῦ ἐκκλη‐ σίας. ἐπέθεντο γὰρ ἑαυτοῖς ἐπίκλην Χριστιανοί, τοῦτο τοῦ Σατανᾶ παρασκευάσαντος πρὸς τὸ σκανδαλίζεσθαι τὰ ἔθνη δι’ αὐτῶν καὶ ἀποστρέφεσθαι τὴν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὠφέλειαν καὶ τὸ
5ἀληθινὸν κήρυγμα διὰ τὰς ἐκείνων ἀθεμιτουργίας καὶ ἀνηκέστου〈σ〉 κακοπραγίας, εἰς τὸ τὰ ἔθνη κατανοοῦντα αὐτῶν τὰ ἐπάλληλα ἔργα τῶν ἀθεμιτουργιῶν, νομίσαντα καὶ τοὺς τῆς ἁγίας τοῦ θεοῦ ἐκκλη‐ σίας τοιούτους εἶναι, ἀποστρέφειν ὡς καὶ προεῖπον τὴν ἀκοὴν ἀπὸ τῆς τοῦ θεοῦ κατὰ ἀλήθειαν διδασκαλίας ἢ καὶ ὁρῶντά τινας *
10πάντας 〈ἡμᾶσ〉 ὁμοίως βλασφημεῖν. καὶ τούτου ἕνεκα οἱ πλείους τῶν ἐθνῶν ὅπου δἂν ἴδωσι τοιούτους οὔτε ἐπὶ κοινωνίᾳ ἡμῖν προσφέρον‐ ται ληψοδοσίας ἢ γνώμης ἢ ἀκοῆς λόγου θείου οὔτε τὴν ἀκοὴν ἐντι‐ θέασιν, ἐπτυρμένοι ἀπὸ τῆς τῶν ἀθεμίτων ἀνοσιουργίας. 4. Εἰσὶ δὲ ἐν ἀσωτίᾳ διατελοῦντες οὗτοι καὶ πᾶν ὁτιοῦν ἐργαζό‐
15μενοι πρὸς εὐπάθειαν σωμάτων, ἡμῖν δὲ ὅλως οὐ προσεγγίζοντες, εἰ μή τι ἂν πρὸς τὸ δελεάσαι ψυχὰς ἀστηρίκτους τῇ αὐτῶν κακοδιδα‐ σκαλίᾳ. εἰς οὐδὲν γὰρ ἡμῖν ὁμοιοῦνται ἢ μόνον ὀνόματι καλεῖσθαι σεμνύνονται, ὅπως διὰ τοῦ ὀνόματος τὸ ἐπίπλαστον τῆς ἑαυτῶν κακίας θηράσωνται. «τὸ δὲ κρίμα τούτων» κατὰ τὸ γεγραμμένον
20«ἔνδικόν ἐστιν», ὡς ὁ ἅγιος ἀπόστολος Παῦλος ἔφη· διὰ γὰρ τὰς304 in vol. 1
Haer
.

1

.

305

κακὰς αὐτῶν πράξεις τὸ ἀνταπόδομα ἀποδοθήσεται αὐτοῖς. ἀδεῶς γὰρ τὸν νοῦν αὐτῶν εἰς οἶστρον ἐκδεδωκότες πάθεσιν ἡδονῶν μυρίων ἑαυτοὺς παραδεδώκασι. φασὶ γὰρ ὅτι ὅσα νομίζεται παρὰ ἀνθρώποις κακὰ εἶναι οὐ κακὰ ὑπάρχει, ἀλλὰ φύσει καλά (οὐδὲν γάρ ἐστι φύσει
5κακόν), τοῖς δὲ ἀνθρώποις νομίζεται εἶναι φαῦλα. καὶ ταῦτα πάντα ἐάν τις πράξῃ ἐν τῇ μιᾷ ταύτῃ παρουσίᾳ, οὐκέτι μετενσωματοῦται αὐτοῦ ἡ ψυχὴ εἰς τὸ πάλιν ἀντικαταβληθῆναι, ἀλλὰ ὑπὸ ἓν ποιήσασα πᾶσαν πρᾶξιν ἀπαλλαγήσεται, ἐλευθερωθεῖσα καὶ μηκέτι χρεωστοῦσά τι τῶν πρὸς πρᾶξιν ἐν τῷ κόσμῳ. ποίαν δὲ πρᾶξιν δέδια πάλιν
10εἰπεῖν, μὴ βορβόρου δίκην κεκαλυμμένου ὀχετὸν ἀποκαλύψω καί τισι δόξω λοιμώδους δυσοδμίας ἐργάζεσθαι τὴν ἐμφόρησιν. ἀλλ’ ὅμως ἐπειδήπερ ἐξ ἀληθείας συνεχόμεθα τὰ παρὰ τοῖς ἠπατημένοις ἀπο‐ καλύψαι, σεμνότερον εἰπεῖν τε καὶ τῆς ἀληθείας μὴ ἔξω βαίνειν ἐμαυτὸν καταναγκάσω. τί δὲ ἀλλ’ ὅτι πᾶσαν ἀρρητουργίαν καὶ
15ἀθέμιτον πρᾶξιν, ἣν οὐ θεμιτὸν ἐπὶ στόματος φέρειν, οὗτοι πράτ‐ τουσιν καὶ πᾶν εἶδος ἀνδροβασιῶν καὶ λαγνιστέρων ὁμιλιῶν πρὸς γυναῖκας ἐν ἑκάστῳ μέλει σώματος· μαγείας τε καὶ φαρμακείας καὶ
εἰδωλολατρείας ἐκτελοῦντες τοῦτο εἶναί φασιν ἐργασίαν ἀποδόσεως305 in vol. 1
Haer
.

1

.

306

τῶν ἐν τῷ σώματι ὀφλημάτων εἰς τὸ μηκέτι ἐγκαλεῖσθαι ἢ μέλλειν τι πράξεως ἔργον ἀπαιτεῖσθαι, καὶ τούτου ἕνεκα μὴ ἀποστρέφεσθαι τὴν ψυχὴν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ πάλιν εἰς μετενσωμά‐ τωσιν καὶ μεταγγισμὸν χωρεῖν.
5 5. Οὕτως γὰρ ἔχει τὰ αὐτῶν συντάγματα ὡς ἀναγνόντα τὸν συνετὸν θαυμάζειν καὶ ἐκπλήττεσθαι καὶ ἀπιστεῖν εἰ ταῦτα οὕτως ὑπὸ ἀνθρώπων γενήσεται, οὐ μόνον τῶν καθ’ ἡμᾶς πόλιν κατοι‐ κούντων, ἀλλὰ καὶ τῶν μετὰ θηρῶν καὶ ὁμοίων θηρσὶ καὶ κτήνεσι * καὶ σχεδὸν εἰπεῖν τὰ κυνῶν καὶ ὑῶν πράττειν τολμώντων. φασὶ
10γὰρ δεῖν πάντως πᾶσαν χρῆσιν τούτων ποιεῖσθαι, ἵνα μὴ ἐξελθοῦσαι καὶ ὑστερήσασαί τινος ἔργου τούτου ἕνεκα καταστραφῶσιν εἰς σώματα πάλιν αἱ ψυχαὶ εἰς τὸ πρᾶξαι αὖθις ἃ μὴ ἔπραξαν. καὶ τοῦτό ἐστι, φασίν, ὅπερ ὁ Ἰησοῦς ἐν τῷ εὐαγγελίῳ εἶπεν διὰ τῆς παραβολῆς ὅτι «ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἐν ᾧ εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ καὶ
15δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μή πως ὁ ἀντίδικος πα‐ ραδῷ σε τῷ κριτῇ καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ ὁ ὑπηρέτης βάλῃ σε εἰς φυλακήν· ἀμὴν λέγω σοί, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν,
ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην». μῦθον δέ τινα306 in vol. 1
Haer
.

1

.

307

πλάττουσιν οἱ αὐτοὶ πρὸς ἐπίλυσιν τῆς παραβολῆς ταύτης καί φασιν εἶναι τὸν ἀντίδικον ἐκεῖνον τῶν τὸν κόσμον πεποιηκότων ἀγγέλων ἕνα καὶ εἰς αὐτὸ τοῦτο κατεσκευάσθαι, εἰς τὸ ἀπάγειν τὰς ψυχὰς πρὸς τὸν κριτὴν τὰς ἐντεῦθεν ἐξερχομένας ἐκ τῶν σωμάτων ἐκεῖσε
5δὲ ἐλεγχομένας· μὴ ποιησάσας δὲ πᾶσαν ἐργασίαν παραδίδοσθαι ἀπὸ τοῦ ἄρχοντος τῷ ὑπηρέτῃ. ἄγγελον δὲ εἶναι τὸν ὑπηρέτην, ἐξυπηρετούμενον τῷ κριτῇ τῷ κοσμοποιῷ εἰς τὸ φέρειν τὰς ψυχὰς πάλιν καὶ εἰς σώματα καταγγίζειν διάφορα. εἶναι δὲ τὸν ἀντίδικον τοῦτον, ὃν ἔφημεν τὸν κύριον εἰρηκέναι ἐν τῷ εὐαγγελίῳ, [ὃν] οὗτοι
10ἄγγελον ἕνα τῶν κοσμοποιῶν φασιν, ὄνομα ἔχοντα Διάβολον. φασὶ γὰρ εἶναι τὴν φυλακὴν τὸ σῶμα, τὸν δὲ ἔσχατον κοδράντην θέλουσιν εἶναι τὴν μετενσωμάτωσιν· * καθ’ ἑκάστην παρουσίαν σωμάτων ἐπι‐ τελεῖν ἐσχάτην πρᾶξιν καὶ μηκέτι ὑπολείπεσθαι πρὸς τὸ ἀθέμιτόν τι πρᾶξαι. δεῖ γάρ, φασὶν ὡς προείπαμεν, πάντα 〈δι〉ελθοῦσαν καὶ πρά‐
15ξασαν καθ’ ἕκαστον καὶ ἐλευθερωθεῖσαν ἀνελθεῖν πρὸς τὸν ἄνω ἄγνωστον, ὑπερβᾶσαν τοὺς κοσμοποιοὺς καὶ τὸν κοσμοποιόν. φασὶ δὲ πάλιν ὅτι δεῖ κἄν τε ἐν μιᾷ παρουσίᾳ τῆς μετενσωματώσεως πρα‐ ξάσας λοιπὸν ἄνω ἐλευθερωθείσας ἀπιέναι· εἰ δὲ μὴ ἐν μιᾷ παρουσίᾳ πράξωσι, καθ’ ἑκάστην παρουσίαν μετενσωματώσεως κατὰ βραχὺ
20ποιησάσας ἑκάστου ἔργου ἀθεμίτου τὴν ἐργασίαν λοιπὸν ἐλευθερω‐307 in vol. 1
Haer
.

1

.

308

θῆναι. λέγουσι δὲ πάλιν ὅτι τοῖς ἀξίοις ταῦτα καταξιοῦμεν διη‐ γεῖσθαι, ἵνα πράξωσι τὰ δοκοῦντα εἶναι κακά, οὐκ ὄντα δὲ φύσει κακά, ἵνα μαθόντες ἐλευθερωθῶσι. σφραγῖδα δὲ ἐν καυτῆρι ἢ δι’ ἐπιτηδεύσεως ξυρίου ἢ ῥαφίδος ἐπιτιθέασιν οὗτοι οἱ ἀπὸ Καρποκρᾶ
5ἐπὶ τὸν δεξιὸν λοβὸν τοῦ ὠτὸς τοῖς ὑπ’ αὐτῶν ἀπατωμένοις. 6. Ἦλθεν δὲ εἰς ἡμᾶς ἤδη πως Μαρκελλίνα τις ὑπ’ αὐτῶν ἀπα‐ τηθεῖσα, ἣ πολλοὺς ἐλυμήνατο ἐν χρόνοις Ἀνικήτου ἐπισκόπου Ῥώμης,
τοῦ μετὰ τὴν διαδοχὴν Πίου καὶ τῶν ἀνωτέρω. ἐν Ῥώμῃ γὰρ γεγόνασι308 in vol. 1
Haer
.

1

.

309

πρῶτοι Πέτρος καὶ Παῦλος οἱ ἀπόστολοι αὐτοὶ καὶ ἐπίσκοποι, εἶτα Λίνος εἶτα Κλῆτος εἶτα Κλήμης, σύγχρονος ὢν Πέτρου καὶ Παύλου, οὗ ἐπι‐ μνημονεύει Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. καὶ μηδεὶς θαυμαζέτω ὅτι πρὸ αὐτοῦ ἄλλοι τὴν ἐπισκοπὴν διεδέξαντο ἀπὸ τῶν
5ἀποστόλων, ὄντος τούτου συγχρόνου Πέτρου καὶ Παύλου· καὶ οὗτος γὰρ σύγχρονος γίνεται τῶν ἀποστόλων. εἴτ’ οὖν ἔτι περιόντων αὐτῶν ὑπὸ Πέτρου λαμβάνει τὴν χειροθεσίαν τῆς ἐπισκοπῆς καὶ παραιτησάμενος ἤργει—λέγει γὰρ ἐν μιᾷ τῶν ἐπιστολῶν αὐτοῦ «ἀνα‐ χωρῶ, ἄπειμι, εὐσταθείτω ὁ λαὸς τοῦ θεοῦ», τισὶ τοῦτο συμβουλεύων
10(εὕρομεν γὰρ ἔν τισιν ὑπομνηματισμοῖς τοῦτο ἐγκείμενον)—ἤτοι μετὰ τὴν τῶν ἀποστόλων τελευτὴν ὑπὸ τοῦ Κλήτου τοῦ ἐπισκόπου οὗτος καθίσταται, οὐ πάνυ σαφῶς ἴσμεν. πλὴν ἀλλὰ καὶ οὕτως ἠδύνατο ἔτι περιόντων τῶν ἀποστόλων, φημὶ δὲ τῶν περὶ Πέτρον καὶ Παῦλον, ἐπισκόπους ἄλλους καθίστασθαι διὰ
15τὸ τοὺς ἀποστόλους πολλάκις ἐπὶ τὰς ἄλλας πατρίδας στέλλε‐ σθαι τὴν πορείαν ἐπὶ τὸ τοῦ Χριστοῦ κήρυγμα, μὴ δύνασθαι δὲ τὴν τῶν Ῥωμαίων πόλιν ἄνευ ἐπισκόπου εἶναι. ὁ μὲν γὰρ Παῦλος καὶ ἐπὶ τὴν Σπανίαν ἀφικνεῖται, Πέτρος δὲ πολλάκις Πόντον τε καὶ
Βιθυνίαν ἐπεσκέψατο. ἐνεχώρει δὲ μετὰ τὸ κατασταθῆναι Κλήμεντα309 in vol. 1
Haer
.

1

.

310

καὶ παραιτήσασθαι (εἴ γε οὕτως ἐπράχθη· διανοοῦμαι γάρ, οὐχ ὁρί‐ ζομαι) ὕστερον μετὰ τὸ τετελευτηκέναι Λίνον καὶ Κλῆτον, ἐπισκο‐ πεύσαντας πρὸς δεκαδύο ἔτη ἕκαστον μετὰ τὴν τοῦ ἁγίου Πέτρου καὶ Παύλου τελευτὴν τὴν ἐπὶ τῷ δωδεκάτῳ ἔτει Νέρωνος γενομένην,
5τοῦτον αὖθις ἀναγκασθῆναι τὴν ἐπισκοπὴν κατασχεῖν. ὅμως ἡ τῶν ἐν Ῥώμῃ ἐπισκόπων διαδοχὴ ταύτην ἔχει τὴν ἀκολουθίαν· Πέτρος καὶ Παῦλος, Λίνος καὶ Κλῆτος, Κλήμης Εὐάρεστος Ἀλέξαν‐ δρος Ξύστος Τελέσφορος Ὑγῖνος Πίος Ἀνίκητος, ὁ ἄνω ἐν τῷ καταλόγῳ προδεδηλωμένος. καὶ μή τις θαυμάσῃ ὅτι ἕκαστα οὕτως
10ἀκριβῶς διήλθομεν· διὰ γὰρ τούτων ἀεὶ τὸ σαφὲς δείκνυται. ἐν χρόνοις τοίνυν, ὡς ἔφημεν, Ἀνικήτου ἡ προδεδηλωμένη Μαρκελλίνα ἐν Ῥώμῃ γενομένη τὴν λύμην τῆς Καρποκρᾶ διδασκαλίας ἐξεμέσασα πολλοὺς τῶν ἐκεῖσε λυμηναμένη ἠφάνισε. καὶ ἔνθεν γέγονεν ἀρχὴ Γνωστικῶν τῶν καλουμένων. ἔχουσι δὲ εἰκόνας ἐνζωγράφους διὰ
15χρωμάτων, ἀλλὰ καὶ οἱ μὲν ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ λοιπῆς ὕλης,310 in vol. 1
Haer
.

1

.

311

ἅτινα ἐκτυπώματά φασιν εἶναι τοῦ Ἰησοῦ καὶ ταῦτα ὑπὸ Ποντίου Πιλάτου γεγενῆσθαι, τουτέστιν τὰ ἐκτυπώματα τοῦ αὐτοῦ Ἰησοῦ ὅτε ἐνεδήμει τῷ τῶν ἀνθρώπων γένει. κρύβδην δὲ τὰς τοιαύτας ἔχουσιν, ἀλλὰ καὶ φιλοσόφων τινῶν, Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστο‐
5τέλους καὶ λοιπῶν, μεθ’ ὧν φιλοσόφων καὶ ἕτερα ἐκτυπώματα τοῦ Ἰησοῦ τιθέασιν, ἱδρύσαντές τε προσκυνοῦσι καὶ τὰ τῶν ἐθνῶν ἐπι‐ τελοῦσι μυστήρια. στήσαντες γὰρ ταύτας τὰς εἰκόνας τὰ τῶν ἐθνῶν ἔθη λοιπὸν ποιοῦσι. τίνα δέ ἐστιν 〈τὰ〉 ἐθνῶν ἔθη ἀλλ’ ἢ θυσίαι καὶ τὰ ἄλλα; ψυχῆς δὲ εἶναι μόνης σωτηρίαν φασὶ καὶ οὐχὶ σω‐
10μάτων. 7. Δεῖ τοίνυν τούτους ἀνατρέπειν παντὶ σθένει· μηδεὶς γὰρ κατα‐ φρονείτω λόγου καὶ μάλιστα κατὰ ἀπατεώνων. ἀλλ’ εἴποι τις ἄν· οὐ γάρ ἐστι φωρατὰ καὶ μωρίας ἔμπλεα; ἀλλ’ ἔσθ’ ὅπη καὶ τὰ μωρὰ πείθει τοὺς ἄφρονας καὶ τοὺς συνετοὺς παρεκτρέπει, ἐὰν μὴ παρῇ ὁ
15νοῦς ὁ ἐν τῇ ἀληθείᾳ ἠσκημένος. ἐμπεσόντος τοίνυν καὶ τούτου τῇ Σίμωνος μαγείᾳ καὶ τῶν λοιπῶν, τοῖς αὐτοῖς καὶ τοῦτον ἀνατρέ‐ ψομεν. εἰ γὰρ ἡ ἄγνωστος καὶ ἀκατονόμαστος δύναμις αἰτία γέ‐ γονεν ἄλλων ἀγγέλων, ἤ ἐστιν ἄγνοια παρὰ τῇ αὐτῇ τουτέστιν τῷ πατρὶ τῶν ὅλων, εἰ μὴ ᾔδει ἃ μέλλουσι πράττειν οἱ ὑπ’ αὐτοῦ
20κατασκευαζόμενοι ἄγγελοι, ἀγνοήσας ὅτι ἀποστήσονται καὶ ποιήσουσιν ἃ μὴ αὐτὸς ἐβούλετο—ἢ τούτους μὲν ἐποίησε γινώσκων ὅτι ποιή‐ σουσιν, ὃ αὐτὸς οὐ βούλεται παρ’ αὐτῶν δὲ γέγονε, καὶ ἔσται διὰ τῆς γνώσεως καὶ εὐδοκίας αὐτὸς ποιήσας ἃ ἐκεῖνοι τετολμήκασιν. εἰ τοίνυν ὡς προεῖπον ἐγίνωσκε μὲν ἃ ποιήσουσιν, οὐκ ἐβούλετο δὲ ἵνα
25ποιήσωσι, τίνι τῷ λόγῳ τοὺς πεποιηκότας ἐποίει εἰς τὸ πράττειν ἃ μὴ αὐτὸς ἐβούλετο; εἰ δὲ αὐτὸς μὲν πεποίηκε τοὺς ἀγγέλους, ἵνα ποιήσωσι τὰ ὑπ’ αὐτῶν γενόμενα, ἄρα ἤθελε γενέσθαι· διὸ καὶ τοὺς πεποιηκότας προκατεσκεύασεν ἀγγέλους. καὶ εἰ προκατεσκεύασεν εἰς τὸ ποιῆσαι, ἀπαγορεύει δὲ τὰ ὑπ’ αὐτῶν γενόμενα, συκοφαντία ἂν
30εἴη ἐν μέσῳ. εἰ δὲ συνεχώρει μὲν τοῦ ποιεῖν αὐτούς, βούλεται δὲ τὰ
ὑπ’ αὐτῶν γενόμενα (τουτέστιν ἀνθρώπους καὶ ψυχάς) πάλιν πρὸς311 in vol. 1
Haer
.

1

.

312

ἑαυτὸν ἀναλαμβάνειν παρὰ τὴν τούτων βούλησιν, ἄρα ἔσται πλεονε‐ ξία ἐν μέσῳ καὶ οὐδὲν ἕτερον, ἁρπαζομένων τῶν ὑπὸ τῶν ἀγγέλων * ἀνθρώπων ὑπὸ τοῦ ἄνωθεν παρὰ τὴν τούτων βούλησιν· ἀλλὰ καὶ ἀδράνεια εἴη, ἐπειδὴ μὴ αὐτὸς δυνάμενος ἑαυτῷ ποιεῖν ἁρπάζει τὰ
5ὑπὸ τῶν ὑπ’ αὐτοῦ γενομένων γενόμενα. καὶ ἔσται λοιπὸν μῦθος καὶ μωρολογία, τῶν μὲν κάτω δυναμένων ὑπερβῆναι τοὺς ἐν μέσῳ, τοὺς δὲ ἐν μέσῳ τιμωρεῖσθαι αἰτίους ὄντας τῶν κάτω καὶ τοὺς κάτω ὑπὲρ τοὺς μέσους πρὸς τὸν ἄνω σῴζεσθαι καὶ ἐλευθεροῦσθαι, λέγω δὴ τὰς ψυχὰς τῶν ἐν τῇδε τῇ κτίσει. εἴη δ’ ἂν ὁ μὲν ἄνω μὴ δυνη‐
10θεὶς ποιῆσαι ἀσθενὴς κρινόμενος, οἱ δὲ ὑπ’ αὐτοῦ γενόμενοι 〈δυνα‐ τοί〉, δυνάμενοι ποιῆσαι ἃ αὐτὸς μὲν οὐκ ἐβούλετο, ἢ ἐβούλετο καὶ οὐκ ἠδύνατο. οὐ γὰρ δύναται ἃ ἐκεῖνος ἐπιποθεῖ, εἶναι αὐτῷ κακὸν οὐδὲ ὑπὸ κακῶν γεγονέναι. εἰ γὰρ ἦν κακόν, ἐχρῆν ἀπόλλυσθαι. εἰ δὲ ὅλως μέρος τι τοῦ ἔργου σῴζεται, οὐκέτι τὸ ἔργον φαῦλον,
15κἄν τε μέρος αὐτοῦ σῳζόμενον εὑρίσκοιτο, οὔτε οἱ ποιήσαντες φαῦλοι 〈οἱ〉 τὸ σῳζόμενον τεχνησάμενοι. εἰ δὲ ὅλως ἐξ ἀγγέλων ἡ ψυχὴ καὶ ἄνωθεν λαμβάνει δύναμιν παραχθεῖσα, ἄρα γε οἱ ἄγγελοι πλέον σω‐ τηρίας τεύξονται, ὅτι ἡ ἀπ’ αὐτῶν ψυχὴ σῴζεται, ἐκ φαύλων οὖσα. σῳζομένης δὲ αὐτῆς οὐκέτι φαῦλος οὔτε αὐτὴ ἡ ψυχὴ ἡ γενομένη
20ὑπὸ τῶν ἀγγέλων οὔτε οἱ ἄγγελοι, ἐξ ὧν αὐτὴ ἡ ψυχὴ ὑπάρχει. 8. Παντὶ δὲ τῷ τὸν νοῦν ἐρρωμένον ἔχοντι ἰστέον ἂν εἴη ὅτι ἀνοίας ἐστὶ τὸ πᾶν τοῦτο ἀγυρτῶδες ἐργαστήριον. καταισχυνθή‐ σονται δὲ αὖθις οὗτοι καὶ ἀπὸ τῶν ἄλλων αὐτῶν λόγων. εἰ γὰρ Ἰησοῦς οὐκ ἀπὸ παρθένου Μαρίας, ἀλλὰ ἐκ σπέρματος Ἰωσὴφ καὶ
25τῆς αὐτῆς Μαρίας, σῴζεται δὲ οὗτος, ἄρα καὶ αὐτοὶ σωθήσονται οἱ τοῦτον γεγεννηκότες. καὶ εἰ ἡ Μαρία καὶ ὁ Ἰωσὴφ ἀπὸ τοῦ δημιουρ‐ γοῦ ὑπάρχουσιν, ἄρα τὸν δημιουργὸν κτιστὴν 〈καὶ τοῦ Ἰησοῦ〉 ἔφασαν καὶ οὐκέτι ἐν ὑστερήματι ἔσται ὁ τὸν Ἰωσὴφ καὶ τὴν Μαρίαν ποιή‐ σας, ἐξ ὧν ὁ Ἰησοῦς παρὰ τοῦ ἄνω ἀγνώστου πατρὸς ὑπάρχει. εἰ
30δὲ καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ τῶν ἀγγέλων ἐστὶ καὶ ὁ δημιουργὸς εἷς ἐστι τῶν ἀγγέλων, ἄρα γε ἀτοπήματι τῷ ἑνὶ πάντες περιπεσοῦνται,
ὁποίῳ καὶ οἱ ἄγγελοι περιπεπτώκασι, καὶ ἀσύστατον εἴη ἂν τὸ παρ’312 in vol. 1
Haer
.

1

.

313

αὐτῶν δραματούργημα, δηλητηρίου ἔμπλεον καὶ πάσης ἰώδους διδα‐ σκαλίας μεμεστωμένον. ταύτην δὲ αὖθις ὀπίσω τρέψαντες, ὥσπερ δράκοντος κεφαλὴν ξύλῳ τῆς πίστεως καὶ τῆς ἀληθείας ἐπὶ γῆς λακίσαντες, ταῖς ἄλλαις θηριομόρφοις προσπελάσαντες ἐπ’ ὀλέθρῳ *
5τούτων ἥκειν ἑαυτοὺς διὰ τὴν ἐπαγγελίαν ἀναγκάσωμεν. Κατὰ Κηρινθιανῶν ἤτοι Μηρινθιανῶν η, τῆς δὲ ἀκολουθίας κη. 1. Κήρινθος δὲ αὖθις, ἀφ’ οὗπερ οἱ Κηρινθιανοὶ λεγόμενοι, ἀπὸ ταύτης τῆς θηριώδους σπορᾶς τὸν ἰὸν τῷ κόσμῳ φέρων ἥκει· σχεδὸν δὲ οὐδὲν ἕτερον παρὰ τὸν προειρημένον Καρποκρᾶν, ἀλλὰ τὰ αὐτὰ
10τῷ κόσμῳ κακοποιὰ φάρμακα ἐκβλυστάνει. τὰ ἴσα γὰρ τῷ προει‐ ρημένῳ εἰς τὸν Χριστὸν συκοφαντήσας ἐξηγεῖται καὶ οὗτος, ἐκ Μαρίας καὶ ἐκ σπέρματος Ἰωσὴφ τὸν Χριστὸν γεγεννῆσθαι καὶ τὸν κόσμον ὁμοίως ὑπὸ ἀγγέλων γεγενῆσθαι. οὐδὲν γὰρ οὗτος παρὰ τὸν πρῶ‐ τον διήλλαξε τῇ εἰσαγωγῇ τῆς αὐτοῦ διδασκαλίας ἀλλ’ ἢ ἐν τούτῳ
15μόνον, ἐν τῷ προσέχειν τῷ Ἰουδαϊσμῷ ἀπὸ μέρους. φάσκει δὲ οὗτος τὸν νόμον καὶ τοὺς προφήτας ὑπὸ ἀγγέλων δεδόσθαι, τὸν δὲ δεδω‐ κότα τὸν νόμον ἕνα εἶναι τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκό‐
των. ἐγένετο δὲ οὗτος ὁ Κήρινθος ἐν τῇ Ἀσίᾳ διατρίβων κἀκεῖσε313 in vol. 1
Haer
.

1

.

314

τοῦ κηρύγματος τὴν ἀρχὴν πεποιημένος. ἤδη δὲ περὶ τούτου εἴ‐ παμεν ὡς καὶ οὗτος ἐκήρυττεν οὐκ ἀπὸ τῆς πρώτης καὶ ἄνωθεν δυ‐ νάμεως τὸν κόσμον γεγενῆσθαι, ἄνωθεν δὲ ἐκ τοῦ ἄνω θεοῦ μετὰ τὸ ἁδρυνθῆναι τὸν Ἰησοῦν, τὸν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας γε‐
5γεννημένον, κατεληλυθέναι τὸν Χριστὸν εἰς αὐτὸν τουτέστι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς ἐν τῷ Ἰορδάνῃ καὶ ἀποκαλύψαι αὐτῷ καὶ δι’ αὐτοῦ τοῖς μετ’ αὐτοῦ τὸν ἄγνωστον πατέρα. καὶ διὰ τοῦτο ἐπειδὴ ἦλθεν εἰς αὐτὸν ἄνωθεν δύναμις, δυνάμεις ἐπιτετελεκέναι· καὶ αὐτοῦ πεπονθότος τὸ ἐλθὸν ἄνωθεν ἀναπτῆναι ἄνω ἀπὸ τοῦ
10Ἰησοῦ, πεπονθότα δὲ τὸν Ἰησοῦν καὶ πάλιν ἐγηγερμένον, Χριστὸν δὲ τὸν ἄνωθεν ἐλθόντα εἰς αὐτὸν ἀπαθῆ ἀναπτάντα, ὅπερ ἐστὶ τὸ κατελθὸν ἐν εἴδει περιστερᾶς, καὶ οὐ τὸν Ἰησοῦν εἶναι Χριστόν. 2. Ἐκπέπτωκε δὲ καὶ οὗτος, ὡς ὁρᾶτε πάντες οἱ τῆς ἀληθείας ἐρασταί. φάσκει γὰρ τὸν τὸν νόμον δεδωκότα οὐκ ἀγαθόν, οὗ τῷ
15νόμῳ πείθεσθαι δοκεῖ, δῆλον δὲ ὅτι ὡς ἀγαθῷ. πῶς οὖν ὁ πονηρὸς τὸν ἀγαθὸν νόμον δέδωκεν; εἰ γὰρ καλὸν τὸ μὴ μοιχεύειν καὶ καλὸν τὸ μὴ φονεύειν, πόσῳ γε μᾶλλον ὁ ἐντειλάμενος βελτίων εἴη, ἐάν γε ὁ μὴ πράξας ἀγαθὸς ὁμολογῆται· πῶς δὲ κατηγορηθήσεται κακὰ πράττων ὁ τὸ ἀγαθὸν συμβουλεύων καὶ ἀγαθὸν διδοὺς νόμον; ἀλλὰ
20μανιώδης ὁ ἀνὴρ τοιούτοις ἐγχειρῶν. οὗτος δέ ἐστιν, ἀγαπητοί, εἷς τῶν ἐπὶ τῶν ἀποστόλων τὴν ταραχὴν ἐργασαμένων, ὅτε οἱ περὶ Ἰάκωβον γεγράφασιν εἰς τὴν Ἀντιόχειαν ἐπιστολήν, λέγοντες ὅτι
«ἔγνωμέν τινας ἐξ ἡμῶν πρὸς ὑμᾶς ἐλθόντας καὶ ταράξαντας ὑμᾶς314 in vol. 1
Haer
.

1

.

315

λόγοις, οἷς οὐ διεστειλάμεθα»· καὶ οὗτος εἷς ἐστι τῶν ἀντιστάντων τῷ ἁγίῳ Πέτρῳ, ἐπειδὴ εἰσῆλθε πρὸς Κορνήλιον τὸν ἅγιον, ὅτε μετε‐ στείλατο αὐτὸν καταξιωθεὶς ὀπτασίας ἀγγέλου καὶ ὁ Πέτρος ἐδίσταζε καὶ εἶδεν τὸ ὅραμα τῆς ὀθόνης καὶ τὰ ἐν αὐτῇ καὶ ἤκουσε παρὰ
5κυρίου μηδὲν κοινὸν λέγειν ἢ ἀκάθαρτον. οὗτος οὖν παρεκίνει περὶ τοῦ Πέτρου ἀνελθόντος εἰς Ἱερουσαλὴμ τὰ πλήθη τῶν ἐκ περιτομῆς λέγων ὅτι «εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας». ἐποίησε δὲ τοῦτο Κήρινθος πρὶν ἢ ἐν τῇ Ἀσίᾳ κηρῦξαι τὸ αὐτοῦ κήρυγμα καὶ ἐμπεσεῖν εἰς τὸ περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον. διὰ
10γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον, δῆθεν ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν ἐθηράσατο. 3. Τοῦ δὲ κυρίου πάντοτε τὴν ἐπιμέλειαν τῆς ἀνθρωπότητος ποιουμένου καὶ τὸ σαφὲς τῆς ἀληθείας ἐν τοῖς τῆς ἀληθείας υἱοῖς ἀσφαλιζομένου καὶ δόντος Πέτρῳ τῷ ἁγίῳ ἀποστόλῳ ποιήσασθαι
15τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον, φανερὰ γίνεται ἡ τοῦ Κη‐ ρίνθου ἄνοια. φησὶ γὰρ ὁ ἅγιος Πέτρος «ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ καὶ εἶδον ἐν μέσῃ τῇ ἡμέρᾳ περὶ ὥραν ἕκτην ὀθόνην καθιε‐ μένην, δεδεμένην ἐν τέτρασιν ἀρχαῖς, ἐν ᾗ ἦν πάντα τὰ τετράποδα καὶ ἑρπετά. καὶ εἶπέν μοι· θῦσον καὶ φάγε. ἐγὼ δὲ εἶπον· κύριε
20μηδαμῶς, ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου. ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθέρισε, σὺ μὴ κοίνου. καὶ ἐξαυτῆς ἰδοὺ δύο ἄνδρες εἱστήκεισαν εἰς τὴν οἰκίαν καὶ εἶπέν μοι τὸ πνεῦμα· πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος». καὶ λοιπὸν διηγεῖται, ὡς ἐν παραβολῇ ταῦτα πρὸς
25αὐτὸν εἴρηται καὶ ὡς τότε ἐδίσταξεν, ἕως ὅτε ὁ κύριος ἐναργῶς ἔδειξεν αὐτῷ ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν. εὐθὺς
γὰρ αὐτοῦ ἀνοίξαντος τὸ στόμα, ὅτε ἦλθεν εἰς Καισάρειαν, ἐπέπεσε315 in vol. 1
Haer
.

1

.

316

τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ Κορνήλιον. καὶ ἰδὼν ὁ Πέτρος εἶπε «μή τις δύναται κωλῦσαι τὸ ὕδωρ ἀπὸ τούτων τῶν καταξιωθέντων τὸ πνεῦμα τὸ ἅγιον λαβεῖν, ὡς καὶ ἡμεῖς ἐξ ἀρχῆς;» τὸ πᾶν δὲ ἦν τοῦτο μυστήριον καὶ τῆς τοῦ θεοῦ φιλανθρωπίας ἔργον, ὅπως ὅ τε
5ἅγιος Πέτρος καὶ πᾶς τις γνώσεται ὅτι οὐκ ἀπ’ ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ’ ἐκ θεοῦ. προὔλαβεν γὰρ ὁ θεὸς δοῦναι τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος καὶ τὴν τοῦ ἀγγέλου ὀπτασίαν καὶ τὴν ἀποδοχὴν τῆς εὐχῆς καὶ νηστειῶν καὶ ἀγαθοποιιῶν, ἵνα ὃ ἐπιστεύ‐ θησαν οἱ ἀπόστολοι, μάλιστα ὁ ἅγιος Πέτρος καὶ οἱ λοιποὶ ἀπόστολοι,
10μὴ ἀποστερήσωσιν τὸν ἐκ θεοῦ κατὰ ἀλήθειαν κεκλημένον. 4. Ἀλλὰ ταῦτα μὲν τότε ἐπραγματεύθη κινηθέντα ὑπὸ τοῦ προ‐ ειρημένου ψευδαποστόλου Κηρίνθου, ὡς καὶ ἄλλοτε στάσιν αὐτός τε καὶ οἱ μετ’ αὐτοῦ εἰργάσαντο ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ὁπηνίκα Παῦλος ἀνῆλθε μετὰ Τίτου καὶ ὡς οὗτος ἔφη ὅτι «ἄνδρας ἀκροβύστους
15εἰσήνεγκε μεθ’ ἑαυτοῦ», ἤδη περὶ Τίτου λέγων, «καὶ κεκοίνωκε (φησί) τὸν ἅγιον τόπον». διὸ καὶ Παῦλος λέγει «ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ, οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑπο‐
20ταγῇ»· καὶ τοῖς ἐν ἀκροβυστίᾳ παραγγέλλων ἔλεγεν «μὴ περιτέμνεσθε· ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». διήρκεσε δὲ ἡ περιτομὴ χρόνῳ ὑπηρετήσασα, ἕως ἡ μείζων περιτομὴ παρεγένετο, τουτέστιν τὸ λουτρὸν τῆς παλιγγενεσίας, ὡς παντί τῳ δῆλόν ἐστι καὶ σαφέστερον δείκνυται ἀπὸ τῶν παρὰ τοῖς ἀποστόλοις εἰρημένων,
25μάλιστα παρὰ τῷ ἁγίῳ ἀποστόλῳ Παύλῳ· φάσκει γὰρ οὕτως «οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ». παντὶ δὲ τῷ βουλομένῳ κατανοεῖν τὰ παρὰ τοῖς ἀποστόλοις τότε πεπραγματευμένα θαυμάσαι
ἔπεστι, πῶς τὰ παρὰ τῇ αἱρέσει ταύτῃ ἐξ ἐπιπνοίας πνεύματος πλά‐316 in vol. 1
Haer
.

1

.

317

νης ἐνεργηθέντα τὸν χαρακτῆρα ὑποδείκνυσι τῶν διὰ τῶν αἱρέσεων τούτων ἐν τοῖς ἀποστόλοις τὴν κίνησιν ἐργασαμένων. ἀποστάντων γὰρ τούτων καὶ εἰς ψευδαποστόλους τραπέντων 〈καὶ〉 ἄλλους ψευδα‐ ποστόλους ἀποστειλάντων ὡς καὶ ἤδη προείρηται εἰς τὴν Ἀντιόχειαν
5ἐν ἀρχῇ καὶ εἰς ἄλλους τόπους, λέγοντας ὅτι «ἐὰν μὴ περιτμηθῆτε καὶ φυλάξητε τὸν νόμον Μωυσέως, οὐ δύνασθε σωθῆναι», οὐχ ἡ τυχοῦσα τότε ταραχὴ ἐγένετο ὡς προείρηται. καὶ οὗτοί εἰσιν οἱ παρὰ τῷ ἀποστόλῳ Παύλῳ εἰρημένοι «ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ».
10 5. Χρῶνται γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ—ἀπὸ μέρους καὶ οὐχὶ ὅλῳ, ἀλλὰ διὰ τὴν γενεαλογίαν τὴν ἔνσαρκον—καὶ ταύτην μαρτυρίαν φέρουσιν, ἀπὸ τοῦ εὐαγγελίου πάλιν λέγοντες ὅτι «ἀρκε‐ τὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος». τί οὖν, φησί; περι‐ ετμήθη ὁ Ἰησοῦς, περιτμήθητι καὶ αὐτός. Χριστὸς κατὰ νόμον,
15φησίν, ἐπολιτεύσατο, καὶ αὐτὸς τὰ ἴσα ποίησον. ὅθεν καί τινες ἐκ τούτων ὡς ὑπὸ δηλητηρίων ὑφαρπαχθέντες πείθονται ταῖς πιθανο‐ λογίαις διὰ τὸ τὸν Χριστὸν περιτετμῆσθαι. τὸν δὲ Παῦλον ἀθε‐ τοῦσι διὰ τὸ μὴ πείθεσθαι τῇ περιτομῇ, ἀλλὰ καὶ ἐκβάλλουσιν αὐτὸν διὰ τὸ εἰρηκέναι «ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε»,
20καὶ ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει».317 in vol. 1
Haer
.

1

.

318

6. Οὗτος δὲ ὁ Κήρινθος ἀνόητος καὶ ἀνοήτων διδάσκαλος φάσκει πάλιν τολμήσας Χριστὸν πεπονθέναι καὶ ἐσταυρῶσθαι, μήπω δὲ ἐγηγέρθαι, μέλλειν δὲ ἀνίστασθαι ὅταν ἡ καθόλου γένηται νεκρῶν ἀνάστασις. ἀσύστατα τοίνυν ταῦτα παρὰ τούτοις, τά τε ῥήματα καὶ
5νοήματα. ὅθεν καὶ ὁ ἀπόστολος ἐκπληττόμενος τοῖς μὲν ἀπιστοῦσι τῇ ἀναστάσει τῶν νεκρῶν τῇ μελλούσῃ ἔσεσθαι ἔλεγεν «εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται» καὶ τό «φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν» καὶ τό «μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί». πάλιν δὲ τοῖς λέγουσι τὸν Χριστὸν
10μηδέπω ἐγηγερμένον ὡσαύτως τὸν ἔλεγχον ἐπιφέρει λέγων «εἰ Χρι‐ στὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις ἡμῶν. εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, 〈ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ〉, ὅτι ἤγειρεν τὸν Χριστόν, εἴπερ οὐκ ἤγειρεν»· * ὡς τῶν [μὲν] ἀποστόλων κηρυττόντων Χριστὸν μὲν
15〈μηδέπω〉 ἐγηγέρθαι, νεκροὺς δὲ μὴ ἐγείρεσθαι. ἐν ταύτῃ γὰρ τῇ πατρίδι, φημὶ δὲ Ἀσίᾳ, ἀλλὰ καὶ ἐν τῇ Γαλατίᾳ πάνυ ἤκμασε τὸ τούτων διδασκαλεῖον, ἐν οἷς καί τι παραδόσεως πρᾶγμα ἦλθεν εἰς ἡμᾶς, ὡς τινῶν μὲν παρ’ αὐτοῖς προφθανόντων τελευτῆσαι ἄνευ βαπτίσματος, ἄλλους δὲ ἀντ’ αὐτῶν εἰς ὄνομα ἐκείνων βαπτίζεσθαι,
20ὑπὲρ τοῦ μὴ ἐν τῇ ἀναστάσει ἀναστάντας αὐτοὺς δίκην δοῦναι τι‐ μωρίας βάπτισμα μὴ εἰληφότας, γίνεσθαι δὲ ὑποχειρίους τῆς τοῦ κοσμοποιοῦ ἐξουσίας. καὶ τούτου ἕνεκα ἡ παράδοσις ἡ ἐλθοῦσα εἰς ἡμᾶς φησι τὸν αὐτὸν ἅγιον ἀπόστολον εἰρηκέναι «εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;» καλῶς δὲ ἄλλοι τὸ ῥη‐
25τὸν ἑρμηνεύοντές φασιν ὅτι οἱ μέλλοντες τελευτᾶν, ἐπὰν ὦσι κατη‐ χούμενοι, ἐπὶ ταύτῃ τῇ ἐλπίδι πρὸ τῆς τελευτῆς λουτροῦ καταξιοῦνται, δεικνύντες ὅτι ὁ τελευτήσας καὶ ἀναστήσεται καὶ διὰ τοῦτο ἐπιδέεται τῆς διὰ τοῦ λουτροῦ ἀφέσεως ἁμαρτημάτων. τούτων δὲ οἱ μὲν τὸν Χριστὸν μηδέπω ἐγηγέρθαι κεκηρύχασιν, ἀνίστασθαι δὲ μετὰ πάντων,
30οἱ δὲ ὅτι ὅλως νεκροὶ οὐκ ἀναστήσονται. διὸ μέσος χωρήσας ὁ ἀπό‐318 in vol. 1
Haer
.

1

.

319

στολος πρὸς ἀμφοτέρους τούτους καὶ τὰς λοιπὰς αἱρέσεις ἐν τῇ μιᾷ ἐργασίᾳ τὴν ἀνατροπὴν πεποίηται ἐν τῇ περὶ νεκρῶν † ἀναστάσει καὶ ἐν ταῖς μαρτυρίαις αἷς κατὰ λεπτότητα διεξιὼν τὴν βεβαίαν σύστασιν ἐποιήσατο τῆς τῶν νεκρῶν ἀναστάσεως καὶ σωτηρίας καὶ
5ἐλπίδος, φάσκων «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν» καὶ πάλιν ὅτι «Χριστὸς ἐγήγερται ἀπαρχὴ τῶν κεκοιμημένων», ἵνα τὰς ἀμφοτέρας σχέσεις τῶν αἱρέσεων ἐλέγξας τὸ ἀμόλυντον τῆς διδασκαλίας κήρυγμα ἐξ ἀληθείας διδάξῃ τοὺς βουλομένους εἰδέναι τὴν τοῦ θεοῦ ἀλήθειαν
10καὶ σωτηριώδη διδασκαλίαν. 7. Πανταχόθεν τοίνυν φωρατὸς ἂν εἴη Κήρινθος καὶ οἱ ἀμφ’ αὐτόν, ἀπατηθεὶς ὁ τάλας καὶ ἄλλοις αἴτιος γεγονὼς ἀπωλείας, τῶν θείων γραφῶν σαφῶς ἡμῖν κατὰ λεπτότητα περὶ πάντων εἰσηγου‐ μένων. οὔτε γὰρ ἐκ σπέρματος Ἰωσὴφ ὁ Χριστός, ἐπεὶ πῶς ἔτι ση‐
15μεῖον εἴη τὸ γέννημα, καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ εἰρημένον πῶς ἔτι συσταθήσεται, ὡς εἶπεν «αὐτὸς ὁ κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν» καὶ τὰ ἑξῆς· πῶς δὲ ἔτι πληρωθήσεται τὸ εἰρημένον παρὰ τῆς ἁγίας παρθένου πρὸς τὸν Γαβριήλ «πῶς ἔσται τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω» καὶ αὐτοῦ λέγον‐
20τος «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι» καὶ τὰ ἑξῆς, πῶς δὲ ἔτι πάλιν οὐκ ἐλεγχθήσεται αὐτῶν ἡ ἄνοια, τοῦ εὐαγγελίου σαφῶς λέγοντος ὅτι «ηὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν ἢ συνελθεῖν αὐτούς»; ἔστιν δὲ γνῶναι σαφῶς ὅτι οὐδὲ ὅλως συνῆλθον. μὴ γένοιτο γὰρ τοῦτο εἰπεῖν, ἐπεὶ οὐκ ἂν μετὰ σταυρὸν
25προενόει παραθέσθαι αὐτὴν Ἰωάννῃ τῷ ἁγίῳ παρθένῳ, ὡς λέγει «ἴδε ἡ μήτηρ σου» καὶ τῇ αὐτῇ «ἴδε ὁ υἱός σου». ἔδει γὰρ αὐτὸν παραδοῦναι αὐτὴν τοῖς αὐτῆς συγγενέσιν ἢ τοῖς τέκνοις τοῦ Ἰωσήφ,
εἴπερ ἦσαν ἐξ αὐτῆς, Ἰακώβῳ φημὶ καὶ Ἰωσῇ καὶ Ἰούδᾳ καὶ Συμεῶνι319 in vol. 1
Haer
.

1

.

320

υἱοῖς οὖσι τοῦ Ἰωσὴφ ἀπὸ ἄλλης γυναικός. οὐδὲ γὰρ κέχρηται τῇ παρθένῳ ὅλως, μὴ γένοιτο· εὑρίσκεται γὰρ μετὰ τὸ γεγεννηκέναι ἡ παρθένος ἄχραντος. ἀλλὰ περὶ τούτων ἤδη ἐν ἄλλῳ μοι λόγῳ σαφῶς πεπραγμάτευται καὶ πραγματευθήσεται· ὧδε δὲ ἐν μέρει ὡς ἐν παρ‐
5εκδρόμῃ περὶ τῆς τούτων ὑποθέσεως εἴρηται, ἵνα μὴ ἑτέρων δηγμά‐ των βουλόμενος ποιῆσαι ἴασιν καὶ ἑτέρων δηλητηρίων ἄκος καὶ ἀλεξητήριον * εἰς ἄλλα τοὺς ἐντυγχάνοντας παρεκτρέψω. πλὴν ἐκ παντὸς τῷ τὴν σύνεσιν κεκτημένῳ μάταιος ἡ τούτων καταχλεύαστος διδασκαλία συσταθήσεται, παρὰ μὲν τοῖς ἀποστόλοις ἐλεγχομένη, παρὰ
10δὲ τοῖς συνετοῖς καταγινωσκομένη, ἐκ θεοῦ δὲ καὶ τοῦ αὐτοῦ τῆς ἀληθείας κηρύγματος ἐκβαλλομένη. 8. Καλοῦνται δὲ πάλιν οὗτοι Μηρινθιανοί, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς φάσις περιέχει. εἴτε γὰρ ὁ αὐτὸς Κήρινθος Μήρινθος πάλιν ἐκαλεῖτο, οὐ πάνυ τι σαφῶς περὶ τούτου ἴσμεν, εἴτε ἄλλος τις ἦν
15Μήρινθος ὀνόματι συνεργὸς τούτου, θεῷ ἔγνωσται. ἤδη γὰρ εἴπα‐ μεν ὅτι οὐ μόνον αὐτὸς ἐν Ἱεροσολύμοις πολλάκις ἀντέστη τοῖς ἀπο‐ στόλοις, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ καὶ ἐν τῇ Ἀσίᾳ· πλὴν ἤτοι αὐτὸς εἴη ἢ καὶ ἄλλος σὺν αὐτῷ συνεργὸς τὰ ὅμοια αὐτῷ φρονῶν καὶ συμπράττων εἰς τὰ ἴσα, οὐδὲν διαφέρει. ἡ γὰρ πᾶσα αὐτῶν κακο‐
20τροπία τῆς διδασκαλίας τοῦτον ἔχει τὸν χαρακτῆρα, Κηρινθιανοὶ δὲ ὁμοῦ καὶ Μηρινθιανοὶ οὗτοι καλοῦνται. Καὶ ταῦτα περὶ ταύτης τῆς δεινῆς καὶ ἑρπετώδους μοχθηρίας διεξιόντες πάλιν ἐπὶ τὰς ἑξῆς προβαίνομεν, εὐχαριστοῦντες μὲν ὅτι τὸ πέλαγος τούτων τῶν κακῶν δογμάτων ἀβλαβῶς διενηξάμεθα,
25εὐχόμενοι δὲ ἵνα ἐν τοῖς ἑξῆς παρεντυχόντες, ὡς εἰς δυσθαλάττια καὶ θηριώδη βράχη παρεμπεσόντες μὴ ἀδικηθῶμεν, ἀλλὰ σω‐ τηρίας τύχωμεν τῆς ἀπὸ τῆς μελλούσης ἡμῖν καθ’ ὑφήγησιν ἀνα‐
φαίνεσθαι ἀληθείας ἐν τῷ ἡμᾶς συνιστᾶν αὐτήν τε καὶ τὴν ἐπ’ αὐτῇ320 in vol. 1
Haer
.

1

.

321

κενοφωνίαν. τῷ γὰρ βουλομένῳ σκοπεῖν καὶ τὰς τούτων ἰδέας ἀνα‐ γράφειν καὶ αὕτη παρεικασθήσεται ὡς ἀληθῶς δικεφάλῳ τινὶ ὄφει διὰ τὸ διώνυμον καὶ τῇ καλουμένῃ σηπεδόνι ἐχίδνῃ, τῇ κομώσῃ μὲν πᾶν τὸ σῶμα αὐτῆς ἐν θριξὶν ἐρυθραῖς, οὐκ ἐχούσῃ δὲ οὐδὲ αἰγὸς
5οὐδὲ προβάτου φύσιν ἢ δορὰν ἀλλὰ ἑρπετοῦ καὶ τὴν λύμην ἐργαζο‐ μένῃ διὰ τοῦ δήγματος τοῖς παρεντυγχάνουσιν, ἀνατρέπουσα τοὺς αὐτῇ πειθομένους, πῆ μὲν ἀπὸ παλαιᾶς θρῃσκείας τὰ τῆς νέας δια‐ θήκης ἀφανίζουσα, πῆ δὲ διὰ λόγων ψευδῶν ὡς ἀπὸ νέας διαθήκης κατὰ τῶν ἀπὸ περιτομῆς εἰς Χριστὸν πεπιστευκότων ἀποστόλων
10τὰς ψευδηγορίας περιφέρουσα, ἧς τήν τε σῆψιν καὶ τὸν ἰὸν καὶ τοὺς ὀδόντας τῷ ξύλῳ τῆς ἀληθείας παίσαντες καὶ συντρίψαντες ἐπὶ τὰς μετέπειτα ὡς προεῖπον διεξιέναι ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.
Κατὰ Ναζωραίων θ, τῆς δὲ ἀκολουθίας κθ. 1. Ναζωραῖοι καθεξῆς τούτοις ἕπονται, ἅμα τε αὐτοῖς ὄντες ἢ
15καὶ πρὸ αὐτῶν ἢ σὺν αὐτοῖς ἢ μετ’ αὐτούς, ὅμως σύγχρονοι· οὐ γὰρ ἀκριβέστερον δύναμαι ἐξειπεῖν τίνες τίνας διεδέξαντο. καθὰ γὰρ ἔφην, σύγχρονοι ἦσαν ἀλλήλοις καὶ ὅμοια ἀλλήλοις κέκτηνται τὰ φρονήματα. οὗτοι γὰρ ἑαυτοῖς ὄνομα ἐπέθεντο οὐχὶ Χριστοῦ οὔτε
αὐτὸ τὸ ὄνομα τοῦ Ἰησοῦ, ἀλλὰ Ναζωραίων. πάντες δὲ Χριστιανοὶ321 in vol. 1
Haer
.

1

.

322

Ναζωραῖοι τότε ὡσαύτως ἐκαλοῦντο· γέγονε δὲ ἐπ’ ὀλίγῳ χρόνῳ καλεῖσθαι αὐτοὺς καὶ Ἰεσσαίους, πρὶν ἢ ἐπὶ τῆς Ἀντιοχείας ἀρχὴν λάβωσιν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοί. ἐκαλοῦντο δὲ Ἰεσσαῖοι διὰ τὸν Ἰεσσαί, οἶμαι, ἐπειδήπερ ὁ Δαυὶδ ἐξ Ἰεσσαί, ἐκ δὲ τοῦ Δαυὶδ
5κατὰ διαδοχὴν σπέρματος ἡ Μαρία, πληρουμένης τῆς θείας γραφῆς, κατὰ τὴν παλαιὰν διαθήκην τοῦ κυρίου λέγοντος πρὸς τὸν Δαυίδ «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου». 2. Δέδια δὲ καθ’ ἑκάστην ὑπόθεσιν λέξεως, † ὡς ταύτην τὴν † ὑπόθεσιν ποιοῦμαι, παρακινούσης με τῆς ἀληθείας τὰς ἐν αὐτῇ τῇ
10λέξει θεωρίας ὑποφαίνειν, διὰ τὸ μὴ πολὺ πλάτος περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως. τοῦ γὰρ κυρίου φήσαντος τῷ Δαυίδ «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου» καὶ ὅτι «ὤμοσε κύριος τῷ Δαυὶδ καὶ οὐ μεταμεληθήσεται» δῆλον ὡς ἡ τοῦ θεοῦ ἀμε‐ τάθετός ἐστιν ἐπαγγελία. καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ θεῷ τί
15ἐστιν ἀλλ’ ἢ τό «κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος»; «οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον ὁ θεός»· ἀλλὰ οὐδὲ ὄμνυσι τὸ θεῖον, εἰς παρά‐ στασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν δύναμιν. μεθ’ ὅρκου γὰρ ὤμοσε κύριος τῷ Δαυὶδ ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ τὸν θρό‐ νον αὐτοῦ. μαρτυροῦσι δὲ οἱ ἀπόστολοι ὅτι ἐκ σπέρματος τοῦ Δαυὶδ
20ἔδει τὸν Χριστὸν γεννηθῆναι, ὡς καὶ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστός· παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυριῶν, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς γε προεῖπον. εἴποι δ’ ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ
25τοῦ θρόνου Δαυὶδ οὐ καθέζεται; «ἦλθον» γάρ φησι τὸ εὐαγγέλιον «χρῖσαι αὐτὸν εἰς βασιλέα, καὶ γνοὺς ἀνεχώρησε» «καὶ ἐκρύβη ἐν Ἐφραῒμ πόλει τῆς ἐρήμου». φθάσαντες δὲ ἐπὶ τὸν τόπον τοῦ ῥητοῦ
τούτου καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς ὑποθέ‐322 in vol. 1
Haer
.

1

.

323

σεως, ὅτι τίνι τῷ λόγῳ κατὰ τὸ σαρκικὸν οὐ πεπλήρωται ἐπὶ τὸν σωτῆρα τὸ καθίσαι ἐπὶ θρόνον Δαυίδ (ἐνομίσθη γὰρ τοῦτό τισι μὴ πεπληρῶσθαι), ὅμως ὡς ἔστιν ἐροῦμεν. οὐδεμία γὰρ λέξις τῆς ἁγίας τοῦ θεοῦ γραφῆς διαπίπτει.
5 3. Θρόνος γὰρ Δαυὶδ καὶ βασιλικὴ ἕδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ ἐκ‐ κλησίᾳ ἱερωσύνη, ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ κύριος δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ Δαυίδ, μὴ διαλείποντα εἰς τὸν αἰῶνα. ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσεν ὁ θρόνος Δαυὶδ ἕως αὐ‐
10τοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων ἕως ἦλθεν «ᾧ τὰ ἀποκείμενα ἦν καὶ αὐτὸς προσδοκία ἐθνῶν» 〈ὥσ〉 φησιν. ἔληξαν γὰρ ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ οἱ κατὰ διαδοχὴν ἐξ Ἰούδα ἄρχοντες. ἕως γὰρ αὐτοῦ * ἡγούμενοι, διέπεσε δὲ ἡ τάξις καὶ 〈μετ〉έστη ἐξότε αὐτὸς γεννᾶται ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐπὶ Ἀλε‐
15ξάνδρου τοῦ ἀπὸ γένους ἱερατικοῦ καὶ βασιλικοῦ. ἀφ’ οὗ Ἀλεξάνδρου διέπεσεν οὗτος ὁ κλῆρος ἀπὸ χρόνων Σαλίνας, τῆς καὶ Ἀλεξάνδρας καλουμένης, ἐπὶ τοῖς χρόνοις Ἡρῴδου τοῦ βασιλέως καὶ Αὐγούστου τοῦ Ῥωμαίων αὐτοκράτορος· ὃς καὶ διάδημα ἐπέθετο ἑαυτῷ ὁ Ἀλέ‐ ξανδρος οὗτος, εἷς τῶν χριστῶν καὶ ἡγουμένων ὑπάρχων. συναφθει‐
20σῶν γὰρ τῶν δύο φυλῶν τοῦ τε βασιλικοῦ καὶ τοῦ ἱερατικοῦ, Ἰούδα δέ φημι καὶ Ἀαρὼν καὶ πάσης τῆς τοῦ Λευί, βασιλεῖς καὶ ἱερεῖς κα‐
θίστων· οὐ γὰρ διήμαρτέν τι ἀπὸ τῆς τῆς ἁγίας γραφῆς αἰνίξεως.323 in vol. 1
Haer
.

1

.

324

τότε δὲ λοιπὸν ἀλλόφυλος βασιλεὺς Ἡρῴδης καὶ οὐκέτι οἱ ἀπὸ τοῦ Δαυὶδ διάδημα ἐπέθεντο. μεταπεσούσης δὲ τῆς βασιλικῆς καθέδρας, ἐν Χριστῷ ἐπὶ τὴν ἐκκλησίαν ἀπὸ μὲν οἴκου τοῦ σαρκικοῦ Ἰούδα καὶ Ἰσραὴλ τὸ βασιλικὸν μετέστη ἀξίωμα, ἵδρυται δὲ ὁ θρόνος ἐν τῇ ἁγίᾳ
5τοῦ θεοῦ ἐκκλησίᾳ εἰς τὸν αἰῶνα, ἐκ δύο προφάσεων ἔχων τὸ ἀξίωμα τό τε βασιλικὸν καὶ τὸ ἀρχιερατικόν—καὶ τὸ μὲν βασιλικὸν ἀπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ δύο τρόπους διά τε τὸ εἶναι αὐτὸν ἐκ σπέρματος Δαυὶδ τοῦ βασιλέως κατὰ σάρκα καὶ τὸ εἶναι αὐτόν, ὅπερ καὶ ἔστι, βασιλέα μείζονα ἀπ’ αἰῶνος κατὰ τὴν θεότητα·
10τὸ δὲ ἱερατικόν, ὅτι αὐτὸς ἀρχιερεὺς καὶ ἀρχιερέων πρύτανις—, κατα‐ σταθέντος εὐθὺς Ἰακώβου, τοῦ ἀδελφοῦ τοῦ κυρίου καλουμένου καὶ ἀποστόλου, ἐπισκόπου πρώτου, υἱοῦ τοῦ Ἰωσὴφ φύσει ὄντος ἐν τάξει δὲ ἀδελφοῦ τοῦ κυρίου κληθέντος διὰ τὴν συνανατροφήν. 4. Ἦν γὰρ ὁ Ἰάκωβος οὗτος υἱὸς τοῦ Ἰωσὴφ ἐκ 〈πρώτησ〉 γυναι‐
15κὸς τοῦ Ἰωσήφ, οὐκ ἀπὸ Μαρίας, ὡς καὶ εἰς πολλοὺς τόπους τοῦτο ἡμῖν εἴρηται καὶ σαφέστερον ἡμῖν πεπραγμάτευται. ἀλλὰ καὶ εὑρί‐ σκομεν αὐτὸν ἐκ τοῦ Δαυὶδ ὄντα διὰ τὸ υἱὸν εἶναι τοῦ Ἰωσήφ, Να‐ ζιραῖόν 〈τε〉 γενόμενον (ἦν γὰρ πρωτότοκος τῷ Ἰωσὴφ καὶ ἡγιασμένος)· ἔτι δὲ καὶ ἱερατεύσαντα αὐτὸν κατὰ τὴν παλαιὰν ἱερωσύνην ηὕρομεν.
20διὸ καὶ ἐφίετο αὐτῷ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιέναι, ὡς τοῖς ἀρχιερεῦσιν ἐκέλευσεν ὁ νόμος κατὰ τὸ γεγραμμέ‐ νον· οὕτως γὰρ ἱστόρησαν πολλοὶ πρὸ ἡμῶν περὶ αὐτοῦ, Εὐσέβιός τε καὶ Κλήμης καὶ ἄλλοι. ἀλλὰ καὶ τὸ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐξῆν αὐτῷ φορεῖν, καθὼς οἱ προειρημένοι ἀξιόπιστοι ἄνδρες ἐν τοῖς
25αὐτοῖς ὑπομνηματισμοῖς ἐμαρτύρησαν. «ἱερεύς» τοίνυν, ὡς ἔφην,324 in vol. 1
Haer
.

1

.

325

ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός «εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελ‐ χισεδέκ», βασιλεύς τε ὁμοῦ κατὰ τὴν τάξιν τὴν ἄνωθεν, ἵνα μεταγάγῃ τὴν ἱερωσύνην ἅμα τῇ νομοθεσίᾳ. τοῦ δὲ σπέρματος Δαυὶδ κατὰ τὴν Μαρίαν καθεζομένου ἐν θρόνῳ, * εἰς τὸν αἰῶνα καὶ τῆς βασιλείας
5αὐτοῦ οὐκ ἔσται τέλος. ἔδει γὰρ αὐτὸν νῦν μεταγαγεῖν τὴν τάξιν τοῦ τότε βασιλείου. καὶ γὰρ ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἀπὸ τῆς γῆς, ὡς ἔλεγεν ἐν τῷ εὐαγγελίῳ Ποντίῳ Πιλάτῳ «ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου». τοῦ γὰρ Χριστοῦ τὰ πάντα πλη‐ ροῦντος δι’ αἰνιγμάτων, ἕως τινὸς μέτρου αἱ ὑποθέσεις ἔφθανον. οὐ
10γὰρ ἦλθεν, ἵνα προκοπὴν λάβῃ βασιλείας, ὁ βασιλεύων ἀεί· ἐχαρίσατο δὲ τοῖς ὑπ’ αὐτοῦ καθισταμένοις τὸ βασίλειον, ἵνα μὴ νομισθῇ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μείζονα προκόπτειν. μένει γὰρ αὐτοῦ ὁ θρόνος καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος καὶ κάθηται ἐπὶ τὸν θρόνον Δαυίδ, τὸ βασίλειον τοῦ Δαυὶδ μεταστήσας καὶ χαρισάμενος τοῖς ἑαυ‐
15τοῦ δούλοις ἅμα τῇ ἀρχιερωσύνῃ, τουτέστι τοῖς ἀρχιερεῦσι τῆς κα‐ θολικῆς ἐκκλησίας. καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν, ἀλλ’ ὅμως ἐπειδὴ εἰς τὸν τόπον ἐλήλυθα δι’ ἣν αἰτίαν Ἰεσσαῖοι ἐκαλοῦντο πρὶν τοῦ καλεῖσθαι Χριστιανοὶ οἱ εἰς Χριστὸν πεπιστευκότες, τούτου ἕνεκα ἔφημεν ὅτι ὁ Ἰεσσαὶ πατὴρ γίνεται τοῦ Δαυίδ, καὶ ἤτοι ἐξ ὑπο‐
20θέσεως τούτου τοῦ Ἰεσσαὶ ἤτοι ἐκ τοῦ ὀνόματος Ἰησοῦ τοῦ κυρίου ἡμῶν ἐπεκλήθησαν Ἰεσσαῖοι διὰ τὸ ἐξ Ἰησοῦ ὁρμᾶσθαι, μαθηταὶ αὐ‐ τοῦ ὄντες, ἢ διὰ τὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος τοῦ κυρίου· Ἰησοῦς γὰρ κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον θεραπευτὴς καλεῖται ἤτοι ἰατρὸς καὶ σωτήρ. ὅμως τούτῳ τῷ ὀνόματι πρὶν τοῦ Χριστιανοὺς
25αὐτοὺς καλεῖσθαι τὴν ἐπωνυμίαν ἐκέκτηντο. ἐπὶ Ἀντιοχείας δέ, κα‐ θάπερ ἄνω ἐπεμνήσθημεν καὶ ὡς ἔχει ἡ τῆς ἀληθείας ὑπόθεσις, ἤρξαντο οἱ μαθηταὶ καὶ πᾶσα ἡ ἐκκλησία τοῦ θεοῦ Χριστιανοὶ κα‐
λεῖσθαι.325 in vol. 1
Haer
.

1

.

326

5. Εὕροις δ’ ἄν, ὦ φιλολόγε, καὶ τούτων τὴν ὑπόθεσιν ἐντυχὼν τοῖς τοῦ Φίλωνος ὑπομνήμασιν ἐν τῇ περὶ Ἰεσσαίων αὐτοῦ ἐπιγραφο‐ μένῃ βίβλῳ, ὡς τούτων τὴν πολιτείαν καὶ τὰ ἐγκώμια διεξιὼν καὶ τὰ αὐτῶν μοναστήρια ἐν τῇ κατὰ τὴν Μάρειαν λίμνην ἱστορῶν
5περιοικίδι οὐ περί τινων ἑτέρων ὁ ἀνὴρ ἱστόρησεν, ἀλλὰ περὶ Χρι‐ στιανῶν. οὗτος γὰρ γενόμενος ἐν τῇ χώρᾳ (Μαρεῶτιν δὲ τὸν τόπον καλοῦσι) καὶ καταχθεὶς παρ’ αὐτοῖς ἐν τοῖς κατὰ τὸν χῶρον τοῦτον μοναστηρίοις ὠφέληται. ἐν ἡμέραις γὰρ τῶν Πάσχων ἐκεῖ γενόμενος, τάς τε αὐτῶν πολιτείας ἐθεάσατο καὶ ὥς τινες ἑβδομάδα
10τὴν ἁγίαν τῶν Πάσχων ὑπερτιθέμενοι διετέλουν, ἄλλοι δὲ διὰ δύο ἐσθίοντες, ἄλλοι δὲ καὶ καθ’ ἑσπέραν. ἦν δὲ πάντα ταῦτα τῷ ἀνδρὶ πεπραγματευμένα εἰς τὴν περὶ πίστεώς τε καὶ πολιτείας τῶν Χρι‐ στιανῶν ὑπόθεσιν. ὡς οὖν τότε ἐκαλοῦντο Ἰεσσαῖοι ἐπ’ ὀλίγῳ χρόνῳ μετὰ τὴν ἀνά‐
15ληψιν τοῦ σωτῆρος καὶ Μάρκου τῇ τῶν Αἰγυπτίων χώρᾳ κηρύξαντος κατὰ τοὺς χρόνους τούτους τινὲς ἐξεληλύθασι πάλιν, τῶν ἀποστόλων δῆθεν ἀκόλουθοι, λέγω δὲ οἱ ἐνταῦθά μοι δηλούμενοι Ναζωραῖοι, ὄντες μὲν κατὰ τὸ γένος Ἰουδαῖοι καὶ τῷ νόμῳ προσανέχοντες καὶ περιτομὴν κεκτημένοι, ἀλλ’ ὥσπερ ἀπὸ σκοποῦ τινες θεασάμενοι πῦρ
20καὶ μὴ νοήσαντες δι’ ἣν αἰτίαν οἱ τὴν πυρὰν ταύτην ἐξάψαντες ἢ326 in vol. 1
Haer
.

1

.

327

εἰς 〈ἣν〉 χρησιμότητα τοῦτο ποιοῦσιν, ἢ τὰ τῆς ζωῆς ἑαυτῶν ὀψώνια πρὸς ἐδωδὴν διὰ τῆς πυρᾶς κατασκευάζοντες ἢ ἐπὶ ἀφανισμῷ τινων καυστικῶν ξύλων ἢ φρυγάνων τῶν ὑπὸ πυρὸς εἰωθότων ἀναλίσκε‐ σθαι, οὕτω καὶ αὐτοὶ μιμησάμενοι πῦρ ἀνάψαντες ἑαυτοὺς ἐνέπρη‐
5σαν. ἀκούσαντες γὰρ μόνον ὄνομα Ἰησοῦ καὶ θεασάμενοι τὰ θεο‐ σήμεια τὰ διὰ τῶν χειρῶν τῶν ἀποστόλων γινόμενα καὶ αὐτοὶ εἰς Ἰησοῦν πιστεύουσιν. γνόντες δὲ αὐτὸν ἐν Ναζαρὲτ ἐν γαστρὶ συλ‐ ληφθέντα καὶ ἐν οἴκῳ Ἰωσὴφ ἀνατραφέντα καὶ διὰ τοῦτο ἐν τῷ εὐαγγελίῳ Ἰησοῦν τὸν Ναζωραῖον καλεῖσθαι, ὡς καὶ οἱ ἀπόστολοί
10φασιν «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἔν τε σημείοις καὶ τέρασι» καὶ τὰ ἑξῆς, τοῦτο τὸ ὄνομα ἐπιτιθέασιν ἑαυτοῖς τοῦ καλεῖσθαι Ναζωραίους—οὐχὶ Ναζιραίους, τὸ ἑρμηνευόμενον ἡγιασμέ‐ νους. τοῦτο γὰρ τοῖς τὸ παλαιὸν πρωτοτόκοις καὶ θεῷ ἀφιερω‐ θεῖσιν ὑπῆρχεν τὸ ἀξίωμα, ὧν εἷς ὑπῆρχεν ὁ Σαμψὼν καὶ ἄλλοι μετ’
15αὐτὸν καὶ πρὸ αὐτοῦ πολλοί, ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς τῶν αὐτῶν ἀφηγιασμένων τῷ θεῷ καὶ αὐτὸς εἷς ὑπῆρχεν· «οἶνον γὰρ καὶ σίκερα οὐκ ἔπινεν»· ὡρίζετο γὰρ τοῖς τοιούτοις αὕτη ἁρ‐ μόδιος τῷ ἀξιώματι ἡ πολιτεία. 6. ἀλλὰ οὐδὲ Νασαραίους ἑαυ‐ τοὺς ἐκάλεσαν· ἦν γὰρ ἡ αἵρεσις τῶν Νασαραίων πρὸ Χριστοῦ καὶ
20Χριστὸν οὐκ ᾔδει—· ἀλλὰ καὶ πάντες ἄνθρωποι τοὺς Χριστιανοὺς ἐκάλουν Ναζωραίους ὡς προεῖπον, ὡς λέγουσι κατηγοροῦντες Παύλου τοῦ ἀποστόλου «τοῦτον τὸν ἄνθρωπον ηὕρομεν λοιμὸν καὶ διαστρέ‐ φοντα τὸν λαόν, πρωτοστάτην τε ὄντα τῆς τῶν Ναζωραίων αἱρέ‐ σεως». ὁ δὲ ἅγιος ἀπόστολος οὐκ ἀρνεῖται μὲν τὸ ὄνομα, οὐχὶ τὴν
25τούτων αἵρεσιν ὁμολογῶν, ἀλλὰ τὸ ὄνομα τὸ ἀπὸ τῆς τῶν ἀντι‐327 in vol. 1
Haer
.

1

.

328

λεγόντων κακονοίας διὰ τὸν Χριστὸν ἐπενεχθὲν αὐτῷ ἀσμένως κατα‐ δεχόμενος. φησὶ γὰρ ἐπὶ τοῦ βήματος «οὔτε ἐν τῷ ἱερῷ ηὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασίν τινα ὄχλου ποιοῦντα οὐδὲ ὧν μου κατηγοροῦσιν οὐδὲν πεποίηκα. ὁμολογῶ δέ σοι τοῦτο, ὅτι κατὰ
5τὴν ὁδὸν ἣν αἵρεσιν οὗτοι φάσκουσιν οὕτω λατρεύω, πιστεύων πᾶσι τοῖς ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις». καὶ οὐ θαῦμα ὅτι ὁ ἀπόστολος ὡμολόγει ἑαυτὸν Ναζωραῖον, πάντων καλούντων τοὺς Χριστιανοὺς τότε τούτῳ τῷ ὀνόματι διὰ Ναζαρὲτ τὴν πόλιν, ἄλλης μὴ οὔσης χρήσεως τῷ ὀνόματι πρὸς τὸν καιρόν, ὥστε τοὺς ἀνθρώ‐
10πους 〈Ναζωραίουσ〉 καλεῖν τοὺς τῷ Χριστῷ πεπιστευκότας, περὶ οὗ καὶ γέγραπται «ὅτι Ναζωραῖος κληθήσεται». καὶ γὰρ καὶ νῦν ὁμω‐ νύμως οἱ ἄνθρωποι πάσας τὰς αἱρέσεις, Μανιχαίους τέ φημι καὶ Μαρκιωνιστὰς Γνωστικούς τε καὶ ἄλλους, Χριστιανοὺς τοὺς μὴ ὄντας Χριστιανοὺς καλοῦσι καὶ ὅμως ἑκάστη αἵρεσις, καίπερ ἄλλως λεγομένη,
15καταδέχεται τοῦτο χαίρουσα, ὅτι διὰ τοῦ ὀνόματος κοσμεῖται· δοκοῦσι γὰρ ἐπὶ τῷ τοῦ Χριστοῦ σεμνύνεσθαι ὀνόματι, οὐ μὴν τῇ πίστει καὶ τοῖς ἔργοις. οὕτω καὶ οἱ ἅγιοι τοῦ Χριστοῦ μαθηταὶ τότε μαθη‐ τὰς Ἰησοῦ ἑαυτοὺς ἐκάλουν, ὥσπερ οὖν καὶ ἦσαν· ἀκούοντες δὲ παρὰ ἄλλων Ναζωραῖοι οὐκ ἀπηναίνοντο, τὸν σκοπὸν θεωροῦντες τῶν
20τοῦτο αὐτοὺς καλούντων, ὅτι διὰ Χριστὸν αὐτοὺς ἐκάλουν, ἐπειδὴ καὶ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς 〈ὁ〉 Ναζωραῖος ἐκαλεῖτο, ὥσπερ ἔχει τὰ εὐαγγέλια καὶ αἱ Πράξεις τῶν ἀποστόλων, διὰ τὸ ἐν τῇ πόλει αὐτὸν Ναζαρὲτ (κώμῃ δὲ τὰ νῦν οὔσῃ) ἀνατετράφθαι ἐν οἴκῳ Ἰωσήφ, γεννη‐ θέντα κατὰ σάρκα ἐν Βηθλεὲμ ἀπὸ Μαρίας τῆς ἀειπαρθένου τῆς
25μεμνηστευμένης Ἰωσήφ, τῷ ἐν τῇ αὐτῇ Ναζαρὲτ μετῳκηκότι μετὰ
τὸ ἀπὸ Βηθλεὲμ αὐτὸν μεταναστάντα ἐν τῇ Γαλιλαίᾳ κατοικισθῆναι.328 in vol. 1
Haer
.

1

.

329

7. Οὗτοι δὲ οἱ προειρημένοι αἱρεσιῶται, περὶ ὧν ἐνταῦθα τὴν ὑφήγησιν ποιούμεθα, παρέντες τὸ ὄνομα τοῦ Ἰησοῦ οὔτε Ἰεσσαίους ἑαυτοὺς κεκλήκασιν οὔτε τῶν Ἰουδαίων ἔμειναν ἔχοντες τὸ ὄνομα οὔτε Χριστιανοὺς ἑαυτοὺς ἐπωνόμασαν, ἀλλὰ Ναζωραίους, δῆθεν ἀπὸ
5τῆς τοῦ τόπου τῆς Ναζαρὲτ ἐπωνυμίας, τὰ πάντα δέ εἰσιν Ἰουδαῖοι καὶ οὐδὲν ἕτερον. χρῶνται δὲ οὗτοι οὐ μόνον νέᾳ διαθήκῃ, ἀλλὰ καὶ παλαιᾷ διαθήκῃ, καθάπερ καὶ οἱ Ἰουδαῖοι. οὐ γὰρ ἀπηγόρευται παρ’ αὐτοῖς νομοθεσία καὶ προφῆται καὶ γραφεῖα τὰ καλούμενα παρὰ Ἰουδαίοις βιβλία, ὥσπερ παρὰ τοῖς προειρημένοις· οὐδέ τι ἕτερον οὗ‐
10τοι φρονοῦσιν, ἀλλὰ κατὰ τὸ κήρυγμα τοῦ νόμου καὶ ὡς οἱ Ἰουδαῖοι πάντα καλῶς ὁμολογοῦσι χωρὶς τοῦ εἰς Χριστὸν δῆθεν πεπιστευκέναι. παρ’ αὐτοῖς γὰρ καὶ νεκρῶν ἀνάστασις ὁμολογεῖται καὶ ἐκ θεοῦ τὰ πάντα γεγενῆσθαι, ἕνα δὲ θεὸν καταγγέλλουσι καὶ τὸν τούτου παῖδα Ἰησοῦν Χριστόν. Ἑβραϊκῇ δὲ διαλέκτῳ ἀκριβῶς εἰσιν ἠσκημένοι.
15παρ’ αὐτοῖς γὰρ πᾶς ὁ νόμος καὶ οἱ προφῆται καὶ τὰ γραφεῖα λεγό‐ μενα, φημὶ δὲ τὰ στιχηρὰ καὶ αἱ Βασιλεῖαι καὶ Παραλειπόμενα καὶ Ἐσθὴρ καὶ τἄλλα πάντα Ἑβραϊκῶς ἀναγινώσκεται, ὥσπερ ἀμέλει καὶ παρὰ Ἰουδαίοις. ἐν τούτῳ δὲ μόνον πρὸς Ἰουδαίους διαφέρονται καὶ Χριστιανούς, Ἰουδαίοις μὲν μὴ συμφωνοῦντες διὰ τὸ εἰς Χριστὸν
20πεπιστευκέναι, Χριστιανοῖς δὲ μὴ ὁμογνωμονοῦντες διὰ τὸ ἔτι νόμῳ
πεπεδῆσθαι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις. περὶ Χρι‐329 in vol. 1
Haer
.

1

.

330

στοῦ δὲ οὐκ οἶδ’ εἰπεῖν, εἰ καὶ αὐτοὶ τῇ τῶν προειρημένων περὶ Κή‐ ρινθον καὶ Μήρινθον μοχθηρίᾳ ἀχθέντες ψιλὸν ἄνθρωπον νομίζουσιν ἢ καθὼς ἡ ἀλήθεια ἔχει διὰ πνεύματος ἁγίου γεγεννῆσθαι ἐκ Μαρίας διαβεβαιοῦνται. ἔστιν δὲ αὕτη ἡ αἵρεσις ἡ Ναζωραίων ἐν τῇ Βε‐
5ροιαίων περὶ τὴν Κοίλην Συρίαν καὶ ἐν τῇ Δεκαπόλει περὶ τὰ τῆς Πέλλης μέρη καὶ ἐν τῇ Βασανίτιδι ἐν τῇ λεγομένῃ Κωκάβῃ, Χωχάβῃ δὲ Ἑβραϊστὶ λεγομένῃ. ἐκεῖθεν γὰρ ἡ ἀρχὴ γέγονε, μετὰ τὴν ἀπὸ τῶν Ἱεροσολύμων μετάστασιν πάντων τῶν μαθητῶν ἐν Πέλλῃ ᾠκηκότων, Χριστοῦ φήσαντος καταλεῖψαι τὰ Ἱεροσόλυμα καὶ ἀνα‐
10χωρῆσαι δι’ ἣν ἤμελλε πάσχειν πολιορκίαν. καὶ ἐκ τῆς τοιαύτης ὑποθέσεως τὴν Περαίαν οἰκήσαντες ἐκεῖσε, ὡς ἔφην, διέτριβον. ἐν‐ τεῦθεν ἡ κατὰ τοὺς Ναζωραίους αἵρεσις ἔσχεν τὴν ἀρχήν. 8. Πεπλάνηνται δὲ καὶ οὗτοι περιτομὴν αὐχοῦντες, καὶ ἔτι οἱ τοι‐ οῦτοι «ὑπὸ κατάραν εἰσί», μὴ δυνάμενοι τὸν νόμον πληρῶσαι. πῶς
15γὰρ δυνήσονται πληροῦν τὰ ἐν τῷ νόμῳ εἰρημένα, ὅτι «τρὶς τοῦ330 in vol. 1
Haer
.

1

.

331

ἔτους ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, κατά τε τὰ Ἄζυμα καὶ Σκηνοπηγίαν καὶ τὴν Πεντηκοστήν», ἐν τῷ τόπῳ Ἱεροσολύμων. ἀποκλεισθέντος γὰρ τοῦ τόπου καὶ τῶν ἐν τῷ νόμῳ μὴ δυναμένων πληροῦσθαι, παντὶ τῷ νοῦν ἔχοντι σαφὲς ἂν εἴη ὅτι Χριστὸς ἦλθεν πλη‐
5ρωτὴς τοῦ νόμου, οὐ τὸν νόμον καταλύσων, ἀλλὰ τὸν νόμον πληρώσων, καὶ ἀφελεῖν τὴν κατάραν τὴν κατὰ τῆς παραβάσεως τοῦ νόμου ὁρι‐ σθεῖσαν. μετὰ γὰρ τὸ ἐντείλασθαι τὸν Μωυσέα πᾶσαν ἐντολὴν ἦλθεν ἐπὶ τὸ τέρμα τῆς βίβλου καὶ «συνέκλεισε τὸ πᾶν εἰς κατάραν» λέγων «ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις λόγοις ἐν τῷ
10βιβλίῳ τούτῳ τοῦ ποιῆσαι αὐτούς». ἦλθεν οὖν λύων μὲν τὰ πε‐ πεδημένα δεσμοῖς τῆς κατάρας, χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα καὶ οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν ὡς τὰ πρότερα· οὕτως γὰρ κατὰ πᾶσαν αἵρεσιν φθάνοντες ἐν τῇ περὶ σαββατισμοῦ καὶ περιτομῆς
15καὶ τῶν ἄλλων σχέσει πολλάκις ἐπειργασάμεθα, πῶς ὁ κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται. πῶς δὲ οἱ τοιοῦτοι δυνήσονται ἀπο‐ λογίαν ἔχειν, μὴ τῷ πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι «μὴ βάρος ἐπιτίθε‐ σθαι πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορ‐
20νείας καὶ εἰδωλοθύτου;» πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ θεοῦ χάρι‐ τος, λέγοντος Παύλου τοῦ ἁγίου ἀποστόλου ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», «οἵτινες ἐν νόμῳ καυχᾶσθε, τῆς χάριτος ἐξεπέσατε»; 9. Ἀρκέσει γοῦν καὶ ἐν ταύτῃ τῇ αἱρέσει ἡ διὰ τῆς συντομίας
25παρ’ ἡμῶν διάλεξις. εὐθυέλεγκτοι γὰρ οἱ τοιοῦτοι καὶ εὐάλωτοι, καὶ Ἰουδαῖοι μᾶλλον καὶ οὐδὲν ἕτερον. πάνυ δὲ οὗτοι ἐχθροὶ τοῖς
Ἰουδαίοις ὑπάρχουσιν. οὐ μόνον γὰρ οἱ τῶν Ἰουδαίων παῖδες πρὸς331 in vol. 1
Haer
.

1

.

332

τούτους κέκτηνται μῖσος, ἀλλὰ καὶ ἀνιστάμενοι ἕωθεν καὶ μέσης ἡμέρας καὶ περὶ τὴν ἑσπέραν, τρὶς τῆς ἡμέρας ὅτε εὐχὰς ἐπιτελοῦσιν ἑαυτοῖς ἐν ταῖς συναγωγαῖς ἐπαρῶνται αὐτοῖς καὶ ἀναθεματίζουσι, τρὶς τῆς ἡμέρας φάσκοντες ὅτι «ἐπικαταράσαι ὁ θεὸς τοὺς Ναζω‐
5ραίους». δῆθεν γὰρ τούτοις περισσότερον ἐνέχουσι, διὰ τὸ ἀπὸ Ἰου‐ δαίων αὐτοὺς ὄντας Ἰησοῦν κηρύσσειν εἶναι 〈τὸν〉 Χριστόν, ὅπερ ἐστὶν ἐναντίον πρὸς τοὺς ἔτι Ἰουδαίους, τοὺς τὸν Ἰησοῦν μὴ δεξαμένους. ἔχουσι δὲ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον πληρέστατον Ἑβραϊστί. παρ’ αὐτοῖς γὰρ σαφῶς τοῦτο, καθὼς ἐξ ἀρχῆς ἐγράφη, Ἑβραϊκοῖς γράμ‐
10μασιν ἔτι σῴζεται. οὐκ οἶδα δὲ εἰ καὶ τὰς γενεαλογίας τὰς ἀπὸ τοῦ
Ἀβραὰμ ἄχρι Χριστοῦ περιεῖλον. ἀλλὰ καὶ ταύτην φωράσαντες332 in vol. 1
Haer
.

1

.

333

ὡς βληχρὸν καὶ ὀδύνης ἐμποιητικὸν διὰ τοῦ ἰοῦ σφηκίον, καταθλά‐ σαντες τε τοῖς τῆς ἀληθείας λόγοις, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἐπιπόθητοι, παρὰ θεοῦ αἰτοῦντες τὴν βοήθειαν.
Κατὰ Ἐβιωναίων ι, τῆς δὲ ἀκολουθίας λ.
5 1. Ἐβίων, ἀφ’ οὗπερ Ἐβιωναῖοι, καθεξῆς ἀκολουθῶν καὶ τὰ ὅμοια τούτοις φρονήσας, πολύμορφον τεράστιον καὶ ὡς εἰπεῖν τῆς μυθευομένης πολυκεφάλου ὕδρας ὀφιώδη μορφὴν ἐν ἑαυτῷ ἀνατυπω‐ σάμενος, πάλιν ἐπανέστη τῷ βίῳ, ἐκ τῆς τούτων μὲν σχολῆς ὑπάρ‐ χων, ἕτερα δὲ παρὰ τούτους κηρύττων καὶ ὑφηγούμενος. ὡς γὰρ
10εἴ τις συνάξειεν ἑαυτῷ ἐκ διαφόρων λίθων τιμίων κόσμον καὶ ποι‐ κίλης ἐσθῆτος ἔνδυμα καὶ διαφανῶς ἑαυτὸν κοσμήσῃ, οὕτω καὶ οὗτος τὸ ἀνάπαλιν πᾶν ὁτιοῦν δεινὸν καὶ ὀλετήριον καὶ βδελυκτὸν κήρυγμα, ἄμορφόν τε καὶ ἀπίθανον, ἀ〈ντι〉ζηλίας ἔμπλεον παρ’ ἑκάστης αἱρέ‐ σεως λαβὼν ἑαυτὸν ἀνετύπωσεν εἰς ἁπάσας. Σαμαρειτῶν μὲν γὰρ
15ἔχει τὸ βδελυρόν, Ἰουδαίων δὲ τὸ ὄνομα, Ὀσσαίων καὶ Ναζωραίων καὶ Νασαραίων τὴν γνώμην, Κηρινθιανῶν τὸ εἶδος, Καρποκρατιανῶν τὴν κακοτροπίαν, καὶ Χριστιανῶν βούλεται ἔχειν τὸ ἐπώνυμον μόνον (οὐ γὰρ δήπουθεν τήν τε πρᾶξιν καὶ τὴν γνώμην καὶ τὴν γνῶσιν καὶ τὴν τῶν εὐαγγελίων καὶ ἀποστόλων περὶ πίστεως
20συγκατάθεσιν)· μέσος δὲ ὡς εἰπεῖν ἁπάντων τυγχάνων οὐδὲν πέ‐333 in vol. 1
Haer
.

1

.

334

φυκεν, ἀλλὰ ἐπ’ αὐτὸν πληροῦται τὸ γεγραμμένον τό «παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, μέσον ἐκκλησίας καὶ συναγωγῆς». Σαμαρεί‐ της μὲν γὰρ ὢν διὰ τῆς βδελυρίας τοὔνομα ἀρνεῖται, Ἰουδαῖον δὲ ἑαυτὸν ὁμολογῶν Ἰουδαίοις ἀντίκειται, καίτοι συμφωνῶν αὐτοῖς ἐν
5μέρει, ὡς ὕστερον ἐν ταῖς περὶ τούτου ἀποδείξεσι τοῦ κατ’ αὐτῶν ἐλέγχου παραστήσομεν, θεοῦ ἐπιβοηθοῦντος. 2. Οὗτος γὰρ ὁ Ἐβίων σύγχρονος μὲν τούτων ὑπῆρχεν, ἀπ’ αὐ‐ τῶν δὲ σὺν αὐτοῖς 〈ὢν〉 ὁρμᾶται. τὰ πρῶτα δὲ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρός, τουτέστιν τοῦ Ἰωσήφ, τὸν Χριστὸν γεγεννῆσθαι
10ἔλεγεν· ὡς καὶ ἤδη ἡμῖν προείρηται ὅτι τὰ ἴσα τοῖς ἄλλοις ἐν ἅπασι φρονῶν ἐν τούτῳ μόνῳ διεφέρετο, ἐν τῷ τῷ νόμῳ τοῦ Ἰουδαϊσμοῦ προσανέχειν κατὰ σαββατισμὸν καὶ κατὰ τὴν περιτομὴν καὶ κατὰ τὰ ἄλλα πάντα, ὅσαπερ παρὰ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιτελεῖται. ἔτι δὲ πλείω οὗτος παρὰ τοὺς Ἰουδαίους ὁμοίως τοῖς Σαμαρείταις
15διαπράττεται. προσέθετο γὰρ τὸ παρατηρεῖσθαι ἅπτεσθαί τινος τῶν ἀλλοεθνῶν, καθ’ ἑκάστην δὲ ἡμέραν, εἴ ποτε γυναικὶ συναφθείη καὶ ᾖ ἀπ’ αὐτῆς, βαπτίζεσθαι ἐν τοῖς ὕδασιν, εἴ που δἂν εὐποροίη ἢ θαλάσσης ἢ ἄλλων ὑδάτων. ἀλλὰ καὶ εἰ συναντήσειέν τινι ἀνιὼν ἀπὸ τῆς τῶν ὑδάτων καταδύσεως καὶ βαπτισμοῦ, ὡσαύτως πάλιν
20ἀνατρέχει βαπτίζεσθαι, πολλάκις καὶ σὺν τοῖς ἱματίοις. τὰ νῦν δὲ334 in vol. 1
Haer
.

1

.

335

ἀπηγόρευται παντάπασι παρ’ αὐτοῖς παρθενία τε καὶ ἐγκράτεια, ὡς καὶ παρὰ ταῖς ἄλλαις ταῖς ὁμοίαις ταύτῃ αἱρέσεσι. ποτὲ γὰρ παρ‐ θενίαν ἐσεμνύνοντο, δῆθεν διὰ τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου· 〈διὸ〉 καὶ τὰ αὐτῶν συγγράμματα πρεσβυτέροις καὶ παρθένοις γρά‐
5φουσι. γέγονε δὲ ἡ ἀρχὴ τούτων μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν. ἐπειδὴ γὰρ πάντες οἱ εἰς Χριστὸν πεπιστευκότες τὴν Περαίαν κατ’ ἐκεῖνο καιροῦ κατῴκησαν τὸ πλεῖστον, ἐν Πέλλῃ τινὶ πόλει κα‐ λουμένῃ τῆς Δεκαπόλεως τῆς ἐν τῷ εὐαγγελίῳ γεγραμμένης πλησίον τῆς Βαταναίας καὶ Βασανίτιδος χώρας, τὸ τηνικαῦτα ἐκεῖ μετανα‐
10στάντων καὶ ἐκεῖσε διατριβόντων αὐτῶν, γέγονεν ἐκ τούτου πρόφασις τῷ Ἐβίωνι. καὶ ἄρχεται μὲν τὴν κατοίκησιν ἔχειν ἐν Κωκάβῃ τινὶ κώμῃ ἐπὶ τὰ μέρη τῆς Καρναὶμ τῆς καὶ Ἀσταρὼς ἐν τῇ Βασανίτιδι χώρᾳ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. ἔνθεν ἄρχεται τῆς κακῆς αὐτοῦ διδασκαλίας, ὅθεν δῆθεν καὶ οἱ Ναζωραῖοι, οἳ ἄνω μοι
15προδεδήλωνται. συναφθεὶς γὰρ οὗτος ἐκείνοις καὶ ἐκεῖνοι τούτῳ, ἑκάτερος ἀπὸ τῆς ἑαυτοῦ μοχθηρίας τῷ ἑτέρῳ μετέδωκε. καὶ δια‐ φέρονται μὲν ἕτερος πρὸς τὸν ἕτερον κατά τι, ἐν δὲ τῇ κακονοίᾳ ἀλλήλους ἀπεμάξαντο. ἤδη δέ μοι καὶ ἐν ἄλλοις λόγοις καὶ κατὰ τὰς ἄλλας αἱρέσεις περὶ τῆς τοποθεσίας Κωκάβων καὶ τῆς Ἀραβίας
20διὰ πλάτους εἴρηται. 3. Καὶ τὸ μὲν πρῶτον οὗτος ὁ Ἐβίων, ὡς ἔφην, Χριστὸν ἐκ σπέρματος ἀνδρός, τουτέστι τοῦ Ἰωσήφ, ὡρίζετο· ἐκ χρόνου δέ τινος καὶ δεῦρο οἱ αὐτοῦ, ὡς εἰς ἀσύστατον καὶ ἀμήχανον τρέψαντες
τὸν ἴδιον νοῦν ἄλλοι ἄλλως παρ’ αὐτοῖς περὶ Χριστοῦ διηγοῦνται·335 in vol. 1
Haer
.

1

.

336

τάχα δὲ οἶμαι ἀπὸ τοῦ συναφθῆναι αὐτοῖς Ἠλξαῖον τὸν ψευδοπρο‐ φήτην τὸν παρὰ τοῖς Σαμψηνοῖς καὶ Ὀσσηνοῖς καὶ Ἐλκεσαίοις καλου‐ μένοις 〈μοι προδεδηλωμένον〉, ὡς ἐκεῖνος φαντασίαν τινὰ περὶ Χρι‐ στοῦ διηγοῦνται καὶ περὶ πνεύματος ἁγίου. τινὲς γὰρ ἐξ αὐτῶν καὶ
5Ἀδὰμ τὸν Χριστὸν εἶναι λέγουσιν, τὸν πρῶτόν τε πλασθέντα καὶ ἐμφυσηθέντα ἀπὸ τῆς τοῦ θεοῦ ἐπιπνοίας. ἄλλοι δὲ ἐν αὐτοῖς λέ‐ γουσιν ἄνωθεν μὲν αὐτὸν ὄντα πρὸ πάντων δὲ αὐτὸν κτισθέντα,
πνεῦμα ὄντα καὶ ὑπὲρ ἀγγέλους ὄντα πάντων τε κυριεύοντα, καὶ336 in vol. 1
Haer
.

1

.

337

Χριστὸν λέγεσθαι, τὸν ἐκεῖσε δὲ αἰῶνα κεκληρῶσθαι· ἔρχεσθαι δὲ ἐνταῦθα ὅτε βούλεται, ὡς καὶ ἐν τῷ Ἀδὰμ ἦλθε καὶ τοῖς πατριάρ‐ χαις ἐφαίνετο ἐνδυόμενος τὸ σῶμα· πρὸς Ἀβραὰμ δὲ ἐλθὼν καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὁ αὐτὸς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἦλθεν καὶ αὐτὸ τὸ
5σῶμα τοῦ Ἀδὰμ ἐνεδύσατο καὶ ὤφθη ἀνθρώποις καὶ ἐσταυρώθη καὶ ἀνέστη καὶ ἀνῆλθεν. πάλιν δὲ ὅτε βούλονται λέγουσιν· οὐχί, ἀλλὰ εἰς αὐτὸν ἦλθε τὸ πνεῦμα ὅπερ ἐστὶν ὁ Χριστὸς καὶ ἐνεδύσατο αὐτὸν τὸν Ἰησοῦν καλούμενον. καὶ πολλὴ παρ’ αὐτοῖς σκότωσις, ἄλλοτε ἄλλως καὶ ἄλλως αὐτὸν ὑποτιθεμένοις. καὶ δέχονται μὲν καὶ αὐτοὶ
10τὸ κατὰ Ματθαῖον εὐαγγέλιον. τούτῳ γὰρ καὶ αὐτοί, ὡς καὶ οἱ κατὰ
Κήρινθον καὶ Μήρινθον χρῶνται μόνῳ. καλοῦσι δὲ αὐτὸ κατὰ337 in vol. 1
Haer
.

1

.

338

Ἑβραίους, ὡς τὰ ἀληθῆ ἔστιν εἰπεῖν, ὅτι Ματθαῖος μόνος Ἑβραϊστὶ καὶ Ἑβραϊκοῖς γράμμασιν ἐν τῇ καινῇ διαθήκῃ ἐποιήσατο τὴν τοῦ εὐαγγελίου ἔκθεσίν τε καὶ κήρυγμα. ἤδη δέ που καί τινες πάλιν ἔφασαν καὶ ἀπὸ τῆς Ἑλληνικῆς δια‐
5λέκτου τὸ κατὰ Ἰωάννην μεταληφθὲν εἰς Ἑβραΐδα ἐμφέρεσθαι ἐν τοῖς τῶν Ἰουδαίων γαζοφυλακίοις, φημὶ δὲ τοῖς ἐν Τιβεριάδι, καὶ ἐναποκεῖσθαι ἐν ἀποκρύφοις, ὥς τινες τῶν ἀπὸ Ἰουδαίων πεπιστευ‐ κότων ὑφηγήσαντο ἡμῖν κατὰ λεπτότητα· οὐ μὴν ἀλλὰ καὶ τῶν Πρά‐ ξεων τῶν ἀποστόλων τὴν βίβλον ὡσαύτως ἀπὸ Ἑλλάδος γλώσσης
10εἰς Ἑβραΐδα μεταληφθεῖσαν λόγος ἔχει ἐκεῖσε κεῖσθαι ἐν τοῖς γαζο‐ φυλακίοις, ὡς καὶ ἀπὸ τούτου τοὺς ἀναγνόντας Ἰουδαίους τοὺς ἡμῖν ὑφηγησαμένους εἰς Χριστὸν πεπιστευκέναι. 4. Ἦν δέ τις ἐξ αὐτῶν Ἰώσηπος, οὐχ ὁ συγγραφεὺς καὶ ἱστοριο‐ γράφος καὶ παλαιὸς ἐκεῖνος, ἀλλ’ ὁ ἀπὸ Τιβεριάδος ὁ ἐν χρόνοις τοῦ
15μακαρίτου Κωνσταντίνου τοῦ βασιλέως τοῦ γέροντος 〈γενόμενοσ〉, ὃς καὶ παρ’ αὐτοῦ τοῦ βασιλέως ἀξιώματος κομήτων ἔτυχε καὶ ἐξουσίαν εἴληφεν ἐν αὐτῇ τῇ Τιβεριάδι ἐκκλησίαν Χριστῷ ἱδρῦσαι καὶ ἐν Διο‐ καισαρείᾳ καὶ ἐν Καπερναοὺμ καὶ ἐν ταῖς ἄλλαις, ὃς καὶ πολλὰ πέ‐ πονθεν ὑπ’ αὐτῶν τῶν Ἰουδαίων πρὶν ἢ τῷ βασιλεῖ ἐμφανισθῆναι.
20 οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ’ αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἦν. εἰσὶ δὲ οὗτοι 〈οἱ〉 μετὰ τὸν πατριάρχην, ἀπόστολοι καλούμενοι. προσεδρεύουσι δὲ τῷ πατριάρχῃ καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι, διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον. ὁ δὲ πατριάρχης κατ’ ἐκεῖνο
25καιροῦ Ἐλλὴλ τοὔνομα ἦν (νομίζω γὰρ ὅτι οὕτως τὸ ὄνομα αὐτοῦ
Ἰώσηπος ἔλεγεν, εἰ μὴ ἀπὸ τοῦ χρόνου σφάλλομαι), ἐκ γένους δὲ τοῦ338 in vol. 1
Haer
.

1

.

339

Γαμαλιὴλ ἐτύγχανεν τοῦ παρ’ αὐτοῖς γενομένου πατριάρχου. ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως ὑπέθεντο, τούτους εἶναι γένους ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ τοῦ ἐπὶ τοῦ σωτῆρος, τοῦ κατὰ θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπηρείας.
5τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ’ ἐκεῖνο καιροῦ ἐπίσκοπον πλη‐ σιόχωρον τῆς Τιβερι〈έ〉ων ὄντα καὶ ἐκομίσατο παρ’ αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως. μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ προειρημένου Ἰωσήπου ὡς ἰατρὸν ὄντα καὶ ποιήσας πάντας ἔξω γενέσθαι παρεκάλεσε τὸν
10ἐπίσκοπον λέγων «δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα». ὁ δὲ μετακαλεσάμενος τοὺς ἐξυπηρετουμένους προσέταξεν ὕδωρ ἑτοιμα‐ σθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά τι προσφέρειν μέλλων δι’ ὑδά‐ των νοσοῦντι βαρέως τῷ πατριάρχῃ. οἱ δὲ ἐποίησαν τὰ ἐπιτεταγμένα· οὐ γὰρ ἐγνώκεισαν. αἰδοῦς δὲ χάριν προφασισάμενος τοὺς πάντας
15ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων. 5. Ὁ δὲ Ἰώσηπος ἐμοὶ αὐτῷ 〈τοῦτο〉 διελέχθη. ἐκ στόματος γὰρ αὐτοῦ ἀκήκοα ταῦτα πάντα καὶ οὐκ ἀπὸ ἄλλου τινός, ἐν τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, ὡς περί που ἐτῶν ἑβδομήκοντα γεγονότος αὐτοῦ ἢ καὶ
20πλειόνων. παρ’ αὐτῷ γὰρ κατήχθην ἐν Σκυθοπόλει· μεταναστὰς γὰρ τῆς Τιβεριάδος καὶ κτήσεις ἐκεῖ ἐν Σκυθοπόλει διαφανεῖς ἐκτή‐ σατο. ἐν γὰρ τῇ οἰκίᾳ αὐτοῦ ὁ μακαρίτης Εὐσέβιος ὁ τῆς Ἰταλίας ἐπίσκοπος Βριγκέλλας πόλεως, ὡς ἐξωρίσθη ὑπὸ Κωνσταντίου διὰ τὴν πίστιν τῆς ὀρθοδοξίας, ἐξενίζετο καὶ ἐπὶ τὴν ἐπίσκεψιν τούτου
25ἐγώ τε καὶ οἱ ἄλλοι ἀδελφοὶ ἐκεῖσε γενόμενοι καὶ αὐτοὶ παρ’ αὐτῷ339 in vol. 1
Haer
.

1

.

340

κατήχθημεν. συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ τῆς αὐτοῦ οἰκίας καὶ τὰ κατ’ αὐτὸν ἐρωτῶντες καὶ γνόντες ὅτι τῶν ἐμφανῶν ὑπῆρχεν παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ’ αὐτὸν ὑπόθεσιν καὶ πῶς εἰς τὸν Χριστιανισμὸν μετῆλθεν, ἀκηκόαμεν ταῦτα πάντα σαφῶς
5καὶ οὐκ ἀπὸ ἐνηχήσεως ἑτέρου τινός. ὅθεν καὶ ἀξιομνημόνευτα εἰς οἰκοδομὴν πιστῶν νομίσαντες τὰ κατὰ τὸν ἄνδρα πραγματευθέντα διὰ τὴν αἰτίαν τῶν ἐν τοῖς γαζοφυλακίοις εἰς Ἑβραΐδα μετατεθέν‐ των *, οὐ παρέργως τὴν πᾶσαν αἰτίαν τοῦ προειρημένου Ἰωσήπου παρεθέμεθα. ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον Χριστιανὸς πιστὸς κατα‐
10ξιωθεὶς γενέσθαι, ἀλλὰ καὶ Ἀρειανοὺς σφόδρα στηλιτεύων. ἐν γὰρ τῇ πόλει ἐκείνῃ, Σκυθοπόλει φημί, μόνος οὗτος ὀρθόδοξος ὑπῆρχεν, πάντες δὲ Ἀρειανοί. καὶ εἰ μὴ ὅτι κόμης ἦν καὶ τὸ τοῦ κόμητος ἀξίωμα ἐκώλυεν ἀπ’ αὐτοῦ τὸν τῶν Ἀρειανῶν διωγμόν, [ἐπεὶ] οὐκ ἂν ὑπέστη κἂν ἐν τῇ πόλει διατρίβειν ὁ ἀνήρ, μάλιστα ἐπὶ Πατροφίλου
15τοῦ Ἀρειανοῦ ἐπισκόπου τοῦ πολλὰ ἰσχύσαντος πλούτῳ τε καὶ αὐ‐ στηρίᾳ καὶ τῇ πρὸς τὸν βασιλέα Κωνστάντιον γνώσει τε καὶ παρρη‐ σίᾳ. ἦν δὲ καὶ ἄλλος τις νεώτερος ἐν τῇ πόλει ἀπὸ Ἑβραίων ὀρθῶς πιστεύων, ὃς οὔτε ἐτόλμα κατὰ τὸ φανερὸν *, ἀλλὰ κρυφίως ἡμᾶς ἐπεσκέπτετο. πιθανὸν δέ τι ὁ Ἰώσηπος καὶ γελοιῶδες ὑφηγεῖτο,
20οἶμαι δὲ τάχα ὅτι καὶ 〈ἐν τούτῳ〉 ἠλήθευεν. ἔφασκε γὰρ ὅτι τελευτησάσης τῆς αὐτοῦ συμβίου, δεδιὼς μή πη ἄρα ἁρπάξωσιν αὐτὸν οἱ Ἀρειανοὶ καὶ καταστήσωσι κληρικόν (πολλάκις γὰρ κολακεύσαντες αὐτὸν πεισθῆναι τῇ αἱρέσει ὑπισχνοῦντο μείζονας προκοπάς, εἰ δέον, καὶ ἐπίσκοπον αὐτὸν καταστῆσαι)—ὁ δὲ ἔφασκε τούτου χάριν συνῆφθαι δευτέρᾳ
25γυναικί, ὅπως διαδράσοι τὰς αὐτῶν χειροτονίας. 6. Ἀλλὰ ἐπάνειμι τὴν ὑφήγησιν τῆς κατὰ τὸν πατριάρχην ὑπο‐ θέσεως καὶ αὐτοῦ τοῦ Ἰωσήπου εἰς τοὐμφανὲς κατὰ λεπτότητα τοῖς βουλομένοις ἐντυγχάνειν διὰ τῶν ὑπ’ ἐκείνου λόγων ἐμοὶ εἰρημένων ποιησόμενος. καὶ ἤδη μέν, ὡς ἐκεῖνος ὑφηγεῖτο, τοῦ πατριάρχου
30λουτροῦ καταξιουμένου, διὰ τῶν ἐν ταῖς θύραις ἁρμογῶν εἴσω340 in vol. 1
Haer
.

1

.

341

παρακύπτων, φησίν, κατενόουν τὰ ὑπὸ τοῦ ἐπισκόπου τῷ πατριάρχῃ γινόμενα, εἰς νοῦν τε ἔλαβον καὶ παρ’ ἐμαυτῷ ἐταμιευόμην. καὶ γὰρ καὶ χρυσίου ὁλκήν τινα ἱκανωτάτην ἔχων παρὰ χεῖρα ὁ αὐτὸς πα‐ τριάρχης, ἐκτείνας τὴν χεῖρα, φησίν, ἐπέδωκεν τῷ ἐπισκόπῳ, φάσκων
5ὅτι «πρόσφερε ὑπὲρ ἐμοῦ. γέγραπται γὰρ διὰ τῶν ἱερέων τοῦ θεοῦ δεσμεύεσθαι καὶ λύεσθαι ἐπὶ τῆς γῆς, καὶ 〈ὅτι〉 ἔσται ταῦτα λελυμένα καὶ δεδεμένα ἐν τῷ οὐρανῷ». ὡς οὖν ταῦτα ἐπράχθη, φησίν, καὶ ἠνοίγησαν αἱ θύραι, ἠρωτᾶτο ὑπὸ τῶν ἐπισκεπτομένων ὁ πατριάρχης πῶς ἔχοι διὰ τοῦ βοηθήματος, καὶ ὡμολόγει καλλίστως ἔχειν· καὶ
10γὰρ ᾔδει ὃ ἔλεγεν. ἔπειτα δὲ 〈μετὰ〉 ἡμέρας δύο ἢ τρεῖς τὸν ἀριθμόν, πολλάκις τοῦ ἐπισκόπου ἐπισκεπτομένου αὐτὸν ἐν ἰατροῦ προφάσει, ἐκοιμήθη ὁ πατριάρχης μετὰ καλῆς ἀποθέσεως, παραδοὺς τὸν ἴδιον υἱὸν κομιδῆ νέον ὄντα Ἰωσήπῳ τε καὶ ἄλλῳ τινὶ ἐπιεικεστάτῳ *. τὰ πάντα τοίνυν ἐπράττετο διὰ τῶν δύο τούτων, διὰ τὸ ἔτι τὸν
15πατριάρχην παῖδα ὄντα νηπιάζειν καὶ ἐν χειροῖν αὐτῶν ἀνατρέφε‐ σθαι. ἐν τούτῳ τῷ καιρῷ τῆς διανοίας τοῦ Ἰωσήπου ἐνοχλουμένης πολλάκις διὰ τῶν γενομένων μυστικῶν ἐν τῇ κατὰ τὸ λουτρὸν ὑπο‐ θέσει ἐσκέπτετο τί ἂν πράξειεν. καὶ ἦν ἐκεῖσε γαζοφυλακίου τις οἶκος ἐσφραγισμένος· γάζα δὲ ἑρμηνεύεται κατὰ τὴν Ἑβραΐδα θησαυρός.
20πολλῶν δὲ πολλὰ διανοουμένων περὶ τοῦ γαζοφυλακίου τούτου διὰ τὴν σφραγῖδα, ὁ Ἰώσηπος λεληθότως τολμήσας ἤνοιξεν καὶ ηὗρεν οὐδὲν χρημάτων πλὴν βίβλους τὰς ὑπὲρ χρήματα. ἀναγινώσκων δὲ ἐν ταύταις, ὡς ἤδη ἔφην, τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀπὸ Ἑλλάδος εἰς Ἑβραΐδα φωνὴν μεταληφθὲν ηὕρατο καὶ τὰς τῶν ἀποστόλων
25Πράξεις· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, Ἑβραϊκὸν φύσει ὄν, ἐκ τούτων ἀναγνοὺς πάλιν τὴν διάνοιαν ἐτρύχετο, ἀσχάλ‐ λων μέν πως περὶ τῆς πίστεως τοῦ Χριστοῦ· ἤδη δὲ ἐκ δύο ὑπο‐ θέσεων ὑπονυττόμενος, τῆς τῶν βιβλίων ἀναγνώσεως καὶ τῆς τοῦ πατριάρχου μυσταγωγίας, ὅμως τῇ καρδίᾳ ἐσκληρύνετο, οἷα γίνεται.
307. Ὡς δὲ ἐν τούτοις κατετρίβετο, ἁδρύνεται ὁ παῖς ὁ κατα‐
λειφθεὶς ὑπὸ Ἐλλὴλ εἰς πατριαρχίαν τρεφόμενος· οὐδεὶς γὰρ ἄλλος341 in vol. 1
Haer
.

1

.

342

ἁρπάζει τὰς ἀρχὰς παρὰ τοῖς Ἰουδαίοις, ἀλλὰ υἱὸς πατέρα διαδέχε‐ ται. ὡς οὖν ἐπὶ τὸ ἀκμαῖον τῆς ἡλικίας ὁ νέος ἤρχετο, προσ‐ εφθείροντο αὐτῷ τινες ἥλικες ἀργοὶ καὶ ἐθάδες κακῶν· τάχα δέ, οἶ‐ μαι, Ἰούδας οὗτος ἐκαλεῖτο, οὐ πάνυ δὲ σαφῶς ἐπίσταμαι διὰ τὸν
5χρόνον. μετέφερον οὖν αὐτὸν οἱ συνηλικιῶται νεώτεροι εἰς πολλὰς κακῶν ἐπιτηδεύσεις, φθοράς τε γυναικῶν καὶ λαγνείας ἀνοσίους, μαγ‐ γανείαις τισὶν μαγικαῖς ἐπιχειροῦντες αὐτῷ συνεργεῖν εἰς τὰ τῆς ἀκο‐ λασίας *, ἀγώγιμά τινα ἐπιτελοῦντες καὶ διὰ ἐπαοιδῶν βιαζόμενοι γυναῖκας ἐλευθέρας πρὸς τὴν τούτου φθορὰν ἐξ ἀνάγκης ἄγεσθαι.
10ὁ δὲ Ἰώσηπος καὶ ὁ σὺν αὐτῷ πρεσβύτης ἀνάγκην ἔχοντες τῷ παιδὶ συνέπεσθαι βαρέως μὲν ἔφερον, πολλάκις δὲ καὶ ἐγκλήματα προσέφε‐ ρον διὰ λόγων καὶ παρῄνουν αὐτῷ. ὁ δὲ μᾶλλον τοῖς νέοις ἐπείθετο, κρύπτων τὰ αἰσχρὰ καὶ ἀρνούμενος· οὔτε γὰρ ἐτόλμων οἱ περὶ Ἰώ‐ σηπον ἐξειπεῖν τὰ κατ’ ἐκείνου φανερῷ τῷ λόγῳ, ἀλλ’ ὡς δι’ ἐπι‐
15στήμην παρῄνουν. παραγίνονται γοῦν εἰς Γάδαρα εἰς τὰ θερμὰ ὕδατα. πανήγυρις δὲ ἐκεῖ κατ’ ἔτος ἄγεται· ἀπέρχονται γὰρ παντα‐ χόθεν οἱ βουλόμενοι λούσασθαι ἡμέρας τινάς, νοσημάτων δῆθεν ἀπο‐ βολῆς ἕνεκεν, ὅπερ ἐστὶ διαβολικὸν στρατήγημα. ἔνθα γὰρ τὰ παρὰ τοῦ θεοῦ θαύματα γεγένηται, προὔλαβεν ὁ δι’ ἐναντίας θεῖναι αὐτοῦ
20τὰ ὀλετήρια δίκτυα. ἀνδρόγυνα γὰρ ἐκεῖσε λούονται. κατὰ συγκυ‐ ρίαν δὲ γυνή τις ἐλευθέρα ἔτυχεν ἐν τῷ λουτρῷ, κάλλει διαπρέπουσα εὐμορφίας. καὶ ὁ νεώτερος θελχθεὶς τῷ ἔθει τῆς αὐτοῦ ἀκολασίας, διιὼν ἐν τῷ ἀέρι παρενέτριψεν αὐτοῦ τὴν πλευρὰν τῇ πλευρᾷ τοῦ γυναίου. ἡ δὲ ἑαυτὴν ἐσφραγίσατο εἰς ὄνομα Χριστοῦ οἷα δὴ Χρι‐
25στιανὴ οὖσα· ᾗ οὔτε ἀνάγκη ἦν παρανομεῖν καὶ ἀνδρογύνως λούεσθαι. συμβαίνει δὲ ταῦτα τοῖς ἀφελέσι καὶ ἰδιώταις ἀνθρώποις παρὰ τὴν
τῶν διδασκάλων ῥᾳθυμίαν μὴ ἀσφαλιζομένων διὰ τῆς διδασκαλίας.342 in vol. 1
Haer
.

1

.

343

ὅμως ἵνα δείξῃ ὁ θεὸς τὰ αὐτοῦ θαυμάσια, τοῦ ἐπιχειρήματος τὸ μειράκιον ἀπέτυχεν, φημὶ δὲ ὁ πατριάρχης. διεπέμψατο γὰρ πρὸς τὴν γυναῖκα καὶ δῶρα ἐτάξατο· ἡ δὲ τοὺς διαπεμφθέντας ἐξυβρίσασα οὐκ ἐκάμφθη τῇ τοῦ ἀκολάστου ματαιοεργίᾳ.
5 8. Ἐντεῦθεν οἱ συνεργοῦντες αὐτῷ γνόντες τὴν τοῦ παιδὸς ὀδύ‐ νην, ἣν εἰς τὸ γύναιον ἀπημπόλησεν, ἐπιχειροῦσιν αὐτῷ τινα μείζονα μαγγανείαν κατασκευάσαι, ὡς αὐτὸς Ἰώσηπος ἐμοὶ κατὰ λεπτότητα ὑφηγήσατο. ἀπάγουσι γὰρ τὸν ἄθλιον παῖδα μετὰ δύσιν ἡλίου ἐν τοῖς πλησιαίτερον τύμβοις· πολυάνδρια δέ ἐστιν οὕτως ἐν τῇ πατρίδι
10καλούμενα σπήλαια ἐν πέτραις ὀρυκτὰ κατεσκευασμένα. ἐκεῖ παρα‐ λαβόντες τὸν προειρημένον οἱ ἅμα αὐτῷ γόητες ἐπῳδάς τινας καὶ ἐπιορκισμοὺς καὶ ἐπιτηδεύματα ἀσεβείας ἔμπλεα εἰς αὐτὸν ἐποιοῦντο καὶ εἰς ὄνομα τῆς προειρημένης γυναικός. ἐκ θεοῦ δὲ βουλήσεως εἰς νοῦν ταῦτα ἦλθεν τοῦ ἄλλου πρεσβύτου τοῦ σὺν Ἰωσήπῳ τυγχά‐
15νοντος· ὁ δὲ αἰσθόμενος τῶν γινομένων τῷ Ἰωσήπῳ ἀνακοινοῦται. καὶ πρῶτον μὲν ταλανίσας ἑαυτὸν ἔφη «τάλανες ἡμεῖς» φησίν, «ἀδελφέ, καὶ ἀπωλείας σκεύη, τίνι προσεδρεύομεν;» ὁ δὲ Ἰώσηπος τὴν αἰτίαν ἐρωτήσας οὐ πρότερον ἤκουσε παρ’ αὐτοῦ διὰ λόγων πρὶν αὐτοῦ λαβόμενος τῆς χειρὸς ὁ πρεσβύτης ἀπήγαγε τὸν Ἰώσηπον, ἔνθα τὸ
20ἄθροισμα οἱ φθοριμαῖοι μετὰ τοῦ νεωτέρου ἐν τοῖς μνήμασι μαγγα‐ νείας ἕνεκα ἐποιοῦντο. καὶ ἔξω μὲν τῆς θύρας στάντες τὰ παρ’ ἐκείνων γινόμενα κατηκροάσαντο, ἐκείνων δὲ ἐξιόντων ὑπεχώρησαν. οὔπω γὰρ πολλὴ ἑσπέρα ἦν, ἀλλὰ ὡς πρὸς αὐτὴν τὴν ἡλίου δύσιν, ἔτι δυναμένου ὀφθαλμοῦ ἀμαυρῶς ἰδεῖν. μετὰ οὖν τὴν τῶν ἀσεβεστάτων
25ἔξοδον ἀπὸ τοῦ μνημείου οἱ περὶ Ἰώσηπον εἰσῆλθον καὶ καταλαμβάνουσιν τινὰ † ἐπιτηδεύματα καὶ ἄλλα τινὰ ἐπιτηδεύματα περιεργίας χαμαὶ ἐρριμμένα, οἷς προσκενώσαντες οὖρα καὶ ἐπαμήσαντες κόνιν, ὡς ἐκεῖνος
ἔφη, ἐξῆλθον. ἔγνωσαν δὲ τὴν ἐπιβουλήν, διὰ ποίαν γυναῖκα αὐτοῖς343 in vol. 1
Haer
.

1

.

344

ἐκακουργήθη ταῦτα, καὶ παρετηροῦντο εἰ κατισχύσουσιν. ὡς οὖν οὐ κατίσχυσαν οἱ γόητες (διὰ γὰρ τῆς σφραγῖδος τοῦ Χριστοῦ καὶ πί‐ στεως ἐβοηθήθη ἡ γυνή), ἔγνωσαν τὸν νεώτερον ἐν τρισὶ νυξὶν διὰ τὴν τοῦ γυναίου ἄφιξιν προσκαρτερήσαντα, εἰς ὕστερον δὲ μαχεσά‐
5μενον τοῖς τὴν περιεργίαν ποιησαμένοις, ὅτι οὐκ ἐπέτυχεν. τοῦτο τρίτον τῷ Ἰωσήπῳ κατηχήσεως ἔργον ἐγίνετο, ὅτι οὐκ ἴσχυσεν, ἔνθα ὄνομα Χριστοῦ καὶ σφραγὶς σταυροῦ, φαρμακείας δύναμις. οὐ μὴν δὲ ἤδη ἐπείσθη Χριστιανὸς γενέσθαι. 9. Ἔπειτα φαίνεται αὐτῷ ἐν ὕπνοις ὁ κύριος, φάσκων ὅτι «ἐγώ
10εἰμι Ἰησοῦς, ὃν οἱ σοὶ γονεῖς ἐσταύρωσαν, ἀλλὰ πίστευε εἰς ἐμέ». ὁ δὲ οὐδ’ οὕτως πεισθεὶς ὑπέπεσεν νόσῳ μεγάλῃ καὶ ἀπηγορεύθη. ὁ δὲ κύριος πάλιν ὀπτάνεται αὐτῷ, φήσας αὐτῷ πιστεύειν καὶ ἰαθήσε‐ σθαι· ὁ δὲ ἐπαγγειλάμενος ἀνέσφηλεν καὶ πάλιν ἐνέμενεν τῇ σκλη‐ ραυχενίᾳ. εἰς δευτέραν δὲ πάλιν ὑποπίπτει νόσον καὶ ὡσαύτως
15ἀπηγορεύθη. ὑποληφθεὶς δὲ τελευτᾶν ὑπὸ τῶν συγγενῶν αὐτοῦ Ἰουδαίων τὸ παρ’ αὐτοῖς ἀεὶ μυστηριωδῶς γινόμενον παρὰ τούτων ἤκουσε. τῶν γὰρ νομομαθῶν ἀνήρ τις πρεσβύτης ἐλθὼν εἰς τὸ οὖς αὐτοῦ ἀπήγγειλε λέγων ὅτι «πίστευε 〈εἰσ〉 Ἰησοῦν, τὸν ἐσταυρωμένον ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος, υἱὸν θεοῦ προόντα καὶ ἐκ Μαρίας
20ὕστερον γεγεννημένον, Χριστὸν δὲ ὄντα θεοῦ καὶ ἐκ νεκρῶν ἀνα‐ στάντα, καὶ ὅτι αὐτὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς». ταῦτα ὁ αὐτὸς Ἰώσηπος ἐν τῇ ὑφηγήσει σαφῶς μοι ἀνήγγειλεν, ὡς φιλαλή‐ θως ἔστιν εἰπεῖν. ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς τὸ τοιοῦτον ἤκουσα, ἔτι ὄντος Ἰουδαίου διὰ τὸν τῶν Ἰουδαίων φόβον ἀνὰ μέσον δὲ Χρι‐
25στιανῶν πολλάκις διατρίβοντος καὶ Χριστιανοὺς τιμῶντός τε καὶ ἀγαπῶντος, συνοδεύσαντός μοι ἐν τῇ ἐρήμῳ τῆς Βαιθὴλ καὶ Ἐφραῒμ ἐπὶ τὴν ὀρεινὴν ἀνερχομένῳ ἀπὸ τῆς Ἱεριχοῦς καὶ ἀντιβάλλοντι πρὸς αὐτὸν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ αὐτοῦ μὴ ἀντιλέγοντος. θαυμάζοντος δέ μου καὶ ἐρωτῶντος τὴν αἰτίαν (ἦν γὰρ καὶ νομο‐
30μαθὴς καὶ δυνάμενος ἀντιλέγειν), τίνος χάριν οὐκ ἀντιλέγει ἀλλὰ πείθεται περὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, ἀκούων τὰ τοσαῦτα
ἀπεκάλυψέν μοι καὶ οὗτος, ὡς μέλλων τελευτᾶν ἤκουσε παρ’ αὐτῶν344 in vol. 1
Haer
.

1

.

345

εἰς ἀκοὴν ὠτίου ἐν ψιθυρισμῷ ὅτι «Ἰησοῦς Χριστὸς ὁ σταυρωθεὶς υἱὸς τοῦ θεοῦ μέλλει σε κρίνειν». ἀλλὰ ταῦτά μοι περὶ τούτων καὶ κατὰ τοῦτον τὸν λόγον ἐνταῦθα [μοι] ἐξ ἀληθινῆς ἀκοῆς παρα‐ κείσθω.
5 10. Ἔτι δὲ ὁ Ἰώσηπος ἐν νόσῳ ἦν καὶ ἀκούσας παρὰ τοῦ πρεσβύ‐ του ὡς προεῖπον μετὰ τῶν ἄλλων ὅτι Ἰησοῦς Χριστός σε κρινεῖ, ἔτι ἐσκληρύνετο. ὁ δὲ κύριος πάλιν πρὸς αὐτὸν κατὰ τὴν αὐτοῦ φιλαν‐ θρωπίαν δι’ ὁράματος ἐνυπνίου «ἰδού» φησίν «ἰῶμαί σε, ἀλλὰ ἀνα‐ στὰς πίστευε». ἀναστὰς δὲ πάλιν ἀπὸ τῆς νόσου οὐκ ἐπίστευσεν.
10ὑγιαίνοντι δὲ αὐτῷ φαίνεται ὁ κύριος πάλιν κατ’ ὄναρ, ἐγκαλῶν αὐτῷ δι’ ἣν αἰτίαν οὐκ ἐπίστευσεν. ἐπαγγέλλεται δὲ αὐτῷ λέγων ὁ κύριος ὅτι εἰς πληροφορίαν πίστεως εἴ τι βούλει ἐν ὀνόματί μου θεοσήμειον ἐργάσασθαι, ἐπικάλεσαί με κἀγὼ ποιήσω. μαινόμενος δέ τις ἦν ἐν τῇ πόλει, ὃς γυμνὸς τὴν πόλιν περιῄει (φημὶ δὲ ἐν Τι‐
15βεριάδι) καὶ πολλάκις ἐνδιδυσκόμενος τὴν ἐσθῆτα διερρήγνυεν, ὡς ἔθος τοῖς τοιούτοις. ὁ οὖν Ἰώσηπος βουλόμενος ἐν πείρᾳ γενέσθαι τοῦ ὁράματος, διστάζων δὲ ἔτι αἰδοῖ κατείχετο. παραλαμβάνει γοῦν τοῦτον ἔνδον καὶ ἀποκλείσας τὴν θύραν ὕδωρ τε λαβὼν εἰς τὴν χεῖρα καὶ σφραγίσας τὸ ὕδωρ, ἐρράντισεν ἐπὶ τὸν ἐμμανῆ ἄνθρωπον φήσας
20«ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου τοῦ σταυρωθέντος ἔξελθε ἀπ’ αὐτοῦ τὸ δαιμόνιον καὶ ὑγιὴς γένηται». ὁ δὲ ἄνθρωπος ἀνακράξας μέγα καὶ χαμαὶ πεσών, ἀφρίσας πολλὰ καὶ σπαραχθεὶς ἔμεινεν πολλὴν ὥραν ἀκίνητος, Ἰώσηπος δὲ ὑπενόησε τὸν ἄνθρωπον τεθνάναι. ὁ δὲ μετὰ ὥραν διατριψάμενος τὸ μέτωπον ἀνέστη καὶ ἀναστὰς καὶ θεα‐
25σάμενος τὴν ἰδίαν γύμνωσιν ἑαυτὸν ἔκρυπτεν καὶ τὰς χεῖρας ἐπὶ τῇ αἰσχύνῃ ἐπετίθει, μηκέτι φέρων ἰδεῖν τὴν ἰδίαν γύμνωσιν. ἱμάτιον δὲ παρ’ αὐτοῦ τοῦ Ἰωσήπου ἐξ ὧν εἶχεν ἐνδυθείς, εἰς κατάστασιν συνέσεως καὶ σωφρονισμοῦ ἐλθὼν τῷ τε ἀνδρὶ πολλὰ εὐχαριστήσας καὶ θεῷ, γνοὺς ὅτι δι’ αὐτοῦ ἔτυχε τῆς σωτηρίας, ἐν τῇ πόλει διε‐
30φήμιζε τὸν ἄνδρα, καὶ γνωστὸν ἐγένετο τοῖς ἐκεῖσε Ἰουδαίοις τοῦτο τὸ σημεῖον. θρύλλος δὲ πολὺς ἠκολούθησεν ἐν τῇ πόλει λεγόντων ὅτι Ἰώσηπος τὰ γαζοφυλάκια ἀνοίξας καὶ εὑρὼν γεγραμμένον τὸ ὄνομα τοῦ θεοῦ καὶ ἀναγνούς, σημεῖα μεγάλα ἐργάζεται. ἦν δὲ ἀλη‐
θὲς τὸ ὑπ’ αὐτῶν λεγόμενον, οὐχ ὡς δὲ αὐτοὶ ὑπενόουν. ἔτι δὲ345 in vol. 1
Haer
.

1

.

346

ἐπέμενεν ὁ Ἰώσηπος σκληρυνόμενος τῇ καρδίᾳ. ἀλλὰ ὁ φιλάνθρωπος θεός, προφάσεις ἀεὶ ἐνεργῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθάς, ταύτας παρέχει τοῖς εἰς ζωὴν καταξιουμένοις ἀνθρώποις. 11. Συμβέβηκε γὰρ αὐτῷ τῷ Ἰωσήπῳ μετὰ τὸ ἁδρυνθῆναι Ἰούδαν
5τὸν πατριάρχην, ὃν προείπαμεν (τάχα γὰρ οὕτως ἐλέγετο), ἀμοιβῆς ἕνεκα γέρας τῷ Ἰωσήπῳ τῆς ἀποστολῆς δοῦναι τὴν ἐπικαρπίαν. καὶ μετ’ ἐπιστολῶν οὗτος ἀποστέλλεται εἰς τὴν Κιλίκων γῆν· ὃς ἀνελθὼν ἐκεῖσε ἀπὸ ἑκάστης πόλεως τῆς Κιλικίας τὰ ἐπιδέκατα καὶ τὰς ἀπαρχὰς παρὰ τῶν ἐν τῇ ἐπαρχίᾳ Ἰουδαίων εἰσέπραττεν. ἐν τούτῳ
10δὲ τῷ καιρῷ κατάγεται πλησιαίτερον τῆς ἐκκλησίας, οὐκ οἶδ’ εἰπεῖν ἐν ποίᾳ πόλει. φιλ〈ι〉οῦται δὲ τῷ ἐκεῖσε ἐπισκόπῳ, † ὃς λεληθότως ᾔτησε παρ’ αὐτοῦ τὰ εὐαγγέλια καὶ ἀνέγνω. ἐπεὶ οὖν οἷα ἀπόστολος (οὕτως γὰρ παρ’ αὐτοῖς ὡς ἔφην τὸ ἀξίωμα καλεῖται), ἐμβριθέστατός 〈τε ὢν〉 καὶ καθαρεύων δῆθεν, τὰ εἰς κατάστασιν εὐνομίας οὗτος
15διετέλει προβαλλόμενος, πολλοὺς τῶν κατασταθέντων ἀρχισυναγώγων καὶ ἱερέων καὶ πρεσβυτέρων καὶ ἀζανιτῶν (τῶν παρ’ αὐτοῖς διακό‐ νων ἑρμηνευομένων ἢ ὑπηρετῶν) καθαιρῶν τε καὶ μετακινῶν τοῦ ἀξιώματος, ὑπὸ πολλῶν ἐνεκοτεῖτο, οἵτινες ὥσπερ ἀμύνασθαι αὐτὸν πειρώμενοι πολυπραγμονεῖν τοῦτον καὶ ἰχνηλατεῖν τὰ παρ’ αὐτοῦ
20γινόμενα οὐ μικρὸν ἐσπούδαζον. διὰ τοιαύτην δὲ αἰτίαν πολυπραγ‐ μονήσαντες ἀθρόως εἰσέφρησαν οἴκαδε εἰς τὸ αὐτοῦ ἐφέστιον καὶ καταλαμβάνουσιν αὐτὸν τὰ εὐαγγέλια διερχόμενον, τήν τε βίβλον κατέχουσι τὸν δὲ ἄνδρα ἁρπάζουσι, σύροντες χαμαὶ καὶ βοῶντες, καὶ αἰκίας ἐπιφέροντες οὐ τὰς τυχούσας ἀπάγουσι μὲν εἰς τὴν συναγωγὴν
25καὶ μαστίζουσι τοῦτον κατὰ τὸν νόμον. καὶ οὗτος αὐτῷ πρῶτος ἀγὼν γίνεται· ἐπέστη δὲ ὁ ἐπίσκοπος τῆς πόλεως καὶ ἀφείλετο αὐ‐ τόν. ἄλλοτε δὲ καταλαμβάνουσιν αὐτὸν ἐν ὁδοιπορίᾳ τινί, ὡς ἡμῖν ὑφηγήσατο, καὶ ῥίπτουσιν αὐτὸν εἰς Κύδνον τὸν ποταμόν. τῷ δὲ ῥεύματι αὐτὸν ἀφαρπαχθέντα * ἐτόπασαν μή πη ἄρα ὄλωλεν ὑπο‐
30βρύχιος γενόμενος τοῖς ὕδασι καὶ ἔχαιρον ἐπὶ τούτῳ. ὁ δὲ μικρῷ346 in vol. 1
Haer
.

1

.

347

ὕστερον λουτροῦ ἁγίου καταξιοῦται (ἐσώθη γάρ), ἄνεισι δὲ ἐπὶ τὸ κομιτάτον καὶ βασιλεῖ Κωνσταντίνῳ φιλιοῦται καὶ ἀνέθετο αὐτῷ τὰ καθ’ ἑαυτὸν ἅπαντα, ὡς ἦν τῶν κατ’ Ἰουδαίους ἐξοχωτάτης ἀξίας καὶ ὡς αἱ θεοπτίαι αὐτῷ πάντῃ ἐπεφαίνοντο, τοῦ κυρίου αὐτὸν προσ‐
5καλουμένου εἰς τὴν ἁγίαν κλῆσιν καὶ σωτηρίαν τῆς κατ’ αὐτὸν πίστεώς τε καὶ γνώσεως. ὁ δὲ ἀγαθὸς βασιλεύς, δοῦλος ὢν Χριστοῦ ἐν ἀληθείᾳ καὶ τὸν κατὰ θεὸν ζῆλον ἐν βασιλεῦσι μετὰ Δαυὶδ καὶ Ἐζεκίαν καὶ Ἰωσίαν κεκτημένος, γέρας αὐτῷ δίδωσιν, ὡς ἤδη προεῖ‐ πον, ἀξιώματος ἐν τῇ αὐτοῦ βασιλείᾳ. κόμητα γὰρ αὐτὸν κατέστησε,
10φήσας αὐτῷ αἰτεῖν πάλιν ὃ βούλεται· ὁ δὲ οὐδὲν ᾐτήσατο πλὴν τοῦτο μέγιστον χάρισμα τυχεῖν παρὰ τοῦ βασιλέως τὸ ἐπιτραπῆναι [καὶ] διὰ προστάγματος βασιλικοῦ οἰκοδομῆσαι Χριστοῦ ἐκκλησίας ἐν ταῖς πόλεσι καὶ κώμαις τῶν Ἰουδαίων, ἔνθα τις οὐδέποτε ἴσχυσεν προστήσασθαι ἐκκλησίας διὰ τὸ μήτε Ἕλληνα μήτε Σαμαρείτην μήτε
15Χριστιανὸν μέσον αὐτῶν εἶναι. τοῦτο δὲ μάλιστα ἐν Τιβεριάδι καὶ ἐν Διοκαισαρείᾳ τῇ καὶ Σεπφουρὶν καὶ ἐν Ναζαρὲτ καὶ ἐν Καπερ‐ ναοὺμ φυλάσσεται 〈τὸ〉 παρ’ αὐτοῖς [τοῦ] μὴ εἶναι ἀλλόεθνον. 12. Λαβὼν δὲ ὁ Ἰώσηπος τὰ γράμματα καὶ τὴν ἐξουσίαν μετὰ τοῦ ἀξιώματος ἐπὶ τὴν Τιβεριάδα ἧκεν, ἔχων καὶ ἐπιστολὰς ἀπὸ τῶν
20βασιλικῶν ἀναλίσκειν, ἀλλὰ καὶ αὐτὸς ὀψωνίοις παρὰ τοῦ βασιλέως τετιμημένος. ἄρχεται γοῦν ἐν Τιβεριάδι κτίζειν. ναὸς δὲ μέγιστος ἐν τῇ πόλει προϋπῆρχε· τάχα, οἶμαι, Ἀδριανεῖον τοῦτο ἐκάλουν. ἀτελὲς δὲ τοῦτο τὸ Ἀδριανεῖον διαμεῖναν τάχα οἱ πολῖται εἰς δημό‐ σιον λουτρὸν ἐπειρῶντο ἐπισκευάσαι. ὅπερ εὑρὼν ὁ Ἰώσηπος ἐκ
25τούτου τὴν πρόφασιν ἔσχε, καὶ ὡς ἤδη τετραχῆ τοὺς τοίχους διὰ τετραπόδων λίθων εὗρεν ἕως ὕψους τινὸς ἀνεγηγερμένους, ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τῆς ἐκκλησίας τὴν ἐπιμέλειαν. ἀσβέστου δὲ ἦν χρεία καὶ τῆς ἄλλης ὕλης. καμίνους τοίνυν ἔξωθεν τῆς πόλεως
πολλὰς προσέταξε γενέσθαι, τάχα τὸν ἀριθμὸν ἑπτά (φούρνακας δὲ347 in vol. 1
Haer
.

1

.

348

ἐπιχωρίως ταύτας καλοῦσιν). οἱ δὲ δεινοὶ καὶ πρὸς πᾶν ἐπιχείρημα εὔτολμοι Ἰουδαῖοι τῆς παρ’ αὐτοῖς ἀεὶ γινομένης μαγγανείας οὐκ ἀπέσχοντο. μαγείαις γάρ τισι καὶ περιεργίαις τὸ πῦρ καταδῆσαι οἱ γεννάδαι Ἰουδαῖοι ἐπετρίβησαν, ἀλλ’ οὐκ εἰς τέλος ἴσχυσαν. ἤργει
5γοῦν τὸ πῦρ καὶ οὐκ ἔπραττεν ἀλλὰ τῆς ἰδίας ὡς εἰπεῖν φύσεως ἐκτὸς ἐγένετο. ὡς δὲ οἱ τὴν καυστικὴν ὕλην παραβάλλειν τῷ πυρὶ ἐπιτεταγμένοι (φημὶ δὲ ῥῶπας εἴτ’ οὖν φρύγανα) τῷ Ἰωσήπῳ τὸ πραχθὲν ἐσήμαναν, δηχθεὶς τὴν φρένα ὁ ἀνὴρ καὶ ζήλῳ ἀρθεὶς τῷ πρὸς τὸν κύριον ἔδραμεν ἔξω τῆς πόλεως καὶ ὕδωρ κελεύσας ἐνεχθῆ‐
10ναι ἐν ἀγγείῳ, ἐν καψάκῃ φημί (κακούβιον δὲ τοῦτο οἱ ἐπιχώριοι καλοῦσι), λαβών 〈τε〉 τὸ αὐτὸ ἄγγος τοῦ ὕδατος ἐνώπιον πάντων (συνηθροίσθη δὲ πλῆθος Ἰουδαίων ἐπὶ τὴν θέαν, καὶ τὸ ἀποβησό‐ μενον ἰδεῖν σπουδάζοντες καὶ ὅ τι ἐπιχειρήσειεν Ἰώσηπος πράττειν) μεγάλῃ τῇ φωνῇ ὁ ἀνὴρ σταυροῦ σφραγῖδα ἐπιθεὶς τῷ ἀγγείῳ διὰ
15τοῦ ἰδίου δακτύλου καὶ ἐπικαλεσάμενος τὸ ὄνομα Ἰησοῦ εἶπεν οὕτως «ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου, οὗ ἐσταύρωσαν οἱ πατέρες μου καὶ τούτων πάντων τῶν περιεστώτων, γένηται δύναμις ἐν τούτῳ τῷ ὕδατι εἰς ἀθέτησιν πάσης φαρμακείας καὶ μαγείας ἧς οὗτοι ἔπρα‐ ξαν καὶ εἰς ἐνέργειαν δυνάμεως τῷ πυρὶ εἰς τὸ ἐπιτελεσθῆναι τὸν
20οἶκον κυρίου». καὶ οὕτως λαμβάνει τὸ ὕδωρ ἐν τῇ χειρὶ καὶ ῥαίνει ἑκάστῳ φούρνακι ἐκ τοῦ ὕδατος. καὶ ἀνελύετο μὲν τὰ φάρμακα, τὸ πῦρ δὲ ἐνώπιον πάντων ἀνεβλύστανεν. οἱ δὲ παρόντες ὄχλοι κραυ‐ γάσαντες «εἷς θεός, ὁ βοηθῶν τοῖς Χριστιανοῖς» ἀνεχώρησαν. πολλάκις δὲ κακούντων τὸν ἄνδρα ἐκείνων, εἰς ὕστερον μέρος τι τοῦ
25ναοῦ ἐν Τιβεριάδι οἰκοδομήσας καὶ μικρὰν ἐκκλησίαν ἀποτελέσας οὕ‐ τως ἐκεῖθεν ἀνεχώρησεν, ἐν Σκυθοπόλει δὲ ἐλθὼν κατέμεινεν. ἐν Διοκαισαρείᾳ δὲ καὶ ἄλλαις τισὶ τελείως ᾠκοδόμησε. ταῦτα δὲ πραχθέντα καὶ ἐνταῦθά μοι ἐπιμνησθέντα ἕνεκεν τῆς τῶν βίβλων ἑρμηνείας, πῶς ἀπὸ Ἑλληνίδος τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην εἰς
30Ἑβραΐδα μετέπεσε καὶ αἱ Πράξεις τῶν ἀποστόλων, ἕως ὧδε τὰ τῆς ἱστορίας καὶ ὑφηγήσεως ἐχέτω. 13. Ἐπάνειμι δὲ τὴν κατὰ Ἐβίωνος ποιούμενος ἀκολουθίαν· διὰ
γὰρ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον προϊὼν ὁ λόγος τὴν ἀκολουθίαν348 in vol. 1
Haer
.

1

.

349

τῆς εἰς ἡμᾶς ἐλθούσης γνώσεως παραθέσθαι ἠνάγκασεν. ἐν τῷ γοῦν παρ’ αὐτοῖς εὐαγγελίῳ κατὰ Ματθαῖον ὀνομαζομένῳ, οὐχ ὅλῳ δὲ πληρεστάτῳ, ἀλλὰ νενοθευμένῳ καὶ ἠκρωτηριασμένῳ (Ἑβραϊκὸν δὲ τοῦτο καλοῦσιν) ἐμφέρεται ὅτι «ἐγένετό τις ἀνὴρ ὀνόματι Ἰησοῦς,
5καὶ αὐτὸς ὡς ἐτῶν τριάκοντα, ὃς ἐξελέξατο ἡμᾶς. καὶ ἐλθὼν εἰς Καφαρ‐ ναοὺμ εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ ἐπικληθέντος Πέτρου καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εἶπεν· παρερχόμενος παρὰ τὴν λίμνην Τιβεριάδος ἐξελεξάμην Ἰωάννην καὶ Ἰάκωβον, υἱοὺς Ζεβεδαίου, καὶ Σίμωνα καὶ Ἀνδρέαν καὶ * Θαδδαῖον καὶ Σίμωνα τὸν ζηλωτὴν καὶ Ἰούδαν τὸν Ἰσκα‐
10ριώτην, καὶ σὲ τὸν Ματθαῖον καθεζόμενον ἐπὶ τοῦ τελωνίου ἐκάλεσα καὶ349 in vol. 1
Haer
.

1

.

350

ἠκολούθησάς μοι. ὑμᾶς οὖν βούλομαι εἶναι δεκαδύο ἀποστόλους εἰς μαρ‐ τύριον τοῦ Ἰσραήλ» καί «ἐγένετο Ἰωάννης βαπτίζων, καὶ ἐξῆλθον πρὸς αὐτὸν Φαρισαῖοι καὶ ἐβαπτίσθησαν καὶ πᾶσα Ἱεροσόλυμα. καὶ εἶχεν ὁ Ἰωάννης ἔνδυμα ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν
5ὀσφὺν αὐτοῦ. καὶ τὸ βρῶμα αὐτοῦ, φησί, μέλι ἄγριον, οὗ ἡ γεῦσις ἡ τοῦ μάννα, ὡς ἐγκρὶς ἐν ἐλαίῳ»· ἵνα δῆθεν μεταστρέψωσι τὸν τῆς ἀληθείας λόγον εἰς ψεῦδος καὶ ἀντὶ ἀκρίδων ποιήσωσιν ἐγκρίδα ἐν μέλιτι. ἡ δὲ ἀρχὴ τοῦ παρ’ αὐτοῖς εὐαγγελίου ἔχει ὅτι «ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴ‐ δου βασιλέως τῆς Ἰουδαίας 〈ἐπὶ ἀρχιερέως Καϊάφα〉, ἦλθέν 〈τισ〉 Ἰωάννης
10〈ὀνόματι〉 βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ὃς ἐλέ‐ γετο εἶναι ἐκ γένους Ἀρὼν τοῦ ἱερέως, παῖς Ζαχαρίου καὶ Ἐλισάβετ, καὶ ἐξήρχοντο πρὸς αὐτὸν πάντες». καὶ μετὰ τὸ εἰπεῖν πολλὰ ἐπιφέρει ὅτι «τοῦ λαοῦ βαπτισθέντος ἦλθεν καὶ Ἰησοῦς καὶ ἐβαπτίσθη ὑπὸ τοῦ Ἰωάννου. καὶ ὡς ἀνῆλθεν ἀπὸ τοῦ ὕδατος, ἠνοίγησαν οἱ οὐρανοὶ καὶ εἶδεν
15τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς, κατελθούσης καὶ εἰσελθούσης εἰς αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· σύ μου εἶ ὁ υἱὸς ὁ ἀγα‐
πητός, ἐν σοὶ ηὐδόκησα, καὶ πάλιν· ἐγὼ σήμερον γεγέννηκά σε. καὶ350 in vol. 1
Haer
.

1

.

351

εὐθὺς περιέλαμψε τὸν τόπον φῶς μέγα. ὃ ἰδών, φησίν, ὁ Ἰωάννης λέγει αὐτῷ· σὺ τίς εἶ, κύριε; καὶ πάλιν φωνὴ ἐξ οὐρανοῦ πρὸς αὐτόν· οὗ‐ τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ’ ὃν ηὐδόκησα. καὶ τότε, φησίν, ὁ Ἰωάννης προσπεσὼν αὐτῷ ἔλεγεν· δέομαί σου, κύριε, σύ με βάπτισον.
5ὁ δὲ ἐκώλυσεν αὐτὸν λέγων· ἄφες, ὅτι οὕτως ἐστὶ πρέπον πληρωθῆναι πάντα». 14. Ὅρα δὲ τὴν παρ’ αὐτοῖς παραπεποιημένην πανταχόθεν δι‐ δασκαλίαν, πῶς πάντα χωλά, λοξὰ καὶ οὐδεμίαν ὀρθότητα ἔχοντα. ὁ μὲν γὰρ Κήρινθος καὶ Καρποκρᾶς, τῷ αὐτῷ χρώμενοι δῆθεν παρ’
10αὐτοῖς εὐαγγελίῳ *, ἀπὸ τῆς ἀρχῆς τοῦ κατὰ Ματθαῖον εὐαγγελίου διὰ τῆς γενεαλογίας βούλονται παριστᾶν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας εἶναι τὸν Χριστόν. οὗτοι δὲ ἄλλα τινὰ διανοοῦνται. παρακόψαντες γὰρ τὰς παρὰ τῷ Ματθαίῳ γενεαλογίας ἄρχονται τὴν ἀρχὴν ποιεῖ‐ σθαι ὡς προείπομεν, λέγοντες ὅτι «ἐγένετο» φησίν «ἐν ταῖς ἡμέραις
15Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἐπὶ ἀρχιερέως Καϊάφα, ἦλθέν τις Ἰωάν‐ νης ὀνόματι βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ» καὶ τὰ ἑξῆς· ἐπειδὴ γὰρ βούλονται τὸν μὲν Ἰησοῦν ὄντως ἄνθρωπον εἶναι, ὡς προεῖπον, Χριστὸν δὲ ἐν αὐτῷ γεγενῆσθαι τὸν ἐν εἴδει περιστερᾶς καταβεβηκότα (καθάπερ ἤδη καὶ παρ’ ἄλλαις αἱρέσεσιν
20εὑρήκαμεν) συναφθέντα 〈τε〉 αὐτῷ, καὶ εἶναι αὐτὸν τὸν Χριστὸν * ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς γεγεννημένον. πάλιν δὲ ἀρνοῦνται εἶναι αὐτὸν ἄνθρωπον, δῆθεν ἀπὸ τοῦ λόγου οὗ εἴρηκεν ὁ σωτὴρ ἐν τῷ ἀναγγελῆναι αὐτῷ ὅτι «ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν», ὅτι «τίς μού ἐστι μήτηρ καὶ ἀδελφοί; καὶ ἐκτείνας
25τὴν χεῖρα ἐπὶ τοὺς μαθητὰς ἔφη· οὗτοί εἰσιν οἱ ἀδελφοί μου καὶ ἡ
μήτηρ καὶ ἀδελφαὶ οἱ ποιοῦντες τὰ θελήματα τοῦ πατρός μου». ἐν‐351 in vol. 1
Haer
.

1

.

352

τεῦθεν, ὡς ἔφην, τῆς πάσης κυβείας μεμεστωμένος ὁ Ἐβίων διὰ πολλῶν μορφῶν ὑποφαίνει ἑαυτόν, ὡς εἶναι τεράστιον κατὰ τὰ ἄνω μοι προδεδηλωμένα. 15. Χρῶνται δὲ καὶ ἄλλαις τισὶ βίβλοις, δῆθεν ταῖς Περιόδοις
5καλουμέναις Πέτρου ταῖς διὰ Κλήμεντος γραφείσαις, νοθεύσαντες μὲν τὰ ἐν αὐταῖς, ὀλίγα δὲ ἀληθινὰ ἐάσαντες, ὡς αὐτὸς Κλήμης αὐτοὺς κατὰ πάντα ἐλέγχει ἀφ’ ὧν ἔγραψεν ἐπιστολῶν ἐγκυκλίων τῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀναγινωσκομένων, ὅτι ἄλλον ἔχει χαρακτῆρα ἡ αὐτοῦ πίστις καὶ ὁ λόγος παρὰ τὰ ὑπὸ τούτων εἰς ὄνομα αὐτοῦ
10ἐν ταῖς Περιόδοις νενοθευμένα. αὐτὸς γὰρ παρθενίαν διδάσκει καὶ αὐτοὶ οὐ δέχονται· αὐτὸς ἐγκωμιάζει Ἠλίαν καὶ Δαυὶδ καὶ Σαμψὼν καὶ πάντας προφήτας, οὓς οὗτοι βδελύττονται. ἐν ταῖς οὖν Πε‐ ριόδοις τὸ πᾶν εἰς ἑαυτοὺς μετήνεγκαν, καταψευσάμενοι Πέτρου κατὰ πολλοὺς τρόπους, ὡς αὐτοῦ καθ’ ἡμέραν βαπτιζομένου ἁγνισμοῦ
15ἕνεκεν, καθάπερ καὶ οὗτοι· ἐμψύχων τε τὸν αὐτὸν ἀπέχεσθαι καὶ352 in vol. 1
Haer
.

1

.

353

κρεῶν, ὡς καὶ αὐτοί, καὶ πάσης ἄλλης ἐδωδῆς τῆς ἀπὸ σαρκῶν πε‐ ποιημένης λέγουσιν, ἐπειδήπερ καὶ αὐτὸς Ἐβίων καὶ Ἐβιωνῖται παν‐ τελῶς τούτων ἀπέχονται. ὅταν δὲ ἐρωτήσῃς ἕνα τῶν αὐτῶν, τίνος ἕνεκεν ἐμψύχων οὐ μεταλαμβάνουσι, μὴ ἔχοντές τι διηγήσασθαι ἀπο‐
5κρίνονται ἀσυνέτως καὶ λέγουσι· διὰ τὸ ἐκ συνουσίας καὶ ἐπιμιξίας σωμάτων εἶναι αὐτὰ οὐ μεταλαμβάνομεν, ὡς εἶναι αὐτοὺς ὅλους τοὺς ἀπὸ ἐπιμιξίας ἀνδρός τε καὶ γυναικὸς βδελυκτοὺς κατὰ τὰ ὑπὸ τοῦ στόματος αὐτῶν ληρωδῶς ἐξεμεθέντα. 16. Βάπτισμα δὲ καὶ αὐτοὶ λαμβάνουσι χωρὶς ὧν καθ’ ἡμέραν
10βαπτίζονται. μυστήρια δὲ δῆθεν τελοῦσι κατὰ μίμησιν τῶν ἁγίων ἐν τῇ ἐκκλησίᾳ ἀπὸ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν διὰ ἀζύμων καὶ τὸ ἄλλο μέρος τοῦ μυστηρίου δι’ ὕδατος μόνου. δύο δέ τινας, ὡς ἔφην, συνιστῶσιν ἐκ θεοῦ τεταγμένους, ἕνα μὲν τὸν Χριστὸν ἕνα δὲ τὸν διάβολον. καὶ τὸν μὲν Χριστὸν λέγουσι τοῦ μέλλοντος αἰῶνος εἰλη‐
15φέναι τὸν κλῆρον, τὸν δὲ διάβολον τοῦτον πεπιστεῦσθαι τὸν αἰῶνα, ἐκ προσταγῆς δῆθεν τοῦ παντοκράτορος κατὰ αἴτησιν ἑκατέρων αὐ‐
τῶν. καὶ τούτου ἕνεκα Ἰησοῦν γεγεννημένον ἐκ σπέρματος ἀνδρὸς353 in vol. 1
Haer
.

1

.

354

λέγουσι καὶ ἐπιλεχθέντα καὶ οὕτω κατὰ ἐκλογὴν υἱὸν θεοῦ κληθέντα ἀπὸ τοῦ ἄνωθεν εἰς αὐτὸν ἥκοντος Χριστοῦ ἐν εἴδει περιστερᾶς. οὐ φάσκουσι δὲ ἐκ θεοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι, ἀλλὰ κεκτίσθαι ὡς ἕνα τῶν ἀρχαγγέλων [καὶ ἔτι περισσοτέρως], αὐτὸν δὲ κυριεύειν καὶ
5ἀγγέλων καὶ πάντων 〈τῶν〉 ὑπὸ τοῦ παντοκράτορος πεποιημένων, καὶ ἐλθόντα καὶ ὑφηγησάμενον *, ὡς τὸ παρ’ αὐτοῖς εὐαγγέλιον καλού‐ μενον περιέχει, ὅτι «ἦλθον καταλῦσαι τὰς θυσίας, καὶ ἐὰν μὴ παύσησθε τοῦ θύειν, οὐ παύσεται ἀφ’ ὑμῶν ἡ ὀργή». καὶ ταῦτα καὶ τοιαῦτά τινά ἐστι τὰ παρ’ αὐτοῖς δόλια ἐπινοήματα.
10 Πράξεις δὲ ἄλλας καλοῦσιν ἀποστόλων, ἐν αἷς πολλὰ τῆς ἀσε‐ βείας ἔμπλεα, ἔνθεν οὐ παρέργως κατὰ τῆς ἀληθείας ἑαυτοὺς ὥπλι‐
σαν. Ἀναβαθμοὺς δέ τινας καὶ ὑφηγήσεις δῆθεν ἐν τοῖς Ἀνα‐354 in vol. 1
Haer
.

1

.

355

βαθμοῖς Ἰακώβου ὑποτίθενται, ὡς ἐξηγουμένου κατά τε τοῦ ναοῦ καὶ τῶν θυσιῶν, κατά τε τοῦ πυρὸς τοῦ ἐν τῷ θυσιαστηρίῳ καὶ ἄλλα πολλὰ κενοφωνίας ἔμπλεα· ὡς καὶ τοῦ Παύλου ἐνταῦθα κατη‐ γοροῦντες οὐκ αἰσχύνονται ἐπιπλάστοις τισὶ τῆς τῶν ψευδαποστόλων
5αὐτῶν κακουργίας καὶ πλάνης λόγοις πεποιημένοις, Ταρσέα μὲν αὐτόν, ὡς αὐτὸς ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται, λέγοντες, ἐξ Ἑλλήνων δὲ αὐτὸν ὑποτίθενται, λαβόντες τὴν πρόφασιν ἐκ τοῦ τόπου διὰ τὸ φιλαλήθως ὑπ’ αὐτοῦ ῥηθὲν ὅτι «Ταρσεύς εἰμι, οὐκ ἀσήμου πόλεως πολίτης». εἶτα φάσκουσιν αὐτὸν εἶναι Ἕλληνα καὶ Ἑλληνίδος μητρὸς καὶ Ἕλληνος
10πατρὸς παῖδα, ἀναβεβηκέναι δὲ εἰς τὰ Ἱεροσόλυμα καὶ χρόνον ἐκεῖ μεμενηκέναι, ἐπιτεθυμηκέναι δὲ θυγατέρα τοῦ ἱερέως πρὸς γάμον ἀγαγέσθαι καὶ τούτου ἕνεκα προσήλυτον γενέσθαι καὶ περιτμηθῆναι, καὶ μηκέτι λαβόντα τὴν τοιαύτην κόρην ὠργίσθαι καὶ κατὰ περι‐ τομῆς γεγραφέναι καὶ κατὰ σαββάτου καὶ νομοθεσίας.
15 17. Ἀλλὰ κατὰ πάντα τρόπον συκοφαντεῖ ὁ δεινὸς οὗτος ὄφις καὶ πτωχὸς τῇ διανοίᾳ. Ἐβίων γὰρ ἔχει ἀπὸ Ἑβραϊκῆς εἰς Ἑλλάδα φωνὴν τὴν ἑρμηνείαν πτωχός. πτωχὸς γὰρ ὡς ἀληθῶς καὶ τῇ
διανοίᾳ καὶ τῇ ἐλπίδι καὶ τῷ ἔργῳ 〈ὁ〉 Χριστὸν ἄνθρωπον ψιλὸν νο‐355 in vol. 1
Haer
.

1

.

356

μίσας καὶ οὕτως ἐν πτωχείᾳ πίστεως τὴν ἐλπίδα περὶ αὐτοῦ κεκτη‐ μένος. αὐτοὶ δὲ δῆθεν σεμνύνονται ἑαυτοὺς φάσκοντες πτωχοὺς διὰ τό, φασίν, ἐν χρόνοις τῶν ἀποστόλων πωλεῖν τὰ αὐτῶν ὑπάρχον‐ τα καὶ τιθέναι παρὰ τοὺς πόδας τῶν ἀποστόλων καὶ εἰς πτωχείαν
5καὶ ἀποταξίαν μετεληλυθέναι· καὶ διὰ τοῦτο καλεῖσθαι ὑπὸ πάντων, φησί, πτωχοί. οὐδὲ τοῦτο δὲ ἀληθὲς παρ’ αὐτοῖς, ἀλλὰ φύσει τῷ ὄντι Ἐβίων ἐκαλεῖτο, κατὰ προφητείαν οἶμαι ὁ πτωχὸς καὶ τάλας τὸ ὄνομα ἐκ πατρὸς αὐτοῦ καὶ μητρὸς αὐτοῦ κεκληρωμένος. πόσα δὲ ἄλλα δεινὰ καὶ παραπεποιημένα καὶ μοχθηρίας γέμοντα παρ’ αὐτοῖς
10φυλάττεται; ὅταν γάρ τις ἐξ αὐτῶν ἢ νόσῳ περιπέσοι ἢ ὑπὸ ἑρπετοῦ δηχθείη, κάτεισιν εἰς τὰ ὕδατα καὶ ἐπικαλεῖται τὰς ἐπωνυμίας τὰς ἐν τῷ Ἠλξαῒ τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς, τοῦ τε ἁλὸς καὶ τοῦ ὕδα‐ τος, τῶν τε ἀνέμων καὶ ἀγγέλων τῆς δικαιοσύνης, 〈ὥσ〉 φασι, καὶ τοῦ ἄρτου καὶ τοῦ ἐλαίου, καὶ ἄρχεται λέγειν «βοηθεῖτέ μοι καὶ ἀπαλ‐
15λάξατε ἀπ’ ἐμοῦ τὸ ἄλγημα». ἤδη δέ μοι καὶ ἀνωτέρω προδεδή‐ λωται ὡς ταῦτα μὲν Ἐβίων οὐκ ᾔδει, μετὰ καιρὸν δὲ οἱ ἀπ’ αὐτοῦ συναφθέντες τῷ Ἠλξαῒ ἐσχήκασι μὲν τοῦ Ἐβίωνος τὴν περιτομὴν καὶ τὸ σάββατον καὶ τὰ ἔθη, τοῦ δὲ Ἠλξαῒ τὴν φαντασίαν, ὥστε νομίζειν
μὲν τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώ‐356 in vol. 1
Haer
.

1

.

357

ποις, μιλίων ἐνενήκοντα ἓξ τὸ μῆκος, δῆθεν σχοίνων εἴκοσι τεσσά‐ ρων, τὸ δὲ πλάτος σχοίνων ἕξ, μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ [τὸ] αὐτὸ τοῦ αὐτοῦ μέτρου.
5«καὶ πόθεν, φησίν, ἔγνων τὰ μέτρα; ἐπειδή, φησίν, εἶδον ἀπὸ τῶν ὀρέων ὅτι αἱ κεφαλαὶ ἔφθανον αὐτῶν, καὶ τὸ μέτρον τοῦ ὄρους καταμαθὼν ἔγνων Χριστοῦ τε καὶ τοῦ ἁγίου πνεύματος τὰ μέτρα.» ἤδη δέ μοι περὶ τούτων εἴρηται ἐν τῇ κατὰ Ὀσσαίων αἱρέσει. ἐν παρεξόδῳ δὲ ταῦτα πεποίημαι νῦν, ἵνα μὴ τὰ παρ’ ἑκάστῳ ἔθνει τε καὶ αἱρέσει
10ὄντα, εὑρισκόμενα δὲ καὶ παρ’ ἑτέροις, νομισθείη κατὰ λήθην ὑφ’ ἡμῶν μὴ εἰρῆσθαι. 18. Οὗτος μὲν οὖν ὁ Ἐβίων καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ ἔσχεν τὸ κήρυγμα καὶ Ῥώμῃ, τὰς δὲ ῥίζας τῶν ἀκανθωδῶν παραφυάδων ἔχου‐ σιν ἀπό τε τῆς Ναβαταίας καὶ Πανεάδος τὸ πλεῖστον, Μωαβίτιδός
15τε καὶ Κωκάβων ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν, ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ. ἀναγκάζουσι δὲ καὶ παρ’ ἡλικίαν ἐκγαμίζουσι τοὺς νέους, ἐξ ἐπιτροπῆς δῆθεν τῶν παρ’ αὐτοῖς διδασκάλων (πρεσβυτέρους γὰρ οὗτοι ἔχουσι καὶ ἀρχισυναγώγους, συναγωγὴν δὲ καλοῦσι τὴν ἑαυ‐ τῶν ἐκκλησίαν καὶ οὐχὶ ἐκκλησίαν, τῷ Χριστοῦ δὲ ὀνόματι μόνον
20σεμνύνονται) καὶ οὐ μόνον ἑνὶ τῷ γάμῳ ἐπιτρέπουσι τὰς συναφείας ποιεῖσθαι, ἀλλ’ εἰ καὶ θελήσειέν τις τοῦ πρώτου γάμου διαζεύγνυσθαι, ἑτέρῳ δὲ συνάπτεσθαι, ἐπιτρέπουσιν—πάντα γὰρ παρ’ αὐτοῖς ἀδεῶς ἐφίεται—ἄχρι καὶ δευτέρου καὶ τρίτου καὶ ἑβδόμου γάμου. Ἀβραὰμ δὲ ὁμολογοῦσι καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μωυσέα τε καὶ Ἀαρών, Ἰησοῦν
25τε τὸν τοῦ Ναυῆ, ἁπλῶς διαδεξάμενον Μωυσέα, οὐδὲν δὲ ὄντα. μετὰ τούτους δὲ οὐκέτι ὁμολογοῦσί τινα τῶν προφητῶν, ἀλλὰ καὶ ἀναθε‐
ματίζουσι καὶ χλευάζουσι Δαυίδ τε καὶ Σολομῶν〈τ〉α, ὁμοίως δὲ τοὺς357 in vol. 1
Haer
.

1

.

358

περὶ Ἠσαΐαν καὶ Ἰερεμίαν, Δανιὴλ καὶ Ἰεζεκιήλ, Ἠλίαν τε καὶ Ἐλισ‐ σαῖον ἀθετοῦσιν· οὐ γὰρ συντίθενται, βλασφημοῦντες τὰς αὐτῶν προφητείας, ἀλλὰ μόνον τὸ εὐαγγέλιον δέχονται. τὸν δὲ Χριστὸν προφήτην λέγουσι τῆς ἀληθείας καὶ Χριστόν, υἱὸν 〈δὲ〉 θεοῦ κατὰ προ‐
5κοπὴν καὶ κατὰ συνάφειαν ἀναγωγῆς τῆς ἄνωθεν πρὸς αὐτὸν γεγε‐ νημένης· τοὺς δὲ προφήτας λέγουσι * συνέσεως εἶναι προφήτας καὶ οὐκ ἀληθείας. αὐτὸν δὲ μόνον θέλουσιν εἶναι καὶ προφήτην καὶ ἄν‐ θρωπον καὶ υἱὸν θεοῦ καὶ Χριστὸν καὶ ψιλὸν ἄνθρωπον ὡς προεί‐ παμεν, διὰ δὲ ἀρετὴν βίου ἥκοντα εἰς τὸ καλεῖσθαι υἱὸν θεοῦ.
10οὔτε δὲ δέχονται τὴν πεντάτευχον Μωυσέως ὅλην, ἀλλά τινα ῥητὰ ἀποβάλλουσιν. ὅταν δὲ αὐτοῖς εἴπῃς περὶ ἐμψύχων βρώσεως· «πῶς οὖν Ἀβραὰμ παρέθετο τοῖς ἀγγέλοις τὸν μόσχον καὶ τὸ γάλα; ἢ πῶς ἔφαγεν Νῶε καὶ ἤκουσεν ἀπὸ θεοῦ λέγοντος, θῦσον καὶ φάγε, πῶς
δὲ Ἰσαὰκ καὶ Ἰακὼβ ἔθυσαν τῷ θεῷ, ὁμοίως δὲ καὶ Μωυσῆς ἐν τῇ358 in vol. 1
Haer
.

1

.

359

ἐρήμῳ;», ἐκείνοις μὲν ἀπιστεῖ καί φησι «τίς χρεία με ἀναγινώσκειν τὰ ἐν τῷ νόμῳ, ἐλθόντος τοῦ εὐαγγελίου;». «πόθεν σοι τοίνυν τὰ περὶ Μωυσέως καὶ Ἀβραὰμ εἰδέναι; οἶδα γὰρ ὡς ὁμολογεῖτε αὐτοὺς εἶναι, δικαίους καὶ πατέρας ἑαυτῶν ἐπιγράφεσθε». εἶτα ἀποκρίνεται
5καὶ λέγει, ὅτι Χριστός μοι ἀπεκάλυψε, καὶ βλασφημεῖ τὰ πλείω τῆς νομοθεσίας καὶ τοὺς περὶ Σαμψὼν καὶ Δαυὶδ καὶ Ἠλίαν καὶ Σαμουὴλ καὶ Ἐλισσαῖον καὶ τοὺς ἄλλους. 19. Ἐλέγχεται δὲ πανταχόθεν ὁ ἀγύρτης ὑπὸ τοῦ σωτῆρος, διαρ‐ ρήδην καὶ ὡς ἐν συντόμῳ ἀπὸ μιᾶς λέξεως τὸ πᾶν αὐτοῦ ἐλέγχοντος
10τῆς ἀπατηλῆς διδασκαλίας καὶ λέγοντος «ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιο‐ σύνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι, δαιμόνιον ἔχει· ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων 〈καὶ λέγουσιν, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότησ〉». καὶ οὐ πάντως ὅτι κἂν τὸ τυχὸν οὐκ ἤσθιεν Ἰωάννης ἢ πᾶν ὁτιοῦν ἤσθιεν ὁ σωτήρ, ἵνα τις ὑπολάβῃ καὶ τὰ
15ἀπηγορευμένα· ἡ γραφὴ δὲ τὴν ἔμφασιν δηλοῖ τῆς ἀληθείας, ὡς τό «φάγον αὐτὸν εἶναι καὶ οἰνοπότην» οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ κρέας ἐσθίειν καὶ οἶνον πίνειν, καὶ τό «μὴ ἐσθίων μήτε πίνων», ὅτι κρεῶν οὐ μετείληφε καὶ οἴνου, ἀλλ’ ἢ ἀκρίδων μόνον ὁ Ἰωάννης καὶ μέλιτος μετελάμβανε, δῆλον δὲ ὡς καὶ ὕδατος. τίς δὲ οὐκ οἶδε τὸν σωτῆρα
20ἀναστάντα ἐκ τῶν νεκρῶν καὶ φαγόντα; καθάπερ ἔχει τὰ ἅγια εὐαγ‐ γέλια τῆς ἀληθείας, ὅτι «ἐπεδόθη αὐτῷ ἄρτος καὶ μέρος ὀπτοῦ ἰχθύος, καὶ λαβὼν ἔφαγε καὶ ἔδωκε τοῖς μαθηταῖς»· ὡς καὶ ἐπὶ τῆς θα‐ λάσσης τῆς Τιβεριάδος ἐποίησεν καὶ φαγὼν καὶ διδούς. καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. δεῖ δέ με κατὰ λεπτότητα εἰς τὸν τούτων
25τῶν ῥημάτων τῶν ἑώλων τε καὶ σαθρῶν παρ’ αὐτοῖς κηρυττομένων ἥκειν ἔλεγχον καὶ τὴν αὐτῶν ποιεῖσθαι ἀνατροπήν. 20. Καὶ πρῶτον μὲν περὶ τοῦ Χριστοῦ ὅτι οὐ ψιλὸς ἄνθρωπος
ῥητέον. οὐ δύναται γὰρ ὁ γεννηθεὶς κατὰ πάντα 〈ὡσ〉 ἄνθρωπος σημείου359 in vol. 1
Haer
.

1

.

360

ἕνεκα τῷ κόσμῳ δοθήσεσθαι, ὡς περὶ αὐτοῦ προεθέσπιζε τὸ ἅγιον πνεῦμα, ὅτε τῷ Ἄχαζ ἔλεγεν «αἴτησαι σεαυτῷ σημεῖον»· κἀκείνου μὴ αἰτήσαντος, τότε φησὶν ὁ προφήτης «αὐτὸς κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει». παρθένος δὲ οὐ καλεῖται ἡ συν‐
5αφθεῖσα ἀνδρὶ καὶ γαμηθεῖσα γυνή, παρθένος δὲ ἐκείνη κυρίως λέγοιτ’ ἂν ἡ ἄνευ ἀνδρὸς τὴν σύλληψιν τοῦ θεοῦ Λόγου κατὰ ἀλήθειαν ἐσχηκυῖα, ὡς καὶ αὐτὸς Ἠσαΐας ἐν ἄλλῳ τόπῳ φησί «φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδόσεως, ἀνταποδι‐ δόντος τοῖς ἀντικειμένοις· πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἢ
10ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο ἢ τίς ἑώρακε τοιαῦτα; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ ἔτεκεν ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθησαν, λέγει κύριος». ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ’ ἢ τὸ παρθένον
15γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδαμοῦ γεγένηται, καὶ τὸ τὸν δι’ αὐτὸν ἀπὸ Ἐλισάβετ κατὰ ἐπαγγελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης δι’ ὠδίνων γεγέννηται; πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρὸς ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς δὲ οὐ γνω‐ σθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι «ἄνθρωπός ἐστι, καὶ
20τίς γνώσεται αὐτόν»; διηγούμενος γὰρ ὁ προφήτης περὶ αὐτοῦ ἔλεγεν «τίς γνώσεται αὐτόν;». εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἂν καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γεί‐ τονες, σύσκηνοί τε καὶ συμπολῖται· ἀλλ’ ἐπειδὴ ἐκ Μαρίας μέν ἐστι τὸ γέννημα, ἄνωθεν δὲ ἦλθεν ὁ θεὸς Λόγος, οὐκ ἀπὸ σπέρματος
25ἀνδρός, ἀλλ’ ἐκ πατρὸς μὲν ἄνωθεν γεννηθεὶς ἐν ἀληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν μήτρᾳ γενέ‐ σθαι παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι «καὶ ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς θεὸς Λόγος. πολλὴ δὲ ταλαι‐
30πωρία τῶν πεπλανημένων, τῶν καταλειψάντων μὲν προφητῶν μαρ‐
τυρίας καὶ ἀγγέλων, καὶ ἀνασχομένων Ἐβίωνος τοῦ πεπλανημένου,360 in vol. 1
Haer
.

1

.

361

τοῦ τὴν ἑαυτοῦ ἡδονὴν βουλομένου πληροῦν καὶ τὰ Ἰουδαϊκὰ μετα‐ χειριζομένου καὶ ἀπὸ Ἰουδαίων ἠλλοτριωμένου. ὁ μὲν 〈γὰρ〉 Γαβριὴλ εὐθὺς τῇ παρθένῳ εὐαγγελιζόμενος, αὐτῆς λεγούσης «πῶς ἔσται ταῦτα, ὅτι ἄνδρα οὐ γινώσκω», τὸ ἀσφαλὲς ὑποτιθέμενος ἔφη «πνεῦμα κυρίου
5ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». ἐν τῷ γὰρ εἰπεῖν «τὸ γεννώμενον» ἔδειξε μὲν τὴν σάρκα ἀπ’ αὐτῆς 〈εἶναι〉 καὶ τὴν ἄλλην ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ’ οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν κατα‐
10βεβηκέναι τὸν μονογενῆ υἱὸν θεὸν Λόγον, * καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ’ αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ ἄλλα ἐστὶ τοιαῦτα; εἴωθα δέ, ὡς ὑπεσχόμην, μὴ διὰ πλάτους φέρεσθαι, ἵνα μὴ εἰς ὄγκον πολὺν ἀγάγω τὴν πραγματείαν. 21. Περὶ δὲ τῶν ἄλλων ἑξῆς διηγήσομαι, ὧν τε κατὰ Πέτρου καὶ
15τῶν ἄλλων ἀποστόλων καταψεύδονται· ὅτι, φησίν, ὁ Πέτρος καθ’ ἑκάστην ἡμέραν βαπτισμοῖς ἐκέχρητο, πρὶν ἢ καὶ ἄρτου αὐτὸν μετα‐ λαμβάνειν. καὶ ὅρα τὸ πᾶν αὐτῶν συκοφάντημα καὶ τὸ ὕπουλον τῆς ἀγυρτώδους αὐτῶν διδασκαλίας. ἀπὸ τοῦ γὰρ αὐτοὺς μεμιάνθαι καὶ λαγνιστέρως πολλάκις πολλὰ πράττειν ἐπὶ τῆς γῆς, εἰς πεισμονὴν
20τῆς ἑαυτῶν πληροφορίας τῷ ὕδατι δαψιλῶς χρῶνται, ἵνα δῆθεν ἑαυτοὺς ἀπατήσωσι, διὰ βαπτισμῶν ἔχειν τὴν κάθαρσιν νομίζοντες. καὶ ταῦτα εἰς τοὺς ἀποστόλους ἐμπαροινεῖν οὐκ αἰσχύνονται, καίτοι τοῦ κυρίου ἐλέγχοντος αὐτῶν τὴν κακοτροπίαν ἐν τῷ τὸν Πέτρον εἰρηκέναι, ὅτε ἦλθεν τοὺς πόδας αὐτοῦ νίψαι, ὅτι «οὐ μὴ νίψῃς τοὺς
25πόδας μου εἰς τὸν αἰῶνα», καὶ τὴν ἀνθυποφορὰν ὑπὸ τοῦ σωτῆ‐ ρος ἐξενεχθῆναι ὅτι «ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ», κἀκείνου πάλιν ἀνταποκρινομένου ὅτι «οὐ μόνον τοὺς
πόδας, ἀλλὰ καὶ τὴν κεφαλήν», τοῦ δὲ κυρίου πάλιν λέγοντος ὅτι361 in vol. 1
Haer
.

1

.

362

«ὁ λουσάμενος ἅπαξ οὐ χρείαν ἔχει τὴν κεφαλὴν 〈νίψασθαι〉, εἰ μὴ τοὺς πόδας μόνον· ἔστιν γὰρ καθαρὸς ὅλος». ἔδειξεν οὖν ὅτι οὐ χρὴ βαπτισμοῖς χρῆσθαι καὶ ἔθεσιν ἀνωφελέσι καὶ ἐντάλμασιν ἀν‐ θρώπων καὶ διδασκαλίαις, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ συνῳδὰ τῷ προ‐
5φήτῃ λέγει «ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκα‐ λίας, ἐντάλματα ἀνθρώπων». ἐπεὶ κατὰ ποίαν αἰτίαν ἐμέμφετο τοὺς Φαρισαίους καὶ Γραμματεῖς, τοὺς βαπτισμοῖς πυγμῇ χρωμένους ἑαυ‐ τῶν 〈τε〉 καὶ ξεστῶν καὶ ποτηρίων καὶ τῶν ἄλλων; καὶ τελείως ἀπο‐
10φαίνεται ὅτι «τὸ ἀνίπτοις χερσὶν ἐσθίειν οὐ κοινοῖ τὸν ἄνθρωπον»; ὥστε οὐ μόνον τὸ βαπτίζεσθαι τούτων ἀνέτρεψεν, ἀλλὰ καὶ τὸ νίψαι χεῖρας περιττὸν εἶναι ἔδειξε καὶ τῷ 〈μὴ〉 βουλομένῳ τὰς χεῖρας νίπτεσθαι μὴ εἶναι βλάβην. 22. Πῶς δὲ περὶ κρεοφαγίας οὐκ εὐθὺς ἡ αὐτῶν ἄνοια ἐλεγχθή‐
15σεται; πρῶτον μὲν τοῦ κυρίου ἐσθίοντος τὸ Πάσχα τῶν Ἰουδαίων. Πάσχα δὲ τῶν Ἰουδαίων πρόβατον ἦν καὶ ἄζυμα, κρέα προβάτου ὀπτὰ πυρὶ ἐσθιόμενα· ὡς καὶ οἱ μαθηταὶ αὐτῷ λέγουσι «ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;» καὶ αὐτὸς ὁ κύριος λέγει «ἀπέλ‐ θετε εἰς τὴν πόλιν καὶ εὑρήσετε ἄνθρωπον βαστάζοντα κεράμιον
20ὕδατος καὶ ἀκολουθήσατε αὐτῷ ὅπου ὑπάγει καὶ εἴπατε τῷ οἰκο‐ δεσπότῃ, ποῦ ἐστι τὸ κατάλυμα ὅπου ποιήσω τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου; καὶ δείξει ὑμῖν ὑπερῷον ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε». πάλιν δὲ αὐτὸς ὁ κύριος λέγει «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν»· καὶ οὐκ εἶπεν ἁπλῶς Πάσχα, ἀλλὰ τοῦτο
25τὸ Πάσχα, ἵνα μή τις μεθοδεύσῃ εἰς τὴν ἑαυτοῦ ὑπόνοιαν. Πάσχα362 in vol. 1
Haer
.

1

.

363

δὲ ἦν, ὡς εἶπον, κρέα ὀπτὰ πυρὶ καὶ τὰ ἄλλα. αὐτοὶ δὲ ἀφανί‐ σαντες ἀφ’ ἑαυτῶν τὴν τῆς ἀληθείας ἀκολουθίαν ἤλλαξαν τὸ ῥητόν, ὅπερ ἐστὶ πᾶσι φανερὸν ἐκ τῶν συνεζευγμένων λέξεων, καὶ ἐποίησαν τοὺς μαθητὰς μὲν λέγοντας «ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ Πάσχα
5φαγεῖν», καὶ αὐτὸν δῆθεν λέγοντα «μὴ ἐπιθυμίᾳ ἐπεθύμησα κρέας τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν». πόθεν δὲ οὐ φωραθήσεται ἡ αὐτῶν ῥᾳδιουργία, τῆς ἀκολουθίας κραζούσης ὅτι τὸ μῦ καὶ τὸ ἦτά ἐστι πρόσθετα; ἀντὶ τοῦ γὰρ εἰπεῖν «ἐπιθυμίᾳ ἐπεθύμησα» αὐτοὶ προσέθεντο τὸ «μή» ἐπίρρημα. αὐτὸς δὲ ἀληθῶς ἔλεγεν «ἐπιθυμίᾳ
10ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν»· αὐτοὶ δὲ ἐπιγρά‐ ψαντες τὸ κρέας ἑαυτοὺς ἐπλάνησαν, ῥᾳδιουργήσαντες καὶ εἰπόντες «μὴ ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα κρέας φαγεῖν μεθ’ ὑμῶν»· σαφῶς δὲ δείκνυται ὅτι καὶ Πάσχα ἐπετέλεσε καὶ κρέα βέβρωκεν, ὡς προεῖπον. ἀλλὰ καὶ ἀπὸ τοῦ ὁράματος ἐλεγχθήσονται τοῦ ἀπο‐
15καλυφθέντος τῷ ἁγίῳ Πέτρῳ διὰ τῆς ὀθόνης τῆς ἐχούσης πάντα ἐν αὐτῇ θηρία τε καὶ κτήνη καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ φωνῆς κυρίου λεγούσης «ἀναστὰς θῦσον καὶ φάγε»· καὶ τοῦ Πέτρου λέγοντος «μη‐ δαμῶς, κύριε· οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου», φησὶν ὁ κύριος «ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου». εὑρε‐
20θήσεται γὰρ ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις. εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι 〈τὸν〉 λόγον τοῦ ἁγίου Πέτρου λέγοντος ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον 〈εἰσῆλθεν εἰς τὸ στόμα μου〉, ὡς καὶ βόας καὶ αἶγας καὶ πρόβατα καὶ ὄρνεις κοινὰ λέγεσθαι παρ’ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας
25αὐτοῦ ἀναστροφῆς. μετὰ γὰρ τὸ γῆμαι καὶ τέκνα κεκτῆσθαι καὶ πενθερὰν ἔχειν συνέτυχε τῷ σωτῆρι, ἐξ Ἰουδαίων ὁρμώμενος. Ἰου‐
δαῖοι δὲ καὶ σάρκας ἐσθίουσι καὶ κρεοφαγία παρ’ αὐτοῖς οὐκ ἐβδέ‐363 in vol. 1
Haer
.

1

.

364

λυκται οὐδὲ ἀπηγόρευται. ἄρα γοῦν αὐτοῦ βεβρωκότος ἀπ’ ἀρχῆς— εἰ καὶ ἕως τοῦ συναντῆσαι τῷ σωτῆρι εἴποιμεν—δειχθήσεται ὅτι οὐδὲν κοινὸν ἡγήσατο τῶν οὐ κοινῶν λεγομένων. καὶ γὰρ οὐ κατὰ πάν‐ των διεξήγαγε τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ
5νόμος κοινῶν καὶ ἀκαθάρτων. πάλιν δὲ τούτου δειχθέντος ὅτι οὐ περὶ πάντων τῶν κρεῶν αὐτῷ ἤγετο ὡς κοινῶν πάντων ὄντων, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ θεὸς τῆς ἁγίας Χριστοῦ ἐκκλησίας τὸν χαρακτῆρα παραδιδοὺς ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· «πάντα γάρ ἐστι καθαρὰ μετὰ εὐχαριστίας
10καὶ εὐλογίας θεοῦ λαμβανόμενα.» ἀλλ’ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα εἶχεν, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοι‐ νοὺς ἢ ἀκαθάρτους, ὅμως ἡ ἔμφασις τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ὑπόνοιαν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντί τῳ σαφὲς ἂν εἴη· καὶ ἐξέπεσεν αὐτῶν πανταχόθεν ὁ ληρώ‐
15δης λόγος. 23. Τῶν δὲ ἀποστόλων τὰ ὀνόματα εἰς τὴν τῶν ἠπατημένων ὑπ’ αὐτῶν πειθὼ προσποιητῶς δέχονται βίβλους τε ἐξ ὀνόματος αὐτῶν πλασάμενοι ἀνεγράψαντο, δῆθεν ἀπὸ προσώπου Ἰακώβου καὶ Ματθαίου καὶ ἄλλων μαθητῶν. ἐν οἷς ὀνόμασι καὶ τὸ ὄνομα
20Ἰωάννου τοῦ ἀποστόλου ἐγκαταλέγουσιν, ἵνα πανταχόθεν φωρατὴ γένηται ἡ αὐτῶν ἄνοια. οὐ μόνον γὰρ ἐλέγχει αὐτοὺς κατὰ πάντα τρόπον, λέγων ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος», ἀλλὰ καὶ ὅτι τὰς τῶν ἁγίων προφητῶν μαρτυρίας *, ἐν ᾧ ἐκ πνεύματος ἁγίου ὁρμώμενος καὶ τὰ ὑπὸ τοῦ
25σωτῆρος εἰρημένα καλῶς ἀκριβολογήσας περὶ ἑκάστης ὑποθέσεως τῆς εἰς Χριστὸν πληρωθείσης, ὡς εἶπον, τὰς μαρτυρίας ἐξέθετο, ἀφ’ ὧν προφητῶν οὗτοι ἑαυτοὺς ἀπηλλοτρίωσαν. καὶ εὐθὺς ἔδειξεν
ὡς τοῖς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ὑπὸ τῶν Φαρισαίων πεμφ‐364 in vol. 1
Haer
.

1

.

365

θεῖσιν αὐτὸς Ἰωάννης ἀποκρίνεται λέγων «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης». καὶ πάλιν αὐτὸς Ἰωάννης λέγει, ἀπὸ τῶν προφητῶν λαβὼν τὴν μαρτυρίαν (φημὶ δὲ ἀπὸ τοῦ Δαυίδ), ὅτε ὁ κύριος τὰς τραπέζας τῶν
5κολλυβιστῶν κατέστρεψε καὶ εἶπεν· μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, «ἐμνήσθησαν ὅτι ἦν γεγραμμένον ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με». καὶ πάλιν αὐτὸς Ἰωάννης εἶπεν ὅτι «Ἠσαΐας εἶδεν ὢν ἐν πνεύματι ἁγίῳ». 24. Πάλιν δὲ ὁ αὐτὸς ἅγιος Ἰωάννης κηρύττων ἐν τῇ Ἀσίᾳ
10ἱστορεῖται παράδοξον ἔργον τι πεποιηκὼς εἰς ὑπογραμμὸν τῆς ἀλη‐ θείας. πολιτείαν γὰρ ἔχων θαυμασιωτάτην καὶ συμπρέπουσαν αὐτοῦ τῷ ἀξιώματι τῆς ἀποστολῆς καὶ μηδ’ ὅλως λουόμενος, ἠναγκάσθη ὑπὸ τοῦ ἁγίου πνεύματος προελθεῖν ἕως τοῦ βαλανείου, εἰπὼν ὅτι «λάβετέ μοι τὰ πρὸς βαλανεῖον». καὶ τῶν συνεπομένων θαυμαζόντων
15ἦλθεν εἰς αὐτὸ τὸ λουτρὸν καὶ γεγονὼς πρὸς τὸν εἰωθότα ὑπο‐ δέχεσθαι τῶν λουομένων τὰ ἱμάτια ἤρετο τίς ἔνδον ἐστὶν ἐν τῷ βαλανείῳ· ὁ δὲ ὀλεάριος 〈ὁ〉 ἐπὶ τῷ φυλάττειν τὰ ἱμάτια προσκαρτε‐ ρῶν (ἐν τοῖς γὰρ γυμνασίοις ἔργον τοῦτό τισιν ὑπάρχει πορισμοῦ ἕνεκα τῆς ἐφημέρου τροφῆς) ἔφη τῷ ἁγίῳ Ἰωάννῃ ὅτι Ἐβίων ἔνδον
20ἐστίν. Ἰωάννης δὲ εὐθὺς συνεὶς τὴν τοῦ ἁγίου πνεύματος ὁδηγίαν, δι’ ἣν αἰτίαν προὐτρέψατο αὐτὸν ἕως τοῦ βαλανείου ἥκειν, ὡς ἔφην, μνήμης ἕνεκα τοῦ καταλιπεῖν ἡμῖν τὴν τῆς ἀληθείας ὑπόθεσιν, ὅτι τίνες εἰσὶν οἱ δοῦλοι Χριστοῦ καὶ ἀπόστολοι καὶ υἱοὶ τῆς αὐτῆς ἀλη‐ θείας, τίνα δέ ἐστι τὰ σκεύη τοῦ πονηροῦ καὶ πύλαι Ἅιδου, μὴ κατι‐
25σχύουσαι τῆς πέτρας καὶ τῆς ἐπ’ αὐτῇ οἰκοδομηθείσης ἁγίας θεοῦ ἐκκλησίας, εὐθὺς ταράξας ἑαυτὸν καὶ οἰμώξας, ἠρέμα εἰς τὸ πάντας ἀκοῦσαι εἰς μαρτύριον παραστάσεως ἀχράντου διδασκαλίας «σπεύσατε, ἀδελφοί» ἔφη «ἐξέλθωμεν ἐντεῦθεν, μὴ πέσῃ τὸ βαλανεῖον καὶ κατο‐
ρύξῃ ἡμᾶς μετὰ Ἐβίωνος τοῦ ἔνδον ἐν τῷ βαλανείῳ διὰ τὴν αὐτοῦ365 in vol. 1
Haer
.

1

.

366

ἀσέβειαν». καὶ μηδεὶς θαυμαζέτω ἐπὶ τῷ ἀκοῦσαι Ἐβίωνα Ἰωάννῃ συντετυχηκέναι. πολυχρόνιος γὰρ καταμείνας τῷ βίῳ ὁ μακάριος Ἰωάννης διήρκεσεν ἄχρι τῆς τοῦ Τραϊανοῦ βασιλείας. πάντες δὲ οἱ ἀπόστολοι ὅτι ἀπαλλοτριοῦσι τὴν τοῦ Ἐβίωνος πίστιν καὶ ἀλλο‐
5τρίαν ἡγήσαντο τοῦ αὐτῶν κηρύγματος τοῦ χαρακτῆρος, παντί τῳ δῆλον. 25. Περὶ δὲ τοῦ ἁγίου Παύλου ὡς βλασφημοῦντες αὐτὸν λέγουσι πόσα ἔχω λέγειν; πρῶτον μὲν γὰρ λέγουσιν αὐτὸν Ἕλληνά τε καὶ ἐξ ἐθνῶν ὑπάρχειν, προσήλυτον δὲ γεγονέναι ὕστερον. πῶς οὖν
10αὐτὸς λέγει περὶ ἑαυτοῦ ὅτι «Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν, κατὰ νόμον Φαρισαῖος, περισσοτέρως ζηλω‐ τὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων»· καὶ ἐν ἄλλῳ τόπῳ λέγει «Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ», καί φησι «περιτομῇ ὀκταήμερος καὶ ἀνατεθραμμένος παρὰ τοὺς πόδας Γαμα‐
15λιὴλ καὶ Ἑβραῖος ἐξ Ἑβραίων». καὶ ὦ τῶν δεινῶν ἑρπετῶν τὰ δεινὰ κωκύματα καὶ τὰ δρακοντοειδῆ συρίγματα καὶ τῆς κενοφωνίας τὰ δηλητήρια. τίνος δὲ λήψομαι τὴν μαρτυρίαν; Ἐβίωνος καὶ τῶν κατ’ αὐτὸν ἢ τοῦ ἁγίου Πέτρου τοῦ λέγοντος «ὡς ἔγραψεν ὑμῖν ὁ ἀδελφός μου Παῦλος, ἅτινά ἐστι βαθέα καὶ δυσερμήνευτα, ἃ οἱ ἀμα‐
20θεῖς καὶ ἀστήρικτοι διαστρέφουσι τῇ ἑαυτῶν ἀγνωσίᾳ»; πάλιν δὲ ὁ ἅγιος Παῦλος μαρτυρεῖ καὶ αὐτὸς τοῖς περὶ Πέτρον λέγων «Ἰάκω‐ βος καὶ Ἰωάννης καὶ Κηφᾶς, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδω‐ καν ἐμοί τε καὶ Βαρνάβᾳ κοινωνίας». κἄν τε γὰρ Ταρσέα ἑαυτὸν εἴποι, οὐκ ἀπὸ τούτου πάντως δέδοται πρόφασις τοῖς λεξιθηροῦσι
25τὰ εἰς ἑαυτῶν καταστροφὴν καὶ τῶν πειθομένων * οὕτως ἔχειν. καὶ γὰρ καὶ Βαρνάβαν λέγει, Ἰωσήφ ποτε καλούμενον Βαρνάβαν δὲ
μετακληθέντα, υἱὸν παρακλήσεως ἑρμηνευόμενον, Λευίτην Κύπριον366 in vol. 1
Haer
.

1

.

367

τῷ γένει. καὶ οὐ πάντως ἐπειδὴ Κύπριος ἦν, οὐκ ἦν ἀπὸ τοῦ Λευί, ὡς καὶ ὁ ἅγιος Παῦλος, εἰ καὶ ἀπὸ Ταρσοῦ ὡρμᾶτο, οὐκ ἦν ἀλλό‐ τριος τοῦ Ἰσραήλ. διασπαρέντων γὰρ πολλῶν ἐν τοῖς χρόνοις Ἀντιόχου τοῦ Ἐπιφανοῦς καὶ ἐν χρόνοις ἄλλοις, καθότι συνέβαινε
5πόλεμος, καὶ αἰχμαλωτισθέντων καὶ † δοθέντων εἰς πολιορκίαν, οἱ μὲν αἰχμάλωτοι ἀρθέντες ἐπέμειναν ἔν τισι τόποις, οἱ δὲ ἀπὸ τῆς τοι‐ αύτης αἰτίας ἀναχωρήσαντες κατῴκουν ἕκαστος ὅπου κατείληφεν. ὡς καὶ ὁ ἅγιος Ἰερεμίας ἔλεγε περὶ τοῦ Ἰσραήλ, καθάπερ πολλάκις τοῦτο αὐτὸ συμβέβηκε τὸ ἀποδιδράσκειν ἀπὸ προσώπου τῶν πολε‐
10μίων, ὅτι «καὶ εἰς Κιτιεῖς ἐὰν ἀπέλθῃς, οὔτε ἐκεῖ σοι ἀνάπαυσις ἔσται». παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι Κίτιον ἡ Κυπρίων νῆσος κα‐ λεῖται· Κίτιοι γὰρ Κύπριοι καὶ Ῥόδιοι. ἀλλὰ καὶ ἐν τῇ Μακεδονίᾳ τὸ γένος κατῴκηκε Κυπρίων τε καὶ Ῥοδίων· ὅθεν δὴ καὶ Ἀλέξαν‐ δρος ὡρμᾶτο ὁ Μακεδών. καὶ τούτου ἕνεκεν ἐμφέρεται ἐν τοῖς
15Μακκαβαίοις ὅτι «ἐξῆλθεν [σπέρμα] ἐκ γῆς Κιτιέων»· καὶ γὰρ ἐκ σπέρματος τῶν Κιτιέων Ἀλέξανδρος ὁ Μακεδών. ἀλλὰ γενόμενος πάλιν ἐν τῷ τόπῳ, διὰ τὸν ὑποπεσόντα λόγον διεξελθὼν τὴν περὶ τούτων ἱστορίαν, φημὶ ὅτι ἀπὸ τῆς μετοικήσεως πολλοὶ τὰς ἄλλας χώρας κατοικήσαντες τοῦ Ἰσραὴλ ἦσαν σπέρματος κατὰ διαδοχήν.
20ἐλέγοντο γὰρ καὶ ἑκάστης χώρας πατριῶται, ὡς καὶ αἱ θυγατέρες τοῦ Ἰοθὸρ τὴν ἀντίληψιν τοῦ Μωυσέως τῷ πατρὶ ἀπήγγειλαν, ὡς ἀποστήσας τοὺς ποιμένας ἐπότισεν αὐτῶν τὰ πρόβατα, καὶ πορευ‐ θεῖσαι περὶ τούτου ὑφηγοῦντο τῷ ἰδίῳ πατρί, τοῦ δὲ λέγοντος ὅτι «διὰ τί ἐταχύνατε σήμερον τοῦ ἐλθεῖν;» πρὸς αὐτὸν ἔφασαν ὅτι
25«ἀνὴρ Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησε καὶ ἐπότισεν ἡμῶν τὰ θρέμματα», καὶ εὐθὺς ὁ αὐτὸς ἔφη πρὸς αὐτάς
«διὰ τί οὐκ ἠγάγετε αὐτὸν ὧδε, ἵνα φάγῃ ἄρτον;» τίς δὲ οὐκ367 in vol. 1
Haer
.

1

.

368

οἶδεν ὅτι Μωυσῆς υἱὸς μὲν γίνεται τοῦ Ἀμρὰμ καὶ τῆς Ἰωχαβέτ, Ἀμρὰμ δὲ τοῦ Καάθ, Καὰθ δὲ τοῦ Λευί, Λευὶ δὲ τοῦ Ἰακώβ, Ἰακὼβ δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἀβραάμ; καὶ οὐκ ἀπὸ τοῦ καλεῖσθαι τὸν Μωυσέα Αἰγύπτιον πάντως ἡ τῆς εὐγενείας καὶ τοῦ σπέρματος διέ‐
5πεσεν ἀκολουθία. οὗτοι δὲ καταλείψαντες τὴν ὁδὸν οἱ ἀπὸ τοῦ Ἐβίωνος πεπλανημένοι ἐπὶ πολλὰς διεστραμμένας ὁδοὺς καὶ ἀνάντη τρίβον τὸν νοῦν ἐκδεδώκασιν. 26. Αὐχοῦσι δὲ πάλιν περιτομὴν ἔχοντες καὶ σεμνύνονται δῆθεν ταύτην εἶναι σφραγῖδα καὶ χαρακτῆρα τῶν τε πατριαρχῶν καὶ δι‐
10καίων τῶν κατὰ τὸν νόμον πεπολιτευμένων, δι’ ἧς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι· καὶ δῆτα ἀπ’ αὐτοῦ τοῦ Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον. φασὶ γὰρ καὶ οὗτοι κατὰ τὸν ἐκείνων ληρώδη λόγον «ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος»· «περιετμήθη, φησίν, ὁ Χριστός, καὶ σὺ περιτμή‐
15θητι». * καὶ ἵνα κατὰ πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα· καθάπερ χαλινὸς τῇ θαλάσσῃ ἐκ θεοῦ ὁρισθείς, κλεῖ‐
θρα καὶ πύλαι, ψάμμος ὅριον θαλάσσῃ καὶ πρόσταγμα τό «ἕως τούτου368 in vol. 1
Haer
.

1

.

369

ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα» 〈ὥσ〉 φησιν, οὕτω καὶ οὗτοι ἐν ἑαυτοῖς καταδαπανηθήσονται. ἀλλὰ ἐκεῖ μὲν ἐκ θεοῦ προστάγματος εἰς εὐταξίαν θαλάσσης ἐκ θεοῦ εἴρηται ὁ τοῦ ὅρου λόγος, ἐνταῦθα δὲ ἀφ’ ἑαυτῆς ἡ κακία καὶ ἡ
5πλάνη τυφλώττουσα τὸν νοῦν καὶ τὸν εὐσεβῆ λογισμὸν ἀποστρε‐ φομένη προὔλαβε καθ’ ἑαυτῆς ὥσπερ κύματα ἐγείρειν, τὰ σχέτλια τῶν προαπαγγελλομένων αὐτῆς ὑπολήψεων ἑτέροις κύμασιν ἑαυτῆς συγ‐ κρούουσα καὶ ἐν ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτήν 〈τε〉 διαλύουσα, —ἢ καθάπερ ἑρπετὸν δεινὸν ἑαυτὸ λυμαινόμενον καὶ ἀντιστρεφόμενον
10ἀπὸ τῆς κέρκου καὶ ἑαυτὸ βιβρῶσκον αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν γινό‐ μενον. τοῦτο γάρ φασι γεγενῆσθαι καιρῷ ὑπὸ ἀσπίδων συγκλει‐ σθεισῶν ἐν πίθοις, καὶ ἑκάστης τὴν ἑτέραν καταναλωσάσης τὴν δὲ ἰταμωτέραν καὶ χαλεπωτέραν εἰς ὕστερον μεμενηκέναι· μόνην 〈δὲ〉 καταλειφθεῖσαν καὶ εἰς πεῖναν ἐλθοῦσαν ἀπὸ τῆς ἰδίας κέρκου ἀρξα‐
15μένην ἑαυτὴν καταβεβρωκέναι ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην ἀσπιδογοργόνα καλοῦντες. οὕτω καὶ ὁ ματαιόφρων Ἐβίων καὶ οἱ ἀμφ’ αὐτὸν προὔλαβον ἑαυ‐ τοὺς κατατέμνοντες καὶ ἀναιροῦντες ἀπ’ ἀρχῆς ἐκεῖνα ἐφ’ οἷς καὶ
20σεμνύνονται. Χριστὸς γὰρ ἑαυτὸν οὐ περιέτεμεν, παιδίον γεννηθείς· δόξα δὲ τῷ ἐλεήμονι θεῷ, ὅτι ἑαυτὸν προέλαβεν ὁ Ἐβίων, ἵνα τὰ ἀληθινὰ μὴ ὁμολογήσῃ, εἰς τὸ καὶ ἔλεγχον αὐτῷ τοῦτο γενέσθαι. εἰ μὲν γὰρ ἔλεγεν αὐτὸν θεὸν ἄνωθεν ἥκοντα περιτετμῆσθαι τὴν ὀκταήμερον 〈περιτομὴν〉 ὑπὸ τῆς Μαρίας, τὸ τηνικαῦτα (θεὸς ὢν καὶ
25συγχωρῶν κατὰ ἰδίαν εὐδοκίαν) παρεῖχεν ἂν τῷ ἀγύρτῃ τὴν περὶ τῆς περιτομῆς πιθανολογίαν. ὁπότε δὲ ψιλὸν ἄνθρωπον αὐτὸν γεγε‐ νῆσθαι ἀπὸ ἀνθρώπων παρεισφέρει, οὐκέτι αἴτιός ἐστιν ὁ παῖς, εἰ
καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη. οὐ γὰρ ἑαυτὸν περιέ‐369 in vol. 1
Haer
.

1

.

370

τεμεν, ἀλλὰ ὑπὸ ἀνθρώπων περιετμήθη. καὶ γὰρ οἱ παῖδες οὐχ ἑαυτοὺς περιτέμνουσι καὶ οὐδὲ αἴτιοί εἰσι τῆς ἑαυτῶν περιτομῆς, ἀλλ’ οἱ αὐτῶν γονεῖς. ἐκεῖνοι γὰρ ἀδαεῖς ὄντες νηπιάζουσιν ἀγνοοῦντες καὶ οὐδὲ οἴδασι τί αὐτοῖς ἀπὸ τῶν γονέων γίνεται.
5 27. Ἡμεῖς δὲ καὶ θεὸν αὐτὸν λέγομεν ἀπ’ οὐρανοῦ ἐλθόντα καὶ ἐν μήτρᾳ παρθένου Μαρίας τὸν χρόνον τῶν ἐγκυμονουμένων παίδων παραμεμενηκότα, ὅπως τελείως ἀπὸ τῆς παρθενικῆς μήτρας τὴν ἔν‐ σαρκον ἐνανθρώπησιν ἑαυτῷ καὶ οἰκονομίαν οἰκονομήσῃ, ἐν ᾗ καὶ περι‐ ετμήθη ἀληθινῶς καὶ οὐ δοκήσει ἡμέρᾳ τῇ ὀγδόῃ. «ἦλθεν γὰρ
10πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι», οὐ τὸν νόμον ἀλλότριον ἀποφῆναι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον ἕως δὲ αὐτοῦ ἐν τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι’ αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείω‐ σιν ἐλθόντες ἐν ἀληθείᾳ ὑπ’ αὐτοῦ τε καὶ τῶν αὐτοῦ ἀποστόλων
15κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι ἀλλὰ ἀλήθεια. ἐπὶ τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρ‐ κέσαν καὶ ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἔφη ἡ Σεπφώρα, ὅτι «ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου». καὶ οὐκ εἶπεν ὅτι «περιέτεμόν μου τὸ παιδίον»· οὐ γὰρ ᾠκονόμει ὁ
20ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται, ἀλλὰ οὐδὲ τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη, ἀλλὰ ὑπομνήσεως χάριν τοῦ μέλλοντος παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾶν *, ὅπερ ἀκούσας καὶ οἰκονο‐ μήσας ἀπέστη. καὶ ποίου παιδίου, ἄκουε, ἀλλ’ ἢ περὶ οὗ εἶπεν ὁ προφήτης ὅτι «θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον
25ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν», τὸ μὲν γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν, τὸ δὲ «υἱὸς ἐδόθη ἡμῖν», ὅπως δείξῃ τὸν ἄνωθεν θεοῦ Λόγον καὶ υἱὸν θεοῦ αὐτὸν δοθέντα καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα θεὸν καὶ ἄνθρωπον, αὐτὸν θεὸν αὐτὸν ἄνθρωπον,
30αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον γεννηθέντα. ἐφ’ οὗ ἔστη
λοιπὸν τὸ αἷμα τῆς περιτομῆς, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει, ὅτε370 in vol. 1
Haer
.

1

.

371

ἀνῆλθον Ἕλληνες θεάσασθαι αὐτὸν καὶ ἦλθον πρὸς Φίλιππον καὶ λέγουσιν αὐτῷ· δεῖξον ἡμῖν τὸν Ἰησοῦν, καὶ ὁ Φίλιππος τῷ Ἰωάννῃ καὶ ὁ Ἰωάννης τῷ Ἰησοῦ ἔφη ὅτι «τινὲς Ἕλληνες βούλονταί σε θεά‐ σασθαι», καὶ εὐθὺς ὁ κύριος ἀποκρίνεται λέγων «νῦν ἔφθασεν ἡ
5δόξα τοῦ θεοῦ», ἵνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν ἔνσαρκον καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν πνεύματι ἔχουσαν μείζονα περιτομήν, θεωροῦσαν Χριστὸν καὶ αὐτὸν ἐν ἀληθείᾳ κατειληφυῖαν. 28. Εἰ δὲ βούλονται οὗτοι λέγειν· πῶς οὖν Χριστὸς περιετμήθη,
10ἤδη μὲν οὖν, ὦ πεπλανημένοι, ἐδείξαμεν ὑμῖν δι’ ἣν αἰτίαν περιε‐ τμήθη. περιετμήθη γὰρ διὰ πολλοὺς τρόπους. καὶ πρῶτον, ἵνα δείξῃ ἐν ἀληθείᾳ σάρκα 〈ἑαυτὸν ἀνειληφέναι〉, διὰ Μανιχαῖον καὶ τοὺς λέγοντας ἐν δοκήσει πεφηνέναι· ἔπειτα, ἵνα δείξῃ ὡς οὐκ ἦν ὁμοούσιον τὸ σῶμα τῇ θεότητι, ὥς φησιν Ἀπολλινάριος, ἀλλ’ οὔτε
15ἄνωθεν αὐτὸ κατενήνοχεν, ὡς λέγει Οὐαλεντῖνος· καὶ ἵνα βεβαιώσῃ ἣν πάλαι ἔδωκε περιτομὴν δικαίως ὑπηρετήσασαν ἕως τῆς αὐτοῦ παρουσίας καὶ διὰ τὸ μὴ ἔχειν τοὺς Ἰουδαίους ἀπολογίαν. εἰ γὰρ μὴ περιετμήθη, εἶχον λέγειν, οὐκ ἠδυνάμεθα Χριστὸν δέξασθαι ἐν ἀκρο‐ βυστίᾳ. ἄλλως τε καὶ ἔδει αὐτὸν ἐντειλάμενον τῷ Ἀβραὰμ πε‐
20ριτμηθῆναι, σφραγῖδος ἕνεκα φαινομένης εἰς τύπον δὲ ἀληθινῆς καὶ ἀοράτου δοθείσης, ταύτην Χριστὸν περιτμηθέντα βεβαιῶσαι. ἐγένετο γὰρ ἡ φαινομένη περιτομὴ ἕνεκεν δισταγμοῦ τοῦ Ἀβραάμ, ὅτε εἶπεν
ὁ ἅγιος καὶ δίκαιος ὡς ἐν δισταγμῷ «εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννη‐371 in vol. 1
Haer
.

1

.

372

θήσεται» καὶ «εἰ Σάρρα ἡ πρεσβῦτις γεννήσει υἱόν», καὶ εὐθὺς τοῦ κυρίου λέγοντος «λάβε μοι κριὸν τριετίζοντα καὶ αἶγα καὶ δάμαλιν» καὶ τὰ ἑξῆς, καὶ περὶ τὴν τοῦ ἡλίου δύσιν, ὡς εἶδεν λαμπάδας πυρὸς καὶ κλίβανον καὶ τἄλλα, φήσας αὐτῷ ὁ θεὸς κατὰ ἐπιτίμησιν
5«πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια» ἀσφαλείας ἕνεκα διὰ τὸν δισταγμὸν δι’ ὃν εἶπεν «εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται», ἵνα μὴ καταδουλωθὲν τὸ σπέρμα ὑπὸ εἰδωλολατρῶν καὶ ἀπίστων Αἰγυπτίων ἐπιλάθηται θεοῦ τῶν πατέρων αὐτοῦ, ἐπέθηκεν αὐτῷ καὶ αὐτοῖς τὴν ἔνσαρκον
10περιτομήν, ἵνα ὁρῶντες ὑπομιμνῄσκωνται καὶ δυσωπῶνται καὶ μὴ ἀρνῶνται αὐτόν. καὶ διήρκεσεν ἄχρι Χριστοῦ τοῦτο, καὶ τούτου ἕνεκα καὶ αὐτὸς εὐδοκεῖ περιτμηθῆναι καὶ ἄνθρωπος γέγονεν ἐν ἀληθείᾳ, ἄνωθεν ἐλθὼν ἐκ πατρὸς θεὸς Λόγος καὶ οὐκ ἀποθέμενος τὴν θεότητα, ἀλλὰ σάρκα φορέσας ἐν ἀληθείᾳ· τελείαν δὲ ἐνανθρώ‐
15πησιν ἔχων περιτέμνεται, τὰ πάντα οἰκονομῶν ἐν ἀληθείᾳ, ἵνα καὶ Ἰουδαῖοι ὡς προεῖπον ἀναπολόγητοι ὦσιν καὶ Μανιχαῖοι καὶ ἄλλοι ἐλεγχθήσονται καὶ ἵνα περιτμηθεὶς εὐλόγως καταλύσῃ τὴν περιτομὴν καὶ ἄλλην μείζονα ὑποδείξῃ, οὐχ ὡς μὴ ἔχων καὶ ἑαυτῷ συνιστά‐ μενος, ἀλλὰ ἔχων μὲν δεικνὺς δὲ ὅτι ταύτης οὐκέτι ἐστὶν χρεία,
20ἀλλὰ τῆς μείζονος. 29. Καὶ ὅτι μὲν εὐθὺς γεννηθεὶς θεὸς ἦν καὶ οὐ ψιλὸς ἄνθρω‐ πος, οἱ μάγοι σαφῶς δείξουσι. μετὰ γὰρ δύο ἐτῶν χρόνον, ὡς ἔδειξαν τῷ Ἡρῴδῃ τὸν χρόνον τοῦ ἀστέρος «ἀπὸ διετοῦς καὶ κατωτέρω» ἐλθόντες εἰς Ἱερουσαλὴμ καὶ ἐρωτήσαντες οἱ αὐτοὶ μάγοι καὶ γνόντες
25ὅτι ἐν Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται, ἐξῆλθον πάλιν τοῦ ἀστέρος ὁδη‐ γοῦντος αὐτοὺς καὶ ἦλθον ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεέμ. καὶ
εἰσελθόντες εὗρον αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας καὶ πεσόντες372 in vol. 1
Haer
.

1

.

373

προσεκύνησαν αὐτῷ καὶ προσήνεγκαν τὰ δῶρα. εἰ τοίνυν εὐθὺς προσκυνεῖται, οὐ ψιλὸς ἄνθρωπος ὁ γεννηθείς, ἀλλὰ θεὸς καὶ οὐ μετὰ τριάκοντα ἔτη καὶ οὐ μετὰ τὸ βάπτισμα Χριστὸς γίνεται, ἀλλὰ εὐθὺς Χριστὸς ἐγεννήθη ἀπὸ παρθένου θεὸς καὶ ἄν‐
5θρωπος. διὸ καὶ οἱ ἄγγελοι εὐθὺς ὑμνοῦσι λέγοντες «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία» καὶ εὐαγγελίζονται τοὺς ποιμένας λέγοντες «ἐγεννήθη ὑμῖν Χριστὸς κύριος σήμερον ἐν πόλει Δαυίδ». καὶ οὐ μόνον τοῦτο, ὦ ἠπατημένε Ἐβίων, δείκνυται, ἀλλὰ καὶ ἀπὸ δωδεκαετοῦς εὑρίσκεται
10«καθήμενος ἀνὰ μέσον τῶν ἱερέων καὶ πρεσβυτέρων, ἐρωτῶν τε αὐτοὺς καὶ ζητῶν μετ’ αὐτῶν», καὶ «ἐξεπλήττοντο ἐπὶ τῷ λόγῳ τῆς χάριτος τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ». καὶ οὐχὶ μετὰ τὸ τριακοστὸν ἔτος ἐποίει τοῦτο, ἵνα εἴπῃς ὅτι ὅτε ἦλθεν τὸ πνεῦμα εἰς αὐτὸν Χριστὸς ἐγένετο, ἀλλὰ εὐθὺς ἀπὸ δωδεκαετοῦς ὡς προ‐
15εῖπον, ὡς γέγραπται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἀλλὰ καὶ ἔτι ἀνωτέρω, ὅτε νηπιάζοντος αὐτοῦ ἀνῆλθον (φησὶν) οἱ περὶ Ἰωσὴφ καὶ Μαριὰμ εἰς Ἱερουσαλὴμ προσκυνῆσαι ἐν τῇ ἑορτῇ καὶ ἀνέκαμπτον, ἔμεινεν Ἰησοῦς καὶ ἐζήτουν αὐτὸν ἐν τῇ ὁδοιπορίᾳ καὶ ἐν τοῖς συγ‐ γενέσιν αὐτῶν καὶ οὐχ ηὕρισκον (εἶχεν γὰρ ἡ Μαρία συγγένειαν)· ἀνα‐
20κάμψασα δὲ καὶ εὑροῦσα αὐτὸν ἔφη αὐτῷ «τί ἡμῖν ἐποίησας, τέκνον; ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε» (ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν, οὐ γὰρ ἦν αὐτοῦ πατὴρ κατὰ φύσιν). εἶτα ὁ κύριος πρὸς αὐτήν «τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;» σημαίνων ὅτι ὁ ναὸς εἰς ὄνομα
25θεοῦ τουτέστιν πατρὸς τοῦ ἰδίου ᾠκοδομήθη. εἰ τοίνυν ἀπὸ νηπίου οἶδε τὸν ναὸν καὶ τὸν πατέρα, οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς
Ἰησοῦς οὐδὲ μετὰ τὸ τριακοστὸν ἔτος, μετὰ τὸ ἐλθεῖν εἰς αὐτὸν τὸ373 in vol. 1
Haer
.

1

.

374

εἶδος τῆς περιστερᾶς, υἱὸς καὶ Χριστὸς ἐκαλεῖτο, ἀλλὰ καὶ εὐθὺς καὶ θαρραλεωτέρως ἐν τοῖς τοῦ πατρὸς αὐτοῦ δεῖν αὐτὸν εἶναι ἐδίδασκεν. καὶ ὅτι δὲ ὁ Ἰωσὴφ οὐχὶ πατὴρ αὐτοῦ ἦν, ἀλλὰ ἐν τάξει πατρὸς 〈ὑπῆρχεν〉, ἄκουε τοῦ αὐτοῦ εὐαγγελιστοῦ λέγοντος, τοῦ γράψαντος
5ἀπὸ προσώπου Μαρίας ὅτι «ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε»· πάλιν πῶς γράφει λέγων «ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ». ἐν δὲ τῷ εἰπεῖν «ὡς ἐνομίζετο» ἔδειξεν αὐτὸν μὴ εἶναι αὐτοῦ υἱόν, ἀλλὰ νομί‐ ζεσθαι.
10 30. Ἐπιλείψει δέ μοι ὁ καιρὸς διηγουμένῳ εἰς παράστασιν ἀλη‐ θείας καὶ εἰς ἔλεγχον τῆς ματαιοφροσύνης Ἐβίωνος καὶ τοῦ αὐτοῦ παραπεποιημένου ματαιοφροσύνης διδασκαλείου. πόθεν γὰρ οὐ σαφὲς ἂν εἴη ὅτι οὐ πατὴρ ἦν Ἰωσήφ, ἀλλ’ ἐν τάξει πατρὸς ἐνο‐ μίζετο; «ἰδού» φησίν «ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν»·
15καὶ οὐκ εἶπεν «ἰδού, ἡ γυνή». καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «καὶ τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ τέτοκεν». ἐπειδὴ γάρ τινες τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τό «τέξεται καὶ ἐροῦσιν, οὐ τέτοκεν»· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ἀνδρὸς καὶ οὗτοι μανέντες λέγουσι ψευδῶς ἐκ
20σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. γεγέννηκεν οὖν ἡ δάμαλις ἐν ἀληθείᾳ θεόν, ἄνθρωπον ἐν ἀληθείᾳ. καὶ ὅτι μὲν δάμαλις ἡ παρθέ‐ νος καλεῖται καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἦν τῶν κεκοινω‐ μένων, ἄκουε τοῦ νόμου λέγοντος «λάβε σοι δάμαλιν πυρράν», ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας * διὰ τὸ πυροειδὲς τῆς τοῦ
25σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ παρθένῳ· «πῦρ γὰρ ὁ θεός» φησί «καταναλίσκον». καί φησιν ὁ νόμος «δάμαλιν πυρράν, ἐφ’ ἧς ζυγὸς
οὐκ ἀναβέβηκεν ἐπὶ τὸν τράχηλον», ἵνα δείξῃ τὴν παρθένον δάμαλιν,374 in vol. 1
Haer
.

1

.

375

μὴ γνοῦσαν ζυγὸν γάμου ἀνδρός. ἀλλὰ τί μοι τὰ πλεῖστα δια‐ λέγεσθαι; ὡς πάλιν Ἠσαΐας ἔφη ἐκ προσώπου κυρίου ὅτι «λάβε σοι τόμον χάρτου καινοῦ μεγάλου», τόμον διὰ τὸ εἶναι μὲν τὴν παρ‐ θένον ἐκ σπέρματος ἀνδρός, τετμῆσθαι δὲ ἀπὸ μίξεως ἀνδρῶν καὶ
5τμηθῆναι ἀπὸ τῆς τῶν ἀνθρώπων κατὰ φύσιν συνηθείας. πάντες γὰρ ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς γεννῶνται· ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν ἐκ γυναικὸς παρθένου Μαρίας τὴν ἐναν‐ θρώπησιν ἔσχηκεν, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀν‐ θρωπότητα ἀκολουθίας, ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει «ἐκ βλαστοῦ
10υἱέ μου ἀνέβης», καὶ οὐκ εἶπεν «ἐκ σπέρματος ἀνέβης». καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαΐας ὁ προφήτης, μᾶλλον δὲ ὁ κύριος αὐτῷ λέγει «λάβε σεαυτῷ τόμον χάρτου», τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει «ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσον‐
15ται· ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς»· βιβλίῳ γὰρ ἀπεί‐ κασε τὴν μήτραν. διὰ τοῦτο ὁ Δαυὶδ λέγει «τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου», τουτέστιν σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με καὶ ἔτι πρότερον, πρὶν τοῦ σπαρῆναί με. 31. ὁ δὲ Ἑβραῖος θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. τὸ ἀκατέργαστον γὰρ γολμὶ ἐκά‐
20λεσεν, ὅπερ ἑρμηνεύεται χόνδρος ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μη‐ δέπω εἰς ἄρτον συνελθὸν καὶ φυραθέν, ἀλλ’ ὡς ἀπὸ κόκκου σίτου τμηθὲν χονδρ〈ί〉ον ἢ χονδρίτης ἢ λεπτὴ ψηφίς, ἥτις ἐκ σεμιδάλεως γίνεται. οὕτως τὸ ἰσότυπον τοῦ εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε καί φησιν, εἰς Ἑλλάδα διά‐
25λεκτον ἑρμηνευομένου τοῦ λόγου, «τὸ ἀκατέργαστον» τουτέστιν τὸ ἄπλαστον ἔτι ἐν κοιλίᾳ ἢ πρὸ κοιλίας «εἶδον οἱ ὀφθαλμοί σου» («οἶδεν γὰρ πάντα ὁ θεὸς πρὶν γενέσθαι», ὡς γέγραπται)· πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ σημαινομένη. καὶ οὐκ εἶπεν «λάβε σεαυτῷ βιβλίον» ἢ «λάβε σεαυτῷ χάρτην», ἀλλὰ «τόμον» παρὰ τὸ ἰδιάζον
30τῆς τῶν ἀνθρώπων συνηθείας, «χάρτου» διὰ τὸ γραφικὸν τῆς μήτρας.375 in vol. 1
Haer
.

1

.

376

«καινοῦ» διὰ τὸ καινὸν τῆς παρθένου καὶ ἄχραντον, 〈«μεγάλου»〉· μεγάλη γὰρ ὡς ἀληθῶς Μαριὰμ ἡ ἁγία παρθένος ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. πῶς γὰρ οὐκ ἂν εἴποιμεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; αὐτὸς δὲ
5ἀχώρητος ὢν κατὰ ἰδίαν προαίρεσιν καὶ εὐδοκίαν ἐχωρήθη, βουλό‐ μενος καὶ οὐ κατὰ ἀνάγκην. διὸ μέγας ὁ τόμος καὶ καινός· μέγας διὰ τὸ θαῦμα, καινὸς ὅτι παρθένος. «καὶ γράψον», φησίν, «ἐν αὐτῷ γραφίδι ἀνθρώπου», καὶ οὐκ εἶπεν· γράψει ἐν αὐτῷ τις γρα‐ φίδι ἀνθρώπου, οὐδὲ εἶπεν· γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ
10πρόφασιν ὁ Ἐβίων. εἰ γὰρ εἶπε· γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρεν καὶ ἐκ σπέρματος ἀνδρὸς ἐγεν‐ νήθη Χριστός. τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν πλείω ἐλάσσω ἔλεγε «γράψον», ἵνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστή‐ ματος ὀφθῇ πᾶσιν ἡ ἀλήθεια, ὅτι οὐδεὶς ἠδύνατο πρὸ ἑπτακοσίων
15πεντήκοντα τριῶν ἐτῶν σπεῖραι τὸν μέλλοντα γεννᾶσθαι. ἆρα οὖν μάτην λέγει τῷ προφήτῃ «γράψον»; οὐχί, ἀλλὰ ἵνα δείξῃ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ προφήτῃ, αὐτὸ ἐνεργητικὸν γινόμενον τῆς συλ‐ λήψεως τῆς ἐνσάρκου Χριστοῦ παρουσίας ἐν ἀληθείᾳ· «πνεῦμα γὰρ ἅγιον ἐπελεύσεται ἐπὶ σέ» φησὶν ὁ ἄγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ
20τὰ ἑξῆς. τὸ δέ «γραφίδι ἀνθρώπου» τουτέστιν εἰκόνι ἀνθρώπου· «ἄνθρωπος γὰρ Χριστὸς Ἰησοῦς, μεσίτης δὲ θεοῦ καὶ ἀνθρώπων», ἐπειδὴ ἄνωθεν ἦλθεν θεὸς Λόγος, ἐκ Μαρίας δὲ ἄνθρωπος, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς γεγεννημένος. καὶ διὰ τοῦτο εὐθύς φησιν ὁ προ‐ φήτης «καὶ εἰσῆλθεν πρὸς τὴν προφῆτιν», ἵνα δείξῃ προφῆτιν τὴν
25Μαρίαν, καὶ οὐχὶ τὴν γυναῖκα Ἄχαζ, ὥς τινες πλανῶνται φάσκοντες
διὰ τὸν Ἐζεκίαν εἰρῆσθαι. ἤδη γὰρ ὁ Ἐζεκίας ἕνδεκα ἔτη εἶχεν γε‐376 in vol. 1
Haer
.

1

.

377

γεννημένος. τῷ γὰρ τρίτῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ βασιλείας τὸ ῥῆμα ἐπροφητεύετο ὅτι «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει». καὶ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄχαζ, βασιλεύσαντα δεκατέσσαρα ἔτη καὶ τελευτήσαντα, εὐθύς φησιν ἡ γραφή «καὶ ἐβασίλευσεν Ἐζεκίας, καὶ ἦν εἴκοσι 〈πέντε〉
5ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν». πῶς οὖν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτοῦ, τεσσαρεσκαίδεκα ἔτη αὐτοῦ βασιλεύσαντος, προφητευομένου τοῦ ἐκ παρθένου γεννωμένου Ἐμμανουὴλ Ἐζεκίας γεννηθήσεται, ὁ εἴκοσι ἐτῶν βασιλεύσας μετὰ τὸν αὐτοῦ πατέρα, καὶ οὐχὶ μᾶλλον φανή‐ σεται τοῖς συνετοῖς ὅτι ἤδη ὑπῆρχεν γεννηθείς, ὅτε ὁ προφήτης
10προεφήτευσε τὸ ῥῆμα ἐπὶ τῆς τοῦ Ἄχαζ πατρὸς τοῦ Ἐζεκίου βασι‐ λείας; μάλιστα οὐδὲ προφήτιδος οὔσης τῆς τοῦ Ἄχαζ γυναικός, ὡς παντί τῳ δῆλόν ἐστιν. Μαρία δὲ ἔστιν, ἡ εἰποῦσα καὶ προφητεύουσα «ὅτι ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ τῆς γῆς»· πρὸς ἣν εἰσῆλθε Γαβριὴλ καὶ εὐηγγελίσατο ὡς τὸ πνεῦμα ἐλεύσεται ἐπ’
15αὐτὴν τὸ ἐν Ἠσαΐᾳ λαλῆσαν καὶ γεννήσει υἱόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὰ πνεύματος ἁγίου καὶ οὐκ ἀπὸ σπέρματος ἀν‐ δρός, ὡς οὗτοι ἀφραίνοντες καὶ σφαλλόμενοι βλασφημοῦσιν. 32. Ἐλήλεγκται δὲ τοῦ ματαιόφρονος καὶ ὁ σαββατισμὸς καὶ ἡ περι‐ τομὴ καὶ οἱ καθ’ ἡμέραν βαπτισμοὶ ὑπ’ αὐτοῦ γινόμενοι· ἐν γὰρ σαβ‐
20βάτῳ φιλοτιμεῖται τὰ πλεῖστα θεραπεύειν Ἰησοῦς. καὶ οὐ μόνον ὅτι θεραπεύει, ἀλλὰ καὶ κατὰ δύο τρόπους ἰᾶται. παραγγέλλει γὰρ τοῖς ἰατρευθεῖσιν ἐν τῷ σαββάτῳ αἴρειν τὸν κράββατον καὶ βαδίζειν, ἀλλὰ καὶ ἐν σαββάτῳ πηλὸν φυράσας ἐπέθηκεν τοῖς τοῦ τυφλοῦ ὀφ‐ θαλμοῖς· ἔργον δέ ἐστι πηλὸν φυρᾶσαι. ὅθεν γνόντες οἱ ἀπόστολοι
25ὅτι λέλυται τὸ σάββατον ἀπὸ τῆς αὐτοῦ ἅμα αὐτοῖς συνδιατριβῆς καὶ διδασκαλίας, τίλλουσι στάχυας σαββάτῳ καὶ ψώχουσι καὶ ἐσθίουσιν.
ἦν δὲ σάββατον δευτερόπρωτον, ὡς ἔχει τὸ εὐαγγέλιον. σάββατα377 in vol. 1
Haer
.

1

.

378

γὰρ διάφορα ὥριζεν ὁ νόμος, τὸ μὲν κατὰ ἑβδομάδα ἀνακυκλούμενον φύσει σάββατον, τὸ δὲ διὰ τὰς ὑποπιπτούσας τῆς κατὰ σελήνην νεομηνίας καὶ τὰς καθεξῆς ἑορτάς, οἷον ἡμέρας σκηνοπηγίας καὶ ἡμέρας Πάσχων, ὅτε τὸ πρόβατον θύουσι καὶ ἄζυμα λοιπὸν ἐσθί‐
5ουσιν· ἔτι δὲ ὅτε τὴν μίαν νηστείαν νηστεύουσι τοῦ ἔτους, τὴν λεγο‐ μένην μεγάλην, καὶ τὴν ἄλλην, ἣν λέγουσι μικράν. ὅτε γὰρ ὑπο‐ πίπτουσιν αὗται αἱ ἡμέραι, ἤτοι ἐν δευτέρᾳ σαββάτων ἢ ἐν τρίτῃ ἢ ἐν τετράδι, σάββατον καὶ αὐτὸ αὐτοῖς ὁρίζεται. διὸ μετὰ τὴν τῶν ἀζύμων γενομένην ἡμέραν καὶ ὁρισθεῖσαν ἡμέραν σαββάτου, τῷ σαβ‐
10βάτῳ φύσει τῷ μετὰ τὴν ἡμέραν τῶν ἀζύμων εἰς σάββατον λελο‐ γισμένην, εὑρέθησαν διαβαίνοντες διὰ τῶν σπορίμων καὶ ἔτιλλον στάχυας καὶ ἔψωχον καὶ ἤσθιον, δεικνύντες ὅτι λέλυται ὁ δεσμὸς ὁ ἐν τῷ σαββάτῳ ὁριζόμενος, ἐλθόντος τοῦ μεγάλου σαββάτου τουτέστιν Χριστοῦ, τοῦ ἀναπαύσαντος ἡμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν, οὗ
15τύπος ἦν ὁ Νῶε, ὃν ὁ πατὴρ αὐτοῦ γεννηθέντα ἑωρακὼς κατὰ προ‐ φητείαν ἐπέθετο αὐτῷ ὄνομα Νῶε, λέγων ὅτι «οὗτος ἀναπαύσει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἤτοι σκληρῶν ἔργων ἡμῶν». ὁ Νῶε δὲ ἀπὸ ἁμαρτιῶν οὐκ ἀνέπαυσεν, ἀλλὰ εἰς Χριστὸν προεφήτευσεν ὁ Λάμεχ τὴν προφητείαν, τὸν Νῶε ἑρμηνευόμενον ἐν ἀληθείᾳ (Νῶε γὰρ ἀνά‐
20παυσις ἑρμηνεύεται) καὶ Σεβέθ, ὅπερ ἀνάπαυσις καὶ σάββατον ἑρμη‐ νεύεται· ὅ ἐστιν Χριστός, ἐν ᾧ ἀναπέπαυται ὁ πατὴρ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, καὶ πάντες ἄνθρωποι ἅγιοι ἐν αὐτῷ ἀνεπαύσαντο, παυσάμενοι ἀπὸ ἁμαρτημάτων. οὗτός ἐστι τὸ μέγα σάββατον καὶ ἀίδιον, οὗ τύπος ἦν τὸ μικρὸν καὶ πρόσκαιρον σάββατον, ἐξυπη‐
25ρετούμενον ἄχρι τῆς αὐτοῦ παρουσίας, προσταχθὲν ὑπ’ αὐτοῦ κατὰ τὸν νόμον καὶ ἐν αὐτῷ λυθὲν καὶ πληρωθὲν ἐν τῷ εὐαγγελίῳ· οὕτως γὰρ εἶπεν ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». ὅθεν θαρσαλέως οἱ μαθηταὶ λύουσι τὸ σάββατον, ἐπειδὴ καὶ
οἱ πρὸ αὐτῶν ἱερεῖς ἔλυον ἐν τῷ ναῷ τὸ σάββατον θύοντες καὶ θεῷ378 in vol. 1
Haer
.

1

.

379

θυσίας προσφέροντες, ἵνα μὴ ἀργήσῃ θυσία ἡ ἐνδελεχὴς καὶ καθ’ ἡμέραν προσφερομένη. οὐ μόνον δὲ αὐτοὶ προεφήτευον οἱ ἱερεῖς λυθή‐ σεσθαι τὸ σάββατον διὰ τοῦ μὴ ἀργεῖν, ἀλλὰ καὶ αὐτὴ ἡ περιτομὴ ἔλυε τὸ σάββατον. γεννωμένου γὰρ παιδὸς πολλάκις ἐν σαββάτῳ
5ἀναίρεσις σαββάτου καὶ περιτομῆς ἐγίνετο· οὕτω ταῖς ἀμφοτέραις ἡ λύσις προεθεσπίζετο. δείκνυται γὰρ ὅτι οἱ περιτέμνοντες αὐτὸ τὸ γεννηθὲν ἐν σαββάτῳ, ἐὰν θελήσωσιν ἀκριβολογήσασθαι τὴν ὀγδόην ἡμέραν, εὑρίσκοντες ἐμπίπτουσαν ἐν σαββάτῳ καὶ περιτέμνοντες ἔργον εἰργάσαντο καὶ τὸ σάββατον ἔλυσαν· ἐὰν δὲ ὑπερθῶνται διὰ τὸ μὴ
10λῦσαι τὸ σάββατον, ἐνάτῃ λοιπὸν περιτέμνουσι τὴν περιτομὴν καὶ ἔλυσαν αὐτὴν τὴν περιτομὴν καὶ τὸν περὶ αὐτῆς τῶν ὀκτὼ ἡμερῶν ὅρον τοῦ προστάγματος. 33. Ἀλλὰ οὔτε ἦν τελεία ἡ πρώτη περιτομή, ἀλλὰ σημείου χάριν ἐδόθη, εἴς τε ὑπόμνησιν τῶν μετὰ ταῦτα καὶ διὰ τὸν δισταγμὸν τοῦ
15ἁγίου Ἀβραὰμ ὡς προείρηται ἐπιτιμηθέντος καὶ τύπου ἕνεκα τῆς μεγάλης τῆς τὰ πάντα κατ’ ἰσότητα πληρούσης ἐν τοῖς καταξιου‐ μένοις. ἐκείνη μὲν γὰρ εἰ ἦν ἁγιαστείας ἕνεκα καὶ κληρονομίας οὐρα‐ νῶν βασιλείας χάριν, ἄρα ἐστέρηται Σάρρα τῆς βασιλείας καὶ Ῥε‐ βέκκα καὶ Λεία καὶ Ῥαχὴλ καὶ Ἰωχαβὲτ καὶ Μαρία ἡ ἀδελφὴ Μωυ‐
20σέως καὶ πᾶσαι αἱ ἅγιαι γυναῖκες, καὶ οὐ δυνήσονται κληρονομεῖν βασιλείαν οὐρανῶν, μὴ δυνηθεῖσαι τὴν περιτομὴν τοῦ Ἀβραὰμ ἔχειν, ἣν θεὸς αὐτῷ δεδώρηται κατὰ τὸν τούτων λόγον. εἰ δὲ οὐκ ἐστέ‐ ρηνται αὗται τῆς βασιλείας τῶν οὐρανῶν, καίτοι οὐ μετεσχηκυῖαι περιτομῆς, οὐδὲν ἄρα ἰσχύει ἡ νῦν ἔνσαρκος περιτομή. τί δὲ καυχᾶ‐
25ται Ἐβίων περὶ περιτομῆς, ὁπότε καὶ οἱ εἰδωλολάτραι καὶ ἱερεῖς τῶν
Αἰγυπτίων περιτομὴν ἔχουσιν; ἀλλὰ καὶ οἱ Σαρακηνοὶ οἱ καὶ Ἰσμα‐379 in vol. 1
Haer
.

1

.

380

ηλῖται περιτομὴν ἔχουσι καὶ Σαμαρεῖται [καὶ Ἰουδαῖοι] καὶ Ἰδουμαῖοι καὶ Ὁμηρῖται. τούτων δὲ οἱ πλείους οὐ διὰ νόμον τοῦτο ποιοῦσιν, ἀλλὰ ἀλόγῳ τινὶ συνηθείᾳ. Καὶ ἁπλῶς πολὺν χρόνον ἀναλώσω κατατριβόμενος εἰς τὴν τού‐
5του ληρῳδίαν, διὰ τὸ ἐπερείδεσθαι αὐτὸν μάτην τῷ ῥητῷ ᾧ εἴρηκεν ὁ σωτήρ «ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος», ἵνα καὶ αὐτὸς σεμνύνηται τὴν ἰδίαν περιτομὴν ἀπὸ τῆς τοῦ Χριστοῦ περιτομῆς τῆς ἐν αὐτῷ καλῶς περιτμηθείσης καὶ δι’ αὐτοῦ καταλυθείσης. ὅμως ἐπειδὴ βούλεται ὁ κτηνώδης διὰ τὴν πρὸς τὸν Χριστὸν μίμησιν λαμ‐
10βάνειν τοῦτον τὸν λόγον, οὐκ ὀκνήσω δεῖξαι ὅτι οὐ διὰ τοῦτο εἴρηται. εὐθὺς γὰρ φράζει ὁ κύριος λέγων ὅτι οὐ διὰ τοῦτο εἶπεν, ἀλλὰ διὰ τοὺς διωγμοὺς καὶ τὴν τῶν Ἰουδαίων εἰς αὐτὸν παροινίαν, καί φησιν «εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ ἐμὲ ἐμίσησαν, καὶ ὑμᾶς μισήσουσιν». «οὐκ ἐμὲ λέγετε κύριον καὶ διδά‐
15σκαλον; καὶ καλῶς λέγετε, εἰμὶ γάρ»· «εἰ οὖν τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ γε μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;» καί «οὐ δύναται δοῦλος εἶναι ὑπὲρ τὸν κύριον αὐτοῦ οὐδὲ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· ἤτω δὲ κατηρτισμένος κατὰ πάντα ὁ μαθητής, ὡς ὁ διδάσκαλος» τουτέστιν ἕτοιμος εἰς διωγμὸν καὶ κακο‐
20λογίαν καὶ πᾶν ὁτιοῦν ἐπιφερόμενον. ὅθεν καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν «μιμηταί μου γένεσθε καθὼς κἀγὼ Χριστοῦ». καὶ οὐχ ὅτι ἐκεῖνος ἐμιμεῖτο τὸν αὐτοῦ δεσπότην ὡς οὐκ ἔδει· οὐδὲ γὰρ ἔλεγεν ὅτι θεός εἰμι ἢ υἱὸς θεοῦ εἰμι ἢ Λόγος ὁ θεός εἰμι· λέγει γὰρ ὅτι «ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων» καὶ «ὡσπερεί τῳ ἐκτρώματι
25ὤφθη κἀμοί». 34. Εἰ δὲ σύ, Ἐβίων, λαμβάνεις τὸ ῥητὸν τοῦτο ἐπὶ μιμήσει Χριστοῦ καὶ ἀπὸ τῆς περιτομῆς 〈περὶ〉 ἧς ματαιοφρονεῖς θέλεις εἶναι ὡς ὁ διδάσκαλος, μᾶλλον δὲ ὡς ὁ κύριος, μὴ ἐν τῇ περιτομῇ αὐτῷ ὁμοιοῦ· οὐ γάρ σε ὠφελήσει. παρήνεγκε γὰρ ὁ κύριος τὸν ταύτης
30χρόνον, ὡς διὰ πολλῶν μαρτυριῶν σαφῶς ἀπεδείξαμεν. ἦλθεν γὰρ380 in vol. 1
Haer
.

1

.

381

καὶ ἐπλήρωσεν, δοὺς τὴν τελείαν περιτομὴν τῶν αὐτοῦ μυστηρίων οὐκ ἐν ἑνὶ μέλει μόνῳ, ἀλλ’ ὅλον σῶμα σφραγίσας καὶ περιτεμὼν ἀπὸ ἁμαρτίας, καὶ οὐχ ἓν μέρος λαοῦ σῴζων τουτέστιν ἄνδρας μό‐ νους, ἀλλὰ 〈καὶ〉 ὅλον λαὸν τὸν τῶν Χριστιανῶν κατὰ ἀλήθειαν ἄν‐
5δρας τε καὶ γυναῖκας ὁμοῦ σφραγίζων καὶ εἰς οὐρανῶν βασιλείας κληρονομίαν ἀφθόνως *, καὶ οὐκ ἐλλιπῶς ἑνὶ τάγματι τῶν ἀνδρῶν μόνον κατὰ ἀσθένειαν τὴν σφραγῖδα παρέχων, ἀλλὰ λαῷ ὁλοτελεῖ διὰ τῆς σφραγῖδος καὶ ἐντολῶν καὶ ἀγαθῆς διδασκαλίας τὴν βασι‐ λείαν τῶν οὐρανῶν ἀποκαλύπτων. εἰ δὲ ὡς ὁ κύριος βούλει εἶναι,
10ὦ Ἐβίων, τουτέστιν ὡς ὁ διδάσκαλος, πολὺ ἠπάτησαι. μὴ ἐν τῇ περιτομῇ ἀπεικάζου, ἀλλὰ κάλεσον τὸν Λάζαρον ἀπὸ μνημείου ἢ ἄλλον νεκρὸν ἔγειρον, λεπροὺς καθάρισον ἢ τυφλοῖς χάρισαι τὸ βλέπειν ἢ ἐκ γενετῆς παραλυτικὸν ἴασαι, εἰ δύνῃ· οὐ δύνῃ δέ, ὅτι ἐναντίως πράττεις, ἀπιστίᾳ κατεχόμενος καὶ δεσμοῖς σαρκὸς καὶ
15δικαιώμασι νόμου ἀπληρώτοις. εἰ δὲ καὶ ταῦτα ἠδυνήθης ποιῆσαι, ὅπερ οὐ δύνῃ διὰ τὴν κακοπιστίαν σου, οὐ λέγω * ὡς ὁ Χριστός. οὐ γὰρ δύνῃ ἀπεικασθῆναι θεῷ, φθαρτὸς ὢν ἄνθρωπος καὶ ἠπατη‐ μένος, ἀλλ’ οὔτε Χριστοῦ τὸ ὄνομα ἐπὶ θεοσημείοις δύνασαι ἐπι‐ καλέσασθαι, κἄν τε ἐπικαλέσῃ, οὐκ ἐνεργεῖς. εἰ δὲ καὶ ὅλως ἐνεργεῖς
20παραλυτικὸν ἀναστῆσαι, εἶχεν ἄν, διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀνα‐ στάς, καὶ σύνεσιν παρ’ αὐτοῦ λαβεῖν, ἵνα σοῦ μὴ ἀνάσχηται σαβ‐ βατίζειν, ἀλλὰ παρὰ τοῦ ὀνόματος τοῦ ἰασαμένου * μαθεῖν ὅτι «ἆρον τὸν κράββατόν σου καὶ πορεύου εἰς τὸν οἶκόν σου ἐν σαββάτῳ». ἤδη δέ μοι εἴρηται ὡς διαφόρως ἕκαστος αὐτῶν περὶ Χριστοῦ ὑπο‐
25βάλλει, ποτὲ μὲν αὐτὸς ὁ Ἐβίων λέγων ἐκ παρατριβῆς ψιλὸν ἄν‐ θρωπον αὐτὸν γεγενῆσθαι, ἄλλοτε δὲ οἱ ἀπ’ αὐτοῦ Ἐβιωναῖοι ἄνω δύναμιν ἐκ θεοῦ κεκτῆσθαι τὸν υἱόν, καὶ τοῦτον κατὰ καιρὸν τὸν Ἀδὰμ ἐνδύεσθαί τε καὶ ἐκδύεσθαι, ὧν τὰς διαφόρους γνώμας ἐν δυ‐
νάμει θεοῦ ἀνετρέψαμεν.381 in vol. 1
Haer
.

1

.

382

Καὶ τί μοι ἔτι διατρίβειν ἐν ἁλίμοις καὶ ἀμπώτεσι τόποις, πῆ μὲν ἐπικλυζομένοις πῆ δὲ καταξηραινομένοις, ἐξ ὧνπερ ἰχθύων ἐκβρά‐ σματα πολλάκις γίνεται καὶ τοῖς ποσὶ τῶν τὰς ὄχθας τούτων μετι‐ όντων τῶν τόπων (ἐκ τοῦ ἀνὰ μέσον τῶν ἰχθύων τινὰ ἰοβόλα εἶναι,
5τρυγόνας δέ φημι καὶ δρακαίνας καὶ καρχαρίας καὶ σμυραίνας, ὡς καὶ ἤδη προείρηται) βλάβην ἐμποιεῖ. παρελεύσομαι τοίνυν τὸν τόπον αὖθις, θεῷ εὐχαριστῶν ὅτι καὶ ταύτην τὴν αἵρεσιν εἰς τοὐ‐ πίσω ἐτρέψαμεν, οὐ παρέργως ἀλλὰ καὶ ἐπιμελῶς ἐλέγξαντες. ἐπ’ ἄλλας δὲ καθεξῆς ἑαυτοὺς ἐπιδῶμεν, ἀγαπητοί, θεὸν αἰτούμενοι βοη‐
10θόν, ὅπως τῆς ἐπαγγελίας τὸ πλήρωμα αὐτὸς δι’ ἡμῶν τελειώσῃ. Κατὰ Οὐαλεντίνων τῶν καὶ Γνωστικῶν ια, τῆς δὲ ἀκολουθίας λα. 1. Μετὰ τούτους τοὺς Ἐβιωναίους καλουμένους, 〈αὐτ〉ῶν τὴν μοχθηρίαν διοδεύσαντες τάς τε ἄλλας ἐπαγγειλάμενοι θεοῦ δυνάμει * τὰς ἑξῆς, ἑτέρων θηρῶν μορφὰς καὶ ἰοὺς ἑρπετῶν δήγματά τε καὶ
15δηλητήρια ἐχούσας, ὅσαπερ ἐν ταῖς αὐτῶν διδασκαλίαις ὡς ἀπὸ χάσματος ἰδεῖν ἔνεστι, πυρβόλου ἢ ἑρπετοῦ δεινοῦ καὶ βασιλίσκου † κεκυη‐ μένας, ἐπὶ τὴν τῶν Οὐαλεντίνων αἵρεσιν διέξειμι, τὸν ἔλεγχον αὐτῶν κατὰ δύναμιν ποιούμενος, τῶν δὴ καὶ Γνωστικῶν ἑαυτοῖς ἐπιθέντων
ὄνομα, ὧν διαφοραὶ μέν εἰσι δέκα ἐν μιᾷ πληγῇ τῆς αὐτῶν ὀνειρο‐382 in vol. 1
Haer
.

1

.

383

πολίας συζυγιῶν τε καὶ ὀγδοάδων καὶ ἀρρενοθηλείων αἰώνων 〈κατ’〉 ἄλλην ἄλλης ἰσορρόπως πεπληγμένων, οὐκέτι μὲν κατὰ χρόνους τάτ‐ των διαδοχῆς τὴν σύνταξιν, ἀλλὰ κατὰ πρόβασιν ἀφ’ ἑτέρας εἰς ἑτέραν διερχόμενος. ἐν ἑνὶ γὰρ χρόνῳ οὗτοι πάντες ὡς μύκητες ἐκ γῆς
5ἐβλάστησαν καὶ ὥσπερ κακόρ〈ρ〉εκτα καὶ δυσώδη βοτανῶν βλαστή‐ ματα καὶ χόρτος ἀκανθώδης καὶ ὡς φωλεὸς πολλῶν σκορπίων ἐξ ἑνὸς πάντες καιροῦ τῷ βίῳ ἐβλάστησαν καί, ὡς προεῖπον, δίκην μυκήτων ἀμορφίας ὑπὸ μίαν θῆξιν πεφήνασιν, ὡς καὶ ἤδη τῷ ἁγιω‐ τάτῳ Εἰρηναίῳ περὶ αὐτῶν προείρηται. σύγχρονοι γὰρ γεγόνασιν
10οὗτοι πάντες, ἕκαστος δὲ ἀπὸ τοῦ ἑτέρου τὴν κακὴν πρόφασιν ἐρανι‐ σάμενοι, ἄλλος [ἀπὸ] ἄλλου ἔτι περισσότερόν 〈τι〉 βουλόμενος * ἐπι‐ δείξεως χάριν ἑαυτῷ προετύπωσε διαφορὰν κακῆς ἐξευρέσεως. καὶ πάντες Γνωστικοὺς ἑαυτοὺς ὠνόμασαν, Οὐαλεντῖνός τε φημὶ καὶ οἱ πρὸ αὐτοῦ Γνωστικοί, ἀλλὰ καὶ Βασιλείδης καὶ Σατορνῖλος καὶ
15Κολόρβασος, Πτολεμαῖός τε καὶ Σεκοῦνδος, Καρποκρᾶς καὶ ἄλλοι πλείους. ἀλλὰ τὰς πάσας ἐνταῦθα ὀνομάσαντες διὰ τὴν ἐν ἑνὶ καιρῷ σχέσιν πάντων τῆς ἀναδύσεως καὶ κακοβλάστου *, ὅμως τῆς ἑκάστου σπορᾶς κακόνοιαν ἰδίᾳ ἀφηγησόμεθα. τέως δὲ ἐπὶ τὸν προκείμενον αἱρεσιάρχην καὶ τραγῳδοποιὸν ἐλεύσομαι, φημὶ δὲ Οὐα‐
20λεντῖνον καὶ τὴν αὐτοῦ διδασκαλίαν, τὴν ἀπὸ τῆς μεγάλης ταύτης Γνωστικῆς ἐπαγγελίας ὑπάρχουσαν, καταγνωστικῆς δὲ ληρῳδίας *, ὡς τοῖς συνετοῖς καταγινωσκομένη εὑρίσκεται καὶ καταγέλαστος. 2. Οὐαλεντῖνος μὲν οὖν οὗτος τῷ χρόνῳ διαδέχεται τοὺς πρὸ
αὐτοῦ προτεταγμένους, Βασιλείδην τε καὶ Σατορνῖλον, Ἐβίωνά τε383 in vol. 1
Haer
.

1

.

384

καὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἀμφ’ αὐτούς· οὗτοι γὰρ πάντες ἐν ἑνὶ καιρῷ τῷ βίῳ κακῶς ἐφύησαν, ὀλίγῳ δὲ πρόσθεν μᾶλλον οἱ περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα· ἅμα γὰρ τοῖς ἤδη μοι πρὸ αὐτῶν δεδηλωμένοις ἀνεφύησαν. τὴν μὲν οὖν αὐτοῦ πατρίδα ἢ
5πόθεν οὗτος γεγέννηται, οἱ πολλοὶ ἀγνοοῦσιν· οὐ γάρ τινι ῥᾴδιον τῶν συγγραφέων μεμέληται τούτου δεῖξαι τὸν τόπον. εἰς ἡμᾶς δὲ ὡς ἐνηχήσει φήμη τις ἐλήλυθε· διὸ οὐ παρελευσόμεθα, καὶ τὸν τούτου τόπον μὴ ὑποδεικνύντες, ἐν ἀμφιλέκτῳ μέν (εἰ δεῖ τὰ ἀληθῆ λέγειν), ὅμως τὴν εἰς ἡμᾶς ἐλθοῦσαν φάσιν οὐ σιωπήσομεν. ἔφασαν γὰρ
10αὐτόν τινες γεγενῆσθαι Φρεβωνίτην, τῆς Αἰγύπτου Παραλιώτην, ἐν Ἀλεξανδρείᾳ δὲ πεπαιδεῦσθαι τὴν τῶν Ἑλλήνων παιδείαν. ὅθεν κατὰ μίμημα τῆς κατὰ τὸν Ἡσίοδον Θεογονίας τῶν 〈τε〉 παρ’ αὐτῷ τῷ Ἡσιόδῳ τριάκοντα θεῶν λεγομένων καὶ αὐτὸς τὴν ἐθνόμυθον ποίησιν εἰς τὸν ἑαυτοῦ νοῦν λαβὼν καὶ ἀπὸ τῶν σὺν αὐτῷ καὶ πρὸ
15αὐτοῦ τῆς ἀληθείας ἐκπεπτωκότων τὴν ὑπόνοιαν κτησάμενος, καὶ αὐτὸς τὰ ἴσα τῷ Ἡσιόδῳ ἀπὸ ἑτέρων ὀνομάτων εἰς ἕτερα μετα‐ ποιήσας ἠθέλησε φαντάσαι τὸν κόσμον. τριάκοντα γὰρ καὶ οὗτος θεοὺς καὶ αἰῶνας καὶ οὐρανοὺς βούλεται παρεισάγειν· ὧν ὁ μὲν πρῶτός ἐστι Βυθός, ὡς καὶ αὐτὸς ἔφη ἀφραίνων τῇ διανοίᾳ ὁποῖα
20ἀμέλει καὶ ὁ αὐτοῦ προβολεὺς τῆς ἐννοίας Ἡσίοδος «Χάος πρώτιστα θεῶν» ἔφη· Χάος δὲ καὶ Βυθὸς τίνι οὐκ ἂν σαφῆ εἴη τὸ ὁμώνυμον κεκτημένα; ὅρα δὲ τὴν τοῦ ἀγύρτου τετραγῳδημένην μυθοποιίαν καὶ μοχθηρὰν διδασκαλίαν. τριάκοντα γὰρ οὗτος, ὡς ἔφην, αἰῶνας βούλεται παριστᾶν, οὓς καὶ θεοὺς ὀνομάζει, δεκαπέντε ἄρρενας καὶ
25θηλείας τοσαύτας εἶναι λέγων. ἕκαστον δὲ αἰῶνα ἀρρενόθηλυν καὶ ζεῦγός φησιν αὐτὸς καὶ οἱ αὐτοῦ· δεκαπέντε δὲ δυάδας φασὶν εἶναι, ἃς συζυγίας καλοῦσι. τὸν ἀριθμὸν δὲ εἶναι τριάκοντα αἰῶνας, ἑκά‐ στην δὲ θήλειαν γεννᾶν ἀπὸ τοῦ ἄρρενος τοὺς καθεξῆς αἰῶνας·
εἶναι δὲ τούτους ὡς ὑποτέτακται, κατὰ ἀντιπαράθεσιν ἑκάστου ἀρ‐384 in vol. 1
Haer
.

1

.

385

ρενικοῦ ὀνόματος τεταγμένου ἄντικρυς τοῦ θηλυκοῦ ὀνόματος, καὶ ἔστιν· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν [Οὐδουουὰκ Ἐσλὴν] [Ἀμφαὶν Ἐσ‐ σουμὲν] Οὐανανὶν Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ
5Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσ‐ σίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών. καὶ οὕτως μὲν σύγκεινται ὡς κατὰ συζυγίαν ἀρρενοθήλεος, ἐν δὲ τῇ ἀκολουθίᾳ κατὰ διαδοχὴν οὕτως· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν [Οὐδουουὰκ Ἐσλὴν] [Ἀμφαὶν Ἐσ‐
10σουμὲν] Οὐανανὶν Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσ‐
σίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών· ὧν ὀνομάτων ἑρμηνεῖαί εἰσιν385 in vol. 1
Haer
.

1

.

386

αἵδε· Βυθὸς 〈καὶ〉 Σιγή, Νοῦς καὶ Ἀλήθεια, Λόγος καὶ Ζωή, Ἄνθρω‐ πος καὶ Ἐκκλησία, Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Θελητὸς (ὁ καὶ Φῶς) καὶ Μακαριότης, Ἐκκλησιαστικὸς καὶ Σοφία, Βύθιος καὶ Μῖξις, Ἀγήρατος
5καὶ Ἕνωσις, Αὐτοφυὴς καὶ Σύγκρασις, Μονογενὴς καὶ Ἑνότης, Ἀκί‐ νητος καὶ Ἡδονή. κατὰ δὲ ἀριθμὸν διαδοχῆς καὶ ἀκολουθίας ἀπὸ τοῦ ἀνωτάτου ἀκατονομάστου Πατρὸς καὶ Βυθοῦ παρ’ αὐτοῖς ὀνο‐ μαζομένου ἕως τούτου τοῦ καθ’ ἡμᾶς οὐρανοῦ ὁ τῶν τριάκοντα ἀριθμὸς οὕτως ἔχει· Βυθὸς Σιγὴ Νοῦς Ἀλήθεια Λόγος Ζωὴ Ἄν‐
10θρωπος Ἐκκλησία Παράκλητος Πίστις Πατρικὸς Ἐλπὶς Μητρικὸς Ἀγάπη Ἀείνους Σύνεσις Θελητὸς (ὁ καὶ Φῶς) Μακαριότης Ἐκκλη‐ σιαστικὸς Σοφία Βύθιος Μῖξις Ἀγήρατος Ἕνωσις Αὐτοφυὴς Σύγ‐ κρασις Μονογενὴς Ἑνότης Ἀκίνητος Ἡδονή. 3. Καὶ αὕτη μὲν ἡ τῶν τριάκοντα Αἰώνων παρ’ αὐτοῖς μυθο‐
15ποιουμένη τραγῳδία καὶ ἡ κατὰ συζυγίαν πνευματικοῦ δῆθεν Πληρώ‐ ματος κενοφωνία· ἣν ἐάν τις συγκρίνων τῇ παρὰ Ἡσιόδῳ καὶ Στησι‐ χόρῳ καὶ τοῖς ἄλλοις ποιηταῖς τῶν Ἑλλήνων παραθῆται, εὕροι ἂν ἐκ παραλλήλου τὰ αὐτὰ ὄντα καὶ οὐδὲν ἕτερον, καὶ ἐκ τούτου γνώ‐ σεται ὡς οὐδὲν θαυμαστὸν οἱ τῶν δογμάτων αἱρεσιάρχαι μυστηριω‐
20δῶς ἐπαγγέλλονται λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ Ἑλλήνων ἀπεμάξαντο
τὴν ἐπίπλαστον ποιητικὴν ἕξιν τῆς ἐθνομύθου πλάνης καὶ διδασκαλίας,386 in vol. 1
Haer
.

1

.

387

οὐδὲν ἀλλοιώσαντες πλὴν τῆς παρ’ αὐτοῖς μεταπεποιημένης βαρβα‐ ρικῆς ὀνοματοποιίας. οὕτω γάρ φασι καὶ οἱ περὶ Ἡσίοδον· πρῶτον πάντων γίνεται Χάος, ἵνα εἴπωσι Βυθόν, εἶτα Νὺξ Ἔρεβος Γῆ Αἰθὴρ Ἡμέρα Ἔρως Μῆτις Μόρος Ὀϊζὺς Πότμος Νέμεσις Μῶμος Φιλότης
5Θάνατος Δυσνομία Γήρως Ἄτη Ἵμερος Λήθη Ὕπνος Ὑσμίνη Λυσιμελὴς Ὕβρις Εὐφρόνιος Αἴγλη Παυσιμέριμνος Ἀπάτη Ἡδυμελὴς Ἔρις. καὶ οὗτος μὲν ὁ ἀριθμὸς κατὰ ἀκολουθίαν ἀρρενοθήλεος οὕτως ἔχει τὴν τριακοντάδα. εἰ δέ τις θελήσειεν ἰδεῖν πῶς πλαττόμενοι οὗτοι συνάπ‐ τουσιν ἓν πρὸς τὸ ἕν, εὕροι ἂν οὕτως συναπτόμενα καὶ συζευγνύ‐
10μενα ἀλλήλοις ἃ τοῖς ποιηταῖς ἔδοξεν, ὡς τὸν μὲν Βυθὸν Νυκτί τε καὶ Σιγῇ συνάψαντες ἐποίησαν Γῆν γεννᾶσθαι· ἄλλοι δὲ Οὐρανόν, ὃν δὴ καὶ Ὑπερίονα κεκλήκασι, τὸν [δὲ] αὐτὸν τῇ Γῇ συναφθέντα φασὶ γεγεννηκέναι ἄρσενάς τε καὶ θηλείας, καὶ τοὺς καθεξῆς ὁμοίως ἕως τῆς πάσης αὐτῶν ποιήσεως, ὡς ἔχει ἡ ἀπέραντος τοῦ μύθου
15ληρώδης φλυαρία. εὕροι δ’ ἂν οὕτως συναπτόμενά τε καὶ συζευ‐ γνύμενα καὶ δυνάμενα οὕτως συντίθεσθαι· Χάος Νύξ, Ἔρεβος Γῆ, Αἰθὴρ Ἡμέρα, Ἔρως Μῆτις, Μόρος Ὀϊζύς, Πότμος Νέμεσις, Μῶμος Φιλότης, Θάνατος Δυσνομία, Γήρως Ἄτη, Ἵμερος Λήθη, Ὕπνος Ὑσμίνη, Λυσιμελὴς Ὕβρις, Εὐφρόνιος Αἴγλη, Παυσιμέριμνος Ἀπάτη,
20Ἡδυμελὴς Ἔρις. εἰ δὲ προσέχοι τις τῷ αὐτῶν πλάσματι καὶ βου‐ ληθείη γνῶναι ὡς ἀπὸ τῶν κοσμικῶν καὶ Ἑλληνικῶν ποιητῶν, ἐξ ὧν οὗτοι ἐνεβροντήθησαν, μάτην ἐνθουσιῶντες 〈εἰσ〉 ἃ μὴ δεῖ, εἰς ματαιοπονίαν τε καὶ κάματον ἀνωφελῆ, *, εὕροι ἂν αὐτοὺς τοσούτῳ μᾶλλον πεπλανημένους.
254. Ὅθεν καὶ ἔτι ὑψηλοτέρως δῆθεν ἐξερευνῶντες ᾠήθησαν καὶ
Ὑστέρημα τῷ ἰδίῳ αὐτῶν δαιμονισθέντι διανοήματι ἐξευρεῖν, ὅπερ387 in vol. 1
Haer
.

1

.

388

Ὑστέρημα καὶ Παντοκράτορα καὶ Δημιουργὸν καλοῦσι καὶ κτιστὴν οὐσιῶν· ἀφ’ οὗπερ πάλιν καὶ ὑστέραν Ὀγδοάδα μετὰ ἑπτὰ οὐρανῶν, κατὰ τὴν πρώτην Ὀγδοάδα ἀφομοιωθεῖσαν, ἐκτίσθαι λέγουσιν, αὐτοῦ ὄντος ἐν τῇ Ὀγδοάδι καὶ ἑπτὰ οὐρανοὺς μετ’ αὐτὴν πεποιηκότος.
5 ᾧπερ Ὑστερήματι βούλονται συνάπτειν μὲν ἀμιγῆ τινα Αἰῶνα καὶ ἀθήλυντον, ἀπὸ Πληρώματος δὲ ἐνταῦθα ἐλθόντα κατ’ ἀναζή‐ τησιν τῆς ψυχῆς τῆς ἄνωθεν ἀπὸ τῆς μητρὸς Σοφίας ἐλθούσης, ἧς δὴ καὶ Ἀχαμὼθ βούλονται τὸ ὄνομα ἀνατυποῦν τε καὶ πλάττειν, ὃν δὴ καὶ Σωτῆρα καλεῖν * καὶ Ὅρον καὶ Σταυρὸν καὶ Ὁροθέτην
10καὶ Μεταγωγέα καὶ Ἰησοῦν τὸν διὰ Μαρίας ὡς διὰ σωλῆνος παρελ‐
θόντα. εἶναι δὲ αὐτὸν φῶς ἀπὸ τοῦ ἄνω Χριστοῦ καὶ διὰ τοῦτο388 in vol. 1
Haer
.

1

.

389

πατρωνυμικῶς καλεῖσθαι Φῶς διὰ τὸ ἄνω Φῶς καὶ Χριστὸν διὰ τὸν ἄνω Χριστὸν καὶ Λόγον διὰ τὸν ἄνω Λόγον καὶ Νοῦν ὡσαύτως 〈καὶ〉 Σωτῆρα λέγεσθαι. ἀεὶ δὲ ὑπερβαίνειν τὸν αὐτοῦ πατέρα τὸν Δη‐ μιουργόν, συναναφέρειν δὲ τοὺς αὐτῷ πειθομένους ἅμα αὐτῷ πρὸς
5τὰς ἄνω συζυγίας τοῦ Πληρώματος. καὶ ὦ τῆς τούτων ληρῳδίας καὶ τοσαύτης ματαιολογίας. παραθήσομαι δὲ (ὡς προεῖπον) καὶ ὡς αὐτοὶ συνέζευξαν τοῖς ποιητικοῖς καὶ ἐθνομύθοις πλάσμασι τὴν αὐτῶν ληρολογίαν. μετὰ τὴν τριακοντάδα γὰρ * τὸ ἓν ὄνομα μέσον καὶ ἀθήλυντον καὶ μετ’ αὐτὸ τὴν κατὰ συζυγίαν πάλιν Ὀγδοάδα εὑρε‐
10θεῖσαν ἀπὸ τοῦ Δημιουργοῦ, δυναμένην καὶ οὕτως συντίθεσθαι, καὶ ἔστιν τὰ ὀνόματα τάδε· πρῶτος Ἐξέπαφος, Πορφυρίων Κλωθὼ Ῥύακος Λάχεσις Ἐπιφάων Ἄτροπος Ὑπερίων Ἀστεροπή. καὶ αὕτη μὲν ἡ τῶν ποιητῶν τούτων σκηνή, ἔχουσα καὶ ἄλλας πολλὰς ὀνο‐ μασίας θεῶν παρ’ αὐτοῖς ὀνομαζομένων, ἀρρένων τε καὶ θηλειῶν, ἄλλως
15καὶ ἄλλως παρά τισι λεγομένων, δυναμένων ποιῆσαι καὶ τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν καὶ ἔτι εἰς πρόφασιν τῶν ἄλλων αἱρέσεων τῶν ταύτην πάλιν τὴν τραγικὴν ὑπόθεσιν ἐνστησαμένων ὀνειρωττομένων. μετὰ γὰρ τὰ προειρημένα ὀνόματά φασιν οἱ περὶ Ἡσίοδον καὶ Ὀρφέα καὶ Στησίχορον γεγενῆσθαι Οὐρανόν τε καὶ Τάρταρον, Κρόνον
20τε καὶ Ῥέαν, Δία τε καὶ Ἥραν καὶ Ἀπόλλωνα, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ μυρίους λοιπὸν τοὺς παρ’ αὐτοῖς ὀνομαζομένους 〈θεούσ〉. πολλὴ γὰρ τούτων ἡ ἀπατηλὸς ἐξ ὑπονοίας πλάνη, ἥτις κενοφωνίαν ἐγκισσήσασα καὶ ἐξευραμένη πολλοὺς μύθους ἐποιη‐ τεύσατο.
25Καὶ αὕτη ἐστὶν ἡ δοκοῦσα φαντάζειν τὴν τῶν ἀπατωμένων
τούτων διάνοιαν. γελοῖα δὲ εὐθὺς πᾶσιν εὑρίσκεται ταῦτα τοῖς κατὰ389 in vol. 1
Haer
.

1

.

390

θεὸν τὸν νοῦν πεφωτισμένοις. παρελθὼν δὲ ταῦτα αὖθις ταῖς ἀπὸ τῶν βιβλίων αὐτῶν ἀκολουθίαις * πρὸς ἔπος καὶ κατὰ λέξιν τὴν παράθεσιν τῆς παρ’ αὐτοῖς ἀναγνώσεως, λέγω δὴ τῆς αὐτῶν βίβλου, ἐνταῦθα ποιήσομαι, καὶ ἔστιν τάδε·
5 5. Παρὰ φρονίμοις, παρὰ δὲ ψυχικοῖς, παρὰ δὲ σαρκικοῖς, παρὰ δὲ κοσ‐ μικοῖς, παρὰ δὲ τῷ Μεγέθει * νοῦς ἀκατάργητος τοῖς ἀκαταργήτοις χαίρειν. Ἀνονομάστων ἐγὼ καὶ ἀρρήτων καὶ ὑπερουρανίων μνείαν ποιοῦμαι μυστηρίων πρὸς ὑμᾶς, οὔτε ἀρχαῖς οὔτε ἐξουσίαις οὔτε ὑποταγαῖς οὔτε πάσῃ συγχύσει περινοηθῆναι δυναμένων, μόνῃ δὲ τῇ τοῦ Ἀτρέπτου Ἐννοίᾳ
10πεφανερωμένων. ὅτε γὰρ 〈ἐπ’〉 ἀρχῆς ὁ Αὐτοπάτωρ αὐτὸς ἐν ἑαυτῷ περιεῖχε τὰ πάντα, ὅντα ἐν ἑαυτῷ ἐν ἀγνωσίᾳ, ὃν καλοῦσί τινες Αἰῶνα ἀγήρατον, ἀεὶ νεάζοντα, ἀρρενόθηλυν, ὃς πάντοτε περιέχει τὰ πάντα καὶ
οὐκ ἐνπεριέχεται, τότε ἡ ἐν αὐτῷ Ἔννοια ἠθέλησεν—ἐκείνη, ἥν τινες Ἔν‐390 in vol. 1
Haer
.

1

.

391

νοιαν ἔφασαν, ἕτεροι Χάριν· οἰκείως, διὰ τὸ ἐπικεχορηγηκέναι αὐτὴν θησαυρίσματα τοῦ Μεγέθους τοῖς ἐκ τοῦ Μεγέθους, οἱ δὲ ἀληθεύσαντες Σιγὴν προσηγόρευσαν, ὅτι δι’ ἐνθυμήσεως χωρὶς λόγου τὰ ἅπαντα τὸ Μέγεθος ἐτελείωσεν—ὡς οὖν προεῖπον, ἡ ἄφθαρτος 〈Ἔννοια〉 αἰώνια βου‐
5ληθεῖσα δεσμὰ ῥῆξαι ἐθήλυνε τὸ Μέγεθος ἐπ’ ὀρέξει ἀναπαύσεως αὐτοῦ. καὶ αὕτη αὐτῷ μιγεῖσα ἀνέδειξε τὸν Πατέρα τῆς ἀληθείας, ὃν οἰκείως οἱ τέλειοι Ἄνθρωπον ὠνόμασαν, ὅτι ἦν ἀντίτυπος τοῦ προόντος Ἀγεννήτου. μετὰ τοῦτο δὲ ἡ Σιγή, φυσικὴν ἑνότητα Φωτὸς προενεγκαμένη σὺν τῷ Ἀνθρώπῳ (ἦν δὲ αὐτῶν ἡ συνέλευσις τὸ θέλειν), [καὶ] ἀναδείκνυσι
10τὴν Ἀλήθειαν. Ἀλήθεια δὲ ὑπὸ τῶν τελείων οἰκείως ὠνομάσθη, ὅτι ἀληθῶς ὁμοία ἦν τῇ ἑαυτῆς μητρὶ Σιγῇ, τῆς Σιγῆς τοῦτο βουληθείσης, ἀπομερισμὸν φώτων τοῦ τε ἄρρενος καὶ τῆς θηλείας ἴσον εἶναι, ὅπως δι’
ἑαυτῶν καὶ ἡ ἐν αὐτοῖς * φανερωθῇ τοῖς ἐξ αὐτῶν [ἐν αὐτῷ] εἰς αἰσθη‐391 in vol. 1
Haer
.

1

.

392

τικὰ φῶτα μερισθεῖσι. μετὰ τοῦτο ἡ Ἀλήθεια μητρικὴν προενεγκαμένη προυνικίαν ἐθήλυνε τὸν Πατέρα ἑαυτῆς εἰς ἑαυτὴν καὶ συνῄεσαν ἑαυτοῖς, ἀφθάρτῳ μίξει καὶ ἀγηράτῳ συγκράσει καὶ ἀναδεικνύ〈ου〉σι τετράδα πνευ‐ ματικὴν ἀρρενόθηλυν, ἀντίτυπον τῆς προούσης τετράδος (ἥτις ἦν Βυθὸς
5Σιγὴ Πατὴρ Ἀλήθεια). αὕτη δὲ ἡ ἐκ τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας τετράς· Ἄνθρωπος Ἐκκλησία Λόγος Ζωή. τότε τοῦ πάντα περιέχοντος Βυθοῦ θελήματι ὁ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία πατρικῶν μνησθέντες λόγων συνῄεσαν ἑαυτοῖς καὶ ἀναδεικνύουσι δωδεκάδα προυνίκων ἀρρενο‐ θηλύν〈των〉. οἱ οὖν ἄρρενές εἰσι· Παράκλητος Πατρικὸς Μητρικὸς Ἀείνους
10Θελητός, ὅ ἐστι Φῶς, Ἐκκλησιαστικός, αἱ δὲ θήλειαι· Πίστις Ἐλπὶς Ἀγάπη Σύνεσις Μακαρία Σοφία. μετέπειτα δὲ Λόγος καὶ Ζωή, καὶ αὐτοὶ τὸ τῆς ἑνώσεως μεταπλάσαντες δώρημα, ἑαυτοῖς ἐκοινώνησαν (ἦν δὲ ἡ κοινωνία αὐτῶν τὸ θέλημα) καὶ συνελθόντες ἀνεδείξαντο δεκάδα πρου‐ νίκων καὶ αὐτῶν ἀρρενοθηλύντων. οἱ μὲν ἄρρενές εἰσι· Βύθιος Ἀγήρατος
15Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος (οὗτοι τὴν προσωνυμίαν 〈εἰσ〉 τὴν δόξαν τοῦ πάντα περιέχοντος 〈περι〉εποιήσαντο), αἱ δὲ θήλειαι· Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονή, καὶ αὗται τὴν προσωνυμίαν εἰς δόξαν τῆς Σιγῆς περιεποιήσαντο. 6. Τετελειωμένης οὖν τῆς κατὰ Πατέρα Ἀληθείας τριακάδος, ἣν οἱ
20ἐπίγειοι μὴ ἐπιστάμενοι ἀριθμοῦσι καὶ ὁπόταν ἔλθωσιν ἐπ’ αὐτήν, μηκέτι ἀριθμὸν εὑρίσκοντες ἀνακυκλοῦσι, πάλιν ἀριθμοῦντες αὐτήν—ἔστι δὲ Βυθὸς Σιγὴ Πατὴρ Ἀλήθεια Ἄνθρωπος Ἐκκλησία Λόγος Ζωὴ Παράκλητος Πατρι‐
κὸς Μητρικὸς Ἀείνους Θελητὸς Ἐκκλησιαστικὸς Πίστις Ἐλπὶς Ἀγάπη392 in vol. 1
Haer
.

1

.

393

Σύνεσις Μακαρία Σοφία Βύθιος Ἀγήρατος Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονή—, τότε ὁ τὰ πάντα περιέχων συνέσει τῇ ἀνυπερβλήτῳ δογματίσας τε κληθῆναι ἑτέραν Ὀγδοάδα ἀντὶ τῆς προούσης αὐθεντικῆς Ὀγδοάδος, ἥτις ἐν τῷ ἀριθμῷ τῆς Τριακάδος
5μείνῃ (οὐ γὰρ ἦν Μεγέθους φρόνημα εἰς ἀριθμὸν πίπτειν), ἀντέστησεν ἀντὶ τῶν ἀρρένων τοὺς ἄρρενας· Μόνον Τρίτον Πέμπτον Ἕβδομον καὶ τὰς θηλείας· Δυάδα Τετράδα Ἑξάδα Ὀγδοάδα. αὕτη οὖν ἡ Ὀγδοάς [ἐστιν], ἡ ἀντικληθεῖσα ἀντὶ τῆς προούσης Ὀγδοάδος (Βυθοῦ Πατρὸς Ἀνθρώπου Λόγου καὶ Σιγῆς Ἀληθείας Ἐκκλησίας Ζωῆς), ἡνώθη
10τοῖς φωσὶ καὶ ἐγένετο Τριακὰς ἀπηρτισμένη. καὶ 〈ἦν〉 ἡ προοῦσα Ὀγ‐ δοὰς ἀναπαυομένη. ὁ δὲ Βυθὸς ἐξῆλθεν Μεγέθους στηρίγματι ἑνωθῆναι τῇ Τριακάδι· συνῄει γὰρ τῇ Ἀληθείᾳ καὶ ὁ Πατὴρ τῆς Ἀληθείας συνήρχετο τῇ Ἐκκλησίᾳ καὶ ὁ Μητρικὸς εἶχε τὴν Ζωὴν καὶ ὁ Παράκλητος τὴν Ἑνάδα καὶ ἡ Ἑνὰς ἡνοῦτο τῷ Πατρὶ τῆς Ἀληθείας καὶ ὁ Πατὴρ τῆς Ἀληθείας
15ἦν μετὰ τῆς Σιγῆς, ὁ Λόγος δὲ ὁ πνευματικὸς ἐκοινώνει * πνευματικῇ μίξει393 in vol. 1
Haer
.

1

.

394

καὶ ἀφθάρτῳ συγκράσει, ποιοῦντος τὸ τέλος τοῦ Αὐτοπάτορος ἀδιχοτόμητον τὴν ἑαυτοῦ ἀνάπαυσιν. ἡ οὖν Τριακὰς ἀπαρτίσασα βύθια μυστήρια, τελειώσασα γάμον ἐν ἀφθάρτοις ἀνέδειξε φῶτα ἄφθαρτα, ἅτινα Μεσότητος ὠνομάσθησαν τέκνα
5καὶ ἀχαρακτήριστα ἦσαν, τοῦ νοϊκοῦ μὴ παρακειμένου, ἐκτὸς φρονήσεως ἀναπαυόμενα χωρὶς Ἐννοίας. περὶ γὰρ οὗ τις πράσσει, ἐὰν μὴ νοῇ καθο‐ λικῶς, οὐ πράσσει. τότε γενομένων τῶν φώτων, ὧν τὴν πολυπληθίαν πρὸς ἀριθμὸν ἐξειπεῖν οὐκ ἀναγκαῖον, περινοεῖν δέ (ἕκαστον γὰρ τὸ ἴδιον ὄνομα κεκλήρωται δι’ ἐπίγνωσιν ἀρρήτων μυστηρίων), ἡ οὖν Σιγὴ
10βουληθεῖσα εἰς ἐκλογὴν γνώσεως ἅπαντα σῶσαι συνῆγε τῇ δευτέρᾳ ἀντιτε‐ θείσῃ Ὀγδοάδι ἀφθάρτῳ μίξει, νοϊκῇ δὲ βουλήσει· ἦν δὲ αὐτῆς ἡ νοϊκὴ βούλησις Πνεῦμα τὸ ἅγιον, τὸ ἐν μέσῳ τῶν ἁγίων ἐκκλησιῶν. τοῦτο οὖν
εἰς τὴν δευτέραν Ὀγδοάδα πέμψασα ἔπεισε καὶ αὐτὴν ἑνωθῆναι αὐτῇ.394 in vol. 1
Haer
.

1

.

395

γάμος οὖν ἐτελειοῦτο ἐν τοῖς τῆς Ὀγδοάδος μέρεσιν, ἑνουμένου τοῦ ἁγίου Πνεύματος τῷ Μόνῳ καὶ τῆς Δυάδος τῷ Τρίτῳ καὶ τοῦ Τρίτου τῇ Ἑξάδι καὶ τῆς Ὀγδοάδος τῷ Ἑβδόμῳ καὶ τοῦ Ἑβδόμου τῇ Δυάδι καὶ τῆς Ἑξά‐ δος τῷ Πέμπτῳ. ὅλη δὲ ἡ Ὀγδοὰς συνῆλθε μετὰ ἡδονῆς ἀγηράτου
5καὶ ἀφθάρτου μίξεως (οὐ γὰρ ἦν χωρισμὸς ἀλλήλων· ἦν δὲ σύγκρασις μεθ’ ἡδονῆς ἀμώμου) καὶ ἀνέδειξε πεντάδα προυνίκων ἀθηλύντων, ὧν τὰ ὀνόματά ἐστι ταῦτα· Καρπιστὴς Ὁροθέτης Χαριστήριος Ἄφετος Μεταγωγεύς. οὗτοι τῆς Μεσότητος ὠνομάσθησαν υἱοί. βούλομαι δὲ ὑμᾶς γινώσκειν· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ
10Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν [Οὐδουουὰκ Ἐσλὴν] [Ἀμφαὶν Ἐσσουμὲν] Οὐανανὶν Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσσίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών. Καὶ ταῦτα μὲν ἀπὸ μέρους 〈ἐκ〉 τῶν βιβλίων αὐτῶν παρατε‐
15θέντα ἕως ὧδέ μοι εἰρήσθω. Ἐποιήσατο δὲ οὗτος τὸ κήρυγμα καὶ ἐν Αἰγύπτῳ ὅθεν δὴ καὶ ὡς λείψανα ἐχίδνης ὀστέων ἔτι ἐν Αἰγύπτῳ περιλείπεται τούτου ἡ σπορά, ἔν τε τῷ Ἀθριβίτῃ καὶ Προσωπίτῃ καὶ Ἀρσινοΐτῃ καὶ Θη‐
βαΐδι καὶ τοῖς κάτω μέρεσι τῆς Παραλίας καὶ Ἀλεξανδρειοπολίτῃ·395 in vol. 1
Haer
.

1

.

396

ἀλλὰ καὶ ἐν Ῥώμῃ ἀνελθὼν κεκήρυχεν. εἰς Κύπρον δὲ ἐληλυθώς, † ὡς ναυάγιον ὑποστὰς φύσει σωματικῶς, τῆς πίστεως ἐξέστη καὶ τὸν νοῦν ἐξετράπη. ἐνομίζετο γὰρ πρὸ τούτου μέρος ἔχειν εὐσεβείας καὶ ὀρθῆς πίστεως ἐν τοῖς προειρημένοις τόποις. ἐν δὲ τῇ Κύπρῳ
5λοιπὸν εἰς ἔσχατον ἀσεβείας ἐλήλακεν καὶ ἐβάθυνεν ἑαυτὸν ἐν ταύτῃ τῇ καταγγελλομένῃ ὑπ’ αὐτοῦ μοχθηρίᾳ. λέγει δὲ αὐτός τε καὶ οἱ αὐτοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὡς ἔφην, καὶ Σωτῆρα καὶ Χριστὸν καὶ Λόγον καὶ Σταυρὸν καὶ Μετα‐ γωγέα καὶ Ὁροθέτην καὶ Ὅρον. φασὶ δὲ ἄνωθεν κατενηνοχέναι
10τὸ σῶμα καὶ ὡς διὰ σωλῆνος ὕδωρ διὰ Μαρίας τῆς παρθένου διε‐ ληλυθέναι, μηδὲν δὲ ἀπὸ τῆς παρθενικῆς μήτρας εἰληφέναι, ἀλλὰ ἄνωθεν τὸ σῶμα ἔχειν, ὡς προεῖπον. μὴ εἶναι δὲ αὐτὸν τὸν πρῶτον Λόγον μηδὲ τὸν μετὰ τὸν Λόγον Χριστὸν τὸν ἄνω ὄντα ἐν τοῖς ἄνω Αἰῶσι, ἀλλὰ τοῦτον φάσκουσι προβεβλῆσθαι δι’ οὐδὲν ἕτερον ἢ
15μόνον εἰς τὸ ἐλθεῖν καὶ ἀνασῶσαι τὸ γένος τὸ ἄνωθεν πνευματικόν.
τὴν δὲ τῶν νεκρῶν ἀνάστασιν ἀπαρνοῦνται, φάσκοντές τι μυ‐396 in vol. 1
Haer
.

1

.

397

θῶδες καὶ ληρῶδες, μὴ τὸ σῶμα τοῦτο ἀνίστασθαι, ἀλλ’ ἕτερον μὲν ἐξ αὐτοῦ, ὃ δὴ πνευματικὸν καλοῦσι· μόνων δὲ ἐκείνων τῶν παρ’ αὐτοῖς πνευματικῶν καὶ τῶν ἄλλων 〈τῶν〉 ψυχικῶν καλου‐ μένων *, ἐάν γε οἱ ψυχικοὶ δικαιοπραγήσειαν, τοὺς δὲ ὑλικοὺς καὶ σαρ‐
5κικοὺς καὶ γηΐνους καλουμένους παντάπασιν ἀπόλλυσθαι καὶ μηδ’ ὅλως σῴζεσθαι. χωρεῖν δὲ ἑκάστην οὐσίαν πρὸς τοὺς ἰδίους αὐτῆς προβολέας, τὴν μὲν ὑλικὴν τῇ ὕλῃ ἐκδιδομένην καὶ τὸ σαρκικὸν καὶ γήϊνον τῇ γῇ. τρία γὰρ τάγματα βούλονται εἶναι ἀνθρώπων, πνευ‐ ματικῶν ψυχικῶν σαρκικῶν, τὸ δὲ τάγμα τὸ πνευματικὸν ἑαυτοὺς λέ‐
10γουσιν, ὥσπερ καὶ γνωστικούς, καὶ μήτε καμάτου ἐπιδεομένους ἢ μόνον τῆς γνώσεως καὶ τῶν ἐπιρρημάτων τῶν αὐτῶν μυστηρίων. πᾶν δὲ ὁτιοῦν ποιεῖν ἀδεῶς ἕκαστον αὐτῶν καὶ μηδὲν πεφροντικέναι· ἐξ ἅπαντος γάρ φασι σωθήσεσθαι πνευματικὸν ὂν τὸ αὐτῶν τάγμα. τὸ δὲ ἕτερον τάγμα τῶν ἀνθρώπων ἐν κόσμῳ, ὅπερ ψυχικὸν καλοῦ‐
15σιν, ἐφ’ ἑαυτοῦ σῴζεσθαι μὴ δυνάμενον, εἰ μή τι ἂν καμάτῳ καὶ δικαιοπραγίᾳ ἑαυτὸ ἀνασώσειε. τὸ δὲ ὑλικὸν τάγμα τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων μήτε δύνασθαι χωρεῖν τὴν γνῶσίν φασι μήτε δέχε‐ σθαι ταύτην, κἂν θέλοι ὁ ἐκ τούτου τοῦ τάγματος ὁρμώμενος, ἀπόλ‐ λυσθαι δὲ ἅμα [σὺν] ψυχῇ καὶ σώματι. τὸ δὲ ἑαυτῶν τάγμα πνευματι‐
20κὸν ὂν σῴζεσθαι σὺν σώματι ἄλλῳ, ἐνδοτέρῳ τινὶ ὄντι, ὅπερ αὐτοὶ
σῶμα πνευματικὸν καλοῦσι φανταζόμενοι. τοὺς δὲ ψυχικοὺς κεκμη‐397 in vol. 1
Haer
.

1

.

398

κότας πολὺ καὶ ὑπεραναβεβηκότας τὸν Δημιουργὸν ἄνω δοθήσεσθαι τοῖς ἀγγέλοις τοῖς ἅμα Χριστῷ οὖσιν, οὐδέν τι τῶν σωμάτων ἀνα‐ κομιζομένους, ἀλλὰ μόνον τὰς ψυχὰς ἐν πληρώματι εὑρεθείσας τῆς αὐτῶν γνώσεως καὶ τὸν Δημιουργὸν ὑπερβεβηκυίας δίδοσθαι τοῖς
5μετὰ τοῦ Χριστοῦ ἀγγέλοις εἰς νύμφας. 8. Τοιαύτη ἐστὶν ἡ κατ’ αὐτοὺς τραγῳδία, ἔχουσα μὲν καὶ πλείω τούτων· ἐγὼ δὲ μόνον ἅτινα φύσει ἀναγκαῖον εἶναι ἡγησάμην εἰς τοὐμφανὲς ἐλθεῖν, ταῦθ’ ὑπηγόρευσα, ὡς ἡ εἰς ἡμᾶς † γνῶσις ἦλθεν· τὸ πόθεν τε ὡρμᾶτο ἐν ποίοις δὲ καιροῖς ὑπῆρχεν καὶ ἀπὸ ποίων
10τὰς προφάσεις εἴληφεν καὶ τίς αὐτοῦ ἡ διδασκαλία, ἅμα τε τίσιν ἐβλά‐ στησε τῷ βίῳ κακόν, ἀπὸ μέρους τε, ὡς ἔφην, τῆς τούτου διδα‐ σκαλίας ἐμνημόνευσα. τὰ δὲ λοιπὰ τῆς αὐτοῦ λεπτολογίας οὐκ ἐβουλήθην ἀπ’ ἐμαυτοῦ συντάξαι, εὑρὼν παρὰ τῷ ἁγιωτάτῳ Εἰρη‐ ναίῳ τῷ ἀρχαίῳ τὴν κατ’ αὐτοῦ πραγματείαν γεγενημένην. ἕως δὲ
15ἐνταῦθα τὰ ὀλίγα ταῦτα διεξελθών, τὰ ἑξῆς ἀπὸ τῶν τοῦ προειρη‐ μένου ἀνδρός, δούλου θεοῦ, Εἰρηναίου δέ φημι, τὴν παράθεσιν ὁλο‐ σχερῶς ποιήσομαι. ἔχει δὲ οὕτως·
〈ΕΚ〉 ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ Ἐπεὶ τὴν ἀλήθειαν παραπεμπόμενοί τινες ἐπεισάγουσι λόγους ψευδεῖς
20καὶ «γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις μᾶλλον παρέχουσι», καθὼς398 in vol. 1
Haer
.

1

.

399

ὁ ἀπόστολός φησιν «ἢ οἰκοδομὴν θεοῦ τὴν ἐν πίστει», καὶ διὰ τῆς πανούργως συγκεκροτημένης πιθανότητος παράγουσι τὸν νοῦν τῶν ἀπειρο‐ τέρων καὶ αἰχμαλωτίζουσιν αὐτούς, ῥᾳδιουργοῦντες τὰ λόγια τοῦ κυρίου, ἐξηγηταὶ κακοὶ τῶν καλῶς εἰρημένων γινόμενοι, καὶ πολλοὺς ἀνατρέπουσιν,
5ἀπάγοντες αὐτοὺς προφάσει γνώσεως ἀπὸ τοῦ τόδε τὸ πᾶν συστησαμένου καὶ κεκοσμηκότος, ὡς ὑψηλότερόν τι καὶ μεῖζον ἔχοντες ἐπιδεῖξαι τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος θεοῦ, πιθανῶς μὲν ἐπαγόμενοι διὰ λόγων τέχνης τοὺς ἀκεραίους εἰς τὸν τοῦ ζητεῖν τρόπον, ἀπιθάνως δὲ ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὴν γνώμην
10αὐτῶν κατασκευάζειν εἰς τὸν δημιουργόν, μηδὲ ἔν τῳ διακρίνειν δυναμένων τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς—ἡ γὰρ πλάνη καθ’ ἑαυτὴν μὲν οὐκ ἐπιδείκ‐ νυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος, πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη καὶ αὐτῆς τῆς ἀληθείας * ἀληθεστέραν ἑαυτὴν παρέχει φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειροτέροις, καθὼς
15ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρο‐ μοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνην διελέγξαι τὴν πανούργως γενομένην· ὅταν δὲ ἐπιμιγῇ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκέραιος 〈ὢν〉 δοκιμάσαι; —ἵνα οὖν μὴ 〈καὶ〉 παρὰ τὴν
20ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες ὡς πρόβατα ὑπὸ λύκων, ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατίου δορᾶς ἐπιβολήν, οὓς φυλάσσειν παρήγ‐ γελκεν ἡμῖν ὁ κύριος, ὅμοια μὲν 〈ἡμῖν〉 λαλοῦντας, ἀνόμοια δὲ φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν ὡς αὐτοὶ λέγουσιν Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ’ αὐτῶν καὶ συμβαλὼν καὶ καταλαβόμενος
25τὴν γνώμην αὐτῶν, μηνῦσαί σοι, ἀγαπητέ, τὰ τερατώδη καὶ βαθέα μυστή‐399 in vol. 1
Haer
.

1

.

400

ρια, ἅ «οὐ πάντες χωροῦσιν», ἐπεὶ μὴ πάντες τὸν ἐγκέφαλον ἐξεπτύκασιν, ὅπως καὶ σὺ μαθὼν αὐτὰ πᾶσι τοῖς μετὰ σοῦ φανερὰ ποιήσῃς καὶ παραι‐ νέσῃς αὐτοῖς φυλάξασθαι τὸν βυθὸν τῆς ἀνοίας καὶ τῆς εἰς τὸν θεὸν βλασφημίας. καὶ καθὼς δύναμις ἡμῖν, τήν τε γνώμην αὐτῶν τῶν νῦν
5παραδιδασκόντων (λέγω δὴ τῶν περὶ Πτολεμαῖον), ἀπάνθισμα οὖσαν τῆς Οὐαλεντίνου σχολῆς, συντόμως καὶ σαφῶς ἀπαγγελοῦμεν καὶ ἀφορμὰς 〈ἄλλοισ〉 δώσομεν κατὰ τὴν ἡμετέραν μετριότητα πρὸς τὸ ἀνατρέπειν αὐτήν, ἀλλό‐ κοτα καὶ ἀσύστατα καὶ ἀνάρμοστα τῇ ἀληθείᾳ ἐπιδεικνύντες τὰ ὑπ’ αὐτῶν λεγόμενα, μήτε συγγράφειν εἰθισμένοι μήτε λόγων τέχνην ἠσκηκότες,
10ἀγάπης δὲ ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι τὰ μέχρι μὲν νῦν κεκρυμμένα, ἤδη δὲ κατὰ τὴν χάριν τοῦ θεοῦ εἰς φανε‐ ρὸν ἐληλυθότα διδάγματα. «οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀπο‐ καλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ γνωσθήσεται». 10. Οὐκ ἐπιζητήσεις δὲ παρ’ ἡμῶν, τῶν ἐν Κελτοῖς διατριβόντων καὶ
15περὶ βάρβαρον διάλεκτον τὸ πλεῖστον ἀσχολουμένων, λόγων τέχνην ἣν οὐκ ἐμάθομεν οὔτε δύναμιν συγγραφέως ἣν οὐκ ἠσκήσαμεν οὔτε καλλωπισμὸν λέξεων οὔτε πιθανότητα ἣν οὐκ οἴδαμεν, ἀλλὰ ἁπλῶς καὶ ἀληθῶς καὶ ἰδιωτικῶς τὰ μετὰ ἀγάπης σοὶ γραφέντα μετὰ ἀγάπης σὺ προσδέξῃ καὶ αὐτὸς αὐξήσεις αὐτὰ παρὰ σεαυτῷ (ἅτε ἱκανώτερος ἡμῶν τυγχάνων), οἱονεὶ
20σπέρματα καὶ ἀρχὰς λαβὼν παρ’ ἡμῶν, καὶ ἐν τῷ πλάτει σοῦ τοῦ νοῦ ἐπὶ πολὺ καρποφορήσεις τὰ δι’ ὀλίγων ὑφ’ ἡμῶν εἰρημένα καὶ δυνατῶς παραστήσεις τοῖς μετὰ σοῦ τὰ ἀσθενῶς ὑφ’ ἡμῶν ἀπηγγελμένα. καὶ ὡς ἡμεῖς ἐφιλοτιμήθημεν, πάλαι ζητοῦντός σου μαθεῖν τὴν γνώμην αὐτῶν, μὴ μόνον σοὶ ποιῆσαι φανεράν, ἀλλὰ καὶ ἐφόδια δοῦναι πρὸς τὸ ἐπι‐
25δεικνύειν αὐτὴν ψευδῆ, οὕτως δὲ καὶ σὺ φιλοτίμως τοῖς λοιποῖς διακονήσεις, κατὰ τὴν χάριν τὴν ὑπὸ τοῦ κυρίου σοὶ διδομένην, εἰς τὸ μηκέτι παρα‐
σύρεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῆς ἐκείνων πιθανολογίας, οὔσης τοιαύτης.400 in vol. 1
Haer
.

1

.

401

Λέγουσιν γάρ τινα εἶναι ἐν ἀοράτοις καὶ ἀκατονομάστοις ὑψώμασι τέλειον Αἰῶνα προόντα· τοῦτον δὲ καὶ Προαρχὴν καὶ Προπάτορα καὶ Βυθὸν καλοῦσιν. ὑπάρχοντα δ’ αὐτὸν ἀχώρητον καὶ ἀόρατον, ἀίδιόν τε καὶ ἀγέννητον, ἐν ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολλῇ γεγονέναι ἐν ἀπείροις αἰῶσι
5χρόνων· συνυπάρχειν δ’ αὐτῷ καὶ Ἔννοιαν, ἣν δὴ καὶ Χάριν καὶ Σιγὴν ὀνομάζουσι καὶ ποτὲ ἐννοηθῆναι ἀφ’ ἑαυτοῦ προβαλέσθαι τὸν Βυθὸν τοῦτον ἀρχὴν τῶν πάντων, καὶ καθάπερ σπέρμα τὴν προβολὴν ταύτην, ἣν προβαλέσθαι ἐνενοήθη, [καὶ] καταθέσθαι ὡς ἐν μήτρᾳ 〈ἐν〉 τῇ συνυπ‐ αρχούσῃ ἑαυτῷ Σιγῇ. ταύτην δὲ ὑποδεξαμένην τὸ σπέρμα τοῦτο καὶ
10ἐγκύμονα γενομένην ἀποκυῆσαι Νοῦν, ὅμοιόν τε καὶ ἴσον τῷ προβαλόντι· καὶ μόνον χωροῦντα τὸ μέγεθος τοῦ πατρός· τὸν δὲ Νοῦν τοῦτον καὶ Μονογενῆ καλοῦσι καὶ Πατέρα καὶ ἀρχὴν τῶν πάντων. συμπροβεβλῆσθαι δὲ αὐτῷ Ἀλήθειαν καὶ εἶναι ταύτην πρώτην καὶ ἀρχέγονον Πυθαγορικὴν τετρακτύν, ἣν καὶ ῥίζαν τῶν πάντων καλοῦσιν. ἔστιν γὰρ Βυθὸς καὶ
15Σιγή, ἔπειτα Νοῦς καὶ Ἀλήθεια. αἰσθόμενον δὲ τὸν Μονογενῆ τοῦτον ἐφ’ οἷς προεβλήθη, προβαλεῖν καὶ αὐτὸν Λόγον καὶ Ζωήν, πατέρα πάντων τῶν μετ’ αὐτὸν ἐσομένων καὶ ἀρχὴν καὶ μόρφωσιν παντὸς τοῦ Πληρώ‐ ματος· ἐκ δὲ τοῦ Λόγου καὶ τῆς Ζωῆς προβεβλῆσθαι κατὰ συζυγίαν Ἄνθρωπον καὶ Ἐκκλησίαν. καὶ εἶναι ταύτην ἀρχέγονον Ὀγδοάδα, ῥίζαν
20καὶ ὑπόστασιν τῶν πάντων, τέτρασιν ὀνόμασι παρ’ αὐτοῖς καλουμένην, Βυθῷ καὶ Νῷ καὶ Λόγῳ καὶ Ἀνθρώπῳ. εἶναι γὰρ αὐτῶν ἕκαστον ἀρρε‐ νόθηλυν, οὕτως· πρῶτον τὸν Προπάτορα ἡνῶσθαι κατὰ συζυγίαν τῇ ἑαυτοῦ Ἐννοίᾳ, τὸν δὲ Μονογενῆ τουτέστιν τὸν Νοῦν τῇ Ἀληθείᾳ, τὸν
δὲ Λόγον τῇ Ζωῇ καὶ τὸν Ἄνθρωπον τῇ Ἐκκλησίᾳ.401 in vol. 1
Haer
.

1

.

402

Τούτους δὲ τοὺς Αἰῶνας εἰς δόξαν τοῦ Πατρὸς προβεβλημένους, βουληθέντας καὶ αὐτοὺς διὰ τοῦ ἰδίου δοξάσαι τὸν Πατέρα, προβαλεῖν προβολὰς ἐν συζυγίᾳ· τὸν μὲν Λόγον καὶ τὴν Ζωὴν μετὰ τὸ προβαλέσθαι τὸν Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, ἄλλους δέκα Αἰῶνας, ὧν τὰ ὀνόματα
5λέγουσι ταῦτα· Βύθιος καὶ Μῖξις, Ἀγήρατος καὶ Ἕνωσις, Αὐτοφυὴς καὶ Ἡδονή, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία. οὗτοι 〈οἱ〉 δέκα Αἰῶνες, οὓς φάσκουσιν ἐκ Λόγου καὶ Ζωῆς προβεβλῆσθαι. τὸν δὲ Ἄνθρωπον καὶ αὐτὸν προβαλεῖν μετὰ τῆς Ἐκκλησίας Αἰῶνας δώδεκα, οἷς ταῦτα τὰ ὀνόματα χαρίζονται· Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ
10Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία. Οὗτοί εἰσιν οἱ τριάκοντα Αἰῶνες τῆς πλάνης αὐτῶν, οἱ σεσιγημένοι καὶ μὴ γινωσκόμενοι. τοῦτο τὸ ἀόρατον καὶ πνευματικὸν κατ’ αὐτοὺς Πλήρωμα, τριχῆ διεσταμένον εἰς ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα. καὶ
15διὰ τοῦτο τὸν σωτῆρα λέγουσιν (οὐδὲ γὰρ κύριον ὀνομάζειν αὐτὸν θέλουσι) τριάκοντα ἔτεσι κατὰ τὸ φανερὸν μηδὲν πεποιηκέναι, ἐπιδεικνύντα τὸ μυστήριον τούτων τῶν Αἰώνων. ἀλλὰ καὶ ἐπὶ τῆς παραβολῆς τῶν εἰς τὸν ἀμπελῶνα πεμπομένων ἐργατῶν φασι φανερώτατα τοὺς τριάκοντα τούτους Αἰῶνας μεμηνῦσθαι. πέμπονται γὰρ οἱ μὲν περὶ πρώτην ὥραν,
20οἱ δὲ περὶ τρίτην, οἱ δὲ περὶ ἕκτην, οἱ δὲ περὶ ἐνάτην, ἄλλοι δὲ περὶ ἑνδεκάτην· συντιθέμεναι οὖν αἱ προειρημέναι ὧραι εἰς αὑτὰς τὸν τῶν τριάκοντα ἀριθμὸν ἀναπληροῦσι. μία γὰρ καὶ τρεῖς καὶ ἓξ καὶ ἐννέα καὶ ἕνδεκα τριάκοντα γίνονται. διὰ δὲ τῶν ὡρῶν τοὺς Αἰῶνας μεμηνῦσθαι θέλουσι. καὶ ταῦτ’ εἶναι τὰ μεγάλα καὶ θαυμαστὰ καὶ ἀπόρρητα
25μυστήρια, ἃ καρποφοροῦσιν αὐτοί, καὶ εἴ πού τι τῶν ἐν πλήθει εἰρημένων ἐν ταῖς γραφαῖς δυνηθείη προσαρμόσαι καὶ εἰκάσαι τῷ πλάσματι αὐτῶν. 11. Τὸν μὲν οὖν Προπάτορα αὐτῶν γινώσκεσθαι μόνῳ λέγουσι τῷ ἐξ αὐτοῦ γεγονότι Μονογενεῖ τουτέστιν τῷ Νῷ, τοῖς δὲ λοιποῖς πᾶσιν ἀόρατον καὶ ἀκατάληπτον ὑπάρχειν. μόνος δὲ ὁ Νοῦς κατ’ αὐτοὺς ἐτέρ‐
30πετο θεωρῶν τὸν Πατέρα καὶ τὸ μέγεθος τὸ ἀμέτρητον αὐτοῦ κατανοῶν402 in vol. 1
Haer
.

1

.

403

ἠγάλλετο. καὶ διενοεῖτο καὶ τοῖς λοιποῖς Αἰῶσιν ἀνακοινώσασθαι τὸ μέγεθος τοῦ Πατρός, ἡλίκος τε καὶ ὅσος ὑπῆρχεν, καὶ ὡς ἦν ἄναρχός τε καὶ ἀχώρητος καὶ οὐ καταληπτὸς ἰδεῖν· κατέσχεν δὲ αὐτὸν ἡ Σιγὴ βου‐ λήσει τοῦ Πατρὸς διὰ τὸ θέλειν πάντας αὐτοὺς εἰς ἔννοιαν καὶ πόθον
5ζητήσεως τοῦ προειρημένου Προπάτορος αὐτῶν ἀναγαγεῖν. καὶ οἱ μὲν λοιποὶ ὁμοίως Αἰῶνες ἡσυχῆ πως ἐπεπόθουν τὸν προβολέα τοῦ σπέρματος αὐτῶν ἰδεῖν καὶ τὴν ἄναρχον ῥίζαν ἱστορῆσαι. προήλατο δὲ ὁ πολὺ τελευ‐ ταῖος καὶ νεώτατος τῆς δωδεκάδος τῆς ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας προβεβλημένης Αἰὼν τουτέστιν ἡ Σοφία καὶ ἔπαθε πάθος
10ἄνευ τῆς ἐπιπλοκῆς τοῦ 〈συ〉ζύγου τοῦ Θελητοῦ, ὃ ἐνήρξατο μὲν ἐν τοῖς περὶ τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν ἀπέσκηψε δὲ εἰς τοῦτον τὸν παρατρα‐ πέντα, προφάσει μὲν ἀγάπης † τόλμης δέ, διὰ τὸ μὴ κεκοινωνῆσθαι τῷ Πατρὶ τῷ τελείῳ, καθὼς καὶ ὁ Νοῦς. τὸ δὲ πάθος εἶναι ζήτησιν τοῦ Πατρός· ἤθελε γάρ, ὡς λέγουσι, τὸ μέγεθος αὐτοῦ καταλαβεῖν. ἔπειτα μὴ
15δυνηθέντα διὰ τὸ ἀδυνάτῳ ἐπιβαλεῖν πράγματι καὶ ἐν πολλῷ πάνυ ἀγῶνι γενόμενον διά τε τὸ μέγεθος τοῦ βάθους καὶ τὸ ἀνεξιχνίαστον τοῦ Πατρὸς καὶ τὴν πρὸς αὐτὸν στοργήν, ἐκτεινόμενον ἀεὶ ἐπὶ τὸ πρόσθεν ὑπὸ τῆς γλυκύτητος αὐτοῦ τελευταῖον ἂν καταπεπόσθαι καὶ ἀναλελύσθαι εἰς τὴν ὅλην οὐσίαν, εἰ μὴ τῇ στηριζούσῃ καὶ ἐκτὸς τοῦ ἀρρήτου μεγέθους φυλασ‐
20σούσῃ τὰ ὅλα συνέτυχε δυνάμει. ταύτην δὲ τὴν δύναμιν καὶ Ὅρον καλοῦσιν, ὑφ’ ἧς ἐπεσχῆσθαι καὶ ἐστηρίχθαι καὶ μόγις ἐπιστρέψαντα εἰς ἑαυτὸν καὶ πεισθέντα, ὅτι ἀκατάληπτός ἐστιν ὁ Πατήρ, ἀποθέσθαι τὴν προτέραν ἐνθύμησιν σὺν τῷ ἐπιγενομένῳ πάθει ἐκ τοῦ ἐκπλήκτου ἐκείνου θαύματος. 12. Ἔνιοι δὲ αὐτῶν οὕτως τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπι‐
25στροφὴν μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπι‐403 in vol. 1
Haer
.

1

.

404

χειρήσασαν τεκεῖν οὐσίαν ἄμορφον, οἵαν φύσιν εἶχεν θήλεια τεκεῖν· ἣν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι μήτι καὶ αὐτὸ τὸ εἶναι τέλος ἔχῃ· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν τὴν αἰτίαν καὶ ὅντινα τρόπον ἀποκρύψῃ τὸ γεγο‐
5νός. ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν καὶ ἐπὶ τὸν Πατέρα ἀναδραμεῖν πειραθῆναι καὶ μέχρι τινὸς τολμήσασαν ἐξασθενῆσαι καὶ ἱκέτιν τοῦ Πατρὸς γενέσθαι. συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν οὐσίαν τῆς ὕλης, ἐκ τῆς ἀγνοίας καὶ τῆς λύπης καὶ τοῦ φόβου καὶ
10τῆς ἐκπλήξεως. Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις διὰ τοῦ Μονογενοῦς προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, ἀσύζυγον ἀθήλυντον· τὸν γὰρ Πατέρα ποτὲ μὲν μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ ὑπὲρ ἄρρεν καὶ ὑπὲρ θῆλυ εἶναι θέλουσι. τὸν δὲ Ὅρον τοῦτον καὶ Σταυρὸν καὶ Λυτρωτὴν καὶ
15Καρπιστὴν καὶ Ὁροθέτην καὶ Μεταγωγέα καλοῦσι. διὰ δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι τὴν Σοφίαν καὶ ἀποκατασταθῆναι τῇ συζυγίᾳ. χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπ’ αὐτῆς σὺν τῷ ἐπι‐ γενομένῳ πάθει, αὐτὴν μὲν ἐντὸς Πληρώματος μεῖναι, τὴν δὲ ἐνθύμησιν αὐτῆς σὺν τῷ πάθει ὑπὸ τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποσταυρωθῆναι
20καὶ ἐκτὸς αὐτοῦ γενομένην εἶναι μὲν πνευματικὴν οὐσίαν, 〈ὡσ〉 φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν, ἄμορφον δὲ καὶ ἀνείδεον διὰ τὸ μηδὲν κατα‐ λαβεῖν. καὶ διὰ τοῦτο καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὴν λέγουσι. 13. Μετὰ δὲ τὸ ἀφορισθῆναι ταύτην ἐκτὸς τοῦ Πληρώματος τῶν
Αἰώνων τήν τε Μητέρα αὐτῆς ἀποκατασταθῆναι τῇ ἰδίᾳ συζυγίᾳ, τὸν404 in vol. 1
Haer
.

1

.

405

Μονογενῆ πάλιν ἑτέραν προβαλέσθαι συζυγίαν κατὰ προμήθειαν τοῦ Πατρός, ἵνα μὴ ὁμοίως ταύτῃ πάθῃ τις τῶν Αἰώνων, Χριστὸν καὶ Πνεῦμα ἅγιον, εἰς πῆξιν καὶ στηριγμὸν τοῦ Πληρώματος, ὑφ’ ὧν καταρτισθῆναί 〈φασιν〉 τοὺς Αἰῶνας. τὸν μὲν γὰρ Χριστὸν διδάξαι αὐτοὺς συζυγίας
5φύσιν, † ἀγεννήτου κατάληψιν γινώσκοντας ἱκανοὺς εἶναι ἀναγορεῦσαί τε ἐν αὐτοῖς τὴν τοῦ Πατρὸς ἐπίγνωσιν, ὅτι τε ἀχώρητός ἐστι καὶ ἀκατά‐ ληπτος καὶ οὐκ ἔστιν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι αὐτὸν ἢ διὰ μόνου τοῦ Μονογενοῦς γινώσκεται· καὶ τὸ μὲν αἴτιον τῆς αἰωνίου διαμονῆς τοῖς λοιποῖς τὸ ἀκατάληπτον ὑπάρχειν τοῦ Πατρός, τῆς δὲ γενέσεως αὐτῶν
10καὶ μορφώσεως τὸ καταληπτὸν αὐτοῦ, ὃ δὴ υἱός ἐστιν. καὶ ταῦτα μὲν ὁ ἄρτι προβληθεὶς Χριστὸς ἐν αὐτοῖς ἐδημιούργησε. Τὸ δὲ [ἓν] Πνεῦμα τὸ ἅγιον ἐξισωθέντας αὐτοὺς πάντας εὐχαριστεῖν ἐδίδαξεν καὶ τὴν ἀληθινὴν ἀνάπαυσιν 〈εἰσ〉ηγήσατο. οὕτως τε μορφῇ καὶ γνώμῃ ἴσους κατασταθῆναι τοὺς Αἰῶνας λέγουσι, πάντας γενομένους Νόας
15καὶ πάντας Λόγους καὶ πάντας Ἀνθρώπους καὶ πάντας Χριστούς, καὶ τὰς θηλείας ὁμοίως πάσας Ἀληθείας καὶ πάσας Ζωὰς καὶ Πνεύματα καὶ Ἐκκλησίας. στηριχθέντα δὲ ἐπὶ τούτῳ τὰ ὅλα καὶ ἀναπαυσάμενα τελέως μετὰ μεγάλης χαρᾶς φησὶν ὑμνῆσαι τὸν Προπάτορα, πολλῆς εὐφρασίας μετασχόντα. καὶ ὑπὲρ τῆς εὐποιίας ταύτης βουλῇ μιᾷ καὶ γνώμῃ τὸ
20πᾶν Πλήρωμα τῶν Αἰώνων, συνευδοκοῦντος τοῦ Χριστοῦ καὶ τοῦ Πνεύ‐
ματος, τοῦ δὲ Πατρὸς αὐτῶν συνεπισφραγιζομένου, ἕνα ἕκαστον τῶν405 in vol. 1
Haer
.

1

.

406

Αἰώνων ὅπερ εἶχεν ἐν ἑαυτῷ κάλλιστον καὶ ἀνθηρότατον συνενεγκαμένους καὶ συνερανισαμένους καὶ ταῦτα ἁρμοδίως πλέξαντας καὶ ἐμμελῶς ἑνώ‐ σαντας, προβαλέσθαι πρόβλημα εἰς τιμὴν καὶ δόξαν τοῦ Βυθοῦ, τελειό‐ τατον κάλλος τι καὶ ἄστρον τοῦ Πληρώματος, τέλειον Καρπὸν τὸν Ἰησοῦν,
5ὃν καὶ Σωτῆρα προσαγορευθῆναι καὶ Χριστὸν καὶ Λόγον πατρωνυμικῶς καὶ τὰ Πάντα, διὰ τὸ ἀπὸ πάντων εἶναι· δορυφόρους τε αὐτῷ εἰς τιμὴν † τὴν αὐτῶν ὁμογενεῖς ἀγγέλους συμπροβεβλῆσθαι. 14. Αὕτη μὲν οὖν ἐστιν ἡ ἐντὸς Πληρώματος ὑπ’ αὐτῶν λεγομένη πραγματεία, καὶ ἡ τοῦ πεπονθότος Αἰῶνος καὶ μετὰ μικρὸν ἀπολωλότος,
10ὡς ἐν πολλῇ † ὕλῃ διὰ ζήτησιν τοῦ Πατρὸς *, συμφορὰ καὶ ἡ τοῦ Ὅρου καὶ Σταυροῦ καὶ Λυτρωτοῦ καὶ Καρπιστοῦ καὶ Ὁροθέτου καὶ Μεταγωγέως ἐξ ἀγῶνος σύμπηξις καὶ ἡ τοῦ πρώτου Χριστοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ ἐκ μετανοίας ὑπὸ τοῦ Πατρὸς αὐτῶν μεταγενεστέρα τῶν Αἰώνων γένεσις καὶ ἡ τοῦ δευτέρου Χριστοῦ, ὃν καὶ Σωτῆρα λέγουσιν, ἐξ ἐράνου σύνθετος
15κατασκευή. ταῦτα δὲ φανερῶς μὲν μὴ εἰρῆσθαι διὰ τὸ μὴ πάντας χωρεῖν τὴν γνῶσιν αὐτῶν, μυστηριωδῶς δὲ ὑπὸ τοῦ Σωτῆρος διὰ παρα‐ βολῶν μεμηνῦσθαι τοῖς συνιεῖν δυναμένοις οὕτως· τοὺς μὲν γὰρ τριάκοντα Αἰῶνας μεμηνῦσθαι διὰ τῶν τριάκοντα ἐτῶν, ὡς προέφαμεν, ἐν οἷς οὐδὲν ἐν φανερῷ φάσκουσι πεποιηκέναι τὸν σωτῆρα, καὶ διὰ τῆς παραβολῆς τῶν
20ἐργατῶν τοῦ ἀμπελῶνος. καὶ τὸν Παῦλον φανερώτατα λέγουσι τούσδε Αἰῶνας ὀνομάζειν πολλάκις, ἔτι δὲ καὶ τὴν τάξιν αὐτῶν τετηρηκέναι οὕτως εἰπόντα «εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων τοῦ αἰῶνος». ἀλλὰ καὶ ἡμᾶς ἐπὶ τῆς εὐχαριστίας λέγοντας «εἰς τοὺς αἰῶνας τῶν αἰώνων» ἐκείνους τοὺς
Αἰῶνας σημαίνειν· καὶ ὅπου ἂν αἰὼν ἢ αἰῶνες ὀνομάζωνται, τὴν ἀναφορὰν406 in vol. 1
Haer
.

1

.

407

εἰς ἐκείνους εἶναι θέλουσιν. τὴν δὲ τῆς δωδεκάδος τῶν Αἰώνων προ‐ βολὴν μηνύεσθαι διὰ τοῦ δωδεκαετῆ ὄντα τὸν κύριον διαλεχθῆναι τοῖς νομοδιδασκάλοις καὶ διὰ τῆς τῶν ἀποστόλων ἐκλογῆς· δώδεκα γὰρ ἀπό‐ στολοι. καὶ τοὺς λοιποὺς δεκαοκτὼ Αἰῶνας φανεροῦσθαι διὰ τοῦ μετὰ
5τὴν 〈ἐκ〉 νεκρῶν ἀνάστασιν δεκαοκτὼ μησὶν λέγειν διατετριφέναι αὐτὸν σὺν τοῖς μαθηταῖς· ἀλλὰ καὶ διὰ τῶν προηγουμένων τοῦ ὀνόματος αὐτοῦ δύο γραμμάτων, τοῦ τε ἰῶτα καὶ τοῦ ἦτα, τοὺς δεκαοκτὼ Αἰῶνας εὐσήμως μηνύεσθαι. καὶ τοὺς δέκα Αἰῶνας ὡσαύτως διὰ τοῦ ἰῶτα γράμματος, ὃ προηγεῖται τοῦ ὀνόματος αὐτοῦ, σημαίνεσθαι λέγουσιν. καὶ διὰ τοῦτο
10εἰρηκέναι τὸν σωτῆρα «ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ, ἕως ἂν πάντα γένηται». Τὸ δὲ περὶ τὸν δωδέκατον Αἰῶνα γεγονὸς πάθος ὑποσημαίνεσθαι λέγουσι διὰ τῆς ἀποστασίας Ἰούδα, ὃς δωδέκατος ἦν τῶν ἀποστόλων, καὶ ὅτι τῷ δωδεκάτῳ μηνὶ ἔπαθεν· ἐνιαυτῷ γὰρ ἑνὶ βούλονται αὐτὸν μετὰ τὸ
15βάπτισμα αὐτοῦ κεκηρυχέναι. ἔτι τε ἐπὶ τῆς αἱμορροούσης σαφέστατα τοῦτο δηλοῦσθαι· δώδεκα γὰρ ἔτη παθοῦσαν αὐτὴν ὑπὸ τῆς τοῦ σωτῆρος παρουσίας τεθεραπεῦσθαι, ἁψαμένην τοῦ κρασπέδου αὐτοῦ, καὶ διὰ τοῦτο εἰρηκέναι τὸν σωτῆρα «τίς μου ἥψατο;» διδάσκοντα τοὺς μαθητὰς τὸ γεγονὸς ἐν τοῖς Αἰῶσι μυστήριον καὶ τὴν ἴασιν τοῦ πεπονθότος Αἰῶνος.
20ἡ γὰρ παθοῦσα δώδεκα ἔτη ἐκείνη ἡ δύναμις, ἐκτεινομένης αὐτῆς καὶ εἰς ἄπειρον ῥεούσης τῆς οὐσίας, ὡς λέγουσιν, εἰ μὴ ἔψαυσε τοῦ φορήματος τοῦ υἱοῦ τουτέστιν τῆς Ἀληθείας τῆς πρώτης τετράδος ἥτις διὰ τοῦ κρα‐ σπέδου μεμήνυται, ἀνελύθη ἂν εἰς τὴν 〈ὅλην〉 οὐσίαν αὐτῆς. ἀλλὰ ἔστη
καὶ ἐπαύσατο τοῦ πάθους· ἡ γὰρ ἐξελθοῦσα δύναμις τοῦ υἱοῦ (εἶναι δὲ407 in vol. 1
Haer
.

1

.

408

ταύτην τὸν Ὅρον θέλουσιν) ἐθεράπευσεν αὐτὴν καὶ τὸ πάθος ἐχώρισεν ἀπ’ αὐτῆς. Τὸ δὲ 〈τὸν〉 Σωτῆρα, τὸν ἐκ πάντων ὄντα, τὸ Πᾶν εἶναι διὰ τοῦ λόγου τοῦ «πᾶν ἄρρεν διανοῖγον μήτραν» δηλοῦσθαι λέγουσιν· ὃς τὸ Πᾶν ὢν
5διήνοιξε τὴν μήτραν τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος † καὶ ἐξορι‐ σθείσης ἐκτὸς τοῦ Πληρώματος, ἣν δὴ καὶ δευτέραν Ὀγδοάδα καλοῦσι, περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν. καὶ ὑπὸ τοῦ Παύλου δὲ φανερῶς διὰ τοῦτο εἰρῆσθαι λέγουσι «καὶ αὐτός ἐστι τὰ πάντα», καὶ πάλιν «πάντα εἰς αὐτὸν καὶ ἐξ αὐτοῦ τὰ πάντα», καὶ πάλιν «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ
10πλήρωμα τῆς θεότητος»· καὶ τό «ἀνακεφαλαιώσασθαι δὲ τὰ πάντα ἐν τῷ Χριστῷ διὰ τοῦ θεοῦ», 〈οὕτωσ〉 ἑρμηνεύουσιν εἰρῆσθαι καὶ εἴ τινα ἄλλα τοιαῦτα. 15. Ἔπειτα περὶ τοῦ Ὅρου αὐτῶν, ὃν δὴ καὶ πλείοσιν ὀνόμασιν καλοῦσι, δύο ἐνεργείας ἔχειν αὐτὸν ἀποφαίνονται, τήν τε ἑδραστικὴν καὶ
15τὴν μεριστικήν· καὶ καθὰ μὲν ἑδράζει καὶ στηρίζει, Σταυρὸν εἶναι, καθὸ δὲ μερίζει καὶ διορίζει, Ὅρον. τὸν δὲ σωτῆρα οὕτως λέγουσι μεμηνυκέναι τὰς ἐνεργείας αὐτοῦ· καὶ πρῶτον μὲν τὴν ἑδραστικὴν ἐν τῷ εἰπεῖν «ὃς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, μαθητὴς ἐμὸς οὐ δύναται εἶναι» καὶ 〈πάλιν〉 «ἄρας τὸν σταυρὸν ἀκολούθει μοι»· τὴν δὲ διοριστι‐
20κὴν αὐτοῦ ἐν τῷ εἰπεῖν «οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν». καὶ τὸν Ἰωάννην δὲ λέγουσιν αὐτὸ τοῦτο μεμηνυκέναι, εἰπόντα «τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ· διακαθαριεῖ τὴν ἅλωνα καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ». καὶ διὰ τούτου τὴν ἐνέργειαν τοῦ Ὅρου μεμηνυκέναι· πτύον γὰρ ἐκεῖνο τὸν σταυρὸν ἑρμηνεύ‐
25ουσιν εἶναι, ὃν δὴ καὶ ἀναλίσκειν τὰ ὑλικὰ πάντα ὡς ἄχυρα πῦρ, καθαίρειν408 in vol. 1
Haer
.

1

.

409

δὲ τοὺς σῳζομένους ὡς τὸ πτύον τὸν σῖτον. Παῦλον δὲ τὸν ἀπόστολον καὶ αὐτὸν ἐπιμιμνῄσκεσθαι τούτου τοῦ σταυροῦ λέγουσιν οὕτως «ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις δύναμις θεοῦ», καὶ πάλιν «ἐμοὶ δὲ μὴ γένοιτο ἐν μηδενὶ καυχᾶσθαι, εἰ
5μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ». Τοιαῦτα μὲν οὖν περὶ τοῦ Πληρώματος αὐτῶν καὶ τοῦ πλάσματος πάντων λέγουσιν, ἐφαρμόζειν βιαζόμενοι τὰ καλῶς εἰρημένα τοῖς κακῶς ἐπινενοημένοις ὑπ’ αὐτῶν. καὶ οὐ μόνον ἐκ τῶν εὐαγγελικῶν καὶ τῶν
10ἀποστολικῶν πειρῶνται τὰς ἀποδείξεις ποιεῖσθαι, παρατρέποντες τὰς ἑρμηνείας καὶ ῥᾳδιουργοῦντες τὰς ἐξηγήσεις, ἀλλὰ καὶ ἐκ νόμου καὶ προ‐ φητῶν, ἅτε πολλῶν παραβολῶν καὶ ἀλληγοριῶν εἰρημένων καὶ εἰς πολλὰ ἕλκεσθαι δυναμένων † τὸ ἀμφίβολον διὰ τῆς ἐξηγήσεως, * δεινοτέρως τῷ πλάσματι αὐτῶν καὶ δολίως ἐφαρμόζοντες αἰχμαλωτίζουσιν ἀπὸ τῆς ἀλη‐
15θείας τοὺς μὴ ἑδραίαν τὴν πίστιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ διαφυλάσσοντας. 16. Τὰ δὲ ἐκτὸς τοῦ Πληρώματος λεγόμενα ὑπ’ αὐτῶν ἐστιν τοιαῦτα· τὴν Ἐνθύμησιν τῆς ἄνω Σοφίας, ἣν καὶ Ἀχαμὼθ καλοῦσιν, ἀφορισθεῖσαν τοῦ 〈ἄνω〉 Πληρώματος σὺν τῷ πάθει λέγουσιν ἐν σκιᾶς καὶ κενώματος
20τόποις ἐκβεβράσθαι κατὰ ἀνάγκην· ἔξω γὰρ φωτὸς ἐγένετο καὶ Πληρώ‐ ματος, ἄμορφος καὶ ἀνείδεος ὥσπερ ἔκτρωμα, διὰ τὸ μηδὲν κατειλη‐ φέναι. οἰκτείραντα δὲ αὐτὴν τὸν 〈ἄνω〉 Χριστὸν καὶ διὰ τοῦ Σταυροῦ ἐπεκταθέντα τῇ ἰδίᾳ δυνάμει μορφῶσαι μόρφωσιν, τὴν κατ’ οὐσίαν μόνον ἀλλ’ οὐ τὴν κατὰ γνῶσιν· καὶ πράξαντα τοῦτο ἀναδραμεῖν, συστείλαντα
25αὐτοῦ τὴν δύναμιν, καὶ καταλιπεῖν 〈αὐτήν〉, ὅπως αἰσθομένη τοῦ περὶ
αὐτὴν πάθους διὰ τὴν ἀπαλλαγὴν τοῦ Πληρώματος ὀρεχθῇ τῶν διαφερόν‐409 in vol. 1
Haer
.

1

.

410

των, ἔχουσά τινα ὀδμὴν ἀφθαρσίας ἐγκαταλειφθεῖσαν αὐτῇ 〈ὑπὸ〉 τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου Πνεύματος. διὸ καὶ αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, Σοφίαν τε πατρωνυμικῶς (ὁ γὰρ πατὴρ αὐτῆς Σοφία κλῄζεται) καὶ Πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ τὸν Χριστὸν πνεύματος. μορφωθεῖσαν
5δὲ αὐτὴν καὶ ἔμφρονα γενηθεῖσαν, παραυτίκα δὲ κενωθεῖσαν τοῦ ἀοράτως αὐτῇ συνόντος Λόγου τουτέστιν τοῦ Χριστοῦ, ἐπὶ ζήτησιν ὁρμῆσαι τοῦ καταλιπόντος αὐτὴν φωτὸς καὶ μὴ δυνηθῆναι καταλαβεῖν αὐτὸ διὰ τὸ κωλυθῆναι ὑπὸ τοῦ Ὅρου. καὶ ἐνταῦθα τὸν Ὅρον κωλύοντα αὐτὴν τῆς εἰς τοὔμπροσθεν ὁρμῆς εἰπεῖν «Ἰαώ»· ὅθεν τὸ Ἰαὼ ὄνομα γεγενῆσθαι
10φάσκουσι. μὴ δυνηθεῖσαν δὲ διοδεῦσαι τὸν Ὅρον διὰ τὸ συμπεπλέχθαι τῷ πάθει καὶ μόνην ἀπολειφθεῖσαν ἔξω, παντὶ μέρει τοῦ πάθους ὑπο‐ πεσεῖν, πολυμεροῦς καὶ πολυποικίλου ὑπάρχοντος, καὶ παθεῖν λύπην μέν, ὅτι οὐ κατέλαβεν, φόβον δέ, μὴ καθάπερ αὐτὴν τὸ φῶς οὕτω καὶ τὸ ζῆν ἐπιλίπῃ, ἀπορίαν τε ἐπὶ τούτοις. ἐν ἀγνοίᾳ δὲ τὰ πάντα· καὶ οὐ
15καθάπερ ἡ μήτηρ αὐτῆς, ἡ πρώτη Σοφία Αἰών, ἑτεροίωσιν ἐν τοῖς πάθεσιν εἶχεν, ἀλλὰ ἐναντιότητα. ἐπισυμβεβηκέναι δ’ αὐτῇ καὶ ἑτέραν διάθεσιν, τὴν τῆς ἐπιστροφῆς ἐπὶ τὸν ζωοποιήσαντα. Ταύτην σύνταξιν καὶ οὐσίαν τῆς ὕλης γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος συνέστηκεν. ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου
20καὶ τοῦ Δημιουργοῦ πᾶσαν ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴν ἀρχὴν ἐσχηκέναι. ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς γεγονέναι πᾶσαν ἔνυγρον οὐσίαν, ἀπὸ δὲ τοῦ γέλωτος τὴν φωτεινήν, ἀπὸ δὲ τῆς λύπης καὶ ἐκπλήξεως τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα. ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελεῖφθαι μόνην ἐν
25τῷ σκότει καὶ τῷ κενώματι, ποτὲ δὲ εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος αὐτὴν φωτὸς διεχεῖτο καὶ ἐγέλα, ποτὲ δ’ αὖ πάλιν ἐφοβεῖτο, ἄλλοτε δὲ διηπόρει καὶ ἐξίστατο.
17. Καὶ τί γάρ; τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε καὶ φαντασία,410 in vol. 1
Haer
.

1

.

411

ἑνὸς ἑκάστου αὐτῶν ἄλλως καὶ ἄλλως σοβαρῶς ἐκδιηγουμένου, ἐκ ποτα‐ ποῦ πάθους ἐκ ποίου στοιχείου ἡ οὐσία τὴν γένεσιν εἴληφεν· ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλ’ ἢ μόνους ἐκείνους τοὺς καὶ μεγάλους μισθοὺς ὑπὲρ τηλικούτων μυστηρίων
5τελεῖν δυναμένους. οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις περὶ ὧν ὁ κύριος ἡμῶν εἴρηκε «δωρεὰν ἐλάβετε, δωρεὰν δότε», ἀλλὰ ἀνακεχωρηκότα καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς φιλοψευδέσι. τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ ὅτι ἀπὸ τῶν δακρύων τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος
10θάλασσαι καὶ πηγαὶ καὶ ποταμοὶ καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν εἴληφεν, ἐκ δὲ τοῦ γέλωτος αὐτῆς τὸ φῶς καὶ ἐκ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα; Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορίᾳ αὐτῶν. ἐπειδὴ γὰρ ὁρῶ τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἷον πηγὰς καὶ ποταμοὺς καὶ
15ὄμβρους καὶ τὰ τοιαῦτα, τὰ δὲ ἐν ταῖς θαλάσσαις ἁλμυρά, ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει. φανερὸν οὖν ὅτι τὰ ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀμηχανίᾳ γεγο‐ νυῖαν καὶ ἱδρωκέναι. ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν ὑπολαμβάνειν
20δεῖ, πηγὰς καὶ ποταμοὺς καὶ εἴ τινα ἄλλα ὕδατα γλυκέα ὑπάρχει τὴν γένεσιν [μὴ] ἐσχηκέναι ἀπὸ τῶν 〈ἱδρώτων〉 αὐτῆς. ἀπίθανον γάρ, μιᾶς ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρά, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν. τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων. ἐπειδὴ 〈δὲ〉 καὶ θερμὰ καὶ δριμέα τινὰ ὕδατά
25ἐστιν ἐν τῷ κόσμῳ, νοεῖν ὀφείλεις τί ποιήσασα καὶ ἐκ ποίου μορίου προή‐ κατο ταῦτα. ἁρμόζουσι γὰρ τοιοῦτοι καρποὶ τῇ ὑποθέσει αὐτῶν. Διοδεύσασαν οὖν πᾶν πάθος τὴν Μητέρα αὐτῶν καὶ μόγις ὑπερκύψασαν
ἐπὶ ἱκεσίαν τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς τουτέστιν τοῦ Χριστοῦ411 in vol. 1
Haer
.

1

.

412

λέγουσιν· ὃς ἀνελθὼν εἰς τὸ Πλήρωμα αὐτὸς μὲν εἰκὸς ὅτι ὤκνησεν ἐκ δευτέρου κατελθεῖν, τὸν Παράκλητον δὲ ἐξέπεμψεν 〈πρὸσ〉 αὐτὴν τουτέστι τὸν Σωτῆρα, ἐνδόντος αὐτῷ πᾶσαν τὴν δύναμιν τοῦ Πατρὸς καὶ πᾶν ὑπ’ ἐξουσίαν παραδόντος καὶ τῶν Αἰώνων δὲ ὁμοίως, ὅπως «ἐν αὐτῷ τὰ πάντα
5κτισθῇ, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι θεότητες κυριότητες». ἐκπέμ‐ πεται δὲ πρὸς αὐτὴν μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ τῶν ἀγγέλων. τὴν δὲ Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσιν πρῶτον μὲν κάλυμμα ἐπιθέσθαι δι’ αἰδῶ, μετέπειτα δὲ ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ καρποφορίᾳ αὐτοῦ προσδρα‐ μεῖν αὐτῷ, δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ. κἀκεῖνον μορ‐
10φῶσαι αὐτὴν μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς, χωρίσαντα αὐτὰ αὐτῆς, μὴ ἀμελήσαντα δὲ αὐτῶν (οὐ γὰρ ἦν δυνατὸν ἀφανισθῆναι 〈αὐτὰ〉 ὡς τὰ τῆς προτέρας, διὰ τὸ ἑκτικὰ ἤδη καὶ δυνατὰ εἶναι), ἀλλ’ ἀποκρίναντα χωρίσει συγχέαι καὶ πῆξαι καὶ ἐξ ἀσωμάτου πάθους εἰς ἀσώματον [τὴν] ὕλην μεταβαλεῖν αὐτά· εἶθ’ οὕτως ἐπιτηδειό‐
15τητα καὶ φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι δύο οὐσίας, τὴν φαύλην 〈ἐκ〉 τῶν παθῶν, τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν Σωτῆρα δεδημιουργη‐ κέναι φάσκουσι. τὴν δὲ Ἀχαμὼθ ἐκτὸς τοῦ πάθους γενομένην, [καὶ] συλλαβοῦσαν τῇ χαρᾷ τῶν σὺν αὐτῷ φώτων τὴν θεωρίαν (τουτέστιν τῶν
20ἀγγέλων τῶν μετ’ αὐτοῦ) καὶ ἐγκισσήσασαν αὐτοὺς κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα 〈αὐτῶν〉 διδάσκουσι, κύημα πνευματικὸν καθ’ ὁμοίωσιν γεγονὸς τῶν δορυφόρων τοῦ Σωτῆρος. 18. Τριῶν οὖν ἤδη τούτων ὑποκειμένων κατ’ αὐτούς, τοῦ μὲν ἐκ τοῦ
πάθους, ὃ ἦν ὕλη· τοῦ δὲ ἐκ τῆς ἐπιστροφῆς, ὃ ἦν τὸ ψυχικόν· τοῦ δὲ ὃ412 in vol. 1
Haer
.

1

.

413

ἀπεκύησεν, τουτέστιν τὸ πνευματικόν, οὕτως ἐτράπη ἐπὶ τὴν μόρφωσιν αὐτῶν. ἀλλὰ τὸ μὲν πνευματικὸν μὴ δεδυνῆσθαι αὐτὴν μορφῶσαι, ἐπειδὴ ὁμοούσιον ὑπῆρχεν αὐτῇ. τετράφθαι δὲ ἐπὶ τὴν μόρφωσιν τῆς γενομένης ἐκ τῆς ἐπιστροφῆς αὐτῆς ψυχικῆς οὐσίας προβαλεῖν τε τὰ παρὰ τοῦ
5Σωτῆρος μαθήματα. καὶ πρῶτον 〈μὲν〉 μεμορφωκέναι αὐτὴν ἐκ τῆς ψυχικῆς οὐσίας λέγουσι τὸν Πατέρα καὶ βασιλέα πάντων, τῶν τε ὁμοουσίων αὐτῷ τουτέστιν τῶν ψυχικῶν, ἃ δὴ δεξιὰ καλοῦσι, καὶ τῶν ἐκ τοῦ πάθους καὶ τῆς ὕλης, ἃ δὴ ἀριστερὰ λέγουσι. πάντα γὰρ τὰ μετ’ αὐτὸν φάσκουσι 〈αὐτὸν〉 μεμορφωκέναι, λεληθότως κινούμενον ὑπὸ τῆς Μητρός· ὅθεν καὶ Μητρο‐
10πάτορα καὶ Ἀπάτορα καὶ Δημιουργὸν αὐτὸν καὶ Πατέρα καλοῦσι, τῶν μὲν δεξιῶν πατέρα λέγοντες αὐτὸν τουτέστιν τῶν ψυχικῶν, τῶν δὲ ἀριστερῶν τουτέστιν τῶν ὑλικῶν δημιουργόν, συμπάντων δὲ βασιλέα. τὴν γὰρ Ἐνθύμησιν ταύτην βουληθεῖσαν εἰς τιμὴν τῶν Αἰώνων τὰ πάντα ποιῆσαι, εἰκόνας λέγουσι πεποιηκέναι αὐτῶν, μᾶλλον δὲ τὸν Σωτῆρα δι’ αὐτῆς. καὶ
15αὐτὴν μὲν † ἐν εἰκόνι τοῦ ἀοράτου Πατρὸς τετηρηκέναι, μὴ γινωσκομένην ὑπὸ τοῦ Δημιουργοῦ, τοῦτον δὲ τοῦ μονογενοῦς υἱοῦ, τῶν δὲ λοιπῶν Αἰώνων τοὺς ὑπὸ τούτου γεγονότας ἀρχαγγέλους τε καὶ ἀγγέλους. Πατέρα οὖν καὶ θεὸν λέγουσιν αὐτὸν γεγονέναι τῶν ἐκτὸς τοῦ Πλη‐ ρώματος, ποιητὴν ὄντα πάντων ψυχικῶν τε καὶ ὑλικῶν. διακρίναντα γὰρ
20τὰς δύο οὐσίας συγκεχυμένας καὶ ἐξ ἀσωμάτων σωματοποιήσαντα, δεδη‐ μιουργηκέναι τά τε οὐράνια καὶ τὰ γήϊνα, καὶ γεγονέναι ὑλικῶν καὶ ψυχι‐ κῶν, δεξιῶν καὶ ἀριστερῶν δημιουργόν, κούφων καὶ βαρέων, ἀνωφερῶν καὶ κατωφερῶν. ἑπτὰ γὰρ οὐρανοὺς κατεσκευακέναι, ὧν ἐπάνω τὸν Δημιουργὸν εἶναι λέγουσιν. καὶ διὰ τοῦτο Ἑβδομάδα καλοῦσιν αὐτόν, τὴν
25δὲ Μητέρα τὴν Ἀχαμὼθ Ὀγδοάδα, ἀποσῴζουσαν τὸν ἀριθμὸν τῆς ἀρχε‐ γόνου καὶ πρώτης τοῦ Πληρώματος Ὀγδοάδος. τοὺς δὲ ἑπτὰ οὐρανοὺς [οὐκ] εἶναι νοητούς φασιν, ἀγγέλους δὲ αὐτοὺς ὑποτίθενται, καὶ τὸν Δημι‐
ουργὸν δὲ καὶ αὐτὸν ἄγγελον, θεῷ δὲ ἐοικότα, ὡς καὶ τὸν παράδεισον,413 in vol. 1
Haer
.

1

.

414

ὑπὲρ τρίτον οὐρανὸν ὄντα, τέταρτον ἀρχάγγελον λέγουσι δυνάμει ὑπάρχειν καὶ ἀπὸ τούτου τι εἰληφέναι τὸν Ἀδὰμ διατετριφότα ἐν αὐτῷ. Ταῦτα δὲ τὸν Δημιουργὸν φάσκουσιν ἀφ’ ἑαυτοῦ μὲν ᾠῆσθαι 〈κατὰ πάντα〉 κατασκευάζειν, πεποιηκέναι δ’ αὐτὰ τῆς Ἀχαμὼθ προβαλλούσης.
5οὐρανὸν 〈γὰρ〉 πεποιηκέναι μὴ εἰδότα οὐρανόν· καὶ ἄνθρωπον πεπλα‐ κέναι, ἀγνοοῦντα [τὸν] ἄνθρωπον· γῆν τε δεδειχέναι, μὴ ἐπιστάμενον [τὴν] γῆν· καὶ ἐπὶ πάντων οὕτως λέγουσιν ἠγνοηκέναι αὐτὸν τὰς ἰδέας ὧν ἐποίει καὶ αὐτὴν τὴν Μητέρα, αὐτὸν δὲ μόνον ᾠῆσθαι πάντα εἶναι. αἰτίαν δ’ αὐτῷ γεγονέναι τὴν Μητέρα τῆς ποιήσεως ταύτης φάσκουσι, τὴν
10οὕτω βουληθεῖσαν προαγαγεῖν αὐτόν, κεφαλὴν μὲν καὶ ἀρχὴν τῆς ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας. ταύτην δὲ τὴν Μητέρα καὶ Ὀγδοάδα καλοῦσι καὶ Σοφίαν καὶ Γῆν καὶ Ἱερουσαλὴμ καὶ ἅγιον Πνεῦμα καὶ Κύριον ἀρσενικῶς· ἔχειν δὲ τὸν τῆς Μεσότητος τόπον αὐτὴν καὶ εἶναι ὑπεράνω μὲν τοῦ Δημιουργοῦ, ὑποκάτω δὲ ἢ ἔξω τοῦ Πληρώματος μέχρι
15συντελείας. 19. Ἐπεὶ οὖν τὴν ὑλικὴν οὐσίαν ἐκ τριῶν παθῶν συστῆναι λέγουσι, φόβου τε καὶ λύπης καὶ ἀπορίας, ἐκ μὲν τοῦ φόβου καὶ τῆς ἐπιστροφῆς τὰ ψυχικὰ τὴν σύστασιν εἰληφέναι· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν Δημιουρ‐ γὸν βούλονται τὴν γένεσιν ἐσχηκέναι, ἐκ δὲ τοῦ φόβου τὴν λοιπὴν πᾶσαν
20ψυχικὴν ὑπόστασιν ὡς ψυχὰς ἀλόγων ζῴων καὶ θηρίων καὶ ἀνθρώπων. 〈καὶ〉 διὰ τοῦτο ἀτονώτερον αὐτὸν ὑπάρχοντα πρὸς τὸ γινώσκειν τὰ πνευ‐ ματικὰ αὑτὸν νενομικέναι μόνον εἶναι θεὸν καὶ διὰ τῶν προφητῶν εἰρη‐ κέναι «ἐγὼ θεός, πλὴν ἐμοῦ οὐδείς». ἐκ δὲ τῆς λύπης τὰ πνευματικὰ τῆς πονηρίας διδάσκουσι γεγονέναι· ὅθεν 〈καὶ〉 τὸν Διάβολον τὴν γένεσιν
25ἐσχηκέναι, ὃν καὶ Κοσμοκράτορα καλοῦσι, καὶ τὰ δαιμόνια καὶ τοὺς ἀγ‐414 in vol. 1
Haer
.

1

.

415

γέλους καὶ πᾶσαν τὴν πνευματικὴν τῆς πονηρίας ὑπόστασιν. ἀλλὰ τὸν μὲν Δημιουργὸν υἱὸν ψυχικὸν τῆς Μητρὸς αὐτῶν λέγουσι, τὸν δὲ Κοσμο‐ κράτορα κτίσμα τοῦ Δημιουργοῦ. καὶ τὸν μὲν Κοσμοκράτορα γινώσκειν τὰ ὑπὲρ αὐτόν, ὅτι πνεῦμά ἐστι τῆς πονηρίας, τὸν δὲ Δημιουργὸν ἀγνοεῖν,
5ἅτε ψυχικὸν ὑπάρχοντα. οἰκεῖν δὲ τὴν Μητέρα αὐτῶν εἰς τὸν ὑπερουράνιον τόπον τουτέστιν ἐν τῇ Μεσότητι, τὸν Δημιουργὸν δὲ εἰς τὸν ἐπουράνιον τόπον τουτέστιν ἐν τῇ Ἑβδομάδι, τὸν 〈δὲ〉 Κοσμοκράτορα ἐν τῷ καθ’ ἡμᾶς κόσμῳ. ἐκ δὲ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας ὡς ἐκ τοῦ 〈ἐκ〉στασιμω‐ τέρου τὰ σωματικὰ καθὼς προείπαμεν τοῦ κόσμου στοιχεῖα γεγονέναι·
10γῆν μὲν κατὰ τὴν ἐκπλήξεως στάσιν, ὕδωρ δὲ κατὰ τὴν φόβου κίνησιν, ἀέρα δὲ κατὰ τὴν λύπης πῆξιν· τὸ δὲ πῦρ ἅπασιν αὐτοῖς ἐμπεφυκέναι θάνατον καὶ φθοράν, ὡς καὶ τὴν ἄγνοιαν τοῖς τρισὶ πάθεσιν ἐγκεκρύφθαι διδάσκουσι. Δημιουργήσαντα δὴ τὸν κόσμον πεποιηκέναι καὶ τὸν ἄνθρωπον τὸν
15χοϊκόν, οὐκ ἀπὸ ταύτης δὲ τῆς ξηρᾶς γῆς, ἀλλὰ ἀπὸ τῆς ἀοράτου οὐσίας, ἀπὸ τοῦ κεχυμένου καὶ ῥευστοῦ τῆς ὕλης λαβόντα· καὶ εἰς τοῦτον ἐμφυ‐ σῆσαι τὸν ψυχικὸν διορίζονται. καὶ τοῦτον εἶναι τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν γεγονότα, καὶ κατ’ εἰκόνα μὲν τὸν ὑλικὸν ὑπάρχειν, παραπλήσιον μέν, ἀλλ’ οὐχ ὁμοούσιον ὄντα τῷ θεῷ· καθ’ ὁμοίωσιν δὲ τὸν ψυχικόν,
20ὅθεν καὶ πνεῦμα ζωῆς τὴν οὐσίαν αὐτοῦ εἰρῆσθαι, ἐκ πνευματικῆς ἀπορ‐ ροίας οὖσαν. ὕστερον δὲ περιτεθεῖσθαι λέγουσιν αὐτῷ τὸν δερμάτινον χιτῶνα· τοῦτο δὲ τὸ αἰσθητὸν σαρκίον εἶναι θέλουσι. Τὸ δὲ κύημα τῆς Μητρὸς αὐτῶν τῆς Ἀχαμὼθ ὃ κατὰ τὴν θεωρίαν
τῶν περὶ τὸν Σωτῆρα ἀγγέλων ἀπεκύησεν, ὁμοούσιον ὑπάρχον τῇ Μητρὶ415 in vol. 1
Haer
.

1

.

416

πνευματικόν, καὶ αὐτὸ ἠγνοηκέναι τὸν Δημιουργὸν λέγουσι καὶ λεληθότως κατατεθεῖσθαι εἰς αὐτὸν μὴ εἰδότος αὐτοῦ, ἵνα δι’ αὐτοῦ εἰς τὴν ἀπ’ αὐτοῦ ψυχὴν σπαρὲν καὶ εἰς τὸ ὑλικὸν τοῦτο σῶμα, κυοφορηθέν 〈τε〉 ἐν τούτοις καὶ αὐξηθὲν ἕτοιμον γένηται πρὸς ὑποδοχὴν τοῦ τελείου
5〈Λόγου〉. ἔλαθεν οὖν, ὥς φασι, τὸν Δημιουργὸν ὁ συγκατασπαρεὶς τῷ ἐμφυσήματι αὐτοῦ ὑπὸ τῆς Σοφίας πνευματικὸς ἄνθρωπος ἀρρήτῳ 〈δυνάμει καὶ〉 προνοίᾳ. ὡς γὰρ τὴν Μητέρα ἠγνοηκέναι, οὕτω καὶ τὸ σπέρμα αὐτῆς· ὃ δὴ καὶ αὐτὸ Ἐκκλησίαν εἶναι λέγουσιν, ἀντίτυπον τῆς ἄνω Ἐκκλησίας. καὶ τοῦτο εἶναι τὸν ἐν αὐτοῖς ἄνθρωπον ἀξιοῦσιν·
10ὥστε ἔχειν αὐτοὺς τὴν μὲν ψυχὴν ἀπὸ τοῦ Δημιουργοῦ, τὸ δὲ σῶμα ἀπὸ τοῦ χοὸς καὶ τὸ σαρκικὸν ἀπὸ τῆς ὕλης, τὸν δὲ πνευματικὸν ἄνθρωπον ἀπὸ τῆς Μητρὸς τῆς Ἀχαμώθ. 20. Τριῶν οὖν ὄντων τὸ μὲν ὑλικόν, ὃ καὶ ἀριστερὸν καλοῦσι, κατὰ ἀνάγκην ἀπόλλυσθαι λέγουσιν, ἅτε μηδεμίαν ἐπιδέξασθαι πνοὴν ἀφθαρ‐
15σίας δυνάμενον· τὸ δὲ ψυχικόν, ὃ καὶ δεξιὸν προσαγορεύουσιν, ἅτε μέσον ὂν τοῦ τε πνευματικοῦ καὶ τοῦ ὑλικοῦ, ἐκεῖσε χωρεῖν, ὅπου ἂν καὶ τὴν πρόσκλισιν ποιήσηται· τὸ δὲ πνευματικὸν ἐκπεπέμφθαι, ὅπως ἐνθάδε τῷ ψυχικῷ συζυγὲν μορφωθῇ, συμπαιδευθὲν αὐτῷ ἐν τῇ ἀναστροφῇ. καὶ τοῦτ’ εἶναι λέγουσι τὸ ἅλας καὶ τὸ φῶς τοῦ κόσμου. ἔδει γὰρ τῷ ψυχικῷ
20καὶ αἰσθητῶν παιδευμάτων· διὸ καὶ κόσμον κατεσκευάσθαι λέγουσι. καὶ τὸν σωτῆρα δὲ ἐπὶ τοῦτο παραγεγονέναι τὸ ψυχικόν, ἐπεὶ καὶ αὐτεξούσιόν ἐστιν, ὅπως αὐτὸ σώσῃ. ὧν γὰρ ἤμελλε σῴζειν, τὰς ἀπαρχὰς αὐτὸν εἰληφέναι φάσκουσιν, ἀπὸ μὲν τῆς Ἀχαμὼθ τὸ πνευματικόν, ἀπὸ δὲ τοῦ Δημιουργοῦ ἐνδεδύσθαι τὸν ψυχικὸν Χριστόν, ἀπὸ δὲ τῆς οἰκονομίας περι‐
25τεθεῖσθαι σῶμα, ψυχικὴν ἔχον οὐσίαν, κατεσκευασμένον δὲ ἀρρήτῳ τέχνῃ
πρὸς τὸ καὶ ὁρατὸν καὶ ψηλαφητὸν καὶ παθητὸν γενέσθαι. καὶ ὑλικὸν416 in vol. 1
Haer
.

1

.

417

δὲ οὐδ’ ὁτιοῦν εἰληφέναι λέγουσιν αὐτόν· μὴ γὰρ εἶναι τὴν ὕλην δεκτικὴν σωτηρίας. τὴν δὲ συντέλειαν ἔσεσθαι, ὅταν μορφωθῇ καὶ τελειωθῇ γνώσει πᾶν τὸ πνευματικόν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι οἱ τὴν τε‐ λείαν γνῶσιν ἔχοντες περὶ θεοῦ καὶ 〈τὰ〉 τῆς Ἀχαμὼθ μεμυημένοι μυστήρια·
5εἶναι δὲ τούτους 〈ἑαυτοὺσ〉 ὑποτίθενται. ἐπαιδεύθησαν δὲ τὰ ψυχικὰ οἱ ψυχικοὶ ἄνθρωποι, οἱ δι’ ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι καὶ μὴ τὴν τελείαν γνῶσιν ἔχοντες· εἶναι δὲ τούτους ἀπὸ τῆς ἐκκλησίας ἡμᾶς λέγουσι. διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαί‐ νονται (ἄλλως γὰρ ἀδύνατον σωθῆναι), αὐτοὺς δὲ μὴ διὰ πράξεως ἀλλὰ
10διὰ τὸ φύσει πνευματικοὺς εἶναι πάντῃ τε καὶ πάντως σωθήσεσθαι δογ‐ ματίζουσιν. ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν (οὐ γὰρ εἶναι δεκτικὸν αὐτῆς λέγουσιν αὐτό), οὕτως πάλιν τὸ πνευματικόν, ὃ αὐτοὶ εἶναι θέλουσιν, ἀδύνατον φθορὰν καταδέξασθαι, κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν. ὃν γὰρ τρόπον χρυσὸς ἐν βορβόρῳ κατατεθεὶς οὐκ ἀποβάλλει
15τὴν καλλονὴν αὐτοῦ, ἀλλὰ τὴν ἰδίαν φύσιν διαφυλάττει, τοῦ βορβόρου μηδὲν ἀδικῆσαι δυναμένου τὸν χρυσόν, οὕτω δὲ καὶ αὑτοὺς λέγουσι, κἂν ἐν ὁποίαις ὑλικαῖς πράξεσι καταγένωνται, μηδὲν αὐτοὺς παραβλάπτεσθαι μηδὲ ἀποβάλλειν τὴν πνευματικὴν ὑπόστασιν. 21. Διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράτ‐
20τουσιν αὐτῶν, περὶ ὧν αἱ γραφαὶ διαβεβαιοῦνται τοὺς ποιοῦντας αὐτὰ βασι‐ λείαν θεοῦ μὴ κληρονομήσειν. καὶ γὰρ εἰδωλόθυτα ἀδιαφόρως ἐσθί‐
ουσι, μηδὲν μολύνεσθαι ὑπ’ αὐτῶν ἡγούμενοι, καὶ ἐπὶ πᾶσαν ἑορτάσιμον417 in vol. 1
Haer
.

1

.

418

τῶν ἐθνῶν τέρψιν εἰς τιμὴν τῶν εἰδώλων γινομένην πρῶτοι συνίασιν, ὡς μηδὲ τῆς παρὰ θεῷ καὶ ἀνθρώποις μεμισημένης [τῆς] τῶν θηριομάχων καὶ μονομαχίας ἀνδροφόνου θέας ἀπέχεσθαι ἐνίους αὐτῶν· οἱ δὲ καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς κατακόρως δουλεύοντες, τὰ σαρκικὰ τοῖς σαρ‐
5κικοῖς τὰ πνευματικὰ τοῖς πνευματικοῖς ἀποδίδοσθαι λέγουσιν. καὶ οἱ μὲν αὐτῶν λάθρα τὰς διδασκομένας ὑπ’ αὐτῶν τὴν διδαχὴν ταύτην γυναῖκας διαφθείρουσιν, ὡς πολλάκις ὑπ’ ἐνίων αὐτῶν ἐξαπατηθεῖσαι, ἔπειτα ἐπιστρέψασαι γυναῖκες εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ σὺν τῇ λοιπῇ πλάνῃ καὶ τοῦτο ἐξωμολογήσαντο· οἱ δὲ καὶ κατὰ τὸ φανερὸν ἀπερυθριά‐
10σαντες, ὧν ἂν ἐρασθῶσι γυναικῶν, ταύτας ἀπ’ ἀνδρῶν ἀποσπάσαντες ἰδίας γαμετὰς ἡγήσαντο. ἄλλοι δ’ αὖ πάλιν σεμνῶς κατ’ ἀρχάς, ὡς μετὰ ἀδελφῶν προσποιούμενοι συνοικεῖν, προϊόντος τοῦ χρόνου ἠλέγχθησαν, ἐγκύμονος τῆς ἀδελφῆς ὑπὸ τοῦ ἀδελφοῦ γενηθείσης. Καὶ ἄλλα δὲ πολλὰ μυσαρὰ καὶ ἄθεα πράσσοντες ἡμῶν μέν, διὰ τὸν
15φόβον τοῦ θεοῦ φυλασσομένων καὶ μέχρις ἐννοίας καὶ λόγου ἁμαρτεῖν, κατατρέχουσιν ὡς ἰδιωτῶν καὶ μηδὲν ἐπισταμένων, ἑαυτοὺς δὲ ὑπερυψοῦσι, τελείους ἀποκαλοῦντες καὶ σπέρματα ἐκλογῆς. ἡμᾶς μὲν γὰρ ἐν χρήσει τὴν χάριν λαμβάνειν λέγουσι, διὸ καὶ ἀφαιρεθήσεσθαι αὐτῆς· αὐτοὺς δὲ ἰδιόκτητον ἄνωθεν ἀπὸ τῆς ἀρρήτου καὶ ἀνονομάστου συζυγίας κατελη‐
20λυθυῖαν ἔχειν τὴν χάριν, καὶ διὰ τοῦτο προστεθήσεσθαι αὐτοῖς· διὸ καὶ ἐκ παντὸς τρόπου δεῖν αὐτοὺς ἀεὶ τὸ τῆς συζυγίας μελετᾶν μυστήριον. καὶ τοῦτο πείθουσι τοὺς ἀνοήτους, αὐταῖς λέξεσι λέγοντες οὕτως· ὃς ἂν ἐν κόσμῳ γενόμενος γυναῖκα οὐκ ἐφίλησεν, ὥστε αὐτὴν κρατηθῆναι, οὐκ ἔστιν ἐξ ἀληθείας καὶ οὐ χωρήσει εἰς ἀλήθειαν· ὁ δὲ ἀπὸ κόσμου ὢν [μὴ]
25κρατηθεὶς γυναικὶ οὐ χωρήσει εἰς ἀλήθειαν διὰ τὸ ἐν ἐπιθυμίᾳ κρατη‐418 in vol. 1
Haer
.

1

.

419

θῆναι γυναικός. διὰ τοῦτο οὖν ἡμῖν, οὓς ψυχικοὺς ὀνομάζουσι καὶ ἐκ κόσμου εἶναι λέγουσι, [καὶ] ἀναγκαίαν εἶναι τὴν ἐγκράτειαν καὶ ἀγαθὴν πρᾶξιν, ἵνα δι’ αὐτῆς ἔλθωμεν εἰς τὸν τῆς Μεσότητος τόπον, αὐτοῖς δέ, πνευματι‐ κοῖς τε καὶ τελείοις καλουμένοις, μηδαμῶς. οὐ γὰρ πρᾶξις εἰς Πλήρωμα
5εἰσάγει, ἀλλὰ τὸ σπέρμα τὸ ἐκεῖθεν νήπιον μὲν ἐκπεμπόμενον, ἐνθάδε 〈δὲ〉 τελειούμενον. Ὅταν δὲ πᾶν τὸ σπέρμα τελειωθῇ, τὴν μὲν Ἀχαμὼθ τὴν Μητέρα αὐτῶν μεταστῆναι τοῦ τῆς Μεσότητος τόπου λέγουσι καὶ ἐντὸς Πληρώ‐ ματος εἰσελθεῖν καὶ ἀπολαβεῖν τὸν νυμφίον αὐτῆς τὸν Σωτῆρα, τὸν ἐκ
10πάντων γεγονότα, ἵνα συζυγία γένηται τοῦ Σωτῆρος καὶ τῆς Σοφίας τῆς Ἀχαμώθ. καὶ τοῦτο εἶναι νυμφίον καὶ νύμφην, νυμφῶνα δὲ τὸ πᾶν Πλήρωμα. τοὺς δὲ πνευματικοὺς ἀποδυσαμένους τὰς ψυχὰς καὶ πνεύ‐ ματα νοερὰ γενομένους, ἀκρατήτως καὶ ἀοράτως ἐντὸς Πληρώματος εἰσελ‐ θόντας, νύμφας ἀποδοθήσεσθαι τοῖς περὶ τὸν Σωτῆρα ἀγγέλοις. τὸν δὲ
15Δημιουργὸν μεταβῆναι καὶ αὐτὸν εἰς τὸν τῆς Μητρὸς Σοφίας τόπον, του‐ τέστιν ἐν τῇ Μεσότητι. τάς τε τῶν δικαίων ψυχὰς ἀναπαύσεσθαι καὶ αὐτὰς ἐν τῷ τῆς Μεσότητος τόπῳ· μηδὲν γὰρ ψυχικὸν ἐντὸς Πληρώματος χωρεῖν. τούτων δὲ γενομένων οὕτως τὸ ἐμφωλεῦον τῷ κόσμῳ πῦρ ἐκ‐ λάμψαν καὶ ἐξαφθὲν καὶ κατεργασάμενον πᾶσαν ὕλην συναναλωθήσεσθαι
20αὐτῇ καὶ εἰς τὸ μηκέτ’ εἶναι χωρήσειν διδάσκουσι. τὸν δὲ Δημιουργὸν μηδὲν τούτων ἐγνωκέναι ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας. 22. Εἰσὶ δὲ οἱ λέγοντες προβαλέσθαι αὐτὸν καὶ Χριστόν, υἱὸν ἴδιον, ἀλλὰ καὶ * ψυχικόν, 〈καὶ〉 περὶ τούτου διὰ τῶν προφητῶν λελαλη‐ κέναι. εἶναι δὲ τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ διὰ
25σωλῆνος ὁδεύει, καὶ εἰς τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων Σωτῆρα ἐν εἴδει περιστερᾶς· γεγο‐ νέναι δὲ ἐν αὐτῷ καὶ τὸ ἀπὸ τῆς Ἀχαμὼθ σπέρμα πνευματικόν. τὸν
οὖν κύριον ἡμῶν ἐκ τεσσάρων τούτων σύνθετον γεγονέναι φάσκουσιν, ἀπο‐419 in vol. 1
Haer
.

1

.

420

σῴζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης τετρακτύος, ἔκ τε τοῦ πνευματικοῦ ὃ ἦν ἀπὸ τῆς Ἀχαμὼς καὶ ἐκ τοῦ ψυχικοῦ ὃ ἦν ἀπὸ τοῦ Δημιουργοῦ καὶ ἐκ τῆς οἰκονομίας ὃ ἦν κατεσκευασμένον ἀρρήτῳ τέχνῃ καὶ ἐκ τοῦ Σωτῆρος ὃ ἦν 〈ἡ〉 κατελθοῦσα εἰς αὐτὸν περιστερά. καὶ
5τοῦτον μὲν ἀπαθῆ διαμεμενηκέναι (οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτόν, ἀκρά‐ τητον καὶ ἀόρατον ὑπάρχοντα) καὶ διὰ τοῦτο ἦρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν κατατεθὲν πνεῦμα Χριστοῦ. ἀλλ’ οὐδὲ τὸ ἀπὸ τῆς Μητρὸς σπέρμα πεπονθέναι λέγουσιν· ἀπαθὲς γὰρ καὶ αὐτό, † τὸ πνευ‐ ματικὸν καὶ ἀόρατον καὶ αὐτῷ τῷ Δημιουργῷ. ἔπαθεν δὲ λοιπὸν ὁ κατ’
10αὐτοὺς ψυχικὸς Χριστὸς καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστη‐ ριωδῶς, ἵν’ ἐπιδείξῃ 〈δι’〉 αὐτοῦ ἡ Μήτηρ τὸν τύπον τοῦ ἄνω Χριστοῦ, ἐκείνου τοῦ ἐπεκταθέντος τῷ σταυρῷ καὶ μορφώσαντος τὴν Ἀχαμὼθ μόρ‐ φωσιν τὴν κατ’ οὐσίαν· πάντα γὰρ ταῦτα τύπους ἐκείνων εἶναι λέγουσι. Τὰς δὲ ἐσχηκυίας τὸ σπέρμα τῆς Ἀχαμὼθ ψυχὰς ἀμείνους λέγουσι
15γεγονέναι τῶν λοιπῶν· διὸ καὶ πλέον τῶν ἄλλων ἠγαπῆσθαι ὑπὸ τοῦ Δημιουργοῦ, μὴ εἰδότος τὴν αἰτίαν, ἀλλὰ παρ’ αὐτοῦ λογιζομένου εἶναι τοιαύτας. διὸ καὶ εἰς προφήτας, φασίν, ἔτασσεν αὐτὰς καὶ ἱερεῖς καὶ βασιλεῖς. καὶ πολλὰ ὑπὸ τοῦ σπέρματος τούτου εἰρῆσθαι διὰ τῶν προφη‐ τῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως ὑπάρχοντος. πολλὰ δὲ καὶ τὴν
20Μητέρα περὶ τῶν ἀνωτέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν *. καὶ λοιπὸν τέμνουσι τὰς προφη‐ τείας, τὸ μέν τι ἀπὸ τῆς Μητρὸς εἰρῆσθαι θέλοντες, τὸ δέ τι ἀπὸ τοῦ σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ. ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως τὸ μέν τι ἀπὸ τοῦ Σωτῆρος εἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς Μητρός, τὸ δέ τι
25ἀπὸ τοῦ Δημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου. Τὸν δὲ Δημιουργόν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτόν, κινεῖσθαι μὲν ἐπὶ
τοῖς λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομί‐420 in vol. 1
Haer
.

1

.

421

σαντα, ἢ τὸ πνεῦμα τὸ προφητεῦον, ἔχον καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον ἢ τὴν προσπλοκὴν τῶν χειρόνων. καὶ οὕτως ἀγνοοῦντα διατετελεκέναι ἄχρι τῆς παρουσίας τοῦ Σωτῆρος· ἐλθόντος δὲ τοῦ Σωτῆ‐ ρος μαθεῖν αὐτὸν παρ’ αὐτοῦ πάντα λέγουσιν καὶ ἄσμενον αὐτῷ προσ‐
5χωρῆσαι μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ, καὶ αὐτὸν εἶναι τὸν ἐν τῷ εὐαγγελίῳ ἑκατόνταρχον, λέγοντα τῷ σωτῆρι «καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυ‐ τοῦ ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι». τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ δέοντος καιροῦ, μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν καὶ διὰ τὴν ἐπί‐
10γνωσιν τοῦ ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς Μητρὸς τόπον χωρήσει. 23. Ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν, καθὼς ἐγένοντο Κάϊν Ἄβελ Σήθ, 〈ἵνα δείξωσι〉 καὶ ἐκ τούτων τὰς τρεῖς φύσεις, οὐκέτι καθ’ ἕνα ἀλλὰ κατὰ γένος. καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν
15χωρεῖν καὶ τὸ ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται ἐν τῷ τῆς Μεσότητος τόπῳ ἀναπαύσεσθαι· ἐὰν δὲ τὰ χείρω, χωρήσειν καὶ αὐτὸ πρὸς τὰ ὅμοια. τὰ δὲ πνευματικά, ἃ ἐγκατασπείρει ἡ Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δι‐ καίαις ψυχαῖς παιδευθέντα ἐνθάδε καὶ ἐκτραφέντα, διὰ τὸ νήπια ἐκπέμ‐ πεσθαι, ὕστερον τελειότητος ἀξιωθέντα νύμφας ἀποδοθήσεσθαι τοῖς τοῦ
20Σωτῆρος ἀγγέλοις δογματίζουσι, τῶν ψυχῶν αὐτῶν κατ’ ἀνάγκην ἐν Μεσότητι μετὰ τοῦ Δημιουργοῦ ἀναπαυσαμένων εἰς τὸ παντελές. καὶ αὐτὰς μὲν τὰς ψυχὰς πάλιν ὑπομερίζοντες λέγουσιν ἃς μὲν φύσει ἀγαθάς, ἃς δὲ φύσει πονηράς. καὶ τὰς μὲν ἀγαθὰς ταύτας εἶναι τὰς δεκτικὰς τοῦ σπέρ‐ ματος γινομένας, τὰς δὲ φύσει πονηρὰς μηδέποτε ἂν ἐπιδέξασθαι ἐκεῖνο τὸ
25σπέρμα.421 in vol. 1
Haer
.

1

.

422

24. Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὔσης, ἣν οὔτε προφῆται ἐκή‐ ρυξαν, οὔτε ὁ κύριος ἐδίδαξεν οὔτε ἀπόστολοι παρέδωκαν, ἣν περισσοτέρως αὐχοῦσιν πλεῖον τῶν ἄλλων ἐγνωκέναι, ἐξ ἀγράφων ἀναγινώσκοντες καὶ τὸ δὴ λεγόμενον ἐξ ἄμμου σχοινία πλέκειν ἐπιτηδεύοντες, ἀξιοπίστως
5προσαρμόζειν πειρῶνται τοῖς εἰρημένοις ἤτοι παραβολὰς κυριακὰς ἢ ῥήσεις προφητικὰς ἢ λόγους ἀποστολικούς, ἵνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον εἶναι δοκῇ, τὴν μὲν τάξιν καὶ τὸν εἱρμὸν τῶν γραφῶν ὑπερβαίνοντες καὶ ὅσον ἐφ’ ἑαυτοῖς λύοντες τὰ μέλη τῆς ἀληθείας. μεταφέρουσι δὲ καὶ μεταπλάττουσι καὶ ἄλλο ἐξ ἄλλου ποιοῦντες ἐξαπατῶσι πολλοὺς τῇ τῶν
10ἐφαρμοζομένων κυριακῶν λογίων κακοσυνθέτῳ φαντασίᾳ. ὅνπερ τρόπον εἴ τις βασιλέως εἰκόνος καλῆς κατεσκευασμένης ἐπιμελῶς ἐκ ψηφίδων ἐπι‐ σήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν μετενέγκοι τὰς ψηφῖδας ἐκείνας καὶ μεθαρμόσοι καὶ ποιήσοι μορφὴν κυνὸς ἢ ἀλώπεκος καὶ ταύτην φαύλως κατεσκευασμένην, ἔπειτα διορίζοιτο καὶ
15λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως ἐκείνην εἰκόνα τὴν καλήν, ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασεν, δεικνὺς τὰς ψηφῖδας τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως εἰκόνα συντεθείσας, κακῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν ψηφίδων φαν‐ τασίας μεθοδεύοι τοὺς ἀπειροτέρους τοὺς κατάληψιν βασιλικῆς μορφῆς οὐκ
20ἔχοντας καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐκείνη ἐστὶν ἡ καλὴ τοῦ βασιλέως εἰκών· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύσαντες, ἔπειτα ῥήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ ποθὲν ἀποσπῶντες, ἐφαρμόζειν βούλονται τοῖς μύθοις αὐτῶν τὰ λόγια τοῦ θεοῦ. καὶ ὅσα μὲν τοῖς ἐντὸς τοῦ Πληρώματος ἐφαρμόζουσιν, εἰρήκαμεν.
25ὅσα δὲ καὶ τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ
τῶν γραφῶν, ἔστιν τοιαῦτα· τὸν κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου422 in vol. 1
Haer
.

1

.

423

χρόνοις διὰ τοῦτο ἐληλυθέναι ἐπὶ τὸ πάθος λέγουσιν, ἵν’ ἐπιδείξῃ τὸ περὶ τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς πάθος καὶ διὰ τούτου τοῦ τέλους ἐμφήνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας πραγματείας. τὴν δὲ δωδεκαετῆ παρ‐ θένον ἐκείνην, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, ἣν ἐπιστὰς ὁ κύριος ἐκ
5νεκρῶν ἤγειρεν, τύπον εἶναι διηγοῦνται τῆς Ἀχαμώθ, ἣν ἐπεκταθεὶς ὁ Χριστὸς αὐτῶν ἐμόρφωσεν καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν φωτός. ὅτι δὲ αὐτῇ ἐπέφανεν 〈ἑαυτὸν〉 ὁ σωτήρ, ἐκτὸς οὔσῃ τοῦ Πλη‐ ρώματος ἐν ἐκτρώματος μοίρᾳ, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν τῇ πρώτῃ πρὸς Κορινθίους «ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί».
10τήν τε μετὰ τῶν ἡλικιωτῶν τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ ὁμοίως πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ ἐπιστολῇ εἰπόντα «δεῖ τὴν γυ‐ ναῖκα κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους»· καὶ ὅτι ἥκον‐ τος τοῦ Σωτῆρος πρὸς αὐτὴν δι’ αἰδῶ κάλυμμα ἐπέθετο ἡ Ἀχαμὼθ 〈ἐπὶ τὸ πρόσωπον αὐτῆσ〉, Μωσέα πεποιηκέναι φανερόν, κάλυμμα θέμενον ἐπὶ
15τὸ πρόσωπον αὐτοῦ. καὶ τὰ πάθη δὲ αὐτῆς ἃ ἔπαθεν *, ἐπισεσημειῶ‐ σθαι τὸν κύριον φάσκουσιν, καὶ ἐν μὲν τῷ εἰπεῖν ἐν τῷ σταυρῷ «ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με» μεμηνυκέναι αὐτὸν ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία καὶ ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς, τὴν δὲ λύπην αὐτῆς ἐν τῷ εἰπεῖν «περίλυπός ἐστιν ἡ ψυχή μου», τὸν δὲ
20φόβον ἐν τῷ εἰπεῖν «πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον» καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως ἐν τῷ εἰρηκέναι «καὶ τί εἴπω οὐκ οἶδα». Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδάσκουσιν αὐτόν· τὸ μὲν ὑλικὸν ἐν τῷ ἀποκριθῆναι τῷ λέγοντι· ἀκολουθήσω σοι «οὐκ ἔχει ὁ
υἱὸς τοῦ ἀνθρώπου ποῦ τὴν κεφαλὴν κλίνῃ»· τὸ δὲ ψυχικὸν ἐν τῷ εἰρη‐423 in vol. 1
Haer
.

1

.

424

κέναι τῷ εἰπόντι· ἀκολουθήσω σοι, ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς οἰκείοις «οὐδεὶς ἐπ’ ἄροτρον τὴν χεῖρα ἐπιβαλὼν καὶ εἰς τὰ ὀπίσω βλέπων εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» (τοῦτον γὰρ λέγουσι τῶν μέσων εἶναι· κἀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη τῆς δικαιο‐
5σύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ ὑπὸ πλούτου ἡττηθέντα πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ γένους γεγονέναι θέλουσι)· τὸ δὲ πνευματικὸν ἐν τῷ εἰπεῖν «ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ», καὶ ἐπὶ Ζακχαίου τοῦ τελώνου εἰπών «σπεύσας
10κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι»· τούτους γὰρ πνευ‐ ματικοῦ γένους καταγγέλλουσι γεγονέναι. καὶ τὴν τῆς ζύμης παρα‐ βολήν, ἣν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία, τὰ τρία γένη δηλοῦν λέγουσι. γυναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν, ἀλεύρου δὲ σάτα τρία τὰ τρία γένη τῶν ἀνθρώπων, πνευματικὸν ψυχικὸν
15χοϊκόν· ζύμην δὲ αὐτὸν τὸν σωτῆρα εἰρῆσθαι διδάσκουσι. καὶ τὸν Παῦλον 〈δὲ〉 διαρρήδην εἰρηκέναι χοϊκοὺς ψυχικοὺς πνευματικούς· ὅπου μέν «οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί», ὅπου δέ «ψυχικὸς δὲ ἄνθρω‐ πος οὐ δέχεται τὰ τοῦ πνεύματος», ὅπου δέ «πνευματικὸς ἀνακρίνει τὰ πάντα». τὸ δέ «ψυχικὸς δὲ οὐ δέχεται τὰ τοῦ πνεύματος» ἐπὶ τοῦ Δημι‐
20ουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα μὴ ἐγνωκέναι μήτε τὴν Μητέρα πνευματικὴν οὖσαν μήτε τὸ σπέρμα αὐτῆς μήτε τοὺς ἐν τῷ Πληρώματι Αἰῶνας. ὅτι δὲ ὧν ἤμελλε σῴζειν ὁ Σωτήρ, τούτων τὰς ἀπαρχὰς ἀνέ‐ λαβεν τὸν Παῦλον εἰρηκέναι «καὶ εἰ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα», ἀπαρχὴν μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες, φύραμα δὲ ἡμᾶς του‐
25τέστιν τὴν ψυχικὴν ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν
καὶ ἐν αὑτῷ συνανεστακέναι, ἐπειδὴ ἦν αὐτὸς ζύμη.424 in vol. 1
Haer
.

1

.

425

26. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτὸς τοῦ Πληρώματος καὶ ἐμορ‐ φώθη ὑπὸ τοῦ Χριστοῦ καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον 〈πρόβατον〉. πρόβατον μὲν γὰρ πεπλανημένον τὴν Μητέρα αὐτῶν ἐξηγοῦνται λέγεσθαι,
5ἐξ ἧς τὴν ὧδε θέλουσιν ἐσπάρθαι ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πλη‐ ρώματος ἐν 〈πᾶσι〉 τοῖς πάθεσι διατριβήν, ἐξ ὧν γεγονέναι τὴν ὕλην ὑπο‐ τίθενται. τὴν δὲ γυναῖκα τὴν σαροῦσαν τὴν οἰκίαν καὶ εὑρίσκουσαν τὴν δραχμὴν τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις ἀπολέσασα τὴν Ἐνθύμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος
10παρουσίας εὑρίσκει αὐτήν. διὸ καὶ ταύτην ἀποκαθίστασθαι κατ’ αὐτοὺς ἐντὸς Πληρώματος. Συμεῶνα 〈δὲ〉 τὸν εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν καὶ εὐχαριστήσαντα τῷ θεῷ καὶ εἰπόντα «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ» τύπον εἶναι τοῦ Δημι‐ ουργοῦ λέγουσιν, ὃς ἐλθόντος τοῦ Σωτῆρος ἔμαθε τὴν μετάθεσιν αὐτοῦ
15καὶ ηὐχαρίστησε τῷ Βυθῷ. καὶ διὰ τῆς Ἄννας τῆς ἐν τῷ εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μεμενηκυίας, ἄχρις οὗ τὸν σωτῆρα ἰδοῦσα ἐπέγνω αὐτὸν καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται, ἥτις πρὸς ὀλίγον ἰδοῦσα 〈τότε〉 τὸν Σωτῆρα μετὰ τῶν ἡλικιωτῶν
20αὐτοῦ, τῷ λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ Μεσότητι προσεδέχετο αὐτόν, πότε πάλιν ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ. καὶ τὸ ὄνομα δὲ αὐτῆς μεμηνῦσθαι ὑπὸ τοῦ σωτῆρος ἐν τῷ εἰρηκέναι «καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς», καὶ ὑπὸ Παύλου δὲ οὕτως «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις». καὶ τὰς συζυγίας δὲ τὰς ἐντὸς
25Πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν ἐπὶ ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περὶ τὸν βίον συζυγίας γράφων ἔφη «τὸ μυστήριον τοῦτο μέγα ἐστίν,
ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν».425 in vol. 1
Haer
.

1

.

426

27. Ἔτι δὲ Ἰωάννην τὸν μαθητὴν τοῦ κυρίου διδάσκουσι τὴν πρώτην Ὀγδοάδα μεμηνυκέναι, αὐταῖς λέξεσι λέγοντες οὕτως· Ἰωάννης, ὁ μα‐ θητὴς τοῦ κυρίου, βουλόμενος εἰπεῖν τὴν τῶν ὅλων γένεσιν, καθ’ ἣν τὰ πάντα προέβαλεν ὁ Πατήρ, ἀρχήν τινα ὑποτίθεται τὸ πρῶτον γεννηθὲν
5ὑπὸ τοῦ θεοῦ, ὃ δὴ καὶ υἱὸν καὶ μονογενῆ θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ προέβαλε σπερματικῶς. ὑπὸ δὲ τούτου φησὶ τὸν Λόγον προβε‐ βλῆσθαι καὶ ἐν αὐτῷ τὴν ὅλην τῶν Αἰώνων οὐσίαν, ἣν αὐτὸς ὕστερον ἐμόρφωσεν ὁ Λόγος. ἐπεὶ οὖν περὶ πρώτης γενέσεως λέγει, καλῶς ἀπὸ τῆς ἀρχῆς τουτέστιν τοῦ Υἱοῦ καὶ τοῦ Λόγου τὴν διδασκαλίαν ποιεῖται.
10 λέγει δὲ οὕτως «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν»· πρότερον δια‐ στείλας τὰ τρία, θεὸν καὶ Ἀρχὴν καὶ Λόγον, πάλιν αὐτὰ ἑνοῖ, ἵνα καὶ τὴν προβολὴν ἑκατέρων αὐτῶν δείξῃ, τοῦ τε Υἱοῦ καὶ τοῦ Λόγου, καὶ τὴν πρὸς ἀλλήλους ἅμα καὶ τὴν πρὸς τὸν Πατέρα ἕνωσιν.
15ἐν γὰρ τῷ Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς ἡ Ἀρχή, ἐν δὲ τῇ Ἀρχῇ καὶ ἐκ τῆς Ἀρχῆς ὁ Λόγος. καλῶς οὖν εἶπεν «ἐν ἀρχῇ ἦν ὁ Λόγος»· ἦν γὰρ ἐν τῷ Υἱῷ. «καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν»· καὶ γὰρ ἡ Ἀρχὴ *. καὶ «θεὸς ἦν ὁ Λόγος», ἀκολούθως· τὸ γὰρ ἐκ θεοῦ γεννηθὲν θεός ἐστιν. «οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν» ἔδειξε τὴν τῆς προβολῆς τάξιν. «πάντα δι’
20αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· πᾶσι γὰρ τοῖς μετ’ αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. ἀλλ’ «ὃ γέγο‐ νεν ἐν αὐτῷ, φησί, ζωή ἐστιν». ἐνθάδε καὶ συζυγίαν ἐμήνυσεν· τὰ μὲν γὰρ ὅλα ἔφη δι’ αὐτοῦ γεγενῆσθαι, τὴν δὲ ζωὴν ἐν αὐτῷ. αὕτη οὖν ἡ ἐν αὐτῷ γενομένη οἰκειοτέρα ἐστὶν [ἐν] αὐτῷ τῶν δι’ αὐτοῦ γενομένων· σύν‐
25εστι γὰρ αὐτῷ καὶ δι’ αὐτοῦ καρποφορεῖ. ἐπειδὴ γὰρ ἐπιφέρει «καὶ ἡ ζωὴ426 in vol. 1
Haer
.

1

.

427

ἦν τὸ φῶς τῶν ἀνθρώπων», Ἄνθρωπον εἰπὼν ἄρτι καὶ τὴν Ἐκκλησίαν ὁμωνύμως τῷ Ἀνθρώπῳ ἐμήνυσεν, ὅπως διὰ τοῦ ἑνὸς ὀνόματος δηλώσῃ τὴν τῆς συζυγίας κοινωνίαν· ἐκ γὰρ τοῦ Λόγου καὶ τῆς Ζωῆς Ἄνθρωπος γίνεται καὶ Ἐκκλησία. φῶς δὲ εἶπεν τῶν ἀνθρώπων τὴν Ζωὴν διὰ τὸ
5πεφωτίσθαι αὐτοὺς ὑπ’ αὐτῆς, ὃ δή ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. τοῦτο δὲ καὶ ὁ Παῦλος λέγει «πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν». ἐπεὶ τοίνυν ἡ Ζωὴ ἐφανέρωσε καὶ ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλη‐ σίαν, φῶς εἴρηται αὐτῶν. σαφῶς οὖν δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων τά τε ἄλλα καὶ τὴν τετράδα τὴν δευτέραν· Λόγον καὶ Ζωήν,
10Ἄνθρωπον καὶ Ἐκκλησίαν. ἀλλὰ μὴν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα. διηγούμενος γὰρ περὶ τοῦ σωτῆρος καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ Πλη‐ ρώματος δι’ αὐτοῦ μεμορφῶσθαι, καρπὸν εἶναί φησιν αὐτὸν παντὸς τοῦ Πληρώματος. καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτίᾳ φαινόμενον καὶ μὴ καταληφθὲν ὑπ’ αὐτῆς, ἐπειδὴ πάντα τὰ γενόμενα ἐκ τοῦ πάθους
15ἁρμόσας ἠγνοήθη ὑπ’ αὐτῶν. καὶ υἱὸν δὲ καὶ ἀλήθειαν καὶ ζωὴν λέγει αὐτὸν καί «λόγον σάρκα γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθα, φησί, καὶ ἦν ἡ δόξα αὐτοῦ οἵα ἦν ἡ τοῦ μονογενοῦς, ἡ ὑπὸ τοῦ Πατρὸς δοθεῖσα αὐτῷ, πλήρης χάριτος καὶ ἀληθείας». λέγει δὲ οὕτως «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ,
20δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας»· ἀκρι‐ βῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα, Πατέρα εἰπὼν καὶ Χάριν καὶ [τὸν] Μονογενῆ καὶ Ἀλήθειαν. οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρὸς τῶν ὅλων Αἰώνων Ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ καὶ Ἀλήθειαν καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ
25Ἐκκλησίαν. 28. Ὁρᾷς, ἀγαπητέ, τὴν μέθοδον, ᾗ χρώμενοι φρεναπατῶσιν ἑαυτούς,
ἐπηρεάζοντες ταῖς γραφαῖς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώ‐427 in vol. 1
Haer
.

1

.

428

μενοι. διὰ τοῦτο γὰρ καὶ αὐτὰς παρεθέμην αὐτῶν τὰς λέξεις, ἵνα ἐξ αὐτῶν κατανοήσῃς τὴν πανουργίαν τῆς μεθοδείας καὶ τὴν πονηρίαν τῆς πλάνης. πρῶτον μὲν γὰρ εἰ προέκειτο Ἰωάννῃ τὴν ἄνω Ὀγδοάδα μηνῦσαι, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς καὶ τὴν πρώτην τετράδα σεβασμιω‐
5τάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν τεθείκει τοῖς ὀνόμασι καὶ οὕτως ἐπεζεύχει τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν ὀνομάτων ἡ τάξις δειχθῇ τῆς Ὀγδοάδος, καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα ὡς ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς ἐπ’ ἐσχάτῳ τῆς πρώτης ἐμέμνητο τετράδος. ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν
10παρέλιπεν ὄνομα, ἀλλ’ ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀρρένων προσηγορίᾳ, ὁμοίως δυναμένων κἀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ πεφυλακώς, 〈ἢ〉 εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου ἂν μεμηνύκει σύζυγον καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ἡμᾶς λαμβάνειν τοὔνομα αὐτῆς.
15 Φανερὰ οὖν ἡ τῆς ἐξηγήσεως 〈αὐτῶν〉 παραποίησις. τοῦ γὰρ Ἰωάννου ἕνα θεὸν παντοκράτορα καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος δι’ οὗ τὰ πάντα γεγονέναι λέγει, τοῦτον υἱὸν θεοῦ *, τοῦτον μονογενῆ, τοῦτον πάν‐ των ποιητήν, τοῦτον φῶς ἀληθινὸν φωτίζον πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητήν, τοῦτον εἰς τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα
20γεγονότα καὶ ἐσκηνωκότα ἐν ἡμῖν, —οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν ἄλλον μὲν τὸν Μονογενῆ θέλουσιν εἶναι κατὰ τὴν προβολὴν ὃν δὴ καὶ Ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα γεγονέναι θέλουσι καὶ ἄλλον τὸν Λόγον υἱὸν τοῦ Μονογενοῦς καὶ ἄλλον τὸν Χριστὸν εἰς ἐπανόρ‐ θωσιν τοῦ Πληρώματος προβεβλημένον. καὶ ἓν ἕκαστον τῶν εἰρημένων
25ἄραντες ἀπὸ τῆς ἀληθείας 〈καὶ〉 καταχρησάμενοι τοῖς ὀνόμασιν εἰς τὴν ἰδίαν ὑπόθεσιν μετήνεγκαν, ὥστε κατ’ αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν
Ἰωάννην τοῦ κυρίου Χριστοῦ Ἰησοῦ μνείαν μὴ ποιεῖσθαι. εἰ γὰρ Πατέρα428 in vol. 1
Haer
.

1

.

429

εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ καὶ Ἀλήθειαν καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων ὑπόθεσιν περὶ τῆς πρώτης Ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς οὐδέπω Χριστός, ὁ τοῦ Ἰωάννου διδάσκαλος. ὅτι δὲ οὐ περὶ τῶν συζυγιῶν αὐτῶν ὁ ἀπόστολος εἴρηκεν,
5ἀλλὰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδεν τοῦ θεοῦ, αὐτὸς πεποίηκε φανερόν. ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ ἄνω ἐν ἀρχῇ Λόγου ἐπεξηγεῖται «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». κατὰ δὲ τὴν ἐκείνων ὑπόθεσιν οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέν ποτε ἐκτὸς Πληρώματος, ἀλλὰ ὁ ἐκ πάντων γε‐
10γονὼς καὶ μεταγενέστερος τοῦ Λόγου Σωτήρ. 29. Μάθετε οὖν, ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ ἡμῶν, ὁ κατα‐ σκηνώσας ἐν ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ θεοῦ. εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν ἀπόστολον· εἰ δὲ ὁ Λόγος [ὁ] τοῦ Πατρὸς ὁ
15καταβὰς αὐτός ἐστιν † καὶ ὁ ἀναβάς, ὁ τοῦ μόνου θεοῦ μονογενὴς υἱός, κατὰ τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς οὐδὲ περὶ Ὀγδοάδος 〈ὁ Ἰωάννησ〉 τὸν λόγον πεποίηται, ἀλλ’ ἢ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. οὐδὲ γὰρ ὁ Λόγος κατ’ αὐτοὺς προηγου‐ μένως σὰρξ γέγονεν. λέγουσι γὰρ τὸν Σωτῆρα ἐνδύσασθαι σῶμα ψυχικὸν
20ἐκ τῆς οἰκονομίας κατεσκευασμένον ἀρρήτῳ προνοίᾳ πρὸς τὸ ὁρατὸν γενέσθαι καὶ ψηλαφητόν. σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ [ἡ] γεγονυῖα πλάσις ὑπὸ τοῦ θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. καὶ λέλυται αὐτῶν ἡ πρώτη καὶ ἀρχέ‐ γονος Ὀγδοάς. ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου καὶ Μονογενοῦς
25καὶ Ζωῆς καὶ Φωτὸς καὶ Σωτῆρος καὶ Χριστοῦ καὶ υἱοῦ θεοῦ, καὶ τούτου
αὐτοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, λέλυται ἡ τῆς Ὀγδοάδος 〈αὐτῶν〉 σκηνοπηγία.429 in vol. 1
Haer
.

1

.

430

ταύτης δὲ λελυμένης διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν ψευδῶς ὀνειρώττοντες κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι. Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες μετα‐ φέρουσι καθὼς προειρήκαμεν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, ὅμοια
5ποιοῦντες τοῖς ὑποθέσεις τὰς τυχούσας αὑτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου ποιημάτων μελετᾶν αὐτάς, ὥστε τοὺς ἀπειρο‐ τέρους δοκεῖν ἐπ’ ἐκείνης τῆς ἐξ ὑπογύου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι καὶ πολλοὺς συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθ’ οὕτως Ὅμηρος εἴη πεποιηκώς·
10ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅιδῃ κύνα πεμ‐ πόμενον διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως (οὐδὲν γὰρ κωλύει παραδείγματος χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης 〈τῆσ〉 ἐπιχειρήσεως τοῖς ἀμφοτέροις)·
ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα
15φῶθ’ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, Εὐρυσθεύς, Σθενέλοιο πάις Περσηιάδαο ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀίδαο. βῆ ῥ’ ἴμεν, ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, καρπαλίμως ἀνὰ ἄστυ, φίλοι δ’ ἅμα πάντες ἕποντο,
20
νύμφαι τ’ ἠίθεοί τε πολύτλητοί τε γέροντες,
οἴκτρ’ ὀλοφυρόμενοι, ὡς εἰ θανατόνδε κιόντα.
Ἑρμείας δ’ ἀπέπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη·
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων καὶ νομί‐
25σειεν οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; ὁ δ’
ἔμπειρος τῆς Ὁμηρικῆς ὑποθέσεως 〈ἐπιγνώσεται μὲν τὰ ἔπη, τὴν δὲ430 in vol. 1
Haer
.

1

.

431

ὑπόθεσιν οὐκ〉 ἐπιγνώσεται, εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδυσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ Ἡρακλέος, τὸ δὲ περὶ τοῦ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος· ἄρας δὲ αὐτὰ καὶ ἓν ἕκαστον ἀπο‐ δοὺς τῇ ἰδίᾳ 〈βίβλῳ〉 ἐκποδὼν ποιήσει τὴν 〈παροῦσαν〉 ὑπόθεσιν. οὕτω
5δὲ καὶ ὁ τὸν κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν ἑαυτῷ κατέχων, ὃν διὰ τοῦ βαπτίσματος εἴληφεν, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα καὶ τὰς λέξεις καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην οὐκ ἐπι‐ γνώσεται. καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς
10τῇ ἰδίᾳ τάξει καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ γυμνώσει καὶ ἀνυπόστατον ἐπιδείξει τὸ πλάσμα αὐτῶν. 30. Ἐπειδὴ 〈δὲ〉 τῇ σκηνῇ ταύτῃ λείπει ἡ ἀπολύτρωσις, ἵνα τις τὸν μῖμον αὐτῶν περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν ἐπιδεῖξαι πρότερον ἐν οἷς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ μύθου
15διαφέρονται πρὸς ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. καὶ ἐκ τούτου γὰρ ἀκριβέστατα συνιδεῖν ἔσται (καὶ πρὸ τῆς ἀπο‐ δείξεως) βεβαίαν τὴν ὑπὸ τῆς ἐκκλησίας κηρυσσομένην ἀλήθειαν καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν. Ἡ μὲν γὰρ ἐκκλησία, καίπερ καθ’ ὅλης τῆς οἰκουμένης ἕως περάτων
20τῆς γῆς διεσπαρμένη, παρὰ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνων μαθητῶν παραλαβοῦσα τὴν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐτοῖς πίστιν καὶ εἰς ἕνα Χριστὸν Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ τὸν σαρκωθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καὶ εἰς πνεῦμα ἅγιον τὸ διὰ τῶν προφητῶν κεκηρυχὸς
25τὰς οἰκονομίας καὶ τὴν ἔλευσιν καὶ τὴν ἐκ τῆς παρθένου γέννησιν καὶ τὸ πάθος καὶ τὴν ἔγερσιν ἐκ νεκρῶν καὶ τὴν ἔνσαρκον εἰς τοὺς οὐρανοὺς
ἀνάληψιν τοῦ ἠγαπημένου * Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν καὶ τὴν ἐκ431 in vol. 1
Haer
.

1

.

432

τῶν οὐρανῶν ἐν τῇ δόξῃ τοῦ πατρὸς παρουσίαν αὐτοῦ ἐπὶ τὸ ἀνακεφα‐ λαιώσασθαι τὰ πάντα καὶ ἀναστῆσαι πᾶσαν σάρκα πάσης ἀνθρωπότητος, ἵνα Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν καὶ θεῷ καὶ σωτῆρι καὶ βασιλεῖ κατὰ τὴν εὐδοκίαν τοῦ πατρὸς τοῦ ἀοράτου πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ
5ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται αὐτῷ καὶ κρίσιν δικαίαν ἐν τοῖς πᾶσι ποιήσηται, τὰ μὲν πνευματικὰ τῆς πονηρίας καὶ ἀγγέλους τοὺς παραβεβηκότας καὶ ἐν ἀποστασίᾳ γεγονότας καὶ τοὺς ἀσεβεῖς καὶ ἀδίκους καὶ ἀνόμους καὶ βλασφήμους τῶν ἀνθρώπων εἰς τὸ αἰώνιον πῦρ πέμψῃ, τοῖς δὲ δικαίοις καὶ ὁσίοις καὶ τὰς ἐντολὰς αὐτοῦ
10τετηρηκόσι καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ διαμεμενηκόσι (τοῖς 〈μὲν〉 ἀπ’ ἀρχῆς, τοῖς δὲ ἐκ μετανοίας) ζωὴν χαρισάμενος ἀφθαρσίαν δωρήσηται καὶ δόξαν αἰωνίαν περιποιήσῃ— 31. τοῦτο τὸ κήρυγμα παρειληφυῖα καὶ ταύτην τὴν πίστιν ὡς προ‐ έφαμεν ἡ ἐκκλησία, καίπερ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένη, ἐπιμελῶς
15φυλάσσει ὡς ἕνα οἶκον οἰκοῦσα καὶ ὁμοίως πιστεύει τούτοις ὡς μίαν ψυχὴν καὶ τὴν αὐτὴν ἔχουσα καρδίαν καὶ συμφώνως ταῦτα κηρύσσει καὶ διδάσκει καὶ παραδίδωσιν ὡς ἓν στόμα κεκτημένη. κἂν γὰρ αἱ κατὰ τὸν κόσμον διάλεκτοι ἀνόμοιαι, ἀλλ’ ἡ δύναμις τῆς παραδόσεως μία καὶ ἡ αὐτή, καὶ οὔτε αἱ ἐν Γερμανίαις ἱδρυμέναι ἐκκλησίαι ἄλλως πεπιστεύ‐
20κασιν ἢ ἄλλως παραδιδόασιν οὔτε ἐν ταῖς Ἰβηρίαις οὔτε ἐν Κελτοῖς οὔτε κατὰ τὰς ἀνατολὰς οὔτε ἐν Αἰγύπτῳ οὔτε ἐν Λιβύῃ οὔτε αἱ κατὰ μέσα τοῦ κόσμου ἱδρυμέναι· ἀλλ’ ὥσπερ ὁ ἥλιος, τὸ κτίσμα τοῦ θεοῦ, ἐν ὅλῳ τῷ κόσμῳ εἷς καὶ ὁ αὐτός, οὕτω καὶ τὸ * φῶς, τὸ κήρυγμα τῆς ἀληθείας, πανταχῇ φαίνει καὶ φωτίζει πάντας ἀνθρώπους τοὺς βουλομένους εἰς
25ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ οὔτε ὁ πάνυ δυνατὸς ἐν λόγῳ τῶν ἐν ταῖς ἐκκλησίαις προεστώτων ἕτερα τούτων ἐρεῖ (οὐδεὶς γὰρ ὑπὲρ τὸν διδάσκαλον) οὔτε ὁ ἀσθενὴς ἐν τῷ λόγῳ ἐλαττώσει τὴν παράδοσιν· μιᾶς γὰρ καὶ τῆς αὐτῆς πίστεως οὔσης, οὔτε ὁ πολὺ περὶ αὐτῆς δυνάμενος
εἰπεῖν ἐπλεόνασεν οὔτε ὁ τὸ ὀλίγον ἠλαττόνησεν.432 in vol. 1
Haer
.

1

.

433

Τὸ δὲ πλεῖον ἢ ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς οὐκ ἐν τῷ τὴν ὑπόθεσιν αὐτὴν ἀλλάσσειν γίνεται καὶ ἄλλον θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν καὶ ποιητὴν καὶ τροφέα τοῦδε τοῦ παντός, ὡς μὴ ἀρκουμένους τούτῳ, ἢ ἄλλον Χριστὸν ἢ ἄλλον Μονογενῆ, ἀλλὰ ἐν τῷ τὰ ὅσα ἐν παρα‐
5βολαῖς εἴρηται προσεπεξεργάζεσθαι καὶ συνοικειοῦν τῇ τῆς πίστεως ὑπο‐ θέσει καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν ἐπὶ τῇ ἀνθρωπότητι γενομένην ἐκδιηγεῖσθαι καὶ ὅτι ἐμακροθύμησεν ὁ θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ καὶ ἐπὶ τῇ παρακοῇ τῶν ἀνθρώπων σαφηνίζειν· καὶ διὰ τί τὰ μὲν πρόσκαιρα τὰ δὲ αἰώνια
10καὶ τὰ μὲν οὐράνια τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς θεὸς πεποίηκεν ἀπαγ‐ γέλλειν· καὶ διὰ τί ἀόρατος ὢν ἐφάνη τοῖς προφήταις ὁ θεὸς οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως ἄλλοις συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν, καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ διδάσκειν· καὶ διὰ τί συνέκλεισε πάντα εἰς ἀπείθειαν ὁ θεός, ἵνα τοὺς
15πάντας ἐλεήσῃ, ἐξερευνᾶν· καὶ διὰ τί ὁ Λόγος τοῦ θεοῦ σὰρξ ἐγένετο καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ’ ἐσχάτων τῶν καιρῶν ἡ παρουσία τοῦ υἱοῦ τοῦ θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχή, ἀπαγγέλλειν· καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων ὅσα τε κεῖται ἐν ταῖς γραφαῖς, ἀναπτύσσειν· καὶ τί ὅτι τὰ ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύσ‐
20σωμα καὶ συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ θεός, μὴ σιωπᾶν· καὶ πῶς τὸ θνητὸν τοῦτο σαρκίον ἐνδύσεται ἀθανασίαν καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε ἐρεῖ «ὁ οὐ λαὸς λαὸς καὶ ἡ οὐκ ἠγαπημένη ἠγαπη‐ μένη», καὶ πῶς «πλείονα τῆς ἐρήμου τὰ τέκνα, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα» κηρύσσειν—ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν ὁμοίων αὐτοῖς ἐπε‐
25βόησεν ὁ ἀπόστολος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ», ἀλλὰ οὐκ ἐν τῷ ὑπὲρ τὸν κτιστὴν καὶ δημιουργὸν Μητέρα τούτου καὶ αὐτῶν
Ἐνθύμησιν Αἰῶνος πεπλανημένου παρεπινοεῖν καὶ εἰς τοσοῦτον ἥκειν433 in vol. 1
Haer
.

1

.

434

βλασφημίας· οὐδὲ 〈ἐν τῷ〉 τὸ ὑπὲρ ταύτην πάλιν Πλήρωμα τότε μὲν τριάκοντα, νῦν δὲ † ἀνήριθμον φῦλον Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν οὗτοι οἱ ἀληθῶς ἔρημοι θείας συνέσεως διδάσκαλοι, τῆς οὔσης ἐκκλησίας πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς πάντα τὸν κόσμον, καθὼς
5προέφαμεν. 32. Ἴδωμεν νῦν καὶ τὴν τούτων ἄστατον γνώμην, δύο που καὶ τριῶν ὄντων πῶς περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λέγουσιν, ἀλλὰ τοῖς πράγμασιν καὶ τοῖς ὀνόμασιν ἐναντία ἀποφαίνονται. ὁ μὲν γὰρ πρῶτος ἀπὸ τῆς λεγομένης Γνωστικῆς αἱρέσεως τὰς ἀρχὰς εἰς ἴδιον χαρακτῆρα διδασκαλείου
10μεθαρμόσας Οὐαλεντῖνος οὕτως ἐξεφόρησεν, ὁρισάμενος εἶναι δυάδα 〈τινὰ〉 ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι Ἄρρητον, τὸ δὲ Σιγήν· ἔπειτα ἐκ ταύτης τῆς δυάδος δευτέραν δυάδα προβεβλῆσθαι, ἧς τὸ μέν τι Πατέρα ὀνομάζει, τὸ δὲ Ἀλήθειαν· ἐκ δὲ τῆς τετράδος ταύτης καρποφορεῖσθαι Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην Ὀγδοάδα
15πρώτην. καὶ ἀπὸ μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προ‐ βεβλῆσθαι, καθὼς προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλη‐ σίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν καὶ ὑστερήσασαν τὴν λοιπὴν πραγματείαν πεποιῆσθαι. Ὅρους τε δύο ὑπέθετο, ἕνα μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς γεν〈ν〉ητοὺς Αἰῶνας ἀπὸ τοῦ ἀγε〈ν〉νήτου
20Πατρός, ἕτερον δὲ τὸν ἀφορίζοντα αὐτῶν τὴν Μητέρα ἀπὸ τοῦ Πληρώματος. καὶ τὸν Χριστὸν δὲ οὐκ ἀπὸ τῶν ἐν τῷ Πληρώματι Αἰώνων προβεβλῆσθαι ἀλλὰ ὑπὸ τῆς Μητρὸς ἔξω γενομένης κατὰ τὴν μνήμην τῶν κρειττόνων ἀποκεκυῆσθαι μετὰ σκιᾶς τινος. καὶ τοῦτον μέν, ἅτε ἄρρενα ὑπάρχοντα, ἀποκόψαντα ἀφ’ ἑαυτοῦ τὴν σκιὰν ἀναδραμεῖν εἰς τὸ Πλήρωμα, τὴν δὲ
25Μητέρα ὑπολειφθεῖσαν μετὰ τῆς σκιᾶς κεκενωμένην τε τῆς πνευματικῆς ὑποστάσεως ἕτερον υἱὸν προενέγκασθαι, καὶ τοῦτον εἶναι τὸν Δημιουργόν,
ὃν καὶ παντοκράτορα λέγει τῶν ὑποκειμένων. συμπροβεβλῆσθαι δὲ αὐτῷ434 in vol. 1
Haer
.

1

.

435

καὶ ἀριστερὸν ἄρχοντα ἐδογμάτισεν ὁμοίως τοῖς ῥηθησομένοις ὑφ’ ἡμῶν ψευδωνύμοις Γνωστικοῖς. καὶ τὸν Ἰησοῦν 〈δὲ〉 ποτὲ μὲν ἀπὸ τοῦ συστα‐ λέντος ἀπὸ τῆς Μητρὸς αὐτῶν συναναχυθέντος 〈τε〉 τοῖς ὅλοις προβεβλῆσθαί φησι, τουτέστιν 〈ἀπὸ〉 τοῦ Θελητοῦ, ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς
5τὸ Πλήρωμα, τουτέστιν τοῦ Χριστοῦ, ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας. καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον ὑπὸ τῆς Ἀληθείας φησὶ προβεβλῆσθαι εἰς ἀνάκρισιν καὶ καρποφορίαν τῶν Αἰώνων, ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δι’ οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς ἀληθείας.
Πεπλήρωται τὰ Εἰρηναίου κατὰ τῶν Οὐαλεντίνων.
10 33. Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα * ὁ προειρημένος ἀνὴρ πρε‐ σβύτης Εἰρηναῖος, ὁ κατὰ πάντα ἐκ πνεύματος ἁγίου κεκοσμημένος, ὡς γενναῖος ἀθλητὴς ὑπὸ 〈τοῦ〉 κυρίου προβεβλημένος καὶ ἐπαλειφ‐ θεὶς τοῖς ἐπουρανίοις χαρίσμασι τοῖς κατὰ τὴν ἀληθινὴν πίστιν καὶ γνῶσιν, καταπαλαίσας τε καὶ καταγωνισάμενος τὴν πᾶσαν αὐτῶν
15ληρώδη ὑπόθεσιν, διεξῆλθεν κατὰ λεπτὸν τὰ ὑπ’ αὐτῶν κενοφωνού‐ μενα. ἀκρότατα δὲ αὐτοὺς ἐν τῷ ἑξῆς δευτέρῳ αὐτοῦ λόγῳ καὶ τοῖς ἄλλοις διήλεγξεν περιττοτέρως, βουλόμενός πως τὸν χαμαὶ ῥιφέντα καὶ εἰς ἧτταν τραπέντα σῦραι καὶ ἐνώπιον πάντων θριαμβεῦσαί τε καὶ φωρᾶσαι τὴν ἐν αὐτῷ τῷ ῥιφέντι ἀναίσχυντόν τε καὶ ἀσθενῆ
20πρόκλησιν ματαιοφροσύνης. ἡμεῖς δὲ ἀρκεσθέντες τοῖς τε παρ’ ἡμῶν λεχθεῖσιν ὀλίγοις καὶ τοῖς ὑπὸ τῶν τῆς ἀληθείας συγγραφέων τούτων λεχθεῖσίν τε καὶ συνταχθεῖσιν, καὶ ὁρῶντες ὅτι ἄλλοι πεπονήκασι, φημὶ δὲ Κλήμης καὶ Εἰρηναῖος καὶ Ἱππόλυτος καὶ ἄλλοι πλείους, οἳ καὶ θαυμαστῶς τὴν κατ’ αὐτῶν πεποίηνται ἀνατροπήν, οὐ πάνυ τι
25τῷ καμάτῳ προσθεῖναι ὡς προεῖπον ἠθελήσαμεν, ἱκανωθέντες τοῖς
προειρημένοις ἀνδράσιν καὶ αὐτὸ τοῦτο διανοηθέντες, ὅτι παντὶ435 in vol. 1
Haer
.

1

.

436

συνετῷ καὶ ἀπὸ αὐτῶν τῶν ἐν τοῖς διδάγμασιν αὐτῶν λόγων ἡ ἀνα‐ τροπὴ αὐτῶν † κατ’ αὐτῶν φανήσεται. 34. Πρῶτον μὲν ὅτι διάφορα παρ’ αὐτοῖς τὰ φρονήματα καὶ ἕτερος τὰ τοῦ ἑτέρου καταλύειν ἐπαγγέλλεται· δεύτερον δὲ ὅτι ἀσύστατα τὰ
5παρ’ αὐτοῖς μυθοποιήματα, οὔτε που γραφῆς εἰπούσης οὔτε τοῦ Μωυσέως νόμου οὔτε τινὸς προφήτου τῶν μετὰ Μωυσέα, ἀλλ’ οὔτε τοῦ σωτῆρος οὔτε τῶν αὐτοῦ εὐαγγελιστῶν, ἀλλ’ οὔτε μὴν τῶν ἀποστόλων. εἰ γὰρ ταῦτα ἀληθινὰ ὑπῆρχεν, ὁ ἐλθὼν φωτίσαι τὴν οἰκουμένην κύριος καὶ πρὸ αὐτοῦ οἱ προφῆται, ἔπειτα δὲ καὶ οἱ ἀπόστολοι οἱ
10ἐλέγξαντες τὴν εἰδωλολατρείαν πᾶσάν τε παράνομον πρᾶξιν καὶ μὴ δειλιάσαντες γράφειν κατὰ πάσης παρανόμου διδασκαλίας καὶ ἐναν‐ τιότητος σαφῶς ἂν τὰ τοιαῦτα ἡμῖν κατήγγελλον, καὶ μάλιστα αὐτοῦ τοῦ σωτῆρος λέγοντος ὅτι «τοῖς μὲν ἔξω ἐν παραβολαῖς, ὑμῖν δὲ † τὰς παραβολὰς εἰς ἐπίλυσιν βασιλείας οὐρανῶν ῥητέον». ὅσας γοῦν
15ἐν εὐαγγελίοις παραβολὰς εἴρηκεν εὐθὺς ἐπιλύσας φαίνεται· ἀμέλει φησὶν καὶ τίς ὁ κόκκος τοῦ σινάπεως καὶ τίς ἡ ζύμη καὶ τίς ἡ γυνὴ ἡ βαλοῦσα τὴν ζύμην εἰς τὰ τρία σάτα, τίς ὁ ἀμπελών, τίς ἡ συκῆ, τίς ὁ σπορεύς, τίς ἡ καλλίστη γῆ· καὶ μάτην οὗτοι ἐνθουσιῶνται ὑπὸ δαιμόνων ἐλαυνόμενοι, περὶ ὧν φησιν ὁ ἁγιώτατος Παῦλος ὁ
20ἀπόστολος «ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμόνων». καὶ πάλιν ὁ ἅγιος Ἰάκωβος λέγων περὶ τῆς τοιαύτης διδασκαλίας ὅτι «οὐκ ἔστιν ἄνω‐ θεν αὕτη ἡ σοφία κατερχομένη, ἀλλὰ ἐπίγειος ψυχικὴ δαιμονιώδης· ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνικὴ εὐπειθὴς
25ἀδιάκριτος, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν» καὶ τὰ ἑξῆς, ἧς οὐδὲ εἷς καρπὸς ἐν τοῖς προειρημένοις εὑρίσκεται. παρ’ αὐτοῖς γάρ «ἀκα‐
ταστασία καὶ πᾶν παράνομον πρᾶγμα», δαιμόνων τε κυήματα καὶ436 in vol. 1
Haer
.

1

.

437

συρίγματα δρακόντων, ἄλλοτε ἄλλως καὶ ἄλλο ἑκάστου αὐτῶν λαλοῦντος· παρ’ οἷς οὐκ ἔλεος οὐκ οἶκτος εὑρίσκεται, ἀλλὰ δια‐ κρίσεις καὶ διαφοραί, καὶ οὐδαμοῦ ἁγνεία οὐδαμοῦ εἰρήνη οὐδαμοῦ ἐπιείκεια.
5 35. Βούλομαι δὲ πάλιν ἀναγκαζόμενος ὑπὸ τοῦ λόγου, εἰ καὶ παύσασθαι ὑπεσχόμην, ὀλίγων τῶν παρ’ αὐτοῖς εἰρημένων μνημο‐ νεύσας ἀνατρέψαι. οὐ γὰρ τοῦ κατὰ τέχνην μοι λόγου μέλει, ἀλλὰ τῆς τῶν ἐντυγχανόντων ὠφελείας. λέγουσι τοίνυν ὅτι ὁ δωδέ‐ κατος αἰὼν ὁ ἐν ὑστερήματι γενόμενος παντελῶς τοῦ ἀριθμοῦ τῶν
10δώδεκα ἐξέπεσεν καὶ ἀπόλλυται ὁ ἀριθμὸς ὁ δωδέκατος. τοῦτο δέ φασι γεγενῆσθαι τῷ τὸν Ἰούδαν, ὄντα δωδέκατον, ἐκπεπτωκέναι καὶ οὕτω τὸν δωδέκατον ἀριθμὸν ἠφανίσθαι· ὁμοίως δὲ καὶ περὶ τῆς αἱμορροούσης καὶ τῆς τὴν μίαν δραχμὴν ἀπὸ τῶν δέκα δραχμῶν ἀπολεσάσης. δείκνυται δὲ ὅτι οὔτε ὁ δωδέκατος αἰὼν πρόσωπον
15τοῦ Ἰούδα ἔχειν δυνήσεται, ὡς τῷ ἁγιωτάτῳ Εἰρηναίῳ προείρηται, — Ἰούδας μὲν γὰρ παντελῶς ἀπόλωλεν, ὁ δωδέκατος δὲ λεγόμενος αἰὼν κατὰ τὸ αὐτῶν πλάσμα οὐκ ἐκενώθη· ἔστη γὰρ ἐνώπιον αὐτοῦ ὁ Μεταγωγεὺς ἢ ὁ Ὁροθέτης, φήσας πρὸς αὐτὸν Ἰαώ, ὡς αὐτοί φασι, καὶ οὕτως ἐστερεώθη, —οὔτε ἡ δώδεκα ἔτεσιν αἱμορροοῦσα τῷ αὐτῶν
20δράματι ὁμοιωθήσεται· ἐσώθη γὰρ μετὰ δώδεκα ἔτη, ἐν οἷς τῷ αἵ‐ ματι τῆς ῥύσεως ἐφέρετο. οὐ γὰρ ἐν τοῖς ἕνδεκα ἔτεσιν ἀπαθὴς διετέλει καὶ ἐν τῷ δωδεκάτῳ ἔρρευσεν, ἀλλὰ μᾶλλον ἐν τοῖς ἕνδεκα ἔρρει, τῷ δωδεκάτῳ δὲ σέσωσται, —οὔτε ἡ τὰς δέκα δραχμὰς κε‐ κτημένη ἀπώλεσε τὴν μίαν εἰς τέλος, ἵνα ὁ αἰὼν τῆς ὕλης ἀπο‐
25λωλὼς μυθεύηται παρ’ αὐτοῖς· ἧψεν γὰρ τὸν λύχνον καὶ ηὗρεν τὴν δραχμήν. 36. Ἐκ τοίνυν τῶν δύο λόγων τούτων ἢ τριῶν τὰ πάντα αὐτῶν εὐθὺς ἐλεγχθέντα καταληφθήσεται δραματουργήματα καὶ ἀδρανῆ καὶ ἕωλα τοῖς τῆς φρονήσεως υἱοῖς καὶ τέκνοις [τοῖς] τῆς
30ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας. ἵνα γὰρ μὴ κατὰ τῶν αὐτῶν437 in vol. 1
Haer
.

1

.

438

φερόμενος εἰς μῆκος ἄπειρον ἐλάσω τὴν πραγματείαν, ἕως τῆς ἐν‐ ταῦθα ὑφηγήσεως ποιησάμενος τὴν ὑπόμνησιν καὶ ἐπιθεὶς πέρας τῇ τοσαύτῃ αὐτῶν μοχθηρίᾳ ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, θεὸν ἐπικαλούμενος ὁδηγόν τε καὶ ἐπίκουρον τῆς ἡμῶν ἀσθενείας εἰς τὸ σωθῆναι ἀπὸ
5ταύτης καὶ τῶν προειρημένων αἱρέσεων καὶ τῶν μελλουσῶν ἀναδεί‐ κνυσθαι τοῖς τε φιλολόγοις καὶ βουλομένοις τὰ ἀκριβῆ εἰδέναι τῶν ἐν τῷ κόσμῳ κενοφωνιῶν τε καὶ ἀσυστάτων δεσμῶν. εἰς πολλοὺς γὰρ οὗτος τὴν ἑαυτοῦ ὀνειροπολίαν ἐπισπείρας, Γνωστικὸν ἑαυτὸν καλέσας, πολλοὺς ὡς εἰπεῖν σκορπίους εἰς μίαν ἅλυσιν συνέδησεν, ὡς
10ἡ παλαιὰ καὶ ἐναργὴς παραβολὴ ὑπάρχει, ὅτι ἅλυσίν τινα οἱ σκορ‐ πίοι ἀπὸ ἑνὸς εἰς τὸν ἕτερον δεσμοῦντες ἕως δέκα ἢ καὶ πλείους ἀπὸ στέγης ἢ δώματος ἑαυτοὺς χαλῶσι καὶ οὕτως μετὰ δόλου τὴν λύμην τοῖς ἀνθρώποις ἐργάζονται. οὕτως καὶ οὗτος καὶ οἱ ἀπ’ αὐτοῦ καλούμενοι Γνωστικοὶ τῆς πλάνης ἀρχηγέται γεγόνασι καὶ παρ’
15αὐτοῦ τὰς προφάσεις εἰληφότες ἕκαστος ὑφ’ ἑτέρου μαθητευθεὶς μετὰ τὸν διδάσκαλον προσθήκην τῆς πλάνης εἰργάσατο καὶ ἑτέραν αἵρεσιν εἰσηγήσατο, ἐχομένην τῆς προτέρας. καὶ οὕτω κατὰ διαδοχὴν εἰς διαφόρους αἱρέσεις αὐτοὶ οἱ κληθέντες Γνωστικοὶ ἐμερίσθησαν· παρὰ Οὐαλεντίνου μέντοι ὡς ἔφην καὶ τῶν πρὸ αὐτοῦ τὰς προφάσεις
20εἰληφότες. ὅμως αἱ προειρημέναι σὺν τῇ τούτου τοῦ Οὐαλεντίνου τῇ τῆς ἀληθείας διδασκαλίᾳ καταπατηθεῖσαι ὑφ’ ἡμῶν παρείσθωσαν, ἡμεῖς δὲ τὰς ἑξῆς ἐν τῇ τοῦ θεοῦ δυνάμει διασκοπήσωμεν. Κατὰ Σεκουνδιανῶν οἷς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος ιβ,
τῆς δὲ ἀκολουθίας
λβ.
25 1. Παρελθόντες δὲ τὴν τοῦ Οὐαλεντίνου αἵρεσιν καὶ πολλὰ μοχ‐ θήσαντες ἐν τῇ ἀκανθώδει αὐτοῦ σπορᾷ, διὰ πολλοῦ ὡς εἰπεῖν * καμάτου καὶ γεωργικῆς κακοπαθείας, ἐπὶ τὰ λείψανα τῆς ἀκανθώδους
αὐτοῦ σπορᾶς καὶ ἑρπετώδους αὐτοῦ θηριομορφίας ἐλευσόμεθα, τὸ438 in vol. 1
Haer
.

1

.

439

ἅγιον πνεῦμα αἰτησάμενοι παρὰ κυρίου εἰς τὸ δι’ αὐτοῦ σκεπάσαι τὰς ψυχὰς τῇ ἐν θεῷ διδασκαλίᾳ καὶ σεμνῷ λόγῳ καὶ τοὺς ἰοὺς ἀνα‐ σπάσαι δυνηθῆναι ἀπὸ τῶν οὕτως προειλημμένων. ἄρξομαι δὲ περὶ τούτων λέγειν κατὰ διαδοχήν, τίς τίνος διάδοχος γεγένηται τῶν
5ἐξ αὐτοῦ ὁρμωμένων καὶ ἑτέραν παρὰ τὴν ἐκείνου σπορὰν διδα‐ σκόντων. Σεκοῦνδος τοίνυν, τὶς ἐξ αὐτῶν ὢν καὶ περισσότερόν τι βουλό‐ μενος φρονῆσαι, τὰ μὲν πάντα κατὰ τὸν Οὐαλεντῖνον ἐξηγεῖται, περισσότερον δὲ ἦχον εἰς ἀκοὰς τῶν ἐμβεβροντημένων ἐξήχησεν.
10οὗτος γὰρ κατὰ Οὐαλεντῖνον ὢν ὡς προεῖπον, ὑπὲρ δὲ Οὐαλεντῖνον φρονῶν, λέγει εἶναι τὴν πρώτην Ὀγδοάδα τετράδα δεξιὰν καὶ τε‐ τράδα ἀριστεράν, οὕτως παραδιδοὺς καλεῖσθαι τὴν μὲν μίαν φῶς, τὴν δὲ ἄλλην σκότος· τὴν δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα αἰώνων, ἀλλὰ μετὰ τοὺς τριάκοντα αἰῶνας, ὡς
15εἶναι ἀπὸ τῶν 〈καρπῶν αὐτῶν τῶν〉 μετὰ τὴν Ὀγδοάδα τὴν ἄλλην κατω‐ τέρω γενομένων. τὰ δὲ πάντα περὶ Χριστοῦ καὶ τῶν ἄλλων δογμάτων ὡσαύτως τῷ ἰδίῳ χορηγῷ τοῦ ἰοῦ καὶ δοτῆρι τοῦ δηλητηρίου Οὐαλεν‐ τίνῳ δογματίζει. μὴ πολλῶν δὲ ὄντων τῶν ὑπὸ τούτου διαφόρως ξενολεκτουμένων ἀρκεσθῆναι μὲν ἡγησάμην δεῖν τοῖς προειρημένοις,
20ἔχουσι καὶ ἀφ’ ἑαυτῶν τὴν ἀνατροπήν· ὅμως δ’ οὖν καὶ περὶ αὐτοῦ ὀλίγα λέξω, ἵνα μὴ δι’ ἀπορίαν παρεληλυθέναι τὰ κατ’ αὐτὸν δόξω. εἰ γὰρ τετράδες δεξιαὶ καὶ εὐώνυμοι παρ’ αὐτοῖς τάσσονται, εὑρε‐ θήσεταί τι ζητούμενον μέσον τοῦ τε δεξιοῦ καὶ τοῦ ἀριστεροῦ. πᾶν γὰρ ὁτιοῦν δεξιὰς ἔχον καὶ εὐωνύμους τάξεις μέσον ἕστηκε τῶν εὐω‐
25νύμων αὐτοῦ καὶ δεξιῶν καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀρι‐ στερά, εἰ μή τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διά‐ κρισις γένοιτο. ἄρα οὖν, ὦ ἀνόητε Σεκοῦνδε καὶ οἱ ἀπὸ σοῦ ἠπατη‐ μένοι, τὸ μεσαίτατον, ἀφ’ οὗπερ καὶ ἀριστερὰ καὶ δεξιὰ ὑποπίπ‐
τουσιν, ἔσται ἕν τι καὶ οὐ δυνήσεται ἀλλότριον εἶναι τοῦ ἑνός τινος439 in vol. 1
Haer
.

1

.

440

τὸ ἐξ αὐτοῦ ὑποπῖπτον δεξιόν τε καὶ εὐώνυμον, καὶ ἐξ ἀνάγκης ἀναχ‐ θήσεται τὸ πᾶν εἰς τὸ ἓν ὄν, οὗ ἀνώτατον οὐδὲ ἕν ἐστιν οὔτε ὑπο‐ βεβηκὸς οὔτε κατώτατον, εἰ μὴ τὰ ὑπ’ αὐτοῦ ἐκτισμένα. καὶ ἔσται τοῦτο φανερὸν τοῖς τὴν ἀλήθειαν καταμανθάνουσιν, ὅτι εἷς θεός
5ἐστιν, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. εἰ δὲ εἷς θεός ἐστιν, ἐξ οὗ τὰ πάντα, οὔτε τι ἀριστερόν ἐστιν ἐν αὐτῷ οὔτε ἐλάττωμα ἕτερον οὔτε τι ὑποβεβηκός, πλὴν τῶν ὑπ’ αὐτοῦ ἐκτισμένων. τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πάντα καλῶς ἐκτισμένα καὶ εἰς σύστασιν ὑπ’ αὐτοῦ ἀφθόνως [εὖ] προεληλυθότα.
10 2. Εἰ δὲ καὶ πάλιν ἐρεῖ ὁ τοιοῦτος ἡμῖν προελθὼν ἕτερος ὄφις, ὅτι τὰ μὲν δεξιὰ καὶ εὐώνυμα ἐκτὸς τοῦ ἑνὸς ὑπάρχει, αὐτὸς δὲ με‐ σαίτατός ἐστιν καὶ ἑαυτῷ μὲν προσάγεται τὰ δεξιὰ καὶ χαίρει τού‐ τοις, δεξιὰ δὲ ταῦτα καλεῖ καὶ φῶς, τὰ δὲ εὐώνυμα ὡς ἀλλότρια αὐτοῦ καὶ ἐπὶ ἀριστερᾷ κείμενα ἀπωθεῖται, λεγέτω μοι πόθεν λαμ‐
15βάνει ταύτην τὴν γεωμετρίαν, ἵνα καλῶς ῥυθμίσῃ ἀμετάστατον δεξιάν τε καὶ εὐώνυμον. παρ’ ἡμῖν γὰρ δεξιὰ εἰκότως ὀνομάζεται ἤτοι ἀριστερὰ ἀπὸ τῶν ἐν τῷ σώματι πεπηγμένων μελῶν, ἐν οἷς οὐδέποτε ἐναλλαγὴ γίνεται. τὰ δὲ ἐκτὸς ἡμῶν δύναται εἶναι ποτὲ μὲν δεξιά, ποτὲ δὲ εὐώνυμα. παντὶ μὲν γὰρ τῷ ὁρῶντι κατὰ ἀνα‐
20τολὴν νότος εἴτ’ οὖν μεσημβρία δεξιὰ κληθήσεται, τὸ κλίμα δὲ τὸ βόρειον ἤτοι ἀρκτῷον ἀριστερόν. τὸ δὲ ἀνάπαλιν ἐπὶ τὰ δυτικὰ μέρη ἀναστραφέντος ἀνθρώπου τινὸς εὑρεθήσεται ἑτερωνύμως τὰ κλί‐ ματα· ὅπερ πρὸ ὥρας δεξιὸν ὑπῆρχεν νότιόν τε καὶ μεσημβρινόν, εἰς ἀριστερὰ αὖθις μεταβαλλόμενον, καὶ τὸ εἰς ἀριστερὰν τοῦ τινος κεκλι‐
25μένον ἀνθρώπου εἴτ’ οὖν ἀρκτῷον εἴτ’ οὖν βόρειον κλίμα, εἰς δεξιὰν αὐτοῦ μεταβαλλόμενον. ποῦ τοίνυν ὁ ἀπατεὼν ἐφηῦρεν ἑαυτῷ τὴν κατὰ θεὸν γεωμετρίαν; καὶ ὦ τῆς τοιαύτης πολλῆς ληρολογίας τῆς τὰ
πάντα συγχεούσης. φάσκει δὲ τὸ Ὑστέρημα μετὰ τοὺς τριάκοντα440 in vol. 1
Haer
.

1

.

441

αἰῶνας γεγενῆσθαι. πόθεν ἄρα τὴν τοῦ Ὑστερήματος φύσιν κατεί‐ ληφας, ὦ οὗτος, ἢ τὴν ἀποστᾶσαν δύναμιν, λέγε; εἰ μὲν γὰρ εὗρες ταύτην ἀπὸ βλαστήματος τῶν ἄνω *, οὐ κτιστὴν ἀλλὰ γεννητήν, (ἐπειδὴ σοί τε καὶ τῷ σου ἐπιστάτῃ οὐκ ἐκτισμένα τὰ κτιστὰ ὁρί‐
5ζεται, ἀλλὰ γεννητὰ καὶ ἀπὸ μετουσίας, ἑκάστης φύσεως παρ’ ἑκά‐ στης λαβούσης, τὰ αὖθις γεννώμενα * ἀναφῦναι), ἄρα γε κατὰ τὸν ἑαυτοῦ λόγον κατὰ σαυτοῦ ὁπλίζῃ. εἰ γὰρ ἀπὸ τῶν ἄνω καὶ ἡ ὑστέρα δύναμις καὶ ἡ ἀποστασία γεγένηται, ἔφυ δὲ ὡς εἰπεῖν καὶ ἐβλά‐ στησεν, μετέχει ἄρα τῶν ἄνω χαρισμάτων, ἐπειδὴ ἐπικοινωνεῖ τῷ
10Πληρώματι ἡ ὑστέρα καὶ τὸ Πλήρωμα τῇ ὑστέρᾳ, καὶ οὐδὲν διενεχ‐ θήσεται τοῦτο πρὸς ἐκεῖνο οὔτε ἐκεῖνο πρὸς τοῦτο, ἑκατέρων κατὰ τὰ τέρματα ἀλλήλοις ἐπικοινωνούντων. καὶ ἐκ παντὸς λόγου διελεγχθήσῃ ἐξ ἐπισπορᾶς δαίμονος ἔχων τὴν τῆς πλάνης σου βό‐ σκησιν, πάντων ἐλεεινῶν ἐλεεινότατε.
15 3. Ἵνα δὲ μὴ παραλείψωμέν τι τῶν παρά τισιν γινομένων τε καὶ λεγομένων, κἄν τε ἐν ἑκάστῃ πολλοὶ εἶεν οἱ ἔξαρχοι καὶ αὐ‐ χοῦντες ἕτερα ἀνθ’ ἑτέρων ὑπὲρ τοὺς αὐτῶν διδασκάλους μυθοποι‐ εῖσθαι, ἔτι ἐπιμενῶ ὑφηγούμενος τοὺς ἐν αὐτῇ τῇ αἱρέσει ὄντας, ἕτερα δὲ παρὰ τούτους λέγοντας, φημὶ δὲ περὶ Ἐπιφάνους τοῦ Ἰσι‐
20δώρου, ἐκ προφάσεως παραινετικῶν ῥημάτων ἑαυτὸν ἔτι εἰς περισ‐ σότερον βυθὸν ταλαιπωρίας καταγαγόντος, τἀληθῆ μὲν εἰπεῖν ἀπὸ
Καρποκράτους τοῦ ἰδίου πατρὸς κατὰ σάρκα εἰληφότος τὰς προφάσεις,441 in vol. 1
Haer
.

1

.

442

συνημμένου δὲ τῇ αἱρέσει τοῦ προειρημένου Σεκούνδου καὶ αὐτοῦ τῶν Σεκουνδιανῶν ὑπάρχοντος. πολλὴ γὰρ ἑκάστου τῶν πεπλανη‐ μένων πρὸς τὸν ἕτερον διαφορὰ καὶ συρφετώδης ὡς εἰπεῖν πολυ‐ μιξία κενοφωνίας. οὗτος γὰρ ὁ Ἐπιφάνης, ὡς ἔφην, υἱὸς ὢν Καρ‐
5ποκράτους, μητρὸς δὲ Ἀλεξανδρείας οὕτω καλουμένης, τούτοις ὡς προεῖπον συνάπτεται· ἀπὸ Κεφαλληνίας μὲν τὸ πρὸς πατρὸς γένος ὤν, ἑπτακαιδεκαετῆ 〈δὲ〉 βιώσας χρόνον θᾶττον τὸν βίον κατέ‐ στρεψεν, τοῦ κυρίου ὥσπερ ἀκάνθας τοὺς φαύλους ἀπαλλάσσοντος, κρεῖττόν τι περὶ τῆς οἰκουμένης προνοοῦντος. μετὰ δὲ τὴν αὐτοῦ
10τελευτὴν οἱ πρὸς αὐτοῦ πεπλανημένοι τῆς ἀπ’ αὐτοῦ πληγῆς οὐκ ἀπέσχοντο. ἐν Σάμῳ γὰρ ὡς θεὸς ἔτι καὶ εἰς δεῦρο τιμᾶται· τέμε‐ νος γὰρ αὐτῷ ἱδρύσαντες οἱ ἐπιχώριοι θυσίας καὶ τελετὰς ἐπιτελοῦσι κατὰ νεομηνίαν, βωμοὺς δὲ αὐτῷ ἔστησαν καὶ μουσεῖον εἰς ὄνομα αὐτοῦ περίπυστον ἀνεστήσαντο, τὸ δὴ Ἐπιφάνους μουσεῖον καλού‐
15μενον. θύουσι γὰρ αὐτῷ οἱ Κεφαλλῆνες εἰς τοσαύτην πλάνην ἐλη‐ λακότες καὶ σπένδουσι καὶ ἐν τῷ ἱδρυμένῳ αὐτοῦ τεμένει εὐωχοῦν‐ ται ὕμνους τε αὐτῷ ᾄδουσι. δι’ ὑπερβολὴν δὲ τῆς ἐκείνου παιδείας, ἐγκυκλίου τε καὶ Πλατωνικῆς, ἡ πᾶσα τοῖς προειρημένοις κατά τε τὴν αἵρεσιν καὶ κατὰ τὴν ἑτέραν πλάνην, λέγω 〈δὲ〉 τὴν εἰς εἰδωλο‐
20μανίαν τοὺς ἐπιχωρίους τρέψασαν, γέγονεν ἀπ’ αὐτοῦ ἀπάτη. συνήπ‐ τετο γοῦν οὗτος ὁ Ἐπιφάνης Σεκούνδῳ καὶ τοῖς ἀμφ’ αὐτόν. τὴν γὰρ
αὐτοῦ ἰοβολίαν ἀπεμάξατο, λέγω 〈δὲ〉 τὴν τῆς ἀδικούσης ἑρπετώδους442 in vol. 1
Haer
.

1

.

443

φθορᾶς περιττολογίαν. 4. Ἰσίδωρον δὲ φάσκουσιν ἐν παραινέσεσι τῆς αὐτοῦ μοχθηρίας αἴτιον γεγενῆσθαι. εἰ δὲ καὶ αὐτὸς τὰ ἴσα φρονῶν καὶ ἐξ αὐτῶν ὁρμώμενος ἐτύγχανεν ἢ ἐκ φιλοσόφων μαθὼν παραινετικός τις καὶ αὐτὸς ὑπῆρχεν, οὐ πάνυ σαφῶς περὶ τοῦ Ἰσιδώ‐
5ρου γνῶναι ἠδυνήθημεν. πλὴν οὗτοι πάντες καττύουσι τὴν ἴσην πραγματείαν. Πρῶτον μὲν οὖν ἐνομοθέτει αὐτὸς ὁ Ἐπιφάνης σὺν τῷ αὐτοῦ πατρί τε καὶ προστάτῃ τῆς αἱρέσεως Καρποκράτει καὶ τοῖς ἀμφ’ αὐτὸν κοινὰς εἶναι τὰς τῶν ἀνθρώπων γυναῖκας, ἔκ τε τῶν Πλά‐
10τωνος Πολιτειῶν τὴν πρόφασιν λαβὼν καὶ τὴν ἰδίαν ἐπιθυμίαν ἐκ‐ τελῶν. ἐντεῦθεν δὲ τὴν ἀρχὴν ποιεῖται λέγων, ὡς ἐν τῷ εὐαγγελίῳ ἐμφέρεται τοῦ σωτῆρος φάσκοντος τρεῖς μὲν εὐνούχους εἶναι, τόν τε ἐξ ἀνθρώπων εὐνουχιζόμενον καὶ τὸν ἐκ γεννητῆς καὶ τὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτὸν ἑκουσίως εὐνουχίσαντα, καί φησιν·
15«οἱ τοίνυν κατὰ ἀνάγκην, οὐ κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς εὐνουχίσαντες, διὰ τὰ ἐκ τοῦ γάμου συμ‐ βαίνοντα, φασί, τὸν ἐπιλογισμὸν 〈τοῦτον λαμβάνουσιν, τὴν περὶ τὸν πορι‐ σμὸν〉 τῶν ἐπιτηδείων ἀσχολίαν δεδιότες. 〈καὶ τῷ〉 «βέλτιον γαμῆσαι ἢ πυροῦσθαι, μὴ εἰς πῦρ ἐμβάλῃς τὴν ψυχήν σου», φησὶ λέγειν τὸν ἀπό‐
20στολον· ἡμέρας καὶ νυκτὸς ἀντέχων καὶ φοβούμενος, μὴ τῆς ἐγκρα‐ τείας ἀποπέσῃς. πρὸς γὰρ τὸ ἀντέχειν γινομένη ψυχὴ μερίζεται τῆς
ἐλπίδος». «ἀντέχου τοίνυν» ὡς ἤδη προεῖπον, τῆς παραινέσεως εἰς443 in vol. 1
Haer
.

1

.

444

μέσον φέρων τὸν λόγον φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς «μαχίμης γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας εὐσυνειδήτως προσεύχου. ὅταν δέ, φησίν, ἡ εὐχαριστία σου εἰς αἴτησιν ὑποπέσῃ καὶ στῇς 〈εἰσ〉 τὸ λοιπόν, οὐ κατορθώσας, [μὴ]
5σφαλῆναι, γάμησον». εἶτα πάλιν φησίν «ἀλλὰ νέος τις ἢ πένης ἐστὶν ἢ κατωφερὴς (τουτέστιν ἀσθενὴς) καὶ οὐ θέλει γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω». αἰσχρὰς δέ τινας ὑπονοίας ἑαυτῷ προσποριζόμενος δραματουργεῖ ὁ τάλας «λεγέτω» 〈γάρ〉 φησιν «ὅτι εἰσε‐ λήλυθα ἐγὼ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν». ἐὰν δὲ ὑπόνοιαν ἔχῃ,
10εἰπάτω· «ἀδελφέ, ἐπίθες μοι χεῖρα, ἵνα μὴ ἁμαρτήσω, καὶ λήψεται βοή‐ θειαν καὶ νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται». εἶτα πάλιν φησίν «ἐνίοτε τῷ μὲν στόματι λέγομεν· οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια ἔγκειται εἰς τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ κόλασις αὐτῷ ἐλλογισθῇ. ἡ δὲ ἀν‐
15θρωπότης ἔχει ἀναγκαῖά τινα καὶ φυσικά, 〈τινὰ δὲ φυσικὰ〉 μόνα· ἔχει τὸ περιβάλλεσθαι [τὸ] ἀναγκαῖον καὶ φυσικόν, φυσικὸν δὲ καὶ τὸ τῶν ἀφρο‐ δισίων, 〈οὐκ〉 ἀναγκαῖον δέ»· 5. «Ταύτας παρεθέμην τὰς φωνάς», 〈φησὶν〉 ὁ κατὰ τούτων γράψας, «εἰς ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς», καὶ Βασιλειδιανῶν καὶ Καρποκρα‐
20τιανῶν καὶ τῶν ἀπὸ Οὐαλεντίνου καὶ τῶν Ἐπιφάνους καλουμένων, ᾧ δὴ συνήφθη Σεκοῦνδος ὁ προτεταγμένος. ἐξ ἀλλήλων γὰρ ἕκαστος,
ἤτοι οὗτος ἐκείνῳ μεταδοὺς ἢ ἐκεῖνος τούτῳ, τὰ δεινὰ ἀπεμπολή‐444 in vol. 1
Haer
.

1

.

445

σαντες καὶ εἴς τι πρὸς ἀλλήλους διαφερόμενοι, ὅμως ἐν μιᾷ αἱρέσει ἑαυτοὺς κατέθεντο, «ὥστε καὶ ἔχειν ἐξουσίαν ἐδογμάτισαν καὶ τοῦ ἁμαρ‐ τάνειν διὰ τὴν τελειότητα, ἦ πάντως γε σωθησομένων φύσει, κἄν τε νυνὶ ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ τὰ αὐτὰ αὐτοῖς πράττειν
5συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων τούτων». «Φασὶ δὲ καὶ οὗτοι ὡς ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκ‐ τεινόμενοι τὴν πρώτην τετράδα οὕτως· ἔστι τις πρὸ πάντων προαρχὴ προανεννόητος, ἄρρητός τε καὶ ἀνονόμαστος, ἣν ἐγὼ Μονότητα καλῶ. ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω Ἑνό‐
10τητα. αὕτη ἡ Ἑνότης ἥ τε Μονότης, τὸ Ἓν οὖσαι, προήκαντο, μὴ προέ‐ μεναι, ἀρχὴν ἐπὶ πάντων νοητήν, ἀγέννητόν τε καὶ ἀόρατον, ἣν ἀρχὴν ὁ λόγος Μονάδα καλεῖ. ταύτῃ τῇ Μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν ὀνομάζω τὸ Ἕν. αὗται αἱ δυνάμεις, ἥ τε Μονότης καὶ Ἑνότης, Μονάς τε καὶ τὸ Ἕν, προήκαντο τὰς λοιπὰς προβολὰς τῶν
15αἰώνων». 6. Εἶτα οἱ καλῶς συγγραψάμενοι τὴν ἀλήθειαν 〈περὶ〉 τούτων ἐν τοῖς σφῶν αὐτῶν συγγράμμασιν ἤλεγξαν 〈αὐτούσ〉, Κλήμης τε, (ὅν φασί τινες Ἀλεξανδρέα, ἕτεροι δὲ Ἀθηναῖον), ἀλλὰ καὶ ὁ ἱερὸς Εἰρη‐ ναῖος καταγελῶν αὐτῶν τὸ τραγικὸν ἐκεῖνο [ὃ] ἐπὶ τοῖς προειρη‐
20μένοις εἰς μέσον φέρων ἧκεν 〈τό〉· «ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ. τὸ445 in vol. 1
Haer
.

1

.

446

τραγικὸν ὡς ἀληθῶς ἐπειπεῖν ἔστιν ἐπὶ τῇ τοιαύτῃ συμφορᾷ τῶν τὰ γελοι‐ ώδη ταῦτα γεγραφότων τῆς τοιαύτης ὀνοματοποιίας καὶ τῇ τοσαύτῃ τόλμῃ, ὡς ἀπερυθριάσας τῷ ψεύσματι αὐτοῦ ὀνόματα τέθεικεν. ἐν γὰρ τῷ λέ‐ γειν «ἔστιν τις προαρχὴ πρὸ πάντων προανεννόητος, ἣν ἐγὼ Μονότητα
5καλῶ», καὶ πάλιν «ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω Ἑνότητα», σαφέστατα ὅτι τε πλάσμα αὐτοῦ ἐστι τὰ εἰρημένα ὡμολόγηκε καὶ ὅτι αὐτὸς ὀνόματα τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα. καὶ σαφές ἐστιν ὅτι αὐτὸς ταῦτα τετόλμηκεν ὀνοματοποιῆσαι, καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτός, οὐκ ἂν ἡ ἀλήθεια εἶχεν
10ὄνομα. οὐδὲν οὖν κωλύει καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως οὕτως ὁρίσασθαι ὀνόματα· εἶτα λοιπὸν εἰς ταῦτα ὁ αὐτὸς μακάριος Εἰρηναῖος, ὥς γε προείπαμεν, γελοιώδη ῥήματα καὶ αὐτὸς † προεῖπεν, ἑτερωνυμίαν ἀφ’ ἑαυτοῦ ὡς ἀντάξια τῆς αὐτῶν ληρῳδίας χαριεντιζό‐ μενος, πεπόνων γένη καὶ σικύων καὶ κολοκυνθῶν ὡς ἐπὶ ὑποκει‐
15μένων τινῶν ἐπιπλασάμενος, † ὡς τοῖς φιλολόγοις σαφὲς ἂν εἴη ἀφ’ ὧν προανέγνωσαν. 7. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον Ὀγδοάδα τού‐ τοις τοῖς ὀνόμασι κεκλήκασι· πρῶτον Προαρχήν, ἔπειτα Ἀνεννόητον, τὴν δὲ τρίτην Ἄρρητον καὶ τὴν τετάρτην Ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης
20Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ πέμπτῳ 〈τόπῳ〉 Ἀρχήν, ἐκ δὲ τῆς [ἀρχῆς τῆς] Ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ τόπῳ Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνονόμαστον, ἐκ δὲ τῆς Ἀοράτου Ἀγέν‐
νητον, Πλήρωμα τῆς πρώτης Ὀγδοάδος. ταύτας βούλονται τὰς δυνάμεις446 in vol. 1
Haer
.

1

.

447

προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς Σιγῆς, ἵνα τελείων τελειότεροι φανῶσιν ὄντες καὶ Γνωστικῶν γνωστικώτεροι· πρὸς οὓς δικαίως ἄν τις ἐπιφωνήσειεν· ὦ ληρολόγοι σοφισταί. καὶ γὰρ περὶ αὐτοῦ τοῦ Βυθοῦ διάφοροι γνῶμαι παρ’ αὐτοῖς. οἱ μὲν γὰρ αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν
5μήτε ὅλως ὄντα τι, ἄλλοι δὲ ἀρρενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφρο‐ δίτου φύσιν αὐτῷ περιάπτοντες. Σιγὴν δὲ πάλιν ἄλλοι συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται πρώτη συζυγία καὶ ἐκ τούτου καὶ ἐκ ταύτης τὰ κατάλοιπα οὕτω δραματουργήσωσι. καὶ πολλή τίς ἐστιν ἐν αὐτοῖς ἡ εἰς ὕπνον βαθὺν τὸν νοῦν αὐτῶν καταφέρουσα ληρολόγος
10ὀνειροπολία. Καὶ τί μοι ἐπὶ τὸ πολὺ κατατρίβεσθαι, πωρατῆς οὔσης τῆς κατ’ αὐτοὺς ὑποθέσεως καὶ τοῦ κατ’ αὐτῶν ἐλέγχου καὶ ἀνατροπῆς ἀπὸ τῶν προειρημένων παντὶ τῷ βουλομένῳ τῆς ζωῆς αὐτοῦ ἔχεσθαι καὶ μὴ ἀπατᾶσθαι κενοῖς μύθοις; ἀλλὰ ταῦτά μοι περὶ τούτων εἰρή‐
15σθω. παρελθὼν δὲ ταύτην ἐπὶ τὰς ἑξῆς 〈βαδιοῦμαι〉, διασκοπήσω〈ν〉 ὁδὸν ἐμαυτῷ ἀσφαλῆ καὶ τρίβον λείαν, ὅπως τὰς τούτων μοχθη‐ ρίας διεξιών τε καὶ ἐλέγχων ἐμαυτόν τε καὶ τοὺς ἀκούοντας ἐν τῇ τοῦ θεοῦ δυνάμει διασώσω διὰ τῆς τοῦ κυρίου ἡμῶν διδασκαλίας καὶ ἀληθινῆς θεωρίας. ὡς μύαγρον 〈οὖν〉 ταύτην τὴν ἔχιδναν, τὴν
20πολλαῖς ἑτέραις ἐχίδναις ἐοικυῖαν, τῷ ὑποδήματι τοῦ εὐαγγελίου
καταπατήσαντες τὰς ἑξῆς διασκοπήσωμεν.447 in vol. 1
Haer
.

1

.

448

Κατὰ Πτολεμαϊτῶν ιγ, τῆς δὲ ἀκολουθίας λγ. 1. Τοὺς περὶ Σεκοῦνδον καὶ τὸν ὀνομασθέντα Ἐπιφάνην, ἐξ Ἰσι‐ δώρου τὴν πρόφασιν εἰς ἑαυτοῦ ὑπόνοιαν ἀπεμπολήσαντα, Πτολε‐ μαῖος διαδέχεται, τῆς μὲν αὐτῆς τῶν καλουμένων Γνωστικῶν ὑπάρ‐
5χων αἱρέσεως καὶ τῶν κατὰ Οὐαλεντῖνον 〈εἷς ὢν〉 σὺν ἑτέροις τισίν, ἕτερα δὲ παρὰ τοὺς αὐτοῦ διδασκάλους ὑποτιθέμενος, οὗ καὶ τὸ ὄνομα αὐχοῦσιν οἱ αὐτῷ πειθόμενοι, Πτολεμαῖοι καλούμενοι. Οὗτος τοίνυν ὁ Πτολεμαῖος καὶ οἱ σὺν αὐτῷ ἔτι ἐμπειρότερος ἡμῖν τῶν ἑαυτοῦ διδασκάλων προελήλυθε, τῇ ἐκείνων ὑφηγήσει προσθή‐
10κης τινὸς ὑπερβολὰς ἐξευρών. δύο γὰρ οὗτος συζύγους τῷ θεῷ τῷ παρ’ αὐτοῖς Βυθῷ καλουμένῳ ἐπενόησέν τε καὶ ἐχαρίσατο· ταύτας δὲ καὶ δια‐ θέσεις ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα. καὶ τὴν μὲν Ἔννοιαν ἀεὶ συνυπάρξασαν αὐτῷ, ἐννοουμένην ἀεὶ τό τι προβαλέσθαι, τὸ δὲ Θέλημα ἐν αὐτῷ ἐπιγινόμενον. πρῶτον γὰρ ἐνενοήθη 〈τι〉 προβαλεῖν,
15εἶτα, φησίν, ἠθέλησεν. διὸ καὶ τῶν δύο διαθέσεων τούτων ἢ καὶ δυνά‐ μεων (δυνάμεις γὰρ αὐτὰς πάλιν καλεῖ), τῆς Ἐννοίας καὶ τῆς Θελή‐ σεως ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ προβολὴ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. οὕστινας τύπους καὶ εἰκόνας τῶν
δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν Θελή‐448 in vol. 1
Haer
.

1

.

449

ματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ 〈ἐπι‐ γενητοῦ〉 Θελήματος ὁ μὲν ἄρρην εἰκὼν γέγονεν, τῆς 〈δὲ〉 ἀγεννήτου Ἐννοίας ὁ [δὲ] θῆλυς [τοῦ Θελήματος]. τὸ Θέλημα τοίνυν δύναμις ἐγέ‐ νετο τῆς Ἐννοίας. ἐνενόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολήν, οὐ μέν‐
5τοι προβαλεῖν αὐτὴ καθ’ ἑαυτὴν ἠδύνατο ἃ ἐνενόει· ὅτε δὲ ἡ τοῦ Θελή‐ ματος δύναμις ἐπεγένετο, τότε ὃ ἐνενόει προέβαλεν. 2. Καὶ φεῦ τῆς τοιαύτης τοῦ ματαιόφρονος ληρῳδίας· τοῦτο γὰρ οὐκ ἂν οὐδὲ ἐπὶ ἀνθρώπου λαμβάνοιτο παρά τινι τῶν ἐχόντων ἐρρωμένην τὴν διάνοιαν, μήτι γε ἐπὶ θεοῦ. δοκεῖ δέ μοι φρονι‐
10μώτερος αὐτοῦ ὑπάρχειν Ὅμηρος ἐν τῷ τὸν Δία φροντίδα παρ’ αὐτῷ ποιούμενον ἀναγράφεσθαι, μεριμνῶντά τε καὶ χαλεπαίνοντα καὶ ἄϋπνον παννύχως διατετελεκότα, τὸ πῶς τοῖς Ἀχαιοῖς ἐπιβουλεύσῃ, τῆς Θέτιδος αὐτὸν ἀξιωσάσης εἰς τὸ δίκην τῖσαι τοὺς τῶν Ἑλλήνων ἐξάρχους τε καὶ αὐτοὺς τοὺς Ἕλληνας διὰ τὴν πρὸς τὸν Ἀχιλλέα ὕβριν.
15οὐδὲν γὰρ οὗτος ὁ Πτολεμαῖος εἰς δόξαν τοῦ παρ’ αὐτοῦ Πατρὸς τῶν ὅλων [τοῦ] καὶ Βυθοῦ καλουμένου εὐλογώτερον τῶν παρὰ Ὁμήρου εἰς τὸν Δία εἰρημένων ἐπενόησεν, ἀλλ’ αὐτὸν κατείληφε μᾶλλον τὸν Δία, ὡς παρὰ Ὁμήρου λαβὼν τὴν ἔννοιαν· μᾶλλον γὰρ τὴν Ὁμηρικὴν κατάλη‐
ψιν περὶ Διὸς καὶ Ἀχαιῶν εἰκότως ἂν φήσειέν 〈τις αὐτὸν ἐσχηκέναι〉,449 in vol. 1
Haer
.

1

.

450

τὴν τοσαύτην αὐτοῦ τόλμαν ἐξεμέσαντα, ἢ 〈τὴν〉 περὶ τοῦ τῶν ὅλων δεσπότου, ὃς ἅμα τῷ ἐννοηθῆναι καὶ ἐπιτετέλεκε τοῦθ’ ὅπερ ἠθέλησεν, καὶ ἅμα τῷ θελῆσαι καὶ ἐννοεῖται τοῦθ’ ὅπερ καὶ ἠθέλησεν, τότε ἐννοού‐ μενος ὅτε θέλει καὶ τότε θέλων ὅτε ἐννοεῖται, ὅλος ἔννοια ὤν, ὅλος
5θέλημα ὤν, ὅλος νοῦς, ὅλος φῶς, ὅλος ὀφθαλμός, ὅλος ἀκοή, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν καὶ οὐδενὸς εἴσω πάθους περιεχόμενος· θεὸς γάρ, καὶ οὐ φροντίζων καὶ ἀπορῶν ὡς ὁ Βυθὸς ἤτοι ὁ Ζεύς, περὶ οὗ λέγοντα Ὅμηρον Πτολεμαῖος περὶ Βυθοῦ λέγων ἐμιμήσατο. εἰς δὲ περισσότερον ἔλεγχον τοῦ ἀπατεῶνος καθεξῆς ὑποτάξας
10παραθήσομαι τὰ ὑπ’ αὐτοῦ φύσει Πτολεμαίου Φλώρᾳ τινὶ γυναικὶ γραφέντα ἐπαγωγά τε καὶ δηλητήρια ῥήματα, (ἵνα μή τις νομίσειεν ἡμᾶς ἐξ ἀκοῆς μόνον τὸν ἀπατεῶνα ἐλέγχειν, μὴ πρότερον ἐντυχόντας τῇ παρ’ αὐτοῦ 〈παρα〉πεποιημένῃ διδασκαλίᾳ· πρὸς γὰρ τοῖς εἰρη‐ μένοις καὶ τὸν νόμον τοῦ θεοῦ τὸν διὰ Μωυσέως βλασφημῶν οὐκ
15αἰσχύνεται), ἃ καὶ ἔστι ταῦτα·
Πτολεμαίου πρὸς Φλώραν. 3. «Τὸν διὰ Μωσέως τεθέντα νόμον, ἀδελφή μου καλὴ Φλώρα, ὅτι μὴ πολλοὶ προκατελάβοντο, μήτε τὸν θέμενον αὐτὸν ἐγνωκότες μήτε τὰς
προστάξεις αὐτοῦ ἀκριβῶς, ἡγοῦμαι καὶ σοὶ εὐσύνοπτον ἔσεσθαι μαθούσῃ450 in vol. 1
Haer
.

1

.

451

τὰς διαφωνούσας γνώμας περὶ αὐτοῦ. οἱ μὲν γὰρ ὑπὸ τοῦ θεοῦ καὶ πατρὸς νενομοθετῆσθαι τοῦτον λέγουσιν, ἕτεροι δὲ τούτοις τὴν ἐναντίαν ὁδὸν τραπέντες ὑπὸ τοῦ ἀντικειμένου φθοροποιοῦ διαβόλου τεθεῖσθαι τοῦτον ἰσχυρίζονται, ὡς καὶ τὴν τοῦ κόσμου προσάπτουσιν αὐτῷ δημιουργίαν,
5πατέρα καὶ ποιητὴν τοῦτον λέγοντες εἶναι τοῦδε τοῦ παντός. 〈πάντως δὲ〉 διέπταισαν οὗτοι, διᾴδοντες ἀλλήλοις καὶ ἑκάτεροι αὐτῶν διαμαρτόντες παρὰ σφίσιν αὐτοῖς τῆς τοῦ προκειμένου ἀληθείας. οὔτε γὰρ ὑπὸ τοῦ τελείου θεοῦ καὶ πατρὸς φαίνεται τοῦτον τεθεῖσθαι (ἑπόμενον γάρ ἐστιν), ἀτελῆ τε ὄντα καὶ τοῦ ὑφ’ ἑτέρου πληρωθῆναι ἐνδεῆ, ἔχοντά τε προστάξεις
10ἀνοικείας τῇ τοῦ τοιούτου θεοῦ φύσει τε καὶ γνώμῃ· οὔτ’ αὖ πάλιν τῇ τοῦ ἀντικειμένου ἀδικίᾳ νόμον προσάπτειν * 〈τὸ〉 ἀδικεῖν 〈ἀν〉αιροῦντα· * τῶν τε ἑξῆς τι μὴ συνορώντων, 〈κατὰ〉 τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα· «οἰκία γὰρ ἢ πόλις μερισθεῖσα ἐφ’ ἑαυτὴν ὅτι μὴ δύναται στῆναι» ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο. ἔτι τε τὴν τοῦ κόσμου δημιουργίαν 〈αὐτοῦ〉 ἰδίαν λέγει
15εἶναι τά τε πάντα δι’ αὐτοῦ γεγονέναι καὶ χωρὶς αὐτοῦ γεγονέναι οὐδὲν ὁ ἀπόστολος, προαποστερήσας τὴν τῶν ψευδηγορούντων ἀνυπόστατον σοφίαν, καὶ οὐ φθοροποιοῦ θεοῦ, ἀλλὰ δικαίου καὶ μισοπονήρου· ἀπρονοήτων δέ ἐστιν ἀνθρώπων 〈τοῦτο〉, τῆς προνοίας τοῦ δημιουργοῦ μὴ αἰτίαν λαμβανο‐ μένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὄμμα, ἀλλὰ καὶ τὸ τοῦ σώματος
20πεπηρωμένων.451 in vol. 1
Haer
.

1

.

452

οὗτοι μὲν οὖν ὡς διημαρτήκασι τῆς ἀληθείας δῆλόν σοί ἐστιν ἐκ τῶν εἰρημένων. πεπόνθασι δὲ τοῦτο ἰδίως ἑκάτεροι αὐτῶν, οἱ μὲν διὰ τὸ ἀγνοεῖν τὸν τῆς δικαιοσύνης θεόν, οἱ δὲ διὰ τὸ ἀγνοεῖν τὸν τῶν ὅλων πατέρα, ὃν μόνος ἐλθὼν ὁ μόνος εἰδὼς ἐφανέρωσε. περιλείπεται δὲ ἡμῖν
5ἀξιωθεῖσί γε τῆς ἀμφοτέρων τούτων 〈γνώσεωσ〉 ἐκφῆναί σοι καὶ ἀκρι‐ βῶσαι αὐτόν τε τὸν νόμον, ποταπός τις εἴη, καὶ τὸν ὑφ’ οὗ τέθειται, τὸν νομοθέτην, 〈τῶν〉 ῥηθησομένων ἡμῖν τὰς ἀποδείξεις ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν λόγων παριστῶντες, δι’ ὧν μόνον ἔστιν ἀπταίστως ἐπὶ τὴν κατάληψιν τῶν ὄντων ὁδηγεῖσθαι.
10 4. Πρῶτον οὖν μαθητέον ὅτι ὁ σύμπας ἐκεῖνος νόμος ὁ ἐμπεριεχό‐ μενος τῇ Μωσέως πεντατεύχῳ οὐ πρὸς ἑνός τινος νενομοθέτηται, λέγω δὴ οὐχ ὑπὸ μόνου θεοῦ, ἀλλ’ εἰσί τινες αὐτοῦ προστάξεις καὶ ὑπ’ ἀνθρώπων τεθεῖσαι. καὶ τριχῆ τοῦτον διαιρεῖσθαι οἱ τοῦ σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς. εἴς τε γὰρ αὐτὸν τὸν θεὸν καὶ τὴν τούτου νομοθεσίαν διαιρεῖται,
15〈διαιρεῖται〉 δὲ καὶ εἰς τὸν Μωσέα (οὐ καθὰ δι’ αὐτοῦ νομοθετεῖ ὁ θεός, ἀλλὰ καθὰ ἀπὸ τῆς ἰδίας ἐννοίας ὁρμώμενος καὶ ὁ Μωσῆς ἐνομοθέτησέ τινα) καὶ εἰς τοὺς πρεσβυτέρους τοῦ λαοῦ διαιρεῖται, 〈οἳ〉 καὶ αὐτοὶ εὑρίσκονται ἐντολάς τινας ἐνθέντες ἰδίας. πῶς οὖν τοῦτο οὕτως ἔχον ἐκ τῶν τοῦ σωτῆρος δείκνυται λόγων, μάθοις δἂν ἤδη. διαλεγόμενός
20που ὁ σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι νενομοθέτητο, ἔφη αὐτοῖς ὅτι «Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν τὸ ἀπολύειν τὴν γυναῖκα αὐτοῦ. ἀπ’ ἀρχῆς γὰρ οὐ γέγονεν οὕτως. θεὸς γάρ, φησί, συνέζευξε ταύτην τὴν συζυγίαν, καὶ ὃ συνέζευξεν ὁ κύριος, ἄνθρωπος, ἔφη, μὴ χωριζέτω». ἐνταῦθα ἕτερον
25μὲν 〈τὸν〉 τοῦ θεοῦ δείκνυσι νόμον, τὸν κωλύοντα χωρίζεσθαι γυναῖκα ἀπὸ ἀνδρὸς αὐτῆς, ἕτερον δὲ τὸν τοῦ Μωσέως, τὸν διὰ τὴν σκληροκαρδίαν ἐπι‐ τρέποντα χωρίζεσθαι τοῦτο τὸ ζεῦγος. καὶ δὴ κατὰ τοῦτο ἐναντία τῷ
θεῷ νομοθετεῖ ὁ Μωσῆς· ἐναντίον γάρ ἐστι τῷ μὴ * διαζευγνύναι. ἐὰν452 in vol. 1
Haer
.

1

.

453

μέντοι καὶ τὴν τοῦ Μωσέως γνώμην, καθ’ ἣν τοῦτο ἐνομοθέτησεν, ἐξετά‐ σωμεν, εὑρεθήσεται τοῦτο οὐ κατὰ προαίρεσιν ποιήσας τὴν ἑαυτοῦ, ἀλλὰ κατὰ ἀνάγκην διὰ τὴν τῶν νενομοθετημένων ἀσθένειαν. ἐπεὶ γὰρ τὴν τοῦ θεοῦ γνώμην φυλάττειν οὐκ ἠδύναντο οὗτοι, ἐν τῷ μὴ ἐξεῖναι αὐτοῖς
5ἐκβάλλειν τὰς γυναῖκας αὐτῶν, αἷς τινὲς αὐτῶν ἀηδῶς συνῴκουν καὶ ἐκιν‐ δύνευον ἐκ τούτου ἐκτρέπεσθαι πλέον εἰς ἀδικίαν καὶ ἐκ ταύτης εἰς ἀπώ‐ λειαν, τὸ ἀηδὲς τοῦτο βουλόμενος ἐκκόψαι αὐτῶν ὁ Μωσῆς, δι’ οὗ καὶ ἀπόλλεσθαι ἐκινδύνευον, δεύτερόν τινα, ὡς κατὰ περίστασιν ἧττον κακὸν ἀντὶ μείζονος ἀντικαταλλασσόμενος, τὸν τοῦ ἀποστασίου νόμον ἀφ’ ἑαυτοῦ
10ἐνομοθέτησεν αὐτοῖς, ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυλάσσειν, κἂν τοῦτόν γε φυλάξωσι καὶ μὴ εἰς ἀδικίας καὶ κακίας ἐκτραπῶσι, δι’ ὧν ἀπώλεια αὐτοῖς ἔμελλεν τελειοτάτη ἐπακολουθήσειν. αὕτη μὲν ἡ τούτου γνώμη, καθ’ ἣν ἀντινομοθετῶν εὑρίσκεται τῷ θεῷ· πλὴν ὅτι γε Μωσέως αὐτοῦ δείκνυται ἐνταῦθα ἕτερος ὢν παρὰ τὸν τοῦ θεοῦ νόμον, ἀναμφισβήτητόν
15ἐστι, κἂν δι’ ἑνὸς τανῦν ὦμεν δεδειχότες. ὅτι δὲ καὶ τῶν πρεσβυτέρων εἰσίν τινες συμπεπλεγμέναι παραδόσεις ἐν τῷ νόμῳ, δηλοῖ καὶ τοῦτο ὁ σωτήρ. «ὁ γὰρ θεός» φησίν «εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται. ὑμεῖς δέ, φησίν, εἰρήκατε, τοῖς πρεσβυτέροις λέγων· δῶρον τῷ θεῷ ὃ ἐὰν ὠφεληθῇς
20ἐξ ἐμοῦ, καὶ ἠκυρώσατε τὸν νόμον τοῦ θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν τῶν πρεσβυτέρων. τοῦτο δὲ Ἠσαΐας ἐξεφώνησεν εἰπών· ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων». σαφῶς οὖν ἐκ τούτων εἰς τρία διαιρούμενος ὁ σύμπας ἐκεῖνος δείκνυται νόμος·
25Μωσέως τε γὰρ αὐτοῦ καὶ τῶν πρεσβυτέρων καὶ αὐτοῦ τοῦ θεοῦ εὕρομεν νομοθεσίαν ἐν αὐτῷ. αὕτη μὲν οὖν ἡ διαίρεσις τοῦ σύμπαντος ἐκείνου νόμου ὧδε ἡμῖν διαιρεθεῖσα τὸ ἐν αὐτῷ ἀληθὲς ἀναπέφαγκεν. 5. Πάλιν δὲ δὴ τὸ ἓν μέρος, ὁ αὐτοῦ τοῦ θεοῦ νόμος, διαιρεῖται εἰς τρία τινά· εἴς τε τὴν καθαρὰν νομοθεσίαν τὴν ἀσύμπλοκον τῷ κακῷ, ὃς
30καὶ κυρίως νόμος λέγεται, ὃν οὐκ ἦλθε καταλῦσαι ὁ σωτὴρ ἀλλὰ πληρῶσαι453 in vol. 1
Haer
.

1

.

454

(οὐ γὰρ ἦν ἀλλότριος αὐτοῦ ὃν ἐπλήρωσεν, 〈ἔδει δὲ πληρώσεωσ〉· οὐ γὰρ εἶχεν τὸ τέλειον) καὶ εἰς τὸν συμπεπλεγμένον τῷ χείρονι καὶ τῇ ἀδικίᾳ, ὃν ἀνεῖλεν ὁ σωτὴρ ἀνοίκειον ὄντα τῇ ἑαυτοῦ φύσει· διαιρεῖται δὲ καὶ εἰς τὸ τυπικὸν καὶ συμβολικὸν τὸ κατ’ εἰκόνα τῶν πνευματικῶν καὶ διαφε‐
5ρόντων νομοθετηθέν· ὃ μετέθηκεν ὁ σωτὴρ ἀπὸ αἰσθητοῦ καὶ φαινομένου ἐπὶ τὸ πνευματικὸν καὶ ἀόρατον. καὶ ἔστι μὲν ὁ τοῦ θεοῦ νόμος, ὁ καθαρὸς καὶ ἀσύμπλοκος τῷ χείρονι, αὐτὴ ἡ δεκάλογος, οἱ δέκα λόγοι ἐκεῖνοι οἱ ἐν ταῖς δυσὶ πλαξὶ δεδιχασμένοι, εἴς τε ἀναίρεσιν τῶν ἀφεκτέων καὶ εἰς πρόσταξιν τῶν ποιη‐
10τέων, οἳ καίπερ καθαρὰν ἔχοντες τὴν νομοθεσίαν, μὴ ἔχοντες δὲ τὸ τέλειον, ἐδέοντο τῆς παρὰ τοῦ σωτῆρος πληρώσεως. ὁ δέ [ἐστι] συμπεπλεγμένος τῇ ἀδικίᾳ, οὗτος ὁ κατὰ τὴν ἄμυναν καὶ ἀνταπόδοσιν τῶν προαδικησάντων κείμενος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτεσθαι κελεύων καὶ φόνον ἀντὶ φόνου ἀμύνασθαι·
15οὐδὲν γὰρ ἧττον καὶ ὁ δεύτερος ἀδικῶν ἀδικεῖ, τῇ τάξει μόνον διαλλάσσων τὸ αὐτὸ ἐργαζόμενος ἔργον. τοῦτο δὲ τὸ πρόσταγμα δίκαιον μὲν ἄλλως καὶ ἦν καὶ ἔστι, διὰ τὴν ἀσθένειαν τῶν νομοθετηθέντων ἐν παρεκβάσει τοῦ καθαροῦ νόμου τεθέν, ἀνοίκειον δὲ τῇ τοῦ πατρὸς τῶν ὅλων φύσει τε καὶ ἀγαθότητι. ἴσως δὲ τοῦτο κατάλληλον, ἐπάναγκες δὲ μᾶλλον· ὁ
20γὰρ καὶ τὸν ἕνα φόνον οὐ βουλόμενος ἔσεσθαι ἐν τῷ λέγειν «οὐ φονεύσεις», προστάξας τὸν φονέα ἀντιφονεύεσθαι, δεύτερον νόμον νομοθετῶν καὶ δυσὶ φόνοις βραβεύων ὁ τὸν ἕνα ἀπαγορεύσας ἔλαθεν ἑαυτὸν ὑπ’ ἀνάγκης κλαπείς. διὸ δὴ ὁ ἀπ’ ἐκείνου παραγενόμενος υἱὸς τοῦτο τὸ μέρος τοῦ νόμου ἀνῄρηκεν, ὁμολογήσας καὶ αὐτὸ εἶναι τοῦ θεοῦ, 〈ὥσπερ〉 ἔν τε
25τοῖς ἄλλοις † καταριθμεῖται τῇ παλαιᾷ αἱρέσει καὶ ἐν οἷς ἔφη «ὁ θεὸς
εἰπών· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω».454 in vol. 1
Haer
.

1

.

455

τὸ δέ ἐστι μέρος αὐτοῦ τυπικόν, τὸ κατ’ εἰκόνα τῶν πνευματικῶν καὶ διαφερόντων κείμενον, τὰ ἐν προσφοραῖς λέγω καὶ περιτομῇ καὶ σαββάτῳ καὶ νηστείᾳ καὶ πάσχα καὶ ἀζύμοις καὶ τοῖς τοιούτοις νομοθετη‐ θέντα. πάντα γὰρ ταῦτα, εἰκόνες καὶ σύμβολα ὄντα, τῆς ἀληθείας
5φανερωθείσης μετετέθη· κατὰ μὲν τὸ φαινόμενον καὶ 〈τὸ〉 σωματικῶς ἐκτε‐ λεῖσθαι ἀνῃρέθη, κατὰ δὲ τὸ πνευματικὸν ἀνελήφθη, τῶν μὲν ὀνομάτων τῶν αὐτῶν μενόντων, ἐνηλλαγμένων δὲ τῶν πραγμάτων. καὶ γὰρ προσφορὰς προσφέρειν προσέταξεν ἡμῖν ὁ σωτήρ, ἀλλ’ οὐχὶ τὰς δι’ ἀλόγων ζῴων ἢ τούτων τῶν θυμιαμάτων, ἀλλὰ διὰ πνευματικῶν αἴνων καὶ δοξῶν καὶ
10εὐχαριστίας καὶ διὰ τῆς εἰς τοὺς πλησίον κοινωνίας καὶ εὐποιίας. καὶ περιτομὴν περιτετμῆσθαι ἡμᾶς βούλεται, ἀλλ’ οὐχὶ τῆς ἀκροβυστίας τῆς σωματικῆς, ἀλλὰ καρδίας τῆς πνευματικῆς. καὶ τὸ σάββατον 〈δὲ〉 φυλάσσειν· ἀργεῖν γὰρ θέλει ἡμᾶς ἀπὸ τῶν ἔργων τῶν πονηρῶν. καὶ νηστεύειν δέ· ἀλλὰ οὐχὶ τὴν σωματικὴν βούλεται νηστείαν ἡμᾶς νηστεύειν, ἀλλὰ τὴν
15πνευματικήν, ἐν ᾗ ἐστιν ἀποχὴ πάντων τῶν φαύλων. φυλάσσεται μέντοι γε καὶ παρὰ τοῖς ἡμετέροις ἡ κατὰ τὸ φαινόμενον νηστεία, ἐπεὶ καὶ ψυχῇ τι συμβάλλεσθαι δύναται αὕτη μετὰ λόγου γινομένη, ὁπότε μηδὲ διὰ τὴν πρός τινας μίμησιν γίνεται μήτε διὰ τὸ ἔθος μήτε διὰ τὴν ἡμέραν, ὡς ὡρισμένης 〈εἰσ〉 τοῦτο ἡμέρας. ἅμα δὲ καὶ εἰς ἀνάμνησιν τῆς ἀληθινῆς
20νηστείας, ἵνα οἱ μηδέπω ἐκείνην δυνάμενοι νηστεύειν ἀπὸ τῆς κατὰ τὸ φαινόμενον νηστείας ἔχωσι τὴν ἀνάμνησιν αὐτῆς. καὶ τὸ πάσχα δὲ ὁμοίως καὶ τὰ ἄζυμα, ὅτι εἰκόνες ἦσαν, δηλοῖ καὶ Παῦλος ὁ ἀπόστολος «τὸ δὲ πάσχα ἡμῶν, λέγων, ἐτύθη Χριστός», καί «ἵνα ἦτε, φησίν, ἄζυμοι, μὴ μετέχοντες ζύμης (ζύμην δὲ νῦν τὴν κακίαν λέγει), ἀλλ’ ἦτε νέον φύραμα».
25 6. Οὕτως γοῦν καὶ αὐτὸς ὁ τοῦ θεοῦ εἶναι νόμος ὁμολογούμενος εἰς τρία διαιρεῖται, εἴς τε τὸ πληρούμενον ἀπὸ τοῦ σωτῆρος (τὸ γάρ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις» ἐν τῷ μηδ’ ὀργισθῆναι μηδὲ ἐπιθυμῆσαι μηδὲ ὀμόσαι περιείληπται)· διαιρεῖται δὲ καὶ εἰς τὸ ἀναιρού‐ μενον τελείως. τὸ γάρ «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος»
30συμπεπλεγμένον τῇ ἀδικίᾳ καὶ αὐτὸ ἔργον τῆς ἀδικίας ἔχον, ἀνῃρέθη ὑπὸ τοῦ σωτῆρος διὰ τῶν ἐναντίων. τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά·
«ἐγὼ γὰρ λέγω ὑμῖν μὴ ἀντιστῆναι ὅλως τῷ πονηρῷ, ἀλλὰ ἐάν τίς σε455 in vol. 1
Haer
.

1

.

456

ῥαπίσῃ, στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα». διαιρεῖται δὲ καὶ εἰς τὸ μετατεθὲν καὶ ἐναλλαγὲν ἀπὸ τοῦ σωματικοῦ ἐπὶ τὸ πνευματικόν, τὸ συμβολικὸν τοῦτο 〈τὸ〉 κατ’ εἰκόνα τῶν διαφερόντων νενομοθετημένον. αἱ γὰρ εἰκόνες καὶ τὰ σύμβολα παραστατικὰ ὄντα ἑτέρων πραγμάτων καλῶς
5ἐγίνοντο μέχρι μὴ παρῆν ἡ ἀλήθεια· παρούσης δὲ τῆς ἀληθείας τὰ τῆς ἀληθείας δεῖ ποιεῖν, οὐ τὰ τῆς εἰκόνος. ταῦτα δὲ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ὁ ἀπόστολος Παῦλος ἔδειξε, τὸ μὲν τῶν εἰκόνων, ὡς ἤδη εἴπομεν, διὰ τοῦ πάσχα καὶ τῶν ἀζύμων δείξας δι’ ἡμᾶς, τὸ δὲ τοῦ συμπεπλεγμένου νόμου τῇ ἀδικίᾳ, εἰπών «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατηργῆσθαι»,
10τὸ δὲ τοῦ ἀσυμπλόκου τῷ χείρονι, «ὁ μὲν νόμος» εἰπών «ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». 7. Ὡς μὲν οὖν συντόμως ἔστιν εἰπεῖν, αὐτάρκως οἶμαί σοι δεδεῖχθαι καὶ τὴν ἐξ ἀνθρώπων παρεισδύσασαν νομοθεσίαν καὶ αὐτὸν τὸν τοῦ θεοῦ νόμον τριχῆ διαιρούμενον. περιλείπεται δὲ ἡμῖν τίς ποτέ ἐστιν οὗτος ὁ
15θεὸς ὁ τὸν νόμον θέμενος. ἀλλὰ καὶ τοῦτο ἡγοῦμαί σοι δεδεῖχθαι ἐπὶ τῶν προειρημένων, εἰ ἐπιμελῶς ἀκήκοας. εἰ γὰρ μήτε ὑπ’ αὐτοῦ τοῦ τελείου θεοῦ τέθειται οὗτος, ὡς ἐδιδάξαμεν, μήτε μὴν ὑπὸ τοῦ διαβόλου, ὃ μηδὲ θεμιτόν ἐστιν εἰπεῖν, ἕτερός τίς ἐστι παρὰ τούτους οὗτος ὁ θέμενος τὸν νόμον. οὗτος δὲ δημιουργὸς καὶ ποιητὴς τοῦδε τοῦ παντός ἐστι
20κόσμου καὶ τῶν ἐν αὐτῷ· ἕτερος ὢν παρὰ τὰς τούτων οὐσίας μέσος 〈τε〉 τούτων καθεστώς, ἐνδίκως καὶ τὸ τῆς μεσότητος ὄνομα ἀποφέροιτο ἄν. καὶ εἰ ὁ τέλειος θεὸς ἀγαθός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ ἔστιν (ἕνα γὰρ μόνον εἶναι ἀγαθὸν θεὸν τὸν ἑαυτοῦ πατέρα ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο, ὃν αὐτὸς ἐφανέρωσεν), ἔστι δὲ καὶ ὁ τῆς τοῦ ἀντικει‐
25μένου φύσεως κακός τε καὶ πονηρὸς ἐν ἀδικίᾳ χαρακτηριζόμενος, τούτων δὲ οὖν μέσος καθεστὼς καὶ μήτε ἀγαθὸς ὢν μήτε μὴν κακὸς μήτε ἄδικος, ἰδίως γε λεχθείη ἂν δίκαιος, τῆς κατ’ αὐτὸν δικαιοσύνης ὢν βραβευτής. καὶ ἔσται μὲν καταδεέστερος τοῦ τελείου θεοῦ καὶ τῆς ἐκείνου δικαιοσύνης
ἐλάττων οὗτος ὁ θεός, ἅτε δὴ καὶ γεννητὸς ὢν καὶ οὐκ ἀγέννητος (εἷς456 in vol. 1
Haer
.

1

.

457

γάρ ἐστιν ἀγέννητος ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, ἰδίως τῶν πάντων ἠρτη‐ μένων ἀπ’ αὐτοῦ), μείζων δὲ καὶ κυριώτερος τοῦ ἀντικειμένου γενήσεται καὶ ἑτέρας οὐσίας τε καὶ φύσεως πεφυκὼς παρὰ τὴν ἑκατέρων τούτων οὐσίαν. τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν ἡ οὐσία φθορά τε καὶ σκότος
5(ὑλικὸς γὰρ οὗτος καὶ πολυσχιδής), τοῦ δὲ πατρὸς τῶν ὅλων τοῦ ἀγεννήτου ἡ οὐσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτοόν, ἁπλοῦν τε καὶ μονοειδές· ἡ δὲ τούτου οὐσία διττὴν μέν τινα δύναμιν προήγαγεν, αὐτὸς δὲ τοῦ κρείττονός ἐστιν εἰκών. μηδέ σε τανῦν τοῦτο θορυβείτω, θέλουσαν μαθεῖν πῶς ἀπὸ μιᾶς ἀρχῆς τῶν ὅλων, 〈ἁπλῆσ〉 οὔσης τε καὶ ὁμολογου‐
10μένης ἡμῖν καὶ πεπιστευμένης, τῆς ἀγεννήτου καὶ ἀφθάρτου καὶ ἀγαθῆς, συνέστησαν καὶ αὗται αἱ φύσεις, ἥ τε τῆς φθορᾶς καὶ 〈ἡ〉 τῆς μεσότητος, ἀνομοούσιοι αὗται καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτῷ καὶ ὁμοούσια γεννᾶν τε καὶ προφέρειν. μαθήσῃ γάρ, θεοῦ διδόντος, ἑξῆς καὶ τὴν τούτων ἀρχήν τε καὶ γέννησιν, ἀξιουμένη τῆς ἀποστολικῆς παρα‐
15δόσεως, ἣν ἐκ διαδοχῆς καὶ ἡμεῖς παρειλήφαμεν μετὰ καὶ τοῦ κανονίσαι πάντας τοὺς λόγους τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ. ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι’ ὀλίγων εἰρημένα οὐκ ἠτόνησα καὶ τὸ τῆς συντομίας προέγραψα ἅμα τε τὸ προκείμενον ἀποχρώντως ἐξέφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς τὰ μέγιστά σοι συμβαλεῖται, ἐάν γε ὡς καλὴ
20γῆ καὶ ἀγαθὴ γονίμων σπερμάτων τυχοῦσα τὸν δι’ αὐτῶν καρπὸν ἀνα‐ δείξῃς.»
Πτολεμαίου πρὸς Φλώραν ἐπληρώθη. 8. Τίς δὲ τούτων τῶν ῥημάτων καὶ τῆς τοῦ γόητος τούτου καὶ
[τῆς] τῶν σὺν αὐτῷ ἀνέξεται φρενοβλαβείας, Πτολεμαίου δέ φημι καὶ457 in vol. 1
Haer
.

1

.

458

τῶν ἀμφ’ αὐτόν, εἰς τοσοῦτον κυκώντων καὶ καττυόντων πλά‐ σματα; οὔτε γὰρ τῶν παλαιῶν τραγῳδοποιῶν τις οὔτε οἱ καθεξῆς μιμηλοὶ τὸν τρόπον, οἱ περὶ Φιλιστίωνα λέγω καὶ Διογένη τὸν τὰ ἄπιστα γράψαντα ἢ οἱ ἄλλοι πάντες οἱ τοὺς μύθους ἀναγεγραφότες
5καὶ ῥαψῳδήσαντες, τοσοῦτον ψεῦδος ἠδυνήθησαν ἐκτυπῶσαι, ὡς οὗτοι τολμηρῶς φερόμενοι κατὰ τῆς ἑαυτῶν ζωῆς δεινὰ ἑαυτοῖς κατεσκεύασαν καὶ τὸν νοῦν τῶν πειθομένων αὐτοῖς ἀνθρώπων εἰς μωρὰς ζητήσεις περιέβαλον καὶ γενεαλογίας ἀπεράντους, αὐτοὶ τὰ ἐν χερσὶ μὴ ἐπιστάμενοι καὶ τὰ ἐπουράνια ἐπαγγελλόμενοι μέτροις τισὶν
10ὁροθετεῖν καί τινων μαιωτικῶν μητρῶν ὡς ἐπουρανίων, τῶν οὐκ οὐσῶν ὡς ὑπαρχουσῶν ἐπιστήμας ἀναδεχόμενοι. ἀκούσας δέ τις παρὰ τούτων, εἰ μὲν τῶν ἀφρονεστάτων εἴη, τῷ ψεύδει νομίζων τι παρ’ αὐτοῖς μετάρσιον ἐγνωκέναι ῥᾳδίως ὑπαχθήσεται («ὅτι πᾶν ὄρνεον κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ κολληθήσεται ἀνήρ»,
15φησὶν ἡ γραφή)· εἰ δέ τις περιτύχοι αὐτοῖς τῶν συνετῶν καὶ τὸν εὔλογον λογισμὸν κεκτημένων, καταγελάσει μὲν τῆς τοσαύτης ληρῳ‐ δίας, ἀπ’ αὐτῆς δὲ τῆς ὑποθέσεως τῶν παρ’ αὐτοῖς λεγομένων τὴν ἀνατροπὴν εἴσεται. ἐλέγχονται γὰρ οὗτοι παντάπασι, καθ’ ἑαυτῶν ὁπλιζόμενοι τὰ ψεύδη τῆς αὐτῶν ματαιοπονίας.
20 πόθεν γὰρ ὑμῖν, ὦ οὗτοι Πτολεμαῖοί τε καὶ Πτολεμαῖαι, τοῦ Βυθοῦ τὰ μέτρα καὶ αἱ μαιώσεις τῶν τοκετῶν καὶ γεννητικῶν ὑπο‐ θέσεων ἡ γνῶσις; ὡς γὰρ παρόντες καὶ τῶν ἐπουρανίων τὰς φύσεις θεασάμενοι καὶ ὡς αὐτοῦ προόντες τοῦ παρ’ ὑμῖν Βυθοῦ καλουμένου, ἐπαγγέλλεσθε τὴν εἴδησιν ἡμῖν ὑποδεικνύναι, οὐδενὸς
25πώποτε τῶν προφητῶν τοῦτο εἰρηκότος, οὐκ αὐτοῦ Μωυσέως οὐ τῶν πρὸ αὐτοῦ οὐ τῶν μετ’ αὐτὸν οὐ τῶν εὐαγγελιστῶν οὐ τῶν ἀποστόλων, εἰ μὴ ἄρα τὰ ἐθνόμυθα ποιήματα εἴποις τῶν περὶ Ὀρφέα τε καὶ Ἡσίοδον καὶ Ἱκέσιον καὶ Στησίχορον, παρ’ οἷς αἱ τῶν ἀνθρώπων γενεαὶ μετεποιήθησαν εἰς θεῶν ἐπωνυμίας καὶ τὰ ἐν
30ἀνθρώποις τετελεσμένα ποιητικῶς ἐδραματουργήθη. κἀκεῖνοι γὰρ458 in vol. 1
Haer
.

1

.

459

οὕτως ἐνόμισαν, ἐκθειάσαντές 〈τε〉 τοὺς περὶ Δία καὶ Ῥέαν καὶ Ἥραν καὶ Ἀθηνᾶν καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην καὶ τὰς τούτων κακίας γονὰς τιμήσαντες, εἰς φαντασίαν πολυθεΐας καὶ εἰδωλολατρείας τὸν κόσμον ἐνέβαλον. ἀλλὰ οὐκέτι μοι πολλή τις χρεία γενήσεται εἰς
5τὴν σοῦ, ὦ Πτολεμαῖε, ἀνατροπήν τε καὶ ἔλεγχον καὶ τῶν κατὰ σέ, ἤδη τῶν σῶν προπατόρων τὸν ἔλεγχον ἱκανῶς εἰληφότων. διὰ δὲ τῶν προειρημένων τὴν κατὰ σοῦ αἰσχύνην συστησάμενος διέξειμι τὴν τῶν ἑτέρων πλάνην, θεὸν ἐπικαλούμενος ἐπίκουρον τῆς ἡμῶν μετριότητος, ὅπως τὴν παρ’ ἑκάστῳ ἔθνει κακῶς ἐπινενοημένην
10ὑπόθεσιν φωράσω τε καὶ θριαμβεύσω, ἐπὶ τῇ ἐπαγγελίᾳ τῆς σπουδῆς παρὰ θεοῦ αἰτούμενος τὴν χάριν. 9. Ἵνα δὲ μὴ ἀβασάνιστα ᾖ τὰ τρία σου λεξείδια, ἃ δὴ πρὸς Φλώραν τὸ γύναιον ἐπιστέλλων ἐκομπάσω, 〈ὦ〉 Πτολεμαῖε (ἀεὶ γὰρ αἱ ὀφιώδεις διδασκαλίαι γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀπατῶσι,
15κατὰ τὸν τοῦ ἀποστόλου λόγον), [καὶ] αὐτὰς δὴ τὰς λέξεις καιρίως ἐνταῦθα παραθέμενος, καὶ τὴν αὐτῶν ἀνατροπήν, ἀναγκαίαν οὖσαν εἰς τὸ μὴ καταλειφθῆναι ῥίζαν τῆς ζιζανιώδους σου σπορᾶς, ἑξῆς ἀκολούθως ποιήσομαι. Φάσκεις γάρ, ὦ οὗτος, τὸν νόμον τριχῆ διῃρῆσθαι καὶ τὸ μὲν
20ἔχειν τι ἐκ τοῦ θεοῦ, τὸ δὲ ἐκ Μωυσέως, τὸ δὲ ἐκ τῶν πρεσβυτέρων. καὶ ὅτι μὲν 〈ὅπερ〉 ἐκ τῶν πρεσβυτέρων οἴει γεγραμμένον οὐκ ἔχεις που ἀποδεῖξαι, τοῦτό ἐστι δῆλον. οὐδαμοῦ γὰρ ἐν νόμῳ ἐμφέρονται αἱ τῶν πρεσβυτέρων παραδόσεις. ἀλλὰ ἀγνοῶν καὶ τὰς βίβλους καὶ τὴν ἀλήθειαν φαντάζῃ συκοφαντῶν καὶ τὰς ἀκολουθίας † ἀγνοῶν
25ἑκάστης ἀκριβοῦς εἰδήσεως. αἱ γὰρ παραδόσεις τῶν πρεσβυτέρων δευτερώσεις παρὰ τοῖς Ἰουδαίοις λέγονται. εἰσὶ δὲ αὗται τέσσαρες· μία μὲν ἡ εἰς ὄνομα Μωυσέως φερομένη, δευτέρα δὲ ἡ τοῦ καλου‐
μένου Ῥαββὶ Ἀκίβα, τρίτη Ἀδδᾶ ἤτοι Ἰούδα, τετάρτη τῶν υἱῶν459 in vol. 1
Haer
.

1

.

460

Ἀσαμωναίου. ἐπεὶ ποῦ ἔχεις, φιλόνεικε καὶ ἀκατάστατε τὴν γνώμην, δεῖξαι ἐν ταῖς πέντε βίβλοις τῆς πεντατεύχου καὶ θεοῦ νομοθεσίας ὅτι ἐρρήθη ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «〈ὃσ〉 ἐρεῖ τῷ πατρὶ αὐτοῦ κορβὰν ὅ ἐστι δῶρον, οὐκ ὠφεληθήσεταί τι ἐξ αὐτοῦ»; ἀλλὰ
5οὐκ ἔχεις δεῖξαι. ἄρα γοῦν ἐξέπεσέ σου ὁ λόγος, τοῦ ῥήματος οὐδαμοῦ ἐν τῇ πεντατεύχῳ ἐμφερομένου. καὶ μάτην τὴν ὑπὸ σοῦ ἠπατημένην Φλώραν ἐφάντασας τὰ δὲ ὑπὸ Μωυσέως * οὐκ ἐκτὸς τοῦ θεοῦ καὶ αὐτὰ ἐνομοθετήθη, ἀλλὰ ἐκ τοῦ θεοῦ διὰ Μωυσέως, ὃ καὶ ἐξ αὐτῆς τῆς τοῦ σωτῆρος ἐπικρίσεως δείκνυται. αὐτὰς γὰρ ἃς παρή‐
10γαγες μαρτυρίας κατὰ σαυτοῦ ἐπισυνήγαγες. φάσκει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «Μωυσῆς ἔγραψεν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν»· ὃ δὲ ἔγραψε Μωυσῆς οὐκ ἐκτὸς βουλήσεως θεοῦ ἔγραψεν, ἀλλ’ ἐκ πνεύματος ἁγίου ἐνομοθέτησε. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». καὶ πῶς συνέζευξεν,
15διεξῆλθεν * τὸ ῥῆμα ἵνα μάθωμεν λέγων «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». εἶτα ἐπιφέρει λέγων «ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· καίτοι γε οὐδαμοῦ τοῦ κυρίου τοῦτο εἰρηκότος, ὁπηνίκα τὸν Ἀδὰμ καὶ τὴν
20Εὔαν ἔπλασεν ἢ μόνον «ποιήσωμεν αὐτῷ κατ’ αὐτὸν βοηθόν». ἀλλὰ τοῦτο ὑπὸ τοῦ Ἀδὰμ εἴρηται, ὅτε ἀνέστη ἐκ τοῦ ὕπνου καὶ εἶπεν «τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη»· εἶτά φησιν «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν
25μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». οὐ τοῦ θεοῦ τοίνυν τοῦτο εἰπόντος, τοῦ δὲ Ἀδὰμ εἰρηκότος, τοῦ κυρίου δὲ ἐπιμαρτυροῦντος ἐν τῷ εὐαγγελίῳ θεοῦ εἶναι τὸ ῥῆμα τὸ διὰ τοῦ Ἀδὰμ εἰρημένον, ἀπ’ αὐτῆς τῆς ὑπο‐ θέσεως ἔδειξεν, ὅτι ἐκεῖ μὲν Ἀδὰμ εἴρηκεν θεοῦ δὲ βουλήσει ἐφθέγ‐
30γετο καὶ ὧδε ὁ Μωυσῆς ἐνομοθέτησεν θεοῦ αὐτῷ καταγγείλαντος
τὴν νομοθεσίαν. καὶ αὗται μὲν ἤδη αἱ δύο σου λέξεις διέπεσον, καὶ460 in vol. 1
Haer
.

1

.

461

οὐ πόρρωθεν, ἀλλὰ ἀπ’ αὐτῆς τῆς χρήσεως. καὶ ὅτι μὲν νομοθεσία θεοῦ ἔστιν, τοῦτο δῆλον. πανταχοῦ δὲ θεὸς νομοθετεῖ τὰ μὲν εἰς χρόνους, τὰ δὲ εἰς τύπους, τὰ δὲ εἰς ἀποκάλυψιν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν, ὧν ἐλθὼν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδειξε τὴν
5πλήρωσιν ἐν τῷ εὐαγγελίῳ. 10. Τὰ δὲ τῆς παρὰ σοὶ ἑτέρας θεῶν διαιρέσεως τριχῆ πάλιν διαιρεθείσης ἐπαναλαβὼν καὶ αὐτὰ δείξω παρὰ σοὶ σεσυκοφαντημένα καὶ οὐκ ἄλλο τι ὂν ἀλλὰ γόητος τὸ ἔργον. ποῖος γὰρ ἡμῖν τρίτος θεὸς πάρεστιν, ἐκ δύο συσταθεὶς ὁμοιωμάτων καὶ οὔθ’ ἕτερον ὢν
10τῶν δύο, οὔτε τὴν κακίαν ἔχων καὶ ἀδικίαν ὡς ἔφης, οὔτε τὴν ἀγα‐ θότητα καὶ φωτεινὴν οὐσίαν, μεσαίτατος δὲ ὢν δίκαιος; καὶ γὰρ ἀληθῶς ἀλλότριος ὢν πάσης δικαιοσύνης εἰκότως ἀγνοεῖς τί ποτέ ἐστι δικαιοσύνη, ἑτέραν αὐτὴν παρὰ τὴν ἀγαθότητα νομίζων. πολὺ δὲ ἐλεγχθήσῃ, ὦ ῥᾳδιουργὲ καὶ ἀλλότριε τῆς ἀληθείας· οὐδαμόθεν
15γὰρ γίνεται τὸ δίκαιον ἀλλ’ ἐξ ἀγαθότητος καὶ οὐδὲ ἄλλως τις γενή‐ σεται ἀγαθός, εἰ μὴ ᾖ δίκαιος. ὅθεν καὶ ὁ κύριος, ἐπαινῶν τὴν νομοθεσίαν καὶ τοὺς αὐτῆς δικαίους, ἔλεγεν «κοσμεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ οἰκοδομεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». πόθεν δὲ γεγόνασι προφῆται καὶ
20δίκαιοι ἀλλ’ ἢ ἀπὸ τῆς τοῦ πατρὸς ἀγαθότητος; καὶ ἵνα δείξῃ ὅτι ἐν τῷ μέρει τῆς ἀγαθότητος ὁ δίκαιος ἕστηκεν, ἔλεγεν «ὅμοιοι γένεσθε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους», ἵνα δείξῃ τὸ δίκαιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν δίκαιον καὶ τὸ πονηρὸν
25ἄδικον καὶ τὸ ἄδικον πονηρόν. Τὴν δὲ ἐπιπλοκὴν ἣν ἔφης τοῦ νόμου οὐ δύνασαι ἀποδεῖξαι. ἑάλως γὰρ συκοφαντῶν τὸν νόμον, ἐπιπλοκήν τινα αὐτῷ προσάπτων, διὰ τὸ εἰρηκέναι τὸν νόμον «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» καὶ ἐπειδὴ φονεύει ὁ νόμος τὸν φονευτήν. ἀλλὰ ἐξ
30αὐτῆς τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πραγματείας δειχθήσεται
ὅτι οὐκ ἐπιπλοκή τις ἦν, ἀλλ’ ἡ αὐτὴ ἦν νομοθεσία καὶ τὸ αὐτὸ461 in vol. 1
Haer
.

1

.

462

ἐνεργεῖ τῇ ὑπὸ τοῦ σωτῆρος εἰρημένῃ ἐντολῇ ὅτι «ἐάν τίς σε τυπτήσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην». καὶ 〈γὰρ καὶ〉 ὁ νόμος πάλαι τοῦτο κατεσκεύαζε λέγων «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ», τουτέστιν «στρέψον αὐτῷ τὴν σιαγόνα». ἵνα γὰρ διαφύγοι ἃ πάθοι
5ἂν εἰ πλήξει, παρεῖχε τὴν σιαγόνα τῷ τύπτοντι, εἰδὼς ὅτι εἰ ἀφέλοι ὀφθαλμόν, τὰ αὐτὰ πείσεται διὰ τὸν νόμον. 11. Ὡς γὰρ ὁ πατὴρ βούλεται παιδεύειν τὰ τέκνα καὶ ἑκάστῃ ἡλικίᾳ ἁρμοζόμενος προβαίνει τῇ παιδείᾳ, καὶ οὐκ ἴσως τὸ μικρὸν βρέφος παιδεύει τῷ μειρακίῳ οὐδὲ τὸ μειράκιον ὡσαύτως τῷ νεανίσκῳ
10οὐδὲ τὸν νεανίαν τῷ τελείῳ ἀνδρί, ἀλλὰ τῷ μὲν ὑποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος, νεανίσκῳ διὰ ῥάβδου, ἀνδρὶ δὲ ἐκδίκησις τῶν μειζόνων παραπτωμάτων μαχαίρᾳ διὰ νόμου, οὕτως καὶ ὁ κύριος ἑξῆς ἐνομοθέτει ἑκάστῃ γενεᾷ τὰ ἁρμόζοντα. ἐκείνους μὲν γὰρ φόβῳ
15ἐσωφρόνιζεν, ὡς παιδίοις μικροῖς διαλεγόμενος καὶ ἀγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, τοὺς δὲ τελείους τελείων ἠξίου μυστη‐ ρίων. καὶ ἐν τῷ εὐαγγελίῳ γὰρ οὕτω πως λέγει τοῖς μαθηταῖς ἐν πολλοῖς τόποις «οὐκ οἴδατε τί ποιῶ, ὕστερον δὲ γνώσεσθε», τουτέστιν ὅταν τέλειοι γένησθε· καὶ πάλιν «οὐκ ᾔδεισαν, ἕως ἀνέστη
20ἐκ τῶν νεκρῶν». ὁ δὲ Παῦλος «οὔπω γὰρ ἠδύνασθε, ἀλλ’ οὐδὲ ἔτι δύνασθε», δεικνὺς ὅτι καιρῶν προϊόντων τελειότεραι ἐντολαί, οὖσαι μὲν αἱ αὐταί, μεταβαλλόμεναι δὲ εἰς ἑτέραν σχέσιν, ἀλλὰ τοῖς νέοις μὲν ἄλλως σχηματιζόμεναι, ἑτέρως δὲ τοῖς ἐντελεστέροις. νομο‐ θετήσας γὰρ ὁ νόμος «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» οὐκ εἶπεν αὐτοῖς,
25ἐκβάλετε ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἀλλ’ ἐὰν ἐκβάλῃ τις ὀφθαλμόν, ἐκβληθήσεται ὁ ὀφθαλμὸς τοῦ ἐκβαλόντος· ἕκαστος δὲ φειδόμενος τοῦ ἰδίου σώματος παρεδίδου τὴν σιαγόνα τύπτεσθαι καὶ οὐκ ἔτυπτε.
καὶ ἀπὸ τότε ἐφυλάττετο τὰ νῦν ἐν τῷ εὐαγγελίῳ τηλαυγῶς εἰρη‐462 in vol. 1
Haer
.

1

.

463

μένα, τότε μὲν ἀνάγκῃ ὡς νέων σωφρονιζομένων, νῦν δὲ προαιρέσει ἅτε δὴ τελείων πειθομένων. εἰ δὲ φάσκεις περιπλοκὴν εἶναι ταύτην, τὸ λέγειν «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» καὶ τὸ τὸν φονέα φονεύεσθαι, ἰδοὺ καὶ περὶ τῆς ἡμέρας τῆς κρίσεως βλέπομεν τὸν σωτῆρα λέγοντα
5«ὅτι ἐλεύσεται ὁ αὐτοῦ δεσπότης» (τοῦτο δὲ περὶ ἑαυτοῦ ἔλεγεν, αὐτὸς πάντων ὢν δεσπότης) καί φησιν «καὶ διχοτομήσει αὐτὸν τὸν δοῦλον καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». οὐκοῦν καὶ κατὰ τοῦ σωτῆρος ἐξοπλίζῃ συκοφαντῶν πάλιν ῥήματα καὶ εἴποις ἂν τοῦτον μὴ εἶναι ἀγαθόν (καίτοι γε ἐκ πατρὸς ἀγαθοῦ γεγεννημένον
10καὶ ἀγαθὸν ὄντα), ἀλλὰ δίκαιον καὶ [οὐθ’] ἕτερον παρὰ τὸν πατέρα. δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας, ὦ οὗτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν. καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἵνα διὰ
15τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι. καὶ γὰρ τῷ ὄντι «ἐκείνοις τυπικῶς συνέβαινεν, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν», 〈ὥσ〉 φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου καὶ τῶν ἄλλων. εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν
20μὴ ὄντα ἔφερες ἡμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ἠπατη‐ μένοις. 12. Νομίζω δὲ καὶ ἐν τῷ παρόντι ἱκανῶς πρὸς τάς σου λέξεις, ὦ ἀγύρτα, εἰρῆσθαι, ὧν ποιήσας τὸν ἔλεγχον ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδιοῦμαι, τὸν αὐτὸν θεὸν συνήθως ἐπικαλούμενος ἐπικουρῆσαι τῇ
25ἡμῶν μετριότητι εἰς τὸ φωρᾶσαι ἑκάστης αἱρέσεως παραπεποιημένης τὸν ἔλεγχον. ὅτι μὲν γὰρ συρίγμασιν ἑαυτοῦ, ὡς ἀπὸ θαλάσσης ἀνελθὼν καρχαρίας καὶ ἔχιδναν προκαλούμενος, τὴν Φλώραν διὰ τῶν γραμμάτων αὐτήν τε καὶ ἄλλους σὺν αὐτῇ ἠπάτησεν, δέδεικται
ἐν τοῖς εἰρημένοις· ἐν δὲ τῇ τῆς ἀληθείας σαγήνῃ ἧς τὸ αἴνιγμα ὁ463 in vol. 1
Haer
.

1

.

464

κύριος ἐν τῷ εὐαγγελίῳ βασιλείαν οὐρανῶν ἀπεφήνατο ἐνειλήσαντες καὶ τῶν πονηρῶν ἰχθύων ἕνα ὄντα αὐτὸν ἐλέγξαντες τῷ τὰ μοχθηρὰ ῥήματα αὐτοῦ φωρατὰ ποιῆσαι, τῇ τῆς ἀληθοῦς πίστεως διδασκαλίᾳ ἡττήσαμεν. ἐν τῇ τοῦ θεοῦ τοίνυν δυνάμει συντρίψαντες τοῦτον
5αὐτοὶ μὲν θεῷ εὐχαριστήσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς ὁμοίως ὡς προεῖπον
προέρχεσθαι ἐπιβαλώμεθα.464 in vol. 1
Haer
.

2

.

5

Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λδ. Μάρκος δέ τις, ἀφ’ οὗπερ οἱ Μαρκώσιοι καλούμενοι, ἀπὸ τού‐ των ὁρμώμενος καὶ ἕτερα παρὰ τούτους τολμήσας κακὰ τῷ κόσμῳ ἐξήμεσε· τούτους γὰρ διαδέχεται τοὺς περὶ Σεκοῦνδον καὶ Ἐπιφάνη καὶ
5Πτολεμαῖον καὶ Οὐαλεντῖνον, εἰς περισσοτέραν δὲ ἀγυρτώδη συνάθροι‐ σιν ἐπήρθη. γύναια γὰρ καὶ ἄνδρας παρ’ αὐτοῦ πεπλανημένα τε καὶ πεπλανημένους ἐπηγάγετο, ὑποληφθεὶς ὁ ἐλεεινὸς διορθωτὴς εἶναι τῶν προειρημένων ἀπατεώνων, μαγικῆς ὑπάρχων κυβείας ἐμπειρότα‐ τος. ἀπατήσας δὲ τοὺς προειρημένους πάντας καὶ τὰς προειρημένας
10προσέχειν αὐτῷ ὡς γνωστικωτάτῳ καὶ δύναμιν τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων ἔχοντι, ὡς πρόδρομος ὢν ἀληθῶς τοῦ Ἀντιχρίστου ἀποδέδεικται. τὰ γὰρ Ἀναξιλάου παίγνια τῇ τῶν λεγομένων μάγων πανουργίᾳ συμμίξας, δι’ αὐτῶν φαντάζων τε καὶ μαγεύων, εἰς ἔκπληξιν τοὺς ὁρῶντάς τε καὶ πειθομένους
15αὐτῷ περιέβαλεν, ὡς καὶ οἱ ἀπ’ αὐτοῦ ἔτι καὶ εἰς δεῦρο τοῦτο ἐπι‐ τελοῦσιν. οἱ δὲ τὰ ἀπὸ περιεργίας * ὁρῶντες δοκοῦσι δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι καὶ τῶν παρ’ αὐτοῖς ταῦτα ποιούντων. τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι. μὴ γινώσκοντες δο‐ κιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ’ αὐτοῦ παιγνίου ὡς
20ἔπος εἰπεῖν ἐπιτελεῖται. αὐτοὶ γὰρ ἐμβρόντητοι παντάπασι γεγόνα‐ σιν, ὑπαχθέντες κακῇ τινι ὑπονοίᾳ. φασὶ γὰρ τρία ποτήρια λευκῆς ὑάλου παρ’ αὐτοῖς ἑτοιμάζεσθαι κεκραμένα λευκῷ οἴνῳ καὶ ἐν τῇ
ἐπιτελουμένῃ παρ’ αὐτοῦ ἐπῳδῇ, τῇ νομιζομένῃ εὐχαριστίᾳ, μετα‐5 in vol. 2
Haer
.

2

.

6

βάλλεσθαι εὐθύς, τὸ μὲν ἐρυθρὸν * ὡς αἷμα, τὸ δὲ πορφύρεον, τὸ δὲ κυάνεον. Ἐγὼ τοίνυν ἵνα μὴ εἰς δεύτερον κάματον ἑαυτὸν ἐπιδῶ, ἀρκε‐ σθῆναι δεῖν ἡγησάμην τοῖς ἀπὸ τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου
5Εἰρηναίου κατ’ αὐτοῦ τοῦ Μάρκου καὶ τῶν ἐξ αὐτοῦ ὁρμωμένων πραγματευθεῖσιν, ἅτινα ἐνταῦθα πρὸς ἔπος ἐκθέσθαι ἐσπούδασα, καὶ ἔστιν τάδε. φάσκει γὰρ αὐτὸς Εἰρηναῖος ὁ ἅγιος ἐν τῷ ὑποφαίνειν τὰ ὑπ’ αὐτῶν γενόμενα, λέγων οὕτως·
ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ.
10 Ποτήρια οἴνῳ κεκραμένα προσποιούμενος εὐχαριστεῖν καὶ ἐπὶ πλέον ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεα καὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ, ὡς δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα Χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν τῷ ἐκείνου ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ καὶ ὑπεριμείρε‐ σθαι τοὺς παρόντας ἐξ ἐκείνου γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς
15ἐπομβρήσῃ ἡ διὰ τοῦ μάγου τούτου κλῃζομένη Χάρις. πάλιν δὲ γυ‐ ναιξὶν ἐπιδοὺς ἐκπόματα κεκραμένα αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρε‐ στῶτος αὐτοῦ. καὶ τούτου γενομένου, αὐτὸς ἄλλο ποτήριον πολλῷ μεῖζον ἐκείνου, οὗ ἡ ἐξηπατημένη ηὐχαρίστησε, προσενεγκὼν καὶ μετακενώσας ἀπὸ τοῦ μικροτέρου τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου εἰς τὸ ὑπ’ αὐ‐
20τοῦ κεκομισμένον * ἐπιλέγων ἅμα οὕτως «ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄρρητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν». καὶ τοιαῦτά τινα εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μικροῦ ποτηρίου,
25ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. καὶ ἄλλα τινὰ τούτοις παραπλήσια
ποιῶν ἐξηπάτησε πολλοὺς καὶ ἀπαγήοχεν ὀπίσω αὐτοῦ.6 in vol. 2
Haer
.

2

.

7

Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι’ οὗ αὐτός τε προφητεύειν δοκεῖ καὶ ὅσας ἀξίας ἡγεῖται 〈γενέσθαι〉 μετόχους τῆς χάριτος αὐτοῦ προφητεύειν ποιεῖ. μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται καὶ τού‐ των τὰς εὐπαρύφους καὶ περιπορφύρους καὶ πλουσιωτάτας, ἃς πολλάκις
5ὑπάγεσθαι πειρώμενος, κολακεύων φησὶν αὐταῖς «μεταδοῦναί σοι θέλω τῆς ἐμῆς Χάριτος, ἐπειδὴ ὁ πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διὰ παντὸς βλέπει πρὸ προσώπου αὐτοῦ. ὁ δὲ τόπος τοῦ Μεγέθους ἐν ἡμῖν ἐστί· δεῖ ἡμᾶς εἰς τὸ ἓν καταστῆναι. λάμβανε πρῶτον ἀπ’ ἐμοῦ καὶ δι’ ἐμοῦ τὴν Χάριν. εὐτρέπισον σεαυτὴν ὡς νύμφη ἐκδεχομένη τὸν νυμφίον ἑαυτῆς,
10ἵνα ἔσῃ ὃ ἐγὼ καὶ ἐγὼ ὃ σύ. καθίδρυσον ἐν τῷ νυμφῶνί σου τὸ σπέρμα τοῦ φωτός. λάβε παρ’ ἐμοῦ τὸν νυμφίον καὶ χώρησον αὐτὸν καὶ χωρή‐ θητι ἐν αὐτῷ. ἰδού, ἡ Χάρις κατῆλθεν ἐπὶ σέ· ἄνοιξον τὸ στόμα σου καὶ προφήτευσον». τῆς δὲ γυναικὸς ἀποκρινομένης «οὐ προεφήτευσα πώποτε καὶ οὐκ οἶδα προφητεύειν», ἐπικλήσεις τινὰς ποιούμενος ἐκ δευ‐
15τέρου εἰς κατάπληξιν τῆς ἀπατωμένης φησὶν αὐτῇ «ἄνοιξον τὸ στόμα σου 〈καὶ〉 λάλησον ὅ τι δήποτε καὶ προφητεύσεις». ἡ δὲ χαυνωθεῖσα καὶ κεπφωθεῖσα ὑπὸ τῶν προειρημένων, διαθερμανθεῖσα τὴν ψυχὴν ὑπὸ τῆς προσδοκίας τοῦ μέλλειν αὐτὴν προφητεύειν, τῆς καρδίας πλέον τοῦ δέοντος παλλούσης, ἀποτολμᾷ λαλεῖν ληρώδη καὶ τὰ τυχόντα, πάντα κενῶς καὶ
20τολμηρῶς, ἅτε ὑπὸ κενοῦ τεθερμαμμένη πνεύματος (καθὼς ὁ κρείσσων ἡμῶν ἔφη περὶ τῶν τοιούτων 〈προφητῶν〉, ὅτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ κενῷ ἀέρι θερμαινομένη) καὶ ἀπὸ τούτου λοιπὸν προφήτιδα ἑαυτὴν ὑπο‐ λαμβάνει καὶ εὐχαριστεῖ Μάρκῳ τῷ ἐπιδιδόντι τῆς ἰδίας χάριτος αὐτῇ καὶ ἀμείβεσθαι αὐτὸν πειρᾶται, οὐ μόνον κατὰ τὴν τῶν ὑπαρχόντων δόσιν
25(ὅθεν καὶ χρημάτων πλῆθος πολὺ συναγήοχεν), ἀλλὰ καὶ κατὰ τὴν τοῦ7 in vol. 2
Haer
.

2

.

8

σώματος κοινωνίαν, κατὰ πάντα ἑνοῦσθαι αὐτῷ προθυμουμένη, ἵνα σὺν αὐτῷ κατέλθῃ εἰς τὸ ἕν. Ἤδη δὲ τῶν πιστοτέρων τινὲς γυναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ θεοῦ καὶ μὴ ἐξαπατηθεισῶν, ἃς ὁμοίως ταῖς λοιπαῖς ἐπετήδευσε παρα‐
5πείθειν κελεύων αὐταῖς προφητεύειν, [καὶ] καταφυσήσασαι καὶ καταθεμα‐ τίσασαι αὐτὸν ἐχωρίσθησαν τοῦ τοιούτου † θιάσου, ἀκριβῶς εἰδυῖαι ὅτι προφητεύειν οὐχ ὑπὸ Μάρκου τοῦ μάγου ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλ’ οἷς ἂν ὁ θεὸς ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὐτοῦ, οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε θεὸς βούλεται, ἀλλ’
10οὐχ ὅτε Μάρκος κελεύει. τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲν προηγεῖται, τὸ δὲ ὑποτέτακται. εἰ οὖν Μάρκος μὲν κελεύει ἢ ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις 〈ἀπὸ〉 τοῦ κλήρου οὗτοι πάντοτε παίζειν καὶ ἀλλήλοις ἐγκελεύεσθαι τὸ προφητεύειν καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ
15κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὤν, ὅπερ ἀδύνατον. ἀλλὰ τοιαῦτα κελευόμενα ὑπ’ αὐτῶν πνεύματα καὶ λαλοῦντα, ὁπότε βού‐ λονται αὐτοί, ἐπίγεια καὶ ἀδρανῆ ἐστι, τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν τῶν μὴ εὔτονον τὴν πίστιν ἣν ἀπ’ ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον φυλασσόντων.
20 3. Ὅτι δὲ φίλτρα καὶ ἀγώγιμα πρὸς τὸ καὶ τοῖς σώμασιν αὐτῶν ἐνυ‐ βρίζειν ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, εἰ καὶ μὴ πάσαις, αὗται πολλάκις ἐπιστρέψασαι εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα ἠχρειῶσθαι ὑπ’ αὐτοῦ καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφι‐ ληκέναι· ὥστε καὶ διάκονόν τινα τῶν ἐν τῇ Ἀσίᾳ [τῶν] ἡμετέρων ὑπο‐
25δεξάμενον αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης καὶ τὴν γνώμην καὶ τὸ σῶμα δια‐
φθαρείσης ὑπὸ τοῦ μάγου τούτου καὶ ἐξακολουθησάσης αὐτῷ πολλῷ χρόνῳ·8 in vol. 2
Haer
.

2

.

9

ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων αὐτήν, τὸν ἅπαντα χρόνον ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφ’ ᾗ ἔπαθεν ὑπὸ τοῦ μάγου διαφθορᾷ. Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς αὐτοῖς, ἐξαπα‐
5τῶντες γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτοὺς ἀναγορεύοντες, ὡς μηδενὸς δυναμένου ἐξισωθῆναι τῷ μεγέθει τῆς γνώσεως αὐτῶν, μηδ’ ἂν Παῦλον μηδ’ ἂν Πέτρον εἴπῃς μηδ’ ἄλλον τινὰ τῶν ἀποστόλων, ἀλλὰ πλείω πάντων 〈ἑαυτοὺσ〉 ἐγνωκέναι καὶ τὸ μέγεθος τῆς γνώσεως τῆς ἀρρή‐ του δυνάμεως μόνους καταπεπωκέναι, εἶναί τε αὐτοὺς ἐν ὕψει ὑπὲρ πᾶσαν
10δύναμιν. διὸ καὶ ἐλευθέρως πάντα πράσσειν, μηδένα ἐν μηδενὶ φόβον ἔχοντας. διὰ γὰρ τὴν ἀπολύτρωσιν ἀκρατήτους 〈τε〉 καὶ ἀοράτους γίνεσθαι τῷ κριτῇ. εἰ δὲ καὶ ἐπιλάβοιτο αὐτῶν, παραστάντες αὐτῷ μετὰ τῆς ἀπο‐ λυτρώσεως τάδε εἴποιεν· «ὦ πάρεδρε θεοῦ καὶ μυστικῆς πρὸ αἰώνων Σιγῆς, † ἣν τὰ Μεγέθη διὰ παντὸς βλέποντα τὸ πρόσωπον τοῦ Πατρός,
15ὁδηγῷ σοι καὶ προσαγωγεῖ χρώμενα, ἀνασπῶσιν ἄνω τὰς αὐτῶν μορφάς, ἃς ἡ μεγαλότολμος ἐκείνη φαντασιασθεῖσα διὰ τὸ ἀγαθὸν τοῦ Προπάτορος προεβάλετο ἡμᾶς † τὰς εἰκόνας † τότε ἐνθύμιον τῶν ἄνω ὡς ἐνύπνιον ἔχουσα— ἰδοὺ ὁ κριτὴς ἐγγὺς καὶ ὁ κῆρυξ με κελεύει ἀπολογεῖσθαι· σὺ δέ, ὡς ἐπι‐ σταμένη τὰ ἀμφοτέρων, τὸν ὑπὲρ ἀμφοτέρων ἡμῶν λόγον ὡς ἕνα ὄντα τῷ
20κριτῇ παράστησον». ἡ δὲ Μήτηρ ταχέως ἀκούσασα τούτων τὴν Ὁμηρικὴν Ἄϊδος κυνέην αὐτοῖς περιέθηκε πρὸς τὸ ἀοράτως ἐκφυγεῖν τὸν κριτὴν καὶ παραχρῆμα ἀνασπάσασα αὐτοὺς εἰς τὸν νυμφῶνα εἰσήγαγε καὶ ἀπέδωκε τοῖς ἑαυτῶν νυμφίοις. Τοιαῦτα δὴ λέγοντες καὶ πράττοντες καὶ ἐν τοῖς καθ’ ἡμᾶς κλίμασι
25τῆς Ῥοδανουσίας πολλὰς ἐξηπατήκασι γυναῖκας, αἵτινες κεκαυτηριασμέναι
τὴν συνείδησιν αἱ μὲν καὶ εἰς φανερὸν ἐξομολογοῦνται, αἱ δὲ δυσωπούμεναι9 in vol. 2
Haer
.

2

.

10

τοῦτο ἡσυχῆ δέ πως ἑαυτὰς *, ἀπηλπικυῖαι τῆς ζωῆς τοῦ θεοῦ ἔνιαι μὲν εἰς τὸ παντελὲς ἀπέστησαν, ἔνιαι δὲ ἐπαμφοτερίζουσι καὶ τὸ τῆς παροιμίας πεπόνθασι, μήτε ἔξω μήτε ἔσω οὖσαι, ταύτην ἔχουσαι τὴν ἐπικαρπίαν τοῦ σπέρματος τῶν τέκνων τῆς γνώσεως.
5 Οὗτος 〈οὖν ὁ〉 Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολορβάσου Σιγῆς αὑτὸν μονώτατον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων, αὐτὸ τὸ τοῦ Ὑστερήματος 〈σπέρμα〉 κατατεθὲν εἰς αὐτὸν ὧδέ πως ἀπεκύησεν. αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτὸν (ἐπειδή, φησί, τὸ ἄρρεν αὐ‐
10τῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο) καὶ μηνῦσαι αὑτήν, τίς ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὐδὲ θεῶν οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι οὕτως εἰποῦσαν· ὅτε τὸ πρῶτον ὁ Πα‐ τήρ, 〈οὗ οὐκ ἔστιν πατὴρ〉 οὐδείς, ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον
15μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παρα‐ στὰς ὑπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. ἡ δὲ ἐκ‐ φώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσ‐ σάρων. ἐπισυνῆψεν 〈τε〉 τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσ‐
20σάρων. ἑξῆς ἐλάλησε τὴν τρίτην, καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δέκα. καὶ τὴν μετὰ ταῦτα ἐλάλησε καὶ ἦν [καὶ] αὐτὴ στοιχείων δεκαδύο. ἐγένετο
οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων μὲν τριάκοντα, συλλαβῶν10 in vol. 2
Haer
.

2

.

11

δὲ τεσσάρων. ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ ἴδιον χα‐ ρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν καὶ μηδὲν αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ γινώσκειν † αὐτόν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον
5ἐκφώνησιν γινώσκειν, ἀλλὰ ὃ † αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν. ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου μονογλωσσήσαντα καταν‐ τήσαι. τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη γενέσθαι, ὅταν
10τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν ἐκφώνησιν ἠχήσῃ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι. τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διη‐ νεκῶς βλεπούσας τὸ πρόσωπον τοῦ πατρός.
15 Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ Αἰῶνας καὶ λόγους καὶ ῥίζας καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε, τὰ δὲ καθ’ ἕνα αὐτῶν καὶ ἑκάστου ἴδια ἐν τῷ ὀνόματι τῆς ἐκκλησίας ἐμπεριε‐ χόμενα νοεῖσθαι ἔφη. ὧν στοιχείων τοῦ 〈ἐσχάτου〉 στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προήκατο τὴν αὐτοῦ· οὗ 〈ὁ〉 ἦχος ἐξελθὼν κατ’ εἰκόνα
20τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧν τά τε ἐνταῦθα διακεκοσμῆ‐ σθαί φησι καὶ τὰ πρὸ τούτων γεγεννῆσθαι. τὸ μέντοι γράμμα αὐτό, οὗ
ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς ἑαυτοῦ11 in vol. 2
Haer
.

2

.

12

ἀνειλῆφθαι ἄνω λέγει, εἰς ἀναπλήρωσιν τοῦ ὅλου· μεμενηκέναι δὲ εἰς τὰ κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. τὸ δὲ στοιχεῖον αὐτό, ἀφ’ οὗ τὸ γράμμα σὺν τῇ ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, [ὃ] γραμμάτων εἶναί φησι τριάκοντα καὶ ἓν ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ
5ἔχειν ἕτερα γράμματα, δι’ ὧν τὸ ὄνομα τοῦ γράμματος ὀνομάζεται· καὶ αὖ πάλιν τὰ ἕτερα δι’ ἄλλων ὀνομάζεσθαι γραμμάτων καὶ τὰ ἄλλα δι’ ἄλλων, ὡς εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων. οὕτω δ’ ἂν σαφέστερον μάθοις τὸ λεγόμενον· 5. Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτό τε τὸ
10δέλτα καὶ τὸ ε καὶ τὸ λάμβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ ταῦτα πάλιν τὰ γράμματα δι’ ἄλλων γράφεται γραμμάτων καὶ τὰ ἄλλα δι’ ἄλλων. εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμ‐ ματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; καὶ εἰ τὸ ἓν γράμμα
15οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν Προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. διὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.
20 Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπεῖν· θέλω δή σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν’ ἐσίδῃς αὐτὴν γυμνὴν καὶ καταμάθῃς τὸ κάλλος αὐτῆς, ἀλλὰ
καὶ ἀκούσῃς αὐτῆς λαλούσης καὶ θαυμάσῃς τὸ φρόνιμον αὐτῆς. ὅρα12 in vol. 2
Haer
.

2

.

13

οὖν κεφαλὴν ἄνω, τὸ α καὶ τὸ ω, τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶν γ καὶ χ, στήθη δ καὶ φ, διάφραγμα ε καὶ υ, κοιλίαν ζ καὶ τ, αἰδοῖα η καὶ ς, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας,
5τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου καὶ ἀρχὴν πάσης φωνῆς καὶ παντὸς ἀρρήτου ῥῆσιν καὶ τῆς σιωπω‐ μένης Σιγῆς στόμα. καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς· σὺ δὲ μετάρσιον ἐγείρας 〈τὸ τῆσ〉 διανοίας νόημα τὸν αὐτογεννήτορα καὶ πατροδότορα λόγον
10ἀπὸ στομάτων Ἀληθείας ἄκουε. 6. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι καὶ τὸ ὄνομα τοῦτο εἶναι, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι. προσδοκῶντος δὲ τοῦ Μάρκου
15πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ Τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας. οὐ τοῦθ’ ὅπερ οἶδας καὶ δοκεῖς 〈ἔχειν〉 πάλαι, ἐστὶν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς
20κλήσεως γινωσκόμενον· τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος, πολυ‐13 in vol. 2
Haer
.

2

.

14

μερὲς τυγχάνον, ἄλλης ἐστὶν μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ’ ἐκείνων τῶν συγγενῶν, ὧν τὰ Μεγέθη παρ’ αὐτῷ ἐστι διὰ παντός. Ταῦτ’ οὖν τὰ παρ’ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς τῶν περιεχουσῶν τὸν ὅλον τῶν
5ἄνω στοιχείων ἀριθμόν. τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας διὰ τὸ ἀφώνους αὑτοὺς εἶναι τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους· τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνη‐ έντων καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δ’ ὑπ’ αὐτὰ
10τὴν ἀναφοράν· τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου 〈ἡ〉 φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα. ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν. ἔστιν 〈οὖν〉 ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. ἐπὶ δὲ τοῦ ὑστερήσαντος
15λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ’ οὗ ἐχωρίσθη ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἰσότητα ἔχουσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν καὶ ἐγένοντο οἱ 〈τρεῖσ〉 τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες, οἵτινες τρὶς ἐφ’ ἑαυτοὺς
20ἐλθόντες τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν. τὰ μέντοι τρία στοιχεῖα, ἅ φησιν αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ’ ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς
ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶν τοῦ14 in vol. 2
Haer
.

2

.

15

ἀνονομάστου ὑπάρχειν. φορεῖσθαι δὲ αὐτὰ ὑπὸ τῶν τριῶν δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνας εἰκόνων τὰ παρ’ ἡμῖν διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς εἰκοσιτέσσαρσι στοιχείοις δυνά‐ μει τῇ κατὰ ἀναλογίαν 〈τὸν〉 τῶν τριάκοντα ποιεῖ ἀριθμόν.
5 7. Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιώματι εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἡμέρας ἓξ τέταρτον ἀναβάντα εἰς τὸ ὄρος καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμόν, 〈ὃν〉 ἐφανέρωσεν ἐλθόντος αὐτοῦ ἐπὶ τὸ
10βάπτισμα ἡ τῆς περιστερᾶς κάθοδος, ἥτις ἐστὶν ω καὶ α· ὁ γὰρ ἀριθμὸς αὐτῆς ἓν καὶ ὀκτακόσια· καὶ διὰ τοῦτο Μωυσέα ἐν τῇ ἕκτῃ τῶν ἡμε‐ ρῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι, καὶ τὴν οἰκονομίαν δὲ * ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν * ἥτις ἐστὶ 〈ἡ〉 παρασκευή, τὸν ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας ἀρχὴν καὶ
15τέλος καὶ τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλῳ. τὸν γὰρ τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμόν, δύναμιν ποιήσεως καὶ ἀνα‐ γεννήσεως ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν δι’ αὐτοῦ γενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ
γράμματα τὸν ἀριθμὸν ἐπίσημον ἔχειν φησίν. ὁ γὰρ ἐπίσημος ἀριθμὸς15 in vol. 2
Haer
.

2

.

16

συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσεν. Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ὥς φησιν ἡ Μάρκου Σιγή, ἵνα τῆς αὐτοβουλήτου βουλῆς φανερωθῇ ὁ καρπός. τὸν
5μέντοι ἐπίσημον τοῦτον ἀριθμὸν ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπι‐ σήμου μορφωθέντα νόησον τὸν ὥσπερ μερισθέντα ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ φρονήσει διὰ τῆς ἀπ’ αὐτοῦ προβολῆς τοῦτον τὸν τῶν ἑπτὰ δυνάμεων κατὰ μίμησιν τῆς ἑβδομάδος δυνάμεως ἐψύχωσε κόσμον καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου παντός.
10κέχρηται μὲν οὖν καὶ αὐτὸς οὗτος τῷδε τῷ ἔργῳ ὡς αὐθαιρέτως ὑπ’ αὐτοῦ γενομένῳ, τὰ δὲ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν Ἐνθύμησιν τῆς Μητρός. καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦ‐ τον τὸ ε, ὁ δὲ τρίτος 〈τὸ〉 η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτὰ τὴν τοῦ ἰῶτα δύναμιν ἐκφωνεῖ, ὁ δὲ πέμπτος τὸ ο, ἕκτος δὲ τὸ υ, ἕβδομος δὲ καὶ
15τέταρτος ἀπὸ τοῦ μέσου τὸ ω στοιχεῖον ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγὴ ἡ πολλὰ μὲν φλυαροῦσα μηδὲν δὲ ἀληθὲς λέγουσα διαβεβαιοῦται. αἵτινες δυνάμεις ὁμοῦ, φησί, πᾶσαι εἰς ἀλλήλας συμπλακεῖσαι ἠχοῦσι καὶ δοξά‐ ζουσιν ἐκεῖνον ὑφ’ οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς ἠχῆς ἀναπέμπεται εἰς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν γῆν φερό‐
20μενόν φησι πλάστην γενέσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς. τὴν δὲ
ἀπόδειξιν φέρει ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ16 in vol. 2
Haer
.

2

.

17

μήτρας προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. καθὼς οὖν αἱ ἑπτά, φησί, δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα καὶ θρηνοῦσα * Μάρκον δοξάζει αὐτόν. διὰ τοῦτο δὲ καὶ τὸν Δαυὶδ εἰρηκέναι «ἐκ στόματος νηπίων καὶ θηλαζόν‐
5των κατηρτίσω αἶνον», καὶ πάλιν «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ»· καὶ διὰ τοῦτο ἔν τε πόνοις καὶ ταλαιπωρίαις ψυχὴ γενομένη, εἰς διυλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ. 8. Καὶ περὶ μὲν τοῦ παντὸς ὀνόματος, τριάκοντα ὄντος γραμμάτων
10τούτου, καὶ τοῦ Βυθοῦ, τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε 〈τοῦ〉 τῆς Ἀληθείας σώματος δωδεκαμελοῦς 〈ὄντος, ἑκάστου μέλουσ〉 ἐκ δύο γραμμάτων συνεστῶτος, καὶ τῆς φωνῆς αὐτῆς, ἣν 〈προσωμίλησε μὴ〉 προσ‐ ομιλήσασα, καὶ περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατ’ εἰκόνα
15οἰκονομίαν, οὕτως ἐλήρησεν. ἑξῆς δὲ ὡς ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ Τετρακτὺς αὐτῷ ἀπαγγελοῦμεν, ἵνα μηδὲν λάθῃ σε τῶν εἰς ἡμᾶς ὑπ’ αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς πολλάκις ἀπῄτησας παρ’ ἡμῶν. Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῶν Σιγὴ τὴν γένεσιν τῶν εἰκο‐
20σιτεσσάρων στοιχείων· τῇ Μονότητι συνυπάρχειν Ἑνότητα, ἐξ ὧν δύο προβολαί, καθὰ προείρηται, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες. καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετρα‐
πλασιασθέντες τὰς εἰκοσιτέσσαρας ἀπεκύησαν μορφάς. καὶ τὰ μὲν τῆς17 in vol. 2
Haer
.

2

.

18

πρώτης τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οἶδεν τίνα ἐστίν· τὰ δὲ σεμνῶς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ’ αὐτῷ ἐστι ταῦτα· Ἄρρητος καὶ Σιγή, Πατήρ τε καὶ Ἀλήθεια. ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθ‐
5μός ἐστι στοιχείων εἰκοσιτεσσάρων. τὸ γὰρ Ἄρρητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτά, ἡ δὲ Σειγὴ πέντε καὶ ὁ Πατὴρ πέντε καὶ ἡ Ἀλήθεια ἑπτά, ἃ συντεθέντα ἐπὶ τὸ αὐτό, τὰ δὶς πέντε καὶ δὶς ἑπτά, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. ὡσαύτως δὲ καὶ ἡ δευτέρα τετράς, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν ἀριθμὸν τῶν στοι‐
10χείων ἀνέδειξαν. καὶ τὸ τοῦ σωτῆρος δὲ ῥητὸν ὄνομα Ἰησοῦς γραμμάτων ὑπάρχειν ἕξ, τὸ δὲ ἄρρητον αὐτοῦ γραμμάτων εἰκοσιτεσσάρων· υἱὸς Χρει‐ στὸς γραμμάτων δώδεκα, τὸ δὲ ἐν Χριστῷ ἄρρητον γραμμάτων τριάκοντα. καὶ διὰ τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν ἀριθμὸν τούτου τοῦ ὀρνέου.
159. Ὁ δὲ Ἰησοῦς ταύτην ἔχει, φησί, τὴν ἄρρητον γένεσιν. ἀπὸ γὰρ
τῆς Μητρὸς τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τόπῳ προῆλθεν18 in vol. 2
Haer
.

2

.

19

ἡ δευτέρα τετρὰς καὶ ἐγένετο ὀγδοάς, ἐξ ἧς προῆλθεν δεκάς. οὕτως ἐγένετο δεκὰς καὶ ὀγδοάς. ἡ οὖν δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸν τῶν ὀγδοήκοντα προεβίβασεν ἀριθμόν, καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα τὸν τῶν ὀκτακοσίων ἀριθμὸν
5ἐγέννησεν, ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ ὀγδοάδος εἰς δεκάδα προελθόντα η καὶ π καὶ ω, ὅ ἐστιν Ἰησοῦς. τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν ὀκτακόσιά ἐστιν ὀγδοήκοντα ὀκτώ. ἔχεις σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ Ἰησοῦ κατ’ αὐτοὺς γένεσιν. διὸ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν μονάδας ὀκτὼ καὶ δεκάδας
10ὀκτὼ καὶ ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοήκοντα ὀκτὼ ψῆφον ἐπιδεικνύοντα, τουτέστι τὸν Ἰησοῦν, ἐκ [τῶν] πάντων συνεστῶτα τῶν ἀριθ‐ μῶν. καὶ διὰ τοῦτο ἄλφα καὶ ω ὀνομάζεσθαι αὐτόν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα. καὶ πάλιν οὕτως· τῆς πρώτης τετράδος κατὰ πρό‐ βασιν ἀριθμοῦ εἰς αὑτὴν συντιθεμένης ὁ τῶν δέκα ἀνεφάνη ἀριθμός. μία
15γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ συντεθεῖσαι δέκα γίνονται, ὅ ἐστιν ι, καὶ τοῦτ’ εἶναι θέλουσι τὸν Ἰησοῦν. ἀλλὰ καὶ ὁ Χρειστός, φησί, γραμμάτων ὀκτὼ ὢν τὴν πρώτην ὀγδοάδα σημαίνει, ἥτις τῷ ι συμ‐ πλακεῖσα τὸν Ἰησοῦν ἀπεκύησε. λέγεται δέ, φησί, καὶ Υἱὸς Χρειστός,
τουτέστιν ἡ δωδεκάς· τὸ γὰρ Υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσσάρων, τὸ19 in vol. 2
Haer
.

2

.

20

δὲ Χρειστὸς ὀκτώ· ἅτινα συντεθέντα τὸ τῆς δωδεκάδος ἐπέδειξαν μέγε‐ θος. πρὶν μὲν οὖν, φησί, τούτου τοῦ ὀνόματος τὸ ἐπίσημον φανῆναι, τουτέστιν τὸν Ἰησοῦν τὸν Υἱόν, ἐν ἀγνοίᾳ πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ· ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃ σάρκα περιε‐
5βάλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχον ἐν ἑαυτῷ αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνόντες † αὐτὸν ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς ὁδοῦ γενηθέντος πρὸς τὸν Πατέρα τῆς ἀληθείας. τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν καὶ καθελεῖν τὸν θάνατον. ἀγνοίας δὲ λύσις ἡ ἐπί‐
10γνωσις αὐτοῦ ἐγίνετο. καὶ διὰ τοῦτο ἐκλεχθῆναι τὸν κατὰ τὸ θέλημα αὐτοῦ κατ’ εἰκόνα τῆς ἄνω δυνάμεως οἰκονομηθέντα Ἄνθρωπον. 10. Ἀπὸ τετράδος γὰρ * προῆλθον οἱ Αἰῶνες. ἦν δὲ ἐν τῇ τετράδι Ἄνθρωπος καὶ [ἡ] Ἐκκλησία, Λόγος καὶ Ζωή. ἀπὸ τούτων οὖν δυνάμεις, φησίν, ἀπορρυεῖσαι ἐγενεσιούργησαν τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ
15μὲν Λόγου ἀναπεπληρωκέναι τὸν τόπον τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τὸν δὲ τῆς Ἐκκλησίας τόπον ἡ παρθένος ἐπέδειξεν. οὕτως τε ὁ κατ’ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ’ αὐτῷ ἄνθρωπος, ὃν ὁ Πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ. ἐλθόντος
20δὲ αὐτοῦ εἰς τὸ ὕδωρ κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναδραμόντα
ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾧ ὑπάρχει τὸ σπέρμα20 in vol. 2
Haer
.

2

.

21

τούτων τῶν συσπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. αὐτὴν δὲ τὴν δύναμιν τὴν κατελθοῦσαν σπέρμα φησὶν εἶναι τοῦ Πατρός, ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν, τήν τε διὰ τούτων γινωσκο‐ μένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας Αἰῶνας. καὶ
5τοῦτ’ εἶναι τὸ πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ στόματος τοῦ Ἰησοῦ, τὸ ὁμολογῆ‐ σαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα· κατελθὸν μέν〈τοι γε〉 εἰς τὸν Ἰησοῦν ἡνῶσθαι [δ’] αὐτῷ. καὶ καθεῖλε μὲν τὸν θάνατον, φησίν, ὁ ἐκ τῆς οἰκονομίας σωτὴρ 〈Ἰησοῦσ〉, ἐγνώρισε δὲ τὸν Πατέρα † Χριστόν. εἶναι οὖν † τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει,
10τεθεῖσθαι δὲ εἰς ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρ‐ χεσθαι Ἀνθρώπου, ὃν χωρήσαντα αὐτὸν ἐσχηκέναι αὐτόν τε τὸν Ἄνθρω‐ πον, αὐτόν τε τὸν Λόγον καὶ τὸν Πατέρα καὶ τὸν Ἄρρητον καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν. 11. Ταῦτ’ ἤδη ὑπὲρ τὸ ἰοὺ ἰοὺ καὶ τὸ φεῦ καὶ ὑπὲρ πᾶσαν τραγικὴν
15〈ἐκ〉φώνησιν καὶ σχετλιασμόν ἐστι. τίς γὰρ οὐκ ἂν μισήσειεν τὸν τηλι‐ κούτων ψευσμάτων † κακοσύνθετον ποιητήν, τὴν μὲν ἀλήθειαν ὁρῶν εἴδωλον ὑπὸ Μάρκου γεγονυῖαν καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασιν κατεστιγμένην. νεωστὶ πρὸς τὸ ἀπ’ ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ
πρώην, Ἕλληνες ὁμολογοῦσιν ἀπὸ Κάδμου πρῶτον ἓξ καὶ δέκα παρειλη‐21 in vol. 2
Haer
.

2

.

22

φέναι, εἶτα μετέπειτα προβαινόντων τῶν χρόνων αὐτοὶ ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ διπλᾶ, ἔσχατον δὲ πάντων Παλαμήδην φασὶ τὰ μακρὰ τούτοις προστεθεικέναι. πρὸ τοῦ οὖν 〈παρ’〉 Ἕλλησι ταῦτα γενέσθαι οὐκ ἦν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατὰ σέ, Μάρκε, μεταγενέστερον
5μὲν Κάδμου καὶ τῶν πρὸ αὐτοῦ, μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστε‐ θεικότων στοιχεῖα, μεταγενέστερον δὲ καὶ σαυτοῦ. σὺ γὰρ μόνος 〈ὡσ〉 εἴδωλον κατήγαγες τὴν ὑπὸ σοῦ λεγομένην Ἀλήθειαν. Τίς δ’ ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγήν, ἣ τὸν ἀνονό‐ μαστον ὀνομάζει καὶ τὸν ἄρρητον ἐξηγεῖται καὶ τὸν ἀνεξιχνίαστον ἐξιστορεῖ
10καὶ ἠνοιχέναι τὸ στόμα φησὶν αὐτόν, ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις, καὶ προενέγκασθαι Λόγον, ὡς ἕν τι τῶν συνθέτων ζῴων· τόν τε Λόγον αὐτοῦ, ὅμοιον ὄντα τῷ προβαλόντι καὶ μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ τεσσάρων· ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φῄς, στοιχείων
15μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. ἢ πάλιν τίς ἀνέξεταί σου εἰς σχήματα καὶ ἀριθμούς, ποτὲ μὲν τριάκοντα, ποτὲ δὲ εἰκοσιτέσσαρα, ποτὲ δὲ ἓξ μόνον, συγκλείοντος τὸν τῶν πάντων κτιστὴν καὶ δημιουργὸν καὶ ποιητὴν Λόγον τοῦ θεοῦ, κατακερματίζοντός 〈τε〉 αὐτὸν εἰς συλλαβὰς μὲν τέσσαρας, στοιχεῖα δὲ τριάκοντα, καὶ τὸν μὲν πάντων κύριον, τὸν ἐστερεω‐
20κότα τοὺς οὐρανούς, εἰς ω π η κατάγοντος ἀριθμόν, ὁμοίως τῷ ἀλφαβήτῳ, καὶ αὐτὸν δὲ τὸν τὰ πάντα χωροῦντα Πατέρα, ἀχώρητον δὲ ὑπάρχοντα, εἰς τετράδα καὶ ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα ὑπομερίζοντος καὶ διὰ τῶν τοι‐ ούτων πολυπλασιασμῶν τὸ ἄρρητον καὶ ἀνεννόητον, ὡς σὺ φῄς, τοῦ Πατρὸς ἐκδιηγουμένου; καὶ ὃν ἀσώματον καὶ ἀνούσιον ὀνομάζεις, τὴν τούτου οὐσίαν
25καὶ τὴν ὑπόστασιν ἐκ πολλῶν γραμμάτων, ἑτέρων ἐξ ἑτέρων γεννωμένων,
κατασκευάζεις, αὐτὸς Δαίδαλος ψευδὴς καὶ τέκτων κακὸς γενόμενος τῆς22 in vol. 2
Haer
.

2

.

23

προπανυπερτάτου δυνάμεως· καὶ ἣν ἀμέριστον φῂς εἶναι 〈οὐσίαν〉, εἰς ἀφώνους καὶ φωνήεντας καὶ ἡμιφώνους φθόγγους ὑπομερίζων, τὸ ἄφωνον αὐτῶν τῷ τῶν πάντων Πατρὶ καὶ τῇ τούτου Ἐννοίᾳ ἐπιψευδόμενος, εἰς τὴν ἀνωτάτω βλασφημίαν καὶ μεγίστην ἀσέβειαν ἐμβέβληκας ἅπαντας τοὺς
5σοὶ πειθομένους. διὸ 〈καὶ〉 δικαίως καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ θεῖος πρεσβύτης καὶ κῆρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως·
εἰδωλοποιὲ Μάρκε καὶ τερατοσκόπε,
ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης,
10δι’ ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα, σημεῖα δεικνὺς τοῖς ὑπὸ σοῦ πλανωμένοις, ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, ἃ σοὶ χορηγεῖ σὸς πατὴρ Σατὰν ἀεὶ δι’ ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν,
15
ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας. καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης· ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν μακρὰ ὄντα πειρασόμεθα βραχέως διεξελθεῖν καὶ τὰ πολλῷ χρόνῳ κεκρυμμένα εἰς φανερὸν ἀγαγεῖν. οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι. 12. Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβά‐
20του καὶ ἀνεύρεσιν ἑνώσαντες ἐπὶ τὸ αὐτὸ μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα συνεστηκέναι· καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσά‐ ρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα. μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ τὸν τῶν δέκα Αἰώνων ἀπεκύησαν
25ἀριθμόν. πάλιν δ’ αὖ ἡ δυὰς ἀπ’ αὐτῆς προελθοῦσα ἕως τοῦ ἐπισήμου,23 in vol. 2
Haer
.

2

.

24

οἷον δύο καὶ τέσσαρες καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξεν. καὶ πάλιν ἀπὸ τῆς δυάδος ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰς ἀνε‐ δείχθη, ἐν ᾗ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος λέγουσι,
5καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι, ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκά‐ δος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς † δωδεκάδος ἀπο‐ στᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν.
10οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας—ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα—ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενή‐ κοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν. Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα
15πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν. τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα τὴν τριακοντάδα ἐπιδεικνύουσιν.
ἀρξάμενος γάρ 〈τισ〉 ἀπὸ τοῦ ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα τῷ ἀριθμῷ24 in vol. 2
Haer
.

2

.

25

τῶν στοιχείων, ὑφεξαιρούμενος δὲ τὸ ἐπίσημον καὶ ἐπισυντιθεὶς τὴν ἐπαύ‐ ξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν. μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν ἑπτὰ ἀριθμὸς β καὶ κ ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ ἐστιν
5ὀκτώ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσεν. καὶ ἐντεῦθεν ἀπο‐ δεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. ἐπεὶ οὖν ἐκ τριῶν δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ’ ἑαυτῆς συντεθεῖσα ἐννέα ἐγέννησεν. οὕτως τε ἡ ὀγδοὰς τὸν τῶν ἐνε‐
10νήκοντα ἐννέα παρ’ αὐτοῖς ἀπεκύησεν ἀριθμόν. καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ † λόγου κεῖσθαι (ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα) καὶ κατ’ εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου,
15αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος κατὰ τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ τὸν τῶν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν. ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθεν ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ
εὑρὸν † αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοι‐25 in vol. 2
Haer
.

2

.

26

χείου. τὸ γὰρ λ, ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν καὶ εἰς ἑαυτὸ ἁρπάσαν † αὐτόν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρω‐ σεν χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ συγκειμένου. διὸ καὶ φεύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστιν τὸ Ὑστέρημα,
5τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα μετέστησεν. 13. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητέ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ * τὴν τοιαύτην αὐτῶν οἰησίσοφον μωρίαν. ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν καὶ τὸ μέγεθος τῆς ἀληθῶς ἀρρήτου δυνάμεως καὶ τὰς τοσαύ‐
10τας οἰκονομίας τοῦ θεοῦ διὰ τοῦ ἄλφα καὶ βῆτα καὶ δι’ ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες. ὅσοι δὲ ἀφίστανται τῆς ἐκκλη‐ σίας καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται, ἀληθῶς 〈εἰσιν〉 αὐτο‐ κατάκριτοι, οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν καὶ δευτέραν νου‐ θεσίαν παραιτεῖσθαι. Ἰωάννης δέ, ὁ τοῦ κυρίου μαθητής, ἐπέτεινε τὴν
15καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ’ ἡμῶν λέγεσθαι βουληθείς· «ὁ γὰρ λέγων αὐτοῖς» φησί «χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονη‐ ροῖς». καὶ εἰκότως· «οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσιν» λέγει κύριος. ἀσεβεῖς δὲ ὑπὲρ πᾶσαν ἀσέβειαν οὗτοι οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μόνον θεὸν παντοκράτορα, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστιν, ἐξ Ὑστερήματος
20καὶ αὐτοῦ ἐξ ἄλλου Ὑστερήματος γεγονότος προβεβλῆσθαι λέγοντες· ὥστε κατ’ αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου Ὑστερήματος. ἣν γνώμην ὄντως καταφυσήσαντας καὶ καταθεματίσαντας δέον πόρρω που 〈καὶ〉 μακρὰν φυγεῖν ἀπ’ αὐτῶν καὶ ᾗ πλέον διισχυρίζονται καὶ χαίρουσιν ἐπὶ τοῖς παρευρέμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ
25τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων, καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν26 in vol. 2
Haer
.

2

.

27

ἐμπεσόντες † ἢ πλέον γελῶσι καὶ ἰσχύειν δοκοῦσιν καὶ ὡς ὑγιαίνοντες πάντα πράττουσιν, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσιν. ὁμοίως δὲ καὶ οὗτοι ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι καὶ ἐκνευρί‐ ζουσιν ἑαυτοὺς ὑπέρτονα τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν.
5ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς ἀνοίας, ἔπειτα σχολάζοντας αὐτοὺς οὐ θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρόν, προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ καὶ χαυνῶσαν αὐτῶν τὴν γνώμην ὡς δυναμένων τὰ ὑπὲρ τὸν θεὸν ἐννοεῖν καὶ ἐπιτήδειον εἰς ὑπερέκκρουσιν κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς ἐνεθήκωσεν.
10 14. Βούλομαι δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατ’ εἰκόνα τῶν ἀορά‐ των ὑπὸ τοῦ Δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσιν διηγήσασθαι. πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά φασιν, πῦρ ὕδωρ γῆν ἀέρα, εἰκόνα προβεβλῆσθαι τῆς ἄνω πρώτης τετράδος, τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας, οἷον θερμόν τε καὶ ψυχρόν,
15ξηρόν τε καὶ ὑγρόν, ἀκριβῶς ἐξεικονίζειν τὴν ὀγδοάδα. ἑξῆς * δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν † σωματικὰ κυκλοειδῆ, ἃ καὶ οὐρα‐ νοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ ὄγδοον οὐρα‐ νὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου
20καὶ Ζωῆς προελθούσης. τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου. τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώ‐
που καὶ τῆς Ἐκκλησίας θυγατέρα δωδεκάδα σκιαγραφεῖν λέγουσιν. καὶ27 in vol. 2
Haer
.

2

.

28

ἐπεὶ ἀντεπεζεύχθη, φασί, τῇ τῶν ὅλων φορᾷ ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερ‐ θεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ
5Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. τὴν σελήνην τε πάλιν τὸν ἑαυτῆς οὐρανὸν ἐμπεριερχομένην τριάκοντα ἡμέραις διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν τριάκοντα Αἰώνων ἐκτυποῦν. καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶν περιερχόμενον καὶ τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν δωδεκάδα φανερὰν ποιεῖν, καὶ
10αὐτὰς δὲ τὰς ἡμέρας, δεκαδύο ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς 〈οὐ〉 φαεινῆς δωδεκάδος εἶναι. ἀλλὰ μὴν καὶ τὴν ὥραν φασί, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα τῆς τρια‐ κοντάδος. καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτως
15δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι λέγουσιν. ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες καὶ καθ’ ἕκαστον κλίμα 〈ἀνὰ μίαν〉 δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην καὶ ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ἀπόρροιαν δυνάμει τύπον εἶναι τῆς δωδεκάδος καὶ τῶν
20τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται.28 in vol. 2
Haer
.

2

.

29

Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν Δημιουργὸν τῆς ἄνω Ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ ἀίδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν 〈αὐτὸν〉 εἶναι Ὑστερήματος, εἰς χρόνους καὶ καιρούς, ἀριθμούς τε πολυετεῖς τὸ
5αἰώνιον αὐτῆς κατατεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμή‐ σασθαι αὐτῆς τὸ ἀπέραντον. ἐνταῦθά τε λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο κατάλυσιν πλη‐ ρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον. 15. Καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ’ ἑκάστην ἡμέραν
10ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν 〈τι〉. τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ’ αὐτοῖς καρποφορήσας. ἐκ δὲ τῶν προφητικῶν ὅσα μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντας τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. ὁ γὰρ Μωυσῆς, φασίν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν ὅλων ἐπέδειξεν εἰπών «ἐν
15ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». τέσσαρα οὖν ταῦτα ὀνομάσας, θεὸν καὶ ἀρχήν, οὐρανὸν καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσεν. καὶ τὸ ἀόρατον δὲ καὶ ἀπόκρυφον αὐτῆς μη‐ νύοντα εἰπεῖν «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». τὴν 〈δὲ〉 δευτέραν τετράδα, γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέ‐
20λουσιν, ἄβυσσον ὀνομάζοντα καὶ σκότος ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι πνεῦμα. μεθ’ ἣν τῆς δεκάδος μνημονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ ἑσπέραν καὶ ὃ καλεῖται πρωΐ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην καὶ δεκάτῳ τόπῳ τὸ ξύλον· οὕτω τε διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. τῆς δὲ
25δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ’ αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ
σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, 〈ἔτι τε〉 ἰχθύας καὶ29 in vol. 2
Haer
.

2

.

30

ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέ‐ κατον τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι διδάσκουσιν. ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ’ εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν ἐν αὑτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγῆς
5δύναμιν (ἱδρῦσθαι δὲ ταύτην ἐν τῷ κατὰ τὸν ἐγκέφαλον τόπῳ), ἀφ’ ἧς ἀπορρεῖν δυνάμεις τέσσαρας κατ’ εἰκόνα τῆς ἄνω τετράδος καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοήν, τὴν δὲ τρίτην ὄσφρησιν καὶ τὴν τετάρτην γεῦσιν. τὴν δὲ ὀγδοάδα φασὶν μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντος καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο καὶ διπλῆν
10γεῦσιν, πικροῦ τε καὶ γλυκέος. ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακ‐ τύλων τὴν δεκάδα βαστάζειν, ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δώδεκα μέλη διαιρουμένῳ τὴν δωδεκάδα. διαιροῦσι δὲ αὐτό, καθάπερ τὸ τῆς Ἀληθείας διῄρηται παρ’ αὐτοῖς σῶμα, περὶ οὗ προειρήκαμεν. τήν τε οὖν ὀγδοάδα,
15ἄρρητόν τε καὶ ἀόρατον οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι. 16. Ἥλιον δὲ πάλιν, τὸν μέγαν φωστῆρα, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. τῆς τε σκηνῆς τῆς ὑπὸ Μωυσέως κατασκευασθείσης αἱ αὐλαὶ ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορ‐ φύρας καὶ κοκκίνου γεγονυῖαι τὴν αὐτὴν παρ’ αὐτοῖς ἐπέδειξαν εἰκόνα.
20τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμη‐ μένον, τὴν τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα 〈ὅλωσ〉 τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι. τὴν δὲ ὀγδοάδα πάλιν δείκνυσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσι τὸν ἄνθρωπον· ποτὲ
25μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ 〈ἐν〉 τῇ ὀγδόῃ, εἰ μή
τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι, τὸν δὲ σαρ‐30 in vol. 2
Haer
.

2

.

31

κικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ’ αὐτοῖς. ἔνιοι δὲ 〈καὶ〉 ἄλλον 〈εἶναι〉 θέλουσι τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον καὶ τοῦτον εἶναι τὸν πνευματικόν, ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα.
5 Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. τὸ αὐτὸ δὲ καὶ τὸν Δαυίδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν. ἔτι μὴν καὶ τὴν περιτομήν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. καὶ ἁπλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς
10ὑπάγεσθαι δυνάμενα εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιν δοῦναι, λέγουσι. καὶ τὴν 〈κατὰ〉 Σάρραν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ δηλοῦν.
15καὶ ὁ δοῦλος δὲ ὁ 〈τῷ〉 Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας, ἔτι τε Ῥοβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα
20ἀπόστολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρ‐ όντος, τὴν ἀόρατον διετύπουν κατ’ αὐτοὺς δεκάδα. 17. Τὴν δωδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ Ὑστερήματος γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέ‐ λουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῇ κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα
25υἱοὺς τοῦ Ἰακώβ, ἐξ ὧν καὶ 〈αἱ〉 δώδεκα φυλαί, καὶ τὸ λόγιον τὸ ποικιλτὸν δώδεκα ἔχον λίθους καὶ τοὺς δώδεκα κώδωνας καὶ τοὺς ὑπὸ Μωυσέως
τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ31 in vol. 2
Haer
.

2

.

32

ἐν τῷ ποταμῷ καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς ὑπὸ Ἠλία τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου καὶ τὸν ἀριθμὸν δὲ τῶν ἀποστόλων καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασῴζει τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγου‐
5σι. τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ καὶ διὰ Σαμουὴλ κατακλίναν‐ τος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς πρῶτον καὶ διὰ Δαυίδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον λ καὶ διὰ τοῦ τὸ μῆκος γίνεσθαι τῆς ἁγίας σκηνῆς τριά‐
10κοντα πηχῶν, καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι, τὴν τριακον‐ τάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν. 18. Ἀναγκαῖον 〈δὲ〉 ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρου‐ σίας, ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν’ ἐπιδείξωσι τὸν
15κύριον ἡμῶν ἄλλον καταγγέλλοντα πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός, ὃν καθὼς προέφαμεν ἀσεβοῦντες Ὑστερήματος καρπὸν εἶναι λέ‐ γουσι. τὸν γοῦν προφήτην Ἠσαΐαν εἰπόντα «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν», τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν εἰρηκέναι μεθαρ‐ μόζουσι. καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον «οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια οὐδὲ
20ἐπίγνωσις θεοῦ» εἰς τὸ αὐτὸ συντείνειν βιάζονται, καὶ τό «οὐκ ἔστιν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν» ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. καὶ τὸ διὰ Μωυσέως δὲ εἰρημένον «οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. τὸν μὲν γὰρ ποιητὴν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι,
25τὸ δὲ 〈γεγραμμένον〉 «οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» περὶ τοῦ32 in vol. 2
Haer
.

2

.

33

ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν εἰρῆσθαι θέλουσι. καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τό «οὐδεὶς ὄψεται τὸν θεόν» πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐ περὶ τοῦ ὑπὸ τού‐ των παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ αὐτός ἐστιν
5ὁ ἀόρατος θεός, δειχθήσεται τοῦ λόγου προϊόντος. καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν ἐν τῷ ἐπερωτᾶν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παρα‐ βολῶν, ὡς μὴ εἰδότα· ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ’ αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ εἰπεῖν αὐτῷ «ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσίν, ἕως οἱ συνιέντες συνιῶσι καὶ οἱ λευκοὶ λευ‐
10κανθῶσι»· καὶ αὐτοὺς εἶναι τοὺς λευκοὺς καὶ [εὖ] συνιέντας αὐχοῦσιν. Πρὸς δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ ἔπλασαν, παραφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα. προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κἀκεῖνο τὸ ῥᾳδιούργημα, ὡς τοῦ κυρίου παιδὸς ὄντος καὶ μανθάνοντος τὰ
15γράμματα, τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστίν· εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα. πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύοντος εἰπεῖν, ἀποκρίνασθαι τὸν κύριον· σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ ἄλφα.
20 Ἔνια δὲ καὶ τῶν ἐν τῷ εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν, ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπό‐ κρισιν «οὐκ οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» ὃν οὐκ ᾔδει‐ σαν, φασί, πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλάς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς θεόν.
25καὶ τῷ εἰπόντι αὐτῷ «διδάσκαλε ἀγαθέ» τὸν ἀληθῶς ἀγαθὸν θεὸν ὡμο‐ λογηκέναι εἰπόντα «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ πατὴρ ἐν
τοῖς οὐρανοῖς»· οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. καὶ διὰ33 in vol. 2
Haer
.

2

.

34

τοῦ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ «ἐν ποίᾳ δυνάμει τοῦτο ποιεῖς», ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς τὸ ἄρρητον τοῦ Πατρὸς ἐν τῷ 〈μὴ〉 εἰπεῖν δεδειχέναι αὐτὸν ἐξηγοῦνται. ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι «πολ‐ λάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν
5ἐροῦντα» ἐμφαίνοντός φασιν εἶναι διὰ τοῦ «ἕνα» τὸν ἀληθῶς ἕνα θεόν, ὃν οὐκ ἐγνώκεισαν. ἔτι ἐν τῷ προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπ’ αὐτὴν καὶ εἰπεῖν «εἰ ἔγνως καὶ σὺ σήμερον τὰ πρὸς εἰρήνην; ἐκρύβη δὲ 〈ἀπὸ〉 σοῦ», διὰ τοῦ «ἐκρύβη» ῥήματος τὸ ἀπόκρυφον τοῦ Βυθοῦ δεδη‐ λωκέναι. καὶ πάλιν εἰπόντα «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ
10πεφορτισμένοι, καὶ μάθετε ἀπ’ ἐμοῦ», τὸν τῆς ἀληθείας πατέρα κατηγγελ‐ κέναι. ὃ γὰρ οὐκ ᾔδεισαν, φασί, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν. 〈Ἀπόδειξιν〉 δὲ τῶν ἀνωτάτω καὶ οἱονεὶ κορωνίδα τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας
15αὐτὰ νηπίοις. οὐά, ὁ πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία [μοι] ἐγένετο. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱόν, εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». ἐν τούτοις 〈γὰρ〉 διαρρήδην φασὶ δεδειχέναι αὐτόν, ὡς τὸν ὑπ’ αὐτῶν παρ‐ εξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδὲ ἑνὸς πώποτε
20ἐγνωκότος, καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτιστοῦ ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου, καὶ ταῦτα τὸν κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώ‐ στου τοῖς πᾶσι πατρός, ὃν αὐτοὶ καταγγέλλουσι.
19. Τὴν δὲ τῆς ἀπολυτρώσεως 〈παρ’〉 αὐτοῖς παράδοσιν συμβέβηκεν34 in vol. 2
Haer
.

2

.

35

ἀόρατον εἶναι καὶ ἀκατάληπτον, ἅτε † τῶν ἀκρατήτων καὶ ἀοράτων Μη‐ τέρα ὑπάρχουσαν καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστιν διὰ τὸ ἕνα ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλον‐ ται, παραδιδόναι αὐτήν. ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοί,
5τοσαῦται καὶ ἀπολυτρώσεις. καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εἰς θεὸν ἀναγεννήσεως καὶ πάσης τῆς πίστεως ἀπόθεσιν ὑποβέβληται τὸ εἶδος τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν,
10ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. ἄλλως γὰρ ἀδύνα‐ τον 〈εἶναι〉 ἐντὸς Πληρώματος εἰσελθεῖν, ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος τοῦ Βυθοῦ κατάγουσα κατ’ αὐτούς. τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως 〈εἶναι〉 ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ κατ‐ ελθόντος Χριστοῦ εἰς τελείωσιν, καὶ τὸ μὲν ψυχικόν, τὴν δὲ πνευματικὴν
15εἶναι ὑφίστανται, καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ Χριστοῦ κεκομίσθαι εἰς τελείωσιν. καὶ τοῦτ’ εἶναι περὶ οὗ λέγει «καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό». ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν μετ’
20αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν κύριον λέγουσιν, εἰπόντα «δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπ‐ τίζεσθαι;» καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπο‐ λύτρωσιν πολλάκις μεμηνυκέναι, καὶ εἶναι ταύτην τὴν ὑπ’ αὐτῶν ποικίλως
καὶ ἀσυμφώνως παραδιδομένην.35 in vol. 2
Haer
.

2

.

36

20. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ’ ἐπιρρήσεών τινων τοῖς τελουμένοις καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ’ αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν· οἱ δὲ ἄγουσιν ἐφ’ ὕδωρ καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν
5«εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα 〈τῶν〉 πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων». ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους, οὕτως· βασεμὰ χαμοσσὴ βααιανοορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. τούτων δ’ ἡ ἑρ‐
10μηνεία ἐστὶ τοιαύτη· ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς ἐπικαλοῦμαι * φῶς ὀνομαζόμενον καὶ πνεῦμα ἀγαθὸν καὶ ζωή, ὅτι ἐν σώματι ἐβασίλευσας. ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν * ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκε‐ κρυμμένον ἀπὸ πάσης θεότητος καὶ κυριότητος καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζώναις τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ
15ζῶντος διὰ πνεύματος ἁγίου, εἰς λύτρωσιν ἀγγελικήν, ὄνομα τὸ τῆς ἀπο‐ καταστάσεως· Μεσσία οὐφαρέγνα μεμψαι μὲν χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. καὶ τούτων δὲ ἡ ἑρμηνεία ἐστὶν τοιαύτη· οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν καὶ τὴν ὑπερουράνιον δύναμιν τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, σωτὴρ ἀληθείας. καὶ ταῦτα
20μὲν ἐπιλέγουσιν αὐτοὶ οἱ τελοῦντες, ὁ δὲ τετελεσμένος ἀποκρίνεται· ἐστήριγ‐ μαι καὶ λελύτρωμαι καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου
καὶ πάντων τῶν παρ’ αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαώ, ὃς ἐλυτρώσατο τὴν36 in vol. 2
Haer
.

2

.

37

ψυχὴν αὐτοῦ εἰς ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. εἶτ’ ἐπιλέγουσιν οἱ παρόντες· εἰρήνη πᾶσιν, ἐφ’ οὓς τὸ ὄνομα τοῦτο ἐπαναπέπαυται. ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ βαλσάμου. τὸ γὰρ μύρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν.
5 Ἔνιοι δ’ αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπὶ τὸ αὐτὸ μετ’ ἐπιρρήσεών 〈τινων〉 ὁμοιο‐ τρόπων αἷς προειρήκαμεν ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελουμένων, καὶ τοῦτ’ εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. ἄλλοι δὲ ταῦτα πάντα παραιτησάμενοι φάσκουσι μὴ δεῖν τὸ τῆς ἀρρήτου
10καὶ ἀοράτου δυνάμεως μυστήριον δι’ ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι’ αἰσθητῶν καὶ σωματι‐ κῶν. εἶναι δὲ τὴν τελείαν ἀπολύτρωσιν αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀρρήτου Μεγέθους· ὑπ’ ἀγνοίας γὰρ Ὑστερήματος καὶ πάθους γεγονότων διὰ γνώ‐ σεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν, ὥστ’ εἶναι τὴν
15γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου. καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτὴν (φθαρτὸν γὰρ τὸ σῶμα) μήτε ψυχικήν, ἐπεὶ καὶ ἡ ψυχὴ ἐξ Ὑστερή‐ ματός 〈ἐστι〉 καὶ ἔστι τοῦ πνεύματος ὥσπερ οἰκητήριον· πνευματικὴν οὖν δεῖν καὶ τὴν λύτρωσιν ὑπάρχειν. λυτροῦσθαι γὰρ διὰ γνώσεως τὸν ἔσω ἄν‐ θρωπον τὸν πνευματικὸν καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει.
20καὶ ταύτην εἶναι λύτρωσιν ἀληθῆ.
ΕΩΣ ΩΔΕ ΤΑ ΑΠΟ ΕΙΡΗΝΑΙΟΥ. 21. Ταύτην τὴν πᾶσαν ἀκριβῆ ἔρευναν ὁ μακάριος πρεσβύτης Εἰρηναῖος ἐποιήσατο, καθ’ εἱρμὸν πάντα ἐκθέμενος τῆς αὐτῶν πάσης
παραπεποιημένης διδασκαλίας. διόπερ δή, ὡς καὶ ἤδη μοι προδεδή‐37 in vol. 2
Haer
.

2

.

38

λωται, [ὅτι] τοῖς ὑπ’ αὐτοῦ ἐσπουδασμένοις ἀρκεσθέντες πάντα πρὸς ἔπος, ὡς παρ’ αὐτῷ ἐμφέρεται, παρεθήκαμεν. ἀνατραπήσονται δὲ ἐξ αὐτῶν τῶν παρὰ τοῦ ἁγίου ἀνδρὸς εἰς ἀντίθεσιν τῆς αὐτῶν μοχ‐ θηρίας εἰρημένων. ἡμεῖς γὰρ πιστεύομεν, ὡς πάντῃ ἡ ἀλήθεια
5ὑποφαίνει καὶ ὁ εὔλογος λογισμὸς ὑποτίθεται καὶ τῷ τῆς εὐσεβείας κανόνι συμπεφώνηται τῷ τε νόμῳ καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τῶν ἀνέκαθεν πατριάρχαις κατὰ ἀκολουθίαν τῇ τε αὐτοῦ τοῦ σωτῆ‐ ρος διδαχῇ, 〈τοῦ κυρίου〉 καὶ τῶν αὐτοῦ ἀποστόλων σαφῶς ἡμᾶς διδασκόντων ἕνα ὁμολογεῖν θεὸν πατέρα, παντοκράτορα τῶν ὅλων,
10καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μίαν ἁγίαν τριάδα ἄκτιστον, τῶν ἄλλων ἁπάντων ἐξ οὐκ ὄντων γενομένων μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. τούτων δὲ παρὰ πάντων τῶν προειρημένων ἁγίων προφητῶν τε καὶ εὐαγγελι‐ στῶν καὶ ἀποστόλων σαφῶς ὡμολογημένων καὶ πεπιστευμένων, οὐκ
15ἂν δυνηθείη κυβευτική τις ἐπίνοια ἀντισχεῖν πρὸς τὴν ἀκτῖνα τῆς ἀληθείας, ὥς γε ἡμῖν πολλάκις κατὰ πλάτος εἴρηται ἐν τῇ πρὸς ἑκάστην αἵρεσιν ἀντιθέσει· ὡς ἐξ ἅπαντος φωρᾶσθαι καὶ τοῦτον τὸν ἀγύρτην καὶ θανατοποιὸν ἰσοτύπως ταῖς προειρημέναις ἐπιδείξεως χάριν καὶ περιεργίας τὰ μεγάλα ταῦτα καττύσαντά τε καὶ μηχα‐
20νησάμενον. 22. Παρελθόντες δὲ καὶ τούτου τὴν μοχθηρίαν καὶ τῶν ἀπ’ αὐτοῦ Μαρκωσίων λεγομένων ἐπὶ τὰς ἑξῆς σπεύσωμεν, ὦ ἐπιπόθητοι, τὰς αὐτῶν ῥίζας πάλιν ἀνερευνῶντες καὶ τῶν καρπῶν αὐτῶν τὴν πικρίαν ἀφανίζοντες, τήν τε ἀνατροπὴν καὶ τὰ κατ’ αὐτοὺς πάντα
25ἐπιδεικνύντες, οὐχὶ εἰς βλάβην τῶν ἐντυγχανόντων, ἀλλὰ εἰς ἀποτρο‐ πήν, πρὸς τὸ μὴ πλησιάσαι μιᾷ τῶν προειρημένων αἱρέσεων ἢ τῶν μετέπειτα, ἀλλὰ ἀναγνόντας τὰ γεγραμμένα παρ’ αὐτοῖς καὶ γνόντας τὰ ᾀδόμενα καὶ καταγνόντας τῆς ἑκάστης αὐτῶν πλάνης τε καὶ ἑρπετώδους μοχθηρίας ἀποφεύγειν τε καὶ ὡς εἶπον μὴ πλησιάζειν.
30διψάδα γάρ τινα ἔχιδνάν φασιν οἱ ἱστορήσαντες, ἣ οὕτως ἔοικεν λύμην τοιάνδε ἐμποιεῖν· ἐν τόποις γάρ τισιν, ὅπου πύελοι ἐν ταῖς
πέτραις ἢ λιβάδες εἰσὶ μικραὶ ἀπὸ πετρῶν χεόμεναι εἰς ὑποδοχήν τινα,38 in vol. 2
Haer
.

2

.

39

ἡ αὐτὴ διψὰς ὕδωρ εὑρίσκουσα καὶ πιοῦσα τὸν ἰὸν ἐμβάλλει μετὰ τὸ πιεῖν εἰς τὰς προειρημένας στάσεις τῶν ὑδάτων, ὥστε πᾶν ζῷον πλησιάσαν καὶ ποτοῦ κορεσθὲν δοκεῖν μὲν ὠφελεῖσθαι ἐκ τοῦ μετα‐ λαβεῖν, εὐθὺς δὲ παρὰ τὸν ὑποδόχον τῶν ὑδάτων ἐκ τοῦ ἰοῦ τῆς
5διψάδος ὑποδεξάμενον καταπίπτειν καὶ θνῄσκειν. ἀλλὰ καὶ εἴ τινα πλήξειεν ἡ αὐτὴ διψάς, ἀπὸ τοῦ περισσοτέρως ἐν αὐτῇ καυστικοῦ ἰοῦ ἐπὶ ὄρεξιν δίψης καὶ πόματος προτρέπει τὸ πάθος τῆς ἀλγηδό‐ νος προσφέρεσθαί τε ἀεὶ καὶ πίνειν ἐρεθίζει. νομίζει δέ τι ὠφελεῖ‐ σθαι πρὸς τὴν λύμην ὁ πληγείς, ὁσάκις τῆς τοιαύτης θανατηφόρου
10ἀλγηδόνος * λαμβάνει, ἀλλὰ ἐν αὐτῷ τῷ πότῳ πληρωθείσης τῆς γαστρὸς καὶ μηκέτι 〈τι〉 ὑποδεχομένης ὕστερον σὺν τῷ πόματι τὸ πνεῦμα ἀφίησιν. οὕτως καὶ οὗτος ἀπὸ πόματος τὸν θάνατον τοῖς παρ’ αὐτοῦ ἠπατημένοις ἐξεργάζεται, οὗπερ ἰοῦ ἐν δυνάμει θεοῦ ῥυσθέντες ἐπὶ τὰς ἑξῆς ἴωμεν.
15
Κατὰ Κολορβασίων ιε, τῆς δὲ ἀκολουθίας λε. 1. Κολόρβασος τούτοις ἕπεται ἀπὸ τῆς τοῦ προειρημένου Μάρ‐ κου γοητείας τὸν ἔρανον ποιησάμενος, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Πτο‐ λεμαίου ῥίζης σκολόπων δίκην ἀναφύσας· ἕτερα 〈δὲ〉 πάλιν παρὰ τούτους ἐνοχλεῖν τῷ κόσμῳ κέντρων δίκην ἐπενόησε, δῆθεν μείζονα
20ἐμπειρίαν, ὡς ἄνωθεν ἥκων, μηχανώμενος. καὶ τὰ μὲν πρῶτα σὺν τῷ Μάρκῳ ὑπάρχων ὁμοιογνώμονι αὐτῷ, δίκην δικεφάλου ὄφεως ὑπαρχούσης τῆς αὐτῶν αἱρέσεως, ὕστερον δὲ ὡς κεφαλὴ ἀπὸ σώμα‐ τος ἑρπετοῦ τμηθεῖσα καὶ ἔτι ἐμπνέουσα πολλοὺς ἀφανίσας ἠδίκησεν, ὡς δῆθεν μεῖζόν τι καὶ ἐμπειρότερον παρὰ τοὺς σὺν αὐτῷ καὶ τοὺς
25πρώτους δεικνύς.39 in vol. 2
Haer
.

2

.

40

λέγει γὰρ τὴν πρώτην ὀγδοάδα οὐ καθ’ ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα προβεβλῆσθαι, ἀλλ’ ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβο‐ λὴν ὑπὸ τοῦ Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται. καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον
5καὶ Ἐκκλησίαν, ὡς οἱ ἄλλοι, ἀλλ’ ἐξ Ἀνθρώπου καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ. ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν, ὅτι ὅτε ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο Πατὴρ ἐκλήθη· ἐπειδὴ δὲ ὃ προεβάλετο ἀλήθεια ἦν, τοῦτο Ἀλήθεια ὠνομάσθη. ὅτε δὲ ἠθέλησεν ἑαυτὸν ἐπιδεῖξαι, τοῦτο Ἄνθρωπος ἐλέχθη. οὓς δὲ
10προελογίσατο ὅτε προέβαλεν, τοῦτο Ἐκκλησία ὠνομάσθη· † καὶ ὁ Ἄνθρω‐ πος τὸν Λόγον· οὗτός ἐστιν ὁ πρωτότοκος υἱός. ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή. καὶ οὕτως πρώτη ὀγδοὰς συνετελέσθη. πολλὴ δὲ μάχη παρ’ αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων γεγονέναι λέγουσι, διὸ καὶ εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ
15πλήρωμα ηὐδόκησεν δι’ αὐτοῦ δοξάσαι τὸν Πατέρα· οἱ δὲ ἐκ μόνων τῶν δέκα αἰώνων τῶν ἀπὸ Λόγου καὶ Ζωῆς προβεβλημένων [αὐτὸν λέγουσι], 〈καὶ διὰ τοῦτο Λόγον καὶ Ζωὴν αὐτὸν λέγεσθαι〉, τὰ προγονικὰ ὀνό‐ ματα [τὰ] διασῴζοντα· οἱ δὲ ἐκ τῶν δώδεκα Αἰώνων τῶν ἐκ τοῦ Ἀν‐ θρώπου καὶ Ἐκκλησίας γενομένων, καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου 〈ἑαυτὸν〉
20ὁμολογεῖν, ὡσανεὶ ἀπόγονον Ἀνθρώπου· οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ τοῦ
ἁγίου πνεύματος 〈τῶν〉 εἰς στήριγμα τοῦ πληρώματος 〈προβεβλημένων〉40 in vol. 2
Haer
.

2

.

41

γεγονέναι λέγουσιν αὐτόν, καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτόν, τὴν τοῦ Πατρὸς ἀφ’ οὗ προεβλήθη διασῴζοντα προσηγορίαν. ἄλλοι δέ, ὡς εἰπεῖν, τινὲς ἐξ αὐτῶν ῥαψῳδοί, τὸν Προπάτορα τῶν ὅλων καὶ Προαρχὴν καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι καλεῖσθαι. καὶ τοῦτ’ εἶναι τὸ μέγα καὶ
5ἀπόκρυφον μυστήριον, ὅτι ἡ ὑπὲρ τὰ ὅλα δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάντων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν Ἀνθρώπου ἑαυτὸν λέγειν τὸν σωτῆρα. 2. Αὕτη καὶ ἡ τοῦ Κολορβάσου μάταιος τῷ βίῳ καὶ φαντασιώ‐ δης διὰ ψοφημάτων κενοφωνία· ἣν ἐὰν καταμάθοι τις, εἴσεται ἐκ
10τῶν πρὸ αὐτοῦ ὡς φιλοτιμία ἐστὶ τῆς ἑκάστου τούτων ὑπονοίας 〈αἰτία〉. κενοδοξῶν γὰρ ἕκαστος καὶ βουλόμενος ἑαυτῷ συνάγειν ἄθροισμα ὥστε αὐτῷ ἕπεσθαι, ἃ ὑπεισῆλθεν τὴν αὐτοῦ ἔννοιαν ἐψευδολόγησεν, οὔτε κατὰ προφητείαν φθεγγόμενος (οὐ γὰρ πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτοῖς) οὔτε ἀπὸ τῆς τῶν προφητῶν καὶ εὐαγγε‐
15λίων ἀληθείας κἂν μίαν πρόφασιν ἐσχηκώς. ἀνατροπὴ δὲ τούτων πάντων τῆς ψευδωνύμου γνώσεως ὁ αὐτὸς τῆς ἀληθείας κατὰ τῶν πρώτων ῥηθεὶς λόγος. τῆς γὰρ Οὐαλεντίνου σχολῆς καὶ τῶν πρὸ αὐτοῦ οὗτοι πάντες ὑπάρχοντες καὶ τὸν νοῦν ἐκείνου ἄλλως ἄλλος ἐξηγησάμενοι, τὴν ἴσην αὐτοῖς ὀφλήσουσιν αἰσχύνην. μεγάλην γὰρ
20ἡμῖν ἀπάτην κενοφωνίας καὶ οὗτος ὁ Κολόρβασος ἧκεν φέρων. ἐπέ‐ θετο γὰρ ἡμῖν ποιητευσάμενος τῷ ἀκαταλήπτῳ καὶ ἀοράτῳ καὶ ἁγίῳ θεῷ τῷ πατρὶ τῶν ὅλων ὄνομα Ἄνθρωπος, ἵνα συζεύξῃ τῇ ἑαυτοῦ πλάνῃ τὸν τοῦ σωτῆρος λόγον φάσκοντος ἑαυτὸν υἱὸν Ἀνθρώπου καὶ μεταγάγῃ τὴν διάνοιαν τῶν αὐτῷ χρησαμένων ἀπὸ τῆς ἀληθινῆς
25καὶ ἐναργεστάτης τοῦ Χριστοῦ περὶ αὑτοῦ ὁμολογίας εἰς ἀμηχανίαν
καὶ εἰς κενοφωνίαν † τοῦ ζητεῖν, ὑπολαμβάνοντας ἐν τοῖς ἐπουρα‐41 in vol. 2
Haer
.

2

.

42

νίοις εἶναι ὃ μὴ ἔστι. δῶμεν γὰρ αὐτὸν διὰ τὸ τὸν ἄνω που αὐτοῦ πατέρα Ἄνθρωπον καλεῖσθαι υἱὸν Ἀνθρώπου ἑαυτὸν ὀνομάζειν (καὶ οὐκ ἀπὸ τῆς σαρκὸς ἧς ἔλαβεν ἀπὸ παρθενικῆς μήτρας τουτέστιν ἀπὸ Μαρίας τῆς ἁγίας γεννηθεὶς διὰ πνεύματος ἁγίου) κατὰ τὸν τοῦ
5ἐλεεινοῦ Κολορβάσου τούτου λόγον, —τί ἂν εἴποι περὶ οὗ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν, ὡς τοῖς Ἰουδαίοις ἔλεγεν «νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου»· καὶ οὐκέτι ἐνταῦθα εἶπεν, τοῦ ἀνθρώπου πατρός μου, ἀλλὰ περὶ μὲν πατρὸς ὁμολογῶν θεὸν τὸν
10τῶν ὅλων ἐσήμανεν, περὶ δὲ ἑαυτοῦ, ὅτι ἐνηνθρώπησεν ἐν ἀληθείᾳ, ἄνθρωπον ἑαυτὸν ἔφασκεν· ὡς καὶ οἱ ἀπόστολοί φασιν, ἵνα ἡ ἀλήθεια πανταχόθεν συσταθῇ καὶ γνωσθῇ πόθεν ἐστὶν τὰ τῷ κυρίῳ ὀνόματα συναφθέντα «Ἰησοῦν ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς σημείοις καὶ τέρασι» καὶ τὰ ἑξῆς. τί τοίνυν πρὸς ταῦτα φαίης ἄν. ὦ πάντων
15ἀνθρώπων ἐλεεινότατε, ἐπειδὴ ἄνωθεν ἥκεις φέρων ἡμῖν καινὰς ὀνομασίας καὶ σεμνύνῃ ἐφ’ οἷς τὸ τοῦ ἀνθρώπου ὄνομα αὐτῷ τῷ πάντων δεσπότῃ καὶ πατρὶ τῶν ὅλων προσάψαι ἐτόλμησας, ὡς ἐκ τούτου καλεῖσθαι τὸν κύριον υἱὸν Ἀνθρώπου διὰ τὸ τὸν πατέρα Ἄνθρωπον καλεῖσθαι. εὑρὲ ἡμῖν καί τινα ἄλλην προσηγορίαν τῷ
20πατρὶ ἁρμόζουσαν 〈κατὰ〉 τό «ἄνδρα ἀποδεδειγμένον»· ἀλλ’ οὐκ ἂν εὕροις ποτέ. εἰ γὰρ καὶ ἀνὴρ ἄνθρωπός ἐστι καὶ πρὸς ἀντιδιαστολὴν τῆς γυναικὸς τὸν ἄνθρωπον ἄνδρα καλοῦμεν, ὅμως οὐκ ἂν καὶ ἐν τούτῳ μηχανήσασθαί τι δυνηθείης. ἄνευ γὰρ σχημάτων καὶ μελῶν κρυφίων τε καὶ ὁρατῶν ἀνὴρ οὐ δυνήσεται καλεῖσθαι. λέγομεν γὰρ
25καὶ τὴν γυναῖκα ἄνθρωπον, ἀλλ’ οὐκ ἄνδρα. διὸ καὶ ὁ ἄνθρωπος λέγομεν καὶ ἡ ἄνθρωπος. διαιροῦντες δὲ τὸ γένος ἰδιαζόντως τὴν μὲν θήλειαν γυναῖκα καλοῦμεν, τὸν δὲ ἄρρενα ἄνδρα. αὕτη γὰρ διά‐ κρισίς ἐστι τοῦ γένους ἄρρενος καὶ θηλείας, τὸ ἀνὴρ καὶ γυνή, διαιρουμένης τῆς τῶν γενῶν σχέσεως. ὁμωνυμικῶς δὲ ἄνθρωπος καὶ
30ὁ ἀνὴρ καὶ ἡ γυνὴ καλεῖται. 3. Τούτων τοίνυν οὕτως ἐχόντων ἥκετέ μοι πάντες θεοῦ δοῦ‐
λοι, οἱ τῆς ἀληθείας ἐρασταί, καὶ γελάσατε τὸν ἀπατεῶνα καὶ ἀγύρ‐42 in vol. 2
Haer
.

2

.

43

την Κολόρβασον, μᾶλλον δὲ πενθήσατε τοὺς ἀπατηθέντας καὶ ἑαυ‐ τοὺς καὶ πολλοὺς ἀπολέσαντας. αὐτοὶ δὲ θεῷ εὐχαριστήσωμεν, ὡς διὰ μικρῶν καὶ ἁπλῶν λόγων ἡ ἀλήθεια τοὺς αὐτῆς υἱοὺς εἰς ὁδὸν εὐθεῖαν ὁδηγεῖν εἴωθεν καὶ τὰ σχέτλια καὶ πολύκομπα, διὰ πολλῆς
5μηχανῆς καλλωπισθέντα, διασκεδάννυσιν ἀνατρέπει τε καὶ ἀφανίζει, ἡσυχῆ βαίνουσα, ὡς σαφῶς ἔστιν ἰδεῖν ἀπὸ τοῦ προφητικοῦ λόγου. ἐγκαλῶν γὰρ ὁ προφήτης τοῖς τὰ δεινὰ περιεργαζομένοις καὶ πολύ‐ φημα ἐπινοοῦσιν εἰς ἑαυτῶν ἀπάτην ἔλεγεν «διὰ τὸ μὴ θέλειν ὑμᾶς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀνάγει ἐφ’ ὑμᾶς κύριος
10τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸν βασιλέα τῶν Ἀσσυρίων». ὕδωρ γὰρ Σι‐ λωὰμ ἐστὶν διδασκαλία τοῦ ἀπεσταλμένου. τίς δ’ ἂν εἴη οὗτος ἀλλ’ ἢ ὁ κύριος ἡμῶν Ἰησοῦς, ὁ ἀπὸ τοῦ θεοῦ πατρὸς αὐτοῦ ἀπεσταλ‐ μένος; ἡσυχῆ δὲ διὰ τὸ μηδὲν κενόφωνον μηδὲ ἐπίπλαστον *, ἀλλὰ ἐν ἀληθείᾳ * τὴν ἁγίαν αὐτοῦ νύμφην, τὴν παρ’ αὐτῷ περιστερὰν
15καλουμένην διὰ τὸ ἄκακον καὶ ἥμερον καὶ καθαρώτατον τοῦ ζῴου ἐν τοῖς ᾄσμασι τοῦ Σολομῶνος. καὶ ἔστι θαυμάσαι 〈ὡσ〉 τὰς μὲν ἄλλας μὴ οὔσας αὐτοῦ, ἐπὶ δὲ τῷ ὀνόματι αὐτοῦ ἑαυτὰς κεκληκυίας, παλλακίδας ὠνόμασε καὶ βασιλίσσας διὰ τὸ βασιλεῦον ὄνομα, ὃ ἑκά‐ στη Χριστὸν ἐπιγραφομένη ἑαυτῇ σεμνύνεται. ἀλλ’ εἰ καὶ ὀγδοήκοντά
20εἰσι παλλακαί, αἵτινές εἰσιν αἱ αἱρέσεις, ἔπειτα δὲ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός, φησί «μία ἐστὶ περιστερά μου, τελεία μου» τουτέστιν αὐτὴ ἡ ἁγία νύμφη καὶ καθολικὴ ἐκκλησία· περιστερὰ μὲν ὡς ἔφην διὰ τὸ ἥμερον καὶ ἄκακον καὶ καθαρὸν τοῦ ζῴου, τελεία δὲ διὰ τὸ τὴν τελείαν ἐκ θεοῦ λαβεῖν χάριν καὶ γνῶσιν παρ’ αὐτοῦ τοῦ σωτῆ‐
25ρος διὰ πνεύματος ἁγίου. αὐτὸς οὖν ὁ νυμφίος, ὁ ἀπεσταλμένος ἑρμηνευόμενος τουτέστιν Σιλωάμ, ὕδωρ ἔχει πορευόμενον ἡσυχῆ τουτ‐ έστιν διδασκαλίαν ἄδουπον καὶ ἀψοφοποιὸν καὶ ἀφαντασίαστον καὶ ἀκόμπαστον. ἡ δὲ αὐτοῦ νύμφη καὶ αὐτὴ ἥσυχος περιστερά, μήτε
ἰὸν ἔχουσα μήτε μυλοστομίδας μήτε κέντρα, ὡς οὗτοι πάντες οἱ43 in vol. 2
Haer
.

2

.

44

ἑρπετόμορφοι καὶ ἰὸν ἀναβλυστάνοντες, ἕκαστος φιλοτιμησάμενος δηλητήριόν τι τῷ κόσμῳ κατασκευάσαι καὶ λυμήνασθαι τοὺς αὐτῷ πεισθέντας· ὧν καὶ οὗτος εἷς ὢν τυγχάνει ὁ ἐνταῦθά μοι σπουδα‐ σθεὶς φωραθῆναι διὰ θείου λόγου καὶ βοηθείας τῆς ἄνωθεν καὶ
5συντριβῆναι δίκην φαλαγγίου τετραγνάθου ἑρπετοῦ καλουμένου ἢ ὡς ἀπὸ ἀμφισβαίνης τῆς δικεφάλου ἐχίδνης τμηθεῖσα κεφαλὴ ἐν συντο‐ μίᾳ κατακλασθῆναι. παρελθὼν δὲ τοῦτον πάλιν τὰς ἑξῆς διασκο‐ πήσω καὶ ταύτας διεξιὼν δι’ εὐχῆς αἰτήσω τὰ μὲν κατ’ αὐτὰς κατὰ ἀλήθειαν ἐξειπεῖν, μηδένα δὲ βλάψαι ἢ αὐτὸς βλαβῆναι.
10
Κατὰ Ἡρακλεωνιτῶν ιϛ, τῆς δὲ ἀκολουθίας λϛ. 1. Ἡρακλέων τις τοῦτον τὸν Κολόρβασον διαδέχεται, ἀφ’ οὗπερ οἱ Ἡρακλεωνῖται καλούμενοι, οὐδὲν ἧττον τῆς παρὰ τούτοις κενοφω‐ νίας * ἠσκημένος. καὶ ὅσα μὲν ἐκεῖνοι λέγουσι καὶ οὗτος ὁρίζεται κατὰ πάντα τρόπον, οἷα δὴ ἐξ αὐτῶν ὁρμώμενος καὶ παρ’ αὐτῶν
15τὸν ἰὸν ἀπομαξάμενος· περισσότερον δὲ δῆθεν ὑπὲρ ἐκείνους ἐν ἑαυτῷ ἀνατυπωσάμενός τινα βούλεται ἐκείνους ὑπεραίρειν, ἵνα καὶ ἑαυτῷ συναγωγὴν ποιήσηται τῶν ἠπατημένων. οὗτοι γὰρ πάντες εἰς ἑκατοντακέφαλον ἑαυτοὺς ἀνατυπώσαντες σῶμα ἢ ἑκατοντάχειρον, τόν ποτε μυθευόμενον παρὰ τοῖς τῶν Ἑλλήνων ποιηταῖς ἐμιμήσαντο
20Κόττον ἢ Βριάρεων ὃν καὶ Αἰγαίωνα καλοῦσιν ἢ Γύην ἢ τὸν καλού‐ μενον Ἄργον τὸν πολυόφθαλμον. οἵους ἐκεῖνοι ἐν ταῖς ἑαυτῶν
ῥαψῳδίαις τερατεύονται, ποιητευόμενοι καὶ λέγοντες ἔχειν τὸν μὲν44 in vol. 2
Haer
.

2

.

45

ἑκατὸν χεῖρας καὶ ποτὲ μὲν πεντήκοντα κεφαλὰς ποτὲ δὲ ἑκατόν, τὸν δὲ ἑκατὸν ὀφθαλμούς—καὶ τούτου ἕνεκα φασὶ τὸν Ἑρμῆν καλεῖ‐ σθαι Ἀργειφόντην, ὡς τὸν Ἄργον τὸν πολυόφθαλμον πεφονευκότα—, οὕτω καὶ τούτων ἕκαστος βουλόμενος ἑαυτῷ ἀρχὴν προστήσασθαι
5κεφαλὴν ἑαυτὸν ὠνόμασεν, ἕτερα ὑπεισφέρων παρὰ τὴν τῶν διδα‐ σκάλων αὐτοῦ ματαιοπονίαν καὶ μανιώδη διδασκαλίαν. ἵνα δὲ μὴ εἰς πολὺ μῆκος ἐλάσω τοῦ προοιμίου τὴν σύνταξιν, ἐλεύσομαι εἰς τὸ προκείμενον. 2. Ἡρακλέων τοίνυν οὗτος καὶ οἱ ἀπ’ αὐτοῦ Ἡρακλεωνῖται ὡς
10προεῖπον ὁμοίως Μάρκῳ καί τισι τῶν πρὸ αὐτοῦ περὶ τῶν Ὀγδοάδων φάσκει, τῆς ἄνω φημὶ καὶ τῆς κάτω· ἔπειτα δὲ καὶ τὰς συζυγίας τῶν τριάκοντα Αἰώνων ἴσως δοξάζει. ἄνθρωπον δὲ καὶ αὐτὸς φά‐ σκει εἶναι τὸν ἄνω τῶν ὅλων Πατέρα, ὃν καὶ Βυθὸν προσηγόρευσεν. βούλεται δὲ καὶ αὐτὸς αὐτὸν λέγειν μήτε ἄρρεν μήτε θῆλυ, ἐξ αὐτοῦ
15δὲ εἶναι τὴν τῶν ὅλων Μητέρα, ἣν καὶ Σιγὴν ὀνομάζει καὶ Ἀλήθειαν. ἀπ’ αὐτῆς δὲ εἶναι τὴν δευτέραν Μητέρα τὴν ἐν λήθῃ γενομένην, ἣν καὶ Ἀχαμὼθ καὶ αὐτὸς καλεῖ. ἐξ ἧς λοιπὸν τὰ πάντα ἐν ὑστερή‐ ματι κατέστη. βούλεται δὲ πλείονα τῶν πρὸ αὐτοῦ καὶ οὗτος λέγειν, ἅτινά ἐστι τάδε· τοὺς τελευτῶντας ἀπ’ αὐτῶν καὶ ἐπὶ αὐτὴν
20τὴν ἔξοδον φθάνοντας, ἀπὸ τοῦ προειρημένου Μάρκου τὰς προφάσεις εἰληφὼς οὐκέτι κατ’ ἐκεῖνον λυτροῦται, ἀλλὰ ἄλλως οὗτος μεταχειρί‐ ζεται, λυτρούμενος δῆθεν πρὸς τῇ τελευτῇ τοὺς ὑπ’ αὐτοῦ ἀπατη‐ θέντας. ποτὲ γάρ τινες ἐξ αὐτῶν ἔλαιον ὕδατι μίξαντες ἐπιβάλλουσι τῇ
κεφαλῇ τοῦ ἐξελθόντος, οἱ δὲ μύρον τὸ λεγόμενον ὀποβάλσαμον καὶ ὕδωρ,45 in vol. 2
Haer
.

2

.

46

τὴν μέντοι ἐπίκλησιν κοινὴν ἔχοντες, ὡς δὴ καὶ ὁ πρὸ αὐτοῦ Μάρ‐ κος ἐποιεῖτο, μετὰ προσθήκης τινῶν ὀνομάτων. ἡ δὲ ἐπίκλησίς ἐστιν αὕτη· Μεσσία οὐφαρέγνα μεμψαὶ μεν χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. τοῦτο δὲ ποιοῦσιν, ἵνα δῆθεν οἱ
5λαμβάνοντες ἐπὶ τῇ ἐξόδῳ ταύτας τὰς ἐπικλήσεις τὰς μετὰ τοῦ ὕδα‐ τος καὶ ἐλαίου ἤτοι μύρου ἀναμεμιγμένων ἀκράτητοι γένωνται καὶ ἀόρατοι ταῖς ἄνω ἀρχαῖς καὶ ἐξουσίαις, εἰς τὸ ὑπερβῆναι ἀοράτως τὸν ἔσω αὐτῶν ἄνθρωπον, φασίν, ὡς τῶν σωμάτων τούτων ἐν τῇ κτίσει καταλιμπα‐ νομένων, τῆς δὲ ψυχῆς αὐτῶν παρισταμένης τῷ Δημιουργῷ ἄνω τῷ ἐν
10Ὑστερήματι γεγονότι, ὥστε καὶ ἐκεῖσε καταμένειν παρ’ αὐτῷ, ὑπερ‐ αναβαίνειν δέ, ὡς ἔφην, τὸν ἔσω ἄνθρωπον, 〈τὸν〉 ἐσώτερον ψυχῆς καὶ σώματος· ὃν δὴ θέλουσι [λέγειν] ἐκ τοῦ ἄνωθεν Πληρώματος κατεληλυθέναι. 3. Ἐγκελεύονται δὲ τοῖς οὕτω παρ’ αὐτοῖς ἐμπεπαιγμένοις, ὅτι,
15φησίν, ἐὰν ἔλθῃς ἐπὶ τὰς ἀρχὰς καὶ ἐξουσίας, ἔχε ἐν μνήμῃ τάδε εἰπεῖν μετὰ τὴν ἐντεῦθεν τελευτήν «ἐγὼ υἱὸς ἀπὸ Πατρός, Πατρὸς προόντος, υἱὸς δὲ ἐν τῷ παρόντι· ἦλθον 〈δὲ〉 πάντα ἰδεῖν τὰ ἴδια καὶ τὰ ἀλ‐ λότρια, καὶ οὐκ ἀλλότρια δὲ παντελῶς, ἀλλὰ τῆς Ἀχαμώθ, ἥτις ἐστὶν θήλεια καὶ ταῦτα ἑαυτῇ ἐποίησεν. κατάγω δὲ τὸ γένος ἐκ τοῦ προόντος
20καὶ πορεύομαι πάλιν εἰς τὰ ἴδια, ὅθεν ἐλήλυθα». καὶ ταῦτα εἰπόντα διαφεύγειν τὰς ἐξουσίας, ἔρχεσθαι δὲ ἐπὶ τοὺς περὶ τὸν Δημιουργὸν ἄνω περὶ τὴν πρώτην ὀγδοάδα· βούλονται γὰρ καὶ αὐτοὶ μετὰ τὸν Δη‐ μιουργὸν κάτω εἶναι ἑβδομάδα, αὐτὸν δὲ εἶναι ἐν τῷ ἑβδόμῳ 〈οὐρα‐ νῷ〉 ὄγδοον, ἐν ὑστερήματι δὲ καὶ ἐν ἀγνωσίᾳ· καὶ λέγειν τὸν ἐκ
25τοῦ βίου ἐξελθόντα τοῖς περὶ τὸν Δημιουργόν «σκεῦός εἰμι ἔντιμον46 in vol. 2
Haer
.

2

.

47

μᾶλλον παρὰ τὴν θήλειαν τὴν ποιήσασαν ὑμᾶς. εἰ ἡ Μήτηρ ὑμῶν ἀγνοεῖ τὴν ἑαυτῆς ῥίζαν, ἐγὼ οἶδα ἐμαυτὸν καὶ γινώσκω ὅθεν εἰμὶ καὶ ἐπι‐ καλοῦμαι τὴν ἄφθαρτον Σοφίαν, ἥτις ἐστὶν ἐν τῷ Πατρί, μήτηρ δὲ τῆς Μητρὸς ὑμῶν τῆς μὴ ἐχούσης πατέρα, ἀλλ’ οὔτε σύζυγον ἄρρενα· θήλεια
5δὲ ὑπὸ θηλείας γενομένη ἐποίησεν ὑμᾶς, ἀγνοοῦσα καὶ τὴν μητέρα αὐτῆς καὶ δοκοῦσα ἑαυτὴν εἶναι μόνην. ἐγὼ δὲ ἐπικαλοῦμαι αὐτῆς τὴν μητέρα». ταῦτα δὲ τοὺς περὶ τὸν Δημιουργὸν ἀκούσαντας σφόδρα ταραχθῆναι καὶ καταγνῶναι αὐτῶν τῆς ῥίζης καὶ τοῦ γένους τῆς Μητρός, αὐτὸν δὲ πορευ‐ θῆναι εἰς τὰ ἴδια ῥίψαντα τὸν δεσμὸν αὐτοῦ καὶ τὸν ἄγγελον τουτέστιν
10〈τὴν〉 ψυχήν. οἴονται μὲν γὰρ μετὰ σῶμα καὶ ψυχὴν εἶναί τι καὶ ἕτερον ἐν ἀνθρώπῳ. καὶ περὶ μὲν τῆς ἀπολυτρώσεως ταῦτά ἐστιν ὅσα εἰς ἡμᾶς [συν]ελήλυθεν. 4. Οἱ δὲ συνετοὶ κατακούσαντες τῆς περισσοτέρας αὐτῶν χλεύης καταγελάσαιεν τῆς μιμολογίας, ὡς ἕκαστος αὐτῶν ἕτερα παρὰ τὸν
15ἕτερον νομοθετεῖ ὡς βούλεται καὶ τῆς τόλμης ἑαυτοῦ οὐκ ἀνακόπτε‐ ται, ἀλλὰ ὅσαπερ δύναται ἕκαστος ἐπινοεῖ. καὶ τῶν ἔτι εἰς δεῦρο γεννωμένων παρ’ αὐτοῖς καὶ ἐπιφυομένων, οἳ καθ’ ἡμέραν εὑρίσκουσίν τι καινὸν εἰπεῖν καὶ φαντάσαι τοὺς ἐπαγομένους, χαλεπόν ἐστι πάντα τὰ τούτων * ζητῆσαι ἢ ἐξειπεῖν. ὅθεν ἀρκεσθήσομαι πάλιν τοῖς καὶ
20περὶ ταύτης τῆς αἱρέσεως εἰρημένοις, ἅτινα καὶ εἰς ἡμᾶς ἦλθεν ὑποδείξας. ἡ δὲ τοιαύτη διδασκαλία τίνι οὐκ ἂν σαφὴς εἴη ὡς μῦθός ἐστι καὶ χλεύη τὸ πᾶν; πόθεν γάρ, ὦ οὗτος σὺ ἢ οἱ πρὸ σοῦ, τὸ σῶμα εἰλήφατε; τὴν δὲ ψυχὴν πόθεν; τὸν δὲ ἐσώτατόν σου ἄν‐
θρωπον πόθεν; καὶ εἰ μὲν ἄνωθεν ἀπὸ τοῦ ἄνω πνευματικοῦ,47 in vol. 2
Haer
.

2

.

48

ὡς λέγεις δραματουργῶν καὶ ἐπαγγελίᾳ ἐλπίδος κεπφώσας τοὺς ὑπὸ σοῦ ἠπατημένους, ἵνα σκοπῷ τινι ἐπαρθέντες ὑποσυρῶσι τῇ σῇ γεγοητευμένοι δραματουργίᾳ, λέγε, τίς ἡ κοινωνία τοῦ ἄνω πνευμα‐ τικοῦ πρὸς τὸ ὑλικόν; τίς δὲ ἡ τοῦ ὑλικοῦ πρὸς τὸ ψυχικόν; πῶς
5δὲ ὁ Δημιουργὸς τὰ μὴ ἑαυτοῦ ἐδημιούργει; πῶς δὲ ὁ ἄνω 〈πνευμα‐ τικὸσ〉 τὴν παρ’ αὐτοῦ δύναμιν πνευματικὴν παρέσχεν τῷ μὴ καλῶς ἐργασαμένῳ Δημιουργῷ; πόθεν δὲ ὁ Δημιουργὸς ἀναμίξας τὸ ἑαυτοῦ ψυχικὸν μετὰ τοῦ ὑλικοῦ τῇ ὕλῃ μᾶλλον ἠθέλησεν ἐγκαταδῆσαι τὴν ἑαυτοῦ δύναμιν; εἰ δὲ τὴν ἑαυτοῦ δύναμιν βούλεται ἐγκαταμῖξαι, οὐκ
10ἄρα ἀλλοτρία ἡ ὕλη. εἰ δὲ καὶ ἔστιν ἀλλοτρία, τίς αὐτῷ τῆς ὕλης παρέσχε τὴν ἐξουσίαν; καὶ πρῶτον λέγε μοι, ὦ ἀπατεών, πότερον μισῶν τὴν ψυχὴν κατέδησεν αὐτὴν τῇ ὕλῃ ἢ ἀγνοῶν τὸ ἐσόμενον; ἀλλ’ οἶδα ὅτι οὐδέτερον τούτων ἐρεῖς. ὕλην γὰρ οὐ λέγομεν τὸ σῶμα, μὴ γένοιτο, οὐδὲ τὰς τοῦ θεοῦ κτίσεις· ἀλλὰ ὕλην τινὰ οἶδεν
15ἡ γραφὴ μετὰ ταύτην τὴν φαύλην εἰς δὲ κατασκευὰς ἑκάστῃ τέχνῃ καὶ ἐργασίᾳ προκειμένην, ἄλλην τινά, λέγω δὲ τὴν ἐκ διανοίας φυο‐ μένην ῥυπαρὰν ἐνθύμησιν καὶ 〈τοὺσ〉 βορβορώδεις λογισμοὺς τῆς ἁμαρτίας. φύονται γὰρ ὡς ἀπὸ πηλοῦ δυσοδμία τε καὶ ἀκάθαρτος ἀποφορὰ λοιμώδεις τε καὶ βορβορώδεις *, ὡς ὁ μακάριος Δαυὶδ διω‐
20κόμενος καὶ διαβαλλόμενος [ὡς] ὑπὸ πονηρῶν ἀνθρώπων ἔλεγεν «ἐνεπάγην εἰς ὕλην βυθοῦ» καὶ τὰ ἑξῆς. 5. Ἐπειδὴ δέ σοι δοκεῖ, Ἡρακλέων, τοῦτο λέγεσθαι ὕλην, τῶν ἀνθρώπων τὰ σώματα καὶ τὸν ἐνθάδε κόσμον ἅπαντα, ἐπὶ ποίῳ σκοπῷ τὴν ἑαυτοῦ ψυχὴν ὁ Δημιουργὸς τῇ ὕλῃ ἐγκατέμιξεν; εἰ
25μὲν τὸ πονηρὸν ἀγνοῶν, οὐ δύναται δημιουργεῖν ὁ μὴ γινώσκων ὃ βούλεται δημιουργῆσαι. οὔτε γὰρ ἡμεῖς τι πράττομεν καθ’ ἑκάστην τέχνην, ἐργαζόμενοι ὅπερ οὐ νοοῦμεν. καὶ προενθυμούμεθα γὰρ ὃ ἐπιτελεῖν βουλόμεθα καὶ οἴδαμεν πρὶν ποιῆσαι ὃ ἐπιτελέσαι προῃρή‐ μεθα. καίτοι γε ἡμεῖς ἀσθενεῖς ὄντες καὶ πολλὰ ἀποδέοντες τῆς
30τοῦ θεοῦ δυνάμεως, διὰ δὲ τῆς ὑπ’ αὐτοῦ κεχαρισμένης συνέσεως τοῖς
ἀνθρώποις οἴδαμεν καὶ νοοῦμεν. συμβέβηκεν δέ σοι, ὦ Ἡρακλέων,48 in vol. 2
Haer
.

2

.

49

ἡ ἐκ θεοῦ σύνεσις εἰς βλάβην, ὅτι μὴ κατὰ θεὸν αὐτὴν πραγματεύῃ, ἀλλὰ κατὰ πονηρὰν ἐπιτήδευσιν. ἔτι δὲ πάλιν ἐρῶ, πόθεν ἡ τοῦ πνευματικοῦ μῖξις τῷ ψυχικῷ τε καὶ ὑλικῷ, ὃ δὴ λέγεται παρὰ σοὶ ἔσω ἄνθρωπος τῷ δευτέρῳ καὶ τρίτῳ ἔξω ἀνθρώπῳ συνημμένος,
5φημὶ δὴ ψυχῇ καὶ σώματι; καὶ εἰ μὲν ἐκ βουλήματος τῆς ἄνω δυνά‐ μεως τοῦ τῶν ὅλων Πατρός, φημὶ δὲ τοῦ κατὰ σὲ Βυθοῦ, ἄρα γε οὐκ ἀκοινώνητος τοῖς ἄνω (ὡς ἔφην) ἡ ἐνταῦθα περὶ ἡμᾶς κτίσις συγκαταμιγνυμένη, διὰ τῆς τοῦ Πατρὸς ἄνω εὐδοκίας [καὶ] τοῦ ἄνω‐ θεν παρ’ αὐτοῦ καταπεμφθέντος σπινθῆρος, ὅ ἐστιν ὁ πνευματικὸς
10κατὰ σὲ καὶ ἐσώτατος ἄνθρωπος. εἰ δὲ λέγεις τὸν Δημιουργὸν τὸν ἐν ἐλαττώματι καὶ ὑστερήματι ἢ τὴν Μητέρα ἣν λέγεις Ἀχαμὼθ εἰλη‐ φέναι ἄνωθεν δύναμιν τουτέστιν τὸ πνευματικόν, οὐκέτι ἐν ὑστερή‐ ματι καὶ ἀγνοίᾳ ἐστὶν ὁ Δημιουργὸς οὔτε ἡ κατὰ σὲ Μήτηρ καλουμένη. πῶς γὰρ ἄν τις ἐν ἀγνοίᾳ εἴη τούτου οὗ ἐπιθυμεῖ; εἰ γὰρ ὅλως τοῦ
15κρείττονος ὀρέγεται, οἶδεν τὸ καλὸν καὶ τὸ ἀγαθόν· καὶ ὁ τὸ ἀγα‐ θὸν ἐπιστάμενος καὶ μὴ στυγῶν τοῦτο ἀλλὰ ὀρεγόμενος, οὐκ ἔστιν ἀλλότριος τοῦ ἀγαθοῦ. 6. Καὶ ἵνα μὴ κατατρίβωμαι περὶ τὰς μηχανὰς τοῦ ἀγύρτου ἀσχολούμενος, τούτοις ἀρκεσθήσομαι. πᾶσα γὰρ αὐτοῦ ἔπεσεν ἡ
20ληρῳδία ἀπὸ τοῦ τὸν πάντων δεσπότην πᾶσιν σαφῶς ὁμολογηθῆναι ἀγαθὸν ὄντα καὶ προγινώσκοντα καὶ δυνάμενον τὰ πάντα ποιεῖν, καὶ ὡς ὑπ’ αὐτοῦ πᾶσα φύσις ἡ ὑπάρχουσα κτιστὴ καλῶς γεγένηται. οὔτε γὰρ δυνατὸν ἄνευ τοῦ θεοῦ τι εἶναι, ἀλλ’ ἢ μόνον ἡ ἁμαρτία οὐκ ἔχουσα ἀρχὴν ῥίζης οὐδὲ εἰς τέλος μένουσα, ἐν ἡμῖν δὲ ἐπεισάκτως
25γινομένη καὶ ἀφ’ ἡμῶν πάλιν παυομένη· ὡς καὶ πανταχοῦ κατὰ πασῶν τῶν αἱρέσεων ποιούμενος τὸν λόγον ἀπέδειξα, ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα ποιήσας καὶ δημιουργήσας, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἷς ὁ μονογενὴς αὐτοῦ [καὶ] παῖς, ὁ κύριος ἡμῶν καὶ σωτὴρ καὶ θεός, καὶ ἓν τὸ ἅγιον αὐτοῦ πνεῦμα, μία τριὰς
30ἁγία καὶ ὁμοούσιος, ἐξ ἧς τὰ πάντα καλῶς ἐκτισμένα, οὐ πονηρά τινα ἀλλὰ ἀγαθά, κατὰ τὴν οὕτως εὐδοκήσασαν ἀγαθότητα ἐξ οὐκ
ὄντων κεκλημένα εἰς τὸ εἶναι. ᾧ θεῷ δόξα καὶ τιμὴ καὶ κράτος49 in vol. 2
Haer
.

2

.

50

πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταύτης δὲ πάλιν ποιησάμενος τὴν ἀνατροπὴν διὰ βραχέων, ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, τὸν πρὸς ἑκάστην κατὰ δύναμιν ποιούμενος
5ἔλεγχον καὶ οὕτως ἐπιτελῶν τὴν ἀνατροπὴν τῆς αὐτῶν λυμαντικῆς μοχθηρίας. σὴψ γὰρ οὗτος ἂν λέγοιτο δικαίως, ὃ οὐκ ὄφις, ἀλλ’ ὥς φασι χαλκέα πως ἐστι, τετράπουν ἑρπετόν, ἀσκαλαβώτῃ ἐοικός, οὗ ἡ μὲν τοῦ δήγματος βλάβη εἰς οὐδὲν λογίζεται, τὸ δὲ πτύσμα ἢ ἐν βρώματι ἢ ἐν ποτῷ ἀκοντισθὲν θάνατον εὐθὺς τοῖς μεταλαμβάνου‐
10σιν ἐργάζεται· οἵα καὶ ἡ τούτου διδασκαλία. ἀλλὰ καὶ τούτου τὸν ἰὸν φωράσαντες καὶ τῇ τοῦ κυρίου δυνάμει ἀπὸ φαρύγγων ἢ χειλέων τῶν μελλόντων βλάπτεσθαι ἀπομάξαντες τὰς ἑξῆς διέλθωμεν, ὡς προεῖπον, τῆς αὐτῶν βλάβης ποιοῦντες τὸν ἔλεγχον.
Κατὰ Ὀφιτῶν ιζ, τῆς δὲ ἀκολουθίας λζ.
15 1. Ὡς οὖν τῇ τοῦ θεοῦ δυνάμει ἐπαγγειλάμενοι, θεοῦ βοηθοῦν‐ τος καὶ τὴν ἑξῆς ταύτῃ ὑφηγησόμεθα ταῖς πρότερον ἀκολουθήσασαν ματαιοφροσύναις αἵρεσιν Ὀφιτῶν, τὰ μὲν κατὰ τὰ αὐτὰ φερομένην τὰ δὲ διηλλαγμένην, λέγω δὲ τοῖς ἤθεσι καὶ σχήμασι τῶν χρωμένων αὐτῇ, ἵνα ἀπὸ τῆς μετεώρου πλάνης τῆς τούτων διαφωνίας παντί
20τῳ δῆλον ἔσηται ὅτι πλάνῃ ἄγονται καὶ οὐκ ἀληθείᾳ. φωραθήσεται δὲ νῦν τῷ λόγῳ καὶ ἐλεγχθήσεται ἡ κατ’ αὐτοὺς ἄνοια. Οἱ Ὀφῖται μὲν γάρ, ὡς προεῖπον, τὰς προφάσεις εἰλήφασιν ἀπὸ τῆς τοῦ Νικολάου καὶ Γνωστικῶν καὶ τῶν πρὸ τούτων αἱρέσεων,
Ὀφῖται δὲ καλοῦνται δι’ ὃν δοξάζουσιν ὄφιν. ἄτοπα γὰρ καὶ οὗτοι50 in vol. 2
Haer
.

2

.

51

ἐρεύγονται, ὡς ἀπὸ τῆς προειρημένης βρώσεως τῆς δυσοδμίας ἐμ‐ πεπλησμένοι, καὶ ὡς καινὰ δαιμόνια ἀπατηθέντες οὗτοι τὸν ὄφιν ὡς προεῖπον δοξάζουσι. καὶ ὅρα εἰς ὅσην προέβη κακομηχανίαν ὁ τούτους ἀπατήσας ὄφις. καθάπερ γὰρ ἐξ ὑπαρχῆς τοὺς περὶ Εὔαν
5καὶ τὸν Ἀδὰμ ἠπάτησεν, οὕτω καὶ νῦν, κρύπτων ἑαυτὸν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ χρόνῳ τῶν Ἰουδαίων ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας. εἶτα καὶ προβαινόντων τῶν χρόνων λίχνους ὄντας τοὺς ἀνθρώπους τῇ δι’ αὐτοῦ ἐκ τῆς παρακοῆς ληφθείσῃ βρώσει ἔτι ὑπο‐ νοθεύων καὶ ἐρεθίζων εἰς περισσοτέραν ἀπάτην ἀπὸ τοῦ ὄντος θεοῦ
10ἀφίστησι, πολλὰ μὲν ὑπισχνούμενος ἀεί, ὡς καὶ ἐξ ἀρχῆς· καὶ γὰρ καὶ τότε ἠπάτησεν λέγων «ἔσεσθε ὡς θεοί», εἶτα προϊόντων τῶν χρόνων τὴν πολύμορφον καὶ τερατώδη φαντασίαν αὐτοῖς ἐξειργάσατο. ἀπὸ γὰρ τοῦ ἑνὸς καὶ ἀληθινοῦ θεοῦ ἀποστήσας αὐτοὺς ἐνεκίσσησε πάλαι τὴν τῆς εἰδωλολατρείας καὶ πολυθεΐας βλάσφημον κενοφωνίαν.
15οὐ γὰρ ἦσαν θεοί, ὥσπερ οὐδέ εἰσιν, ἀλλὰ 〈μόνοσ〉 ὁ θεός· προεκίσσα δὲ τὴν εἰδωλομανίαν καὶ πολυθεΐαν καὶ ἀπατηλὴν διάνοιαν. οὐκ ἦν δὲ αἴτιος μόνος ὁ φαινόμενος τότε ὄφις, ἀλλὰ ὁ ἐν τῷ ὄφει ὄφις λαλήσας (φημὶ δὲ 〈ὁ〉 διάβολος) καὶ τὴν ἀκοὴν τοῦ ἀνθρώπου ταρά‐ ξας διὰ τῆς γυναικός. καὶ οὐδὲ τὸ ξύλον ἦν ἁμαρτία (θεὸς γὰρ οὐδὲν
20πονηρὸν φυτεύει), γνῶσιν δὲ ἐνεποίησε τὸ ξύλον τοῦ εἰδέναι ἀγαθόν τε καὶ φαῦλον. καὶ οὐχὶ διὰ τὸ εἰδέναι ὁ θάνατος, ἀλλὰ διὰ τὴν παρακοήν. καὶ γὰρ ἡ πᾶσα τοῦ ἐχθροῦ τότε συσκευὴ οὐχ ἕνεκεν τοῦ βρώματος γέγονεν, ἀλλὰ ἕνεκεν τοῦ ἐργάσασθαι αὐτοῖς τὴν παρακοήν. ὅθεν παρακούσαντες τότε τοῦ μὲν παραδείσου ἔξωθεν γίνονται, ἐπι‐
25τιμηθέντες δικαιότατα, οὐ κατὰ μῖσος ἀλλὰ κατὰ ἐπιμέλειαν τοῦ θεοῦ. φησὶ γὰρ πρὸς αὐτοὺς ὁ κύριος «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ».
ἔδει γὰρ τὸν ὄντως ὄντα τεχνίτην κεραμέως δίκην ἐπιμελόμενον τοῦ51 in vol. 2
Haer
.

2

.

52

ἰδίου διὰ χειρῶν πεπλασμένου αὐτοῦ πλάσματός τε καὶ ἄγγους, τοῦτο ὕστερον ἐν ἐλαττώματι γεγονὸς διὰ τῆς παρακοῆς καὶ ὡς εἰπεῖν, ἔτι πηλοῦ ὄντος καὶ ὡς ὑπὸ ῥαγάδος ἀπόρριμμα γεγονότος τοῦ ἄγγους, μὴ ἐᾶσαι οὕτως ἀλλὰ μεταβαλεῖν εἰς τὸ ἀρχαῖον φύραμα, ἵνα
5αὖθις ἐν τῇ παλιγγενεσίᾳ ἀνασκευάσῃ τὸ ἄγγος ἐν τῇ ἀναστάσει εἰς τὴν ἀρχαίαν φαιδρότητα καὶ ἔτι περιττότερον, τουτέστιν * τὰ σώ‐ ματα τῶν τὰ ἀδικώτατα πραξάντων καὶ μετανοησάντων καὶ ἀπο‐ στάντων τῶν ἰδίων σφαλμάτων καὶ ἐν τῇ γνώσει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τελειωθέντων, ἵνα γένηται τοῦ σώματος ἡ ἀνάστασις
10ἐκ τῆς γῆς, ὡς τὸ φύραμα μαλαχθὲν παρὰ τοῦ τεχνίτου [καὶ] αὖθις εἰς τὴν ἀρχαίαν καὶ ἔτι βελτίω ἀνατύπωσιν κατασκευάζεται. 2. Τοιαύτη μὲν ἦν ἡ ἐπιβουλὴ τοῦ ὄφεως πρὸς τὴν Εὔαν. ἐξ ἀρχῆς γὰρ λίχνος ἡ ἀνθρωπεία φύσις καὶ ὑπαγομένη ἀεὶ τοῖς τῆς κενοφω‐ νίας δόγμασι καὶ κεναῖς ὑποσχέσεσι. καὶ πάλαι μὲν κρυπταζόμενος
15ὁ αὐτὸς οὐκ ἐδήλου τῆς αὐτοῦ ἰοβολίας τὸ πέρας, ὕστερον δὲ μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἐξήμεσέν τε καὶ ἀπέπτυσε τὴν πᾶσαν αὐτοῦ ἰώδη καὶ μοχθηρὰν ἐπίνοιαν τῆς κακονοίας· οὗτος γὰρ προεβάλετο ἑαυτὸν ἐν τῇ τῶν ἠπατημένων διανοίᾳ δοξάζεσθαι ὡς θεὸς καὶ προσκυνεῖσθαι. γινώσκεται δὲ ὁ αὐτὸς ὄφις διά τε
20τῆς αὐτοῦ σχολῆς ταύτης καὶ δι’ ὄφεως τοῦ αἰσθητοῦ τὴν ἀπάτην ἐμποιῶν. ὄφιν δὲ δῆθεν ἡ θεία γραφὴ καλεῖ τὸν διάβολον, οὐ πάν‐ τως ὄντα τοιοῦτον τῇ μορφῇ, ἀλλὰ διὰ τὸ φαίνεσθαι τοῖς ἀνθρώ‐ ποις σκολιώτατον καὶ τὸ ἐν πρώτοις ἐν ὄφει ἐνεργηθὲν τῆς ἀπάτης σκευώρημα. παρὰ τοῖς τοίνυν τὴν ἀλήθειαν ἐπιγινώσκουσι κατα‐
25γέλαστον τοῦτο τὸ δόγμα καὶ οἱ αὐτῷ προσανέχοντες, τὸν ὄφιν ὡς θεὸν δοξάζοντες. μηκέτι γὰρ δυνάμενος ὁ διάβολος τὴν ἀνδρείαν διάνοιαν τὴν ἀπὸ τοῦ κυρίου λαβοῦσαν τὴν δύναμιν τῆς ἀληθείας ἀπατᾶν τρέπεται ἐπὶ τὸ θῆλυ τουτέστιν τὴν τῶν ἀνθρώπων ἄγνοιαν καὶ πείθει τοὺς ἐν τῇ ἀγνοίᾳ, ἐπειδὴ οὐ δύναται τὸν στερεὸν λογι‐
30σμὸν ἀπατῆσαι. θηλυκοῖς γὰρ ἀεὶ διανοήμασι προσπελάζει, ἡδονῇ τε52 in vol. 2
Haer
.

2

.

53

καὶ ἐπιθυμίᾳ τουτέστι τῇ ἀγνοίᾳ τῇ ἐν ἀνθρώποις θηλυνομένῃ καὶ οὐχὶ τῷ στερεῷ λογισμῷ τῷ εὐλόγως τὰ πάντα νοοῦντι καὶ θεὸν ἀπὸ τοῦ κατὰ φύσιν νόμου ἐπιγινώσκοντι. λέγει γὰρ ἑαυτὸν εἶναι Χριστὸν ὁ παρ’ αὐτοῖς ὄφις, μᾶλλον δὲ οὐκ αὐτός (οὐ γὰρ δύναται
5φθέγξασθαι), ἀλλὰ ὁ τὴν αὐτῶν ἔννοιαν οὕτω φρονεῖν παρασκευάσας διάβολος. τίς τοίνυν ἰδὼν τὸν ὄφιν οὐκ ἐπιγνώσεται τὸν ἐχθρὸν καὶ φεύξεται; τούτου γὰρ ἕνεκεν καὶ ὁ κύριος αὐτὸν τοῦτον τὸν ὄφιν εἰς ἐχθρίαν κατέστησε τοῦ τῶν ἀνθρώπων γένους, ἐπειδὴ ὅλως σκεῦος διαβόλου γέγονεν κτῆνος ὢν καὶ δι’ αὐτοῦ ἠπάτησεν ὁ διά‐
10βολος τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ, ἵνα ἰδόντες τὴν τούτου ἐχθρίαν τοῦ αἰσθητοῦ ὄφεως ἀποδιδράσκωσι τῆς ἀπάτης τὴν ἐπιβου‐ λὴν καὶ μισήσωσιν ὡς εἰπεῖν θεάσασθαι καὶ τὸ εἶδος. 3. Ἀποδιδόασι δὲ καὶ οὗτοι οἱ Ὀφῖται καλούμενοι τούτῳ τῷ ὄφει τὴν πᾶσαν γνῶσιν, λέγοντες ὅτι οὗτος ἀρχὴ γνώσεως γέγονεν
15τοῖς ἀνθρώποις, μυθωδῶς παρεισφέροντες τὰ παρ’ αὐτοῖς νομιζόμενα μυστήρια, μιμολογήματα δὲ ὄντα καὶ χλεύης ἔμπλεα καὶ ματαιοφρο‐
σύνης. μῦθοι γὰρ ὡς ἀληθῶς οὗτοι· φάσκουσι γὰρ ἀπὸ τοῦ ἄνω53 in vol. 2
Haer
.

2

.

54

Αἰῶνος προβεβλῆσθαι Αἰῶνας καὶ κατώτερον γεγενῆσθαι τὸν Ἰαλδα‐ βαώθ· τοῦτον δὲ προβεβλῆσθαι κατὰ ἀδράνειαν καὶ ἄγνοιαν τῆς ἰδίας μητρὸς τουτέστι τῆς ἄνω Προυνίκου. ταύτην γάρ φασι τὴν Προύνικον κατεληλυθέναι εἰς τὰ ὕδατα καὶ μιχθῆναι αὐτοῖς καὶ μὴ
5δεδυνῆσθαι εἰς τὰ ἄνω χωρεῖν διὰ τὸ μεμῖχθαι τῷ βάρει τῆς ὕλης· ἐπιμεμῖχθαι γὰρ αὐτὴν τοῖς ὕδασι καὶ τῇ ὕλῃ καὶ μηκέτι δυνηθῆναι ἀναχωρεῖν. ἐπῇρεν δὲ ἑαυτὴν κατὰ βίαν εἰς τὰ ἀνώτερα καὶ ἐξέ‐ τεινεν ἑαυτὴν καὶ οὕτως γέγονεν 〈ὁ〉 ἀνώτερος οὐρανός. καὶ ὡς παγεῖσα ηὕρηται, μηκέτι δυναμένη μήτε ἄνω ἀναβῆναι μήτε κάτω
10κατελθεῖν, ἀλλὰ εἰς τὸ μεσαίτατον παγεῖσά τε καὶ ἐκτεταμένη ἔμεινε. κάτω μὲν γὰρ κατενεχθῆναι οὐκ ἠδύνατο, ὅτι οὐκ ἦν συγγενής· ἄνω δὲ οὐκ ἠδύνατο χωρεῖν, διὰ τὸ βαρεῖσθαι ἐκ τῆς ὕλης ἧς προσ‐ έλαβεν. κατὰ δὲ τὴν αὐτῆς ἄγνοιαν προβληθεὶς ὁ Ἰαλδαβαὼθ
ἦλθεν εἰς τὰ κατώτατα καὶ ἐποίησεν ἑαυτῷ ἑπτὰ υἱούς, οἵτινες ἑαυ‐54 in vol. 2
Haer
.

2

.

55

τοῖς οὐρανοὺς ἑπτὰ ἐποίησαν. αὐτὸς δὲ ἀποκλείσας τὰ ὑπὲρ αὑ‐ τὸν ἀπέκρυπτεν, ἵνα οἱ ὑπ’ αὐτοῦ υἱοὶ προβληθέντες ἑπτὰ μὴ γινώ‐ σκωσι τὰ ὑπὲρ αὐτόν, κατώτεροι ὄντες αὐτοῦ, ἀλλ’ αὐτὸν μονωτά‐ τως. καὶ οὗτός ἐστι, φασίν, ὁ θεὸς τῶν Ἰουδαίων ὁ Ἰαλδαβαώθ.
5ἀλλ’ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο, ἀλλὰ μέλλει κρίνειν αὐτοὺς ὁ θεὸς ὁ παντοκράτωρ, θεὸς ὢν καὶ Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάν‐ των, καὶ οὐ Ἰαλδαβαώθ τις ὢν κατὰ τὴν αὐτῶν ληρώδη μυθολογίαν. 4. Εἶτα, φασίν, ἀποκεκλεισμένων τῶν ἄνω διὰ τῆς τοῦ Ἰαλδα‐ βαὼθ ἐπινοίας οὗτοι οἱ ἀπ’ αὐτοῦ γεγεννημένοι ἑπτὰ υἱοὶ ἤτοι
10Αἰῶνες ἤτοι θεοὶ ἤτοι ἄγγελοι (καλοῦνται γὰρ παρ’ αὐτοῖς ὀνόμασι διαφόροις) κατὰ τὴν ἰδέαν τοῦ αὐτῶν πατρὸς Ἰαλδαβαὼθ ἔπλασαν τὸν ἄνθρωπον, οὐ ῥᾳδίως οὐδὲ ταχέως, ἀλλὰ τῷ αὐτῷ τρόπῳ ᾧ καὶ αἱ πρότεραι αἱρέσεις ἐμηχανήσαντο ἐν τῇ αὐτῶν κενοφωνίᾳ. φασὶ γὰρ καὶ οὗτοι· ἦν ἑρπετὸν ὁ ἄνθρωπος ὡς σκώληξ, μὴ δυνάμενος
15μήτε ἀνακύφειν μήτε ὀρθοῦσθαι. πρὸς ἐπιβουλὴν δὲ τοῦ Ἰαλδα‐ βαὼθ ἡ ἄνω Μήτηρ ἡ καλουμένη Προύνικος, βουλομένη κενῶσαι τὸν Ἰαλδαβαὼθ ἀπὸ τῆς αὐτοῦ δυνάμεως ἧς ἐξ αὐτῆς μετέσχεν, ἐνήργη‐
σεν ἐν αὐτῷ εἰς τὸν ἄνθρωπον τὸν ἀπὸ τῶν τέκνων αὐτοῦ πεπλασ‐55 in vol. 2
Haer
.

2

.

56

μένον, κενῶσαι τὴν αὐτοῦ δύναμιν καὶ ἀποστεῖλαι ἀπ’ αὐτοῦ σπιν‐ θῆρα ἐπὶ τὸν ἄνθρωπον (τὴν ψυχὴν δῆθεν) διανοουμένη. καὶ τότε, φησίν, ἔστη ὁ ἄνθρωπος ἐπὶ τοὺς πόδας καὶ ὑπερβέβηκε τῇ διανοίᾳ τοὺς ὀκτὼ οὐρανοὺς καὶ ἐπέγνω καὶ ᾔνεσε τὸν ἄνω Πατέρα τὸν
5ἐπάνω τοῦ Ἰαλδαβαώθ. καὶ τότε ὁ Ἰαλδαβαὼθ πόνῳ φερόμενος διὰ τὸ ἐπιγνωσθῆναι τὰ ἀνώτατα αὐτοῦ, ἐπέβλεψε κάτω ἐν πικρίᾳ πρὸς τὴν ὑποστάθμην τῆς ὕλης καὶ γεγέννηκε δύναμιν ὀφιόμορφον ἰδέαν ἔχουσαν, ὃν καὶ υἱὸν αὐτοῦ καλοῦσι. καὶ οὕτως οὗτος, φησίν, ἀπεστάλη καὶ ἠπάτησε τὴν Εὔαν. ἡ δὲ ἤκουσεν αὐτοῦ καὶ ἐπείσθη
10ὡς υἱῷ θεοῦ καὶ πεισθεῖσα ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς γνώσεως. 5. Εἶτα ὅταν ταύτην τὴν μωρίαν διηγήσωνται καὶ τὸ γελοῖον τῆς ἐπιτηδεύσεως ταύτης, τὴν τραγικὴν ὡς εἰπεῖν ποιησάμενοι ὑπό‐ θεσιν καὶ τὸ κωμικὸν τοῦτο δρᾶμα, ἄρχονταί τινα ἡμῖν ὑποφαίνειν εἰς παράστασιν τῶν παρ’ αὐτοῖς λεγομένων ψευδῶν θεῶν ὅτι «οὐχὶ
15καὶ τὰ ἔγκατα ἡμῶν, δι’ ὧν ζῶμεν καὶ τρεφόμεθα, ὀφιοειδῆ ὑπάρχει;»56 in vol. 2
Haer
.

2

.

57

ἄλλα δὲ ὅσα τοῖς ἠπατημένοις παρεισφέρουσιν εἰς τὴν ἑαυτῶν πλάνην καὶ ληρώδη ὑπόνοιαν. διὰ τοιαύτην δὲ αἰτίαν, φασί, τὸν ὄφιν δοξάζομεν, ὅτι ὁ ὄφις αἴτιος τῆς γνώσεως γεγένηται τῷ πλήθει. ὁ δὲ Ἰαλδαβαώθ, φασίν, οὐκ ἤθελεν μνησθῆναι τὴν ἄνω Μητέρα οὔτε
5τὸν Πατέρα τοῖς ἀνθρώποις. ἔπεισε δὲ ὁ ὄφις καὶ γνῶσιν ἤνεγκεν, ἐδίδαξέν τε τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα τῶν ἄνω μυστηρίων τὸ πᾶν τῆς γνώσεως. διὸ ὁ πατὴρ ὀργισθείς, τουτέστιν ὁ Ἰαλδαβαώθ, δι’ ἣν ὑπέδειξεν τοῖς ἀνθρώποις γνῶσιν, κατέβαλεν αὐτὸν ἀπ’ οὐρα‐ νοῦ. καὶ ἔνθεν βασιλέα τὸν ὄφιν ἀπ’ οὐρανοῦ λέγουσιν οἱ τὴν
10μερίδα τοῦ ὄφεως καὶ οὐδὲν ἕτερον κεκτημένοι. δοξάζουσιν οὖν αὐτὸν διὰ τὴν τοιαύτην, φασί, γνῶσιν καὶ ἄρτον αὐτῷ προσφέρου‐ σιν. ἔχουσι γὰρ φύσει ὄφιν τρέφοντες ἐν κίστῃ τινί, ὃν πρὸς τὴν ὥραν τῶν αὐτῶν μυστηρίων τοῦ φωλεοῦ προφέροντες καὶ στιβάζον‐ τες ἐπὶ τραπέζης ἄρτους προσκαλοῦνται τὸν αὐτὸν ὄφιν· ἀνοιχθέν‐
15τος δὲ τοῦ φωλεοῦ πρόεισι. καὶ οὕτως ἀνελθὼν κατὰ τὴν αὐτοῦ φρόνησιν ὁ ὄφις καὶ πανουργίαν, ἤδη γινώσκων τὴν αὐτῶν μωρίαν ἄνεισιν ἐπὶ τὴν τράπεζαν καὶ ἐνειλεῖται τοῖς ἄρτοις. καὶ ταύτην φασὶν εἶναι τελείαν θυσίαν. ὅθεν καί, ὡς ἀπό τινος ἀκήκοα, οὐ μόνον κλῶσι τοὺς ἄρτους ἐν οἷς ὁ αὐτὸς ὄφις εἰλήθη καὶ ἐπιδιδόασι
20τοῖς λαμβάνουσιν, ἀλλὰ καὶ ἕκαστος ἀσπάζεται τὸν ὄφιν ἐκ στόματος,
ἤτοι γοητείᾳ τινὶ ἐπᾳσθέντος τοῦ ὄφεως εἰς ἡμερότητα ἢ ἐξ ἑτέρας57 in vol. 2
Haer
.

2

.

58

ἐνεργείας διαβόλου πρὸς ἀπάτην τούτων ὑποκοριζομένου τοῦ ζῴου. προσκυνοῦσι δὲ τὸν τοιοῦτον καὶ εὐχαριστίαν ταύτην ἐπιφημίζουσι τὴν δι’ αὐτοῦ ἐνειληθέντος γεγενημένην καὶ αὖθις δι’ αὐτοῦ, ὥς φασι, τῷ ἄνω Πατρὶ ὕμνον ἀναπέμποντες οὕτως τὰ μυστήρια αὐτῶν
5ἐπιτελοῦσι. 6. Μωρίαν δὲ εἴποι τις ἂν καὶ χλεύης ἔμπλεον 〈τοῦτο〉· καὶ οὔτε ἀνατροπῆς ἀπὸ θείας γραφῆς ἐπιζητουμένης δεήσει τοῦτο, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ τῷ τὸν νοῦν ἔχοντι ἐρρωμένον κατὰ θεὸν γελοιῶδες δειχθήσεται. εὐθὺς γὰρ πᾶσα ἡ αὐτῶν κενοφωνία ληρώδης τις εὑρε‐
10θήσεται. εἰ γὰρ Προύνικόν φασιν εἶναι, πῶς ἀπ’ αὐτοῦ τοῦ ὀνό‐ ματος οὐ τὸ σαθρὸν τῆς διανοίας αὐτῶν φωραθήσεται, ὡς ἤδη προεῖπον; πᾶν γὰρ τὸ προυνικευόμενον ἄχρηστον· εἰ δὲ ἄχρηστον, οὐκ ἐν τοῖς προκριτέοις τακτέον. καὶ πῶς ἐπαινετὸν εἴη τὸ ἄχρη‐ στον; πῶς δὲ οὐχὶ μυθῶδες τὸ λέγειν ὅτι ἡ Προύνικος τὸν Ἰαλ‐
15δαβαὼθ ἐκένωσε καὶ ὁ σπινθὴρ εἰς τὰ κάτω κατῆλθεν ἀπὸ τοῦ κενωθέντος, ἐν δὲ τῷ ἀνθρώπῳ γεγονὼς ἐπέγνω τὸν ἀνώτερον τοῦ κεκενωμένου; καὶ θαῦμα μέγιστον, ὡς ὁ ἄνθρωπος, ἐν ᾧ ὁ ἐλάχιστος σπινθήρ, ἐπιγινώσκει ὑπὲρ τοὺς πεπλακότας ἀγγέλους. οἱ γὰρ πε‐ ποιηκότες τὸν ἄνθρωπον ἄγγελοι εἴτουν υἱοὶ τοῦ Ἰαλδαβαὼθ οὐκ
20ἐπέγνωσαν τὰ ἐπάνω τοῦ Ἰαλδαβαώθ, ὁ δὲ ὑπ’ αὐτῶν γεγενημένος διὰ τοῦ σπινθῆρος ἐπέγνω. αὐτοὶ τοίνυν ἑαυτοὺς ἀνατρέπουσι διὰ τῶν ἰδίων δογμάτων, πῆ μὲν τὸν ὄφιν δοξάζοντες, πῆ δὲ ἀπατηλὸν αὐτὸν πρὸς τὴν Εὔαν γεγενημένον φάσκοντες ἐν τῷ εἰπεῖν «ἠπάτησε τὴν Εὔαν»· καὶ πῆ μὲν Χριστὸν αὐτὸν καταγγέλλουσι, πῆ δὲ υἱὸν
25τοῦ ἀνωτέρου Ἰαλδαβαὼθ τοῦ τοὺς υἱοὺς ἀδικήσαντος ἐν τῷ ἀπο‐ κλεῖσαι ἀπ’ αὐτῶν τὴν 〈τῶν〉 ἄνω γνῶσιν καὶ τὴν Μητέρα ἀθετή‐ σαντος καὶ τὸν ἄνω Πατέρα, εἰς τὸ μὴ ἐᾶν δοξάζειν τοὺς ὑπ’ αὐτοῦ γεγενημένους υἱοὺς τὸν ἀνώτερον αὐτοῦ Πατέρα. πῶς οὖν
βασιλεὺς ἐπουράνιος ὁ ὄφις, εἴπερ κατὰ τοῦ Πατρὸς ἐγήγερται; πῶς58 in vol. 2
Haer
.

2

.

59

δὲ εἰ τὴν γνῶσιν δίδωσιν, ἐν ἀπάτῃ καταγγέλλεται ἠπατηκέναι τὴν Εὔαν; ὁ δὲ δι’ ἀπάτης γνῶσιν ἐντιθεὶς οὐκέτι γνῶσιν δίδωσιν, ἀλλὰ ἀντὶ γνώσεως ἀγνωσίαν, ὡς καὶ ἀληθῶς ἔστιν ἰδεῖν ὅτι τοῦτο ἐν αὐτοῖς τελειοῦται. ἀγνωσίαν γὰρ ἔχοντες γνῶσιν ταύτην νομίζουσιν,
5ἐν τούτῳ ἀληθεύοντες ἐν τῷ τὴν ἑαυτῶν γνῶσιν ἀπάτην καὶ ἀγνω‐ σίαν λέγειν. 7. Φέρουσι δὲ καὶ ἄλλας μαρτυρίας λέγοντες ὅτι καὶ Μωυσῆς ἐν τῇ ἐρήμῳ τὸν ὄφιν τὸν χαλκοῦν ὕψωσε προστησάμενος, ἵνα ἴαμα τοῖς ὑπὸ ὄφεως δακνομένοις γένηται. εἶναι γὰρ τοῦτο τὸ εἶδος ἰατικὸν
10τοῦ δήγματος λέγουσι. πάλιν δὲ καθ’ ἑαυτῶν ταῦτα ὁρίζονται. εἰ γὰρ ὄφεων ἦν τὰ δήγματα, βλαβερὰ δὲ ταῦτα, ἄρα ὁ ὄφις οὐκ ἀγα‐ θός. τὸ δὲ ὑψωθὲν ὑπὸ Μωυσέως τότε διὰ τῆς θεωρίας τὴν ἴασιν ἐποιεῖτο, οὐ διὰ τὴν τοῦ ὄφεως φύσιν ἀλλὰ τὴν τοῦ θεοῦ εὐδοκίαν, δι’ ὄφεως ὥσπερ ἀντίδοτον τοῖς τότε δεδηγμένοις ἐργαζομένου. οὐδὲν
15δὲ θαυμαστὸν εἰ δι’ ὧν τις ἐβλάβη, διὰ τούτων θεραπείας ἔτυχεν· καὶ μή τις κακιζέτω τὴν τοῦ θεοῦ κτίσιν, ὡς ἄλλοι πλανώμενοι πάλιν λέγουσι. προετυποῦτο δὲ τοῦτο τοῖς ἐν τῇ ἐρήμῳ διὰ τὴν αἰτίαν, ἣν ἐλθὼν ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ ὅτι «ὡς ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ
20ἀνθρώπου», ὃ καὶ γέγονεν. δίκην γὰρ ὄφεως ἀτιμάσαντες τὸν σω‐ τῆρα ἀπὸ ἐπιβουλῆς τῆς τοῦ ὄφεως ἠδικοῦντο, φημὶ δὲ τοῦ διαβόλου. καὶ καθάπερ ἐν τῷ ὑψώματι τοῦ ὄφεως ἴασις ἐγίνετο τοῖς δεδηγμέ‐ νοις, οὕτως ἐπὶ τῇ τοῦ Χριστοῦ σταυρώσει λύτρα γέγονε ταῖς ἡμῶν
ψυχαῖς ἀπὸ τῶν ἐν ἡμῖν γενομένων δηγμάτων τῆς ἁμαρτίας. φέ‐59 in vol. 2
Haer
.

2

.

60

ρουσι δὲ καὶ αὐτὸ τοῦτο τὸ ῥητὸν πρὸς μαρτυρίαν οἱ αὐτοὶ λέγοντες ὅτι «οὐχ ὁρᾷς ὡς εἶπεν ὁ σωτήρ, ὃν τρόπον ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου;» καὶ διὰ τοῦτο καὶ ἐν ἄλλῳ τόπῳ, φασί, λέγει ὅτι «γίνεσθε φρόνιμοι ὡς ὁ
5ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά». καὶ τὰ εἰς σύμβολα διδασκαλίας ἡμῖν ἐκ θεοῦ καλῶς τεταγμένα οὗτοι εἰς τὴν ἑαυτῶν ἐπίνοιαν τὴν ἠπατημένην φέρουσιν. 8. Ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς Λόγος, ὁ ἐκ πατρὸς πρὸ πάντων τῶν αἰώνων ἀνάρχως καὶ ἀχρόνως γεννηθείς,
10οὐκ ὄφις (μὴ γένοιτο), ἀλλὰ κατὰ τοῦ ὄφεως αὐτὸς ἦλθεν. ἐὰν δὲ εἴπῃ «γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά», δεῖ ἡμᾶς ἐρωτᾶν καὶ γινώσκειν διὰ τί τὰ δύο ταῦτα πρόσωπα ἡμῖν εἰς διδασκαλίαν παρεισήγαγεν, τῆς τε περιστερᾶς καὶ τοῦ ὄφεως. οὐδὲν δὲ ἐν τῷ ὄφει φρόνιμον, πλὴν 〈τῶν〉 δύο τούτων, ὅτι ἐν τῷ διώ‐
15κεσθαι γινώσκων ὅτι ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ πᾶσα ζωὴ αὐτοῦ τυγχά‐ νει καὶ δεδιὼς τὴν ἀνωτέρω πρὸς αὐτὸν εἰρημένην ἀπὸ τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον προσταγὴν ὅτι «φυλάξεις αὐτοῦ κεφαλήν, αὐτὸς δέ σου πτέρναν», ὅλον τὸ σῶμα ἐνειλήσας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κρύπτει μὲν τὸ κρανίον ἑαυτοῦ, παραδίδωσι δὲ τὸ ἄλλο σῶμα ἐν
20ὑπερβολῇ πανουργίας. οὕτω θέλει ἡμᾶς ὁ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς προελθὼν ἐν καιρῷ διωγμοῦ καὶ ἐν καιρῷ πειρασμοῦ τὰ πάντα ἡμῶν παραδιδόναι μαχαίρᾳ τε καὶ πυρί, φυλάττειν δὲ ἑαυτῶν τὴν κεφαλήν, τουτέστιν Χριστὸν μὴ ἀρνεῖσθαι, ἐπειδήπερ «κεφαλὴ παντὸς ἀνθρώ‐
που Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός»,60 in vol. 2
Haer
.

2

.

61

κατὰ τὸν ἀπόστολον. ἕτερον πάλιν ἔχει φρονιμότητος ὁ ὄφις, ὥς φασιν οἱ φυσιολόγοι περὶ τούτου τοῦ ζῴου. ὅταν γὰρ διψήσας ἀπὸ τοῦ φωλεοῦ προέλθοι ἐπί τι ὕδωρ ἵνα πίῃ, οὐ συμπαραλαμβάνει τὸν ἰὸν μεθ’ ἑαυτοῦ, ἀλλὰ ἐν τῷ φωλεῷ καταλιμπάνει καὶ οὕτως ἐλθὼν
5λαμβάνει τὸ πόμα τῶν ὑδάτων. καὶ αὐτοὶ οὖν τοῦτο μιμησώμεθα, ἵνα, ὅταν ἐρχώμεθα ἐπὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς εὐχὴν ἢ εἰς τὰ τοῦ θεοῦ μυστήρια, μὴ φέρωμεν μεθ’ ἑαυτῶν κακίαν ἢ ἡδονὴν ἢ ἐπιθυμίαν ἢ ἔχθραν ἤ τι ἕτερον ἐν ταῖς διανοίαις αὑτῶν. ἐπεὶ πῶς ἂν καὶ τὴν περιστερὰν μιμήσασθαι δυνηθείημεν, μὴ ἐκτὸς
10γενόμενοι κακίας, καίτοι γε τοῦ γένους τῆς περιστερᾶς ἐν πολλοῖς πράγμασιν οὐκ ἐπαινουμένου; ἀκόλαστον γὰρ γένος περιστερᾶς καὶ πολυμιξίας μὴ ἀνακοπτόμενον, λάγνον τε καὶ καθ’ ὥραν ἡδονῇ προσ‐ ανακείμενον, πρὸς δὲ τούτοις ἄτονον καὶ βληχρόν. διὰ δὲ τὸ ἄκακον καὶ μακρόθυμον καὶ ἀμνησίκακον τοῦ ζῴου, ἔτι μὴν καὶ διὰ τὸ ἐν
15εἴδει περιστερᾶς πεφάνθαι τὸ ἅγιον πνεῦμα, μιμήσασθαι ἡμᾶς βού‐ λεται ὁ θεῖος λόγος τοῦ ἁγίου πνεύματος τὴν βούλησιν καὶ τῆς ἀκά‐ κου περιστερᾶς τὴν ἀκακίαν, ὄντας μὲν ἡμᾶς φρονίμους εἰς τὸ ἀγα‐ θόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. καὶ λέλυται ἡ τούτων πᾶσα δραμα‐ τουργία. εὐθὺς γὰρ ὁ ἅγιος ἀπόστολος κατ’ ἄλλου τινὸς τὸ πανοῦργον
20καὶ ἐπίβουλον οὐχ ὁρίζεται περισσοτέρως ἀλλὰ κατὰ τοῦ διαβόλου καὶ τοῦ ὄφεως, λέγων «φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις ἠπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ ἁγνείας Χριστοῦ καὶ δικαιοσύνης». ὁρᾷς ὡς φθορὰν ἀπέφηνεν ὁ ἀπόστολος καὶ πανουργίαν δεινὴν καὶ ἀπάτην τὰ ὑπὸ
25τοῦ ὄφεως πρὸς τὴν Εὔαν πεπραγματευμένα καὶ οὐκ ἐπαινετόν τι
παρὰ τοῦ αὐτοῦ γεγενημένον ὑπέδειξε.61 in vol. 2
Haer
.

2

.

62

9. Πανταχόθεν τοίνυν φωρατὴ καὶ ἔκδηλος ἡ τούτων ἄνοιά ἐστι παντὶ τῷ βουλομένῳ εἰδέναι τὴν τῆς ἀληθείας διδασκαλίαν καὶ πνεύ‐ ματος ἁγίου γνῶσιν. ἵνα δὲ μὴ ἀναλίσκω χρόνον, καὶ ταύτην δια‐ πλευσάμενος τὴν χαλεπὴν καὶ δύσπλουν τοῦ πελάγους ζάλην ἐπὶ τὰς
5ἑτέρας θαλαττίους ποντοπορείας τὸ σκάφος ὁπλίσομαι, ἐπιμελῶς τοὺς αὐχένας κρατῶν ἐν τῇ τοῦ θεοῦ δυνάμει καὶ εὐχαῖς ἁγίων, ὅπως παραπλέοντες κατοπτεύσωμεν τῶν ἀγρίων κυμάτων τὴν κύρτωσιν καὶ τῶν ἐν τοῖς πελάγεσι θηρίων ἰοβόλων τὰς μορφάς, ἄπληκτοι δὲ ἀπὸ σμυραινώδους ἰοῦ καὶ τρυγόνος καὶ δρακαίνης καὶ καρχαρίου καὶ
10σκορπαίνης περᾶσαι καὶ τοῦ εὐδίου τῆς ἀληθείας λιμένος δι’ εὐχῆς καὶ ἱκεσίας ἐπιτυχεῖν δυνηθείημεν, πληρουμένου καὶ ἐν ἡμῖν τοῦ ῥητοῦ τοῦ «οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν τὰς ἀρετὰς τοῦ κυρίου διηγήσονται». ἐφ’ ἑτέραν τοίνυν ταύτης καθεξῆς τὴν πορείαν ποιή‐ σομαι πρὸς διήγησιν.
15
Κατὰ Καϊανῶν ιη, τῆς δὲ ἀκολουθίας λη. 1. Καϊανοί τινες ὀνομάζονται ἀπὸ τοῦ Κάϊν εἰληφότες τὴν ἐπω‐ νυμίαν τῆς αἱρέσεως. οὗτοι γὰρ τὸν Κάϊν ἐπαινοῦσι καὶ πατέρα ἑαυτῶν τοῦτον τάττουσι, καὶ αὐτοὶ ὡς εἰπεῖν ὡς ἀπὸ διαφορᾶς ἐπαναστάσεως κυμάτων ὁρμώμενοι, οὐκ ἔξω ὄντες τοῦ αὐτοῦ σάλου
20καὶ κλύδωνος, καὶ ὡς ἀπὸ ἀκανθώδους ὕλης προκύψαντες, οὐκ ἐκτὸς ὄντες παντὸς τοῦ σωροῦ τῶν ἀκανθῶν, εἰ καὶ διάφοροι τῷ ὀνόματί εἰσιν. ἀκανθῶν μὲν γὰρ γένη πολλά, ὅμως ἐν ἅπασι τὸ μοχθηρὸν τῆς κεντρώδους ἀδικίας ἔνεστιν.
Οὗτοί φασι τὸν Κάϊν ἐκ τῆς ἰσχυροτέρας δυνάμεως ὑπάρχειν καὶ62 in vol. 2
Haer
.

2

.

63

τῆς ἄνωθεν αὐθεντίας, ἀλλὰ καὶ τὸν Ἠσαῦ καὶ τοὺς περὶ Κορὲ καὶ τοὺς Σοδομίτας, τὸν δὲ Ἄβελ ἐκ τῆς ἀσθενεστέρας δυνάμεως εἶναι· * δὲ τούτους πάντας παρ’ αὐτοῖς ἐπαινετοὺς καὶ τῆς αὑτῶν συγγε‐ νείας. σεμνύνονται γὰρ συγγενεῖς εἶναι τοῦ Κάϊν καὶ τῶν Σοδομιτῶν
5καὶ Ἠσαῦ καὶ Κορέ. καὶ οὗτοι, φασίν, εἰσὶ τῆς τελείας καὶ ἄνωθεν γνώσεως. διὸ καὶ τὸν ποιητὴν τοῦ κόσμου τούτου φασὶ περὶ τὴν τούτων ἀνάλωσιν ἐσχολακότα μηδὲν δεδυνῆσθαι αὐτοὺς βλάψαι. ἐκρύβησαν γὰρ ἀπ’ αὐτοῦ καὶ μετεβλήθησαν εἰς τὸν ἄνω αἰῶνα, ὅθεν ἡ ἰσχυρὰ δύναμίς ἐστι. πρὸς ἑαυτὴν γὰρ ἡ Σοφία αὐτοὺς προσήκατο,
10ἰδίους αὐτῆς ὄντας. καὶ τούτου ἕνεκεν τὸν Ἰούδαν ἀκριβῶς τὰ περὶ τούτων ἐπεγνωκέναι λέγουσι. καὶ τοῦτον γὰρ θέλουσιν εἶναι συγγενῆ ἑαυτῶν καὶ ἐν γνώσεως ὑπερβολῇ τὸν αὐτὸν καταριθμοῦσιν, ὥστε καὶ συνταγμάτιόν τι φέρειν ἐξ ὀνόματος αὐτοῦ, ὃ εὐαγγέλιον τοῦ Ἰούδα καλοῦσι. καὶ ἄλλα τινὰ συγγράμματα ὡσαύτως πλάττον‐
15ται κατὰ τῆς Ὑστέρας, ἣν Ὑστέραν τὸν ποιητὴν τοῦ παντὸς τούτου63 in vol. 2
Haer
.

2

.

64

κύτους οὐρανοῦ τε καὶ γῆς καλοῦσι, καὶ μὴ δύνασθαί φασι ἄλλως σωθήσεσθαί τινας, ἐὰν μὴ διὰ πάντων χωρήσωσιν, ὡς καὶ ὁ Καρπο‐ κράτης λέγει. 2. Ἕκαστος γὰρ αὐτῶν δῆθεν, διὰ τὴν πρόφασιν ταύτην ἀρρητο‐
5ποιῶν καὶ αἰσχρουργίας ἐπιτελῶν ἁμαρτήματά τε ὅσα ἔστιν πράττων, ἐπικαλεῖται ἑκάστου ἀγγέλου ὄνομα, τῶν τε ὄντων ἀγγέλων καὶ τῶν παρ’ αὐτοῖς πλαστῶς λεγομένων· καὶ ἑκάστῳ τούτων προσάπτει τι ἔργον ἀθέμιτον τῶν ἐπὶ γῆς ἁμαρτημάτων, τὴν πρᾶξιν τὴν ἰδίαν εἰς ὄνομα οὗ βούλεται ἀγγέλου ἀναφέρων. καὶ ὅταν ταῦτα πράττωσιν,
10οὕτως λέγουσιν «ὁ δεῖνα ἄγγελε, καταχρῶμαί σου τὸ ἔργον· ἡ δεῖνα ἐξουσία, πράττω σου τὴν πρᾶξιν». καὶ τοῦτο γνῶσις τελεία παρ’ αὐτοῖς ἐστι λεγόμενον, ἐπειδὴ ἀδεῶς ἐπὶ τὰς ἀθεμίτους αἰσχρουργίας ὁρμᾶν τὰς προφάσεις δῆθεν ἀπὸ τῶν προειρημένων μητέρων καὶ πατέρων αἱρέσεων, φημὶ 〈δὲ〉 Γνωστικῶν καὶ Νικολάου καὶ τῶν σὺν αὐτοῖς
15Οὐαλεντίνου τε καὶ Καρποκράτους, ἐσχήκασιν. Ἤδη δὲ ἦλθεν εἰς ἡμᾶς καὶ βιβλίον ἐν ᾧ ἐπλάσαντο ῥήματά τινα ἀνομίας πλήρη, οὕτως περιέχον, «ὅτι, φησίν, οὗτός ἐστιν ὁ ἄγγελος ὁ τὸν Μωυσέα τυφλώσας καὶ οὗτοί εἰσιν οἱ ἄγγελοι οἱ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν κρύψαντες καὶ μεταστήσαντες». πάλιν δὲ ἄλλο
20συνταγμάτιον ἄλλοι πλάττουσιν ἐξ ὀνόματος Παύλου τοῦ ἀποστόλου, ἀρρητουργίας ἔμπλεον, ᾧ καὶ οἱ Γνωστικοὶ λεγόμενοι χρῶνται, ὃ Ἀναβατικὸν Παύλου καλοῦσι, τὴν πρόφασιν εὑρόντες ἀπὸ τοῦ λέγειν τὸν ἀπόστολον ἀναβεβηκέναι ἕως τρίτου οὐρανοῦ καὶ ἀκηκοέναι
ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. καὶ ταῦτα, φασίν,64 in vol. 2
Haer
.

2

.

65

ἐστὶ τὰ ἄρρητα ῥήματα. διδάσκουσι δὲ ταῦτα καὶ τὰ τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες καὶ τοὺς ἀγαθοὺς ἀπαγορεύοντες. εἶναι γάρ 〈φασιν〉, ὡς προεῖπον, τὸν Κάϊν τῆς ἰσχυροτέρας δυνάμεως καὶ τὸν Ἄβελ τῆς ἀσθενεστέρας. ταύτας δὲ τὰς δυνάμεις τῇ Εὔᾳ προσπλακείσας γεγεν‐
5νηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, καὶ εἶναι τῆς μὲν τὸν Κάϊν τῆς δὲ τὸν Ἄβελ· εἶναι δὲ 〈καὶ〉 τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπὸ τῶν τοιούτων δυνάμεων εἴτουν ἀγγέλων γεγεννημένους· καὶ τοὺς γεννηθέντας παῖ‐ δας, Κάϊν τέ φημι καὶ Ἄβελ, ἐρίσαι πρὸς ἀλλήλους καὶ τὸν γεγεννη‐ μένον ἀπὸ ἰσχυρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος
10δυνάμεως καὶ ἀσθενεστέρας. 3. Τὰ δὲ αὐτὰ μυθώδη καὶ οὗτοι παραπλέκουσι τῇ περὶ τῶν αὐτῶν δηλητηρίων τῆς ἀγνωσίας δόσει, τοῖς πειθομένοις ἐπιβουλεύ‐ οντες ὅτι δεῖ πάντα ἄνθρωπον ἑαυτῷ ἑλέσθαι τὴν ἰσχυροτέραν δύ‐ ναμιν καὶ τῆς ἥττονος καὶ ἀτόνου ἀποχωρίζεσθαι, τουτέστιν τῆς
15τὸν οὐρανὸν ποιησάσης καὶ τὴν σάρκα καὶ τὸν κόσμον, καὶ ὑπερ‐ βαίνειν εἰς τὰ ἀνώτατα διὰ τῆς τοῦ Χριστοῦ σταυρώσεως. διὰ γὰρ τοῦτο, φασίν, ἦλθεν ἄνωθεν, ἵνα ἐν αὐτῷ ἐνεργηθῇ δύναμις ἰσχυρά, κατὰ τῆς ἀσθενεστέρας δυνάμεως τὸ τρόπαιον λαβοῦσα καὶ τὸ σῶμα παραδοῦσα. καὶ οἱ μὲν αὐτῶν τοῦτο λέγουσιν, ἄλλοι δὲ ἄλλα. οἱ
20μὲν γὰρ λέγουσι διὰ τὸ πονηρὸν εἶναι τὸν Χριστὸν παραδοθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰούδα, βουλόμενον διαστρέφειν τὰ κατὰ τὸν νόμον,
ἐπαινοῦσι γὰρ τὸν Κάϊν καὶ τὸν Ἰούδαν, ὡς ἔφην, καὶ λέγουσι· τού‐65 in vol. 2
Haer
.

2

.

66

του ἕνεκεν παραδέδωκεν αὐτόν, ἐπειδὴ ἠβούλετο καταλύειν τὰ καλῶς δεδιδαγμένα. ἄλλοι δὲ τῶν αὐτῶν· οὐχί, φασίν, ἀλλὰ ἀγαθὸν αὐτὸν ὄντα παρέδωκεν κατὰ τὴν ἐπουράνιον γνῶσιν. ἔγνωσαν γάρ, φασίν, οἱ ἄρχοντες ὅτι ἐὰν ὁ Χριστὸς παραδοθῇ σταυρῷ κενοῦται
5αὐτῶν ἡ ἀσθενὴς δύναμις. καὶ τοῦτο, φησί, γνοὺς ὁ Ἰούδας ἔσπευ‐ σεν καὶ πάντα ἐκίνησεν ὥστε παραδοῦναι αὐτόν, ἀγαθὸν ἔργον ποιήσας ἡμῖν εἰς σωτηρίαν. καὶ δεῖ ἡμᾶς ἐπαινεῖν καὶ ἀποδιδόναι αὐτῷ τὸν ἔπαινον, ὅτι δι’ αὐτοῦ κατεσκευάσθη ἡμῖν ἡ τοῦ σταυροῦ σωτηρία καὶ ἡ διὰ τῆς τοιαύτης ὑποθέσεως τῶν ἄνω ἀποκάλυψις.
10 Κατὰ πάντα δὲ τρόπον οὗτοι ἠπάτηνται, οὐκ ἀγαθόν τινα τι‐ μῶντες ἢ ἐπαινοῦντες. δῆλον δὲ ὅτι ἐκ τοῦ διαβόλου αὐτοῖς ταῦτα ὑπέσπαρται, τὰ τῆς ἀγνοίας λέγω καὶ ἀπάτης. πληροῦται δὲ ἐπ’ αὐτοῖς τὸ γεγραμμένον «οὐαὶ τοῖς λέγουσι τὸ καλὸν πονηρὸν καὶ τὸ πονηρὸν ἀγαθόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος,
15οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ». πάντῃ γὰρ ἐκφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη τοῦ Κάϊν τὴν ἀσέβειαν ἐπικηρυ‐ κευομένη. οὗτοι δὲ τοὐναντίον, τοῦ σκότους ὄντες ἐρασταὶ καὶ τῶν κακοποιῶν μιμηταί, τὸν Ἄβελ μισοῦσι, τὸν δὲ Κάϊν ἀγαπῶσι καὶ τῷ Ἰούδᾳ τὸν ἔπαινον διδόασι. φθοριμαίαν δὲ γνῶσιν 〈σχηματί〉ζονται,
20δύο τάττοντες δυνάμεις, ἀσθενεστέραν τε καὶ δυνατωτέραν, ἀντι‐ μαχομένας [δὲ] πρὸς ἀλλήλας, ποιούσας δὲ ἐν τῷ κόσμῳ οὐ γνώμης ἀλλοίωσιν, ἀλλὰ τῶν γεγενημένων τοὺς μὲν κατὰ φύσιν ἀπὸ κακίας τὴν οὐσίαν ἔχειν, τοὺς δὲ ἀπὸ ἀγαθότητος. οὐδένα δὲ κατὰ γνώμην ἀγαθὸν ἢ φαῦλον εἶναι λέγουσιν, ἀλλὰ κατὰ φύσιν.
25 4. Καὶ πρῶτον ἴδωμεν περὶ τοῦ Κάϊν, ὡς ἡ μὲν παλαιὰ διαθήκη φησίν «ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου» καὶ πάλιν «ἐπι‐ κατάρατος σὺ ἐν τοῖς ἔργοις σου, καὶ ἔσῃ στένων καὶ τρέμων ἐπὶ τῆς γῆς». συνῳδὰ δὲ τῇ παλαιᾷ διαθήκῃ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ
30περὶ τούτου λέγει, ὅτε Ἰουδαῖοι ἔλεγον «ἡμεῖς πατέρα ἔχομεν τὸν
θεόν». ὁ δὲ κύριος πρὸς αὐτοὺς ἔφη «ὑμεῖς υἱοί ἐστε τοῦ πατρὸς66 in vol. 2
Haer
.

2

.

67

ὑμῶν τοῦ διαβόλου, ὅτι ψεύστης ἐστίν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔμεινεν· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». ὅθεν καὶ αἱ ἄλλαι αἱρέσεις ἀκούουσαι τὸ ῥῆμα τοῦτο πατέρα
5μὲν τῶν Ἰουδαίων φάσκουσιν εἶναι τὸν διάβολον, ἔχειν δὲ πατέρα ἄλλον καὶ τὸν αὐτοῦ πατέρα πάλιν πατέρα. ἀλλὰ ἀθυρογλώττως φθέγγονται, τὴν διάνοιαν τυφλώττοντες. καὶ γὰρ ἐπὶ τὸν πάντων δεσπότην, θεὸν Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, τὴν συγγέ‐ νειαν ἐκείνῳ ἀνάγουσι, τοῦτον πατέρα τοῦ ἐκείνου πατρὸς εἶναι λέ‐
10γοντες, τὸν νομοθετήσαντα διὰ Μωυσέως καὶ τοσαῦτα θαυμάσια πεποιηκότα. οὐκ ἔστιν δὲ τοῦτο, ὦ ἀγαπητοί. αὐτὸς γὰρ εὐθύς [φησιν] ὁ κύριος, ἐν ἅπασιν ἡμῶν τὴν ἐπιμέλειαν ποιούμενος, ἵνα μὴ ἐν παρεκβάσει γενώμεθα τοῦ προκειμένου ἕτερα ἀνθ’ ἑτέρων σοφιζό‐ μενοι καὶ διανοούμενοι, λέγων πατέρα αὐτῶν εἶναι τὸν διάβολον
15Ἰούδαν *, ὃν καὶ Σατανᾶν κέκληκεν καὶ διάβολον λέγων πρὸς τοὺς μαθητάς «οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην καὶ εἷς ἐξ ὑμῶν διά‐ βολος;» οὐχὶ διάβολον λέγων φύσει, ἀλλὰ κατὰ τὴν γνώμην. πάλιν δὲ ἐν ἑτέρῳ τόπῳ λέγει «πάτερ κύριε οὐρανοῦ καὶ γῆς, τήρησον τού‐ τους οὓς δέδωκάς μοι. ὅτε ἤμην μετ’ αὐτῶν, ἐφύλαξα αὐτούς, καὶ
20οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας». πάλιν ἄλλοτε λέγει ὅτι «δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι κατὰ τὸ γεγραμ‐ μένον περὶ αὐτοῦ, οὐαὶ δὲ δι’ οὗ παραδοθήσεται. συνέφερεν γὰρ αὐτῷ εἰ οὐκ ἐγεννήθη», καὶ τὰ ἑξῆς. ἄρα γοῦν ἐξ ἅπαντος ἔγνωμεν ὡς περὶ τοῦ Ἰούδα ἔλεγεν τοῖς Ἰουδαίοις· «ᾧ γάρ τις ἥττηται, τούτῳ
25καὶ δεδούλωται», καὶ ᾧ τις πείθεται, τοῦτον πατέρα ἔσχηκεν καὶ ἀρχηγὸν τῆς αὐτοῦ πειθοῦς. φησὶν οὖν ὁ κύριος «ὑμεῖς υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ», ἐπειδὴ ἀντὶ τοῦ Χριστοῦ τῷ Ἰούδᾳ ἐπείσθησαν, καθάπερ ἀπὸ θεοῦ ἐκκλίνασα ἡ Εὔα τῷ ὄφει ἐξ ἀρχῆς ἐπείσθη. ἔπειτα ὅτι καὶ ψεύστης ἦν οὐ μόνον, ἀλλὰ καὶ κλέπτης
30κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον. διὸ καὶ αὐτῷ παρέδωκε τὸ67 in vol. 2
Haer
.

2

.

68

γλωσσόκομον, ἵνα ἀναπολόγητος ᾖ διὰ φιλαργυρίαν τὸν ἴδιον δεσπό‐ την παραδοὺς εἰς χεῖρας ἀνθρώπων. τίς οὖν ὁ τούτου πατήρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ’ ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; ἐκεῖνος γάρ, ψευσάμενος τῷ ἀδελφῷ ὡς ἐν φιλαδελφίᾳ, ἠπάτησε καὶ
5παρέπεισεν διὰ τοῦ ψεύδους καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν. οὕτω καὶ ὁ Ἰούδας «τί θέλετέ μοι» φησί «δοῦναι, καὶ ἐγὼ αὐτὸν παραδώσω ὑμῖν;» καί «ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν». καὶ ἐλθὼν ὁ προδότης «χαῖρε Ῥαββί» ἔλεγε, τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόρρω ἀπέχουσαν θεοῦ κεκτημένος.
10 5. Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος κατὰ τὴν ἀρνησιθεΐαν καὶ προδοσίαν, Σατανᾶς ὑπάρξας καὶ διάβολος οὐ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὗτος κατὰ μίμησιν τοῦ Κάϊν τοῦ ἀνθρωποκτόνου τοῦ ψεύστου, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἦν, οὐχὶ ὁ Ἀδὰμ ἀλλ’ ὁ διάβολος, οὗ τὴν μίμησιν
15ἔσχεν ἐν τῇ ἀδελφοκτονίᾳ καὶ μίσει καὶ ψεύδει καὶ πρὸς θεὸν ἀντι‐ λογίᾳ, τῷ λέγειν, «μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστιν»· οὕτω καὶ ὁ διάβολος τῷ κυρίῳ φησί «μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν;» ἐπειδὴ γὰρ αὐτὸς ὁ διάβολος τῷ ψεύδει ἀπατᾷ τὴν Εὔαν καὶ τὸν Ἀδάμ, ἕτερα ἀνθ’ ἑτέρων λέγων καὶ φιλίαν προσποι‐
20ητὴν ἐνδεικνύμενος, ὅτι «ἔσεσθε ὡς θεοί, καὶ οὐκ ἀποθανεῖσθε», τοῦ‐ τον μιμούμενος ὁ Κάϊν προσχήματι φιλαδελφίας ἠπάτα τὸν ἀδελφὸν λέγων «διέλθωμεν εἰς τὸ πεδίον». διὰ τοῦτο καὶ ὁ ἅγιος Ἰωάννης εἶπεν «ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, ἀλλὰ ἐκ τοῦ Κάϊν ἐστίν, ὃς ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ.
25καὶ διὰ τί αὐτὸν ἀπέκτεινεν; ὅτι ἦν πονηρὰ τὰ ἔργα αὐτοῦ καὶ ἐζή‐ λωσε τὰ ἔργα αὐτοῦ, ὅτι ἦν καλά». οὕτω καὶ οὗτοι μᾶλλον φθο‐ νοῦντες τῷ Ἄβελ τῷ καλὰ ἔργα ἔχοντι, τὸν δὲ Κάϊν τιμῶντες, πῶς οὐκ ἐλέγχονται, διαρρήδην τοῦ σωτῆρος λέγοντος καὶ ἀπότομον ἀπό‐ φασιν ὁρίζοντος αὐτοῖς ὅτι «ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν
30αἷμα δίκαιον ἀπὸ Ἄβελ τοῦ δικαίου τὸ ἀπ’ ἀρχῆς ἐκκεχυμένον ἕως68 in vol. 2
Haer
.

2

.

69

Ζαχαρίου τοῦ προφήτου, οὗ ἀπεκτείνατε μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου» καὶ τὰ ἑξῆς; 6. Οὐκ ἄρα τοίνυν ὡς οὗτοί φασι διὰ γνῶσιν ὁ Ἰούδας παρέδωκε τὸν σωτῆρα οὐδὲ οἱ Ἰουδαῖοι μισθὸν ἔχουσι σταυρώσαντες τὸν κύριον,
5καίτοι γε διὰ σταυροῦ ἐχόντων ἡμῶν τὴν σωτηρίαν. οὔτε γὰρ παρέ‐ δωκεν αὐτὸν Ἰούδας, ἵνα γένηται ἡμῖν εἰς σωτηρίαν, ἀλλὰ κατὰ ἄγνοιαν καὶ ζῆλον καὶ φιλαργυρίαν ἀρνησιθεΐας. κἄν τε γὰρ εἴποι ἡ γραφὴ τὸν Χριστὸν μέλλοντα σταυρῷ παραδίδοσθαι ἢ κἂν εἴπῃ ἡ θεία γραφὴ τὰ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν δι’ ἡμῶν ἐπιτελούμενα ἀτοπή‐
10ματα, οὐ πάντως εὕροι ἄν τις ἡμῶν τῶν τὰ παράνομα πραττόντων ἀπολογίαν, τὴν τῆς γραφῆς μαρτυρίαν προφέρων προθεσπιζούσης ταῦτα ἔσεσθαι. οὐ γὰρ ὅτι εἶπεν ἡ γραφὴ ποιοῦμεν, ἀλλ’ ὅτι ἐμέλ‐ λομεν ποιεῖν προεῖπεν ἡ γραφή, διὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ ἵνα θεὸς ἀγαθὸς ὑπάρχων, ἐπιφέρων δὲ τὴν ὀργὴν κατὰ τῶν ἁμαρτα‐
15νόντων μὴ ὑποληφθῇ πάθει συνεχόμενος. ἡ γὰρ καθ’ ἑκάστου τῶν ἁμαρτανόντων παρὰ θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται· ἀπαθὲς γὰρ τὸ θεῖον, ἐπιφέρει δὲ τὴν ὀργὴν κατὰ ἀνθρώπων οὐ πάθει ληφθὲν ἀγανακτήσεως οὐδὲ ὀργῇ ἡττηθὲν καὶ κρατούμενον. δείκνυσι γὰρ τὸ ἀπαθὲς ὁ θεός, προειπὼν ἡμῖν τὴν ἐσομένην κρίσιν καὶ τὴν
20δικαίαν παρ’ αὐτοῦ τιμωρίαν γινομένην, ἵνα τὸ ἀπαθὲς σημάνῃ τῆς θεότητος. προεῖπεν τοίνυν ἡ γραφὴ κατὰ πρόγνωσιν προασφαλιζο‐ μένη καὶ διδάσκουσα, ἵνα μὴ ἐμπέσωμεν εἰς ὀργὴν ἀνήκεστον θεοῦ, τὴν οὐ πάθει ὁρισθεῖσαν οὐδὲ συμβαίνουσαν ἀπὸ ἥττης, ἀλλὰ δικαιότατα τοῖς τὴν ἁμαρτίαν ἐκτελοῦσιν ἀνθρώποις προετοιμασθεῖ‐
25σαν καὶ μὴ μετανοοῦσιν ἐξ ἀληθείας. 7. Οὕτω καὶ ἐπὶ τοῦ σταυροῦ, οὐχ ὅτι εἶπεν ἡ θεία γραφή, ἐσταύρωσαν Ἰουδαῖοι καὶ παρέδωκεν Ἰούδας τὸν σωτῆρα, ἀλλ’ ὅτι ἔμελλεν παραδιδόναι Ἰούδας καὶ Ἰουδαῖοι σταυροῦν, τούτου ἕνεκα προεῖπεν ἡ θεία γραφὴ ἐν τῇ παλαιᾷ διαθήκῃ καὶ ὁ κύριος ἐν τῷ
30εὐαγγελίῳ. ὥστε οὖν οὐκ ἐν γνώσει τῆς ἐσομένης εὐεργεσίας τῷ κόσμῳ παραδέδωκε τὸν κύριον Ἰούδας, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ’ εἰδὼς
μὲν ὅτι ὁ αὐτοῦ δεσπότης ὑπῆρχεν, ἀγνοῶν δὲ ὅτι σωτηρία ἔσται τῷ69 in vol. 2
Haer
.

2

.

70

κόσμῳ. πῶς γὰρ ἂν εἴη σωτηρίας ἀνθρώπων ἐπιμελόμενος ὁ παρ’ αὐτοῦ τοῦ σωτῆρος ἀκούων «ἀπωλείας υἱός» καὶ τό «συμφέρει αὐτῷ, εἰ οὐκ ἐγεννήθη» καὶ τό «ἑταῖρε, ἐφ’ ὃ πάρει» καὶ τό «εἷς ἐξ ὑμῶν παραδώσει με» καὶ τό «ὁ ἐσθίων μετ’ ἐμοῦ τὸν ἄρτον ἐπῇρεν κατ’
5ἐμοῦ πτερνισμόν» (ὡς ἔχει τὸ εὐαγγέλιον ἐκ προαγούσης μαρτυρίας τοῦ ψαλτηρίου) καὶ 〈τό〉 «οὐαὶ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παρα‐ δίδοται»; αὐτὸς γὰρ ὁ Ἰούδας περὶ ἑαυτοῦ τὸ πᾶν ὑπέφηνεν καὶ τὴν τῶν ἐπαινούντων αὐτὸν ἄνοιαν καὶ 〈ἀφ’〉 ἑαυτοῦ ἤλεγξεν, εἰ καὶ ἄκων ἀλλ’ ὅμως μετὰ τὸ λαβεῖν τὸ τίμημα τὰ τριάκοντα ἀργύρια
10ὕστερον μεταμεληθεὶς καὶ ἀποστρέψας τὰ ἀργύρια, ὡς κακόν τι πε‐ πραχώς, κακὸν μὲν ἑαυτῷ κακὸν δὲ καὶ τοῖς σταυρώσασιν. ὁ δὲ κύριος ἀγαθὸν δι’ ἑαυτοῦ ἐπιτελῶν ἡμῖν τε καὶ τῷ κόσμῳ ἑαυτὸν παραδέδωκεν, ἵνα γένηται ἡμῖν σωτηρία. ἄρα οὖν οὐχὶ τῷ Ἰούδᾳ τῷ προδότῃ ὁμολογοῦμεν τὴν χάριν, ἀλλὰ τῷ ἐλεήμονι σωτῆρι, τῷ
15τὴν ψυχὴν θέντι ὑπὲρ ἡμῶν τῶν ἰδίων αὐτοῦ προβάτων, καθὼς αὐτὸς εἶπε. πῶς γὰρ ὁ νομίσας ἀγαθὸν ἐπιτελέσαι ὕστερον λέγει ὅτι «μεταμεμέλημαι παραδεδωκὼς αἷμα ἀθῷον» καὶ ἀπέστρεψε τὰ ἀργύ‐ ρια, καθὼς ἦν περὶ αὐτοῦ γεγραμμένον ἐν τοῖς προφήταις «καὶ ἀπέ‐ στρεψε τοὺς τριάκοντα ἀργυροῦς, τὴν τιμὴν τοῦ τετιμημένου παρὰ
20τῶν υἱῶν Ἰσραήλ», καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ «εἰ δίκαιόν ἐστιν ὑμῖν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε», καὶ πάλιν ἐν ἄλλῳ προ‐ φήτῃ «καὶ ἔδωκαν τὸ ἀργύριον τὴν τιμὴν τοῦ τετιμημένου, καὶ εἶπεν, κάθες αὐτὸ εἰς τὸ χωνευτήριον καὶ ἴδε εἰ δόκιμόν ἐστιν, ὡς ἐδοκι‐ μάσθην ἀπὸ τῶν υἱῶν Ἰσραήλ».
25 8. Καὶ πόσα ἔστιν ἀπὸ τῆς θείας γραφῆς συλλέγειν περὶ τῶν τελειωθέντων ἐν τῷ κυρίῳ ἡμῶν, οὐ κατὰ τὴν Ἰούδα πρὸς τὸ ἀγα‐ θὸν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ὑπὲρ ἡμῶν (οὐ κατὰ ἀνάγκην ἀλλὰ ἐκ προαιρέσεως ἑαυτοῦ) παράδοσιν καὶ οἰκονομίαν τοῦ σταυροῦ ὑπὲρ τῆς
30ἡμῶν σωτηρίας. οἶδα δὲ εἰς πολὺν ὄγκον ἄγων τὰς μαρτυρίας,70 in vol. 2
Haer
.

2

.

71

ὡς λέγει πάλιν ἄλλος προφήτης «γενέσθω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος» *, ὅς «πρηνὴς γενόμενος ἐλάκησε μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ» καὶ τὸ πέρας ἀγχόνῃ χρησάμενος † ἔδειξεν τὸ πᾶν τῆς αὐτοῦ σωτηρίας διολέσας,
5τῷ διαπεσεῖν τῆς ἐλπίδος κατὰ τὴν αὐτοῦ ἄτακτον καὶ προπετῆ κατὰ τοῦ δεσπότου αὐτοῦ ἐπιβουλὴν καὶ ἕνεκεν φιλαργυρίας ἐπ’ ἀρ‐ νησιθεΐαν *· ὡς καὶ οἱ ἀπόστολοι ἀντ’ αὐτοῦ εἰς τὸν αὐτῶν ἀριθμὸν Ματθίαν κατέστησαν, λέγοντες «ἀφ’ οὗ παρέβη Ἰούδας ἀπελθεῖν εἰς τὸν τόπον τὸν ἴδιον». ποῖον δὲ τοῦτον ἀλλ’ ἢ ὃν ἀπεφήνατο αὐτῷ
10ὁ σωτὴρ λέγων ὅτι ἐστὶν υἱὸς ἀπωλείας; οὗτος γὰρ ἀφωρίσθη αὐτῷ τόπος ὁ τῆς ἀπωλείας, ἔνθα ἔσχεν ἀντὶ μερίδος μερίδα καὶ ἀντὶ ἐπισκοπῆς ἀποστολικῆς τὸν τόπον τῆς ἀπωλείας. Περὶ τούτου δὲ ἱκανῶς ἔχειν τὰ εἰρημένα νομίσαντες καθεξῆς πάλιν ἐφ’ ἑτέραν ἴωμεν, ὦ ἀγαπητοί, τὰ σκολιὰ πάλιν καὶ θηριώδη
15καὶ ἰοβόλα διδάγματα ἀποκαλύπτοντες τῶν παρὰ ταῖς λοιπαῖς ἐξ ἐπιπλάστου διαβολικῆς ἐπιπνοίας τῷ κόσμῳ λύμης ἕνεκα ἐμβεβροντη‐ μένων, τῶν γὰρ τοιούτων τὴν γνώμην τῶν τοῦ χείρονος ὀρεγομέ‐ νων, ἐῳκυῖαν τῷ γένει τοῦ βουπρήστου κανθάρου, ἀποκαλύψαντες οὖσάν τε ἐπιβλαβῆ ἐν τῇ τοῦ θεοῦ δυνάμει καταθλάσαντες, ἐπὶ τὴν
20τῶν ἄλλων ἔρευναν τὸν νοῦν ἐπιβαλόμενοι τὸν θεὸν ἀρωγὸν ἐπι‐ καλεσώμεθα, ὦ Χριστοῦ παῖδες.
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λθ. 1. Σηθιανοὶ πάλιν αἵρεσις ἑτέρα ἐστὶν οὕτω καλουμένη, οὐ παντα‐
χοῦ δὲ αὕτη εὑρίσκεται οὔτε ἡ πρὸ ταύτης ἡ τῶν Καϊανῶν λεγομένη·71 in vol. 2
Haer
.

2

.

72

τάχα δὲ ἤδη καὶ αἱ πλείους τούτων ἐξερριζώθησαν ἐκ τοῦ κόσμου. τὸ γὰρ οὐκ ἐκ θεοῦ ὂν οὐ σταθήσεται, ἀλλὰ καιρῷ μὲν ἀκμάζει, εἰς τὸ παντελὲς δὲ διαρκῶς οὐκ ἐμπαραμένει. τάχα δὲ οἶμαι ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ συντετυχηκέναι καὶ ταύτῃ τῇ αἱρέσει (οὐ γὰρ
5ἀκριβῶς τὴν χώραν μέμνημαι, ἐν ᾗ αὐτοῖς συνέτυχον)· καὶ τὰ μὲν κατὰ ἱστορίαν φύσει αὐτοψίᾳ περὶ ταύτης ἔγνωμεν, τὰ δὲ ἐκ συγ‐ γραμμάτων περὶ αὐτῆς ἐμάθομεν. Οὗτοι γὰρ οἱ Σηθιανοὶ ἀπὸ Σὴθ τοῦ υἱοῦ τοῦ Ἀδὰμ σεμνύνονται τὸ γένος κατάγειν αὐτόν τε δοξάζουσι καὶ εἰς αὐτὸν πάντα ὅσαπερ
10ἀρετῆς εἶναι * ἀναφέρουσι, τά τε τῆς ἀρετῆς τεκμήρια καὶ δικαιοσύ‐ νης καὶ ὅσα τοιαῦτα ὑπάρχει. οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστὸν αὐτὸν ὀνομάζουσι καὶ αὐτὸν εἶναι τὸν Ἰησοῦν διαβεβαιοῦνται. διδάσκουσι δὲ αὐτῶν τὴν διδασκαλίαν οὕτω, ὅτι, φησίν, ἐξ ἀγγέλων γεγένηται τὰ πάντα καὶ οὐκ ἐκ τῆς ἄνω δυνάμεως.
15 2. Οὗτοι γὰρ συνῳδὰ λέγουσι τῇ πρώτῃ αἱρέσει τῶν Καϊανῶν κατὰ τοῦτο τὸ μέρος· γεγενῆσθαι ἐξ ὑπαρχῆς εὐθὺς δύο ἀνθρώπους καὶ ἐκ τῶν δύο εἶναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, περὶ τούτων τε στα‐ σιάσαντας τοὺς ἀγγέλους εἰς 〈πόλεμον πρὸσ〉 ἀλλήλους ἥκειν, οὕτω τε πεποιηκέναι ἀποκτανθῆναι τὸν Ἄβελ ὑπὸ τοῦ Κάϊν· ἦν γὰρ ἡ στά‐
20σις τοῖς ἀγγέλοις ἀγωνιζομένοις περὶ τῶν γενῶν τῶν ἀνθρώπων, * τούτων τῶν δύο, τοῦ γεγεννηκότος τὸν Κάϊν καὶ τοῦ γεγεννηκότος τὸν Ἄβελ. κεκρατηκέναι δὲ τὴν ἄνω δύναμιν, ἣν Μητέρα φάσκουσι καὶ Θήλειαν· δοκεῖ γὰρ αὐτοῖς εἶναι καὶ μητέρας ἄνω καὶ θηλείας καὶ
ἄρρενας, ὀλίγου δὲ δεῖ καὶ συγγενείας καὶ πατριαρχίας λέγειν.72 in vol. 2
Haer
.

2

.

73

ἐπεὶ οὖν κεκράτηκε, φασίν, ἡ Μήτηρ καὶ Θήλεια καλουμένη, γνοῦσα ὅτι ἀπέκτανται Ἄβελ, ἐνθυμηθεῖσα ἐποίησε γεννηθῆναι τὸν Σὴθ καὶ ἐν τούτῳ ἔθετο τὴν αὐτῆς δύναμιν, [καὶ] καταβαλοῦσα ἐν αὐτῷ σπέρμα τῆς ἄνωθεν δυνάμεως καὶ τὸν σπινθῆρα τὸν ἄνωθεν πεμφθέντα εἰς
5πρώτην καταβολὴν τοῦ σπέρματος καὶ συστάσεως. καὶ εἶναι ταύτην σύστασιν τῆς δικαιοσύνης καὶ ἐκλογὴν σπέρματος καὶ γένους, ὅπως διὰ τῆς τ〈οι〉αύτης συστάσεως καὶ τούτου τοῦ σπέρματος καθαιρεθῶσιν αἱ δυνάμεις τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων καὶ τοὺς δύο ἀπ’ ἀρχῆς ἀνθρώπους. διὰ ταύτην οὖν τὴν αἰτίαν καὶ τὸ γένος
10τοῦ Σὴθ ἀφορισθὲν ἐντεῦθεν κατάγεται, ἐκλογῆς ὂν καὶ διακεκριμέ‐ νον τοῦ ἄλλου γένους. προβαινόντων γὰρ τῶν καιρῶν, φασί, καὶ ὁμοῦ ὄντων τῶν δύο γενῶν, τοῦ τε Κάϊν καὶ τοῦ Ἄβελ, εἰς τὸ αὐτό 〈τε〉 συνελθόντων διὰ κακίαν πολλὴν καὶ ὁμοῦ μιχθέντων, ἀποβλέ‐ ψασα ἡ πάντων Μήτηρ καθαρὸν τὸ σπέρμα τῶν ἀνθρώπων ἠβου‐
15λήθη ἀπεργάσασθαι, ὡς προεῖπον, διὰ τὸ τὸν Ἄβελ ἀπεκτάνθαι, καὶ τοῦτον τὸν Σὴθ ἐξελέξατο καὶ καθαρὸν ἔδειξεν καὶ ἐν τούτῳ τὸ σπέρμα μόνῳ τῆς αὐτῆς δυνάμεως καὶ καθαρότητος κατέθετο, 3. Ἰδοῦσα δὲ πάλιν πολλὴν ἐπιμιξίαν καὶ ἄτακτον ὁρμὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰς μῖξιν τῶν δύο γενῶν ἐλθόντων,
20καὶ συστάσεις τινὰς γενῶν τὴν αὐτῶν ἀταξίαν ἐμποιήσασαν, πορευ‐ θεῖσα πάλιν ἡ αὐτὴ Μήτηρ τε καὶ Θήλεια κατακλυσμὸν ἤνεγκε καὶ
ἀπώλεσε πᾶσαν στάσιν ἀνθρώπου παντός 〈τε〉 γένους ἐναντίου, ἵνα73 in vol. 2
Haer
.

2

.

74

δῆθεν τὸ καθαρὸν γένος τὸ ἀπὸ τοῦ Σὴθ καὶ δίκαιον μόνον μείνῃ ἐν κόσμῳ, εἰς σύστασιν τοῦ ἄνωθεν γένους τε καὶ σπινθῆρος τῆς δικαιοσύνης. ἔλαθον δὲ αὐτὴν πάλιν οἱ ἄγγελοι καὶ εἰσέδυσαν τὸν Χὰμ εἰς τὴν κιβωτόν, ὄντα τοῦ αὐτῶν σπέρματος. ὀκτὼ γὰρ ψυχῶν
5σωθεισῶν ἐν τῇ τότε λάρνακι τοῦ Νῶε ἑπτὰ μὲν εἶναι τοῦ καθαροῦ γένους φασί, τὸν δὲ ἕνα εἶναι τὸν Χὰμ τῆς ἄλλης δυνάμεως ὑπάρ‐ χοντα, ὃν εἰσδῦναι λαθόντα τὴν ἄνω Μητέρα. ὑπὸ τῶν ἀγγέλων δὲ τὸ τοιοῦτο συσκευασθὲν οὕτως ἀποτελεσθῆναι· ἐπειδὴ γάρ, φασίν, ἔγνωσαν οἱ ἄγγελοι ὅτι μέλλει πᾶν τὸ σπέρμα αὐτῶν ἀπαλείφεσθαι
10ἐν τῷ κατακλυσμῷ, πανουργίᾳ τινὶ τὸν προειρημένον Χὰμ εἰς δια‐ τήρησιν τοῦ ὑπ’ αὐτῶν κτισθέντος γένους τῆς κακίας παρεισέβαλον. καὶ ἐκ τούτου λήθη καὶ πλάνη περὶ τοὺς ἀνθρώπους καὶ ἄτακτοι φοραὶ ἁμαρτημάτων καὶ πολυμιξία κακίας ἐν τῷ κόσμῳ γεγένηται. καὶ οὕτως ὁ κόσμος εἰς τὸ ἀρχαῖον τῆς ἀταξίας αὖθις ἀνέκαμψεν
15καὶ ἐνεπλήσθη κακῶν ὡς ἐξ ἀρχῆς πρὸ τοῦ κατακλυσμοῦ. ἀπὸ δὲ τοῦ Σὴθ κατὰ σπέρμα καὶ κατὰ διαδοχὴν γένους ὁ Χριστὸς ἦλθεν αὐτὸς Ἰησοῦς, οὐχὶ κατὰ γέννησιν ἀλλὰ θαυμαστῶς ἐν τῷ κόσμῳ πεφηνώς, ὅς ἐστιν αὐτὸς ὁ Σὴθ ὁ τότε καὶ [Χριστὸς] νῦν ἐπιφοιτή‐ σας τῷ γένει τῶν ἀνθρώπων, ἀπὸ τῆς Μητρὸς ἄνωθεν ἀπεσταλ‐
20μένος. 4. Ταῦτα πάντα οὕτω γεγενῆσθαί φασιν ἐκεῖνοι. μωρὰ δὲ καὶ ἀδρανῆ καὶ κενοφωνίας ἔμπλεα τὰ τοιαῦτα κηρύγματα, ὡς παντί τῳ δῆλόν ἐστιν. οὐ γὰρ δύο ἄνθρωποι ἐπλάσθησαν, ἀλλὰ εἷς ὁ Ἀδὰμ καὶ ἐκ τοῦ Ἀδὰμ ὅ τε Κάϊν καὶ Ἄβελ καὶ Σήθ· καὶ οὐκέτι ἐκ δύο
25ἀνθρώπων, ἀλλ’ ἐξ ἑνὸς * ἕως τοῦ κατακλυσμοῦ, τῶν γενῶν ὅλων74 in vol. 2
Haer
.

2

.

75

〈ἐκ〉 τοῦ Ἀδὰμ ἐχόντων τὰς ἑαυτῶν συστάσεις ἐν τῷ κόσμῳ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐκ τοῦ Νῶε πάλιν, τοῦ ἑνὸς ἀνθρώπου, καὶ οὐκ ἐκ διαφόρων ἀνθρώπων, ἀλλὰ ἀπὸ ἑνὸς τοῦ Νῶε τοῦ κατὰ διαδοχὴν ἐκ σπέρματος τοῦ Σὴθ πᾶν γένος τῶν ἀνθρώπων, οὐκ εἰς δύο διαι‐
5ρούμενον, ἀλλὰ εἰς ἓν γένος. ἀφ’ οὗπερ καὶ Νῶε καὶ ἡ αὐτοῦ γυνὴ καὶ Σήμ, Χὰμ καὶ Ἰάφεθ, οἱ τούτου παῖδες, καὶ τρεῖς γυναῖκες τῶν αὐτοῦ παίδων ἀπὸ τοῦ Σὴθ τὸ γένος κατάγουσι πάντες καὶ οὐχὶ ἀπὸ δύο ἀνθρώπων τῶν μὴ γενομένων κατὰ τὴν τούτων μυθοποιίαν. 5. Βίβλους δέ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν,
10ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγουσιν εἶναι βίβλους, ἄλλας δὲ βίβλους ἑτέρας Ἀλλογενεῖς οὕτω καλοῦσιν, ἄλλην δὲ ἐξ ὀνόματος Ἀβραάμ, ἣν καὶ ἀποκάλυψιν φάσκουσιν εἶναι, πάσης κακίας ἔμπλεον, ἑτέρας δὲ ἐξ ὀνόματος τοῦ Μωυσέως καὶ ἄλλας ἄλλων. εἰς μωρίαν δὲ πολλὴν τὸν νοῦν ἑαυτῶν κατάγοντες γυναῖκά τινα Ὡραίαν λέγουσιν
15εἶναι τοῦ Σήθ. ὅρα δέ μοι, ἀγαπητέ, τὴν τούτων ἄνοιαν, ἵνα κατὰ πάντα τρόπον καταγνῷς τῆς αὐτῶν δραματουργίας καὶ μυθώδους ματαιοφροσύνης καὶ ἐπιπλάστου ληρολογίας. εἰσὶ μὲν γὰρ ἄλλαι τινὲς αἱρέσεις, αἵτινες δύναμίν τινα εἶναι λέγουσιν, ἣν καλοῦσιν ὀνο‐ μα〈σ〉τικῶς Ὡραίαν· τὴν παρ’ ἄλλοις τοίνυν νομιζομένην δύναμιν
20Ὡραίαν τε καλουμένην οὗτοι γυναῖκα τοῦ Σὴθ λέγουσιν. ὅθεν δυνά‐75 in vol. 2
Haer
.

2

.

76

μεθά τε ἀποδεῖξαι, ὡς ἴστε, ἀγαπητοί, καὶ φύσει ἄνθρωπον τὸν Σὴθ καὶ οὐχὶ ἄνωθέν τι παρηλλαγμένον λαβόντα, ἀδελφόν τε ὄντα φύσει τοῦ Κάϊν καὶ Ἄβελ ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρός. «ἔγνω γάρ» φησίν «Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν
5Κάϊν», καὶ ἐπέθετο αὐτῷ ὄνομα Κάϊν, ὅπερ ἑρμηνεύεται κτῆσις, λέγων «ἐκτησάμην υἱὸν διὰ κυρίου θεοῦ». καὶ πάλιν 〈κατὰ〉 τὸν Ἄβελ «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκά‐ λεσε τὸ ὄνομα αὐτοῦ Ἄβελ». καὶ μετὰ πολλὰ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄβελ «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα
10ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ», ὅπερ ἑρμηνεύεται ἀνταλλαγή· «ἀνέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέ‐ κτεινε Κάϊν». τὸ δέ «ἐκτησάμην διὰ θεοῦ» καί «ἀνέστησέν μοι ὁ θεός» ἕνα θεὸν δείκνυσι τὸν πάντων ποιητὴν καὶ δότην τῶν γεγεν‐ νημένων. ὅτι δὲ οὗτοι ἔσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ,
15δῆλον· ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας. 6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες. τοῦ γὰρ Ἀδὰμ γεννήσαντος
20υἱοὺς καὶ θυγατέρας ἀνάγκη γέγονε κατ’ ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας· οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον. ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Ἀδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ
25οὐκ ἦν παράνομον. οἵ τε τούτου υἱοὶ συνήφθησαν, ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ. γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ
τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ76 in vol. 2
Haer
.

2

.

77

δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ. ἔχεις δὲ καὶ τούτων τὴν ἔμφασιν ἐν τῇ Γενέσει τοῦ κόσμου καὶ πρώ‐ τῃ βίβλῳ παρὰ Μωυσῇ, οὕτω φασκούσῃ «καὶ ἔζησεν Ἀδὰμ ἔτη ἐννα‐ κόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν».
5 7. Πλατυνθέντων δὲ τῶν ἀνθρώπων καὶ τῆς γενεᾶς τοῦ Ἀδὰμ ἐπεκτεινομένης ἡ ἀκρίβεια ἡ κατὰ τὸν γάμον τὸν σεμνὸν ἐπλατύνετο καθεξῆς προβαίνουσα. καὶ ἐπείπερ γεγόνασι παῖδες τῷ Ἀδὰμ καὶ παῖδες παίδων, θυγατέρες δὲ ἐκ τούτων κατὰ διαδοχὴν γένους ἐγεν‐ νήθησαν, λοιπὸν οὐκέτι τὰς ἑαυτῶν ἀδελφὰς πρὸς γάμον ἤγοντο,
10ἀλλὰ εἰς εὐνομίαν κατέστη καὶ πρὸ τοῦ διὰ Μωυσέως ἐγγράφου νό‐ μου ὁ κατὰ τὸν σεμνὸν γάμον θεσμὸς καὶ ἐκ τῶν πατραδέλφων αὐτῶν τὰς γαμετὰς ἑαυτῶν ἤγοντο. καὶ οὕτως πλατυνομένων ἄρτι τῶν ἀνθρώπων συνεμίγη τὰ δύο γένη, τοῦ τε Κάϊν πρὸς τὸ γένος τοῦ Σὴθ καὶ τοῦ Σὴθ πρὸς θάτερον, καὶ τὰ ἄλλα τῶν υἱῶν τοῦ
15Ἀδὰμ γένη. ἐντεῦθεν λοιπὸν τοῦ κατακλυσμοῦ ἄρδην τὸ πᾶν τῆς στάσεως τῶν ἀνθρώπων ἀπολέσαντος διαπεφύλακται μόνος Νῶε εὑρὼν χάριν παρὰ τῷ θεῷ, δίκαιος εὑρεθεὶς ἐν τῇ κατ’ ἐκεῖνο καιροῦ γενεᾷ. λάρνακα δὲ κατὰ τὰ ἤδη πρότερον ἡμῖν εἰρημένα κατεσκεύασεν ἑαυτῷ ἐκ προστάγματος θεοῦ, ὡς ἔχουσιν αἱ ἀληθιναὶ γραφαί, ἐν ᾗ
20διασεσῶσθαι ἡ αὐτὴ φάσκει τῆς ἀληθείας βίβλος αὐτόν τε καὶ τὰς προειρημένας ἅμα αὐτῷ ἑπτὰ ψυχάς, φημὶ δὲ τήν τε ἰδίαν σύζυγον καὶ τοὺς τρεῖς υἱοὺς γυναῖκάς τε τούτων ὁμοίως τρεῖς. ἐκ τούτου δὲ λείψανα γεγενῆσθαι τῆς κατὰ τὸν ἄνθρωπον συστάσεως ἐν κόσμῳ πάλιν ἡ ἀλήθεια συνίστησιν. ὅθεν κατὰ γενεὰν προβαινόντων * καὶ
25κατὰ διαδοχὴν υἱοῦ πατέρα διαδεχομένου εἰς γενεὰς πέντε ὁ αἰὼν ἐλήλακεν. 8. Καὶ γέγονεν κατ’ ἐκεῖνο καιροῦ ἡ τῆς Βαβυλῶνος κτίσις ἐν τῇ τῶν Ἀσσυρίων γῇ καὶ ὁ ὑπ’ αὐτῶν οἰκοδομηθεὶς τότε πύργος. ἦσαν δὲ κατὰ τοῦτον τὸν καιρόν, ὡς ἤδη ἐν ταῖς πρότερον αἱρέσεσι
30διηγησάμην κατὰ τὸν εἱρμὸν τῶν ἄνω μοι γενεῶν πραγματευθεισῶν,
οἱ πάντες ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, ἀρχηγοί τε καὶ κεφα‐77 in vol. 2
Haer
.

2

.

78

λαιωταί, τοῦ μὲν Χὰμ γένους τριάκοντα δύο καὶ τοῦ Ἰάφεθ δεκα‐ πέντε, τοῦ δὲ Σὴμ εἰκοσιπέντε. καὶ οὕτως ὁ πύργος καὶ ἡ Βαβυλὼν ἐγένετο. ἐκ τούτου διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν φυλαί τε καὶ γλῶσσαι. καὶ ἐπείπερ οἱ ἑβδομήκοντα δύο 〈οἱ〉 τότε τὸν πύργον
5οἰκοδομοῦντες ταῖς γλώσσαις διεσκεδάσθησαν, συγχυθέντες καὶ ἀπὸ μιᾶς ἧς ᾔδεισαν *, ἐμπνευσθέντες ἐκ θεοῦ βουλήσεως ἄλλος ἄλλην ἐσχήκασιν. ἐξ ὧνπερ καὶ μέχρι δεῦρο ἡ σύστασις τῶν λαλιῶν ἐνέ‐ στηκεν, ὥστε 〈τῷ〉 βουλομένῳ ἔνεστιν εὑρεῖν ἕκαστον ἀρχηγὸν ἑκάστης γλώσσης, ὡς Ἰωυ[ν]ὰν μὲν τὴν Ἑλληνίδα ἔσχεν, ἐξ οὗπερ καὶ
10Ἴωνες κέκληνται, οἱ τὴν παλαιὰν γλῶσσαν τῶν Ἑλλήνων ἔχοντες, Θήρας δὲ 〈τὴν〉 τῶν Θρᾳκῶν, Μοσὸχ τὴν Μοσσυνοίκων γλῶσσαν, Θοβὲλ τὴν τῶν Θετταλῶν, Λοὺδ τὴν Λυδῶν, Γεφὰρ τὴν Γασφηνῶν, Μιστρὲμ τὴν τῶν Αἰγυπτίων, Ψοὺς τὴν τῶν Ἀξωμιτῶν, Ἀρμὼτ τὴν τῶν Ἀράβων, καὶ τῶν λοιπῶν ἕκαστος, ἵνα μὴ καθ’ ἕνα λέγω,
15ἰδίαν ἐνεπνεύσθη γλῶσσαν. καὶ οὕτως ἑκάστης γλώσσης ἡ διαδοχὴ ἐν τῷ κόσμῳ πεπλάτυνται. 9. Πόθεν τοίνυν οὗτοι ἐψευδηγόρησαν αὐτῶν τὰ ῥήματα, παρεν‐ θέντες τὴν ἑαυτῶν μυθοποιίαν, φανταζόμενοι καὶ ὀνειροπολοῦντες τὰ μὴ ὄντα ὡς ὄντα καὶ τὰ ὄντα τῆς ἑαυτῶν διανοίας διασκεδαννύντες; ἀλλὰ
20τὸ πᾶν τοῦ διαβόλου βούλημα ὃ ἐνεκίσσησε ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἔστιν δὲ ἰδεῖν καὶ θαυμάσαι ὡς ἐν πολλοῖς μὲν ἀτοπήμασι
τὸν ἄνθρωπον ἠπάτησε καὶ εἰς παρανομίαν κατέσπασεν, εἴς τε πορ‐78 in vol. 2
Haer
.

2

.

79

νείας καὶ μοιχείας καὶ ἀσελγείας, εἰδωλομανίας τε καὶ γοητείας καὶ αἱματεκχυσίας, ἁρπαγάς τε καὶ ἀπληστίας, κυβείας τε καὶ ἀδηφαγίας καὶ ὅσα τοιαῦτα, οὐδαμοῦ δὲ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐτόλ‐ μησεν εἰς τὸν ἑαυτοῦ δεσπότην φθέγξασθαι βλάσφημόν τινα λόγον
5ἢ ἄνταρσιν ἐννοῆσαι. ἀνέμενεν γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς λέγει «περὶ σοῦ γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε». ἤκουεν γὰρ ἀεὶ τῶν προφητῶν καταγ‐ γελλόντων τὴν τοῦ Χριστοῦ παρουσίαν, λύτρωσιν 〈τε〉 ἐσομένην τῶν ἁμαρτησάντων καὶ διὰ Χριστοῦ μετανοούντων, ἐνόμιζέν τε τεύξασθαί
10τινος ἐλέους. ὅτε δὲ εἶδεν ὁ τάλας τὸν Χριστὸν μὴ δεξάμενον αὐτοῦ τὴν περὶ σωτηρίας ἐπιστροφήν, ἀνοίξας τὸ στόμα κατὰ τοῦ ἰδίου δεσπότου τὴν βλασφημίαν ἐξήμεσε, τοῖς ἀνθρώποις ὑπόνοιαν ἐμβαλὼν ἀρνεῖσθαι μὲν τὸν ὄντα, τὸν δὲ μὴ ὄντα ζητεῖν. οὕτως τοίνυν καὶ οὗτοι ἐλεγχθήσονται κατὰ πάντα τρόπον ἠπατημένοι. ὁ γὰρ
15Σὴθ τέθνηκε καὶ τὰ ἔτη αὐτοῦ ἀναγέγραπται. βιώσας γὰρ ἔτη ἐννα‐ κόσια δεκαδύο τὸ χρεὼν ἀπέδωκε, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὥς φησιν ἡ θεία γραφή. κατὰ διαδοχὴν δὲ ὁ τούτου παῖς, Ἐνὼς δὲ ἦν τούτῳ ὄνομα, καὶ αὐτὸς βιώσας ἔτη ἐννακόσια πέντε ὑπήλλαξε τὸν καθ’ ἡμᾶς βίον, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὡς ἔχει ἡ αὐτὴ βίβλος
20τῆς ἀληθείας. 10. Πόθεν τοίνυν ὁ Σὴθ ὁ τότε τελευτήσας, οὗ καὶ υἱοὶ κατὰ διαδοχὴν βιώσαντες τοῦ βίου ἐπαύσαντο, εὑρεθήσεται κύριος ὁ ἀπὸ Μαρίας γεννηθεὶς τῆς ἀειπαρθένου εὐδοκήσας ἐπὶ ζωῇ τῶν ἀνθρώ‐ πων, ὁ γεννηθεὶς ἀχρόνως, ὁ ὢν πρὸς τὸν πατέρα ἀεί, ἐνυπόστα‐
25τος θεὸς λόγος, ἐλθὼν δὲ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν καὶ εἰς ἑαυτὸν79 in vol. 2
Haer
.

2

.

80

δὲ ἀναπλασάμενος ἀπὸ μήτρας παρθενικῆς σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφὼς οὕτως ἐνανθρωπήσας τελειότατα, κηρύξας ἡμῖν ζωῆς τὰ μυστήρια, δικαιοσύνης τε ἐργάτας τοὺς αὐτοῦ μαθητὰς κατα‐ στήσας καὶ τὴν αὐτοῦ διδασκαλίαν δι’ ἑαυτοῦ τε καὶ δι’ αὐτῶν παι‐
5δεύσας τὸ γένος τῶν ἀνθρώπων, οὐ τὰ τῶν Σηθιανῶν ἀποκαλύψας οὐδὲ Σὴθ ἑαυτὸν ὀνομάσας, ὡς οὗτοι ληροῦντες καὶ μέθῃ τινὶ συνε‐ χόμενοι ἀπὸ τῆς ἀληθείας ἐκπεπτώκασι; Τὰ δὲ νῦν συντόμου οὔσης τῆς * αἱρέσεως, οὐκ ἐνδεηθεὶς ἐπεκτεῖ‐ ναι τὸν κατ’ αὐτῆς ἔλεγχον ἀρκοῦμαι τοῖς παροῦσι μόνοις. εὔτρωτος
10γὰρ ἡ τούτων ἄνοια καὶ ἑαυτὴν δυναμένη τε ἐλέγξαι καὶ φωρᾶσαι, οὐ μόνον περὶ τῆς τοῦ Χριστοῦ ἀγωγῆς καὶ σεσυκοφαντημένης δι‐ δασκαλίας τοῦ τὸν Σὴθ αὐτὸν νομίζειν τε καὶ διαβεβαιοῦσθαι εἶναι, ἀλλὰ καὶ εἰς τὴν περὶ τῶν δύο ἀνθρώπων ὑπόθεσιν. εἰ γὰρ αἱ δυνάμεις ἄνωθεν ἐσχήκασι τὴν ἀρχήν, οὐκ ἂν ἄνευ τῆς μιᾶς, ἣν δὴ
15καὶ Μητέρα φάσκουσι τῶν ὅλων εἶναι, ἐγένετό τε καὶ ἐπράχθη τὰ ὑπὸ τῶν δύο πραχθέντα. εὑρίσκεται γὰρ ἡ μία αἰτία τῶν δύο δυνά‐ μεων, καὶ ἄνευ αὐτῆς μηδὲν τῶν γενομένων γεγονέναι. καὶ ἀναδρα‐ μοῦνται πάλιν ἐπὶ τὸ ὁμολογεῖν ἕνα εἶναι δεσπότην τῶν πάντων καὶ δημιουργὸν καὶ κτιστὴν τῶν ὅλων, ἅπαξ μιᾶς δεικνυμένης ἀρ‐
20χῆς. ἀλλὰ καὶ περὶ ταύτης τῆς αἱρέσεως ταῦτα φήσαντες καὶ ἀπο‐ καλύψαντες τὸν ἰὸν τῆς ἑρπετώδους αὐτῶν ἐκ γένους ἀσπίδων γονῆς, ἐφ’ ἑτέραν πάλιν ἴωμεν, ἀγαπητοί, τῇ αὐτῇ ἀκολουθίᾳ τῆς πραγματείας.
Κατὰ Ἀρχοντικῶν κ, τῆς δὲ ἀκολουθίας μ.
25 1. Ἀρχοντικῶν τις αἵρεσις τούτοις ἕπεται, οὐκ ἐν πολλοῖς δὲ τόποις αὕτη φέρεται ἢ μόνον ἐν τῇ Παλαιστινῶν ἐπαρχίᾳ· μετήνεγκαν δὲ τὸν αὐτῶν ἰὸν ἤδη που καὶ εἰς τὴν μεγάλην Ἀρμενίαν, ἀλλὰ καὶ ἐν τῇ μικρᾷ Ἀρμενίᾳ τοῦτο τὸ ζιζάνιον ἤδη ἔσπαρται ὑπὸ ἀνδρός τινος ἐπιδημήσαντος τῇ Παλαιστινῶν γῇ ἀπὸ Ἀρμενίας ἐν χρόνοις
30Κωνσταντίου περὶ τὴν αὐτοῦ τελευτήν, Εὐτάκτου ὀνόματι, μᾶλλον
δὲ ἀτάκτου τὸν τρόπον καὶ μαθόντος τὴν κακοδιδασκαλίαν ταύτην,80 in vol. 2
Haer
.

2

.

81

εἶτα ἐπανελθόντος εἰς τὰ οἰκεῖα καὶ διδάξαντος. μετέλαβεν δέ, ὡς ἔφην, ἐν Παλαιστίνῃ ὡς ἀπὸ ἀσπίδος ἰὸν ἀπὸ Πέτρου τινὸς γέ‐ ροντος, ἀναξίως Πέτρου καλουμένου, ὃς κατῴκει ἐν τῇ τῆς Ἐλευ‐ θεροπόλεως 〈καὶ〉 Ἱερουσαλὴμ ἐνορίᾳ, ἐπέκεινα τῆς Χεβρὼν σημείοις
5τρισί· Καφαρβαριχὰ τὴν κώμην καλοῦσιν. οὗτος ὁ γέρων τὰ πρῶτα ἔνδυμα εἶχεν ἔκπληκτον, ὑποκρίσεως γέμον· ἔξωθεν μὲν γὰρ ἀληθῶς κώδιον προβάτου ἠμφίεστο, ἠγνοεῖτο δὲ ἔνδοθεν λύκος ὑπάρχων ἅρπαξ. ἀναχωρητὴς γὰρ ἐδόκει εἶναι, ἐν σπηλαίῳ τινὶ καθεζόμενος, ὃς πολλοὺς δῆθεν συνήγαγεν εἰς ἀπόταξιν καὶ πατὴρ δῆθεν διά τε
10τὸ γῆρας καὶ τὸ σχῆμα ἐκαλεῖτο, τά τε αὐτοῦ ὑπάρχοντα πτωχοῖς διένειμεν καὶ καθ’ ἡμέραν ἐλεημοσύνας ἐποίει. ἐν δὲ τῇ πρώτῃ ἡλικίᾳ αὐτοῦ ἐν πολλαῖς αἱρέσεσιν ἐξητάσθη, ἐπὶ Ἀετίου δὲ τοῦ ἐπισκόπου κατηγορηθεὶς καὶ ἐλεγχθεὶς τότε τὴν τῶν Γνωστικῶν μετιὼν αἵρεσιν καθῃρέθη ἀπὸ τοῦ πρεσβυτερίου (ἦν γὰρ κατασταθείς ποτε πρεσβύ‐
15τερος), τοῦ τε τόπου μετὰ τὸν ἔλεγχον ὑπὸ Ἀετίου ἐδιώχθη καὶ ἀπελθὼν κατῴκησεν ἐν τῇ Ἀραβίᾳ ἐν Κωκάβῃ, ἔνθα αἱ τῶν Ἐβιωναίων τε καὶ Ναζωραίων ῥίζαι ἐνήρξαντο, ὡς καὶ ἐν πολλαῖς αἱρέσεσι περὶ τοῦ τόπου τούτου ἐσήμανα. ὕστερον δὲ ὡς σωφρονισθεὶς πρὸς τὸ γῆρας πάλιν ἐπανῆλθε, φέρων ἑαυτῷ ταύτην τὴν ἰοβολίαν κρύβδην
20καὶ παρὰ πᾶσιν ἀγνοούμενος, ἕως ὅτε εἰς ἔσχατον ἀφ’ ὧν εἰς ὦτά τινων ἐψιθύρισε ῥημάτων ἐλεγχθεὶς τοιοῦτος ὑφ’ ἡμῶν ἀνεθεματίσθη καὶ ἐλήλεγκται διὰ τῆς ἡμῶν βραχύτητος. καὶ ἐκάθισεν ἐν τῷ σπη‐ λαίῳ λοιπόν, βδελυχθεὶς ὑπὸ πάντων καὶ μονωθεὶς ἀπὸ τῆς ἀδελφό‐ τητος καὶ ἀπὸ πλείστων τῶν τῆς ζωῆς ἑαυτῶν ἐπιμελομένων.
25πρὸς τοῦτον τὸν γέροντα καταχθεὶς ὁ προειρημένος Εὔτακτος, εἴ γε Εὔτακτος, ἀπὸ τῆς Αἰγύπτου διερχόμενος καὶ μεταλαβὼν τῆς τοῦ
γέροντος κακοδιδασκαλίας, ὡς μεγάλην ἐμπορίαν τὸ δηλητήριον τοῦτο81 in vol. 2
Haer
.

2

.

82

λαβὼν εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπεκόμισεν· ἦν γὰρ ἀπὸ τῆς μικρᾶς Ἀρμενίας ὡς ἔφην ὁρμώμενος, τῶν Σατάλης πλησίον τόπων. ἐπαν‐ ελθὼν γοῦν εἰς τὴν ἑαυτοῦ πατρίδα πολλοὺς ἔχρανε τῆς αὐτῆς μικρᾶς Ἀρμενίας, προσφθαρείς τισι πλουσίοις συγκλητικῇ τέ τινι καὶ
5ἄλλοις περιβλέπτοις, δι’ ὧν διαφανῶν ἀνδρῶν πολλοὺς ἐκεῖσε ἀπώ‐ λεσε. τάχιον δὲ αὐτὸν ὁ κύριος τοῦ βίου ἐξήλειψεν, πλὴν ὅτι ἔσπειρε τὸ ἑαυτοῦ ζιζάνιον. 2. Καὶ οὗτοι δὲ ὁμοίως βίβλους ἑαυτοῖς ἐπλαστογράφησάν τινας ἀποκρύφους, ὧν τὰ ὀνόματά ἐστι ταῦτα· τὸ μὲν γὰρ Συμφωνίαν
10μικρὰν δῆθεν βιβλίον καλοῦσι, τὸ δὲ μεγάλην Συμφωνίαν. ἀλλὰ καὶ ἄλλα τινὰ βιβλία ἑαυτοῖς ἐπισωρεύουσιν * οἷς ἐὰν συντύχωσιν, ἵνα δόξωσι τὴν ἑαυτῶν πλάνην διὰ πολλῶν βεβαιοῦν, ἐπισυνεισφέρεσθαι. ἤδη δὲ καὶ τοῖς Ἀλλογενέσι καλουμένοις κέχρηνται· βίβλοι γάρ εἰσιν οὕτω καλούμεναι. λαμβάνουσι δὲ λαβὰς ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαΐα,
15ἔτι δὲ καὶ ἄλλων τινῶν ἀποκρύφων. τὸ δὲ πᾶν ἐκ τοῦ Συμφωνία καλουμένου βιβλίου *, ἐν ᾧ ὀγδοάδα τινὰ λέγουσιν εἶναι οὐρανῶν καὶ ἑβδομάδα, εἶναι δὲ καθ’ ἕκαστον οὐρανὸν ἄρχοντας· καὶ τοὺς μὲν εἶναι εἰς τοὺς ἑπτὰ οὐρανούς, καθ’ ἕνα οὐρανὸν ἕνα ἄρχοντα, τάξεις δὲ εἶναι ἑκάστῳ ἄρχοντι, καὶ τὴν Μητέρα τὴν φωτεινὴν ἀνωτάτω
20ἐν τῷ ὀγδόῳ εἶναι, καθάπερ αἱ ἄλλαι αἱρέσεις. καὶ τινὲς μὲν αὐτῶν κατὰ τὰ σώματα κεχραμμένοι ἀσελγείᾳ τυγχάνουσιν, ἄλλοι δὲ δῆθεν προσποιητὴν νηστείαν ὑποκρίνονται ἀπατῶσί τε τοὺς ἀφελεστέρους ἀνθρώπους, προσχήματι μοναζόντων ἀποταξίαν τινὰ σεμνυνόμενοι. φασὶ δὲ εἶναι καθ’ ἕκαστον οὐρανόν, ὡς προεῖπον, ἀρχὴν καὶ ἐξου‐
25σίαν καὶ ἀγγελικάς τινας ὑπηρεσίας, ἑκάστου ἄρχοντος ἑαυτῷ γεγεν‐ νηκότος καὶ πεποιηκότος ὑπηρεσίαν· μὴ εἶναι δὲ σαρκὸς ἀνάστασιν, ἀλλὰ μόνον ψυχῆς. ἀναθεματίζουσίν τε τὸ λουτρόν, κἄν τε εἶέν τινες ἐν αὐτοῖς προειλημμένοι καὶ βεβαπτισμένοι. τήν τε τῶν μυστη‐
ρίων μετοχὴν καὶ ἀγαθότητα ἀθετοῦσιν ὡς ἀλλοτρίαν οὖσαν καὶ εἰς82 in vol. 2
Haer
.

2

.

83

ὄνομα Σαβαὼθ γεγενημένην· αὐτὸν γὰρ θέλουσιν εἶναι κατά τινας τῶν ἄλλων αἱρέσεων ἐν τῷ ἑβδόμῳ οὐρανῷ τυραννοῦντα καὶ κατὰ τῶν ἄλλων κατισχύοντα. βρῶμα δὲ λέγουσιν εἶναι ἀρχῶν καὶ ἐξου‐ σιῶν τὴν ψυχήν, ἄνευ δὲ αὐτῆς μὴ δύνασθαι αὐτοὺς ζῆν, διὰ τὸ ἀπὸ
5τῆς ἄνωθεν ἰκμάδος αὐτὴν εἶναι καὶ δύναμιν αὐτοῖς παρέχειν. ἐν γνώσει δὲ ταύτην γενομένην καὶ φυγοῦσαν τὸ βάπτισμα τῆς ἐκκλησίας καὶ τὸ ὄνομα τοῦ Σαβαὼθ τοῦ τὸν νόμον δεδωκότος ἀνιέναι καθ’ ἕκαστον οὐρανὸν καὶ ἀπολογίαν διδόναι ἑκάστῃ ἐξουσίᾳ καὶ οὕτως ὑπερβαίνειν πρὸς τὴν ἀνωτέραν Μητέρα καὶ Πατέρα τῶν ὅλων, ὅθεν
10δὴ κατῆλθεν εἰς τόνδε τὸν κόσμον. ἤδη δὲ εἶπον ὡς ἀναθεματί‐ ζουσι τὸ βάπτισμα, ὡς «μυῖαι θανατοῦσαι σαπριοῦσαι σκευασίαν ἐλαίου ἡδύσματος», ὡς ἐπὶ τούτων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ παραβολὴ τῷ Ἐκκλησιαστῇ εἴρηται. μυῖαι γάρ εἰσιν ὡς ἀληθῶς θανατοῦσαι καὶ θάνατον ἐμποιοῦσαι καὶ σαπρίζουσαι τὸ μυρεψικὸν ἔλαιον τοῦ ἡδύσ‐
15ματος, τὰ ἅγια τοῦ θεοῦ μυστήρια τὰ ἐν τῷ λουτρῷ ἡμῖν εἰς ἄφεσιν ἁμαρτιῶν κεχαρισμένα. 3. Θαυμάσειε δ’ ἄν τις εὑρὼν καὶ παρὰ τοῖς φυσιολόγοις τινὰ ὠφελείας ἔμπλεα, ἀπεικασθεὶς τῇ τῆς μελίττης συνέσει, τῆς ἐφ’ ἅπαντα μὲν τὰ βλαστήματα ἐφιζανούσης, τὰ χρήσιμα δὲ ἑαυτῇ ἐπισυναγούσης.
20ὁ γὰρ συνετὸς ἄνθρωπος οὐδαμόθεν ζημιοῦται, ἀλλ’ ἢ πανταχόθεν κερδαίνει, ἀσύνετος δὲ ζημιωθήσεται, ὡς καὶ ὁ ἅγιος προφήτης λέγει «τίς συνετὸς καὶ συνήσει ταῦτα; καὶ ᾧ λόγος κυρίου ἐστί, καὶ γνώ‐ σεται αὐτά, ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς;» εὕρομεν γὰρ καὶ παρὰ τοῖς καλουμένοις φυσιολόγοις,
25μᾶλλον δὲ ἡμεῖς αὐτοὶ ὁρῶμεν, ὡς τὸ τῶν κανθάρων γένος τὸ παρά τισι βυλάρων καλούμενον, συνήθειαν ἔχει ἐν τῇ δυσωδίᾳ καὶ κόπρῳ ἀνακυλίεσθαι· καὶ αὕτη αὐτοῖς τροφή τε καὶ ἐργασία, ἄλλοις δὲ τὴν αὐτὴν τούτων βορβορώδη τροφὴν εἰς μὲν ἐπάχθειαν καὶ δυσοδμίαν *. καὶ μελίσσαις μὲν αὕτη ἡ κόπρος καὶ δυσωδία θάνατος, βυλάροις δέ
30ἐστιν ἐργασία καὶ τροφὴ καὶ πραγματεία. ταῖς δὲ μελίσσαις τοὐ‐
ναντίον ἡ εὐοδμία καὶ τὰ ἄνθη καὶ τὰ μύρα εἰς ἀναψυχήν, κτῆσιν83 in vol. 2
Haer
.

2

.

84

τε καὶ ἐδωδήν, εἰς ἐργασίαν τε καὶ πραγματείαν, τοῖς δὲ κανθάροις τοῖς προειρημένοις εἴτ’ οὖν βυλάροις ἐναντία τὰ τοιαῦτα. ὁ γὰρ βου‐ λόμενος τούτους δοκιμάσαι, ὥς φασιν οἱ φυσιολόγοι, ἀπὸ μύρου (φημὶ δὲ ὀποβαλσάμου ἢ νάρδου) λαβὼν καὶ προσενέγκας τοῖς κανθάροις
5θάνατον αὐτοῖς ἐμποιεῖ· εὐθὺς γὰρ τελευτῶσι, μὴ φέροντες τὴν εὐωδίαν. οὕτω καὶ οὗτοι τῆς μὲν λαγνείας καὶ πορνείας καὶ κακίας ὀρεγόμενοι εἰς τὰ πονηρὰ ἔχουσι τὴν ἑαυτῶν ἐλπίδα, πλησιάσαντες δὲ τῷ ἁγίῳ λουτρῷ καὶ τῇ εὐοδμίᾳ ἀποθνῄσκουσιν, εἰς τὸν θεὸν βλασφημοῦντες καὶ τὴν αὐτοῦ κυριότητα ἀθετοῦντες.
10 4. Ἐκ μιᾶς δὲ ἢ δύο μαρτυριῶν αὐτοὺς ἀνατρέψομεν. εἰ γὰρ καὶ ἀρχαὶ καὶ ἐξουσίαι εἰσὶ καλούμεναι, οὐκ ἐκτὸς θεοῦ αὗται γεγόνασι, μάλιστα ἐν τοῖς οὐρανοῖς. οἶδεν γὰρ ἡ γραφὴ λέγειν ἀγγέλους καὶ ἀρχαγγέλους, οὐκ εἰς ἐναντιότητα τεταγμένους, ἀλλὰ «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονο‐
15μεῖν σωτηρίαν». καὶ γὰρ καὶ ἐπὶ τῆς γῆς καθ’ ἑκάστην βασιλείαν πολλαὶ ἀρχαί, ἀλλὰ ὑπὸ ἕνα βασιλέα. «αἱ γὰρ οὖσαι ἐξουσίαι ἐκ θεοῦ τεταγμέναι εἰσίν», ὡς λέγει ὁ ἀπόστολος· «ὥστε οὖν ὁ ἀνθιστάμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν. οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ κατὰ τοῦ ἀγαθοῦ, ἀλλὰ ὑπὲρ τοῦ ἀγαθοῦ, καὶ οὐκ εἰσὶ κατὰ τῆς
20ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. θέλεις δέ, φησί, τὴν ἐξουσίαν μὴ φοβεῖσθαι; τὸ καλὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· διάκονος γάρ ἐστιν εἰς αὐτὸ τοῦτο ἐκ θεοῦ τεταγμένος τῷ τὸ κακὸν πράττοντι». καὶ ὁρᾷς ὡς ἡ ἐξουσία αὕτη ἡ κοσμικὴ ἐκ θεοῦ τέτακται, καὶ μαχαίρας ἔλαβε τὴν ἐξουσίαν· οὐκ
25ἀλλαχόθεν δέ ποθεν, ἀλλὰ ἐκ θεοῦ εἰς ἐκδίκησιν. καὶ οὐ δυνάμεθα λέγειν διὰ τὸ εἶναι ἀρχὰς καὶ ἐξουσίας ἐν κόσμῳ τὸν βασιλέα τούτων μὴ εἶναι βασιλέα, ἀλλὰ εἶναι 〈μὲν〉 τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἶναι δὲ καὶ τὸν τούτων βασιλέα. ὡς οὖν ἐπὶ γῆς ὁρῶμεν (δέδεικται
γάρ) οὐκ ἐναντίας τὰς ἀρχὰς τῷ βασιλεῖ, ἀλλ’ ὑποτεταγμένας εἰς84 in vol. 2
Haer
.

2

.

85

διοίκησιν παντὸς τοῦ βασιλείου καὶ εἰς εὐταξίαν γῆς, ἔνθα φόνοι καὶ μάχαι, ἄγνοιαί τε καὶ διδασκαλίαι, εὐνομίαι τε καὶ παρανομίαι, καὶ τούτου χάριν εἰσὶν ἐξουσίαι, ἵνα εἰς εὔτακτον σύνταξιν τῆς τοῦ παν‐ τὸς κόσμου διοικήσεως τὰ πάντα ἐκ θεοῦ καλῶς καταταχθῇ καὶ
5οἰκονομηθῇ, —οὕτω καὶ ἐν οὐρανῷ, μάλιστα δὲ ἐξαιρέτως ἐκεῖ, ἔνθα οὐ φθόνος οὐ ζῆλος οὐ παρανομία οὐκ ἐναντιότης οὐ στάσις οὐχ ὅρκος οὐχ ἁρπαγὴ οὐδέ τι ἕτερον τῶν τοιούτων, ἐξουσίαι τεταγμέναι εἰσὶ δι’ ἄλλην πραγματείαν. ποίαν δέ φημι, ἀλλ’ ἢ διὰ τὸν ῥυθμὸν τοῦ ὕμνου, διὰ τὴν ἄνω ἀκήρατον δοξολογίαν, δι’ ἣν ἠθέλησεν ὁ
10ἄφθονος ἡμῶν θεὸς καὶ βασιλεὺς χαρίσασθαι ἑκάστῳ τῶν ὑπ’ αὐτοῦ γεγενημένων δόξαν προσήκουσαν, ἵνα τῆς αὐτοῦ βασιλείας τὸ φαιδρὸν καὶ ἀκατάληπτον καὶ ἔκπληκτον ἀεὶ δοξάζηται. σαφῶς τοίνυν ἐκεῖνοι πεπλάνηνται, τὴν χάριν τοῦ θεοῦ ἀγνοήσαντες. 5. Φασὶ δὲ οὗτοι, ὡς καὶ ἄνω μοι προδεδήλωται, τὸν διάβολον
15εἶναι υἱὸν τῆς ἑβδόμης ἐξουσίας τουτέστι τοῦ Σαβαώθ. εἶναι δὲ τὸν Σαβαὼθ θεὸν τῶν Ἰουδαίων, τὸν δὲ διάβολον πονηρὸν αὐτοῦ υἱόν, ὄντα δὲ ἐπὶ τῆς γῆς ἐναντιοῦσθαι τῷ ἰδίῳ πατρί. καὶ τὸν αὐτοῦ πατέρα μήτε τοιοῦτον εἶναι μήτε πάλιν εἶναι τὸν ἀκατάληπτον θεόν, ὃν Πατέρα φασίν, ἀλλὰ ἀριστερᾶς εἶναι ἐξουσίας. ἕτερον δὲ πάλιν
20μῦθον λέγουσιν οἱ τοιοῦτοι, ὅτι, φησίν, ὁ διάβολος ἐλθὼν πρὸς τὴν Εὔαν συνήφθη αὐτῇ ὡς ἀνὴρ γυναικὶ καὶ ἐγέννησεν ἐξ αὐτῆς τόν τε Κάϊν καὶ τὸν Ἄβελ. διὸ ἐπανέστη ὁ εἷς τῷ ἑνί, διὰ ζῆλον ὃν εἶχον πρὸς ἀλλήλους, οὐχὶ διὰ τό πως εὐηρεστηκέναι τὸν Ἄβελ θεῷ, ὡς ἔχει ἡ ἀλήθεια, ἀλλὰ ἕτερον πλαζόμενοι λόγον λέγουσιν· ἐπειδή, φησίν,
25ἐρῶντες ἦσαν ἀμφότεροι τῆς ἀδελφῆς τῆς ἰδίας αὐτῶν, τούτου χάριν ἐπανέστη ὁ Κάϊν τῷ Ἄβελ καὶ ἀπέκτεινεν αὐτόν. φύσει γὰρ αὐτούς φασιν ἐκ τοῦ σπέρματος τοῦ διαβόλου ὡς προεῖπον γεγενῆσθαι. φέρουσι δὲ μαρτυρίας, ὅταν θελήσωσιν ἀπατᾶν τινας, ἀπὸ τῶν θείων βιβλίων, ὡς καὶ ἐν ἄλλῃ μοι αἱρέσει τοῦτο εἴρηται, 〈ὅτι〉 ὁ
30σωτὴρ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν «ὑμεῖς ἐκ τοῦ Σατανᾶ ἐστε» καὶ «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ
ψεύστης ἦν»· ἵνα δῆθεν εἴπωσι 〈ἐκ〉 τοῦ διαβόλου εἶναι τὸν Κάϊν,85 in vol. 2
Haer
.

2

.

86

ἐπειδὴ εἴρηκεν ὅτι ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἦν καὶ *, ἵνα δείξῃ πατέρα μὲν αὐτοῦ εἶναι τὸν διάβολον, τοῦ δὲ διαβόλου εἶναι πατέρα τὸν ἄρχοντα τὸν ψεύστην, ὃν βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφα‐ λῆς φασιν αὐτὸν εἶναι τὸν Σαβαὼθ οἱ ἀνόητοι, νομίζοντες ὄνομα
5εἶναι [τοῦ] θεοῦ τινὸς τὸ Σαβαώθ, ὡς ἤδη καὶ ἐν ταῖς πρότερον αἱρέσεσι διὰ πλάτους ἡμῖν πεπραγμάτευται περὶ ἑρμηνείας τοῦ Σαβαὼθ καὶ ἄλλων ὀνομασιῶν, τοῦ τε Ἠλὶ καὶ τοῦ Ἐλωείμ, τοῦ τε Ἢλ καὶ τοῦ Σαδδαῒ τοῦ τε Ἐλλιὼν τοῦ τε Ῥαββωνὶ τοῦ τε Ἰὰ τοῦ τε Ἀδω‐ ναῒ τοῦ τε Ἰαβέ, ὡς ὀνομασίαι εἰσὶ δοξολογιῶν ἅπασαι ἑρμηνευόμεναι
10καὶ οὐκ ὀνόματά ἐστι θετὰ ὡς εἰπεῖν τῇ θεότητι, ἅτινα καὶ ἐνταυ‐ θοῖ σπουδασθήσονται ἑρμηνευθέντα κεῖσθαι· τὸ Ἢλ θεός, τὸ Ἐλωεὶμ θεὸς ἀεί, τὸ Ἠλὶ θεός μου, τὸ Σαδδαῒ ὁ ἱκανός, τὸ Ῥαββωνὶ ὁ κύριος, τὸ Ἰὰ κύριος, τὸ Ἀδωναῒ ὁ ὢν κύριος, τὸ Ἰαβὲ ὃς ἦν καὶ ἔστιν ὁ ἀεὶ ὤν, ὡς ἑρμηνεύει τῷ Μωυσῇ «ὁ ὢν ἀπέσταλκέ με, ἐρεῖς
15πρὸς αὐτούς», καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼθ δυνάμεων ἑρμηνεύεται. κύριος οὖν Σαβαὼθ κύριος τῶν δυνάμεων. πάντῃ γὰρ 〈κύριοσ〉 πρόσκειται ὅπου τοῦ Σαβαὼθ ὄνομα λέγει ἡ γραφή· 〈ἡ γὰρ γραφὴ〉 οὐ μόνον ἐκφωνεῖ λέγουσα· «εἶπέ μοι Σαβαὼθ ἢ ἐλάλησε Σα‐ βαώθ», ἀλλὰ εὐθὺς λέγει κύριος Σαβαώθ. οὕτως γὰρ ἡ Ἑβραῒς φά‐
20σκει «Ἀδωναῒ Σαβαώθ», ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων. 6. Καὶ μάτην παρ’ αὐτοῖς τε καὶ τοῖς ὁμοίοις κατὰ τὴν τύφλω‐ σιν τῆς διανοίας αὐτῶν τὰ καλῶς εἰρημένα συκοφαντεῖται. οὔτε γὰρ περὶ διαβόλου τῷ σωτῆρι ἐν τῷ πρὸς Ἰουδαίους λόγῳ εἴρηται, ὡς παντί τῳ σαφὲς εὑρίσκεται τῷ τῇ ἀληθείᾳ ἀκολουθοῦντι, ἀλλὰ διὰ
25τὸν Ἰούδαν αὐτοῖς ἔλεγε τὸ ῥῆμα. οὐκ ἦσαν γὰρ τέκνα τοῦ Ἀβραάμ, τοῦ αὐτὸν ὑποδεξαμένου ὑπὸ τὴν δρῦν τῆς Μαμβρῆ πρὸ τῆς ἐνσάρ‐ κου αὐτοῦ παρουσίας, ἀλλὰ υἱοὺς ἑαυτοὺς κατεδίκασαν γενέσθαι τῆς
τοῦ Ἰούδα προδοσίας, τοῦ ὑπὸ τοῦ κυρίου σατανᾶ καὶ διαβόλου86 in vol. 2
Haer
.

2

.

87

ὠνομασμένου, ὡς λέγει «οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν ἐστιν διάβολος;» καὶ τούτου ἕνεκα τὰ τῆς αὐτοῦ κακοτροπίας ὁ κύριος ἑρμηνεύων ἔλεγεν ὅτι «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ», ὡς καὶ ἀλλαχοῦ τὸ εὐαγγέλιον λέγει ὅτι «κλέπτης ἦν καὶ τὸ
5γλωσσόκομον αὐτὸς ἐβάσταζεν». οὗτος οὖν ὁ διάβολος κληθεὶς Ἰούδας πατέρα ἔσχε τὸν Κάϊν, διὰ ψεύδους ἀπατήσαντα τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ καὶ ἀποκτείναντα, ὡς καὶ ἐρωτώμενος ὑπὸ τοῦ κυρίου «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ψευδόμενος ἔλεγεν «οὐκ οἶδα». εἰκότως οὖν καὶ οὗτος τὸν φύσει διάβολον μιμησάμενος τοῖς τρόποις υἱὸς
10αὐτοῦ κατ’ ἀξίαν ἀνηγόρευται ὑπὸ τοῦ σωτῆρος. «ᾧ γὰρ ἥττηταί τις, τούτῳ καὶ δεδούλωται,» καὶ ἡμῶν δὲ ἕκαστος ὁτιοῦν ἂν ἐπι‐ τελέσῃ, τοὺς τοῦτο προτετελεκότας πατέρας ἕξει μιμησάμενος. σαφῶς τοίνυν ἐφράσθη ἡ παρὰ τοῦ κυρίου λεχθεῖσα ῥῆσις ὅτι «ὑμεῖς τέκνα ἐστὲ τοῦ διαβόλου» καὶ πάλιν «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων
15λαλεῖ, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἐστίν», ἵνα εἴπῃ Ἰούδαν καὶ Κάϊν· εἶτα «καὶ γὰρ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν», ἵνα εἴπῃ αὐτὸν τὸν διά‐ βολον, διὰ τὰ ὁμοίως πεπραγματευμένα ἑκάστῳ τούτων. ἐμπνεύσας γὰρ ἐν στόματι τοῦ ὄφεως ψευδῆ πάντα λελάληκεν ὁ διάβολος καὶ οὕτως τότε ἐξηπάτησε τὴν Εὔαν. καὶ ἀνῄρηται παρὰ τούτοις ἡ
20πεπλανημένη μυθοποιία, κἂν λέγῃ ἡ γραφή «ὡς ὁ Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ, ὅτι ἐκ τοῦ διαβόλου ἦν». ἐδείχθη γὰρ παντάπα‐ σιν, 〈ὅτι〉 οὐχὶ διὰ τὸ τὴν Εὔαν, ἐκ τοῦ σπέρματος τοῦ διαβόλου συλλαβοῦσαν ὡς κατὰ συζυγίαν γάμου καὶ συνάφειαν σωμάτων, γε‐ γεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, ὡς τούτοις ἔδοξεν, ἀλλὰ διὰ τὸ
25ὁμότροπον καὶ μίμημα τῆς τοῦ διαβόλου κακοτροπίας υἱὸς αὐτοῦ ἤκουσε. 7. Πάλιν δὲ λέγουσιν οἱ αὐτοὶ τὸν Ἀδὰμ συναφθέντα τῇ Εὔᾳ τῇ ἰδίᾳ γαμετῇ γεγεννηκέναι τὸν Σήθ, φύσει ἴδιον αὐτοῦ υἱόν. καὶ τότε φασὶ τὴν ἄνω δύναμιν σὺν τοῖς ὑπουργοῖς τοῦ ἀγαθοῦ θεοῦ
30ἀγγέλοις καταβεβηκέναι καὶ ἡρπακέναι αὐτὸν τὸν Σήθ, ὃν καὶ Ἀλ‐
λογενῆ καλοῦσι, καὶ ἀνενηνοχέναι ἄνω που καὶ ἀναθρέψαι χρόνῳ87 in vol. 2
Haer
.

2

.

88

ἱκανῷ, ἵνα μὴ ἀποκτανθῇ, καὶ μετὰ χρόνον πολὺν πάλιν κατενηνο‐ χέναι εἰς τόνδε τὸν κόσμον καὶ πνευματικὸν ἀπεργάσασθαι αὐτὸν καὶ † σωματικόν, εἰς τὸ μὴ κατισχύειν τόν τε 〈δημιουργὸν〉 κατ’ αὐτοῦ καὶ τὰς ἄλλας ἐξουσίας καὶ ἀρχὰς τοῦ κοσμοποιοῦ θεοῦ. μηκέτι δὲ αὐτόν
5φασι λελατρευκέναι τῷ τε ποιητῇ καὶ δημιουργῷ, ἐπεγνωκέναι δὲ τὴν ἀκατονόμαστον δύναμιν καὶ τὸν ἄνω ἀγαθὸν θεόν, τούτῳ 〈τε〉 λελα‐ τρευκέναι καὶ κατὰ τοῦ ποιητοῦ τοῦ κόσμου καὶ ἀρχῶν καὶ ἐξουσιῶν πολλὰ ἀποκεκαλυφέναι. † ᾧ δὴ καὶ βίβλους τινὰς ἐξετύπωσαν εἰς ὄνομα αὐτοῦ τοῦ Σὴθ γεγραμμένας, παρ’ αὐτοῦ αὐτὰς δεδόσθαι λέγοντες,
10ἄλλας δὲ εἰς ὄνομα αὐτοῦ καὶ τῶν ἑπτὰ υἱῶν αὐτοῦ. φασὶ γὰρ αὐτὸν ἑπτὰ γεγεννηκέναι 〈υἱοὺσ〉 Ἀλλογενεῖς καλουμένους, ὡς καὶ ἐν ἄλλαις αἱρέσεσιν εἰρήκαμεν, Γνωστικῶν φημι καὶ Σηθιανῶν. οὗτοι δὲ καὶ ἄλλους προφήτας φασὶν εἶναι, Μαρτιάδην τινὰ καὶ Μαρσιανόν, ἁρπα‐ γέντας εἰς τοὺς οὐρανοὺς καὶ διὰ ἡμερῶν τριῶν καταβεβηκότας. καὶ
15πολλά ἐστιν ἃ μυθοποιοῦντες πλαστῶς ἐκτυποῦσι, βλάσφημά τε πλάττοντες κατὰ τοῦ ὄντος θεοῦ παντοκράτορος, πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ἄρχοντος ὄντος καὶ πονηρίας εὑρετοῦ, ὡς ἀπ’ αὐτῶν τῶν παρ’ αὐτοῖς λόγων ἁλίσκονται. Εἰ γὰρ πονηρῶν ἐστιν εὑρετὴς καὶ κακοποιός, πῶς εὐθὺς οὐκ
20ἀγαθὸς εὑρεθείη, ὡς καὶ ἐν ταῖς ἄλλαις αἱρέσεσιν εἴπαμεν, κατὰ πορνείας καὶ μοιχείας καὶ ἁρπαγῆς καὶ πλεονεξίας νομοθετήσας; θεὸν γὰρ αὐτὸν τῶν Ἰουδαίων καὶ αὐτοὶ λέγουσι· τοῖς Ἰουδαίοις δὲ τὸν νόμον ἔδωκεν, ἐν ᾧ πάντα ταῦτα ἀπηγόρευσεν ὧν εὑρετὴν αὐτὸν λέγουσιν εἶναι. πῶς δὲ πατὴρ τοῦ Σατανᾶ κληθείη ὁ κατ’ αὐτοῦ τὰ
25τοσαῦτα ὑποδείξας; καὶ εἰ ἀλλότριός ἐστι τοῦ ἄνω παρ’ αὐτοῖς λεγο‐ μένου θεοῦ καὶ οὐκ αὐτός ἐστιν ὁ θεὸς ὁ παντοκράτωρ, ὁ βασιλεὺς καὶ κύριος ἡμῶν, ὁ ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἀποστόλοις 〈κηρυσσόμενοσ〉, αὐτὸς θεὸς κύριος, πατὴρ δὲ τοῦ κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς αὐτὸς σαφῶς ἡμᾶς διδάσκει ὁ κύριος ἐν88 in vol. 2
Haer
.

2

.

89

εὐαγγελίῳ λέγων «εὐχαριστῶ σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς», ἵνα δείξῃ τὸν αὐτοῦ πατέρα θεὸν τῶν πάντων. 8. Καὶ περὶ νεκρῶν ἀναστάσεως ὑποφαίνων ἔσεσθαι πάλιν φησὶν ὁ ἐξ αὐτοῦ υἱός «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις
5ἐγερῶ αὐτόν»· ναὸν δὲ ἔλεγε τὸ ἴδιον σῶμα, λυόμενον μὲν διὰ χειρῶν ἀνθρώπων τουτέστιν ἀποκτεινόμενον. τὸ δὲ μὴ ὂν σῶμα, ἀλλὰ δοκήσει φαινόμενον, ὡς οὗτοι πάλιν λέγουσιν, οὐκ ἂν ἠδύνατο εἰς χεῖρας ἔρχεσθαι ἐγείρεσθαί τε τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἐπηγγείλατο. δέδεικται τοίνυν σαφῶς διὰ τῆς τοιαύτης οἰκονομίας ἀναντίρρητος ἡ
10τῶν νεκρῶν ἀνάστασις καὶ 〈ὅτι〉 οὔτε χρεία ἐστὶν ἀπολογίας τῇ ψυχῇ, ἵνα λαλήσῃ πρὸς ἑκάστην ἐξουσίαν (πλάττονται γὰρ καὶ τοῦτο, ὡς εἴρηται), ἀλλὰ τῆς τοῦ κυρίου εὐεργεσίας τῆς διὰ τῶν ἔργων καὶ τῆς πίστεως συνισταμένης, ὡς λέγει ὁ ἁγιώτατος Παῦλος, γράφων τῷ Τιμοθέῳ διὰ τούτων τῶν λόγων «ὅπως γινώσκοις πῶς δεῖ ἐν οἴκῳ
15κυρίου περιπατεῖν, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας», «ἣν οἱ πολλοὶ ἀφέντες εἰς μύθους καὶ εἰς μωρολογίας ἐξετράπησαν», «μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται»· «ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης». ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ Ὑμέναιον καὶ Φιλητὸν περὶ τὴν ἀλή‐
20θειαν ἠστοχηκέναι λέγει, οἵτινες καὶ αὐτοὶ ταύτῃ τῇ αἱρέσει ἐξη‐ κολούθησαν, ἄλλον θεὸν καταγγέλλοντες καὶ γενεαλογίας ἀπεράντους, καὶ πλάνην ἐπισπείροντες τοῖς ἀνθρώποις καὶ λέγοντες μὴ ἐκ θεοῦ γεγενῆσθαι τὸν κόσμον, ἀλλὰ ὑπὸ ἀρχῶν καὶ ἐξουσιῶν, τὴν δὲ ἀνά‐ στασιν ἤδη γεγενῆσθαι διὰ τῶν γεννωμένων τέκνων ὑπὸ ἑκάστου
25τῶν γεννώντων, τὴν δὲ τῶν νεκρῶν οὐ λέγουσιν ἔσεσθαι. καὶ ὁρᾶτε, ἀδελφοί, τὸν χαρακτῆρα τῆς ἀληθείας καὶ τὸν ἔλεγχον τῆς τούτων παρανομίας. Ὑπολαμβάνω δὲ καὶ περὶ τούτων ἱκανῶς εἰρῆσθαι· ὅθεν ταύτην παραλιπὼν ἐπὶ τὰς ἑξῆς τὴν πορείαν ποιήσομαι, ἐκεῖνο μόνον εἰπών,
30ὡς πάνυ φαίνεται ἐοικυῖα αὕτη διὰ τῆς πολυωνύμου ἀρχοντικῆς ὀνο‐89 in vol. 2
Haer
.

2

.

90

μασίας τῇ πολυπλόκῳ ἑρπετῶν κακοηθείᾳ. τρόπον γάρ τινα ἐκ πολλῶν ἑρπετῶν ἀναμὶξ τῆς αὐτῶν πλάνης συνηγμένη ἐστὶν ἡ ἰοβολία, οἷον τὸ θρασὺ ἔχουσα τοῦ δράκοντος, τὸ δολερὸν τοῦ φυσάλου, τὴν ἀνθέλκυσιν τῆς πνοῆς τοῦ βαί[τ]ωνος, τὸ γαῦρον τοῦ ἀκοντίου, τὸ
5προπετὲς τοῦ ὀστρακίτου. τούτων δὲ πάντων τὴν κεφαλὴν κατα‐ πατήσαντες τῇ τῆς ἀληθείας ὑποθέσει ἐπὶ τὰς λοιπὰς διέλθωμεν, ἐπιπόθητοι, τὴν ἑκάστης πλάνην ἀποκαλύψαι ἐν θεῷ πειρώμενοι.
Κατὰ Κερδωνιανῶν κα, τῆς δὲ ἀκολουθίας μα. 1. Κέρδων τις τούτους καὶ τὸν Ἡρακλέωνα διαδέχεται ἐκ τῆς
10αὐτῆς ὢν σχολῆς, ἀπὸ Σίμωνός τε καὶ Σατορνίλου λαβὼν τὰς προ‐ φάσεις. οὗτος μετανάστης γίνεται ἀπὸ τῆς Συρίας καὶ ἐπὶ τὴν Ῥώμην ἐλθὼν λυμεών τις πέφηνεν ἑαυτῷ τε καὶ τοῖς αὐτῷ πειθο‐ μένοις, ὁ ἐλεεινότατος. ἐλεεινὴ γὰρ ἡ φύσις τῶν ἀνθρώπων, ὅταν καταλείψασα τὴν τοῦ θεοῦ ὁδὸν πλανᾶται, καὶ ἀπόλωλεν ἀπὸ τῆς
15τοῦ θεοῦ κλήσεως ἑαυτὴν ἀφορίσασα. συμβέβηκε γὰρ τοῖς τοιούτοις ἡ τοῦ κυνὸς παροιμία, ὃς τῇ σκιᾷ προσέχων οὗ κατεῖχεν ἐν τῷ στό‐ ματι *, ἐμβλέπων εἰς ὕδωρ καὶ νομίσας τὴν ἐν τῷ ὕδατι σκιὰν μείζονα εἶναι τῆς ἐν τῷ στόματι αὐτοῦ ἐδωδῆς, ἀνοίξας τὸ στόμα καὶ τὴν οὖσαν ἀπώλεσεν. οὕτω καὶ οὗτοι τὴν ὁδὸν εὑρόντες καὶ
20βουλόμενοι σκιᾶς περιγενέσθαι τῆς ἐν τῇ ὑπονοίᾳ αὐτῶν γενομένης τὴν οὖσαν ἐν τῷ στόματι αὐτῶν ὡς εἰπεῖν ἐκ θεοῦ τροφὴν κεχα‐ ρισμένην οὐ μόνον ἀπώλεσαν, ἀλλὰ καὶ ὄλεθρον ἑαυτοῖς ἐπεσπά‐
σαντο.90 in vol. 2
Haer
.

2

.

91

Οὗτος τοίνυν ὁ Κέρδων ἐν χρόνοις Ὑγίνου γέγονεν ἐπισκόπου, τοῦ ἔνατον κλῆρον ἄγοντος ἀπὸ τῆς τῶν περὶ Ἰάκωβον καὶ Πέτρον καὶ Παῦλον ἀποστόλων διαδοχῆς. τὸ δὲ κήρυγμα αὐτοῦ τῆς τῶν προειρημένων αἱρεσιαρχῶν φλυαρίας μετέχον τὸ αὐτὸ μὲν εἶναι δοκεῖ,
5παρήλλακται δὲ παρ’ αὐτῷ τοῦτον ἔχον τὸν τρόπον· Δύο καὶ οὗτος ἀρχὰς κεκήρυχεν τῷ βίῳ καὶ δύο δῆθεν θεούς, ἕνα ἀγαθὸν καὶ [ἕνα] ἄγνωστον τοῖς ἅπασιν, ὃν καὶ πατέρα τοῦ Ἰησοῦ κέκληκεν, καὶ ἕνα τὸν Δημιουργόν, πονηρὸν ὄντα καὶ γνωστόν, λαλή‐ σαντα ἐν τῷ νόμῳ καὶ [ἐν] τοῖς προφήταις φανέντα καὶ ὁρατὸν πολ‐
10λάκις γενόμενον. μὴ εἶναι δὲ τὸν Χριστὸν γεγεννημένον ἐκ Μα‐ ρίας μηδὲ ἐν σαρκὶ πεφηνέναι, ἀλλὰ δοκήσει ὄντα καὶ δοκήσει πεφη‐ νότα, δοκήσει δὲ τὰ ὅλα πεποιηκότα. καὶ αὐτὸς δὲ σαρκὸς ἀνάστασιν ἀπωθεῖται, παλαιὰν δὲ ἀπαγορεύει διαθήκην τήν [τε] διὰ Μωυσέως
καὶ τῶν προφητῶν, ὡς ἀλλοτρίαν οὖσαν θεοῦ. ἐληλυθέναι δὲ τὸν91 in vol. 2
Haer
.

2

.

92

Χριστὸν ἀπὸ τῶν ἄνωθεν ἐκ τοῦ ἀγνώστου πατρός, εἰς ἀθέτησιν τῆς τοῦ κοσμοποιοῦ καὶ δημιουργοῦ ἐνταῦθα, φησίν, ἀρχῆς καὶ τυραννίδος, ὥσπερ ἀμέλει καὶ πολλαὶ τῶν αἱρέσεων ἐξεῖπαν. ὀλίγῳ δὲ τῷ χρόνῳ οὗτος ἐν Ῥώμῃ γενόμενος μεταδέδωκεν αὐτοῦ τὸν ἰὸν Μαρ‐
5κίωνι· διόπερ τοῦτον ὁ Μαρκίων διεδέξατο. 2. Τῆς δὲ αἱρέσεως ὡσαύτως φωρατῆς οὔσης ἐν συντόμῳ περὶ ταύτης ἡμῖν ἔσται ὁ λόγος. ἀρξόμεθα δὲ πάλιν τῆς κατ’ αὐτοῦ ἀνατροπῆς ἀπ’ αὐτῶν τῶν παρ’ αὐτοῦ λεγομένων. ὅτι μὲν γὰρ δύο ἀρχὰς ἐπὶ τὸ αὐτὸ εἶναι ἀδύνατον δῆλον. ἢ γὰρ αἱ δύο ἐκ
10μιᾶς εἰσί τινος ἢ ἡ μέν ἐστι δευτέρα ἡ δὲ τῆς δευτέρας αἰτία καὶ ἀρχή. ζητηθήσεται οὖν ἤτοι αἰτία τῶν δύο ἢ ὁποτέρα τούτων ἀρχὴ οὖσα τῆς ἑτέρας *, ὡς ἔφην. καὶ οὕτως ἐκ παντὸς τρόπου ἐπὶ τὴν μίαν ἀνακτέον τὴν διάνοιαν, τὴν εὑρισκομένην πρώτην, ἐξ ἧς καὶ ἡ δευτέρα ἤτοι ἀμφότεραι, καθὼς δέδεικται, [ὡς ἔφην]. ἐπὶ τὸ αὐτὸ
15δὲ ἀδύνατον τὰς δύο ἀρχὰς ὑπάρχειν, ἀλλ’ οὐδὲ διαφέρεσθαι τὴν μίαν πρὸς τὴν ἄλλην δυνατόν. εἰ γὰρ διαφέρονται, εἰσὶ μὲν δύο, τῷ δὲ δύο ἀριθμῷ εὑρίσκεσθαι τὸν ἕνα ἀριθμὸν ὑπερβεβήκασι· τοῦ δὲ ἑνὸς καὶ πρώτου ἀριθμοῦ ζητουμένου αἱ δύο τῷ ἑνὶ ἀριθμῷ καὶ ἀνωτέρῳ ὑπόκεινται, τῷ αἰτίῳ τῶν δύο ὄντι. οὐ γὰρ αἱ δύο, αἱ
20μετὰ τὸν ἕνα ἀριθμὸν ἢ τὴν μίαν ἀρχὴν καὶ πρώτην, αἰτίαι ἑαυτῶν δύνανται εἶναι, τοῦ ἑνικοῦ ἀριθμοῦ καὶ ἀνωτάτου ἀεὶ ζητουμένου. εἰ γὰρ αἱ δύο εὑρεθήσονται μιᾶς οὖσαι συμφωνίας καὶ συγχαίρουσαι καὶ συμφωνοῦσαι ἀλλήλαις, ἐν τῷ τὴν μὲν μίαν παραμένειν τῆς ἑτέ‐ ρας εὐδοκούσης καὶ τῆς ἄλλης δὲ χαιρούσης τῇ τῆς ἑτέρας συζυγίᾳ, ἡ
25στάσις τίς ἐστιν ἀνὰ μέσον ἀμφοτέρων; εἰ δὲ στασιάζουσι καὶ ἰσχύουσιν ἅμα ἀμφότεραι πρὸς ἀλλήλας ἐπ’ ἴσης, οὐκέτι Χριστὸς ὁ ἐλθὼν διὰ τὴν ἀθέτησιν τῆς μιᾶς δυνήσεται καταλῦσαι τὴν ταύτης τυραννίδα, αὐ‐ τῆς ἀντεχούσης καὶ δυναμένης πρὸς τὴν ἄνω ἀόρατον καὶ ἀκατονόμα‐
στον ἀγωνίζεσθαι ἀντέχειν τε καὶ μηδέποτε δυναμένης καταλύεσθαι.92 in vol. 2
Haer
.

2

.

93

3. Λέγει δὲ ὁ ἠλίθιος καὶ τὸν νόμον καὶ τοὺς προφήτας τῆς φαύλης καὶ ἐναντίας εἶναι ἀρχῆς, τὸν δὲ Χριστὸν τῆς ἀγαθῆς. πόθεν οὖν οἱ προφῆται τὰ εἰς Χριστὸν τετυπωμένα προανεφώνησαν, εἰ μὴ μία ἦν καὶ ἡ αὐτὴ δύναμις ἡ λαλήσασα ἐν νόμῳ καὶ ἐν προφήταις
5καὶ εὐαγγελίοις; καθάπερ λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι» καὶ τὰ ἑξῆς. πόθεν δὲ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ † προ‐ ανεφώνει λέγων «εἰ Μωυσῇ ἐπιστεύετε, καὶ ἐμοὶ ἂν ἐπιστεύετε. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε». καὶ πολλά μοι ἔστι περὶ μαρτυριῶν λέγειν, καθὼς συναγείρας
10σχολὴν ἑαυτῷ ἐποίησεν ὁ ἐπὶ συγκυρήματι πονηρῷ τῷ κόσμῳ ἐπιβλα‐ στήσας καὶ πλανήσας τοὺς ὑπ’ αὐτοῦ πεπλανημένους. παρελεύσο‐ μαι δὲ καὶ ταύτην, ὡσεὶ βέμβικος καὶ πεμφρηδόνος τῶν ὀδυνοποιῶν ἐκ πετεινῶν κνωδάλων ὁρμωμένων ὑπὸ μίαν θῆξιν ἐκπετασθέντων τὴν ἀνάλωσιν ποιησάμενος διὰ τῆς τοῦ θεοῦ ἐναργεστάτης πίστεώς
15τε καὶ σωτηριώδους διδασκαλίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος «βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ψευ‐ δοπροφῆται» καὶ τοῦ ἀποστόλου 〈τοῦ〉 περὶ τῶν αὐτῶν ψευδοχρί‐ στων καὶ ψευδοδιδασκάλων καὶ ψευδαδέλφων φήσαντος καὶ ἡμᾶς ἀσφαλισαμένου· ἐπὶ τὰς ἑξῆς 〈τε〉 κατὰ τὴν ἀκολουθίαν προβαίνων
20τῶν ἄλλων ποιήσομαι τὴν ὑφήγησιν.
Κατὰ Μαρκιωνιστῶν κβ, τῆς δὲ ἀκολουθίας μβ. 1. Μαρκίων, ἀφ’ οὗπερ οἱ Μαρκιωνισταί, ἐκ τούτου τοῦ προειρη‐ μένου Κέρδωνος τὴν πρόφασιν εἰληφὼς καὶ αὐτὸς μέγας ὄφις προ‐
ῆλθεν τῷ βίῳ, πολὺ δὲ πλῆθος ἐξαπατήσας ἔτι εἰς δεῦρο εἰς πολλοὺς93 in vol. 2
Haer
.

2

.

94

τρόπους προεστήσατο διδασκαλεῖον. ἡ δὲ αἵρεσις ἔτι καὶ νῦν ἔν τε Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ, ἐν Αἰγύπτῳ τε καὶ ἐν Παλαιστίνῃ, ἐν Ἀραβίᾳ τε καὶ ἐν τῇ Συρίᾳ, ἐν Κύπρῳ τε καὶ Θηβαΐδι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Περσίδι καὶ ἐν ἄλλοις τόποις εὑρίσκεται. μεγάλως γὰρ ὁ πονηρὸς
5ἐν αὐτῷ κατίσχυσε τὴν ἀπάτην. Οὗτος τὸ γένος Ποντικὸς ὑπῆρχεν, Ἑλενοπόντου δέ φημι, Σινώ‐ πης δὲ πόλεως, ὡς πολὺς περὶ αὐτοῦ ᾄδεται λόγος. τὸν δὲ πρῶ‐ τον αὐτοῦ βίον παρθενίαν δῆθεν ἤσκει· μονάζων γὰρ ὑπῆρχεν καὶ υἱὸς ἐπισκόπου τῆς ἡμετέρας ἁγίας καθολικῆς ἐκκλησίας. χρόνου δὲ
10προϊόντος προσφθείρεται παρθένῳ τινὶ καὶ ἐξαπατήσας τὴν παρθέ‐ νον ἀπὸ τῆς ἐλπίδος αὐτήν τε καὶ ἑαυτὸν κατέσπασε καὶ τὴν φθορὰν ἀπεργασάμενος ἐξεοῦται τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου πατρός. ἦν γὰρ αὐτοῦ ὁ πατὴρ δι’ ὑπερβολὴν εὐλαβείας τῶν διαφανῶν καὶ σφόδρα [τὰ] τῆς ἐκκλησίας ἐπιμελομένων, διαπρέπων ἐν τῇ τῆς ἐπισκοπῆς
15λειτουργίᾳ. πολλὰ δὲ δῆθεν ὁ Μαρκίων καθικετεύσας καὶ αἰτήσας μετάνοιαν οὐκ εἴληφε παρὰ τοῦ ἰδίου πατρός. πόνος γὰρ εἶχε τὸν ἀξιόλογον γέροντα καὶ ἐπίσκοπον, ὅτι οὐ μόνον ἐξέπεσεν ἐκεῖνος, ἀλλ’ ὅτι καὶ αὐτῷ τὸ αἶσχος ἔφερεν. ὡς τοίνυν οὐκ ἔτυχε παρ’ αὐτοῦ διὰ τῆς κολακείας ὧν ἐδέετο, μὴ φέρων τὴν ἀπὸ τῶν πολλῶν
20χλεύην ἀποδιδράσκει τῆς πόλεως τῆς αὐτοῦ καὶ ἄνεισιν εἰς τὴν Ῥώ‐
μην αὐτήν, μετὰ τὸ τελευτῆσαι Ὑγῖνον τὸν ἐπίσκοπον Ῥώμης (οὗτος94 in vol. 2
Haer
.

2

.

95

δὲ ἔνατος ἦν ἀπὸ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων), καὶ τοῖς ἔτι πρεσβύταις περιοῦσι καὶ ἀπὸ τῶν μαθητῶν τῶν ἀποστόλων ὁρμω‐ μένοις συμβαλὼν ᾔτει συναχθῆναι καὶ οὐδεὶς αὐτῷ συγκεχώρηκε. ζήλῳ λοιπὸν ἐπαρθείς, ὡς οὐκ ἀπείληφε τὴν προεδρίαν τε καὶ τὴν
5εἴσδυσιν τῆς ἐκκλησίας, ἐπινοεῖ ἑαυτῷ καὶ προσφεύγει τῇ τοῦ ἀπα‐ τεῶνος Κέρδωνος αἱρέσει. 2. Καὶ ἄρχεται ὡς εἰπεῖν ἐξ αὐτῆς τῆς ἀρχῆς καὶ ὡς ἀπὸ θυρῶν τῶν ζητημάτων προτείνειν τοῖς κατ’ ἐκεῖνο καιροῦ πρεσβυτέροις
τοῦτο τὸ ζήτημα λέγων «εἴπατέ μοι, τί ἐστι τό· οὐ βάλλουσιν οἶνον95 in vol. 2
Haer
.

2

.

96

νέον εἰς ἀσκοὺς παλαιοὺς οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή γε, καὶ τὸ πλήρωμα αἴρει καὶ τῷ παλαιῷ οὐ συμ‐ φωνήσει. μεῖζον γὰρ σχίσμα γενήσεται». καὶ ὡς τοῦτο ἤκουσαν οἱ ἐπιεικεῖς καὶ πανάγιοι τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πρεσβύτεροι
5καὶ διδάσκαλοι, τὸν τῆς ἀκολουθίας τε καὶ ἁρμονίας ἀποδιδόντες λόγον καὶ φράζοντες αὐτῷ μετὰ ἐπιεικείας ἔλεγον· τέκνον, τοῦτό ἐστιν ἀσκοὶ παλαιοί, αἱ τῶν Φαρισαίων καρδίαι καὶ γραμματέων, παλαιωθεῖσαι ἐν ἁμαρτήμασι καὶ μὴ δεξάμεναι τὸ κήρυγμα τοῦ εὐαγ‐ γελίου· καὶ τὸ ἱμάτιον τὸ παλαιόν, ὡς ὁ Ἰούδας παλαιωθεὶς ἐν φι‐
10λαργυρίᾳ οὐκ ἐδέξατο τοῦ καινοῦ καὶ ἁγίου καὶ ἐπουρανίου μυστηρίου τὸ τῆς ἐλπίδος κήρυγμα, καίτοι συναφθεὶς τοῖς ἕνδεκα ἀποστόλοις καὶ κληθεὶς ὑπ’ αὐτοῦ τοῦ κυρίου, περισσότερον σχίσμα ἔσχε δι’ ἑαυτοῦ, μηδενὸς αἰτίου αὐτῷ γενομένου, ἐπειδὴ ἡ διάνοια αὐτοῦ οὐ συμπεφώνηκε τῇ ἄνω ἐλπίδι καὶ ἐπουρανίῳ κλήσει τῶν μελλόντων
15ἀγαθῶν ἀντὶ τῶν ἐνταῦθα χρημάτων τε καὶ κόμπου καὶ φιλίας παρερχομένης ἐλπίδος τε καὶ ἡδονῆς. Ὁ δέ· οὐχ οὕτως, φησίν, ἀλλὰ ἄλλα ἐστὶ παρὰ ταῦτα, ἀντιλέγων ὁ Μαρκίων. ἐπειδὴ 〈δὲ〉 μὴ ἠθέλησαν αὐτὸν δέξασθαι, 〈διὰ〉 τοῦτο οὖν φανερῶς αὐτοῖς ἔλεγε· τί μὴ ἠθελήσατέ με ὑποδέξασθαι; τῶν
20δὲ λεγόντων ὅτι οὐ δυνάμεθα ἄνευ τῆς ἐπιτροπῆς τοῦ τιμίου πα‐ τρός σου τοῦτο ποιῆσαι· μία γάρ ἐστιν ἡ πίστις καὶ μία ἡ ὁμόνοια καὶ οὐ δυνάμεθα ἐναντιωθῆναι τῷ καλῷ συλλειτουργῷ πατρὶ δὲ σῷ, ζηλώσας λοιπὸν καὶ εἰς μέγαν ἀρθεὶς θυμὸν καὶ ὑπερηφανίαν τὸ σχίσμα ἐργάζεται ὁ τοιοῦτος, ἑαυτῷ τὴν αἵρεσιν προστησάμενος καὶ
25εἰπὼν ὅτι «ἐγὼ σχίσω τὴν ἐκκλησίαν ὑμῶν καὶ βαλῶ σχίσμα ἐν αὐτῇ εἰς τὸν αἰῶνα», ὡς τὰ ἀληθῆ μὲν σχίσμα ἔβαλεν οὐ μικρόν, οὐ τὴν ἐκκλησίαν σχίσας ἀλλ’ ἑαυτὸν καὶ τοὺς αὐτῷ πεισθέντας. 3. Ἔλαβε δὲ τὴν πρόφασιν παρὰ τοῦ προειρημένου Κέρδωνος,
γόητος καὶ ἀπατηλοῦ. καὶ αὐτὸς μὲν γὰρ δύο κηρύττει ἀρχάς, προσ‐96 in vol. 2
Haer
.

2

.

97

θεὶς δὲ πάλιν ἐκείνῳ, φημὶ τῷ Κέρδωνι, ἕτερόν τι παρ’ ἐκεῖνον δείκνυσι, λέγων τρεῖς εἶναι ἀρχάς, μίαν μὲν τὴν ἄνω ἀκατονόμαστον καὶ ἀόρατον, ἣν καὶ ἀγαθὸν θεὸν βούλεται λέγειν, μηδὲν δὲ τῶν ἐν τῷ κόσμῳ κτίσασαν· ἄλλον δὲ εἶναι ὁρατὸν θεὸν καὶ κτιστὴν καὶ
5δημιουργόν· διάβολον δὲ τρίτον ὡς εἰπεῖν καὶ μέσον τῶν δύο τού‐ των, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου. τὸν δὲ κτιστὴν καὶ δημιουρ‐ γὸν καὶ ὁρατὸν θεὸν εἶναι τῶν Ἰουδαίων, εἶναι δὲ αὐτὸν κριτήν.
παρ’ αὐτῷ δὲ τῷ Μαρκίωνι καὶ παρθενία κηρύσσεται, νηστείαν δὲ97 in vol. 2
Haer
.

2

.

98

κατὰ τὸ σάββατον κηρύττει. μυστήρια δὲ δῆθεν παρ’ αὐτῷ ἐπιτε‐ λεῖται τῶν κατηχουμένων ὁρώντων· ὕδατι δὲ οὗτος ἐν τοῖς μυστη‐ ρίοις χρῆται. τὸ δὲ σάββατον νηστεύειν διὰ τοιαύτην αἰτίαν φάσκει· ἐπειδή, φησί, τοῦ θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἡ ἀνάπαυσις τοῦ πεποιη‐
5κότος τὸν κόσμον καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου, ἡμεῖς νηστεύσωμεν ταύτην, ἵνα μὴ τὸ καθῆκον τοῦ θεοῦ τῶν Ἰουδαίων ἐργαζώμεθα. τὴν τῆς σαρκὸς δὲ ἀθετεῖ ἀνάστασιν, καθάπερ πολλαὶ τῶν αἱρέσεων· ψυχῆς δὲ ἀνάστασιν εἶναι λέγει καὶ ζωὴν καὶ σωτη‐ ρίαν μόνης. οὐ μόνον δὲ παρ’ αὐτῷ ἓν λουτρὸν δίδοται, ἀλλὰ
10καὶ ἕως τριῶν λουτρῶν καὶ ἐπέκεινα ἔξεστι διδόναι παρ’ αὐτοῖς τῷ βουλομένῳ, ὡς παρὰ πολλῶν ἀκήκοα. συμβέβηκε δὲ τοῦτο γενέσθαι αὐτῷ τὸ ἐφίεσθαι τρία ἢ καὶ πλείω λουτρὰ δίδοσθαι, δι’ ἣν ὑπεῖχεν χλεύην παρὰ τῶν αὐτὸν ἐγνωκότων μαθητῶν αὐτοῦ ἐκ παραπτώ‐ ματός τε καὶ φθορᾶς τῆς εἰς τὴν παρθένον γεγενημένης. ἐπειδὴ
15φθείρας ἐν τῇ ἑαυτοῦ πόλει τὴν παρθένον καὶ ἀποδράσας μὲν ἐν παραπτώματι μεγάλῳ εὑρέθη, ἐπενόησεν ὁ ἀγύρτης ἑαυτῷ δεύτερον λουτρόν, φήσας ὅτι ἔξεστιν ἕως τριῶν λουτρῶν τουτέστιν τριῶν βαπτισμῶν εἰς ἄφεσιν τῶν ἁμαρτιῶν δίδοσθαι, ἵν’ εἴ τις παρέπεσεν εἰς τὸ πρῶτον, λάβῃ δεύτερον μετανοήσας καὶ τρίτον ὡσαύτως, ἐὰν
20ἐν παραπτώματι μετὰ τὸ δεύτερον γένηται. φέρει δὲ δῆθεν, ἵνα
τὴν ἑαυτοῦ χλεύην ἀνασώσῃ, εἰς παράστασιν αὐτοῦ ὅτι [τὸ] μετὰ τὸ98 in vol. 2
Haer
.

2

.

99

αὐτοῦ παράπτωμα πάλιν ἐκαθαρίσθη καὶ λοιπὸν ἐν ἀθῴοις ὑπάρχει, μαρτυρίαν περὶ τούτου ψευδηγορῶν ὡς πιθανήν, δυναμένην ἐξαπα‐ τῆσαι οὐ τοῦτο δὲ σημαίνουσαν ὃ αὐτὸς λέγει· ὅτι, φησί, βαπτισθεὶς ὁ κύριος ὑπὸ τοῦ Ἰωάννου ἔλεγε τοῖς μαθηταῖς· «βάπτισμα ἔχω βαπτι‐
5σθῆναι, καὶ τί θέλω εἰ ἤδη τετέλεκα αὐτό;» καὶ πάλιν «ποτήριον ἔχω πιεῖν, καὶ τί θέλω εἰ ἤδη πληρώσω αὐτό;» καὶ οὕτω τὸ διδόναι πλείω βαπτίσματα ἐδογμάτισεν. 4. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸν νόμον ἀποβάλλει καὶ πάν‐ τας προφήτας, λέγων ἐκ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος
10τοὺς τοιούτους πεπροφητευκέναι. Χριστὸν δὲ λέγει ἄνωθεν ἀπὸ τοῦ ἀοράτου καὶ ἀκατονομάστου πατρὸς καταβεβηκέναι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν καὶ ἐπὶ ἐλέγχῳ τοῦ θεοῦ τῶν Ἰουδαίων καὶ νόμου καὶ προφητῶν καὶ τῶν τοιούτων. καὶ ἄχρι Ἅιδου καταβεβηκέναι τὸν κύριον, ἵνα σώσῃ τοὺς περὶ Κάϊν καὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών,
15Ἠσαῦ τε καὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐγνωκότα τὸν θεὸν τῶν Ἰου‐
δαίων· τοὺς δὲ περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ99 in vol. 2
Haer
.

2

.

100

καὶ Ἰακὼβ καὶ Μωυσέα, Δαυίδ τε καὶ Σολομῶντα ἐκεῖ καταλελοιπέναι, διότι ἐπέγνωσαν, φησί, τὸν θεὸν τῶν Ἰουδαίων, ὄντα ποιητὴν καὶ κτιστήν, καὶ τὰ καθήκοντα αὐτοῦ πεποιήκασι καὶ οὐχὶ τῷ θεῷ τῷ ἀοράτῳ ἑαυτοὺς προσανέθεντο. δίδωσι καὶ ἐπιτροπὴν γυναιξὶ
5βάπτισμα διδόναι. παρ’ αὐτοῖς γὰρ πάντα χλεύης ἔμπλεα καὶ οὐδὲν ἕτερον, ὁπότε καὶ τὰ μυστήρια ἐνώπιον κατηχουμένων ἐπιτελεῖν τολ‐ μῶσιν. ἀνάστασιν δὲ ὡς εἶπον οὗτος λέγει οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν καὶ σωτηρίαν ταύταις ὁρίζεται, οὐχὶ τοῖς σώμασιν. καὶ με‐ ταγγισμοὺς ὁμοίως τῶν ψυχῶν καὶ μετενσωματώσεις ἀπὸ σωμάτων
10εἰς σώματα φάσκει. 5. Πανταχόθεν δὲ πίπτει ἡ αὐτοῦ ματαία κενοφωνία, ὡς ἤδη μοι ἐν ἄλλαις αἱρέσεσι πεπραγμάτευται. πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πε‐ σούσης ψυχῆς; πᾶν γὰρ τὸ πῖπτον ἀναστάσεως δεῖται· πίπτει δὲ οὐχὶ
15ψυχή, ἀλλὰ σῶμα. ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθεν καλεῖν καὶ αὐτὸς ὁ κύριος εἰπὼν ὅτι «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθή‐ σονται οἱ ἀετοί». καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχάς, ἀλλὰ σώματα κατατιθέαμεν ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος· ὡς καὶ ὁ ἅγιος
20ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκεν περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ, μόνος μένει». ὁ δὲ ἅγιος ἀπόστολός φησιν «ἄφρων» (ἄφρονα γὰρ καλεῖ τὸν ἄπιστον
τὸν ὅλως ἀμφιβάλλοντα καὶ λέγοντα «πῶς ἡ ἀνάστασις γίνεται; ποίῳ100 in vol. 2
Haer
.

2

.

101

δὲ σώματι ἔρχονται;» καὶ εὐθὺς πρὸς τοὺς τοιούτους φησίν) «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ». καὶ ἔδειξεν ἐξ ἅπαντος ἡ γραφὴ τοῦ πεπτωκότος κόκκου τουτέστιν τοῦ σώματος τοῦ θαπτομένου καὶ οὐ ψυχῆς τὴν ἀνάστασιν γίνεσθαι. πῶς δὲ
5ψυχὴ ἐλεύσεται μόνη; πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία ἡ κρίσις. 6. Πῶς δὲ συσταθήσεται ὁ παρ’ αὐτῷ τῷ Μαρκίωνι τριῶν ἀρχῶν λόγος; πῶς δὲ [ὁ] ἀγαθὸς εὑρεθήσεται 〈ὁ〉 ἐν τοῖς τοῦ φαύλου μέρε‐
10σιν ἔργον ἐπιτελῶν ἢ σωτηρίας ἢ τῶν ἄλλων; εἰ γὰρ οὐκ αὐτοῦ τυγχάνει ὁ κόσμος, ἀπέστειλεν δὲ αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον λαβεῖν ἐκ τοῦ κόσμου τοῦ ἀλλοτρίου ἃ μὴ αὐτὸς ἔσπειρεν μηδὲ ἐποίησεν, εὑρεθήσεται ἢ τῶν ἀλλοτρίων ἐφιέμενος ἢ πενίαν ὑφιστά‐ μενος καὶ ἴδια μὴ ἔχων, ἐπὶ τὰ ἀλλότρια ἑαυτὸν ἐπιδιδούς, ὅπως
15ἑαυτῷ προσπορίσηται ἃ μὴ πρότερον ἔχει. πῶς δὲ κριτὴς ἀνὰ μέ‐ σον ἀμφοτέρων γενήσεται ὁ δημιουργός; εἶτα τίνας ἔχει κρῖναι; εἰ γὰρ τῶν ἀπὸ τοῦ ἄνω σκευῶν δικαστὴς προκαθέζεται, ἰσχύει ὑπὲρ τὸν ἄνω, ἐπειδὴ φέρει εἰς μέσον τῶν αὐτοῦ κριτηρίων τὰ τοῦ ἄνω ὑπάρχοντα, ὡς τῷ Μαρκίωνι ἔδοξε. καὶ εἰ ὅλως κριτὴς τυγχάνει,
20δίκαιός ἐστι. δείξομεν δὲ ἀπὸ τοῦ δικαίου ὀνόματος ὅτι ταὐτόν ἐστι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον. πᾶν γὰρ ὃ δίκαιόν ἐστι, τοῦτο καὶ ἀγαθόν. ἀπὸ γὰρ τοῦ ἀγαθὸν εἶναι τὸ ἀγαθὸν χαρίζεται δικαίως μετὰ ἀληθείας τῷ ἀγαθὰ δράσαντι καὶ οὐκέτι ἔσται πρὸς τὸ ἀγαθὸν ἐναντίος τῷ ἀγαθῷ, κατὰ δικαιοσύνην τὸ ἀγαθὸν τῷ ἀγαθῷ παρέχων καὶ τῷ φαύλῳ τὴν
25ἐπιτιμίαν τῆς τιμωρίας. οὐδὲ πάλιν ἀγαθὸς ἂν εἴη ὁ τῷ πονηρῷ τὸν ἀγαθὸν μισθὸν ἐπὶ τῷ τέλει ἀποδιδοὺς μὴ μετανοοῦντι, εἰ καὶ ἐν τῷ παρόντι ἀνατέλλοι αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ φαύλους καὶ τὸν ὑετὸν αὐτοῦ παρέχοι διὰ τὸ νῦν αὐτεξούσιον τοῖς τε πονηροῖς καὶ ἀγαθοῖς ἀνθρώποις. ἀγαθὴ γὰρ οὐκέτι ἔσται φύσις καὶ δικαία
30τοῦ τῷ πονηρῷ μισθὸν ἐν τῷ μέλλοντι αἰῶνι σωτηρίας παρέχοντος
καὶ οὐ μᾶλλον μισοῦντος τὸ πονηρὸν καὶ φαῦλον. ὁ δὲ τρίτος101 in vol. 2
Haer
.

2

.

102

εὑρισκόμενος παρ’ αὐτῷ πονηρός, εἰ ἔχει τὴν ἐξουσίαν τὰ πονηρὰ ἐργάζεσθαι καὶ κατισχύειν τῶν ἐν τῷ κόσμῳ ἢ τῶν ἄνωθεν ἀγαθῶν ἢ τοῦ μέσου δικαίου, εὑρεθήσεται ἰσχυρότερος οὗτος τῶν δύο θεῶν τῶν παρὰ Μαρκίωνι λεγομένων, ἐπειδὴ ἐξουσιάζει ἁρπάζειν τὰ ἀλλό‐
5τρια· καὶ ἀδρανεῖς λοιπὸν καταψηφισθήσονται οἱ δύο παρὰ τὸν ἕνα πονηρόν, οἱ μὴ δυνάμενοι ἀντέχειν καὶ ῥύεσθαι ἀπὸ τοῦ ἁρπάζοντος τὰ αὐτῶν ὄντα καὶ εἰς πονηρίαν μεταβάλλοντος. 7. ἄλλως δὲ πάλιν νοήσωμεν, ἵνα τὴν χλεύην τοῦ ἀγύρτου φωράσωμεν τῆς ματαιο‐ φροσύνης. εἰ γὰρ ὅλως ὁ πονηρὸς πονηρὸς ὑπάρχει, ἁρπάζει δὲ τοὺς
10ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους, εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρός, τῶν ἀγαθῶν ὀρεγόμενος καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων. εἰ δὲ καὶ τοὺς ἰδίους κρίνει τιμωρίαν τε τοὺς ἀδικήσαντας ἀπαιτεῖ, οὐκέτι πονηρὸς ἔσται ὁ πονηρῶν δικαστὴς ὑπάρχων. καὶ εὑρεθήσεται κατὰ πάντα
15τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρέπουσα. Πόθεν δὲ εἰλήφασι τὸ εἶναι αἱ τρεῖς ἀρχαί, πάλιν λέγε. τίς δὲ ὁ ταύταις ὁρισμὸν συστησάμενος; εἰ μὲν γὰρ ἕκαστος ἐν τῷ ἰδίῳ τόπῳ περιορίζεται, οὐκέτι τέλεια τὰ τρία εὑρεθήσεται ὁριζόμενα ἔν τισι περιεκτικοῖς τόποις, εὑρεθήσεται δὲ τὸ ἑκάστου περιεκτικὸν μεῖζον
20τοῦ περιεχομένου καὶ οὐκέτι τὸ περιεχόμενον θεὸς ἂν κληθείη, ἀλλὰ μᾶλλον ἡ περιεκτικὴ ὁροθεσία. εἰ δὲ καὶ εἰς ταὐτὸν ἀλλήλοις γε‐ νόμενοι ἕκαστος κατὰ δίεσιν τὸν ἴδιον ἐκληρώθη τόπον καὶ ἕκαστος ἐν τῷ ἰδίῳ ὢν τῷ ἑτέρῳ οὐκ ἐντρίβεται οὐδὲ ἐπέρχεται, οὐκέτι αἱ ἀρχαὶ ἀλλήλαις ἐναντίαι οὐδέ τις αὐτῶν φαύλη εὑρεθήσεται, διὰ τὸ
25κατὰ τὸ δίκαιον καὶ ἥσυχον καὶ εὐσταθὲς τῶν ἰδίων ἐπιμέλεσθαι καὶ μὴ περαιτέρω βαίνειν ἐπιβάλλεσθαι. εἰ δὲ ὁ μὲν πονηρὸς ὑπὸ τοῦ ἄνω κατισχύεται καὶ βιάζεται καὶ καταπονεῖται, μεμερισμένος ὢν καὶ ἐν ἰδίῳ τόπῳ ὑπάρχων, οὗ τόπου τῷ ἄνω ἀγαθῷ οὐδὲν προσήκει, οὐδέ τι ὑπ’ αὐτοῦ κέκτισται τῶν ἐνταῦθα (λέγω ἐν τῷ τοῦ πονηροῦ
30τόπῳ), τυραννικώτερος μᾶλλον εὑρεθήσεται ὁ ἄνω καὶ οὐκέτι ἀγαθός, τὸν ἴδιον υἱὸν εἴτ’ οὖν Χριστὸν ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ.
καὶ ποῦ ὁ ὅρος ὁ διορίζων τὰς τρεῖς ἀρχὰς κατὰ τὸν τοῦ ἀγύρ‐102 in vol. 2
Haer
.

2

.

103

του τῆς ὑποθέσεως λόγον; ζητηθήσεται γὰρ τέταρτός τις ἐπιεικέστα‐ τος καὶ τῶν τριῶν σοφώτερος, ὁριογνώμων τε καὶ ἐπιστήμων, ὃς τὰ μέτρα ἑκάστῳ διένειμέν τε καὶ τοὺς τρεῖς εἰρηνοποίησεν, ἵνα μὴ στασιά‐ σαιεν πρὸς ἀλλήλους μηδὲ εἰς τὰ ἄλλου ἄλλος ἀποστέλλοι. καὶ οὗτος
5μὲν πείσας τὰς τρεῖς ἀρχὰς εὑρεθήσεται τέταρτος καὶ σοφώτερος καὶ ἐπιεικέστερος. καὶ αὐτὸς δὲ ἐν ἰδίῳ τόπῳ πάλιν ζητηθήσεται, ἀφ’ οὗπερ εἰς μέσον ἦλθεν τῶν τριῶν καὶ ἑκάστῳ τὸ μέρος σοφῶς διώ‐ ρισεν, ἵνα μὴ ἀλλήλους ἀδικοῖεν. εἰ δὲ ἐν τοῖς τοῦ ἑνός, λέγω δὴ τοῦ δημιουργοῦ αἱ δύο ἀρχαί εἰσιν ἐμπολιτευόμεναι, ὅ τε πονηρὸς ἐν
10τοῖς τοῦ δημιουργοῦ † χώραις τε καὶ χώροις καὶ ὁ τοῦ ἀγαθοῦ Χρι‐ στὸς ἐπιδημήσας. οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον ὁ κριτὴς εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθός, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας. εἰ δὲ καὶ ἥσσων τῇ δυνάμει
15ἐστίν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα, ἀλλ’ ἐξέλιπεν ἔκ‐ παλαι, ἀναρπαζομένη καθ’ ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. καὶ πῶς ἔτι ἡ δη‐ μιουργία σταθήσεται; εἰ δὲ ὅτι χρόνῳ λήξει λέγεις καὶ δυνατὸν ταύ‐ την ὅλως λήγειν διὰ τῆς τοῦ ἀγαθοῦ ἐπιμελείας, οὐκοῦν ὁ ἀγαθὸς
20αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν ἢ τοὺς πλείους ἀδικηθῆναι καὶ ἐν καθέξει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ καὶ κάτω μεμενηκέναι; 8. Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ
25τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα» καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἑαυτοῦ ἠγόραζεν· ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς
30αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν. ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται (μὴ γένοιτο), ἀλλὰ τὴν κατάραν
τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμε‐103 in vol. 2
Haer
.

2

.

104

νος θάνατος θανάτῳ [διὰ τὰς ἁμαρτίας ἡμῶν] καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις, εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν. οὕτω καὶ τὸ «ἐξηγόρασεν» *. οὐκ εἶπεν «ἠγόρασεν»· οὔτε γὰρ εἰς ἀλλότριον
5ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο. καὶ εἰ ὁ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας πέπρακεν, ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. ἀλλ’ οὐκ ἔχει οὕτως. οὔτε γὰρ εἶπεν «ἠγόρασεν», ἀλλ’ «ἐξηγόρασεν». ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος ἀπόστολός φησιν «ἐξαγοραζόμενοι τὸν και‐
10ρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι». καὶ οὐχ ἡμέρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν, ἀλλὰ τὸ δι’ ὑπομονὴν * καὶ τὸ μελλητικὸν τῆς μακροθυμίας σημαίνων τοῦτο ἔφη. ὥστε τὸ ἐξηγόρασε τὴν ὑπό‐ θεσιν ὑπέφηνεν τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρου‐ σίας 〈δι’〉 ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν θεός, μένων ἐν
15τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὐτοῦ θεότητος καὶ * αὐτὸ ὃ ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν, οὐκ ἀγοράζων ἡμᾶς ἀπ’ ἀλλοτρίων, ἀλλὰ τὴν ὑπό‐ θεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος, προαιρέσει καὶ οὐ μετ’ ἀνάγκης. ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος. καὶ πολλά ἐστι τὰ πρὸς ἀνατροπὴν τῆς τούτου μηχανῆς καὶ τραγῳδίας
20ἐξ εὐσεβοῦς λογισμοῦ καὶ εὐλόγου ὁρμώμενα ἐμφάσεως ἐν τῇ πρὸς αὐτὸν ἀντιρρήσει. 9. Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ’ αὐτοῦ γεγραμμένα, μᾶλλον δὲ ἐρρᾳ‐ διουργημένα. οὗτος γὰρ ἔχει εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ σωτῆρος σύλληψιν καὶ
25τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν. οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν104 in vol. 2
Haer
.

2

.

105

ὁ λυμηνάμενος ἑαυτὸν 〈μᾶλλον〉 ἤπερ τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τοῦ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων, ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικεν, μόνῳ δὲ κέχρηται τούτῳ τῷ χαρακτῆρι, τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἔχει δὲ καὶ ἐπιστολὰς
5παρ’ αὐτῷ τοῦ ἁγίου ἀποστόλου δέκα, αἷς μόναις κέχρηται, οὐ πᾶσι δὲ τοῖς ἐν αὐταῖς γεγραμμένοις, ἀλλὰ τινὰ αὐτῶν περιτέμνων, τινὰ δὲ ἀλλοιώσας κεφάλαια. ταύταις δὲ ταῖς δυσὶ βίβλοις κέχρηται· ἄλλα δὲ συντάγματα ἀφ’ ἑαυτοῦ συνέταξε τοῖς ὑπ’ αὐτοῦ πλανωμένοις. αἱ δὲ ἐπιστολαὶ αἱ παρ’ αὐτῷ λεγόμεναί εἰσι· πρώτη μὲν πρὸς Γαλά‐
10τας, δευτέρα δὲ πρὸς Κορινθίους, τρίτη πρὸς Κορινθίους δευτέρα, τετάρτη πρὸς Ῥωμαίους, πέμπτη πρὸς Θεσσαλονικεῖς, ἕκτη πρὸς Θεσ‐ σαλονικεῖς δευτέρα, ἑβδόμη πρὸς Ἐφεσίους, ὀγδόη πρὸς Κολασσαεῖς, ἐνάτη πρὸς Φιλήμονα, δεκάτη πρὸς Φιλιππησίους· ἔχει δὲ καὶ τῆς πρὸς Λαοδικέας λεγομένης μέρη. ἐξ οὗπερ χαρακτῆρος τοῦ παρ’
15αὐτῷ σῳζομένου, τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν τοῦ ἀπο‐ στόλου, δεῖξαι αὐτὸν σὺν θεῷ ἔχομεν ἀπατεῶνα καὶ πεπλανημένον καὶ ἀκρότατα διελέγξαι. ἐξ αὐτῶν γὰρ ἀναμφιβόλως τῶν παρ’ αὐτοῦ ὁμολογουμένων ἀνατραπήσεται. ἐκ γὰρ τῶν αὐτῶν ἔτι παρ’ αὐτῷ λειψάνων τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν εὑρισκομένων δειχθή‐
20σεται ὁ Χριστὸς τοῖς συνετοῖς μὴ ἀλλότριος εἶναι παλαιᾶς διαθήκης
καὶ οἱ προφῆται οὖν οὐκ ἀλλότριοι ὄντες τῆς τοῦ κυρίου ἐνδημίας105 in vol. 2
Haer
.

2

.

106

καὶ ὅτι ἀνάστασιν σαρκὸς ὁ ἀπόστολος κηρύττει καὶ δικαίους τοὺς προφήτας ὀνομάζει καὶ ἐν σῳζομένοις ὑπάρχοντας τοὺς περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντα ὅσα ἐστὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας σωτήριά τε καὶ ἅγια καὶ ἐκ θεοῦ ἐστηριγμένα ἔν τε τῇ
5πίστει καὶ ἐν τῇ γνώσει καὶ ἐν ἐλπίδι καὶ διδασκαλίᾳ. 10. Παραθήσομαι δὲ καὶ ἣν ἐποιησάμην κατ’ αὐτοῦ πραγματείαν πρὶν τοῦ ταύτην μου τὴν σύνταξιν ἐσπουδακέναι διὰ τῆς ὑμῶν τῶν ἀδελφῶν προτροπῆς ποιήσασθαι. ἀπὸ ἐτῶν ἱκανῶν, ἀνερευνῶν τὴν τούτου τοῦ Μαρκίωνος ἐπινενοημένην ψευδηγορίαν καὶ ληρώδη δι‐
10δασκαλίαν, αὐτὰς δὴ τὰς τοῦ προειρημένου βίβλους ἃς † κέκτηται μετὰ χεῖρας λαβών, τό τε παρ’ αὐτῷ λεγόμενον εὐαγγέλιον καὶ 〈τὸ〉 ἀπο‐ στολικὸν καλούμενον παρ’ αὐτῷ ἐξανθισάμενος καὶ ἀναλεξάμενος καθ’ εἱρμὸν ἀπὸ τῶν προειρημένων δύο βιβλίων τὰ ἐλέγξαι αὐτὸν δυνά‐ μενα, ἐδάφιόν τι συντάξεως ἐποιησάμην, ἀκολούθως τάξας κεφάλαια
15καὶ ἐπιγράψας ἑκάστῃ ῥήσει α β γ. καὶ οὕτως ἕως τέλους διεξῆλθον, ἐν οἷς φαίνεται ἠλιθίως καθ’ ἑαυτοῦ ἔτι ταύτας τὰς παραμεινάσας τοῦ τε σωτῆρος καὶ τοῦ ἀποστόλου λέξεις φυλάττων. αἱ μὲν γὰρ αὐτῶν παρηλλαγμένως ὑπ’ αὐτοῦ ἐρρᾳδιουργήθησαν καὶ ὡς οὐκ εἶχεν τοῦ κατὰ Λουκᾶν εὐαγγελίου τὸ ἀντίγραφον οὔτε ἡ τοῦ ἀποστολικοῦ
20χαρακτῆρος ἔμφασις· ἄλλα δὲ φύσει ὡς ἔχει καὶ τὸ εὐαγγέλιον καὶ ὁ ἀπόστολος, μὴ ἀλλαγέντα ὑπ’ αὐτοῦ, δυνάμενα δὲ αὐτὸν διελέγχειν, δι’ ὧν δείκνυται 〈ἡ〉 παλαιὰ διαθήκη συμφωνοῦσα πρὸς τὴν νέαν καὶ ἡ καινὴ πρὸς τὴν παλαιὰν διαθήκην· ἄλλαι δὲ πάλιν λέξεις τῶν αὐτῶν βιβλίων ὑποφαίνουσαι Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ ἐν
25ἡμῖν τελείως ἐνηνθρωπηκέναι· ἀλλὰ καὶ ἄλλαι πάλιν ὁμολογοῦσαι
τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸν θεὸν ἕνα ὄντα κύριον πάντων106 in vol. 2
Haer
.

2

.

107

παντοκράτορα, αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς γενομένων, καὶ οὔτε παραχαράσσουσαι τοῦ εὐαγγελίου τὴν κλῆσιν οὔτε μὴν ἀρνούμεναι τὸν ποιητὴν καὶ δημιουργὸν τῶν πάν‐ των, ἀλλὰ δηλοῦσαι τὸν σαφῶς ὡμολογημένον ὑπὸ τοῦ χαρακτῆρος
5τοῦ ἀποστολικοῦ καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος. καὶ ἔστιν τὰ ἡμῖν πεπραγματευμένα ἐν ὑποκειμένοις παρατιθέμενα, ἅτινά ἐστι τάδε· Προοίμιον τῆς περὶ τῶν Μαρκίωνος βιβλίων ὑποθέσεώς τε καὶ
ἐλέγχου.
11. Ὅτῳ φίλον ἐστὶ τὰς τοῦ ἀπατηλοῦ Μαρκίωνος νόθους ἐπι‐
10νοίας ἀκριβοῦν καὶ τὰς ἐπιπλάστους τοῦ αὐτοῦ βοσκήματος μηχανὰς διαγινώσκειν, τούτῳ τῷ συλλελεγμένῳ πονήματι ἐντυχεῖν μὴ κατο‐ κνείτω. ἐκ γὰρ τοῦ παρ’ αὐτῷ εὐαγγελίου τὰ πρὸς ἀντίρρησιν τῆς πανούργου αὐτοῦ ῥᾳδιουργίας σπουδάσαντες παρεθέμεθα, ἵν’ οἱ τῷ πονήματι ἐντυχεῖν ἐθέλοντες ἔχωσι τοῦτο γυμνάσιον ὀξύτητος, πρὸς
15ἔλεγχον τῶν ὑπ’ αὐτοῦ ἐπινενοημένων ξενολεξιῶν. ὁ μὲν γὰρ χα‐ ρακτὴρ τοῦ κατὰ Λουκᾶν † σημαίνει τὸ εὐαγγέλιον· ὡς δὲ ἠκρωτη‐ ρίασται μήτε ἀρχὴν ἔχον μήτε μέσα μήτε τέλος, ἱματίου βεβρωμένου ὑπὸ πολλῶν σητῶν ἐπέχει τὸν τρόπον. εὐθὺς μὲν γὰρ ἐν τῇ ἀρχῇ πάντα τὰ ἀπ’ ἀρχῆς τῷ Λουκᾷ πεπραγματευμένα τουτέστιν ὡς λέγει
20«ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν» καὶ τὰ ἑξῆς καὶ τὰ περὶ τῆς Ἐλισάβετ καὶ τοῦ ἀγγέλου εὐαγγελιζομένου Μαρίαν τὴν παρθένον, Ἰωάννου τε καὶ Ζαχαρίου καὶ τῆς ἐν Βηθλεὲμ γεννήσεως, γενεαλογίας καὶ τῆς τοῦ βαπτίσματος ὑποθέσεως—ταῦτα πάντα περικόψας ἀπεπήδησεν
καὶ ἀρχὴν τοῦ εὐαγγελίου ἔταξε ταύτην «ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει107 in vol. 2
Haer
.

2

.

108

Τιβερίου Καίσαρος» καὶ τὰ ἑξῆς. ἐντεῦθεν οὖν οὗτος ἄρχεται καὶ οὐ καθ’ εἱρμὸν πάλιν ἐπιμένει, ἀλλὰ τὰ μὲν ὡς προεῖπον παρακόπτει, τὰ δὲ προστίθησιν ἄνω κάτω, οὐκ ὀρθῶς βαδίζων ἀλλὰ ἐρρᾳδιουργη‐ μένως τὰ πάντα περινοστεύων, καὶ ἔστιν·
5 α. «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ’ οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς». β. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς».
10 γ. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». δ. «Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ’ αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». ε. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς.
15 ϛ. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν». ζ. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον». η. Παρηλλαγμένον τό «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. θ. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν
20μου πρὸ προσώπου σου».108 in vol. 2
Haer
.

2

.

109

ι. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας καὶ ἤλειψεν καὶ κατεφίλει». ια. Καὶ πάλιν «αὕτη τοῖς δάκρυσιν ἔβρεξεν τοὺς πόδας μου καὶ
5ἤλειψεν καὶ κατεφίλει». ιβ. Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». ιγ. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ».
10 ιδ. «Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος· καὶ εἶπεν ὁ κύριος· τίς μου ἥψατο;» καὶ πάλιν· «ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ». ιε. «Ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν ἐπ’ αὐτούς».
15 ιϛ. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀπο‐ κτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». ιζ. «Καὶ ἰδοὺ δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς
ἐν δόξῃ».109 in vol. 2
Haer
.

2

.

110

ιη. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». ιθ. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνή‐ θησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;»
5 κ. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». κα. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». κβ. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχεν δέ «καὶ τῆς
10γῆς», οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». κγ. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκρι‐ θεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ».
15 κδ. Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐ‐ τὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε καὶ δοθή‐ σεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονη‐ ροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;»
20 κε. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. κϛ. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε
τὴν κλῆσιν τοῦ θεοῦ».110 in vol. 2
Haer
.

2

.

111

κζ. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». κη. Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ· ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν
5προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. κθ. «Λέγω τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόν‐ των τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξου‐ σίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσα‐ ρίων δύο πωλοῦνται καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον
10τοῦ θεοῦ». λ. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» «ἐνώ‐ πιον τοῦ θεοῦ» λέγει. λα. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». λβ. «Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκι‐
15κῶν δή. λγ. «Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προσ‐ τεθήσεται ὑμῖν».
λδ. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν.111 in vol. 2
Haer
.

2

.

112

λε. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ». λϛ. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». λζ. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παρα‐
5δώσει σε τῷ πράκτορι». λη. Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δεκαοκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοήσητε» καὶ 〈τὰ
10ἑξῆσ〉 ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον». λθ. «Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς». μ. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰα‐ κὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ»· ἀντὶ δὲ
15τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένουσ»—ἐποίησε δέ «κρατουμένουσ»—«ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». μα. Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι ἔσονται πρῶτοι»
20καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπο‐
λέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέ‐112 in vol. 2
Haer
.

2

.

113

νουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε· εὐλογημένος».
5 μβ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. μγ. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται».
10 μδ. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. με. «Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. μϛ. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσά‐ τωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν».
15 μζ. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». μη. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι»
καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν113 in vol. 2
Haer
.

2

.

114

ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος». μθ. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμε‐ ρῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου».
5 ν. «Εἶπέ τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν. εἷς ἐστιν ἀγαθὸς ὁ θεός»· προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα». να. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα·
10Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέ‐ σωκέν σε». νβ. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαί‐ νομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ
15ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται»· ὅλα ταῦτα παρέκοψε. νγ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ
καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, ὅτι γεγραμμένον ἦν «ὁ114 in vol. 2
Haer
.

2

.

115

οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν». νδ. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐφο‐ βήθησαν».
5 νε. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο‐ μοῦντες;» νϛ. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ
10Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». νζ. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ζώντων». νη. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ
15ἀπόληται». νθ. Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πλη‐ ρωθῇ πάντα τὰ γεγραμμένα». ξ. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς».
20 ξα. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες ἑτοι‐ μάσατε ἵνα φάγωμεν τὸ Πάσχα». ξβ. «Καὶ ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν».
25ξγ. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως
ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ».115 in vol. 2
Haer
.

2

.

116

ξδ. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;» καὶ τὰ ἑξῆς, διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη». ξε. «Ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γό‐
5νατα προσηύχετο». ξϛ. «Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν». ξζ. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. ξη. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέ‐
10γοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;» ξθ. Προσέθετο μετὰ τό «τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας». ο. Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀπο‐ στρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα».
15 οα. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύ‐ ρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». οβ. Παρέκοψε τό «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». ογ. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν». οδ. «Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, καθελὼν τὸ σῶμα ἐνετύλιξε
20σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». οε. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ
τὸν νόμον».116 in vol. 2
Haer
.

2

.

117

οϛ. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ’ ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι». οζ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε
5συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ’ οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ’ οἷς ἐλάλησα ὑμῖν». ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνεῴχθησαν αὐτῶν οἱ ὀφ‐ θαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν».
10 οη. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Ἔτι δὲ καὶ ταῦτα συνάπτομεν κατὰ τοῦ προειρημένου αἱρεσιάρχου ταύτῃ τῇ 〈παρ’〉 ἡμῶν κατ’ αὐτοῦ πεπραγματευμένῃ σχέσει, ἅτινα παρ’ αὐτῷ πάλιν ἐφεύρομεν, ὡς ἐν ἐθελοδοκήσει τῶν τοῦ ἀποστόλου
15Παύλου ἐπιστολῶν, οὐχ ὅλων ἀλλ’ ἐνίων (ὧν ἐν τῷ τέλει τῆς πάσης πραγματείας αἱ ὀνομασίαι ὑφ’ ἡμῶν ἐνετάχθησαν, ὡς παρ’ αὐτῷ τὸ ἀποστολικὸν ἐμφέρεται) καὶ αὐτῶν δὲ ἠκρωτηριασμένων συνήθως τῇ
αὐτοῦ ῥᾳδιουργίᾳ, *, ὡς καὶ ἐν τῷ προταχθέντι ὀνόματι εὐαγγελίῳ117 in vol. 2
Haer
.

2

.

118

λείψανα μὲν τοῦ ἀληθινοῦ εὐαγγελίου *, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ὅμως δὲ τὰ πάντα δεινῶς μηχανευσάμενος ἐνόθευσεν. Τῆς πρὸς Ῥωμαίους, παρ’ αὐτῷ δ, ἐν δὲ τῷ ἀποστολικῷ α. α (κη). «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι
5ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθή‐ σονται». β (κθ). «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν».
10 γ (λ). «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ». δ (λα). «Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». ε (λβ). «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία
15καὶ ἀγαθή». ϛ (λγ). «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». ζ (λδ). «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι».
η (λε). «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκε».118 in vol. 2
Haer
.

2

.

119

Πρὸς Θεσσαλονικεῖς α, 〈παρ’ αὐτῷ ε〉, παρ’ ἡμῖν δὲ η. Πρὸς Θεσσαλονικεῖς β, 〈παρ’ αὐτῷ ϛ〉, παρ’ ἡμῖν δὲ θ. Τῆς πρὸς Ἐφεσίους, 〈παρ’ αὐτῷ〉 ζ, παρ’ ἡμῖν δὲ ε. α (λϛ). «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκρο‐
5βυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ
10ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. β (λζ). «Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ νεκρῶν 〈καὶ〉 ἐπιφαύσει σοὶ ὁ Χριστός». γ (λη). «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ καὶ ἔσονται οἱ δύο εἰς
15σάρκα μίαν» παρὰ τό «τῇ γυναικί». 〈Τῆσ〉 πρὸς Κολασσαεῖς, 〈παρ’ αὐτῷ〉 η, παρ’ ἡμῖν δὲ ζ. α (λθ). «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν
μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων, ὅ ἐστι σκιὰ τῶν μελλόντων».119 in vol. 2
Haer
.

2

.

120

Πρὸς Φιλήμονα, 〈παρ’ αὐτῷ〉 θ, παρ’ ἡμῖν δὲ ιγ ἢ καὶ ιδ. Πρὸς Φιλιππησίους, 〈παρ’ αὐτῷ〉 ι, παρ’ ἡμῖν δὲ ϛ.
〈Τῆσ〉 πρὸς Λαοδικεῖς 〈παρ’ αὐτῷ〉 ια. αμ〉. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ
5πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». Ἀπὸ τῆς πρὸς Γαλάτας, 〈παρ’ αὐτῷ〉 α, παρ’ ἡμῖν δὲ δ. α. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νό‐ μον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς». β. «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς
10ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας». γ. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμημένος ὀφειλέ‐ της ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». 〈δ.〉 Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησε «δολοῖ».
15ε.〉 «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πλη‐ σίον σου ὡς σεαυτόν». 〈ϛ.〉 «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προ‐
20λέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασι‐
λείαν θεοῦ οὐ κληρονομήσουσιν».120 in vol. 2
Haer
.

2

.

121

ζ. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». η. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν». 〈Τῆσ〉 πρὸς Κορινθίους α, παρ’ αὐτῷ δὲ Μαρκίωνι β καὶ παρ’ ἡμῖν β.
5 α (θ). «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». β (ι). «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω». γ (ια). «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». δ (ιβ). «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ παν‐
10ουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». ε (ιγ). «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός». ϛ (ιδ). «Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν».
15 ζ (ιε). Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ» λέγει «ἐν τῷ Μωυσέως νόμῳ». λέγει δὲ πρὸ τούτου· «ἢ καὶ ὁ νόμος ταῦτα
οὐ λέγει;».121 in vol. 2
Haer
.

2

.

122

η (ιϛ). «Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;» θ (ιζ). «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ
5πνευματικὸν ἔπιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν
10καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν», ἕως ὅπου λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν» καὶ τὰ ἑξῆς. ι (ιη). «Τί οὖν φημι; ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν; ἀλλ’ ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ
15Μαρκίων τὸ ἱερόθυτον. ια (ιθ). «Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». ιβ (κ). «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». ιγ (κα). Πεπλανημένως ὁ Μαρκίων 〈μετὰ τό〉 «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι» προσέθετο «διὰ τὸν νόμον».
20ιδ (κβ). «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν
χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον».122 in vol. 2
Haer
.

2

.

123

ιε (κγ). «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέ‐ τραπται αὐταῖς λαλεῖν· ἀλλ’ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». ιϛ (κδ). Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ
5εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανε καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος».
10 Τῆς πρὸς Κορινθίους β, παρ’ αὐτῷ δὲ καὶ παρ’ ἡμῖν γ. α (κε). «Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». β (κϛ). «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύ‐ ριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ
15σκότους φῶς λάμψει». γ (κζ). «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πι‐ στεύομεν, διὸ καὶ λαλοῦμεν». ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον». Αὕτη ἡ νενοθευμένη τοῦ Μαρκίωνος σύνταξις, ἔχουσα μὲν χα‐ ρακτῆρα καὶ τύπον τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, καὶ Παύλου τοῦ
20ἀποστόλου οὐχ ὅλον, οὐ πασῶν τῶν αὐτοῦ ἐπιστολῶν, ἀλλὰ μόνον τῆς πρὸς Ῥωμαίους καὶ τῆς πρὸς Ἐφεσίους καὶ 〈τῆσ〉 πρὸς Κολασ‐ σαεῖς καὶ τῆς πρὸς Λαοδικεῖς καὶ [ἀπὸ] τῆς πρὸς Γαλάτας καὶ τῆς πρὸς Κορινθίους πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Θεσσαλονικεῖς
πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Φιλήμονα καὶ 〈τῆσ〉 πρὸς Φιλιπ‐123 in vol. 2
Haer
.

2

.

124

πησίους· καὶ τῆς πρὸς Τιμόθεον πρώτης καὶ δευτέρας καὶ 〈τῆσ〉 πρὸς Τίτον καὶ τῆς πρὸς Ἑβραίους * τῶν ἐμφερομένων παρ’ αὐτῷ, ὡς οὐ πληρεστάτων οὐσῶν, ἀλλὰ ὡς ἐν παραχαράξει. πανταχόθεν δὲ τὴν αὐτὴν σύνταξιν * ἐρρᾳδιουργημένην καὶ ἔν τισι λέξεσιν ἐπι‐
5ποιήτως προσθήκην ἔχουσαν, οὐκ εἰς ὠφέλειαν, ἀλλὰ εἰς ἥσσονας καὶ ἐπιβλαβεῖς ξενολεξίας κατὰ τῆς ὑγιοῦς πίστεως ἐκ τοῦ αὐτοῦ ἐμβε‐ βροντημένου νοῦ † βοσκήματος. Ταῦτα δὲ ἡμῖν πεπόνηται καὶ πεπολυπραγμόνηται ἐκ τῆς παρ’ αὐτῷ προλελεγμένης γραφῆς, ἀποστόλου τε καὶ τοῦ κατὰ Λουκᾶν
10εὐαγγελίου, 〈ὅπωσ〉 εἰδέναι ἔχοιεν πάντες οἱ πειρώμενοι ἀντιλέγειν τῇ αὐτοῦ πλάνῃ, ὅτι τὰ μὲν παρηλλαγμένα ῥήματα κατὰ ῥᾳδιουργίαν ἐντέτακται, ὅσα δὲ οὐκ ἐμφέρεται ἐν τοῖς οἰκείοις τόποις συληθέντα ὑπάρχει ὑπὸ τῆς αὐτοῦ τόλμης· ταῦτα γὰρ ἐδόκει ὁ κτηνώδης μόνα ἐναντία εἶναι [ἀντιλέγειν] τῇ αὐτοῦ ἐπιπλάστῳ διανοίᾳ.
15 Ἔστιν δὲ τρίτον ἡμῶν τῆς φιλοκαλίας * τὸ συναγαγεῖν ὅσα παρ’ αὐτῷ τε καὶ παρ’ ἡμῖν ηὕρηται συνᾴδοντα καὶ ἔχοντα ἔμφασιν ἐν‐ σάρκου παρουσίας τῆς τοῦ σωτῆρος καὶ μαρτυρίας συμφωνίας τῆς καινῆς πρὸς παλαιὰν διαθήκην καὶ ὁμολογίας τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ ὁμολογοῦντος τὸν θεὸν ποιητὴν οὐρανοῦ τε καὶ γῆς,
20αὐτόν τε λαλήσαντα ἐν νόμῳ καὶ ἐν προφήταις, ἴδιον δὲ τοῦτον εἶναι πατέρα αὐτοῦ. καὶ αὕτη μὲν τῆς προειρημένης ἡμῶν ὑποθέσεως ἡ σχολιοποιηθεῖσα σύντομος ὑπομνηματικὴ ἐξ ἀντιγράφων τοῦ Μαρ‐ κίωνος σύνταξις πρὸς ἔπος ὡς ἐδάφιον ἡμῖν γεγραμμένη. ἵνα δὲ μὴ τὰ ἐν αὐτῇ δυσνόητα παρά τισι σκοτεινῶς ἀγνοούμενα ἐμφέρηται,
25αὖθις πάλιν τοὺς ἀριθμοὺς τῶν ἐπιγραφῶν, πρώτου φημὶ καὶ δευ‐ τέρου καὶ τρίτου κεφαλαίου, καθ’ εἱρμὸν ἐπιλύσω, δι’ ἣν αἰτίαν ἑκάστη λέξις ἀνελέχθη καὶ ἐνταῦθα μετεβλήθη. ἄρξομαι δὲ τοῦ λέ‐
γειν οὕτως·124 in vol. 2
Haer
.

2

.

125

Σχόλιον 〈α〉 ἀπὸ τοῦ εὐαγγελίου τοῦ παρ’ αὐτῷ τῷ Μαρκίωνι. [α.] «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ’ οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς».
5 Ἔλεγχος α. Πῶς ἠδύνατο ὁ κύριος ὁ κατὰ τοῦ νόμου καὶ κατὰ τοῦ θεοῦ τοῦ νόμου ἔχων τὴν αὐτοῦ διδασκαλίαν, ὡς σὺ φῄς, λέγειν τοῖς ὑπ’ αὐτοῦ θεραπευομένοις, φημὶ δὲ τῷ λεπρῷ· «ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ»; «ἱερεῖ» γὰρ λέγων οὐκ ἀθετεῖ τὴν τοῦ νόμου ἱερω‐ σύνην· «καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου» κἄν τε ἀποκόψῃς
10«τὸ δῶρον», φανήσεται ἐκ τοῦ προσένεγκε ὅτι περὶ δώρου λέγει· «περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· εἰ γὰρ τοῦ Μωυσέως τὸ πρόσταγμα συμβουλεύει γενέσθαι, οὐκ ἀθετεῖ οὐδὲ βλασ‐ φημεῖ τὸν θεὸν τοῦ νόμου, ἀλλὰ ὁμολογεῖ καὶ ἑαυτὸν καὶ τὸν αὐ‐ τοῦ πατέρα θεὸν τὸν νόμον τῷ Μωυσῇ δεδωκέναι. διέστρεψας δὲ
15τὸ ῥητόν, ὦ Μαρκίων, ἀντὶ τοῦ εἰπεῖν «εἰς μαρτύριον αὐτοῖς» «μαρ‐ τύριον» λέγων «ὑμῖν». καὶ τοῦτο σαφῶς ἐψεύσω κατὰ τῆς σαυτοῦ κεφαλῆς. εἰ γὰρ μαρτύριον ὑμῖν ἔλεγεν, ἐμμάρτυρον αὐτὸν ἐποίει ὅτι «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». Σχόλιον β. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώ‐
20που ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς». Ἔλεγχος β. Εἰ οὖν υἱὸν ἀνθρώπου ἑαυτὸν καλεῖ, οὐκ ἀρνεῖται τὴν ἐνανθρώπησιν ὁ μονογενὴς καὶ μάτην παρὰ σοὶ ᾄδεται τὸ δοκήσει πεφηνέναι. καὶ εἰ ἔχει ἐξουσίαν ἐπὶ τῆς γῆς, οὐκ ἀλλοτρία ἡ γῆ τῶν αὐτοῦ ποιημάτων καὶ τοῦ αὐτοῦ πατρός.
25 Σχόλιον γ. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαβ‐ βάτου». Ἔλεγχος γ. Δύο εὐθὺς ἐν ταὐτῷ, καὶ υἱὸν ἀνθρώπου καὶ κύριον σαββάτου ἑαυτὸν ὁ σωτὴρ ὁμολογεῖ διδάσκων, ἵνα μὴ τὸ σάββατον ἀλλότριον τῆς αὐτοῦ ποιήσεως * νομίζηται, κἄν τε 〈τὸ〉 ἔσχατον υἱὸς
30ἀνθρώπου ἀπὸ τῆς ἐνσάρκου παρουσίας κληθῇ.125 in vol. 2
Haer
.

2

.

126

Σχόλιον δ. «Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ’ αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». Ἔλεγχος δ. Ἰούδας Ἰσκαριώτης, «ὃς ἐγένετο προδότης». τίνος, λέγε. πάντως τοῦ συλληφθέντος, ναὶ μὴν καὶ ἐσταυρωμένου καὶ
5πολλὰ πεπονθότος. πῶς οὖν συλληφθεὶς σταυροῦται ὁ μὴ ὑπὸ ἁφὴν ὑποπίπτων κατὰ τὸν σὸν λόγον, ὦ Μαρκίων; δόκησιν γὰρ εἶναι λέγεις. ἐλεγχθήσεται δὲ ἡ ὑπόνοιά σου ἀπὸ τοῦ γεγράφθαι Ἰούδαν προδότην. προέδωκε γὰρ καὶ παρέδωκεν εἰς χεῖρας ἀνθρώπων τὸν ἑαυτοῦ δεσπότην. οὐδὲν δέ σε ὤνησε τὸ «κατέβη ἐν αὐτοῖς» λέγειν
10ἀντὶ τοῦ «μετ’ αὐτῶν». οὐ γὰρ δύνασαι φαντασίαν ὁρίζειν τὸν παρὰ σοὶ καὶ ἀκοντὶ ὕστερον ὑπὸ ἁφὴν πίπτοντα δεικνύμενον. Σχόλιον ε. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐ‐ τὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς. Ἔλεγχος ε. Πῶς πάλιν ὁ ὄχλος ἠδύνατο ἅψασθαι τοῦ ἁφὴν μὴ
15ἔχοντος; ποίους δὲ ὀφθαλμοὺς ἐπῆρεν εἰς οὐρανοὺς ὁ ἐκ σαρκὸς μὴ ἡρμοσμένος; ἀλλ’ ἵνα δείξῃ ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρω‐ πος Χριστὸς Ἰησοῦς, ἔχων τὰ ἀμφότερα, ἐξ ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ θεοῦ πατρὸς τὴν ἀόρατον οὐσίαν. Σχόλιον ϛ. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πα‐
20τέρες ὑμῶν». Ἔλεγχος ϛ. Εἰ προφητῶν μέμνηται, οὐκ ἀρνεῖται προφήτας· εἰ ἐκδικεῖ τὸν τῶν προφητῶν φόνον καὶ ὀνειδίζει τοὺς πεφονευκότας τε καὶ διώξαντας, οὐκ ἀλλότριος προφητῶν τυγχάνει, ἀλλὰ θεὸς αὐ‐ τῶν ὑπάρχει, ὁ τὴν σύστασιν αὐτῶν ποιούμενος.
25 Σχόλιον ζ. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ ηὗρον». Ἔλεγχος ζ. Εἰ οὐδὲ ἐν τῷ Ἰσραὴλ τοιαύτην πίστιν εὗρεν ὡς
ἐν τῷ ἀπὸ ἐθνῶν ἐλθόντι ἑκατοντάρχῃ, ἄρα οὐ ψέγει τὴν τοῦ Ἰσραὴλ126 in vol. 2
Haer
.

2

.

127

πίστιν. εἰ γὰρ ἀλλοτρίου θεοῦ ὑπῆρχεν καὶ οὐκ αὐτοῦ [καὶ] τοῦ αὐ‐ τοῦ πατρός, οὐκ ἂν ταύτης ἐποιεῖτο τὸν ἔπαινον. Σχόλιον η. Παρηλλαγμένον τὸ «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην.
5 Ἔλεγχος η. Κἄν τε πρὸς Ἰωάννην ἔχοι, κἄν τε πρὸς αὐτὸν τὸν σωτῆρα, μαχαρίζει τοὺς μὴ σκανδαλιζομένους, ἤτοι ἐν αὐτῷ ἤτοι ἐν Ἰωάννῃ, ἵνα μὴ ἃ μὴ ἀκούωσι παρ’ αὐτοῦ ἑαυτοῖς πλάσσωνται. ἔχει δὲ μείζονα θεωρίαν, δι’ ἣν φύσει εἴρηκεν ὁ σωτήρ· ἵνα μή τις τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν ὑπ’ αὐτοῦ ταχθέντα Ἰωάννην,
10καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα νομίσῃ διὰ τὸ καὶ αὐτὸν ἐκ γυναικὸς γεγεννῆσθαι, ἀσφαλίζεται καὶ λέγει τό «καὶ μακάριος ὃς ἐὰν μὴ σκαν‐ δαλισθῇ ἐν ἐμοί». ὅθεν λέγει «ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων αὐτοῦ ἐστιν». ἦν γὰρ ὁ σωτὴρ τῷ χρόνῳ κατὰ τὴν ἀπὸ σαρκὸς γέννησιν μικρότερος αὐτοῦ ἑξαμηνιαίῳ χρόνῳ, μείζων δὲ ἐν τῇ βασι‐
15λείᾳ, δῆλον ὡς θεὸς αὐτοῦ. οὐδὲν γὰρ ἦλθεν ὁ μονογενὴς ἐν κρυφῇ λαλῆσαι ἢ καταψεύσασθαί τι τοῦ ἰδίου κηρύγματος. φάσκει γὰρ ὅτι «οὐκ ἐν κρυφῇ λελάληκα, ἀλλὰ μετὰ παρρησίας». ἀλήθεια γάρ ἐστιν, ὡς λέγει «ἐγὼ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια». οὐδὲ τοίνυν ἡ ὁδὸς πλάνην ἔχει οὔτε ἡ ἀλήθεια κρύπτουσα ἑαυτὴν λαλεῖ τὸ ψεῦδος.
20 Σχόλιον θ. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου». Ἔλεγχος θ. Εἰ ἐπιγινώσκει ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὸν Ἰωάννην καὶ προγινώσκει, προγινώσκων δὲ ὑποδείκνυσι τοῖς βουλο‐ μένοις εἰδέναι τὴν ἀλήθειαν ὅτι οὗτός ἐστι περὶ οὗ γέγραπται «ἀπο‐
25στέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ἄρα ὁ γράψας καὶ εἰ‐ πών «ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ὁ θεὸς ὁ αἰώνιος, ὁ ἐν τοῖς προφήταις λαλήσας καὶ ἐν νόμῳ, οὐκ ἀλλότριος
ἦν τοῦ ἰδίου υἱοῦ Ἰησοῦ Χριστοῦ. ἀποστέλλει γὰρ αὐτοῦ τὸν ἄγγελον127 in vol. 2
Haer
.

2

.

128

πρὸ προσώπου αὐτοῦ, πρὸ προσώπου υἱοῦ ἐκ πατρὸς τιμωμένου. οὐ γὰρ ἀπέστελλε τὸν αὐτοῦ ἄγγελον ἀλλοτρίῳ ἐξυπηρετησόμενον, ᾧπερ καὶ ἀντίθετος ἦν [αὐτῷ] κατὰ τὸν σοῦ, ὦ Μαρκίων, λόγον. Σχόλιον ι. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατε‐
5κλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας, καὶ ἤλειψεν καὶ κατεφίλει». Ἔλεγχος ι. Τό «εἰσελθών» σῶμα δείκνυσιν· οἶκον γὰρ δείκνυσι καὶ μέτρον σώματος. καὶ τὸ κατακλιθῆναι οὐδενός ἐστιν ἀλλ’ ἢ σῶμα 〈ἔχοντοσ〉 ὀγκηρὸν τὸ κατακείμενον· καὶ τὸ τὴν γυναῖκα βρέξαι τοῖς
10δάκρυσι τοὺς πόδας οὐ φαντασίας πόδας, οὐδὲ δοκήσεως· ἤλειψε γὰρ καὶ ἔβρεξε καὶ κατεφίλει, τῆς ἁφῆς τοῦ σώματος αἰσθανομένη. Σχόλιον ια. Καὶ πάλιν· «αὕτη τοῖς δάκρυσιν ἔβρεξε τοὺς πόδας μου καὶ ἤλειψε καὶ κατεφίλει». Ἔλεγχος ια. Ἵνα μὴ νομίσῃς, ὦ Μαρκίων, μόνον νομίζεσθαι
15παρὰ ἀνθρώποις τὴν ἁμαρτωλὸν γυναῖκα τοὺς πόδας τοῦ σωτῆρος βρέξαι τε καὶ ἀλεῖψαι καὶ καταπεφιληκέναι, αὐτὸς ὁ σωτὴρ ἐπιβεβαιοῖ, οὐ κατὰ δόκησιν ταῦτα γεγενῆσθαι διδάσκων, ἀλλὰ ἐξ ἀληθείας, πρὸς ἔλεγχον τοῦ Φαρισαίου καὶ σοῦ τοῦ Μαρκίωνος καὶ τῶν κατὰ σέ, διισχυριζόμενος καὶ λέγων «αὕτη τοὺς πόδας μου ἤλειψε καὶ κατε‐
20φίλει». πόδας δὲ ποίους ἀλλὰ τοὺς ἐκ σαρκὸς καὶ ὀστέων καὶ τῶν ἄλλων ὑπάρχοντας; Σχόλιον ιβ. Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». Ἔλεγχος ιβ. Κἄν τε ἀνωτέρω παρακόψῃς, ὦ Μαρκίων, τὸ ῥη‐
25τὸν τοῦ εὐαγγελίου, ἵνα ποιήσῃς τὸν εὐαγγελιστὴν μὴ συντιθέμενον τῇ ὑπό τινων ῥηθείσῃ λέξει ὅτι «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου», οὐ δύνασαι ὑπερβαίνειν τὴν ἀλήθειαν. διὰ τί γὰρ μὴ πολλὰς ἐκάλεσε μητέρας; διὰ τί μὴ πολλὰς εἶπε πατρίδας; πόσοι πόσα λέγουσι περὶ Ὁμήρου; ἄλλοι μὲν Αἰγύπτιον φάσκοντες, ἄλλοι δὲ Χῖον, ἄλλοι Κολο‐
30φώνιον, ἄλλοι Φρύγα, ἄλλοι Σμυρναῖον, Μέλητος καὶ Κριθηΐδος·128 in vol. 2
Haer
.

2

.

129

Ἀθηναῖον δὲ αὐτὸν οἱ περὶ Ἀρίσταρχον ἀπεφήναντο· ἄλλοι δὲ Λυδὸν Μαίονος, ἄλλοι δὲ Κύπριον Προποδιάδος περιοικίδος τῆς Σαλαμινίων περιμέτρου, καίτοι γε ἄνθρωπον. διὰ δὲ τὸ ἐν πολλαῖς πατρίσι γεγενῆσθαι πολλοὺς εἰς διάφορον ὑφήγησιν ἐλήλακεν. ὧδε δὲ περὶ
5θεοῦ λέγοντες καὶ Χριστοῦ οὐ πολλὰς ὑπέλαβον μητέρας, ἀλλὰ τὴν μίαν τὴν ὄντως αὐτὸν γεγεννηκυῖαν, καὶ οὐ πολλοὺς ἀδελφούς, ἀλλὰ τοὺς υἱοὺς Ἰωσὴφ ἐκ τῆς ὄντως αὐτοῦ ἄλλης γυναικός· καὶ οὐ δύνα‐ σαι κατὰ τῆς ἀληθείας ὁπλίζεσθαι. καὶ μή σε πλανάτω ὁ λόγος, ὃν εἶπεν ὁ κύριος «τίς μου ἡ μήτηρ καὶ οἱ ἀδελφοί;» οὐ γὰρ ἀρνού‐
10μενος τὴν μητέρα ταῦτ’ ἔφη, ἀλλὰ τὸ ἄκαιρον ἀνατρέπων τοῦ εἰ‐ πόντος, τοσούτου ὄχλου περιεστῶτος καὶ τῆς αὐτοῦ σωτηριώδους διδασκαλίας προχεομένης καὶ αὐτοῦ ἐπὶ τὰς ἰάσεις καὶ τὸ κήρυγμα ἀσχολουμένου· ἀπασχόλησις γὰρ ἐδόκει εἶναι τὸ τὸν εἰπόντα ἐκκόψαι αὐτὸν διὰ τοῦ εἰπεῖν «ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». καὶ εἰ
15μὴ ὅτι διὰ χαρᾶς ἔσχεν (οὐχ ὡς ἀγνοῶν ὅτι ἥκασι πρὸ τοῦ ἀκηκοέναι, ἀλλὰ προγινώσκων ὅτι ἔξω ἑστήκασιν), ἐπεὶ ἂν μετ’ ἐπιτιμίας τὴν ἄκαιρον τοῦ εἰπόντος φωνὴν ἀνέτρεψεν, ὡς καὶ τῷ Πέτρῳ ποτὲ ἔφη «ἀπόστα ἀπ’ ἐμοῦ, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων».
20 Σχόλιον ιγ. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπε‐ τίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ». Ἔλεγχος ιγ. Τίς ὕπνωσεν, λέγε. περὶ τῆς θεότητος οὐ τολμή‐ σεις λέγειν· εἰ δὲ κἂν εἴποις, κατὰ τῆς σαυτοῦ κεφαλῆς, θεήλατε, βλασφημήσεις. παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι ὁ ἐν ἀληθείᾳ ἐνανθρω‐
25πήσας ὕπνου χρῄζων διὰ τὸ σωματικὸν ὕπνωσεν. οἱ γὰρ αὐτὸν διυ‐ πνίσαντες οὐ δόκησιν εἶδον, ἀλλὰ ἐνανθρώπησιν ἀληθινήν. ἀμέλει χερσὶ κινοῦντες καὶ φωνήσαντες μαρτυροῦσιν ὅτι ἤγειραν. «ἀναστὰς γάρ», φησίν, ὁ κοιμηθεὶς θεὸς σαρκοφόρος, ὁ ἀπ’ οὐρανοῦ κατελθὼν καὶ σάρκα δι’ ἡμᾶς ἀμφιασάμενος, «ἠγέρθη» μὲν ὡς ἄνθρωπος, «ἐπε‐
30τίμησε» δὲ ὡς θεὸς τῇ θαλάσσῃ καὶ ἐποίησεν 〈γαλήνην〉.129 in vol. 2
Haer
.

2

.

130

Σχόλιον ιδ. «Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος. καὶ εἶπεν ὁ κύριος, τίς μου ἥψατο;» καὶ πάλιν «ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ».
5 Ἔλεγχος ιδ. «Ἐν τῷ ὑπάγειν αὐτούς», καὶ οὐκ εἶπεν «ἐν τῷ ὑπάγειν αὐτόν», ἵνα μὴ ἑτέρως αὐτὸν σχηματίσῃ παρὰ τὴν τῶν ὁδοι‐ πορούντων ἀκολουθίαν. τὸ δέ «συνέπνιγον αὐτὸν οἱ ὄχλοι», πνεῦμα οὐκ ἠδύναντο συμπνίγειν οἱ ὄχλοι. γυνὴ δὲ ἁψαμένη καὶ ἰαθεῖσα οὐκ ἀέρος ἥψατο, ἀλλὰ ἁφῆς ἀνθρωπείας. ἵνα γὰρ δείξῃ ὅτι οὐχὶ δοκήσει
10μόνον ἡ ἁφὴ τοῦ σώματος αὐτοῦ ὑπὸ τῆς γυναικὸς γεγένηται, διδάσκει λέγων «τίς μου ἥψατο; καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ». Σχόλιον ιε. «Ἀναβλέψας εἰς τοὺς οὐρανοὺς ηὐλόγησεν ἐπ’ αὐ‐ τούς». Ἔλεγχος ιε. Εἰ ἀνέβλεψεν εἰς οὐρανοὺς καὶ ηὐλόγησεν ἐπ’ αὐ‐
15τούς, οὐ δοκήσει εἶχε τῶν τε ὀφθαλμῶν καὶ τῶν ἄλλων μελῶν τὰ σχήματα. Σχόλιον ιϛ. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». Ἔλεγχος ιϛ. Εἰ υἱὸν ἀνθρώπου καὶ παθεῖν καὶ ἀποκτανθῆναι
20* ἑαυτὸν ὁμολογεῖ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, κατὰ σοῦ ἀξίνη ἐστὶν αὕτη ἐκτέμνουσά σου πᾶσαν τὴν ῥίζαν, ὦ ἐξ ἀκανθῶν γεγεννημένε Μαρκίων καὶ νεφέλη ἄνυδρε, δένδρον τε ἄκαρπον καὶ φθινοπωρινόν. καὶ γάρ φησι πάλιν «καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». τί δὲ τὸ ἐγερθέν, ἀλλὰ αὐτὸ τὸ πεπονθὸς καὶ ταφὲν ἐν τῷ μνημείῳ; δόκησις
25δὲ ἢ ἄνεμος ἢ πνεῦμα ἢ φαντασία κηδείαν καὶ ταφὴν οὐκ ἐνεδέχετο καὶ ἀνάστασιν. Σχόλιον ιζ. «Καὶ ἰδού, δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ». Ἔλεγχος ιζ. Τάχα, οἶμαι, διὰ τῶν λόγων τούτων τὸ παρὰ τῷ
30ἁγίῳ Ζαχαρίᾳ δρέπανον κατὰ σοῦ, ὦ Μαρκίων, ἀνατετύπωται ἐκ‐130 in vol. 2
Haer
.

2

.

131

τέμνον σου πᾶσαν τὴν κατὰ νόμου καὶ προφητῶν ἐπινενοημένην ψευδηγορίαν. ἐπειδὴ γὰρ ἔμελλες ἀθετεῖν νόμον καὶ προφήτας, ἀλλο‐ τρίους αὐτοὺς φάσκων τοῦ σωτῆρος καὶ τῆς αὐτοῦ δόξης καὶ τῆς αὐτοῦ ἐνθέου διδασκαλίας, ἀμφοτέρους ἤγαγεν μεθ’ ἑαυτοῦ ἐν τῇ
5ἰδίᾳ αὐτοῦ δόξῃ καὶ ἔδειξε τοῖς μαθηταῖς αὐτοῦ, καὶ οἱ μαθηταὶ ἡμῖν καὶ τῷ κόσμῳ τουτέστιν παντὶ ἀνθρώπῳ βουλομένῳ ζῆν, ἵνα διὰ μὲν τοῦ πρώτου ὡς ἐν ἀξίνῃ σου τέμῃ τὰς ῥίζας, διὰ δὲ τοῦ δευτέρου ὡς διὰ δρεπάνου τοῦ λόγου τῆς ἀληθείας ἐκτέμῃ σου τοὺς κλάδους, τοὺς τὸ κώνειον καὶ θανάσιμον τοῖς ἀνθρώποις ἐκποιοῦντας, γλοιώδη
10ὀπὸν βλασφημίας. εἰ γὰρ ἀλλότριος ἦν Μωυσῆς ὁ ὑπὸ τοῦ Χρι‐ στοῦ πάλαι πιστευθεὶς τὸν νόμον καὶ οἱ προφῆται ἦσαν ἀλλότριοι, οὐκ ἂν αὐτοὺς σὺν αὐτῷ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ ἀπεκάλυπτεν. βλέπε γὰρ τὸ θαῦμα, ὅτι οὐδὲ ἐν τῷ μνήματι τούτους ἔδειξεν οὐδὲ παρὰ τὸν σταυρόν, ἀλλὰ ὅτε τὸ μέρος τῆς αὐτοῦ δόξης ὡς εἰς ἀρραβῶνα
15ἡμῖν ἀπεκάλυπτε, τότε τοὺς ἁγίους, Μωυσέα τέ φημι καὶ Ἠλίαν, ἅμα αὐτῷ ἤγαγεν, ὅπως συγκληρονόμους τῆς αὐτοῦ βασιλείας τοὺς αὐτοὺς ὑποδείξῃ. Σχόλιον ιη. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός».
20 Ἔλεγχος ιη. Παντί τῳ δῆλόν ἐστιν ὅτι ἡ νεφέλη οὐκ ἔστιν ἀνωτάτη οὔτε ὑπὲρ οὐρανὸν ὑπάρχει, ἀλλὰ ἐν τῇ καθ’ ἡμᾶς κτίσει, ὅθεν ἡ φωνὴ πρὸς τὸν σωτῆρα ἠνέχθη. εἰ τοίνυν ὁ πατὴρ καὶ ἐν νεφέλῃ λαλεῖ, ὑποδεικνύων τοῖς μαθηταῖς τὸν αὐτοῦ υἱόν, οὐκ ἄλλος ἐστὶν ὁ δημιουργός, ἀλλὰ ὁ αὐτός, ὁ καὶ διὰ νεφέλης τῷ ἰδίῳ υἱῷ
25μαρτυρήσας καὶ οὐ τῶν ὑπὲρ οὐρανὸν μόνων δεσπόζων, ὡς αὐτὸς φάσκεις. Σχόλιον ιθ. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;»
30 Ἔλεγχος ιθ. Τό «ἕως πότε» ἐνσάρκου παρουσίας χρόνου ἐστὶν σημαντικὸν καὶ τό «ὦ γενεὰ ἄπιστος», ὡς τῶν προφητῶν ἐπὶ τῷ ὀνόματι αὐτοῦ θεοσήμεια ἐργασαμένων καὶ πεπιστευκότων, ὡς ὁ
Ἠλίας εὑρίσκεται ποιῶν καὶ Ἐλισσαῖος καὶ οἱ ἄλλοι.131 in vol. 2
Haer
.

2

.

132

Σχόλιον κ. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». Ἔλεγχος κ. Υἱοῦ ἀνθρώπου καὶ παραδοθησομένου εἰς χεῖρας ἀνθρώπων οὐ δοκήσεως ἡ ἔμφασις οὐδὲ φαντασίας, ἀλλὰ σώματος
5καὶ μελῶν θεωρία. Σχόλιον κα. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε Δαυίδ; εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». Ἔλεγχος κα. Εἰ οἶκον θεοῦ φάσκει τὸν οἶκον τῆς παρὰ Μωυ‐ σέως γενομένης σκηνοπηγίας, οὐκ ἀθετεῖ τὸν νόμον οὐδὲ τὸν θεὸν
10τὸν λαλήσαντα ἐν τῷ νόμῳ. θεὸν γὰρ αὐτὸν φάσκει, ὅς ἐστιν αὐτοῦ πατήρ, * ἢ αὐτὸς ὁ μονογενής. εἴωθεν γὰρ τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἐνεργεῖν ἔν τε νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις καὶ ἐν ἀποστόλοις. Σχόλιον κβ. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχε δέ
15«καὶ τῆς γῆς» οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». Ἔλεγχος κβ. Εὐχαριστεῖ κυρίῳ τοῦ οὐρανοῦ, κἂν περιέλῃς 〈τό〉 »〈καὶ〉 τῆς γῆς» κἄν 〈τε〉 παρακόψῃς τό «πάτερ», ἵνα μὴ πατέρα αὐτοῦ ὑποδείξῃς, Μαρκίων, τὸν Χριστὸν λέγοντα τὸν δημιουργόν. μένει
20γὰρ τῆς ἀληθείας τὰ μέλη ζῶντα. ὥσπερ γὰρ ἐν λειψάνῳ κατὰ λή‐ θην εἴασας, ὦ Μαρκίων, τό «ναί, ὁ πατήρ», *. ἀποδέδεικται τοίνυν ἐξ ἅπαντος τῷ ἰδίῳ πατρὶ εὐχαριστεῖν τὸν Χριστὸν καὶ οὐρανοῦ κύριον αὐτὸν ὀνομάζειν. καὶ πολλή σου φρενοβλάβεια, μὴ κατανοοῦσα τῆς ἀληθείας τὴν ὁδοιπορίαν.
25 Σχόλιον κγ. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ». Ἔλεγχος κγ. Ἀλήθεια ὢν ὁ υἱὸς τοῦ θεοῦ οὐδένα ἐπλάνα τῶν περὶ ζωῆς ἐρωτώντων· διὰ γὰρ τὴν τῶν ἀνθρώπων ζωὴν ἐλήλυθεν.
30ζωῆς τοίνυν ἐπιμελομένου αὐτοῦ καὶ ὑποδεικνύντος τὸν νόμον τῷ
φυλάττοντι [ποιήσαντι] ζωὴν ὑπάρχειν καὶ τῷ κατὰ νόμον ἀποκρι‐132 in vol. 2
Haer
.

2

.

133

θέντι φήσαντος ὀρθῶς λελαληκέναι καὶ «οὕτως ποίει καὶ ζήσῃ», τίς οὕτως ἐμβρόντητος ἂν εἴη ὡς πείθεσθαι μὲν τῷ Μαρκίωνι, βλασφη‐ μοῦντι εἰς τὸν θεὸν τὸν καὶ τὸν νόμον καὶ τὴν χάριν τοῦ εὐαγγελίου τοῖς ἀνθρώποις κεχαρισμένον, αὐτῷ δὲ συναπάγεσθαι τῷ μήτε ἐκ
5νόμου μήτε ἀπὸ πνεύματος ἁγίου ἔχοντί τι τῆς διδασκαλίας. Σχόλιον κδ. Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε, καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν
10ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;» Ἔλεγχος κδ. Ἐλήλεγκται δὲ τοῦ ἀπατηλοῦ ἡ ἐθελοθρῃσκεία τῆς πολιτείας ἀπὸ τούτου τοῦ ῥητοῦ. οὐ γὰρ παρ’ αὐτῷ δι’ ἐγκρά‐ τειαν ἡ πολιτεία οὐδὲ διὰ μισθὸν ἀγαθὸν καὶ ἐλπίδα ἀγῶνος, ἀλλὰ διὰ ἀσέβειαν καὶ κακοτροπίαν κακῆς ὑπονοίας. διδάσκει γὰρ οὗτος
15ἐμψύχων μὴ μεταλαμβάνειν, φάσκων ἐνόχους εἶναι τῇ κρίσει τοὺς τῶν κρεῶν μεταλήπτορας, ὡς ἂν ψυχὰς ἐσθίοντας. ἠλίθιον δέ ἐστι τὸ πᾶν. οὐ γὰρ τὰ κρέα ἡ ψυχὴ ἀλλ’ ἐν τοῖς κρέασιν ἡ ψυχή, καὶ οὔτε ψυχὴν φαμὲν εἶναι τὴν ἐν τοῖς ζῴοις ὡς τὴν τῶν ἀνθρώ‐ πων τιμίαν, ἀλλὰ ψυχὴν εἰς τὸ ζῇν μόνον τὸ ζῷον. νομίζει δὲ ὁ
20ἐλεεινὸς οὗτος ἅμα τοῖς οὕτω φρονοῦσιν ὅτι ἡ αὐτὴ ψυχὴ ἐν τοῖς ἀνθρώποις καὶ ζῴοις ὑπάρχει. τοῦτο γὰρ παρὰ πολλαῖς τῶν πε‐ πλανημένων αἱρέσεων μάτην ὑπολαμβάνεται. καὶ γὰρ καὶ Οὐαλεντῖνος καὶ Κολόρβασος, Γνωστικοί τε πάντες καὶ Μανιχαῖοι καὶ μεταγγισμὸν εἶναι ψυχῶν φάσκουσι καὶ μετενσωματώσεις τῆς ψυχῆς τῶν ἐν ἀγνωσίᾳ
25ἀνθρώπων, ὡς αὐτοί φασιν κατά τινα μυθοποιίαν· ταύτην φασὶν ἐπιστρέφειν καὶ μετενσωματοῦσθαι εἰς ἕκαστον τῶν ζῴων, ἕως ἂν ἐπιγνῷ καὶ οὕτω καθαρθεῖσα καὶ ἀναλυθεῖσα μεταστῇ εἰς τὰ ἐπουράνια. Καὶ πρῶτον μὲν ἐλήλεγκται αὐτοῦ ἡ μάταιος πᾶσα τοῦ μύθου
κατασκευή. τούτων γὰρ τὴν ἀκρίβειαν οὐδεὶς ἄλλος δύναται εἰδέναι133 in vol. 2
Haer
.

2

.

134

ὑπὲρ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐλθόντα διὰ τὸ πρό‐ βατον τὸ πεπλανημένον τουτέστιν διὰ τὰς ψυχὰς τῶν ἀνθρώπων· ὃς τῶν αὐτῶν ἐπιμελόμενος ἐθεράπευσε σωματικῶς καὶ ψυχικῶς, 〈ὡσ〉 σώματός τε καὶ ψυχῆς δεσπόζων καὶ τῆς ἐνταῦθα ζωῆς παρεκ‐
5τικὸς ὢν καὶ τῆς μελλούσης· τοὺς μὲν τελευτήσαντας, φημὶ δὲ Λά‐ ζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου ἀπὸ νεκρῶν ἐγείρας, οὐκ εἰς πονηρὸν αὐτοὺς φέρων, ὡς αὐτοὶ τὸ σῶμα φυλακὴν εἶναι δογματίζουσιν, ἀλλὰ ἀγαθὸν ποιῶν καὶ γινώ‐ σκων ὅτι καὶ ἡ ἐνταῦθα ἐν σαρκὶ παραμονὴ ὑπ’ αὐτοῦ ὥρισται καὶ
10ἡ μέλλουσα σαρκὸς καὶ ψυχῆς ἀνάστασις. καὶ εἰ πάλιν ᾔδει ὅτι μία ψυχή ἐστιν ἡ ἐν ζῴοις καὶ ἐν ἀνθρώποις, ψυχῆς δὲ ἦλθεν ποιήσασθαι τὴν σωτηρίαν, οὐκ ἔδει αὐτόν, ἕνα καθαρίσαντα δαιμο‐ νιῶντα (λέγω δὴ τὸν ἀπὸ τῶν μνημείων ἐξερχόμενον) κελεῦσαι τοῖς δαίμοσιν ἀπελθεῖν καὶ ἀποκτεῖναι δισχιλίους χοίρους, εἰ ἴσαι ἦσαν αἱ
15ψυχαὶ τῶν ἀνθρώπων καὶ τῶν χοίρων. πῶς γὰρ μιᾶς ἐπιμελόμενος δισχιλίων ἐποίει ὄλεθρον; εἰ δὲ πάλιν ὡς ὄφις σκολιεύῃ, μηχανώ‐ μενος καὶ λέγων ὅτι ἔλυσεν αὐτὰς ἀπὸ τῶν σωμάτων, ἵνα ἀνέλθωσιν, ἔδει τὸν Λάζαρον λυθέντα τοῦ σώματος μὴ ἐπιστρέψαι πάλιν εἰς τὸ σῶμα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν δαιμονιῶντα λῦσαι τοῦ δεσμοῦ τοῦ
20σώματος. ἀλλ’ οὐκ ἐποίησεν οὕτως· προενόει δὲ μᾶλλον οὕτω τοῦ σώματος εἰδὼς τὸ συμφέρον. Διέπεσεν ὁ περὶ ψυχῆς σου λόγος, ὦ Μαρκίων, καὶ τῶν ἀπὸ σοῦ καὶ τῶν ἄλλων αἱρέσεων ὁρμωμένων. καὶ περὶ τῆς προσποιητῆς σου πολιτείας αὖθις ἐρῶ, διὰ τὸ λέγειν σε πονηρὸν εἶναι καὶ ἀθέμιτον
25τὸ σαρκῶν μεταλαμβάνειν. ἐλέγχει δέ σε ὁ σωτήρ, πλέον σου ἐπι‐ στάμενος καὶ διδάσκων τὸ κάλλιον ἀπὸ τοῦ τοιούτου ῥητοῦ· λέγει γάρ «τίνα ὁ υἱὸς αἰτήσει ἰχθύν, μὴ ὄφιν αὐτῷ ἐπιδώσει ἢ ἀντὶ ᾠοῦ σκορπίον;» καὶ ὕστερόν φησιν «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε
δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ134 in vol. 2
Haer
.

2

.

135

ὑμῶν ὁ ἐπουράνιος;» εἰ τοίνυν δόματα ἀγαθὰ κέκληκεν ἰχθὺν καὶ ᾠόν, οὐ πονηρὸν τὸ μετὰ εὐχαριστίας ἐκ θεοῦ χαρισθὲν μεταλαμβα‐ νόμενον, καὶ ἐλήλεγκταί σου πανταχόθεν ἡ κακοτροπία. Σχόλιον κε. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν
5γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. Ἔλεγχος κε. Καὶ ἐν αὐτοῖς οἷς δοκεῖς παρακόπτειν οὐ δύνασαι, ὦ Μαρκίων, λαθεῖν τὴν ἀλήθειαν. κἂν ἀφέλῃς γὰρ 〈τὸ〉 περὶ Ἰωνᾶ τοῦ προφήτου, ὃ τὴν οἰκονομίαν σημαίνει τοῦ σωτῆρος, ἀφέλῃς δὲ
10καὶ τὸ περὶ τῆς βασιλίσσης τοῦ νότου καὶ Σαλομῶνος καὶ τῆς Νι‐ νευὴ τὴν σωτηριώδη ὑπόθεσιν καὶ τοῦ Ἰωνᾶ τὸ κήρυγμα, αὐτὸς ὁ προκείμενος λόγος τοῦ σωτῆρός 〈σε〉 ἐλέγχει. λέγει γάρ «ἡ γενεὰ αὕτη σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ», ὡς τῶν πρὸ ταύτης τῆς γενεᾶς καταξιωθεισῶν σημείων παρὰ θεοῦ ἀπ’ οὐρανοῦ·
15ὡς ὁ μὲν Ἠλίας σημεῖον ἐποίει διὰ τοῦ ἀπ’ οὐρανοῦ πυρὸς καταβε‐ βηκότος καὶ λαβόντος τὴν θυσίαν, καὶ Μωυσῆς τέμνει τὴν θάλασσαν καὶ τὴν πέτραν νύσσει καὶ προχέει ὕδωρ καὶ μάννα ἀπ’ οὐρανοῦ φέρει, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἵστησι τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ κατὰ πάντα τρόπον, κἂν κρύψῃ τὰ γεγραμμένα ὁ ἀπατεών, οὐδὲν
20βλάψει τὴν ἀλήθειαν, ἀλλὰ ἑαυτὸν ἀπαλλοτριοῖ τῆς ἀληθείας. Σχόλιον κϛ. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ». Ἔλεγχος κϛ. Πόθεν οὐκ ἐλέγχῃ, πόθεν δὲ 〈οὐ〉 κατὰ σοῦ συν‐ αχθῇ ἡ μαρτυρία; τὰ πρῶτα γὰρ συνᾴδει τοῖς μετέπειτα, ἐλεγχομέ‐
25νης τῆς παρὰ σοῦ ῥᾳδιουργίας. ἐὰν γὰρ εἴπῃ «κατέχετε τὰς παραδό‐ σεις τῶν πρεσβυτέρων ὑμῶν καὶ παρέρχεσθε τὸ ἔλεος καὶ τὴν κρίσιν
τοῦ θεοῦ», μάθε ἀπὸ ποίου χρόνου αἰτιᾶται αὐτοὺς τοῦτο ἐπιτελοῦν‐135 in vol. 2
Haer
.

2

.

136

τας, πότε δὲ ἡ παράδοσις αὐτοῖς γέγονε τῶν πρεσβυτέρων, καὶ εὑρή‐ σεις ὅτι τοῦ μὲν Ἀδδᾶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, τοῦ δὲ Ἀκίβα καὶ πρὸ τῶν Βαβυλωνικῶν αἰχμαλωσιῶν γεγένηται, τῶν δὲ υἱῶν Ἀσαμωναίου ἐν χρόνοις Ἀλεξάνδρου καὶ Ἀντιόχου, πρὸ τῆς
5τοῦ Χριστοῦ ἐνδημίας ἑκατὸν ἐνενήκοντα ἔτεσιν. ἄρα γοῦν καὶ ἔκ‐ τοτε διὰ νόμου ἦν ἡ κρίσις καὶ διὰ προφητῶν τὸ ἔλεος, καὶ παντα‐ χόθεν ἐκπίπτει ὁ ἀγυρτώδης σου λόγος. Σχόλιον κζ. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προ‐ φητῶν, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς».
10 Ἔλεγχος κζ. Εἰ τῶν προφητῶν ποιεῖται τὴν φροντίδα, τοὺς ἀποκτείναντας ὀνειδίζων, οὐκ ἀλλότριοι αὐτοῦ ἦσαν οἱ προφῆται, ἀλλὰ δοῦλοι καὶ ὑπ’ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος προαποσταλέντες προετοιμασταὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, οἳ καὶ ἐμαρτύρησαν τῇ καινῇ διαθήκῃ· Μωυσῆς μὲν λέγων «προφήτην
15ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ», καὶ πρὸ αὐτοῦ Ἰακὼβ λέγων «ἐκ βλαστοῦ υἱέ μου Ἰούδα ἀνέβης, ἀνα‐ πεσὼν ἐκοιμήθης· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» καὶ μετ’ ὀλίγα «ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα, καὶ αὐτὸς προσδοκία ἐθνῶν, καὶ ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν», Ἠσαΐας δέ «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει»,
20Ἰερεμίας δέ «καὶ ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;», Μιχαίας «καὶ σὺ Βηθλεέμ» καὶ μεθ’ ἕτερα «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος» καὶ τὰ ἑξῆς, ὁ δὲ Μαλαχίας «ἐξαίφνης εἰς τὸν ναὸν ἥξει κύριος», ὁ δὲ Δαυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ τὰ ἑξῆς. καὶ πολλὰ ἔστιν λέγειν, καὶ αὐτοῦ λέγοντος τοῦ σωτῆρος
25«εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν καὶ ἐμοί. ἐκεῖνος γὰρ περὶ ἐμοῦ
ἔγραψεν».136 in vol. 2
Haer
.

2

.

137

Σχόλιον κη. Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ, ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. Ἔλεγχος κη. Καὶ ἐν τούτῳ σοι πολλὴ αἰσχύνη, ὦ Μαρκίων,
5τοῦ χαρακτῆρος τῆς ἀληθείας σῳζομένου καὶ τῆς παρεκτομῆς τῶν κλεμμάτων σου εὑρισκομένης ἀπὸ τοῦ ἀντιγράφου τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, τῶν τόπων εὑρισκομένων καὶ τῶν παρὰ σοῦ ἀφαιρεθέν‐ των ἐλεγχομένων. Σχόλιον κθ. «Λέγω τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν
10ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπι‐ λελησμένον ἐνώπιον τοῦ θεοῦ;» Ἔλεγχος κθ. Τό «λέγω [ἐγὼ] τοῖς φίλοις μου, μὴ φοβηθῆτε
15ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν ἔχοντα ἐξουσίαν τοῦ μετὰ τὸ ἀποκτεῖναι τὸ σῶμα τὴν ψυχὴν βαλεῖν εἰς γέενναν» ἀναγκάζει σε, ὦ Μαρκίων, καὶ τὰ ἑξῆς τῆς παραβολῆς ὁμολογῆσαι. ἄνευ γὰρ τοῦ θεοῦ οὐδὲν γίνεται, κἂν ἀπάρῃς τὸ περὶ τῶν στρου‐ θίων. ἀπολόγησαι οὖν περὶ τῶν ἐν τῷ ῥητῷ καταλειφθέντων
20ὑπὸ σοῦ, ὦ Μαρκίων, καὶ ἀπόκριναι ἡμῖν τί διανοῇ περὶ τοῦ ἐξουσίαν ἔχοντος. εἰ γὰρ φαίης αὐτὸν εἶναι τὸν πατέρα τοῦ Χριστοῦ, τὸν παρὰ σοὶ ἀγαθὸν λεγόμενον θεόν, εἰ καὶ κακῶς διαιρεῖς, ὅμως, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν, δέδωκας αὐτὸν κριτὴν ὄντα καὶ ἑκάστῳ νέμοντα τὸ κατ’ ἀξίαν. εἰ δὲ οὐ τοῦτον λέγεις, ἀλλὰ τὸν δημιουργὸν τὸν
25παρὰ σοὶ φύσει κριτὴν ᾀδόμενον, λέγε μοι τίς τούτῳ δέδωκε τὴν137 in vol. 2
Haer
.

2

.

138

ἐξουσίαν; εἰ γὰρ ἀφ’ ἑαυτοῦ ἔχει, ἄρα μέγας ἐστὶ καὶ ἐξουσίαν ἔχει· εἰ δὲ τοῦ κρίνειν ἐξουσίαν ἔχει, καὶ τοῦ σῴζειν. ὁ γὰρ δυνάμενος κρίνειν δύναται καὶ ἀπολύειν. καὶ ἄλλως· εἰ τοῦ κριτοῦ βάλλον‐ τος τὰς ψυχὰς εἰς γέενναν ὁ θεὸς ὁ ἀγαθὸς οὐ ῥύεται αὐτάς, ὁ παν‐
5ταχόθεν τῶν αὐτῶν ἐπιμελόμενος ψυχῶν, πῶς ἂν εἴη ἀγαθός; ἢ γὰρ ὅτι ἰσχυρότερος αὐτοῦ ἐστι καὶ οὐ δύναται ἐκ χειρὸς αὐτοῦ ῥύεσθαι, ἢ ὅτι δύναται μέν, οὐ βούλεται δέ· καὶ ποῦ ἡ ἀγαθότης; εἰ δέ, ἐπειδὴ αὐτὸς ἔκτισεν, ἐξουσίαν ἔχει καὶ κρίνειν, πῶς ὁ ἄνω θεὸς ὁ ὑπὸ σοῦ μυθευόμενος τινὰς μερικῶς σῴζει; εἰ μὲν γὰρ ἀπὸ τῶν ἀλλοτρίων
10λαμβάνων σῴζει, πλεονεκτεῖ ἀλλοτρίων ἐρῶν· εἰ δὲ οὐ φάσκεις πλεο‐ νεξίαν εἶναι διὰ τὸ εἰς ἀγαθὸν τὸ ἔργον γίνεσθαι καὶ σωτήριον, προσωπολήπτην αὐτὸν ποιεῖς, μὴ τὸ ἀγαθὸν ἴσως πᾶσιν, ἀλλὰ μερικῶς ποιοῦντα. Σχόλιον λ. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ
15θεοῦ» «ἐνώπιον τοῦ θεοῦ» λέγει. Ἔλεγχος λ. Πανταχόθεν ἐλέγχεται μὴ κατὰ θεὸν πορευόμενος, κἄν τε ἐν βραχυτάτῳ λόγῳ παραλλάξῃ τὴν ἀλήθειαν. ὁ τολμῶν γάρ τι παραλλάσσειν τῶν γεγραμμένων ἀπ’ ἀρχῆς οὐκ ἐν ὁδῷ ἀλη‐ θείας ἵσταται.
20 Σχόλιον λα. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». Ἔλεγχος λα. Εἰ καὶ μὴ ἐᾷς τὰ γεγραμμένα, ὡς εἶχεν ὑπὸ τοῦ σωτῆρος εἰρημένα, ἀλλ’ οὖν γε σῴζονται οἱ τόποι ἐν τῷ εὐαγγε‐ λίῳ τῆς ἁγίας ἐκκλησίας, κἂν ἀρνήσῃ σὺ τὸν θεὸν τὸν πάντα πε‐ ποιηκότα καὶ πάντων ἐπιμελόμενον τῷ λόγῳ αὐτοῦ ἄχρι καὶ τοῦ
25χόρτου καὶ ὑπὸ τοῦ σωτῆρος ὁμολογούμενον. Σχόλιον λβ. «Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκικῶν δή. Ἔλεγχος λβ. Οἶδεν ὁ πατὴρ ὅτι χρῄζουσιν οἱ μαθηταὶ τῶν σαρ‐ κικῶν χρειῶν καὶ προνοεῖ τῶν τοιούτων. προνοεῖ δὲ οὐκ ἐν ἄλλῳ
30αἰῶνι ἀλλ’ ἐνταῦθα, οὐκ ἐν τοῖς ἀλλοτρίοις τὴν πρόνοιαν τῶν ἑαυ‐
τοῦ δούλων ποιούμενος ἀλλὰ ἐν τοῖς ὑπ’ αὐτοῦ ἐκτισμένοις.138 in vol. 2
Haer
.

2

.

139

Σχόλιον λγ. «Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». Ἔλεγχος λγ. Εἰ τῶν ἄλλου τρεφόμεθα καὶ ἄλλος θεὸς τῆς βα‐ σιλείας τῶν οὐρανῶν ὑπάρχει, πῶς ἔτι ὁ λόγος συμφωνήσει; ἢ γὰρ
5αὐτοῦ ἐστι τὰ ἐνταῦθα καὶ αὐτοῦ ἐστιν ἡ βασιλεία· διὸ προστίθησι πάντα τὰ ἐνταῦθα, ὄντα αὐτοῦ, διὰ τὸν κάματον τοῦ πόθου τῆς αὐτοῦ βασιλείας· ἢ αὐτοῦ μὲν ἡ βασιλεία καὶ ὁ ἐκεῖ αἰών, τοῦ δὲ δημιουργοῦ τὰ ἐνταῦθα, καὶ συνευδοκεῖ ὁ δημιουργὸς τῇ τοῦ ἄνω βασιλείᾳ, ἀντιλαμβανόμενος τῶν τὴν δικαιοσύνην τοῦ ἄνω καὶ βασι‐
10λείαν ζητούντων. μιᾶς δὲ οὔσης εὐδοκίας καὶ οὐχὶ διαφερομένης οὐκέτι δύο ἀρχαὶ ἢ τρεῖς· τῷ γὰρ ὄντι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα ποιήσας, ποιήσας δὲ καλῶς καὶ οὐκ ἐναντίως. ἡμῶν δέ ἐστι τὸ ἁμαρ‐ τάνειν καὶ σφάλλεσθαι ἐν τῷ θέλειν καὶ ἐν τῷ μὴ θέλειν. Σχόλιον λδ. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν.
15 Ἔλεγχος λδ. Καὶ ἐν τούτῳ οὐδὲν ἡμᾶς ἀδικήσεις, ἀλλὰ ἔτι ἐπι‐ βεβαιώσεις. τὸν γὰρ αὐτοῦ πατέρα προνοεῖν τῶν ἐνταῦθα ὡμολόγη‐ σας τὸν σωτῆρα εἰρηκέναι. Σχόλιον λε. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ».
20 Ἔλεγχος λε. Ἐλήλεγκται ὁ κτηνώδης μεταστρέψας τοὺς θείους λόγους ἀνοήτως πρὸς τὴν ἑαυτοῦ ὑπόνοιαν. οὐ γὰρ ἡμεριναὶ γίνον‐ ται φυλακαὶ ἀλλὰ νυκτεριναί, ἀπὸ ἑσπέρας εἰς τὴν πρώτην τὴν προκοπὴν [φυλακὴν] τῆς ἐπεκτάσεως ἔχουσαι καὶ οὐκ ἀπὸ τῆς ἕω εἰς τὴν ἑσπέ‐ ραν, ὡς οὗτος ἁλίσκεται ῥᾳδιουργήσας.
25 Σχόλιον λϛ. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». Ἔλεγχος λϛ. Τίς ὁ διχοτομῶν τὸν δοῦλον; λέγε. εἰ μὲν ὁ δη‐ μιουργὸς καὶ κριτὴς παρὰ σοῦ λεγόμενος θεός ἐστιν ὁ τοῦτο μέλλων πράσσειν, ἄρα αὐτοῦ εἰσιν οἱ πιστοί· ἐπιτιμῶν γὰρ τῷ μὴ καλῶς
30πράττοντι δούλῳ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τίθησιν. εἰ δὲ
ὁ πατὴρ τοῦ Χριστοῦ ἐστιν ἢ αὐτὸς ὁ Χριστὸς ὁ μέλλων τοῦτο ἐπι‐139 in vol. 2
Haer
.

2

.

140

τελεῖν, σαφῶς τὴν μαρτυρίαν παρὰ σαυτῷ φυλάττεις κατὰ σοῦ οὖσαν. ὁμολογῶν γὰρ ἢ Χριστὸν ἢ τὸν αὐτοῦ πατέρα τοῦτο πράττειν μέλ‐ λοντα ἀναμφιβόλως ὡμολόγησας τὸν αὐτὸν κριτὴν τὸν αὐτὸν ἀγαθὸν καὶ ἕνα ὄντα 〈τὸν〉 τῶν ὧδε καὶ τῶν ἐκεῖ προνοούμενον.
5 Σχόλιον λζ. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι». Ἔλεγχος λζ. Κριτὴν λέγεις τὸν δημιουργόν, πράκτορα δὲ ἕκα‐ στον τῶν αὐτοῦ ἀγγέλων, μέλλοντας ἀπαιτεῖν τοὺς ἁμαρτωλοὺς τὰ πεπραγμένα. ποῖα δὲ ἀλλ’ ἢ τὰ σφάλματα καὶ ἁμαρτήματα, ἃ καὶ ὁ
10Ἰησοῦς βδελύσσεται, ἃ καὶ σὺ ἀπαγορεύειν λέγεις; εἰ τοίνυν ἃ ὁ ἀγα‐ θὸς θεὸς βδελύσσεται, καὶ ὁ κριτὴς καὶ δημιουργὸς τὰ αὐτὰ βδελύσ‐ σεται, εἷς ἐστι καὶ ὁ αὐτὸς ἀπὸ τοῦ ἔργου δεικνύμενος καὶ τῆς μιᾶς εὐδοκίας. Σχόλιον λη. Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγ‐
15γέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δέκα καὶ ὀκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοή‐ σητε» καὶ 〈τὰ ἑξῆσ〉 ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον».
20 Ἔλεγχος λη. Τούτων πάντων ἐποιήσατο τὴν ἀφαίρεσιν ὁ συλη‐ τής, κρύψας ἀφ’ ἑαυτοῦ τὴν ἀλήθειαν, διὰ τὸ τὸν κύριον συμπεφω‐ νηκέναι τῷ καλῶς δικάσαντι τοὺς τοιούτους Πιλάτῳ καὶ ὅτι καλῶς οἱ ἐν τῷ Σιλωὰμ ἀπέθανον ἁμαρτωλοὶ ὄντες καὶ ὑπὸ θεοῦ οὕτως τιμωρηθέντες. ὅταν δὲ ῥᾳδιουργήσωσίν τινες βασιλικὰ προστάγματα,
25ἀπὸ τῶν ἀρχείων τὰ ἀντίγραφα προφερόμενα ἠσφαλισμένως ἔχοντα ἐλέγχει τοὺς ἄφρονας. οὕτως καὶ ἀπὸ τοῦ βασιλικοῦ οἴκου τουτέστιν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας προφερόμενον τὸ εὐαγγέλιον ἐλέγχει τοὺς ἀφανιστὰς τῶν καλῶν ἐνδυμάτων μύας. Σχόλιον λθ. «Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σα‐
30τανᾶς». Ἔλεγχος λθ. Εἰ τῆς θυγατρὸς τοῦ Ἀβραὰμ ἐπιμελεῖται ἐλθὼν
ὁ κύριος, οὐκ ἀλλότριος αὐτοῦ ἐστιν ὁ Ἀβραάμ. ὁμολογεῖ γὰρ140 in vol. 2
Haer
.

2

.

141

αὐτὸν αὐτῷ εὐηρεστηκέναι, οἶκτον εἰς τὴν αὐτοῦ θυγατέρα ἐνδει‐ κνύμενος. Σχόλιον μ. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ
5θεοῦ». ἀντὶ δὲ τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένουσ»—ἐποίησε δέ «κρατου‐ μένουσ»—«ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν‐ των». Ἔλεγχος μ. Πῶς τὰ ἴχνη τῆς ἀληθείας φαίνεται. οὐ γάρ τις
10ὁδὸν δύναται ἀποκρύψαι. πλανῆσαι μὲν γὰρ ἀνθρώπους δύναται ἐξ αὐτῆς καὶ ἀποκρύψαι αὐτὴν ἀπὸ τῶν ἀγνοούντων, ἀπὸ δὲ τῶν ἐν πείρᾳ αὐτῆς γεγονότων ἀδύνατον. οὐ γὰρ δύναται τὴν γῆν, ἔνθα ἦν ἡ ὁδός, ἀφανίσαι. κἄν τε αὐτὴν ἀμαυρώσῃ, τοῦ δὲ τόπου παραμέ‐ νοντος τῆς ὁδοῦ ὑπὸ τῶν γινωσκόντων ἐλέγχεται ὁ τὴν ὁδὸν ῥᾳ‐
15διουργήσας. ὅρα δὴ τὰ ἴχνη τῆς ἀκολουθίας. τὸν γὰρ λόγον τοῦ‐ τον πρὸς τίνα ἔλεγεν ἀλλ’ ἢ πρὸς τοὺς Ἰουδαίους; καὶ εἰ πρὸς τοὺς Ἰουδαίους, ἤδη ἔδειξεν αὐτοὺς ἔνδον καὶ ἐκβαλλομένους ἀπὸ τῶν δικαίων. τίνες δ’ ἂν εἶεν 〈οὗτοι〉 ἀλλ’ ἢ οἱ αὐτῶν πατέρες, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται; οὐ γὰρ εἶπεν «ὄψεσθε δικαίους
20εἰσερχομένους καὶ ὑμᾶς μὴ εἰσερχομένους», ἀλλά «ὄψεσθε τοὺς δικαίους ἐν τῇ βασιλείᾳ, ὑμᾶς δὲ ἐκβαλλομένους». καὶ περὶ μὲν τοῦ «ἐκβαλλο‐ μένους» μελλητικῶς ἀπεφήνατο, τοὺς δὲ δικαίους ἤδη ὄντας ἀπέδειξεν οὐκ ἀλλοτρίους τούτων κατὰ τὴν σάρκα οὐδὲ κατὰ τὴν κλῆσιν, ἀλλὰ μετὰ τούτων κληθέντας, ἤδη δὲ δεδικαιωμένους πρὸ
25τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. εἰ δὲ καὶ ἔξω μένοντας *, ὡς τῶν πατέρων ἔσω ὄντων· πόθεν δὲ βρυγμὸς ὀδόντων γίνεται ἐν τῇ κρίσει, ὦ ἠλίθιε, ἐὰν μὴ ἀνάστασις σωμάτων γένηται; Σχόλιον μα. Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι
30ἔσονται πρῶτοι» καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε141 in vol. 2
Haer
.

2

.

142

καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευ‐ θέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερου‐ σαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπε‐
5σταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε, εὐλογημένος». Ἔλεγχος μα. Ὅρα τὴν τοσαύτην τόλμαν· πόσην ποιεῖται ἀφαί‐ ρεσιν τοῦ εὐαγγελίου; ὡς εἴ τις λάβῃ ζῷον καὶ ἐκτέμῃ αὐτοῦ τὸ
10ἥμισυ τοῦ σώματος καὶ ἐν τῷ ἡμίσει τοὺς ἀγνοοῦντας πειράσεται πείθειν, τοιοῦτο εἶναι τὸ ζῷον λέγων καὶ μηδὲν ἀπ’ αὐτοῦ ἀφαι‐ ρεῖσθαι. Σχόλιον μβ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανή‐
15σαντος καὶ τοῦ ἄλλου. Ἔλεγχος μβ. Οὐδὲν διοίσει τὸ ἀκόλουθον τῆς ῥᾳδιουργίας ἀπὸ τῶν πρότερον ἑαυτῷ τετολμημένων· ἑαυτῷ δὲ τὸ ἐπιζήμιον ἐπάγε‐ ται, μενούσης τῆς κατὰ θεὸν ἀληθείας. Σχόλιον μγ. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς
20εἰς αὐτὴν βιάζεται». Ἔλεγχος μγ. Εἰ νόμον τάσσει καὶ προφήτας ἀποκαλεῖ καὶ οὐκ ἀνομίαν δηλοῖ τὸν νόμον οὐδὲ ψευδοπροφήτας φάσκει τοὺς προφή‐ τας, σαφῶς ὁμολογεῖται μεμαρτυρηκέναι τὸν σωτῆρα τοῖς προφήταις καὶ δέδεικται ὡς περὶ αὐτοῦ προεφήτευσαν.
25 Σχόλιον μδ. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἔλεγχος μδ. Ἰδού, καὶ ἐν ζῶσι καὶ μακαριζομένοις καὶ ἐν κλη‐ ρονομίᾳ ἀναπαύσεως ὁ Ἀβραὰμ ὑπὸ τοῦ κυρίου ἐγκατελέχθη καὶ Λά‐ ζαρος ἐν κόλποις αὐτοῦ κατηξίωται. μηκέτι τοίνυν, Μαρκίων, τὸν
30Ἀβραὰμ βλασφήμει, τὸν ἐπιγνόντα τὸν ἑαυτοῦ δεσπότην καὶ εἰπόντα
αὐτῷ «κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν». ἰδοὺ γὰρ ὑπ’ αὐτοῦ τοῦ142 in vol. 2
Haer
.

2

.

143

κυρίου ἐμαρτυρήθη εἶναι δίκαιος καὶ οὐκ ἀλλότριος τῆς παρὰ τοῦ σωτῆρος ἐπαινουμένης ζωῆς. Σχόλιον με. «Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. Ἔλεγχος με. Εἰ παρακαλεῖται Λάζαρος ἐν κόλποις Ἀβραάμ, οὐκ
5ἐκτὸς τῆς παρακλήσεως τῆς ζωῆς ὑπάρχει ὁ Ἀβραάμ. Σχόλιον μϛ. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφή‐ τας, ἀκουσάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν». Ἔλεγχος μϛ. Οὐχ ὡς ἔτι ἐν τῷ κόσμῳ ὢν καὶ ὡς ἠπατημένος
10Ἀβραὰμ μαρτυρεῖ τῷ νόμῳ Μωυσέως καὶ τοῖς προφήταις οὐδὲ ὡς οὐκ εἰδὼς τὰ ἐκ τούτων ἀποβησόμενα, ἀλλὰ μετὰ τὸ ἐν πείρᾳ γενέ‐ σθαι τῆς ἐκεῖ ἀναπαύσεως. μετὰ γὰρ τελευτὴν μαρτυρεῖται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ παραβολῇ τοῖς τοῦ νόμου δόγμασι καὶ προφητῶν τὴν σωτηρίαν κτησάμενος καὶ ταῦτα πρὸ τοῦ νόμου πράξας. ὁμοίως
15δὲ καὶ τοὺς μετὰ ταῦτα τὸν νόμον φυλάξαντας καὶ προφήταις ὑπα‐ κούσαντας εἰς τὸν κόλπον αὐτοῦ εἶναι καὶ εἰς τὴν ζωὴν μετ’ αὐτοῦ ἀπιέναι· ὧν εἷς ἦν Λάζαρος, ὁ διὰ νόμου καὶ προφητῶν καταξιωθεὶς ζωτικοῦ κόλπου τῆς τοῦ Ἀβραὰμ μακαριότητος. Σχόλιον μζ. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ
20ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». Ἔλεγχος μζ. Καὶ τὸ ἀσφαλὲς τῆς τοῦ κυρίου διδασκαλίας οὐ παραδέχεται. ἐπασφαλιζόμενος γὰρ τοὺς ἑαυτοῦ μαθητάς, ἵνα μὴ διὰ τῆς ὑπερηφανίας ἀπολέσωσι τὸν μισθὸν τοῦ ἔργου, ταπεινοφρο‐ νεῖν ἐνουθέτει. οὗτος δὲ οὐ παραδέχεται· τύφῳ γὰρ κατὰ πάντα
25ἐπήρθη καὶ οὐκ ἀληθείᾳ. Σχόλιον μη. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι» καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ
30Νεεμὰν ὁ Σύρος».143 in vol. 2
Haer
.

2

.

144

Ἔλεγχος μη. Καὶ ἐνταῦθα προφήτην τὸν Ἐλισσαῖον καλεῖ ὁ κύριος καὶ ἑαυτὸν πληροῦντα τὰ ἰσοτύπως παρ’ ἐκείνου προγεγενη‐ μένα, ἵνα ἐλέγξῃ Μαρκίωνα καὶ πάντας τοὺς ἀθετοῦντας θεοῦ προ‐ φήτας.
5 Σχόλιον μθ. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου». Ἔλεγχος μθ. Εἰ ἡμέρας ἀριθμεῖ καὶ χρόνον σημαίνει καὶ υἱὸν ἀνθρώπου λέγει ἑαυτόν, ἄρα καὶ μέτρον ἡλικίας ὑπέδειξε καὶ ἡμερῶν τοῦ κηρύγματος † ὑπόδειγμα. οὐκ ἄσαρκος οὖν ὁ Λόγος, ἀλλ’ ἐν σώ‐
10ματι ἡ εὐδοκία. Σχόλιον ν. «Εἶπέν τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιή‐ σας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν· εἷς ἐστιν ἀγαθὸς ὁ θεός». προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα».
15 Ἔλεγχος ν. Ἵνα μὴ δείξῃ τὰς ἐντολὰς ἤδη προγεγραμμένας, λέγει «τὰς ἐντολὰς οἶδα». τὸ δὲ ὅλον κεφάλαιον φανερὸν ὑπάρχει ἀπὸ τῆς ἀκολουθίας. καὶ εἰ πατέρα ἀγαθὸν φάσκει καὶ θεὸν ὀνο‐ μάζει, καλῶς ἀπὸ τοῦ νόμου τοῦ πατρὸς αὐτοῦ διδάσκει τὸν βουλό‐ μενον τὴν ζωὴν κληρονομῆσαι καὶ οὐκ ἀθετεῖ οὐδὲ ἀπωθεῖται, ἀλλὰ
20μᾶλλον ἐπιμαρτυρεῖ τοὺς ἐν νόμῳ πολιτευσαμένους ζωὴν αἰώνιον κεκληρονομηκέναι, Μωυσέα τε καὶ τοὺς ἄλλους προφήτας. Σχόλιον να. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε».
25 Ἔλεγχος να. Ἐν πίστει οὐκ ἔνι ψεῦδος· εἰ γὰρ ψεύδεται, οὐ πίστις. λέγει γοῦν· υἱὲ Δαυίδ, καὶ ἐπαινεῖται καὶ κομίζεται τὸ αἴτημα ὁ τὸ ὄνομα ὁμολογήσας καὶ οὐκ ἐπετιμήθη ὡς ψεύστης, ἀλλὰ ὡς πι‐ στὸς ἐμακαρίσθη. οὐκ ἄρα ἄσαρκος ὁ διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόμα‐ τος χαρισάμενος τῷ τυφλῷ τὸ βλέπειν. ἀληθινῶς γὰρ ἦν καὶ οὐ
30δοκήσει, ἐκ τοῦ σπέρματος Δαυὶδ κατὰ σάρκα ἀπὸ Μαρίας τῆς ἁγίας
παρθένου καὶ διὰ πνεύματος ἁγίου γεγεννημένος.144 in vol. 2
Haer
.

2

.

145

Σχόλιον νβ. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμ‐ μένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». ὅλα ταῦτα
5παρέκοψεν. Ἔλεγχος νβ. Ἵνα ἐν μηδενὶ ὀρθοποδήσῃ, μὴ ὀρθοποδῶν δὲ ἐλέγχηται ῥᾳδιουργῶν κατὰ πάντα τρόπον. ἔκρυψε γὰρ τὰ ῥητά, ἵνα δῆθεν τὰ περὶ τοῦ πάθους ἀρνήσηται. ὕστερον δὲ ὁμολογοῦντι αὐ‐ τὸν ἐσταυρῶσθαι εἰς μάταιον αὐτῷ ὁ πόνος τῆς ῥᾳδιουργίας ἔσται.
10 Σχόλιον νγ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, διότι γεγραμμένον ἦν «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπή‐ λαιον λῃστῶν». Ἔλεγχος νγ. Τὸν ἔλεγχον ἑαυτῆς ἡ κακία οὐχ ὁρᾷ, τυφλώττει
15γάρ. οἴεται δὲ δύνασθαι ἀποκρύπτειν τὴν τῆς ἀληθείας ὁδόν, ὅπερ ἐστὶν ἀδύνατον. εὐθὺς γὰρ ἀνεπήδησε, παραλιπὼν ὅλα τὰ κεφά‐ λαια τὰ προειρημένα διὰ τὸν μαρτυρηθέντα τόπον τοῦ ναοῦ ὄντα αὐτοῦ ἴδιον καὶ εἰς ὄνομα αὐτοῦ ᾠκοδομημένον καὶ ἀπὸ τῆς Ἱεριχὼ καταλιπὼν πᾶσαν τὴν ἀκολουθίαν τῆς ὁδοιπορίας, πῶς τε ἦλθεν εἰς
20Βηθφαγή· φύσει γὰρ λεωφόρος ἦν παλαιά, ἄγουσα εἰς Ἱερουσαλὴμ διὰ τοῦ ὄρους τῶν ἐλαιῶν, οὐκ ἄγνωστος οὖσα τοῖς καὶ τὸν τό‐ πον ἱστοροῦσιν. ἵνα δὲ ἐλεγχθῇ ἀπὸ τοῦ ἰδίου στόματος, φησίν «ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ ἐν τῷ ἱερῷ, ἐζήτη‐ σαν ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν», ὡς ἔχει τὸ
25μετὰ τοῦτο κεφάλαιον νδ. πῶς οὖν ἀπὸ Ἱεριχὼ ἐγένετο ἐν τῷ ἱερῷ, ἀπὸ τῆς αὐτῆς ὁδοιπορίας γνωσθήσεται καὶ τοῦ τῆς ὁδοῦ διαστή‐ ματος· ἀλλὰ ἵνα ὀφθῇ ὁ ῥᾳδιουργὸς παρακρύψας τὰ ἐν τῇ ὁδῷ γενόμενα καὶ ἐν τῷ ἱερῷ ῥηθέντα ὑπ’ αὐτοῦ τοῦ σωτῆρος πρὸ τού‐ του τοῦ λόγου, λέγω δὴ 〈τό〉 «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται»
30καὶ τὰ ἑξῆς ὡς ἔχει ἡ προφητεία. Σχόλιον νδ. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας
καὶ ἐφοβήθησαν».145 in vol. 2
Haer
.

2

.

146

Ἔλεγχος νδ. Ἐθεωρήθη καὶ ἡρμηνεύθη ἐν τῷ πρὸ τούτου ἐλέγχῳ σὺν τῇ φράσει μετ’ ἐπιτομῆς τῆς προσηκούσης. Σχόλιον νε. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκ‐ δεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν
5οἱ οἰκοδομοῦντες;» Ἔλεγχος νε. Οὐδὲν ἡμᾶς ἀδικήσει τοῦτο. κἄν τε γὰρ αὐτὸ περικόψῃ, οὐκ ἀφ’ ἡμῶν ἀπέκοψεν, ἀλλὰ ἑαυτὸν καὶ τοὺς αὐτοῦ ἐζη‐ μίωσεν· ἱκανὸς γὰρ ὁ κατ’ αὐτοῦ ἔλεγχός ἐστι διὰ πλειόνων μαρ‐ τυριῶν.
10 Σχόλιον νϛ. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροί, Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». Ἔλεγχος νϛ. Θαυμάσαι ἔστιν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ματαιόφρονος, πῶς οὐχὶ νοεῖ ὅτι ἴση αὕτη ἡ μαρτυρία τυγχάνει τῇ τοῦ Λαζάρου
15τοῦ πτωχοῦ καὶ τῇ παραβολῇ τῶν μὴ συγχωρουμένων εἰς τὴν βασι‐ λείαν εἰσελθεῖν· ὧν παραβολῶν τὰ λείψανα εἴασε καὶ οὐ παρέκοψεν, ἀλλὰ ἐπὶ τῇ αὐτοῦ αἰσχύνῃ καταλέλοιπεν τό «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». δακτύλου δὲ ἐμβρεχομένου εἰς ὕδωρ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ γλώσσης καταψυχομένης ὕδατι, ὡς
20ὁ πλούσιος ἔφη τῷ Ἀβραὰμ διὰ τὸν Λάζαρον, καὶ βρυγμοῦ ὀδόντων καὶ κλαυθμοῦ γινομένου, ἀναστάσεως σωμάτων ἐστὶ σημεῖον, κἂν παρακόψῃ ὁ κτηνώδης τὰ ὑπὸ κυρίου περὶ ἀναστάσεως νεκρῶν ἀλη‐ θῶς εἰρημένα. Σχόλιον νζ. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ
25Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸν ζώντων». Ἔλεγχος νζ. Διὰ τὸ δευτερῶσαι τὸν σωτῆρα τὴν παραβολήν, διττῶς παρ’ ἡμῶν ἐντέτακται, ἵνα μὴ ἀπεικαζόμενοι τῷ ἀγύρτῃ Μαρ‐ κίωνι ἡμεῖς παραλείψωμέν τι τῶν γεγραμμένων. ἤδη 〈δὲ〉 ἐν τῷ
30ἀνωτέρῳ ἐλέγχῳ γεγένηται ἡ κατὰ τῆς αὐτοῦ ῥᾳδιουργίας ἀντίρρησις.146 in vol. 2
Haer
.

2

.

147

Σχόλιον νη. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται». 〈Ἔλεγχος νη.〉 . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
5 Σχόλιον νθ. Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα». Ἔλεγχος νθ. Δοκεῖ λήθην κεκτημένος τοὺς ἅπαντας ἴσως αὐτῷ ἀνοήτους εἶναι καὶ οὐκ οἶδεν ὅτι κἂν μικρὸν ῥητὸν ὑπ’ αὐτοῦ κατα‐
10λειφθῇ, ἔλεγχον ποιεῖται καὶ πολλῶν ἕκαστον ῥητῶν ὑπ’ αὐτοῦ παρακοπέντων. οὐδὲν τοίνυν κωλύσει τὸν βουλόμενον ἀντιπαρα‐ θεῖναι ταύταις ταῖς παρακεκομμέναις μαρτυρίαις τὰ παρ’ αὐτοῦ ὁμολογηθέντα. δειχθήσεται γὰρ σύμφωνα ὄντα τούτοις τοῖς ὑπ’ ἐκείνου περικοπεῖσιν * ἐν οἷς ἔλεγεν ὁ Ἀβραὰμ μετὰ τὴν τελευτήν,
15ὅτι «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν». ἃ ἔλεγον γὰρ οἱ προφῆται καὶ Μωυσῆς, ἐκ θεοῦ πατρὸς ἦν καὶ ἐξ αὐ‐ τοῦ τοῦ κυρίου υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἃ ἔδει γε‐ γραμμένα ὄντα πληροῦσθαι. Σχόλιον ξ. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν πα‐
20ραδῷ αὐτοῖς». Ἔλεγχος ξ. Ὦ φρενοβλάβεια τοῦ Μαρκίωνος. «συνελάλησεν», τίς ἀλλ’ ἢ Ἰούδας; τὸ τί ποιῆσαι ἀλλ’ ἢ παραδοῦναι τὸν σωτῆρα; παρα‐ διδομένου δὲ τοῦ σωτῆρος οὐκέτι δόκησις ὁ παραδιδόμενος, ἀλλὰ ἀλήθεια. εἰ γὰρ πνεῦμα ἦν μόνον, σαρκικοῖς ἀνθρώποις οὐ παρεδί‐
25δοτο· ἀλλὰ ἄνθρωπος ὢν ὑπὸ ἁφὴν γέγονεν, σάρκα 〈τε〉 ἐνδυσάμενος εἰς χεῖρας ἀνθρωπίνης φύσεως ἑαυτὸν ἑκὼν παρεδίδου. τἀναντία δὲ ἑαυτοῖς ὑπὸ ἀνοίας φθέγγονται. καὶ γὰρ καί ποτε διαλεγόμενός τισι
τῶν αὐτοῦ μαθητῶν Μαρκιωνιστῇ τινι καὶ λέγων ὡς ἐν τῷ εὐαγ‐147 in vol. 2
Haer
.

2

.

148

γελίῳ ἔχει ὅτι παρέλαβεν αὐτὸν τὸ πνεῦμα εἰς τὴν ἔρημον πειρασθῆ‐ ναι ὑπὸ τοῦ διαβόλου, ἤκουσα παρ’ αὐτοῦ ὅτι πῶς ἠδύνατο 〈ὁ〉 Σατα‐ νᾶς τὸν ὄντα θεὸν καὶ μείζονα αὐτοῦ ὑπάρχοντα καὶ κύριον αὐτοῦ (ὡς ὑμεῖς λέγετε) πειράσαι, τὸν Ἰησοῦν τὸν αὐτοῦ δεσπότην; ἐγὼ δὲ
5ἐν τῇ τοῦ θεοῦ βοηθείᾳ ἐξ ὑπογύου λαβὼν σύνεσιν ἀπεκρινάμην αὐτῷ λέγων· οὐ πιστεύετε ὅτι ἐσταυρώθη ὁ Χριστός; ὁ δὲ ἔφη· ναί, καὶ οὐκ ἠρνήσατο. τίνες οὖν αὐτὸν ἐσταύρωσαν; ὁ δὲ ἔφη· ἄνθρω‐ ποι. εἶτα ἔφην αὐτῷ· τίς δυνατώτερος, ἄνθρωποι ἢ ὁ διάβολος; ὁ δὲ ἔφη· ὁ διάβολος. ὅτε δὲ τοῦτο εἶπεν, ἀπεκρινάμην· εἰ ὁ διάβολος
10ἰσχυρότερος ἀνθρώπων ὑπάρχει, ἄνθρωποι δὲ οἱ ἀσθενέστεροι Χρι‐ στὸν ἐσταύρωσαν, οὐ θαῦμα εἰ καὶ ὑπὸ τοῦ διαβόλου ἐπειράσθη. πάντα γὰρ θέλων καὶ οὐ μετὰ ἀνάγκης ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν ὁ Χριστός, πάσχων ἐν ἀληθείᾳ, οὐ κατὰ ἀσθένειαν ἀλλὰ κατὰ προ‐ αίρεσιν, εἰς ὑπογραμμὸν ἡμῶν καὶ τὰ πρὸς τὸν διάβολον [καὶ] εἰς
15σωτηρίαν ἡμῶν ἐν τῷ πάθει τοῦ σταυροῦ *, εἰς κατάκρισιν ἁμαρτίας καὶ ἀθέτησιν τοῦ θανάτου. Σχόλιον ξα. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελ‐ θόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα». Ἔλεγχος ξα. Νέφος βελῶν κατὰ σοῦ ἐν μιᾷ μαρτυρίᾳ τὸ ῥητὸν
20περιέχει, ὦ Μαρκίων. εἰ γὰρ προστάσσει ἑτοιμάζεσθαι αὐτῷ φαγεῖν τὸ Πάσχα, Πάσχα δὲ πρὸ τοῦ παθεῖν τὸν Χριστὸν ἐπετελεῖτο, πάν‐ τως ὅτι ἀπὸ νόμου τὴν σύστασιν εἶχεν. κατὰ νόμον δὲ τοῦ Χριστοῦ πολιτευομένου σαφὲς ἦν ὅτι οὐ νόμον ἦλθεν καταλῦσαι, ἀλλὰ πλη‐ ρῶσαι. εἰ δὲ νόμον βασιλεὺς οὐ καταλύει, οὐκ ἀκαθοσίωτος ἡ ἐν τῷ
25νόμῳ διάταξις οὐδὲ τῷ βασιλεῖ ἀπειρημένη. εὐκαθοσιώτου δὲ ὄντος τοῦ νόμου καὶ τῆς διατάξεως ὁμολογουμένης, εἴ τι προσθείη βασιλεὺς τῇ διατάξει ἐπὶ μείζονι δωρεᾷ, κατ’ ἐξουσίαν ἡ φαιδρότης γίνεται τῆς προσθήκης. ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ τῆς νομοθεσίας οὔσης καὶ τῆς κατὰ προσθήκην δωρεᾶς, παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς ὡς
30οὐκ ἐναντιοῦται τῷ νόμῳ ὁ τὴν προσθήκην ποιησάμενος. ἀποδέ‐
δεικται τοίνυν οὐκ ἐναντία τις οὖσα ἡ παλαιὰ διαθήκη τοῦ εὐαγγε‐148 in vol. 2
Haer
.

2

.

149

λίου οὐδὲ τῆς τῶν προφητῶν ἀκολουθίας. κατὰ σαυτοῦ δέ, ὦ Μαρ‐ κίων, ἐπήγαγες πολυτρόπως τὸν ἔλεγχον, μᾶλλον δὲ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος. Πάσχα γὰρ τὸ παλαιὸν οὐδὲν ἦν ἀλλὰ προβάτου θῦμα καὶ κρεῶν ἐδωδή, ἐμψύχου τε μετάληψις μετὰ ἀζύ‐
5μων. καὶ τίς σε ἠνάγκασεν μὴ ἀφανίσαι τέλεον τὸν κατὰ σοῦ ἔλεγχον ἢ (ὡς εἶπον) αὐτὴ ἡ ἀλήθεια; ἣν γὰρ σὺ βδελύττῃ σαρκοφαγίαν, ὁ κύριος Ἰησοῦς μετὰ τῶν ἑαυτοῦ μαθητῶν βέβρωκεν, ἐπιτελῶν τὸ Πάσχα τὸ κατὰ νόμον. καὶ μὴ λέγε ὅτι ὃ ἔμελλε μυστήριον ἐπι‐ τελεῖν, τοῦτο προωνόμαζε λέγων· θέλω μεθ’ ὑμῶν φαγεῖν τὸ Πάσχα.
10ἵνα γὰρ κατὰ πάντα τρόπον καταισχύνῃ σε ἡ ἀλήθεια, οὐκ ἐν τῇ ἀρχῇ ποιεῖ τὸ μυστήριον, ἵνα μὴ ἀρνήσῃ, ἀλλά φησι· μετὰ τὸ δει‐ πνῆσαι λαβὼν τάδε καὶ τάδε, [καὶ] εἶπεν, τοῦτό ἐστι τάδε καὶ τάδε, καὶ οὐκ εἴασεν οὐ〈δένα〉 τόπον τῇ ῥᾳδιουργίᾳ. ἔδειξε γὰρ ὅτι μετὰ τὸ βεβρωκέναι τὸ Πάσχα τὸ κατὰ τοὺς Ἰουδαίους τουτέστιν μετὰ τὸ
15δειπνῆσαι, ἧκεν ἐπὶ τὸ μυστήριον. Σχόλιον ξβ. «Καὶ ἀνέπεσε καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ, καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν». Ἔλεγχος ξβ. Ἀνέπεσεν ὁ σωτήρ, ὦ Μαρκίων, καὶ οἱ δώδεκα
20ἀπόστολοι μετ’ αὐτοῦ. εἰ ἀνέπεσε καὶ συνανέπεσον, οὐ δύναται μία λέξις τὴν σημασίαν ἔχειν ἑτέραν καὶ ἑτέραν, κἄν τε τῇ ἀξίᾳ καὶ τῷ τρόπῳ ἔχοι τὴν διαφοράν. ἢ γὰρ δώσεις καὶ τοὺς δώδεκα δοκήσει ἀναπεπτωκέναι ἢ καὶ αὐτὸν ἀληθείᾳ σάρκα ἔχοντα ἀληθινῶς ἀνα‐ πεπτωκέναι. καί «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν
25μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν», ἵνα δείξῃ Πάσχα πρὸ τοῦ πάθους αὐτοῦ ἐν τῷ νόμῳ προτυπούμενον καὶ γινόμενον τὸ βέβαιον αὐτοῦ τοῦ πάθους καὶ ἐντελέστερον προσκαλούμενον· καὶ ὑποδεικνύων, ὡς
καὶ ὁ ἅγιος ἀπόστολός φησι 〈ὅτι〉 «παιδαγωγὸς ἡμῖν γέγονεν ὁ νόμος149 in vol. 2
Haer
.

2

.

150

εἰς Χριστόν». εἰ δὲ παιδαγωγὸς ὁ νόμος εἰς Χριστόν, οὐκ ἀλλότριος Χριστοῦ ὁ νόμος. Σχόλιον ξγ. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ».
5 Ἔλεγχος ξγ. Τοῦτο περιεῖλεν καὶ ἐρρᾳδιούργησεν, ἵνα δῆθεν μὴ ποιήσῃ ἐν βασιλείᾳ τοῦ θεοῦ βρωτὰ ἢ ποτά· οὐκ εἰδὼς ὁ κτηνώδης ὅτι ἀντιμίμημα τῶν ἐπιγείων δύναται εἶναι πνευματικὰ καὶ ἐπουράνια, μεταλαμβανόμενα ὡς ἡμεῖς οὐκ οἴδαμεν· μαρτυρεῖ γὰρ πάλιν ὁ σωτὴρ καὶ λέγει ὅτι «καθήσεσθε ἐπὶ τῆς τραπέζης μου, ἐσθίοντες καὶ πίνον‐
10τες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». ἢ παρέκοψε πάλιν ταῦτα, ἵνα δῆθεν ποιήσῃ τὰ ἐν τῷ νόμῳ μὴ ἔχοντα τόπον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. πόθεν οὖν Ἠλίας καὶ Μωυσῆς ὤφθησαν μετ’ αὐτοῦ ἐν τῷ ὄρει ἐν δόξῃ; ἀλλ’ οὐδὲν δυνήσεταί τις πρὸς τὴν ἀλήθειαν. Σχόλιον ξδ. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστε‐
15ρήσατε;» καὶ τὰ ἑξῆς διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆ‐ ναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη». Ἔλεγχος ξδ. Κἂν παρακόψῃς τὰ ῥήματα, ἀπὸ τοῦ ἔργου φαί‐ νονται αὐτῶν οἱ τόποι, προάγοντος τοῦ νόμου καὶ προκηρυττόντων τῶν προφητῶν καὶ κυρίου πληροῦντος.
20 Σχόλιον ξε. «Ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο». Ἔλεγχος ξε. Θεὶς τὰ γόνατα ὁρατῶς ἔθηκε καὶ αἰσθητῶς ἐπε‐ τέλεσεν. εἰ δὲ αἰσθητῶς, κατὰ τὸ εἶδος * τὸ ἔργον ἐποίησε τῆς γονυ‐ κλισίας· οὐκ ἄρα ἄνευ σαρκὸς ἐνεδήμησεν ὁ μονογενής. αὐτῷ γὰρ
25«κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», ἐπου‐ ρανίων πνευματικῶς, ἐπιγείων αἰσθητῶς, καταχθονίων τῷ ἰδίῳ εἴδει. ὧδε δὲ τὰ πάντα ἐν ἀληθείᾳ ἐπετέλει, ὁρώμενος καὶ ὑπὸ ἁφὴν τοῖς μαθηταῖς εὑρισκόμενος καὶ μὴ φαντάζων.
Σχόλιον ξϛ. «Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν».150 in vol. 2
Haer
.

2

.

151

Ἔλεγχος ξϛ. Ἤγγισε σαρκὶ ὄντι δεσπότῃ καὶ θεῷ σῶμα λαβόντι, καταφιλῆσαι ἀληθινὰ χείλη καὶ οὐ δοκήσει ὄντα καὶ φαντάζοντα. Σχόλιον ξζ. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφεί‐ λετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως.
5 Ἔλεγχος ξζ. Δοκῶν εἰς τιμὴν Πέτρου ὁ ἀπατεὼν κρύπτειν τὸ ἐν ἀληθείᾳ γενόμενον τῆς δοξολογίας τοῦ σωτῆρος τὸ ῥητὸν τεμών, ἀπέκρυψεν. ἀλλὰ οὐδὲν ὠφελήσει· κἄν τε γὰρ αὐτὸς ἀποκόψῃ, ἡμεῖς οἴδαμεν τὰ θεοσήμεια. μετὰ γὰρ τὸ ἀποκόψαι τὸ ὠτίον ὁ κύριος πάλιν λαβὼν ἰάσατο, ἵνα ἀποδειχθῇ ὅτι θεός ἐστι καὶ θεοῦ ἔργον
10ἐπετέλεσεν. Σχόλιον ξη. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;» Ἔλεγχος ξη. Ὅτι τὸ συνέχοντες καὶ τὸ ἐνέπαιζον καὶ τὸ δεῖραι καὶ τὸ τύψαι καὶ τὸ προφήτευσον τίς ἐστιν ὁ παίσας σε, τοῦτο οὐ
15δόκησις ἦν, ἀλλὰ ἁφῆς ἐστι σωματικῆς καὶ ἐνσάρκου ὑποστάσεως δη‐ λωτικόν, καὶ παντί τῳ δῆλόν ἐστι, κἄν τε σὺ τυφλωθείς, Μαρκίων, μὴ θέλοις ὁμολογεῖν τὴν ἐναργῆ θεοῦ ἀλήθειαν. Σχόλιον ξθ. Προσέθετο μετὰ τό «τοῦτον ηὕραμεν διαστρέ‐ φοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας».
20 Ἔλεγχος ξθ. Πόθεν οὐ φωραθήσῃ, πόθεν οὐκ ἐλεγχθήσῃ δια‐ στρέφων τὴν ὁδὸν κυρίου; ὅταν γὰρ ἐνταῦθα προσθείης τὸ μὴ γε‐ γραμμένον, συκοφαντῶν σεαυτὸν—οὐ γὰρ ἂν εἴποιμι τὸν κύριον—〈καὶ〉 λέγων ὅτι τοῦτον ηὕραμεν καταλύοντα τὸν νόμον καὶ τοὺς προφή‐ τας, τὸ ἀντίζυγον τούτου ἐλέγξει σε, ὦ ματαιόπονε, αὐτοῦ τοῦ σω‐
25τῆρος λέγοντος «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». οὐ δύναται τοίνυν ὁ αὐτὸς 〈ὁ〉 λέγων «οὐκ ἦλθον καταλῦσαι» διὰ τὸ καταλύειν κατηγορεῖσθαι. οὐ γὰρ εἶχεν οὕτως τὸ ῥητόν, ἀλλά· «ηὕρομεν τοῦτον διαστρέφοντα τὸν λαόν, λέγοντα
ἑαυτὸν Χριστὸν βασιλέα».151 in vol. 2
Haer
.

2

.

152

Σχόλιον ο. Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα». Ἔλεγχος ο. Τίς αὑτῷ κρημνὸν περιποιεῖ, πληρῶν τὸ γεγραμ‐ μένον, τό· «ὁ ἑαυτῷ πονηρὸς τίνι ἀγαθὸς ἔσται;» πάσης γὰρ τόλμης
5καὶ πονηρίας ὑπόδειγμά ἐστι καὶ κινδυνώδους ὁδοιπορίας τὸ τὰ μὲν γεγραμμένα παρακόπτειν, ἃ δὲ μὴ γέγραπται προστιθέναι, μάλιστα ἐν εὐαγγελίῳ ἀκαταλύτῳ ὄντι εἰς τοὺς αἰῶνας. καὶ αὐτὰ δὲ τὰ τῆς προσθήκης οὔτε τόπον ἔχει οὔτε αἴνιγμα. οὐ γὰρ ἀπέστρεψεν Ἰησοῦς γυναῖκας ἢ τέκνα· αὐτὸς γὰρ ἔφη «τίμα τὸν πατέρα καὶ τὴν μητέρα»
10καί «ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». ἀλλὰ κἂν εἴπῃ «ἐὰν μή τις καταλείψῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ τὰ ἑξῆς, οὐκ ἔστι μου μαθητής», οὐχ ἵνα μισῶμεν πα‐ τέρας, ἀλλ’ ἵνα μὴ ὑπαγώμεθα πατέρων καὶ μητέρων ἐπιταγῇ * ἑτέ‐ ρας πίστεως ἢ τρόπῳ παρὰ τὴν τοῦ σωτῆρος διδασκαλίαν.
15 Σχόλιον οα. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». Ἔλεγχος οα. Δόξα τῷ ἐλεήμονι θεῷ, τῷ συνδήσαντί σου τὰ ἅρματα, ὦ Φαραὼ Μαρκίων, καὶ βουλομένου σου ἀποδρᾶσαι κατα‐
20ποντώσαντι αὐτὰ ἐν τῇ θαλάσσῃ. προφασιζόμενος γὰρ τὰ πάντα οὐχ ἕξεις ἐνταῦθα οὐδεμίαν πρόφασιν. ὁ γὰρ μὴ σάρκα ἔχων οὔτε σταυ‐ ρωθῆναι δύναται. πῶς οὐκ ἔφυγες τὸ μέγα τοῦτο ῥητόν; πῶς οὐκ ἐπεχείρησας κρύψαι τὴν μεγάλην ταύτην πραγματείαν, τὴν λύσασάν σου πᾶσαν τὴν ἐξ ἀρχῆς μεμηχανημένην κακοτροπίαν; εἰ γὰρ ὅλως
25ἐσταυρώθη, πῶς οὐ βλέπεις τὸν ἐσταυρωμένον ἁφὴν ἔχοντα καὶ ἥλοις τὰς χεῖρας πηγνύμενον καὶ πόδας; οὐκ ἂν δὲ ἠδύνατο δόκησις τοῦτο εἶναι ἢ φάντασμα, ὡς σὺ λέγεις, ἀλλὰ σῶμα ἀληθῶς, ὃ ἐκ Μαρίας εἴληφεν ὁ κύριος (σάρκα φύσει τὴν ἡμετέραν καὶ ὀστέα καὶ τὰ ἄλλα), ἐπειδὴ ὁμολογεῖται καὶ παρὰ σοὶ σταυρῷ προσπαγεὶς ὁ
30κύριος.152 in vol. 2
Haer
.

2

.

153

Σχόλιον οβ. Παρέκοψε τό «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ πα‐ ραδείσῳ». Ἔλεγχος οβ. Καλῶς τοῦτο καὶ ἁρμοδίως παρέκοψας, ὦ Μαρ‐ κίων· ἀπῆρες γὰρ ἀπὸ σεαυτοῦ τὴν εἴσοδον τοῦ παραδείσου. οὔτε
5γὰρ σὺ εἰσελεύσῃ οὔτε τοὺς σὺν σοὶ ἐάσεις. φύσει γὰρ τῷ ὄντι μι‐ σοῦσι τὸ ἀγαθὸν οἱ πλανῶντες καὶ πεπλανημένοι. Σχόλιον ογ. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν». Ἔλεγχος ογ. Εἰ ἐξέπνευσεν, ὦ Μαρκίων, καὶ φωνὴν μεγάλην ἀπέδωκεν, πόθεν ἐξέπνεεν ἢ τί τὸ ἐκπνέον; δῆλον δέ ἐστι, κἂν σὺ
10μὴ λέγῃς· ψυχὴ σὺν τῇ θεότητι ἀπὸ σώματος ἐκπορευθεῖσα, τοῦ σώ‐ ματος ἄπνου μείναντος, ὡς ἔχει ἡ ἀλήθεια. Σχόλιον οδ. «Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». Ἔλεγχος οδ. Εἰ τὸ καθελὼν καὶ ἐντυλίξας καὶ τὸ θεῖναι ἐν
15μνήματι λαξευτῷ οὐ πείθει σέ, ὦ Μαρκίων, τίς σου ἠλιθιώτερος; τί δὲ ἄλλο σαφέστερον ἡ γραφὴ εἶχεν δεῖξαι, ὁπότε καὶ τὸ μνῆμα καὶ τὸν τόπον καὶ τὸ εἶδος ἔδειξε καὶ τοῦ σώματος τὴν θέσιν τὴν τριή‐ μερον καὶ τὸ εἴλημα τῆς σινδόνος, ἵνα δείξῃ τὴν πᾶσαν ἀλήθειαν; Σχόλιον οε. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάβ‐
20βατον κατὰ τὸν νόμον». Ἔλεγχος οε. Πόθεν ὑπέστρεψαν αἱ γυναῖκες; διὰ τί δὲ καὶ τὸ ἡσύχασαν γέγραπται, ἀλλ’ ἵνα δείξῃ ἡ γραφὴ τὴν αὐτῶν μαρτυρίαν, ἐλέγχουσάν σου τὴν ἄνοιαν, ὦ Μαρκίων; ἰδοὺ γὰρ καὶ γυναῖκες μαρ‐ τυροῦσι καὶ ἀπόστολοι καὶ Ἰουδαῖοι καὶ ἄγγελοι καὶ Ἰωσήφ, ὁ ψη‐
25λαφητὸν ὄντως σῶμα καθελὼν καὶ ἐνειλήσας. τίς δὲ κοσμήσει τὸν αὐτοκατακρίτως ἑαυτὸν διαστρέφοντα ὡς ἔστι γεγραμμένον. Σχόλιον οϛ. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ’
ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι».153 in vol. 2
Haer
.

2

.

154

Ἔλεγχος οϛ. Οὐδὲ οὗτοί σε πείθουσιν οἱ ἅγιοι ἄγγελοι, ὦ Μαρ‐ κίων, ὁμολογοῦντες μὲν αὐτὸν τὸ τριήμερον μεταξὺ νεκρῶν γεγενῆ‐ σθαι, ζῶντα δὲ λοιπὸν καὶ οὐκέτι νεκρόν, ἀεὶ μὲν ζῶντα ἐν τῇ θεό‐ τητι καὶ μηδ’ ὅλως νεκρωθέντα, νεκρωθέντα δὲ κατὰ σάρκα τὸ
5τριήμερον καὶ πάλιν ζῶντα. λέγουσι γὰρ αὐταῖς· «ἀνέστη, οὐκ ἔστιν ὧδε». τὸ δὲ ἀνέστη τί ἐστιν, εἰ μὴ ὅτι καὶ ἐκοιμήθη; σαφέστερον γὰρ αὐτὸ διηγοῦνται· «μνήσθητε γάρ, φησίν, ὅτι ἔτι περιὼν ταῦτα ἔλεγεν ὑμῖν, ὅτι δεῖ παθεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου». Σχόλιον οζ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν
10ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πι‐ στεύειν πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ’ οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ’ οἷς ἐλάλησα ὑμῖν». ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν».
15 Ἔλεγχος οζ. Πόθεν ἡ κλάσις τοῦ ἄρτου ἐγένετο; λέγε, ὦ Μαρ‐ κίων. ἀπὸ φαντασίας ἢ ἀπὸ σώματος ἐνεργοῦντος ὀγκηροῦ κατὰ ἀλήθειαν; ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἐν αὐτῷ τῷ ἁγίῳ σώματι ἀνέστη ἐν ἀληθείᾳ. ἐποίησας δέ, ὦ Μαρκίων, ἀντὶ τοῦ «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησαν οἱ προφῆται;» «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησα ὑμῖν;»
20εἰ δὲ εἶπεν αὐτοῖς «ἐλάλησα ὑμῖν», πάντῃ ἐγίνωσκον αὐτὸν ἂν ἀπὸ τοῦ λόγου τοῦ «ἐλάλησα ὑμῖν». πῶς οὖν ἐν τῇ κλάσει τοῦ ἄρτου λέγει «ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἄφαντος ἐγένετο»; ἔπρεπεν γὰρ αὐτῷ θεῷ ὄντι καὶ μεταβάλλοντι αὐτοῦ τὸ σῶμα εἰς πνευματικὸν δεικνύναι μὲν αὐτὸ σῶμα ἀληθινόν, ἀφαντοῦ‐
25σθαι δὲ ὅτε ἐβούλετο, ὅτι πάντα αὐτῷ δυνατά. καὶ γὰρ καὶ Ἐλισ‐
σαῖος, προφήτης ὢν καὶ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ᾔτησε παρὰ θεοῦ154 in vol. 2
Haer
.

2

.

155

τοὺς αὐτὸν ζητοῦντας παταχθῆναι ἀορασίᾳ, καὶ ἐπατάχθησαν καὶ οὐκ ἔβλεπον αὐτὸν τοιοῦτον ὄντα οἷος ἦν. ἀλλὰ καὶ ἐν Σοδόμοις τὴν θύραν τοῦ Λὼτ ἀπέκρυψαν οἱ ἄγγελοι καὶ οὐκ ἔβλεπον αὐτὴν οἱ Σοδομῖται. μὴ καὶ ἡ θύρα τοῦ Λὼτ δόκησις ἦν, ὦ Μαρκίων; οὐχ
5ὑπολείπεται δέ σοι ἀντιλογία οὐδεμία. ἔκλασε γὰρ τὸν ἄρτον σαφῶς καὶ διέδωκε τοῖς αὐτοῦ μαθηταῖς. Σχόλιον οη. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστᾶ οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».
10 Ἔλεγχος οη. Τίς οὐκ ἂν καταγελάσῃ τοῦ λήρου, ἐν ἀφροσύνῃ ἑαυτὸν καὶ ἑτέρων ψυχὰς κατασπάσαντος εἰς Ἅιδην; εἰ μὲν γὰρ οὐχ ὡμολόγητο παρ’ αὐτοῦ ταῦτα, πιθανὴ ἦν αὐτοῦ ἡ πλάνη καὶ συγγνώ‐ μην εἶχον οἱ ὑπ’ αὐτοῦ ἠπατημένοι· νῦν δὲ ἐπειδὴ ἐκεῖνος ὡμολόγησε καὶ οὐ περιῆρε τὰ ῥητὰ ταῦτα, ἀναγινώσκουσι δὲ αὐτὰ καὶ οἱ
15αὐτοῦ, ἡ ἁμαρτία αὐτοῦ καὶ αὐτῶν μένει, καὶ ἀπαραίτητον τὸ αὐ‐ τοῦ καὶ τὸ αὐτῶν πῦρ ἀναπολογήτοις οὖσι, σαφῶς τοῦ σωτῆρος δι‐ δάξαντος 〈ὅτι〉 καὶ μετὰ ἀνάστασιν ὀστᾶ καὶ σάρκα ἔχει, ὡς αὐτὸς ἐμαρτύρησε λέγων «ὡς ἐμὲ ὁρᾶτε ἔχοντα». 12. Αὕτη ἐστὶν ἡ κατ’ αὐτοῦ ἀπὸ τῶν λειψάνων τῶν παρ’ αὐτῷ
20σῳζομένων ἐκ τοῦ εὐαγγελίου ὑπόθεσις τῆς ἡμῶν πεποιημένης δι’ αὐτὸν πραγματείας, ὥς γε νομίζω ἱκανῶς ἐχούσης πρὸς ἀντίθεσιν τῆς αὐτοῦ ἀπάτης. ἐλεύσομαι δὲ καὶ εἰς τὰ ἑξῆς τῶν ἀποστολικῶν ῥητῶν παρ’ αὐτῷ ἔτι σῳζομένων καὶ δι’ ἡμῶν πάλιν οὕτως ἀναλελεγμένων, ἐν πρώτοις δὲ ἡμῖν καὶ καθ’ εἱρμὸν δι’ ὅλου οὕτως προταχθέντων 〈τῶν〉
25ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς· αὕτη γὰρ παρ’ αὐτῷ πρώτη κεῖται. ἡμεῖς δὲ τὴν ἀναλογὴν τότε ἐποιησάμεθα οὐχ ὡς παρ’ αὐτῷ 〈κεῖται〉 ἀλλὰ ὡς ἔχει τὸ ἀποστολικόν, τὴν πρὸς Ῥωμαίους τάξαντες πρώτην·
ὧδε δὲ κατὰ τὸν αὐτοῦ χαρακτῆρα οὕτως παρατιθέμεθα.155 in vol. 2
Haer
.

2

.

156

〈Ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆσ〉. Σχόλιον α. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς».
5 Ἔλεγχος α. Τό «μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται» κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα γραφῆς παλαιᾶς ἐστι δεικτικά, ἅτινά ἐστι παρὰ τοῦ ἀποστόλου εἰς ἡμετέραν ζωὴν * ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν εἰρημένα περὶ καινῆς διαθήκης καὶ σύζυγα ὄντα τῆς ἡμῶν ἐλπίδος. καὶ τό «ὑπὸ κατάραν εἰσί» φησὶν ὅτι ἐν τῷ νόμῳ
10ἀπειλὴ ἐτύγχανε κατὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἕως ὅτε ἦλθεν ὁ ἄνωθεν ἐλθὼν καὶ ἑαυτὸν ἀπὸ τοῦ Ἀδὰμ φυράματος σῶμα ἀμφιάσας μετέβαλε τὴν κατάραν εἰς εὐλογίαν. Σχόλιον β. «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας».
15 Ἔλεγχος β. Δεικνὺς πάλιν ὁ ἅγιος ἀπόστολος τὴν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας καὶ τοῦ σταυροῦ ἐπὶ τῇ λύσει τῆς κατάρας γινομένην, ταύτην δὲ προγεγράφθαι ἐν τῷ νόμῳ καὶ πεπροφητεῦσθαι 〈ὡσ〉 ἐσομένην, εἶτα τελεσθεῖσαν ἐπὶ τῷ σωτῆρι, ἐπέδειξε σαφῶς ὅτι οὐκ ἀλλότριος ὁ νόμος τοῦ σωτῆρος. ἐπροφήτευσε γὰρ καὶ ἐμαρ‐
20τύρησε τοῖς ὑπ’ αὐτοῦ μέλλουσι γίνεσθαι. Σχόλιον γ. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμη‐ μένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». Ἔλεγχος γ. Τό «ὀφειλέτης ἐστίν» οὐκέτι ὡς περὶ ἀπειρημένου λέγει, ἀλλὰ περὶ βαρυτέρου φορτίου δυναμένου ἐλαφρυνθῆναι, ἑνὸς
25δὲ ὄντος δεσπότου, δυναμένου καὶ βαρύνειν καὶ ἐλαφρύνειν διὰ τῆς προαιρέσεως τῶν μὴ παραιτησαμένων καταδέξασθαι τὴν διὰ τῆς χά‐
ριτος αὐτοῦ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ σωτηρίαν.156 in vol. 2
Haer
.

2

.

157

Σχόλιον δ. Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησεν «δολοῖ». Ἔλεγχος δ. Ἵνα μηδὲν ἀληθὲς παρ’ αὐτῷ εὑρεθείη, οὐδαμοῦ σχεδὸν ἄνευ ῥᾳδιουργίας ταῖς γραφαῖς προσενήνεκται. ἀλλὰ ἀπ’ αὐ‐
5τῆς τῆς ἀκολουθίας ἡ φανέρωσις τοῦ λόγου γίνεται· ἡ γὰρ ζύμη τὸ εἶδος φυράματος ἔργον καὶ ἀπὸ τοῦ φυράματος τὸ ζυμοῦσθαι, καὶ οὐκ ἂν ἐν τοῖς πρωτοτύποις τὸ εἶδος ἠφάνιζεν ὁ συνετῶς τὴν παρα‐ βολὴν τοῦ αἰνίγματος ποιησάμενος. Σχόλιον ε. «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις
10τὸν πλησίον σου ὡς σεαυτόν». Ἔλεγχος ε. Τίς ἐστι χρεία τῷ ἁγίῳ ἀποστόλῳ νόμῳ χρῆσθαι, εἰ ἀπηλλοτρίωτο ἡ καινὴ διαθήκη τῆς παλαιᾶς νομοθεσίας; ἀλλ’ ἵνα δείξῃ ὅτι τοῦ ἑνὸς θεοῦ αἱ δύο διαθῆκαι καὶ ἡ συμφωνία 〈κατὰ〉 τὸ πληρωτικὸν τοῦ νόμου διὰ τῆς ἀγάπης τοῦ πλησίον ἰσορρόπως ἐν
15ταῖς δύο διαθήκαις γνωρίζεται, τὸ τέλε〈ι〉ον ἐργαζομένης [τὸ] ἀγαθόν, νόμου τελείωσιν εἶπεν εἶναι τὴν ἀγάπην. Σχόλιον ϛ. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι,
20ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». Ἔλεγχος ϛ. Ὦ θαυμασίων μυστηρίων καὶ ἀντιθέτων * θεοῦ ὑποδειγμάτων. τῇ γὰρ σαρκὶ περιῆψε τὰ πάντα δεινά. ἡ σὰρξ δὲ οὐκ ἀεὶ ἦν, ἀλλὰ ἐν τῇ ἕκτῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τοῦ Ἀδὰμ πλα‐
25σθέντος, 〈ἐγένετο〉 ἡ σάρξ· ἔκτοτε ἔσχε τὴν ἀρχήν, φημὶ 〈ἀπὸ〉 τῆς πλάσεως, ἵνα ἐλεγχθῶσιν οἱ λέγοντες ἀεὶ καὶ ἐξ ἀρχῆς εἶναι τὸ κακόν. καὶ γὰρ οὔτε ἐξότε ἐπλάσθη ἡ σὰρξ ἥμαρτεν, ἵνα μὴ ὁ πλάστης αἴ‐ τιος νομισθῇ ἁμαρτίας, πλάσας σάρκα ἁμαρτωλήν, οὔτε προϋπῆρχε
τοῦ πλάσματος τὸ κακόν. μετὰ χρόνον δὲ ἐν παρακοῇ ὁ Ἀδὰμ γε‐157 in vol. 2
Haer
.

2

.

158

γονώς, 〈ὡσ〉 ἔχων τὸ αὐτεξούσιον προαιρέσει ἰδίᾳ ἀφ’ ἑαυτοῦ τὴν ἁμαρτίαν εἰς ἑαυτὸν διανοηθεὶς ἔπραξε, φημὶ δὲ τὴν ἀθέτησιν τοῦ αὐτοῦ δεσπότου διὰ τῆς παρακοῆς ποιησάμενος. ποῦ τοίνυν ἦν τὸ κακόν, πρὶν ἢ τὴν σάρκα εἶναι; πῶς δὲ εὐθὺς πλασθεῖσα οὐ τὸ κα‐
5κὸν εἰργάσατο, ἀλλὰ χρόνῳ μετέπειτα; ἄρα γοῦν ἀνῄρηται ὁ περὶ τῆς κακίας ἀρχῆς λόγος. οὐ γὰρ δύναται ἀρχαΐζειν, ἐπειδὴ ἐν τῇ σαρκὶ τῇ μεταγενεστέρᾳ τὸ γίνεσθαι ἔχει ἡ κακία ἢ μὴ γίνεσθαι καὶ οὔτε ἡ σὰρξ πάλιν ἀκληρονόμητός ἐστι τῶν ἐπουρανίων. καὶ μή τις λάβηται τοῦ ἁγίου ἀποστόλου εἰπόντος «σὰρξ καὶ αἷμα βασιλείαν
10θεοῦ οὐ κληρονομήσουσιν». οὐ γὰρ πᾶσαν σάρκα αἰτιᾶται. πῶς γὰρ αἰτιαθήσεται σὰρξ ἡ μὴ πράξασα τὰ προειρημένα; καὶ ἐξ ἑτέρων δὲ ἀποδείξεων παραστήσω τὸ ζητούμενον. «τίς, γάρ φησιν, ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;» πῶς οὐ κληρονομήσει Μαρία ἡ ἁγία μετὰ σαρκὸς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ μὴ πορνεύσασα μὴ ἀσελγήσασα μὴ
15μοιχευθεῖσα μηδέ τι τῶν ἀνηκέστων σαρκὸς ἔργων ἐργασαμένη, ἀλλὰ ἄχραντος μείνασα; οὐκ ἄρα τοίνυν περὶ σαρκὸς λέγει μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, ἀλλὰ περὶ σαρκικῶν ἀνθρώπων τῶν τὰ φαῦλα διὰ τῆς σαρκὸς πραττόντων, ἅτινά ἐστι πορνεία, εἰδωλολατρεία καὶ τὰ τούτοις ὅμοια. καὶ ἐξ ἅπαντος ἐλήλεγκταί σου ἡ σκευωρία, ὦ
20Μαρκίων πεπλανημένε, τῆς ἀληθείας πάντῃ προλαβούσης καὶ τὸ στερεὸν τοῦ κηρύγματος τῆς ζωῆς ἀσφαλιζομένης. Σχόλιον ζ. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς. παθήμασι καὶ ταῖς ἐπιθυμίαις». Ἔλεγχος ζ. Εἰ ἐσταύρωσαν καὶ τὴν σάρκα οἱ τοῦ Χριστοῦ, ὦ
25Μαρκίων, δῆλον οὖν ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι καθαρὰν τὴν σάρκα ἀπέδειξαν καὶ ἐμιμήσαντο τὸν Χριστόν, δείξαντες αὐτὸν σάρκα ἐσταυρωκέναι. διὸ καὶ αὐτοὶ τὰ ἴσα τῷ δεσπότῃ αὐτῶν φρονήσαντες τὴν σάρκα ἐσταύρωσαν. καὶ εἰ τὴν σάρκα ἐσταύρωσαν, ἀνένδεκτον τὴν σάρκα ὑπὲρ Χριστοῦ παθοῦσαν
30μὴ σὺν Χριστῷ βασιλεύειν, καθὼς καὶ ἐν ἄλλῳ ῥητῷ δείκνυσιν ὁ158 in vol. 2
Haer
.

2

.

159

ἅγιος ἀπόστολος λέγων ὅτι «καθάπερ κοινωνοί ἐστε τῶν παθημάτων τοῦ Χριστοῦ, οὕτως καὶ τῆς δόξης». Σχόλιον η. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσ‐ σουσιν».
5 Ἔλεγχος η. Οὐκ ἀπηγόρευτο τοίνυν ἡ προτέρα περιτομὴ ἐν τῷ ἰδίῳ καιρῷ, εἰ νόμον ἐφύλαξε. νόμος δὲ Χριστὸν κατήγγελλεν ἐρχό‐ μενον νόμον ἐλευθερίας παρασχέσθαι, καὶ οὐκέτι ἡ περιτομὴ ἐν σαρκὶ τῷ χρόνῳ τοῦ Χριστοῦ ἐξυπηρετήσειεν· ἦλθεν γὰρ ἡ διὰ Χριστοῦ ἀληθινή, ἧς τύπος ἐκείνη ἦν. οἱ δὲ ἔτι ἐν ἐκείνῃ σφραγιζόμενοι, κἄν
10τε πάντα τὸν νόμον φυλάξωσιν, οὐκέτι αὐτοῖς λογισθήσεται νόμου φύλαξις· ἐπειδὴ γὰρ ὁ νόμος ἔλεγεν περὶ Χριστοῦ ὅτι «προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν μου ὡς ἐμέ, αὐτοῦ ἀκού‐ σετε». αὐτῶν δὲ τοῦ Χριστοῦ μὴ ἀκουσάντων, «ἡ περιτομὴ ἀκροβυ‐ στία αὐτοῖς γίνεται» καὶ ἡ φύλαξις τοῦ νόμου οὐκέτι φύλαξις. καλὸς
15τοίνυν ὁ νόμος καὶ καλὴ ἡ περιτομή, ἀφ’ οὗ καὶ ἀφ’ ἧς ἔγνωμεν Χριστὸν καὶ τὸν ἐντελέστερον αὐτοῦ νόμον καὶ τὴν ἐντελεστέραν αὐ‐ τοῦ περιτομήν. Ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς 〈α〉· αὕτη γὰρ παρ’ αὐτοῖς δευ‐
τέρα καὶ παρ’ ἡμῖν.
20 α καὶ θ σχόλιον. «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». α καὶ θ ἔλεγχος. Εἰ ἀπὸ τῶν γεγραμμένων ἐν τοῖς προφήταις ἀναλέγεται ὁ ἀπόστολος μαρτυρίας εἰς παράστασιν ἀληθείας καὶ ἀγα‐ θῆς διδασκαλίας, οὐκ ἀλλότριοι οἱ προφῆται τῆς ἀληθείας καὶ τοῦ
25ἀγαθοῦ θεοῦ καὶ τῆς ἀγαθῆς αὐτοῦ διδασκαλίας. β καὶ ι σχόλιον. «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυ‐ ρίῳ καυχάσθω». β καὶ ι ἔλεγχος. Εἰ ἐπαινετὸς ὑπάρχει ὁ καυχώμενος ἐν κυρίῳ
παρὰ τῷ προφήτῃ, κύριον δὲ οἶδεν τὸν θεὸν τοῦ νόμου τὸν παρὰ159 in vol. 2
Haer
.

2

.

160

σοί, ὦ Μαρκίων, καὶ κριτὴν καὶ δημιουργὸν καὶ δίκαιον καλούμενον. οὐκ ἄλλος ἐστὶν οὗτος παρὰ τὸν τοῦ Χριστοῦ πατέρα, οὗ μαθητὴς ὑπάρχει Παῦλος· ἐπειδήπερ ἀπὸ τῆς τοῦ προφήτου διδασκαλίας ὁ δι‐ δάσκαλος κατασταθεὶς τῶν ἐθνῶν ὑπὸ Χριστοῦ Παῦλος ἀπὸ τῶν
5ὁμοίων καὶ τῶν αὐτῶν διδασκαλιῶν ἀνιμώμενος ὡς καθαρὸν ὕδωρ ἀρδεύει ἣν πεπίστευται ἐκκλησίαν. γ καὶ ια σχόλιον. «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». γ καὶ ια ἔλεγχος. Εἰ ἄρχοντες τοῦ αἰῶνος τούτου πολλοί,
10καταργοῦνται δὲ οἱ τοιοῦτοι, ἀναγκασθήσῃ, ὦ Μαρκίων, οὐκέτι τριῶν ἀρχῶν ζητεῖν τὰς ῥίζας, ἀλλὰ ἐρευνῆσαι σαυτῷ ἄλλον μῦθον πολ‐ λῶν ἀρχῶν καὶ πολλῶν ῥιζῶν καὶ πολλῆς τραγῳδίας. καὶ ὅταν συ‐ κοφαντῶν πλάσῃς (οὐ γὰρ εὕροις), συναντήσει σοι τό «καταργουμένων»· ἐκ δὲ τοῦ λόγου τοῦ λέγοντος «καταργουμένων» ἀναιρεθήσεται ἡ
15παρὰ σοῦ φανταζομένη ἄναρχος τῶν ἀρχῶν ῥίζα. πᾶν γὰρ τὸ λῆγον οὐκ ἀίδιον ὑπάρχει, ἀλλὰ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ τέλος ὑφέξει. ἀδύνατον γὰρ τὸ ἀρχὴν ἐσχηκὸς διαιωνίζειν ἀιδίως, εἰ μή τι ἂν θέλοι τὸ ὄν, αἴτιον γενόμενον τοῦ μὴ ποτὲ ὄντος, ἀρξαμένου δὲ τοῦ εἶναι. τὸ δὲ ὂν ἐστὶν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα· τὸ δὲ μὴ ὂν ἐστὶ
20πάντα τὰ κεκτισμένα, ἀρχὴν ἐσχηκότα τοῦ εἶναι, ἐν οἷς καὶ τὸ λεγό‐ μενον κακὸν καὶ ὂν κακόν, ἀπὸ ἀνθρώπων ἀρξάμενον τῶν γενομέ‐ νων οὐκ ὄντων ποτέ· ἀρχὴν δὲ τοῦ κακοῦ ἐσχηκότος, ἐξότε καὶ ὁ ἄνθρωπος ὁ οὐκ ὤν ποτε * οὐκέτι ἔσται τὸ κακόν. ἀναμφιβόλως γὰρ ἀναιρεθήσεται, διὰ τὸ μὴ συνευδοκεῖν τὸν ὄντα τῷ ἀρχὴν ἐσχη‐
25κότι καὶ ἐν φαύλοις ἑαυτὸν καταστήσαντι· παυθήσεται γὰρ μετὰ τὴν ἀνάστασιν, οὐ μόνον ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ νόμου κηρύξεως καὶ πρὸ τοῦ δὲ νόμου ἀπὸ πολλῶν τῶν κατὰ τὸν φυσικὸν νόμον πεπολιτευ‐ μένων καὶ ἔτι γε περισσοτέρως ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρ‐ ουσίας, τελειότατα δὲ ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐπειδή
30«σπείρονται ἐν φθορᾷ, ἐγείρονται ἐν ἀφθαρσίᾳ», μηκέτι τὸ κακὸν
ἐργαζόμενοι, μηκέτι ἀποθνῄσκοντες. καὶ ὅτι δὲ παυθήσεται, μαρτυ‐160 in vol. 2
Haer
.

2

.

161

ρήσει ὁ αὐτὸς λόγος τοῦ ἀποστόλου φάσκων «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». καὶ ἀνῄρηται πανταχόθεν ἡ κατὰ σέ, ὦ Μαρκίων, ὑπόθεσις, φαντασιώδης τις οὖσα καὶ ψευδὴς καὶ ἄστατος καὶ ἄλογος.
5 δ καὶ ιβ σχόλιον. «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». δ καὶ ιβ ἔλεγχος. Τό «γέγραπται» εἰς χρῆσιν προφερόμενον καὶ τό «γινώσκει κύριος» ὁμολογούμενον, οὐκ ἀλλότριον ὑπάρχει τῷ
10ἀναλεξαμένῳ τὸ ῥητὸν τοῦ λόγου, φημὶ δὲ τῷ ἁγίῳ ἀποστόλῳ, παρ’ ᾧ ἡ χρῆσις ἐμφέρεται. ἐξ ἧς χρήσεως ὁ χαρακτὴρ φανεῖται οὐκ ἀλ‐ λότριος τοῦ κηρύγματος τοῦ ἀποστόλου ἀπὸ τῆς παλαιᾶς διαθήκης, ὅθεν αὐτῷ ἡ μαρτυρία συνέστη. ε καὶ ιγ σχόλιον. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός».
15 ε καὶ ιγ ἔλεγχος. Εἰ Πάσχα ὁ ἀπόστολος ὁμολογεῖ καὶ τυθέντα τὸν Χριστὸν οὐκ ἀρνεῖται, οὐκ ἀλλότριον τὸ Πάσχα τοῦ Χριστοῦ, τοῦ κατὰ νόμον Πάσχα πρόβατον θύοντος ἀληθινῶς καὶ οὐ δοκήσει, οὗ προβάτου τύπος ἦν ὁ οὐ δοκήσει θυόμενος Χριστὸς οὐδὲ ἄνευ σαρκὸς πάσχων. πῶς γὰρ ἠδύνατο πνεῦμα θύεσθαι; δῆλον 〈ὅτι〉 οὐκ
20ἠδύνατο. μὴ δυναμένου δὲ ἄνευ σαρκὸς τυθῆναι, τυθέντος δὲ ἐν ἀληθείᾳ, ὡς ὁμολογεῖται διὰ τῆς τοῦ ἀποστόλου ἀναμφιλέκτου μαρ‐ τυρίας, *. οὐκοῦν ἐκ παντὸς σαφῶς ἀποδέδεικται οὐκ ἀλλότριος ὁ νόμος, τύπῳ φερόμενος χρόνῳ ἄχρι τοῦ ἐντελεστέρου καὶ ἐναργοῦς προβάτου τυθέντος ἐν ἀληθείᾳ Χριστοῦ, οὗ προῆγεν ἐν τοῖς παλαιοῖς
25χρόνοις [ἄλλοις] θυόμενον τὸ πρόβατον τὸ αἰσθητόν. «ἡμῶν δὲ τὸ Πάσχα ἐτύθη Χριστός». ϛ καὶ ιδ σχόλιον. «Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». ϛ καὶ ιδ ἔλεγχος. Εἰ οὐκ ἀληθὴς ὁ νόμος, τίνι τῷ λόγῳ οἱ ἀλη‐
30θεῖς τὰς μαρτυρίας ἀπὸ τοῦ νόμου λαμβάνουσιν; ὧν εἷς ὑπάρχει ὁ161 in vol. 2
Haer
.

2

.

162

ἅγιος θεοῦ ἀπόστολος Παῦλος, ὁ τὴν μαρτυρίαν ταύτην μετὰ καὶ πολλῶν ἄλλων λαβὼν εἰς ἐναργῆ παράστασιν ἀληθείας καὶ κηρύγμα‐ τος τοῦ ἀγαθοῦ θεοῦ. ζ καὶ ιε σχόλιον. Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ»
5λέγει «ἐν τῷ Μωυσέως νόμῳ». λέγει δὲ πρὸ τούτου «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει». ζ καὶ ιε ἔλεγχος. Κἄν τε ἐν τῇ δευτέρᾳ ἀποφάσει ἀλλάξῃς τὸ εἶδος, ὦ Μαρκίων, καὶ νομίσῃς ἀπὸ τοῦ πεποιηκέναι σε «ἐν τῷ νόμῳ Μωυσέως» ἀπαλλοτριοῦν διὰ τοῦ «Μωυσέως» θεοῦ τὸν
10νόμον, ἄνωθεν ὁ σύνδεσμος ἐλέγχει σου τὴν ἀφροσύνην, τό «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει· ἐν γὰρ τῷ νόμῳ γέγραπται· οὐ φι‐ μώσεις βοῦν ἀλοῶντα». οὐδὲν δὲ ἡμᾶς ἠδίκησας, κἄν τε προσθείης τὸ ὄνομα Μωυσέως, ἀλλὰ ἡμᾶς μὲν ὠφέλησας, κατὰ σαυτοῦ δὲ τὴν μαρτυρίαν ἔσφιγξας πανταχόθεν τε ὡμολόγησας ἀγνοῶν, τοῦ θεοῦ
15εἶναι τὸν Μωυσέως νόμον ἀπὸ τοῦ «ἐν τῷ νόμῳ Μωυσέως» καὶ «ὁ νόμος λέγει». ἐπακολουθεῖ γὰρ ὁ ἀπόστολος συντιθέμενος ἐν τῷ μετέπειτα εἰρηκέναι «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ πάντως δι’ ἡμᾶς εἴρηκεν». εἰ δὲ διὰ τοὺς ἀποστόλους εἴρηκεν ὁ νόμος, καὶ ὁ ἐν τῷ νόμῳ θεὸς λαλήσας ἐπιμελεῖται ἄρα τῶν ἀποστόλων τοῦ Χριστοῦ
20ἐν τῷ μὴ φιμοῦν αὐτοὺς παρακελεύεσθαι, ἤτοι τοῦ λαλεῖν τὴν τοῦ Χριστοῦ αὐτοῦ διδασκαλίαν ἤτοι τὴν ἐφήμερον τροφὴν παρὰ τῶν λαῶν ἀνενδεῶς αὐτοὺς ἔχειν. οὐκ ἄρα ἀλλοτρίους τοὺς ἀποστόλους ἑαυτοῦ τῆς θεότητος οἶδεν οὐδὲ οἱ ἀπόστολοι ἀλλότριον αὐτὸν θεὸν ἡγοῦνται. ἐξ ἧσπερ ὑπὲρ πάντων μαρτυρίαν ὁ ἅγιος ἀπόστολος
25ἀποδέδωκε φήσας «μὴ περὶ τῶν βοῶν μέλει τῷ θεῷ; ἀλλὰ διὰ τοὺς ἀποστόλους εἴρηκεν». καὶ εἰ διὰ τοὺς ἀποστόλους εἴρηκε, κτιστὴς δέ ἐστιν ἀνθρώπων καὶ κτηνῶν, ἐξ ὧν βόες τε καὶ στρουθοί, ἑρπετά
τε καὶ κνώδαλα, ἐνάλιά τε καὶ τὰ ἄλλα, ἄρα μέλει αὐτῷ περὶ πάν‐162 in vol. 2
Haer
.

2

.

163

των κατὰ τὴν ἑκάστου ἀναλογίαν. καὶ μέλει μὲν αὐτῷ περὶ πάντων ἐν τῷ λέγειν «ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε» καὶ ἐν τῷ εἰρη‐ κέναι «τίς δέδωκε κόρακι βοράν;» καί «νεοσσοὶ κοράκων πρὸς κύριον κεκράγασι. τὰ σῖτα ζητοῦντες» καί «δώσεις τὴν τροφὴν εὔκαιρον τοῖς
5πᾶσιν». ἀλλὰ οὐκ ἐν τῷ ἀλοᾶν τοὺς βοῦς παρεκελεύετο μὴ φιμοῦν βοῦν ἀλοῶντα, ἐπεὶ ἐδείκνυεν ἂν μὴ δύνασθαι τὸν θεὸν τρέφειν αὐτοῦ τὴν κτίσιν ἄλλως εἰ [καὶ] μὴ διὰ τῆς 〈ὑπὸ〉 τῶν ἀνθρώπων τοῖς κτήνεσιν ἐπικουρουμένης τροφῆς. ἔδειξε δὲ ὁ ἅγιος ἀπόστολος οὐ δι’ ἀπορίαν τροφῆς τὸν θεὸν διὰ τοῦ ἀλοητοῦ ἐπιμέλεσθαι βοῶν
10ἐν τῷ παρακελεύεσθαι μὴ φιμοῦν τοὺς τοιούτους, ἀλλὰ διὰ τοῦ αἰ‐ νίγματος περὶ τῶν ἀποστόλων σημαίνεσθαι τὴν σχέσιν. † τῶν γὰρ κατὰ τὸ αἰσθητὸν πάντων ποιεῖται τὴν πρόνοιαν καὶ ὁμοίως μέλει αὐτῷ περὶ πάντων. οὐ γὰρ ἀντιθέτως ὁ ἀπόστολος πρὸς τὸν σω‐ τῆρα ἔγραφεν, ἵνα οὕτως προφασίσωνται οἱ πολλοί. μικρότερα γὰρ
15τῶν βοῶν τὰ στρουθία, περὶ ὧν ὁ σωτὴρ ἔλεγεν ὅτι «πέντε στρου‐ θία πωλεῖται ἀσσαρίων δύο» καὶ πάλιν «οὐχὶ δύο στρουθία πωλεῖ‐ ται ἀσσαρίου ἑνός;». εἰ οὖν δύο στρουθία πωλεῖται ἀσσαρίου ἑνὸς καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὁμοῦ μὲν πάντων προνοεῖ, τῶν δὲ μειζόνων ἐπιμελεῖ‐
20ται κατὰ τὸ μεῖζον εἶδος τῆς πνευματικῆς ἀκολουθίας. ὥστ’ οὖν ἐκ παντὸς ὁμολογεῖται τὸν αὐτὸν ποιητὴν καὶ δημιουργὸν καὶ νομοθέ‐ την παλαιᾶς καὶ καινῆς διαθήκης ὄντα, θεὸν ἀγαθόν τε καὶ δίκαιον καὶ τῶν πάντων κύριον. η καὶ ιϛ σχόλιον. «Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;»
25 η καὶ ιϛ ἔλεγχος. Ἤδη διαπεπραγμάτευται καὶ διὰ πλάτους ἡρμήνευται ἐν τῷ πρὸ αὐτοῦ ῥητῷ. διὸ περιττὸν ἡγησάμενος αὖθις περὶ αὐτοῦ λέγειν ἠρκέσθην τοῖς προειρημένοις. θ καὶ ιζ σχόλιον. «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι
οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσ‐163 in vol. 2
Haer
.

2

.

164

σης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς
5τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς καὶ ἐκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκά‐ θισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειρά‐ ζωμεν τὸν Χριστόν» ἕως ὅπου λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν» καὶ τὰ ἑξῆς.
10 θ καὶ ιζ ἔλεγχος. Ὦ πολλῆς φρενοβλαβείας. τίς ἔχων ὀφθαλ‐ μοὺς ἡλίου ἀνατέλλοντος ἑαυτὸν ἀπὸ τοῦ φωτὸς πλανήσει; εἰ γὰρ πατέρας ἑαυτοῦ τοὺς τότε λέγει ὁ ἅγιος ἀπόστολος καὶ ὑπὸ νεφέλην καὶ διὰ θαλάσσης διεληλυθέναι καὶ πνευματικὸν βρῶμα καὶ πόμα εἶναι, βεβρωκέναι δὲ καὶ πεπωκέναι ἐκ πνευματικῆς ἀκολουθούσης
15πέτρας, Χριστὸν δὲ εἶναι τὴν πέτραν φάσκει, τίς πεισθήσεται Μαρ‐ κίωνος τῇ ἀνοίᾳ, τοῦ σκοτίζοντος ἑαυτοῦ τὸν νοῦν καὶ τῶν ἀκουόν‐ των αὐτοῦ, ἀλλότριον φάσκειν τὸν Χριστὸν τῶν ἐν νόμῳ γενομένων, ὁμολογουμένων δὲ παρὰ τοῦ ἀποστόλου ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δο‐ κήσει; φάσκει δὲ ὁ ἀπόστολος μὴ ἐν τοῖς πλείστοις τὸν Χριστὸν
20ηὐδοκηκέναι, πάντως διὰ παράνομον πρᾶξιν τῶν αὐτῶν. εἰ δὲ οὐκ ηὐδόκησεν ἐν τοῖς κατὰ τὸν νόμον παράνομα ἐργασαμένοις, ἄρα ἀγα‐ νακτεῖ πρὸς τοὺς τοιούτους, ὡς αὐτοῦ δεδωκότος τὸν νόμον, καὶ δι‐ δάσκει ἑαυτοῦ τὸν νόμον ὑπάρχειν, καιρῷ δοθέντα καὶ δικαίως ἐξυπ‐ ηρετηθέντα ἄχρι τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. πρέπον γάρ ἐστιν
25οἰκοδεσπότῃ καθ’ ἕκαστον καιρὸν ἁρμοδίως ἐπιτάσσειν τοῖς ἑαυτοῦ οἰκέταις τὰ πρέποντα. εὐθὺς δὲ ἐπιφέρει λέγων «ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐ‐ τῶν»· οὐχὶ κατὰ πάντων τὴν ψῆφον διεξιών. καὶ πόθεν οἶδας
30ταῦτα, ὦ ἀπόστολε; ἐπιφέρει «ὡς γέγραπται» φήσας «ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν». ἄρα γοῦν ἀληθὴς ἡ γραφή, ἐξ ἧς καὶ τὸν ἔλεγχον κατὰ τῶν ἀνόμων ὁ ἀπόστολος λαμβάνει.
εἶτα πάλιν «μηδὲ πειράζωμεν τὸν κύριον». ὁ δὲ Μαρκίων ἀντὶ τοῦ164 in vol. 2
Haer
.

2

.

165

«κύριον» Χριστὸν ἐποίησε. κύριος δὲ καὶ Χριστὸς ταὐτὸν ὑπάρχει, κἂν μὴ δοκοίη τῷ Μαρκίωνι, προϋποτεταγμένης τῆς τοῦ Χριστοῦ ἐπωνυμίας ἐν τῷ εἰπεῖν «ἡ πέτρα ἦν ὁ Χριστός· καὶ οὐκ ἐν τοῖς πλείοσιν αὐ‐ τῶν ηὐδόκησε». διεξιὼν δὲ πάλιν ὁ ἅγιος ἀπόστολος πᾶσαν τὴν
5τοῦ κεφαλαίου ὑπόθεσίν φησιν «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκεί‐ νοις, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν». εἰ τοίνυν τὰ τυπικῶς ἐκείνοις συμβεβηκότα ἐγράφη ἡμῖν εἰς νουθεσίαν, ὁ γράψας τὰ γεγονότα τότε εἰς νουθεσίαν ἡμῶν ἐπεμελεῖτο ὧν καὶ τὴν νουθεσίαν ἐποιεῖτο, τὸ μὴ γίνεσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν. ὁ δὲ μὴ θέλων κακῶν ἐπιθυ‐
10μητὰς ἡμᾶς εἶναι ἄρα ἀγαθὸς ὑπάρχει καὶ οὐ κακός. ἐν οἷς γὰρ ὑπάρχει, ἐν τούτοις προτρέπεται ἡμᾶς εἶναι, ὁ αὐτὸς ἀγαθὸς θεὸς ὢν καὶ δίκαιος, ὁ τῶν προγραφέντων θεὸς καὶ τῶν μετέπειτα νου‐ θετουμένων, κτιστὴς ὢν τῶν πάντων καὶ δημιουργὸς καὶ νομοθέτης καὶ δωρητικὸς τῶν εὐαγγελίων καὶ καθοδηγὸς τῶν ἀποστόλων.
15 ι καὶ ιη σχόλιον. «Τί οὖν φημι; ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰ‐ δωλόθυτον τί ἐστιν; ἀλλ’ ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. ι καὶ ιη ἔλεγχος. «Τί οὖν φημι; εἰδωλόθυτον τί ἐστιν; ἀλλ’ ὅτι ἃ θύουσι, δαιμονίοις θύουσι καὶ οὐ θεῷ». οὐκ ἀπηγόρευσε τὸν
20παλαιὸν τῶν πατέρων χρόνον ὁ ἀπόστολος ἕως αὐτοῦ καὶ ἕως ἐνέ‐ στηκεν Ἱερουσαλὴμ ἀπὸ τοῦ εἰπεῖν τοὺς εἰς τὰ εἴδωλα θύοντας δαι‐ μονίοις θύειν καὶ οὐ θεῷ. οὐκ ἄρα κατέκρινε τῶν θεῷ θυσάντων, ὅτε χρεία θυσιῶν ἦν. κατακρίνει δὲ τοὺς θύοντας εἰδώλοις, οὐ διὰ τὸ θύειν ἀλλὰ διὰ τὸ ἀντὶ θεοῦ εἰδώλοις θύειν. οὔτε γὰρ θύουσιν,
25ἵνα τροφὴν ἑαυτοῖς ἐκ θεοῦ κεχαρισμένην εἰς μετάληψιν ἐργάσωνται, ἀλλὰ δαίμοσι θύοντες καὶ ματαιοφροσύνῃ *. σὺ δέ, ὦ Μαρκίων, προσέθηκας τὸ ἱερόθυτον, νομίσας ἀπὸ τοῦ μεμίχθαι τὰ δύο ὀνόματα, ἱεροῦ τε καὶ εἰδώλου, συνάπτεσθαι τῶν δύο τρόπων τὴν σχέσιν. καὶ οὐκ ἔστιν τοῦτο. εἰ μὲν γὰρ μετὰ τὸ ἐλθεῖν τὴν καινὴν διαθήκην
30ἐθύετο τῷ Χριστῷ κατ’ ἰδίαν καὶ εἰς ὄνομα αὐτοῦ ζῷα ἀνεφέρετο,
πιθανὸν ἄν σοι ηὑρίσκετο τὸ τῆς συκοφαντίας ψεῦδος, ὡς τῶν νῦν165 in vol. 2
Haer
.

2

.

166

θεῷ θυόντων Χριστῷ θυόντων, τῶν δὲ τότε θυσάντων ἐν τῷ ἱερῷ Ἱεροσολύμων καὶ τῶν τοῖς εἰδώλοις θυόντων ὁμοῦ συναπτομένων καὶ δαίμοσι θυόντων καὶ οὐχὶ θεῷ. μηδενὸς δὲ θύσαντος ζῷα Χριστῷ ἀπὸ τῆς Χριστοῦ ἐνδημίας καὶ καινῆς διαθήκης, φανερὰ ἡ παρὰ σοὶ
5προσθήκη. εἰ δὲ καὶ φύσει ἔκειτο ἡ λέξις ἐν τῷ ἀποστόλῳ περὶ ἱεροθύτου καὶ εἰδωλοθύτου, ὅμως ἓν καὶ τὸ αὐτὸ ἐκρίνετο παρὰ τοῖς τὸν εὔλογον λογισμὸν κεκτημένοις, καταχρηστικῶς λεγομένης τῆς λέξεως ὑπὸ τοῦ ἀποστόλου διὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἀεὶ τὸ εἴδωλον ἱερὸν καλούντων.
10 Καὶ πανταχόθεν διέπεσέ σου ἡ ψευδήγορος διάνοια, ἀποδειχθείσης τῆς ἀληθείας, ὅτι οἱ θύοντες εἰδώλοις (ἤτοι κατὰ τὸν αὐτῶν λόγον ἱερόθυτον ὃ ἐποίουν ἢ ποιοῦσι *) ψεῦδος ἐργαζόμενοι δαιμονίοις θύουσι καὶ οὐχὶ θεῷ· ἀλλ’ οὐχ οἵ ποτε κατὰ νόμον θύσαντες δι‐ καιότατα. νῦν δὲ μηκέτι τούτου γενομένου, αὐτοῦ θέλοντος, ὡς
15καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ Ἰερεμίου τοῦ προφήτου ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κινάμωμον ἐκ γῆς μακρόθεν;» καὶ πάλιν «αἱ θυσίαι σου οὐχ ἥδυνάν μοι» καὶ ἄλλοτε «ἆρόν σου τὰς θυσίας, Ἰσραήλ, καὶ φάγετε κρέα. οὐ γὰρ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐ‐
20τοὺς ἐκ γῆς Αἰγύπτου περὶ θυσιῶν, ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς, ἕκαστον ποιεῖν δικαιοσύνην πρὸς τὸν πλησίον»· αὐτοῦ δὲ λέγοντος ὅτι οὐκ ἐνετειλάμην καὶ αὐτοῦ ἐν τῷ νόμῳ λέγοντος τῷ Μωυσῇ ὅτι «ἕκαστος τῶν υἱῶν Ἰσραὴλ ἐὰν προσενέγκῃ θυσίαν ἐκ βοῶν ἢ προ‐ βάτων, ἄρσεν ἄμωμον προσφερέτω» καὶ πάλιν «ἐάν τις ἁμάρτῃ καὶ
25γένηται ἔν τινι πλημμελείᾳ, προσαγάγῃ πρόβατον» καὶ πάλιν «ἐὰν ἁμάρτῃ ὁ λαός, προσενέγκῃ μόσχον», ἔδειξε μὲν εὐπροσδέκτως αὐτὸν
κομίζεσθαι τὰς ὑπὲρ σωτηρίας τοῦ λαοῦ ποτε τελεσθείσας θυσίας,166 in vol. 2
Haer
.

2

.

167

οὐκ αὐτοῦ ἐπιδεομένου τούτων οὐδὲ θέλοντος ταῦτα, ἀλλὰ συγκατα‐ βαίνοντος αὐτῶν τῇ ἀσθενείᾳ καὶ τῇ τῆς ἀνθρωπότητος προλήψει, ἵνα ἀπὸ τῆς πολυθεΐας εἰς τὴν περὶ τοῦ ἑνὸς θεοῦ γνῶσιν μετενέγκῃ τὴν τῶν ἀνθρώπων διάνοιαν. ἐπειδὴ γὰρ ἰσχυρῶς ἐτεθεμελίωτο
5ἡ διάνοια αὐτῶν ἐν τῇ θυσίᾳ ὡς ἐν εὐσεβείᾳ, τῇ ὑπὲρ ἱλασμῶν ἑαυ‐ τῶν καὶ σωτηρίας εἰδώλοις προσφερομένῃ, εἰς δὲ τὸ μὴ ἅπαξ χαλε‐ πῶς φέρειν διὰ τὴν συνήθειαν, τοῦ ἀποστρέψαι * τοῦτο ποιεῖν ἕως καιροῦ εἰς αὐτοῦ ὄνομα ἀπὸ τῆς πολυθέου φαντασίας, ἠθέλησε τὰ κατ’ ἔθος αὐτοῖς γινόμενα εἰς αὑτὸν μεταλλάξαι, ἵνα λοιπὸν γνόντες
10τὸν ἕνα καὶ πιστεύσαντες ἀσφαλῶς τῷ ἑνὶ παρ’ αὐτοῦ ἀκούσωσιν «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» καί «μὴ τεσσαρά‐ κοντα ἔτη θυσίαν προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;». καίτοι γε πολλῶν θυσιῶν τότε προσενεχθεισῶν, ἵνα δείξῃ ὅτι οὐκ αὐτῷ προσέφερον, καίτοι γε αὐτοῦ δεχομένου καὶ εἰς ὄνομα αὐτοῦ
15αὐτῶν προσφερόντων, ἀλλὰ διὰ τὴν αὐτῶν ἐν τοῖς τοιούτοις ἀνα‐ χθεῖσαν συνήθειαν, ἕως μεταλλεύσῃ καθελκύσας ἀπὸ συνηθείας πολ‐ λῶν εἰς τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνὸς λοιπὸν μάθωσιν ὅτι οὔτε ἔχρῃζεν οὔτε χρῄζει καὶ λοιπὸν ἀποκόψῃ διὰ τῆς ἐνσάρκου παρουσίας τῆς τοῦ Χριστοῦ αὐτοῦ τὸ πᾶν τῆς ὑποθέσεως τῶν θυσιῶν, τῆς μιᾶς
20θυσίας τελειωσάσης τὰς προϋπαρξάσας πάσας, ἥτις ἐστὶ θυσία Χρι‐ στοῦ, ὅτι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός» κατὰ τὸ γεγραμμένον· ἧς θυσίας καὶ Πάσχα καὶ διδασκαλίας παιδαγωγὸς ἐγένετο ὁ νόμος, ὁδηγῶν διὰ τὸν τύπον καὶ ἀποκαθιστῶν εἰς τὴν ἐντελεστέραν διδα‐ σκαλίαν.
25 ια καὶ ιθ σχόλιον. «Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». ια καὶ ιθ ἔλεγχος. Εἰκόνα οὐ μόνον τὸν ἄνθρωπον θεοῦ ὁρί‐ ζεται ὁ ἀπόστολος, ἀλλὰ καὶ δόξαν. τὴν κόμην δὲ ὑποτιθέμενος σωματικήν, οὖσαν κατ’ ἰδίαν ἐν σώματι καὶ οὐκ ἐν ψυχῇ, οὐκ ἀλλό‐
30τριον ἄρα θεοῦ τὸ ποίημα ὁρίζεται τοῦ ἀγαθοῦ διὰ τοῦ ὁμολογεῖν
αὐτὸν τὰ ἀπὸ παλαιᾶς ἐν καινῇ πληρούμενα διαθήκῃ.167 in vol. 2
Haer
.

2

.

168

ιβ καὶ κ σχόλιον. «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». ιβ καὶ κ ἔλεγχος. Εἰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα, οὐκ ἄλλον δὲ θεὸν ὁ ἀπόστολος κηρύσσει ἀλλὰ τὸν ὄντα, ὁμολογεῖ δὲ τὸν θεὸν τὸ σῶμα τοῖς μέλεσι κεκερακέναι, οὐκ ἄλλον οἶδεν θεὸν ἀλλ’ ἢ τὸν
5δημιουργόν, αὐτὸν ἀγαθὸν καὶ κτιστὴν καὶ δίκαιον, πάντων ποιητήν, ἐξ ὧν πάντων ἓν ἔργον ὑπάρχει ὁ ἄνθρωπος, ὁ τοῖς μέλεσιν ὑπ’ αὐτοῦ καλῶς κεκερασμένος. ιγ καὶ κα σχόλιον. Πεπλανημένως ὁ Μαρκίων 〈μετὰ τό〉 «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι», προσέθετο
10«διὰ τὸν νόμον». ιγ καὶ κα ἔλεγχος. Ἄρα καὶ αἱ γλῶσσαι ἐκ τοῦ χαρίσματος τοῦ πνεύματός εἰσι. γλώσσας δὲ ὁποίας λέγει ὁ ἀπόστολος; * ὅπως γνῶ‐ 〈σιν οἱ〉 τὰς φωνὰς τὰς Ἑβραΐδας τὰς διαφόρως καὶ ποικίλως ἐν ἑκάστῃ λέξει καλῶς μετὰ σοφίας ποικιλθείσας, ἀλλὰ καὶ τὴν κομπώδη
15γλῶσσαν τῶν Ἑλλήνων αὐχοῦντες, τὸ ἀττικίζειν καὶ αἰολίζειν καὶ Δωρικῶς φθέγγεσθαι, * τινὲς τῶν παρὰ τοῖς Κορινθίοις τὰς πτύρ‐ σεις καὶ στάσεις ἐργασαμένων, οἷς ἡ ἐπιστολὴ ἐπεστέλλετο. καὶ ὡμο‐ λόγησε μὲν χάρισμα εἶναι πνευματικὸν τὸ ταῖς Ἑβραϊκαῖς λέξεσι κε‐ χρῆσθαί τε καὶ τὸν νόμον διδάσκειν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἄλλα κομ‐
20πώδη καθελὼν τῆς τῶν Ἑλλήνων γλώσσης ἔφησεν μᾶλλον γλώσσαις αὐτὸν αὐτῶν λαλοῦντα διὰ τὸ εἶναι αὐτὸν Ἑβραῖον ἐξ Ἑβραίων, παρὰ τοὺς πόδας Γαμαλιὴλ ἀνατεθραμμένον, ὧν Ἑβραίων τὰ γράμ‐ ματα ἐν ἐπαίνοις τίθησι καὶ τῆς τοῦ πνεύματος δωρεᾶς ὄντα χα‐ ρίσματα *· διὸ καὶ περὶ τῶν αὐτῶν [καὶ] Τιμοθέῳ γράφων ἔλεγεν
25«ὅτι ἀπὸ νεότητος ἱερὰ γράμματα ἔμαθες». ἔτι δὲ προστιθεὶς 〈πρὸσ〉168 in vol. 2
Haer
.

2

.

169

τοὺς ἀπὸ Ἑλλήνων ποιητῶν καὶ ῥητόρων ὁρμωμένους τὰ ἴσα φάσκων ὁμοίως ἔφη «πάντων πλέον ὑμῶν λαλῶ γλώσσαις», ἵνα δείξῃ καὶ τῆς Ἑλληνικῆς παιδείας αὐτὸν ἐν πείρᾳ ὑπερβαλλόντως γεγενῆσθαι. καὶ γὰρ καὶ ὁ χαρακτὴρ αὐτοῦ σημαίνει αὐτὸν ὑπάρχειν ἐν προπαι‐
5δείᾳ, οὗ * οὐκ ἠδυνήθησαν Ἐπικούρειοι καὶ Στωϊκοὶ ἀντιστῆναι, ἀνα‐ τρεπόμενοι διὰ τῆς λογίως παρ’ αὐτοῦ ἀναγνωσθείσης τοῦ βωμοῦ ἐπιγραφῆς τῆς ἐπιγεγραμμένης «τῷ θεῷ ἀγνώστῳ», ῥητῶς ἀναγνω‐ σθείσης παρ’ αὐτοῦ καὶ εὐθὺς μεταφραστικῶς ῥηθείσης «ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν», καὶ πάλιν φήσαντος «εἶπέν
10τις ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί», ἵνα τὸν Ἐπιμενίδην δείξῃ, ἀρχαῖον ὄντα φιλόσοφον καὶ κτιστὴν τοῦ παρὰ Κρησὶν εἰδώλου· ἀφ’ οὗπερ καὶ Καλλίμαχος ὁ Λίβυς τὴν μαρ‐ τυρίαν εἰς ἑαυτὸν συνανέτεινε, ψευδῶς περὶ Διὸς λέγων·
15 Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο, σὺ δ’ οὐ θάνες· ἐσσὶ γὰρ αἰεί. καὶ ὁρᾷς πῶς διηγεῖται περὶ γλωσσῶν ὁ ἅγιος ἀπόστολος, «ἀλλὰ θέ‐ λω πέντε λόγους ἐν ἐκκλησίᾳ τῷ νοΐ μου» τουτέστιν διὰ τῆς ἑρμηνείας «φράσαι». ὡς ὁ προφήτης ἐν πνεύματι ἁγίῳ εἰς τὸν νοῦν προκεχορη‐
20γημένα φέρων εἰς φῶς διὰ τῆς προφητείας ὠφελεῖ τοὺς ἀκούοντας, οὕτως κἀγὼ 〈θέλω〉, φησί, λαλῆσαι εἰς ἀκοὴν τῆς ἐκκλησίας καὶ οἰκοδομὴν καὶ μὴ διὰ τοῦ κόμπου Ἑλληνίδος τε καὶ Ἑβραΐδος ἑαυτὸν οἰκοδομεῖν τὸν εἰδότα καὶ οὐχὶ τὴν ἐκκλησίαν δι’ ἧς ἐπίσταται γλώσσης. σὺ δὲ προσέθηκας, ὦ Μαρκίων, τό «διὰ τὸν νόμον», ὡς τοῦ ἀποστόλου
25λέγοντος «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ 〈λαλῆσαι〉 διὰ τὸν νόμον». αἰδέσθητι, Βαβυλὼν δευτέρα καὶ καινὴ Σοδόμων πολυμιξία. ἕως
πότε συγχεῖς τὰς γλώσσας; ἕως πότε τολμᾷς κατὰ τῶν ὑπὸ σοῦ169 in vol. 2
Haer
.

2

.

170

μηδὲν ἀδικουμένων; ζητεῖς γὰρ βιάσασθαι ἀγγελικὰς δυνάμεις, ἐκβαλὼν τοὺς λόγους τῆς ἀληθείας ἀπὸ τῆς ἐκκλησίας φάσκων τῷ Λὼτ τῷ ἁγίῳ «ἐξάγαγε τοὺς ἄνδρας». καὶ ὃ ἐπιχειρεῖς κατὰ σεαυτοῦ ἐπιχει‐ ρεῖς, τοὺς δὲ λόγους τῆς ἀληθείας οὐκ ἐκβαλεῖς, ἀλλὰ σεαυτὸν πα‐
5τάσσεις ἐν ἀορασίᾳ καὶ ἐν νυκτὶ ἐζοφωμένῃ διάγεις, ψηλαφῶν τὴν θύραν καὶ μὴ εὑρίσκων ἕως ἀνατείλῃ ὁ ἥλιος καὶ ἴδῃς τὴν ἡμέραν τῆς κρίσεως· ἐν ᾗ καὶ τὸ πῦρ ἀπαντήσεται τῇ σῇ ψευδηγορίᾳ. τοῦτο γάρ σε ἐκδέχεται, ὡς ὁρᾷς. οὔτε γὰρ κεῖται παρὰ τῷ ἀποστόλῳ 〈τό〉 «διὰ τὸν νόμον» καὶ παρὰ σοῦ τοῦτο πεποιήτευται. εἰ δὲ καὶ ἔλεγεν
10ὁ ἀπόστολος «διὰ τὸν νόμον», συνᾳδόντως ἔλεγεν τῷ ἑαυτοῦ κυρίῳ, οὐχ ἵνα καταλύσῃ τὸν νόμον, ἀλλ’ ἵνα πληρώσῃ. ιδ καὶ κβ σχόλιον. «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσ‐ σοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον». ιδ καὶ κβ ἔλεγχος. Εἰ μὴ ἐπλήρωσε κύριος τὰ ἐν τῷ νόμῳ
15προειρημένα, τίς ἦν χρεία τὸν ἀπόστολον ὑπομνῆσαι τὰ ἀπὸ νόμου ἐν καινῇ διαθήκῃ πληρούμενα; ὡς καὶ ὁ σωτὴρ ἔδειξεν ὅτι αὐτὸς ἦν ὁ καὶ τότε ἐν νόμῳ λαλήσας καὶ κατὰ ἀπειλὴν ὁρίσας αὐτοῖς λέγων «διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, καὶ ὤμοσα εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου»· διὸ καὶ ἐν ἑτερο‐
20γλώσσοις ἐπηγγείλατο λαλῆσαι αὐτοῖς, ὡς καὶ ἐλάλησε, καὶ οὐκ εἰσῆλ‐ θον. τοῦτο γὰρ εὑρίσκεται λέγων τοῖς αὐτοῦ μαθηταῖς «ὑμῖν δέδοται τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι» καὶ τὰ ἑξῆς. πανταχοῦ τοίνυν ἐν τῇ καινῇ τὰ ἀπὸ πα‐ λαιᾶς πληρούμενα παντί τῳ σαφές ἐστιν ὅτι οὐχ ἑτέρου θεοῦ καὶ
25ἑτέρου θεοῦ, ἀλλὰ τοῦ αὐτοῦ αἱ δύο διαθῆκαι συνίστανται. ιε καὶ κγ σχόλιον. «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». ιε καὶ κγ ἔλεγχος. Εἰ κατὰ τὸν νόμον διατάσσεται ὁ ἅγιος τοῦ
30θεοῦ ἀπόστολος τὴν εὐταξίαν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, οὐκ ἄτακτος
ὁ νόμος, ἀφ’ οὗπερ τὴν εὐταξίαν μετακομίζεται οὐδὲ ἀλλοτρίου θεοῦ170 in vol. 2
Haer
.

2

.

171

ὑπάρχει ὁ νόμος, τὴν γυναῖκα καθυποτάξας τῷ ἀνδρί. συναρέσκει γὰρ καὶ τῷ ἀποστόλῳ τοῦτο ἐν τῇ τῆς ἐκκλησίας νομοθεσίᾳ, ὥς φησι· «καθὼς καὶ ὁ νόμος λέγει». ποῦ δὲ εἶπεν ὁ νόμος ἀλλὰ ἐν τῷ εἰπεῖν τὸν θεὸν πρὸς τὴν Εὔαν εὐθύς «πρὸς τὸν ἄνδρα σου ἡ
5ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει»; εἰ γὰρ καὶ ἐν ἄλλοις τό‐ ποις, ἀλλὰ ἐντεῦθεν ἡ ἀρχή. εἰ τοίνυν ἀπὸ τότε ἡ γυνὴ ὑπετάγη ἐκ προστάγματος θεοῦ τῷ ἀνδρὶ καὶ ἀκολούθως ὁ ἀπόστολος καθυ‐ ποτάσσει ταύτην, οὐκ ἀντιθέτως τῷ ποιήσαντι τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα θεῷ καὶ αὐτὸς κελεύων δείκνυσιν ἐξ ἅπαντος ὅτι τοῦ αὐτοῦ
10[θεοῦ] ὑπάρχει ὁ ἀπόστολος νομοθέτης θεοῦ, οὗ καὶ ὁ νόμος ἦν καὶ ἡ πᾶσα παλαιὰ διαθήκη, καὶ τοῦ αὐτοῦ ἡ καινὴ διαθήκη, τουτέστιν αἱ δύο διαθῆκαι, αἱ τὴν γυναῖκα τότε καὶ νῦν καθυποτάξασαι τῷ ἀνδρὶ δι’ εὐσεβῆ καὶ ἀντίρροπον εὐταξίαν. ιϛ καὶ κδ σχόλιον. Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ
15ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγή‐ γερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθα‐ νασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος
20εἰς νῖκος». ιϛ καὶ κδ ἔλεγχος. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». εἰ εὐηγγελίσατο καὶ αὐτὸ πάλιν γνωρίζει, οὐκ ἄλλο τι εὐαγγέλιον οὔτε ἄλλη γνῶσις μετὰ τὴν μίαν καὶ τὸ ἕν, ὅπερ ἓν τυγχάνει διὰ τῶν τεσσάρων εὐαγγελίων καὶ τῶν ἀποστόλων,
25ἵνα ἐλέγξῃ τὸν Μαρκίωνα τὸν μετὰ τοσαῦτα ἔτη ἥκοντα, μετὰ χρό‐ νους τοῦ καλουμένου Ὑγίνου, τοῦ Ῥωμαίων ἐπισκόπου τοῦ κατὰ
διαδοχὴν ἐνάτου γενομένου ἀπὸ τῆς τῶν ἀποστόλων Πέτρου καὶ171 in vol. 2
Haer
.

2

.

172

Παύλου τελειώσεως. διὸ ἐπασφαλιζόμενος ὁ αὐτὸς ἀπόστολος ἔλεγεν «κἄν τε ἡμεῖς ἢ ἄγγελος εὐαγγελίσηται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω», γινώσκων πνεύματι ἁγίῳ ὅτι μέλλει Μαρκίων καὶ οἱ κατ’ αὐτὸν διαστρέφειν τὴν ὁδὸν τὴν καλῶς ἡδραιωμένην. ὅθεν
5οὐκέτι εἶπεν «εὐαγγελίζομαι ὑμῖν», ἀλλὰ «γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον», οὐκ ἄλλο ὄν, ἀλλὰ «ὃ ἤδη εὐηγγελισάμην ὑμῖν», οὗ τὴν ὑπόμνησιν ὑμῖν ποιοῦμαι. «γνωρίζω ὑμῖν τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε». εἰ μὴ γὰρ κατέχετε, ὡς ἐκήρυξα ὑμῖν, χωρὶς αὐτοῦ εἰκῆ ἐπιστεύσατε. «εὐηγγελισάμην γὰρ ὑμῖν ὅτι Χριστὸς
10ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, κατὰ τὰς γραφὰς» καὶ οὐ κατὰ μῦθον καὶ οὐδὲ κατὰ τὴν διδασκαλίαν τῶν μελλόντων ἀφ’ ἑαυτῶν λαλεῖν ἃ μὴ γέ‐ γραπται· οἱ μὲν γὰρ Ἰουδαῖοι ἀφ’ ἑαυτῶν λέγουσι μὴ ἐγηγέρθαι, Μαρ‐ κίων δὲ καὶ οἱ ἄλλοι λέγουσιν ἀφ’ ἑαυτῶν δοκήσει πεπονθέναι καὶ
15τετάφθαι, ἐγὼ δὲ κατὰ τὰς γραφὰς ἀσφαλίζομαι ὑμᾶς. εὐθὺς γὰρ ἐπιφέρει λέγων «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε, ὅτι Χρι‐ στὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ» καὶ εὐθύς «εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται καὶ εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν». καὶ μετὰ ταῦτα πάντα
20«δεῖ γὰρ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν». καὶ οὐκ εἶπεν τὸ θνητὸν τοῦτο χω‐ ρῆσαι τὴν ἀθανασίαν ἢ τὸ φθαρτὸν τοῦτο χωρῆσαι τὴν ἀφθαρσίαν, ἀλλὰ τὸ θνητὸν καὶ φθαρτὸν ἐνδύσασθαι ἀθανασίαν καὶ ἀφθαρσίαν. ποῖον δέ ἐστι θνητὸν ἀλλὰ τὸ σῶμα τὸ οὐ χωρῆσαν ἐν αὐτῷ μόνον
25ἀθανασίαν, ἀλλὰ καὶ οἰκειῶσαν καὶ μέλλον ἐνδύσασθαι τὴν ἀθανασίαν, οὐ τοῦ σώματος ἀποβαλλομένου καὶ τῆς ψυχῆς τῆς μὴ ἀποθνῃσκού‐ σης ἐνδυομένης ἀθανασίαν, ἀλλὰ τοῦ θνητοῦ ἐνδυομένου ἀθανασίαν καὶ τοῦ φθαρτοῦ ἀφθαρσίαν τουτέστιν τοῦ σώματος; αὐτοῦ γὰρ καὶ θάνατός ἐστι καὶ φθορὰ πρόσκαιρος, διὰ τὴν λύσιν τὴν ἐπενεχθεῖσαν
30αὐτῷ διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς. ὅτι δὲ περὶ τῶν μελλουσῶν φησιν
ἐν αὐτῷ τελειοῦσθαι εὐεργεσιῶν, διὰ τῆς ὑποσχέσεως τὸ πληροῦσθαι172 in vol. 2
Haer
.

2

.

173

μέ〈λλον〉 σημαίνει λέγων «τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατε‐ πόθη ὁ θάνατος εἰς νῖκος», ἵνα σημάνῃ τὴν τότε μέλλουσαν ἔσεσθαι νεκρῶν ἀνάστασιν· ἐπειδὴ κατεπόθη ὁ θάνατος ἀπὸ μέρους ἐν τῇ τοῦ Χριστοῦ ἀναστάσει καὶ τῶν σὺν αὐτῷ ἀναστάντων («ἀνέστη
5γὰρ πολλὰ σώματα τῶν ἁγίων, ὥς φησι τὸ εὐαγγέλιον, καὶ συνεισῆλ‐ θον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν»), τότε δὲ εἰς νῖκος καταπίνεται, ὅτε ἀπὸ πάντων καθολικῶς ἀφαντοῦται. Τῆς πρὸς Κορινθίους β· αὕτη δὲ τρίτη κεῖται παρὰ τῷ Μαρκίωνι, μετηλλαγμένως δὲ διὰ τὸ πρώτην παρ’ αὐτῷ τετάχθαι τὴν πρὸς
10
Γαλάτας.
α καὶ κε σχόλιον. «Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». α καὶ κε ἔλεγχος. Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ σώθητι, ὦ Μαρκίων. εἰ δὲ σὺ οὐκέτι δύνασαι (τετελεύτηκας γάρ), οἱ ὑπὸ σοῦ
15ἀπατηθέντες ἀνοιξάτωσαν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ φυγέτωσαν ἀπὸ σοῦ ὡς ἀπὸ ἑρπετοῦ δεινοῦ καὶ λυμαινομένου τοὺς ἐγγίζοντας. εἰ γάρ «ὅσαι ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί», ἐπαγγελίας δὲ θεοῦ οἶδεν ὁ ἀπόστολος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν, ἄρα γε ἐν Χριστῷ τὸ ναὶ τῶν ἐπαγγελιῶν τοῦ πληρώματος ἐβεβαιοῦτο. οὐκ
20ἀλλότριος οὖν ὁ Χριστὸς τοῦ παλαιοῦ νόμου καὶ τῶν προφητῶν, οὐδὲ τοῦ θεοῦ τοῦ λαλήσαντος ἐν τῷ νόμῳ καὶ ἐν Χριστῷ τὰς αὐτοῦ ἐπαγγελίας πεπληρωκότος. ἀλλ’ οὐδὲ ἀντίθετος ὁ Χριστὸς τῷ θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας. διὰ γὰρ τὸ ἐν αὐτῷ τὰς ἐπαγγελ‐ θείσας ὑποσχέσεις ναὶ γίνεσθαι, διὰ τοῦτο, φησί, καὶ δι’ αὐτοῦ τὸ
25ἀμὴν τῷ θεῷ· θεοῦ μὲν πατρὸς ἐπαγγειλαμένου, Χριστοῦ δὲ [τοῦ] καὶ βεβαιοῦντος καὶ † κυρίου τὸ ἀμὴν περιποιουμένου δι’ αὐτοῦ ἐν τοῖς δι’ αὐτοῦ τῇ ἐπαγγελίᾳ βεβαιωθεῖσιν καὶ ἐπεγνωκόσιν τὸν πα‐
τέρα αὐτοῦ ἐν νόμῳ λελαληκότα καὶ ἐν εὐαγγελίῳ τοῖς πεπιστευκόσι173 in vol. 2
Haer
.

2

.

174

δεδωρημένον τὰ σωτήρια, τοῖς λέγουσιν δι’ αὐτοῦ λέγοντος Χριστοῦ, «ναὶ ὁ πατήρ, ὅτι οὕτως ἐγένετο ἡ εὐδοκία ἐνώπιόν σου». β καὶ κϛ σχόλιον. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰ‐
5πών· ἐκ σκότους φῶς λάμψει». β καὶ κϛ ἔλεγχος. Οὐ κηρύσσουσιν ἑαυτοὺς οἱ ἀπόστολοι, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ οὐκ ἔνι αἵρεσις οὐδὲ ἐκκλησία εἰς ὄνομα ἀποστόλων ἀνηγορευμένη. οὐδέποτε γὰρ ἠκούσαμεν ἢ Πετρίους ἢ Παυλίους ἢ Βαρθολομαίους ἢ Θαδδαίους, ἀλλὰ ἀπ’ ἀρχῆς ἓν κήρυγμα
10πάντων τῶν ἀποστόλων, οὐκ αὐτοὺς κηρύσσον ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ καὶ ὄνομα τῆς ἐκκλησίας οἱ πάντες ἓν ἐπέθεντο, οὐχ ἑαυτῶν ἀλλὰ τοῦ κυρίου αὐτῶν Ἰησοῦ Χριστοῦ, ἀπὸ Ἀντιοχείας ἀρ‐ ξαμένων Χριστιανῶν καλεῖσθαι· ὅπερ ἐστὶν ἡ μόνη καθολικὴ ἐκκλη‐ σία, οὐκ ἄλλο τι ἔχουσα 〈ὄνομα〉 ἀλλὰ Χριστοῦ, Χριστιανῶν οὖσα
15ἐκκλησία, οὐ Χριστῶν ἀλλὰ Χριστιανῶν, τοῦ μὲν ἑνὸς ὑπάρχοντος, τῶν δὲ ἀπὸ τοῦ ἑνὸς Χριστιανῶν καλουμένων. μετὰ ταύτην δὲ καὶ τοὺς αὐτῆς κήρυκας πᾶσαι *, οὐκέτι τοῦ αὐτοῦ χαρακτῆρος * φαινό‐ μεναι διὰ τῶν ἐπιθέτων ὀνομάτων Μανιχαίων καὶ Σιμωνιανῶν καὶ Οὐαλεντίνων καὶ Ἐβιωναίων· ὧν εἷς καὶ σύ, Μαρκίων, ὑπάρχεις, καὶ
20σοῦ τὸ ὄνομα ἐπικέκληνται οἱ ὑπὸ σοῦ ἠπατημένοι, ὡς σεαυτὸν κη‐ ρύξαντος καὶ οὐχὶ Χριστόν. εἶτά φησιν «ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει». ὁ θεὸς δὲ ποῖος ἀλλ’ ὁ εἷς ὁ ἐν τῷ προφήτῃ δείξας ἐκ σκότους φῶς, τουτέστιν ἀπὸ τῆς τῶν ἀνθρώπων ἀπιστίας καὶ ἀγνωσίας φῶς καὶ γνῶσιν ἐν Χριστῷ λάμψαν ἐν ταῖς καρδίαις
25ἡμῶν τῶν ποτε ἐθνῶν εἰδωλολατρούντων, νῦν δὲ θεὸν 〈ἐπεγνωκό‐ των〉 τὸν τότε ἐν τῷ προφήτῃ προεπαγγειλάμενον τὸ φῶς ἑαυτοῦ ἐν τῷ κόσμῳ λάμψαι, ὡς οὐκ ἀλλοτρίου ὄντος παλαιᾶς καὶ καινῆς διαθήκης· ὡς ἡμῖν ἔθος γέγονε πείθειν σε, ὦ Μαρκίων, ἀφ’ ὧν ἔχεις
γεγραμμένων λειψάνων τοῦ εὐαγγελίου, καὶ μὴ ὑπὸ σοῦ ἀπατᾶσθαι.174 in vol. 2
Haer
.

2

.

175

γ καὶ κζ σχόλιον. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον». γ καὶ κζ ἔλεγχος. Οὐ δοθήσεταί σοι τόπος ἐν οἷς ἂν τολμή‐
5σειας. κἄν τε γὰρ ἐκκόψῃς τό «κατὰ τὸ γεγραμμένον», φαίνεται ἡ τῆς προγεγραμμένης λέξεως ἀκολουθία. ἀπὸ τοῦ γάρ «ἐπίστευσα, διὸ καὶ ἐλάλησα» εὐθὺς τὰ ἴσα ἐπενέγκας ὁ ἀπόστολος ἔφη «ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». παντὶ δέ τῳ σαφές ἐστι τοῦτο, ὅτι ἐν τῷ ἑκατοστῷ πεντεκαιδεκάτῳ
10ψαλμῷ ἐν τῷ τὴν ἐπιγραφὴν Ἀλληλουία ἔχοντι, τῆς δὲ τοῦ Δαυὶδ βίβλου ὄντι καὶ ὑπ’ αὐτοῦ προπεφητευμένῳ, ὁ λόγος τοῦ «ἐπίστευσα» ἐστὶ γεγραμμένος. ὅθεν καὶ ὁ ἀπόστολος ἔλαβε τὸ ῥητὸν καὶ ὁμοίως ἔφη τό «διὸ καὶ ἡμεῖς πιστεύομεν καὶ λαλοῦμεν», εἷς ὢν τοῦ ἀριθμοῦ τῶν ἀποστόλων· ὅθεν οὐ λέγει «διὸ καὶ ἐπίστευσα καὶ ἐλάλησα», ἀλλά
15«ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν», ἵνα ἑαυτὸν μετὰ τῶν ἄλλων ἀποστόλων συνάψῃ. καί φησιν «ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα», ἵνα δείξῃ τὸ ἐν τῷ Δαυὶδ λαλῆσαν πνεῦμα τὸ αὐτὸ ὂν πνεῦμα καὶ ἐν τοῖς ἀποστόλοις ἀφ’ οὗπερ τότε ἐκεῖνος προφητεύων ἐπίστευεν, ἐν ᾧ πνεύματι καὶ αὐτοὶ ὄντες πιστεύουσι καὶ λαλοῦσι. πολλὴ δὲ
20ἀδικία καὶ πλεονεξία ὡς εἰπεῖν * διανοημάτων. τοῦ γὰρ ἀποστόλου ἓν καὶ τὸ αὐτὸ πνεῦμα φάσκοντος, πῶς ἡ τοῦ Μαρκίωνος ἄνοια, ὁμο‐ λογοῦσα τοῦτον τὸν λόγον τὸν ἅγιον ἀπόστολον εἰρηκέναι, τολμᾷ λέγειν ἄλλο εἶναι τότε τὸ πνεῦμα καὶ ἄλλο τὸ ἐν τοῖς ἀποστόλοις; Τῆς πρὸς Ῥωμαίους δ ἐπιστολῆς· οὕτως γάρ ἐστι παρὰ τῷ Μαρκίωνι
25
κειμένη, ἵνα μηδὲν ὀρθὸν παρ’ αὐτῷ εἴη.
α καὶ κη σχόλιον. «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπο‐ λοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται».
30α καὶ κη ἔλεγχος. Εἰ ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπο‐
λοῦνται, σωτηρίας ὁ νόμος παραίτιος φυλαττόμενος καὶ μὴ ἐῶν τοὺς175 in vol. 2
Haer
.

2

.

176

φυλάττοντας ἀπόλλυσθαι. καὶ εἰ οἱ διὰ νόμου ἁμαρτήσαντες διὰ νόμου κριθήσονται, ἄρα κριτὴς τῶν παραβάσεων ὁ νόμος, οὐκ ἀπωλείας ὢν ἀλλὰ δικαιοκρισίας, ὁσίως κρίνων τοὺς παραβεβη‐ κότας. «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ
5ποιηταὶ νόμου δικαιωθήσονται». εἰ δὲ ποιούμενος ὁ νόμος δικαιοῖ τὸν ποιήσαντα, οὐκ ἄδικος ὁ νόμος οὔτε φαῦλος, δι’ ὃν οἱ τελοῦντες τὸν νόμον δίκαιοι καθίστανται. ἐκ δὲ τοῦ νόμου ἐστὶ καὶ ἡ εἰς Χριστὸν προφητευομένη πίστις, χωρὶς οὗ οὐ δικαιωθήσεται οὐδεὶς καὶ ἐν ᾧ πιστεύσας παρὰ τὴν 〈ὑπὸ〉 τοῦ νόμου προφητευομένην
10μαρτυρίαν οὐ δύναται πάλιν δικαιοῦσθαι οὐδείς, ὡς πληρώματος ὄντος τοῦ Χριστοῦ τοῦ νόμου κατὰ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην», δεικνύντι ὅτι ἄνευ νόμου καὶ Χριστοῦ οὐκ ἔνι δικαιοσύνη. οὔτε γὰρ Ἰουδαῖοι ἄνευ Χρι‐ στοῦ δικαιωθήσονται μὴ λαβόντες Χριστὸν οὔτε σύ, Μαρκίων, δικαιω‐
15θήσῃ ἀπαρνούμενος τὸν νόμον. β καὶ κθ σχόλιον. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσ‐ σῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέ‐ γονεν». β καὶ κθ ἔλεγχος. Εἰ ἀποφαίνεται ὁ ἅγιος ἀπόστολος τὴν
20περιτομὴν ὠφελήσειν, τίς ἐν τοῖς ὠφελοῦσι μῶμον θήσειεν, ἀλλὰ εἰ ἄρα ὅμοιος τῷ ὄφει γενήσεται; ἔοικας γὰρ τούτῳ, ὦ Μαρκίων· κἀ‐ κεῖνος γὰρ ἀντιστρέφων τὰ παρὰ θεοῦ εἰρημένα παρέπειθε τὴν Εὔαν λέγων «οὐ θανάτῳ ἀποθανεῖσθε». νόμον γὰρ τῇ περιτομῇ συνέδησε καὶ τὴν περιτομὴν τῷ νόμῳ συμπρέπουσαν ἀπέδειξε καὶ τοῦ αὐτοῦ
25θεοῦ τὸ πρόσταγμα ὑπάρχειν ὑπέφηνεν τοῦ τὴν περιτομήν ποτε δε‐ δωκότος καὶ νόμον εἰς βοήθειαν δεδωκότος, ἀφ’ οὗπερ Χριστὸς πι‐ στευόμενος τὰ τέλεια τοῖς πιστεύουσι λαλεῖν τε καὶ ποιεῖν παρέχεται. γ καὶ λ σχόλιον. «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ».
30 γ καὶ λ ἔλεγχος. Εἰ ἡ γνῶσις μόρφωσιν ἔχει, ἀπὸ δὲ τῆς μορ‐ φώσεως τὸ εἶδος φαίνεται, οἱ δὲ τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν
ἔχοντες ἀπόστολοι καὶ οἱ τούτων μαθηταὶ οἴδασιν ἀπὸ τῆς μορφώ‐176 in vol. 2
Haer
.

2

.

177

σεως τοῦ νόμου τὸ εἶδος κεκτῆσθαι, τουτέστιν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ ἄρα ἀλλότριος ὁ νόμος τῆς γνώσεως καὶ τῆς ἀλη‐ θείας. διὰ γὰρ τῆς ἐν αὐτῷ μορφώσεως ἐπέγνωσαν οἱ κήρυκες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν.
5 δ καὶ λα σχόλιον. «Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». δ καὶ λα ἔλεγχος. Τό «ἔτι» καὶ 〈τό〉 «ἀπέθανεν» οὐ δοκήσεως ἀλλὰ ἀληθείας ἐστὶ σημαντικόν. εἰ γὰρ δόκησις ἦν, τίς χρεία τοῦ «ἔτι» λέγεσθαι, δυναμένου τοῦ Χριστοῦ πάντοτε καὶ τότε καὶ νῦν
10δοκήσει φαίνεσθαι καὶ μὴ λέγεσθαι «ἔτι ὄντων ἡμῶν ἀσθενῶν»; ἀπὸ τοῦ γὰρ «ἔτι» τὸ τότε θανεῖν * ἀπέδωκε καὶ ἐδικαίωσε τῷ θανά‐ τῳ, ἵνα μηκέτι χρείαν ἔχῃ θανεῖν ὁ ὑπὲρ ἁμαρτωλῶν ἅπαξ ἀποθα‐ νὼν καὶ δι’ ἑαυτὸν μηκέτι ἀποθνῄσκων. ε καὶ λβ σχόλιον. «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ
15ἁγία καὶ δικαία καὶ ἀγαθή». ε καὶ λβ ἔλεγχος. Συντίθεται τῷ νόμῳ τῷ ἅγιον αὐτὸν εἶναι καὶ τῇ ἐν αὐτῷ ἐντολῇ γενομένῃ, τρισὶ μαρτυρίαις ἀσφαλισάμενος ταύτην, ἁγίαν αὐτὴν λέγων καὶ δικαίαν καὶ ἀγαθήν, ἵνα ἐλέγξῃ σέ, Μαρκίων, καὶ ἡμᾶς διδάξῃ τοῦ ἁγίου εἶναι τὸν νόμον, οὗ καὶ ἡ ἐντολὴ
20ἁγία, καὶ αὐτὸν τὸν ἅγιον εἶναι καὶ ἀγαθόν. διὸ ἀγαθοῦ οὖσα ἐντολὴ ἀγαθὴ καλεῖται καὶ ἁγίου οὖσα ἁγία ἐστὶν καὶ δικαίου ὑπάρ‐ χουσα δικαία ἐντολὴ καλεῖται, ἑνὸς ὄντος τοῦ τότε καὶ νῦν *, τοῦ ὄντος ἁγίου καὶ δικαίου καὶ ἀγαθοῦ. διὸ καὶ ἡ αὐτοῦ ἐντολὴ ἡ ἀπὸ τότε καὶ νῦν ἐν νόμῳ καὶ ἐν καινῇ διαθήκῃ ἁγία ὑπάρχει καὶ δικαία
25καὶ ἀγαθή. ϛ καὶ λγ σχόλιον. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». ϛ καὶ λγ ἔλεγχος. Εἰ ἐν τοῖς ἀποστόλοις καὶ ἐν ἡμῖν τὸ δι‐ καίωμα τοῦ νόμου πληροῦται, πῶς σύ, ὦ Μαρκίων, τολμᾷς λέγειν
30τὸν νόμον ἀλλότριον τῶν κατὰ τὸ πλήρωμα τοῦ νόμου δικαιουμένων
ἀποστόλων τοῦ θεοῦ;177 in vol. 2
Haer
.

2

.

178

ζ καὶ λδ σχόλιον. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». ζ καὶ λδ ἔλεγχος. Εἰ εἰς δικαιοσύνην Χριστὸς ἐλήλυθεν παντὶ τῷ πιστεύοντι, οὐ τοῦ νόμου τελειουμένου, εἰ μὴ Χριστὸς τελειώσῃ
5τῇ ἑαυτοῦ παρουσίᾳ, οὐκ ἄρα τελειωθήσεσθε, ὦ Ἰουδαῖοι, ἐν νόμῳ μένοντες, ἐὰν μὴ Χριστὸν ἐνδημήσαντα πιστεύσαντες ὑποδέξησθε. ἀλλὰ οὐδὲ σύ, Μαρκίων, δυνήσῃ σωθῆναι ἐν Χριστῷ, τὴν ἀρχὴν τοῦ κηρύγματος καὶ τὴν ῥίζαν ἀποβαλλόμενος, ὅπερ ἐστὶ νόμος, ἀφ’ οὗπερ Χριστὸς γινωσκόμενος τελειοῖ τὸν μὴ τὸν νόμον βδελυσσόμε‐
10νον ὡς ἀλλότριον Χριστοῦ ὑπάρχοντα. η καὶ λε σχόλιον. «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλή‐ ρωκεν». η καὶ λε ἔλεγχος. Εἰ διὰ τοῦ ἀγαπᾶν τὸν πλησίον νόμος πλη‐ ροῦται, οὐκ ἀλλότριος Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ κυρίου ἡμῶν
15Ἰησοῦ Χριστοῦ καὶ θεοῦ ὁ νόμος, ὁ κελεύων ἀγαπᾶν τὸν πλησίον· διότι ὁ θεὸς ἀγάπη ἐστὶν καὶ πάντα τὰ ὑπ’ αὐτοῦ κηρυττόμενα ὁμοίως ἀεὶ κηρύττεται, καὶ τότε καὶ νῦν, καὶ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ. Τῆς πρὸς Θεσσαλονικεῖς 〈α〉, πέμπτης ἐπιστολῆς (οὕτω γὰρ κεῖ‐
20ται ἐν τῷ Μαρκίωνι), ὀγδόης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, τὰ πάντα τοῦ Μαρκίωνος διεστραμμένως ἀπ’ αὐτῆς ἔχοντος οὐδὲν ἐξ αὐτῆς παρεθέμεθα. Τῆς πρὸς Θεσσαλονικεῖς δευτέρας, ἕκτης [δὲ] κειμένης παρὰ τῷ Μαρκίωνι, ἐνάτης δὲ οὔσης παρὰ τῷ ἀποστόλῳ, ὁμοίως διαστραφεί‐
25σης ὑπ’ αὐτοῦ τοῦ Μαρκίωνος, πάλιν οὐδὲν ἐξεθέμεθα. Τῆς πρὸς Ἐφεσίους, ζ οὔσης παρὰ τῷ Μαρκίωνι, ε δὲ παρὰ τῷ
ἀποστόλῳ κειμένης, τάδε·
α καὶ λϛ σχόλιον. «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη,
οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ178 in vol. 2
Haer
.

2

.

179

χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριω‐ μένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγ‐ γελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι
5αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. α καὶ λϛ ἔλεγχος. Τό «μνημονεύοντες» καιροῦ σημαίνει τὸ εἶδος καὶ 〈τό〉 «οἱ λεγόμενοι ὑπὸ τῆς λεγομένης» τῶν πραγμάτων τοὺς τύπους σημαίνει καὶ τό «ἐν σαρκί», ἵνα δείξῃ τὸν τύπον τὸν ἐν τῇ σαρκὶ
10ἀπεκδεχόμενον τὸν τοῦ πνεύματος καιρόν, ἵνα τὰ ἐντελέστερα ἀπὸ τοῦ τύπου δείξῃ. χωρὶς γὰρ Χριστοῦ τῆς πολιτείας τοῦ Ἰσραὴλ ἡ ἀκροβυστία ἀπηλλοτρίωτο, ἀπηλλοτριωμένη δὲ ξένη ἦν ἐπαγγελίας καὶ διαθήκης, καὶ οἱ ἀπὸ ταύτης ὁρμώμενοι ἐλπίδα οὐκ εἶχον, ἀλλ’ ἄθεοι ἦσαν ἐν τῷ κόσμῳ, ὡς ἀποδέδεικται ἀπὸ τῶν τοῦ ἀποστόλου
15ῥημάτων. ἀλλὰ σύ, Μαρκίων, οὔτε ὁρᾷς οὔτε ἀκούεις, ἐπεὶ ἂν ἐνόεις πόσων ἀγαθῶν παραίτιον τὸν νόμον φάσκει ὁ ἅγιος ἀπόστολος τοῖς ἐν τῷ νόμῳ πρὸς τὸν τότε καιρὸν πεπολιτευμένοις· «ἐν γὰρ Χριστῷ Ἰησοῦ οἱ ποτὲ μακρὰν νῦν 〈ἐγενήθητε〉 ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν.»
20εἰ δὲ τὰ ἀμφότερα ἐποίησεν ἓν καὶ οὐ τὸ μὲν ἀνεῖλεν τὸ δὲ ἕτερον συνεστήσατο, ἄρα γε οὐδὲ τὸ πρότερον ἀλλότριον αὐτοῦ οὐδὲ τὸ δεύτερον διεῖλεν ἀπὸ τοῦ πρώτου, ἀλλὰ τὰ ἀμφότερα εἰς ἓν συνή‐ γαγεν, οὐχ ἁπλῶς οὐδὲ δοκήσει, ἀλλὰ ἐναργῶς ἐν τῷ αἵματι αὐτοῦ, ὡς ἡ ἀσφαλὴς τοῦ ἀποστόλου ὑποδείκνυσι διδασκαλία.
25 β καὶ λζ σχόλιον. «Διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός».
β καὶ λζ ἔλεγχος. Πόθεν τῷ ἀποστόλῳ τό «διὸ λέγει» ἀλλὰ179 in vol. 2
Haer
.

2

.

180

ἀπὸ τῆς παλαιᾶς δῆλον διαθήκης; τοῦτο δὲ ἐμφέρεται παρὰ τῷ Ἠλίᾳ. πόθεν δὲ ὡρμᾶτο ὁ Ἠλίας; ἀλλὰ εἷς ἦν τῶν προφητῶν τῶν κατὰ νόμον πεπολιτευμένων, ἀπὸ νόμου καὶ προφητῶν ὁρμώμενος. εἰ δὲ ἐν Χριστῷ ἐπροφήτευσε τό «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ
5τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός», ἄρα γε τὸ πρωτότυπον διὰ Λαζάρου καὶ τῶν ἄλλων ἐπεπλήρωτο, περὶ οὗ οἱ αὐτοὶ ἀμφέ‐ βαλλον, Μάρθα καὶ Μαρία λέγουσαι «ἤδη ὄζει, τεταρταῖός ἐστι» καὶ τῶν τοῦ ἀρχισυναγώγου λεγόντων «μηκέτι σκύλλετε τὸν διδά‐ σκαλον» καὶ αὐτοῦ λέγοντος «μὴ φοβεῖσθε· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ
10καθεύδει». σαφῶς γὰρ ἔκτοτε τὸ κήρυγμα ἐκάλει ἀνάστασιν διὰ Χριστοῦ ἔσεσθαι καὶ τὸ ἐξουσιαστικὸν τῆς εὐχερείας ὑπεδείκνυεν, ἵνα τὸ δυνατὸν τοῦ Χριστοῦ ὑποδείξῃ, ὅτι ὡς τῷ ἀνθρώπῳ εὐχερὲς οὐ τὸν ἀποθανόντα ἀλλὰ τὸν καθεύδοντα διὰ φωνῆς ἐγεῖραι, οὕτως καὶ τῷ Χριστῷ ἦν ἑτοιμότατα τὸ εἰπεῖν· «Λάζαρε, δεῦρο ἔξω» καὶ
15τό «κουμὶ κουμὶ ταλιθά» τουτέστιν ἀνάστηθι ἡ παῖς. δι’ ὧν * καὶ ἐναργῶν ἀποδείξεων ἐσήμανεν ὁ λόγος τὴν ἡμῶν κλῆσιν ἀπὸ νεκρῶν ἔργων καὶ ὕπνου βαρέος ἡμῶν τῶν ποτε καθευδόντων, ἀνεγείροντά 〈τε〉 τὸν Χριστὸν καὶ διὰ τῆς κλήσεως φωτίζοντα ἡμᾶς· ἥτις γέγονε δευτέρα αὕτη σχέσις. τὸ δὲ τέλειον καὶ καθολικὸν προσδοκώμενον,
20ὅταν ὁ αὐτὸς ὁ λέγων «ἐγώ εἰμι ἡ ἀνάστασις», πάντας καλέσῃ καὶ ἐγείρῃ σώματι καὶ ψυχῇ καὶ φωτίσῃ ἐν τῇ αὐτοῦ μελλούσῃ παρουσίᾳ.
γ καὶ λη σχόλιον. «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν180 in vol. 2
Haer
.

2

.

181

πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικί, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», παρὰ τό «τῇ γυναικί». γ καὶ λη ἔλεγχος. Ἀποδέδεικται πολλάκις μὴ ἀλλότρια εἶναι τὰ ἐν τῷ νόμῳ τοῖς ὑπὸ τοῦ ἀποστόλου διδασκομένοις, κἄν τε σύ,
5ὦ Μαρκίων, παρακόψῃς τό «〈τῇ〉 γυναικί». ἀπὸ τοῦ γάρ «ἔσονται εἰς σάρκα μίαν» δήλη σου ἔσται ἡ πᾶσα ῥᾳδιουργία. Τῆς πρὸς Κολασσαεῖς, η παρὰ τῷ Μαρκίωνι κειμένης, παρὰ δὲ τῷ
ἀποστόλῳ
ζ κειμένης· α καὶ λθ σχόλιον. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν
10πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων ὅ ἐστιν σκιὰ τῶν μελλόντων». α καὶ λθ ἔλεγχος. Οὐδαμόθεν ὑποπίπτει σκιά, ὦ Μαρκίων, ἀλλ’ ἢ ἀπὸ σώματος καὶ σῶμα οὐ δύναται εἶναι, σκιᾶς ἀπ’ αὐτοῦ μὴ φαινομένης. ὅθεν πεισθῆναι ὀφείλουσιν οἱ ἀπὸ σοῦ ἠπατημένοι διὰ
15τῶν ἔτι παρὰ σοῦ φυλαττομένων τῆς ἀληθείας τῶν θείων γραφῶν λειψάνων, ὅτι μελλόντων ἀγαθῶν ἀποκαλύπτεσθαι οὐκ ἀλλότρια ἦν τὰ τότε δικαιώματα, προσκαίρως προστεταγμένα περὶ βρώσεως καὶ πόσεως καὶ μέρους ἑορτῶν καὶ νεομηνιῶν καὶ σαββάτων· ὧν ἀγαθῶν σκιαὶ ἦσαν τὰ προειρημένα, δι’ ὧν σκιῶν τὸ σῶμα κατειλήφαμεν
20τῶν ἐνεστώτων ἀγαθῶν, ἐν νόμῳ μὲν σκιαγραφηθέντων ἐν Χριστῷ δὲ τελειωθέντων.
Πρὸς Φιλήμονα θ· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται, παρὰ δὲ τῷ ἀποστόλῳ ἐσχάτη κεῖται· ἔν τισιν δὲ ἀντιγράφοις τρισκαιδεκάτη πρὸ τῆς πρὸς
25Ἑβραίους τεσσαρεσκαιδεκάτης τέτακται, ἄλλα δὲ ἀντίγραφα ἔχει τὴν πρὸς Ἑβραίους δεκάτην πρὸ τῶν δύο πρὸς Τιμόθεον καὶ Τίτον καὶ Φιλήμονα. πάντα δὲ τὰ ἀντίγραφα τὰ σῷα καὶ ἀληθῆ τὴν πρὸς
Ῥωμαίους ἔχουσι πρώτην, οὐχ ὡς σύ, Μαρκίων, τὴν πρὸς Γαλάτας181 in vol. 2
Haer
.

2

.

182

ἔταξας πρώτην. ὅμως ἀπὸ ταύτης τῆς πρὸς Φιλήμονα οὐδὲν παρε‐ θέμεθα, διὰ τὸ ὁλοσχερῶς αὐτὴν ἐνδιαστρόφως παρ’ αὐτῷ κεῖσθαι.
Πρὸς Φιλιππησίους ι· οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται ἐσχάτη καὶ δεκάτη, παρὰ
5δὲ τῷ ἀποστόλῳ ἕκτη. ὡσαύτως οὐδὲ ἀπ’ αὐτῆς, διὰ τὸ διαστρό‐ φως παρ’ αὐτῷ κεῖσθαι, οὐδὲν ἐξελεξάμεθα. Αὕτη πεπλήρωται ἡ τοῦ Μαρκίωνος σύνταξις 〈τῆς τῶν〉 ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ τοῦ ἀποστόλου σῳζομένων λειψά‐ νων λόγων τε ὑποθέσεως· ἀφ’ ἧς ἀναλεξάμενοι τὰ κατ’ αὐτοῦ ἀπὸ
10τῶν παρ’ αὐτοῦ σῳζομένων τοὺς ἐλέγχους παρεθέμεθα. προσέθετο δὲ ἐν τῷ ἰδίῳ ἀποστολικῷ καλουμένῳ καὶ τῆς καλου‐ μένης πρὸς Λαοδικέας α καὶ μ σχόλιον. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν».
15 α καὶ μ ἔλεγχος. Συνᾳδόντως μὲν τῇ πρὸς Ἐφεσίους, ὦ Μαρ‐ κίων, καὶ ταύτας τὰς κατὰ σοῦ μαρτυρίας ἀπὸ τῆς λεγομένης πρὸς Λαοδικέας συνήγαγες, ἵνα ἐπὶ τῷ τέλει τοῦ συντάγματος μάθωμεν ἀναγνόντες τὰ παρὰ σοὶ καὶ γνόντες τὰ κατὰ σὲ καταγνῶμεν τῶν διὰ σοῦ ἀλλοτρίως ἐπινενοημένων τριῶν ἀνάρχων ἀρχῶν διαφορὰς
20πρὸς ἀλλήλας ἐχουσῶν. οὐχ οὕτως γὰρ ἔχει ἡ τοῦ ἁγίου ἀποστόλου ὑπόθεσις καὶ ἠσφαλισμένον κήρυγμα, ἀλλὰ ἄλλως παρὰ τὸ σὸν ποιήτευμα. σαφῶς γὰρ ἔφη «ἕνα κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα θεὸν τὸν αὐτὸν πατέρα πάντων, τὸν αὐτὸν ἐπὶ πάντων, τὸν αὐτὸν διὰ πάντων καὶ ἐν πᾶσι», διά τε νόμου καὶ προφητῶν καὶ ἐν
25πᾶσιν ἀποστόλοις καὶ ἐν τοῖς καθεξῆς. Αὕτη μὲν ἡμῶν ἡ προθεωρηθεῖσα ἐν τοῖς προειρημένοις 〈σύν‐
ταξισ〉, ἀναλεχθεῖσιν ἀπὸ τῆς παρ’ αὐτῷ τῷ Μαρκίωνι ἔτι σῳζομένης182 in vol. 2
Haer
.

2

.

183

γραφῆς, ἧς τὴν ἀνάλεξιν σκοπήσας τις ἐκπλαγείη τὰς 〈τοῦ〉 μεγαλο‐ δώρου θεοῦ οἰκονομίας. ἑκάστου γὰρ πράγματος διὰ τριῶν μαρτυ‐ ριῶν ἐπιβεβαιουμένου καὶ συνισταμένου, ὡς ἐνταῦθα ψιλῶς ὁ θεὸς ἐχαρίσατο συνάψαι (ὡς ἔφην) ἡμᾶς κατὰ οἰκονομίαν ἑβδομήκοντα μὲν
5ὀκτὼ μαρτυρίας ἀπὸ τοῦ εὐαγγελίου, τεσσαράκοντα δὲ ἀπὸ τοῦ ἀποστόλου; καὶ ταύτας παρ’ αὐτῷ εἰς ἔτι καὶ δεῦρο σῳζομένας τε καὶ 〈οὐκ〉 ἀμφιβαλλομένας, ὡς εἶναι τὰς πάσας ἑκατὸν δεκαοκτώ, ἀντιλεγούσας δὲ πάσας τῇ αὐτοῦ Μαρκίωνος γνώμῃ, ὡς ἀπὸ προσώ‐ που ὀνόματος κυρίου διὰ τῶν δεκαοκτὼ καὶ τῆς αὐτοῦ ἐνδεξίου
10εὐλογίας διὰ τῶν ἑκατόν. ἀλλὰ καὶ ἐπ’ ἄλλης περισσῆς πρὸς ἐπὶ τούτοις * ἐκτὸς τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου· οὐ γὰρ ἔδοξε τῷ ἐλεεινοτάτῳ Μαρκίωνι ἀπὸ τῆς πρὸς Ἐφεσίους ταύτην τὴν μαρτυ‐ ρίαν λέγειν, ἀλλὰ τῆς πρὸς Λαοδικέας, τῆς μὴ οὔσης ἐν τῷ ἀποστό‐ λῳ. αἷς μὴ ἐντυγχάνων ἠλιθίως ὁ κτηνώδης καὶ ἐν πολλοῖς πεσὼν
15ὁ τάλας οὐχ ὁρᾷ τὴν κατ’ αὐτοῦ ἀνατροπὴν καθ’ ἑκάστην ἡμέραν ὁμολογουμένην. καὶ μηδεὶς θαυμαζέτω περὶ τούτου. πῶς γὰρ ἠδύνατο οὗτος, ἐπαγγειλάμενος ἔχειν τι τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, μὴ οὐχὶ κἂν ὀλίγα τῆς γραφῆς σῴζειν ῥήματα; ὅλου γὰρ τοῦ σώματος ζῶντος ὡς εἰπεῖν τῆς θείας γραφῆς, ποῖον ηὕρισκε
20μέλος νεκρὸν κατὰ τὴν αὐτοῦ γνώμην, ἵνα παρεισαγάγῃ ψεῦδος κατὰ τῆς ἀληθείας; ἀλλ’ ὡς εἰπεῖν ἐλώβησε καὶ ἀκρωτηριάσας παρέκοψε πολλὰ τῶν μελῶν, κατέσχεν δὲ ἔνιά τινα παρ’ ἑαυτῷ. καὶ αὐτὰ δὲ τὰ κατασχεθέντα ἔτι ζῶντα οὐ δύναται νεκροῦσθαι, ἀλλ’ ἔχει μὲν τὸ ζωτικὸν τῆς ἐμφάσεως, κἄν τε μυρίως παρ’ αὐτῷ κατὰ λεπτὸν
25ἀποτμηθείη. 14. Ἔτι δὲ μετὰ ταῦτα πάντα ἐπεμνήσθημεν ὡς τινὲς ἀπὸ τῶν αὐτῶν Μαρκιωνιστῶν, εἰς βυθὸν βλασφημίας παραπεπτωκότες καὶ ἀπὸ τῆς ἑαυτῶν δαιμονιώδους διδασκαλίας ἐμβρόντητοι παντάπασι
γεγονότες καὶ οὗ ἐδόκουν κυρίου μόνον κἂν δι’ ὀνόματος μνημονεύειν183 in vol. 2
Haer
.

2

.

184

καὶ αὐτοῦ ἀθυρογλώσσως ἑτέρως τὴν αὐτοῦ θεότητα ἀποστρέφοντες, τὸ ὄνομα τῆς ἄνωθεν γεννήσεως κακίζειν οὐκ ἐντρέπονται. τινὲς γὰρ αὐτῶν τετολμήκασιν, ὡς ἔφην, αὐτὸν τὸν κύριον εἶναι υἱὸν τοῦ πονηροῦ λέγειν οὐκ αἰσχυνόμενοι, ἄλλοι δὲ οὐχί, ἀλλὰ τοῦ κριτοῦ τε
5καὶ δημιουργοῦ· εὐσπλαγχνότερον 〈δὲ〉 γεγονότα καὶ ἀγαθὸν ὄντα καταλεῖψαι μὲν τὸν ἴδιον αὐτοῦ πατέρα κάτω (πῆ μὲν λεγόντων τὸν δημιουργόν, ἄλλων δὲ τὸν πονηρόν), ἄνω δὲ ἀναδεδραμηκέναι πρὸς τὸν ἐν ἀκατονομάστοις τόποις ἀγαθὸν θεὸν καὶ αὐτῷ προσκεκολλῆ‐ σθαι· πεμφθέντα δὲ ὑπ’ αὐτοῦ εἰς τὸν κόσμον καὶ πρὸς ἀντιδικίαν
10τοῦ ἰδίου πατρὸς ἐλθόντα τὸν Χριστὸν [καὶ] καταλῦσαι αὐτοῦ τὰ πάντα ὅσα ὁ κατὰ φύσιν πατὴρ αὐτοῦ ἐνομοθέτει, ἤτοι ὁ λαλήσας ἐν τῷ νόμῳ ἤτοι ὁ τῆς κακίας θεὸς ὁ παρ’ αὐτῶν ἐν τῇ τρίτῃ ἀρχῇ ταττόμενος. ἄλλως γὰρ καὶ ἄλλως ἐκτίθενται ὡς ἔφην, ἄλλος μὲν τὸν δημιουργὸν λέγων, ἄλλος δὲ τὸν πονηρόν.
15 15. Ταῦτα δὲ δῆλα παντί τῳ σύνεσιν κεκτημένῳ ὑπάρχει, ὅτι ἀκαθάρτου πνεύματός ἐστιν ἡ φρόνησις καὶ ἡ διδασκαλία καὶ οὔτε χρεία ἦν περὶ ταύτης τῆς ὑποθέσεως ἀπολογεῖσθαι ἢ ἔλεγχον παρι‐ στᾶν καταντικρὺ Μαρκίωνος τοῦ ἑαυτοῦ κατὰ πάντα τὴν ἐπιλησμο‐ νὴν τῆς ζωῆς ποιησαμένου. φωραθήσεται γὰρ παρὰ πᾶσι τοῖς συνε‐
20τοῖς τὸ βλάσφημον αὐτοῦ κενοφώνημα καὶ τολμηρὸν τῆς ἀπωλείας ἐνέργημα. ἀλλ’ ἐπειδὴ εἰώθαμεν μὴ ἐᾶν ἀκανθῶν τόπον, ἀλλὰ ἐκτέμνειν τῇ τοῦ θεοῦ μαχαίρᾳ, «τῇ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον 〈τομωτέρῳ〉 καὶ διικνουμένῃ ἄχρι μερισμῶν ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν» κατὰ τὸ γεγραμμένον, ὀλίγα καὶ εἰς τοῦτο
25εἰπεῖν οὐκ ἀποκνήσομεν. 16. Πρῶτον μὲν γὰρ ὅτι εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος. δύναται γὰρ καὶ ὁ αὐτοῦ πατήρ, εἰ πονηρὸς ὑπάρχει (ὅπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι), μεταβλη‐ θῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ’ αὐτοῦ γεγεννημένος μεταβέβληται.
30τὸ δὲ ἕτερον· εἰ ὅλως ἦλθεν ὁ μονογενὴς ἀνθρώπους σῶσαι καὶ
λῃστὴν εἰσαγαγεῖν εἰς παράδεισον καὶ τελώνην καλέσαι ἀπὸ τελωνίου184 in vol. 2
Haer
.

2

.

185

εἰς μετάνοιαν καὶ πόρνην ἀλείφουσαν αὐτοῦ τοὺς πόδας ἰάσασθαι ἀπὸ πορνείας, ἔτι δὲ καὶ 〈ἄλλα〉 ἀγαθὰ πράττει, διότι ἀγαθὸς ὑπάρ‐ χει καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, πολλῷ οὖν μᾶλλον ἔδει ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν οἶκτον αὐτοῦ ἀναλαβεῖν καὶ αὐτὸν πρῶτον
5μεταθεῖναι εἰς τὸ σωτηριῶδες, ἵνα πρῶτον τὸν πατέρα αὐτοῦ μετα‐ βαλὼν τελείως ἐνδείξηται τὴν τελείαν ἀγαθότητα, τὸν πατέρα αὐτοῦ οἰκτείρας, ὡς καὶ γέγραπται «ποιεῖν τὸ ἀγαθὸν πρῶτον εἰς τοὺς οἰκείους τῆς πίστεως», πόσῳ γε μᾶλλον ἐλεᾶν τοὺς ἑαυτῶν πατέρας. Τὸ δὲ ἕτερον ἔτι προστέθεικα τῇ φράσει καὶ τῷ ἐλέγχῳ τῷ
10πρὸς τὸν Μαρκίωνα, ὅτι εἰ μὲν τοῦ ἑνός ἐστιν υἱὸς καὶ πρὸς τὸν ἕτερον προσέφυγεν, οὐ πιστὸς παραδεχθήσεται παρὰ τῷ ἑτέρῳ. ὁ γὰρ συνείδησιν εἰς τὸν ἴδιον αὐτοῦ πατέρα μὴ φυλάξας οὐδὲ παρὰ τῷ ἑτέρῳ πιστευθήσεται ἀπὸ τῶν παρ’ αὐτοῦ προαγόντως πεπραγ‐ μένων. ἀλλὰ καὶ ἄλλως πάλιν· ἆρά γε τοῦ ἀγαθοῦ θεοῦ κατη‐
15γορήσει〈σ〉 πάλιν, ὦ Μαρκίων, δι’ ἀπορίαν τοῦ πεμπομένου μὴ δυνη‐ θέντος σῶσαι τοὺς παρ’ αὐτοῦ σῳζομένους καὶ παρ’ αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας; εἰ μὴ γὰρ ἀπέφυγε κατὰ τὸν τοῦ Μαρκίωνος λόγον ὁ Χριστὸς πρὸς τὸν ἄνω θεόν, οὐκ ηὐπόρει ὁ ἀγαθὸς θεός τινα ἀποστεῖλαι, εἰ μὴ ἐν προσκρούσει ὁ τοῦ Χριστοῦ πατήρ, ὡς ὁ
20Μαρκίων λέγει, πρὸς τὸν ἴδιον αὐτοῦ υἱὸν γεγένηται. καὶ ἄλλως δέ· εἰ τοῦ δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ πατρὸς ἔργῳ, πρῶτον μὲν ἐλθὼν εἰς τὸν κόσμον τοὺς ἀνθρώπους [πρῶτον] εἶχεν ἐξολοθρεῦσαι, ἵνα ἀφανίσῃ τὸ ἔργον τὸ ἀπὸ τοῦ ἰδίου πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς
25τοῦ πατρὸς διαθέσεως· ἢ πάλιν λαβὼν δύναμιν ἰάσεως καὶ θεραπείας καὶ σωτηρίας ὤφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν καὶ πρῶτον πεῖσαι τὸν πατέρα αὐτοῦ κατ’ αὐτὸν γενέσθαι, ἵνα γενόμενος αὑτῷ τε καὶ τῷ αὐτοῦ πατρὶ ἀγαθὸς τῆς πρὸς τοὺς ἀνθρώπους σωτηρίας 〈αἰτία〉 ἡ
30μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται. ἀλλ’ οὐχ οὕτως ἔχει ὡς ὁ
τούτου κενοφωνούμενος μυθώδης λόγος *. οὔτε γὰρ τρεῖς ἀρχαὶ οὔτε185 in vol. 2
Haer
.

2

.

186

ἄλλος πατὴρ Χριστοῦ οὐδὲ κακίας ἐστὶ γέννημα· μὴ γένοιτο. φησὶ γάρ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ εἰ μὲν νόθως λέγει πατέρα ἔχειν, οὐ δύναται αὐτοῦ ὁ νόθος πατὴρ καλούμενος ἐν αὐτῷ εἶναι οὐδὲ αὐτὸς ἐν τῷ πατρί. ὁ δὲ κατὰ φύσιν αὐτοῦ πατέρα
5ἀεὶ ἀγαθὸν καὶ θεὸν ἀεὶ καὶ πάντων δημιουργόν, ἐν αὐτῷ δὲ ὄντα καὶ σὺν αὐτῷ ὑπάρχοντα διδάσκων καὶ ἀληθεύων, κατὰ τοῦ Μαρ‐ κίωνος τὴν ἀπειλὴν διεξέρχεται λέγων «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ’ αὐτὸν μένει». ἤδη δὲ ἐν πολλαῖς μαρτυρίαις ἐδείξαμεν τὸν ἕνα ὄντα θεόν, τὸν πατέρα τοῦ
10κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀγαθὸν ὄντα καὶ ἀγαθὸν γεννήσαντα, ἀγάπην ὄντα καὶ ἀγάπην γεννήσαντα, πηγὴν ὄντα ζωῆς καὶ ζωῆς πηγὴν γεννήσαντα («παρὰ σοὶ γὰρ πηγὴ ζωῆς» φησὶν ἡ γραφή), ἀλήθειαν ὄντα καὶ ἀλήθειαν γεννήσαντα, φῶς ὄντα καὶ φῶς γεν‐ νήσαντα, ζωὴν ὄντα καὶ ζωὴν γεννήσαντα ἀνάρχως καὶ ἀιδίως καὶ
15ἀχρόνως. καὶ ἐλήλεγκται κατὰ πάντα ἡ τοῦ Μαρκίωνος πλάνη. Τούτων τοίνυν οὕτως ἐχόντων καὶ τῆς κατὰ τοῦ ἀπατεῶνος ἀνατροπῆς διὰ πολλῆς καὶ ἀληθινῆς συστάσεως ἐν θεῷ ἡμῖν κατειρ‐ γασμένης πάλιν ἐπὶ τὰς ἑξῆς, ταύτης τῆς νυνὶ ὡς μεγάλης ἀσπίδος καταπατηθείσης διὰ τοῦ ἀψευδοῦς λόγου τοῦ σωτῆρος τοῦ εἰπόντος
20«δέδωκα ὑμῖν πατεῖν ἐπὶ ὄφεις καὶ σκορπίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου», ἴωμεν καὶ τὰς τῶν ἄλλων ματαιοφροσύ‐ νας διασκοπεῖν τε καὶ διελέγχειν ἐπιβαλώμεθα, θεὸν βοηθὸν ἐν ἅπασιν ἐπικαλούμενοι.
Κατὰ Λουκιανιστῶν κγ, τῆς δὲ ἀκολουθίας μγ.
251. Λουκιανός τις ἀρχαῖος, οὐχ ὁ νῦν ἐν χρόνοις Κωνσταντίνου
γεγονὼς τοῦ γέροντος, ὃν δῆθεν οἱ Ἀρειανοὶ ἐν μάρτυσιν ἐπιψηφί‐186 in vol. 2
Haer
.

2

.

187

ζονται· ἦν γὰρ καὶ οὗτος ὁ Λουκιανός, ὁ πρόσφατός φημι, προσαν‐ έχων τῇ τῶν Ἀρειανῶν αἱρέσει, περὶ οὗ ὕστερον ἐν τῇ κατ’ αὐτῶν ἀνατροπῇ λέξομεν· νῦν δὲ πρὸς τὸν προειρημένον ἀρχαῖον Λουκιανὸν ἀποτείνεται ὁ λόγος. οὗτος γὰρ συνεπόμενος τῷ προειρημένῳ Μαρ‐
5κίωνι καὶ ἀπὸ τούτου ἀποσχίσας καὶ αὐτὸς ἄθροισμα ἑαυτῷ ποιησά‐ μενος αἱρέσεως προέστη, ἀφ’ οὗπερ οἱ Λουκιανισταὶ οἱ ἀρχαῖοι καλούμενοι. κατὰ πάντα μὲν οὖν κατὰ τὸν Μαρκίωνα δογματίζει, κέχρηται δὲ ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν λόγος καὶ ἡ περὶ αὐτοῦ ἔμφασις *. ἀρχαίων γὰρ τούτων ὄντων καὶ θᾶττον κατασβεσθέντων δυσχερὴς
10γεγένηται ἡμῖν, ὡς ἀληθῶς ἔστιν εἰπεῖν, ἡ κατ’ αὐτοὺς ἔρευνα. ἃ δὲ ἀπὸ μέρους ἔγνωμεν τῶν αὐτοῦ ἔστι τάδε· μετὰ τὸ συστῆναι δῆθεν ἕτερον μὲν τὸν δημιουργὸν καὶ κριτὴν καὶ δίκαιον, ἕτερον δὲ τὸν ἀγαθὸν ὡσαύτως καὶ ἕτερον τὸν πονηρόν, βούλεται χρῆσθαι καὶ μαρτυρίαις τισὶ κατὰ τὸν Μαρκίωνα κατὰ τὴν
15αὐτοῦ ὑπόνοιαν ἀπὸ τῆς τῶν προφητῶν γραφῆς, φημὶ δὲ τῷ «μά‐ ταιος ὁ δουλεύων κυρίῳ» καὶ τῷ εἰρημένῳ «ἀντέστησαν θεῷ καὶ ἐσώθησαν». τέλεον δὲ οὗτος παρὰ τὴν τοῦ διδασκάλου αὐτοῦ διδασκαλίαν ἀπαρνεῖται τὸν γάμον καὶ ἁγνείαν ἀσκεῖ, οὐ δι’ ἁγνείαν ἀλλ’ ἵνα ἀθετήσῃ τὰ ἔργα τοῦ δημιουργοῦ, διδάσκων μὴ συνάπτεσθαι
20γάμῳ—«ἀφ’ οὗ γάμος, εὐθηνία» φησί «διὰ τῆς παιδοποιίας ἐν κόσμῳ τῷ δημιουργῷ γίνεται»—πρὸς ἀντίθεσιν τῆς τοῦ δημιουργοῦ καὶ
κτιστοῦ διὰ τῆς παιδοποιίας ἐν τῷ κόσμῳ εὐθηνίας. φωραθή‐187 in vol. 2
Haer
.

2

.

188

σεται δὲ ὁ τοιοῦτος καὶ διελεγχθήσεται ἀπὸ μὲν τῆς ἤδη πρὸς τὸν αὐτοῦ ἐπιστάτην ἀντιθέσεως, διὰ πολλῶν ποιησαμένων ἡμῶν τὴν πρὸς αὐτὸν ἀντιλογίαν τε καὶ ἀνατροπήν, ἐν ὁποίαις τε καὶ ὁπόσαις συνᾴδει τὸ εὐαγγέλιον τῇ παλαιᾷ διαθήκῃ, καὶ ὡς αὐτὸς ὁ κύριος
5ἡμῶν ὁμολογεῖ τὸ ποίημα τοῦ κόσμου εἶναι ἴδιον καὶ αὐτοῦ, καὶ τοῦ πατρὸς εἶναι τὴν κτίσιν, ὥς γε μάλιστα συνελόντι φράσαι κορυφαι‐ ότατόν τι ῥῆμα παρὰ τῷ ἁγίῳ Ἰωάννῃ εἰρημένον, τό «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ
10τὰ ἑξῆς. 2. Ἀλλά γε ὁ τοιοῦτος εὐθὺς ἀνατραπήσεται. εἰ γὰρ καὶ βού‐ λοιτο λέγειν ὅτι ἀντιθέσεως χάριν καὶ καθαιρέσεως τῶν ὑπὸ τοῦ δημιουργοῦ ἐνταῦθα γενομένων ἡ τοῦ γάμου αὐτῷ συνάφεια ἀθετεῖ‐ ται, ἵνα μὴ τῷ δημιουργῷ συμπράξειεν, ὥστε ἀπέχεσθαι παντάπασι
15τοῦ ἔργου τοῦ δημιουργοῦ, πῶς οὐχὶ ἄλογος αὐτῷ ἡ ὑπόνοια καὶ φωρατὴ καὶ εὐθυέλεγκτος; ἰδοὺ γὰρ ἀπὸ τῆς κτίσεως καὶ τῆς τοῦ δημιουργοῦ δημιουργίας καὶ τῶν ἐδωδῶν καὶ τῶν ἀμφίων [καὶ] τὴν χρῆσιν πομάτων τε καὶ βρωμάτων μέτεισιν ὁ γόης καὶ ὁ ἀγύρτης καὶ ἄλλως οὐ δυνήσεται ἐκφυγεῖν καὶ μὴ οὐχὶ τούτοις χρῆσθαι. θεὸς
20γὰρ ὁ πάντων δεσπότης καὶ δημιουργὸς πάντων ἐπιμελόμενος καὶ ἐπὶ τοὺς πονηροὺς καὶ ἀγαθοὺς ἀνατέλλει αὐτοῦ τὸν ἥλιον, καὶ ἐπὶ τοὺς αὐτὸν βλασφημοῦντας καὶ ἐπὶ τοὺς αὐτὸν δοξάζοντας πέμπει αὐτοῦ τὸν ὑετὸν καὶ πάντας τρέφει, οὐκ ἀλόγῳ τινὶ καὶ ἀναισθήτῳ ὁρισμῷ, ἀλλὰ ἐκδικίᾳ τῇ παρ’ αὐτοῦ ὁρισθείσῃ ἐν τῇ μελλούσῃ κρίσει
25μακροθυμῶν καὶ ὁρισμοῖς ἰδίοις καὶ σοφίᾳ τὰ πάντα διοικῶν, ὡς ἔστι πρέπον τῇ αὐτοῦ εἰς πάντας ὠφελείᾳ, ἵν’ οἱ μετανοήσαντες τῆς παρ’ αὐτοῦ ἀμνηστίας τυχόντες τὸ σωτήριον κτήσοιντο· εἰ δὲ ἐπι‐ μένοιεν ταῖς αὐτῶν βλασφήμοις ὑπονοίαις καὶ ματαιοφροσύναις ταῖς μὴ ἐκ θεοῦ αὐτοῖς δοθείσαις, τὸ τηνικαῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλ‐
30λαγήν, τοῦ αὐτεξουσίου μηκέτι αὐτοῖς συμπαραμένοντος, * ἀλλὰ οὔτε διὰ θυμὸν αὐτοῖς τὴν τότε ἐσομένην κρίσιν οὔτε ὡς ἐν ὀργῇ ἐπιφέ‐
ρων τὰ ἐσόμενα *, —ὅλα γὰρ προεθέσπισε διὰ τὴν οὐκ εἴσω παθῶν188 in vol. 2
Haer
.

2

.

189

περιεχομένην αὐτοῦ θεότητα—, ἀλλὰ δι’ ἣν ἕκαστος τῶν * ἐπὶ βλάβῃ ἑαυτοῦ τι ἐργαζόμενος ἑαυτῷ παραίτιος γεγένηται *, τοῦ θεοῦ ἀναι‐ τίου ὄντος τῆς καθ’ ἡμᾶς παρεκτροπῆς τε καὶ τῆς ἐκ ταύτης καθ’ ἡμῶν μελλούσης ἔσεσθαι καταδίκης.
5 Ἐν ἅπασιν οὖν καὶ οὗτος φωραθήσεται, ταῖς πρότερον καὶ μετέ‐ πειτα ἐγκαταμιχθεὶς αἱρέσεσιν, ἐκ τοῦ ἀριθμοῦ «τῶν τῆς ἀπωλείας τέκνων» ὑπάρχων, δηλούσης τῆς ἀληθείας καὶ τοῦ φωτὸς τοῦ εὐ‐ αγγελίου, φωτεινῶς τὴν πᾶσαν οἰκουμένην καταυγάζοντος καὶ σῴ‐ ζοντος τοὺς υἱοὺς τῆς ἀληθινῆς πίστεως ἐν ἀληθείᾳ. ὡς οὖν ἐκ
10συντόμου † σκοποῦ ὄφιν παρακύψαντα διὰ μικροῦ τινος σκεύους ἀνελόντες θανατωθεῖσάν 〈τε〉 ταύτην καταλελοιπότες ἐπὶ τὰς ἑξῆς ἴωμεν κατὰ τὴν ἐπαγγελίαν, τὴν τοῦ θεοῦ συμπαραλαβόντες βοήθειαν εἰς τὸ παραστῆσαι τὴν αὐτοῦ ἀλήθειαν.
Κατὰ Ἀπελληϊανῶν κδ, τῆς δὲ ἀκολουθίας μδ.
15 1. Τοῦτον τὸν προειρημένον Λουκιανὸν διαδέχεται Ἀπελλῆς, οὐχ ὁ ἅγιος ἐκεῖνος ὁ ὑπὸ τοῦ ἁγίου ἀποστόλου συνιστώμενος, ἀλλ’ ἕτε‐ ρος ἐξ οὗπερ Ἀπελληϊανοί, ὢν καὶ αὐτὸς συσχολαστὴς αὐτοῦ Λου‐ κιανοῦ καὶ μαθητὴς τοῦ προειρημένου Μαρκίωνος, ὡς ἐκ μιᾶς ῥίζης
πολλῶν ἀκανθῶν ὑλομανήσασαι παραφυάδες. ἕτερα δὲ οὗτος189 in vol. 2
Haer
.

2

.

190

παρὰ τοὺς ἄλλους βούλεται δογματίζειν καὶ κατὰ μὲν τοῦ ἑαυτοῦ διδασκάλου ὁπλισάμενος ἑαυτὸν καὶ κατὰ τῆς ἀληθείας, εἰς τὸ συνα‐ γείρειν ἑαυτῷ καὶ αὐτὸς σχολὴν πεπλανημένων ἀνθρώπων, τὰ τοιαῦτα βούλεται δογματίζειν, φάσκων μὲν ὅτι οὐχ οὕτως, φησί, γεγένηται,
5ἀλλὰ πεπλάνηται Μαρκίων, ἵνα πανταχόθεν ἑαυτὴν ἐλέγχουσά τε ἡ ἄνοια καὶ ἡ ἀνομία ἐν ἑαυτῇ συντριβομένη φανήσεται καὶ καθ’ ἑαυτῆς τὴν ἀνατροπὴν ἐπεγείρουσα, τῆς ἀληθείας ἀεὶ ἑδραίας οὔσης καὶ μὴ χρείαν ἐχούσης βοηθείας, ἀλλὰ αὐτοσυστάτου οὔσης καὶ παρὰ θεῷ τῷ ὄντως 〈ὄντι〉 ἀεὶ συνιστωμένης.
10 Φάσκει γοῦν οὗτος ὁ προειρημένος Ἀπελλῆς καὶ οἱ ἀπ’ αὐτοῦ ὅτι οὐκ εἰσὶ τρεῖς ἀρχαὶ οὔτε δύο, ὡς τοῖς περὶ Λουκιανὸν καὶ Μαρ‐ κίωνα ἔδοξεν, ἀλλά, φησίν, εἷς ἐστιν ἀγαθὸς θεὸς καὶ μία ἀρχὴ καὶ
μία δύναμις ἀκατονόμαστος· ᾧ ἑνὶ θεῷ ἤγουν μιᾷ ἀρχῇ οὐδὲν μεμέ‐190 in vol. 2
Haer
.

2

.

191

ληται τῶν ἐνταῦθα ἐν τῷ κόσμῳ τούτῳ γεγενημένων, ἀλλὰ ὁ αὐτὸς ἅγιος ἄνωθεν θεὸς καὶ ἀγαθὸς ἐποίησεν ἕνα ἄλλον θεόν· ὁ δὲ γενό‐ μενος ἄλλος θεὸς ἔκτισε τὰ πάντα, οὐρανὸν καὶ γῆν καὶ πάντα τὰ ἐν τῷ κόσμῳ. ἀπέβη δὲ οὐκ ἀγαθὸς καὶ τὰ ὑπ’ αὐτοῦ γενόμενα,
5φησίν, οὐκ ἀγαθῶς εἰργασμένα, ἀλλὰ κατὰ τὴν αὐτοῦ φαύλην διάνοιαν τὰ ὑπ’ αὐτοῦ * ἔκτισται. Τίς δὲ ἀνέξεται τῶν τοιούτων λόγων καὶ οὐ μᾶλλον καταγελά‐ σειε τῆς τοιαύτης ματαιοπονίας; κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται οὐχ ἁρμοδίως πράττων, χρώμενος τῇ τοιαύτῃ ὑπονοίᾳ. καὶ διὰ
10τοῦτο πρὸς αὐτὸν ὡς πρὸς παρόντα ἐρῶ· λέγε μοι, ὦ οὗτος. δώ‐ σεις γάρ, ὦ Ἀπελλῆ, ἢ τὸν θεὸν ἄγνωστον τῶν μελλόντων πεποι‐ ηκότα θεὸν ὃν φάσκεις τὰ ποιήματα κακῶς δεδημιουργηκέναι, ἢ προγινώσκοντα μὲν ὅτι τοιοῦτος ὁ ὑπ’ αὐτοῦ κτιζόμενος θεὸς ἀπο‐ βήσεται, τούτου χάριν αὐτὸν πεποιηκέναι, ἵνα μὴ αἴτιος γένηται
15τῶν κακῶς ὑπ’ αὐτοῦ δεδημιουργημένων. καὶ ἔσται ἐξ ἅπαντος ὁ ἄνω θεὸς αὐτὸς δημιουργός, ποιήσας τὸν ἕνα τὸν τὰ πάντα πεποι‐ ηκότα, καὶ ἔσται οὐκέτι αἴτιος ὁ τὰς κτίσεις πεποιηκώς, ἀλλὰ ὁ ἄνω θεὸς ὁ τὸν κτιστὴν ποιήσας καὶ ὢν αὐτὸς τῶν πάντων δημιουργός. Χριστὸν δὲ ἥκειν φησὶν ἐπ’ ἐσχάτων τῶν καιρῶν, υἱὸν ὄντα
20τοῦ ἄνω ἀγαθοῦ θεοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ὡσαύτως ἐπὶ
σωτηρίᾳ τῶν εἰς γνῶσιν αὐτοῦ ἐρχομένων, καὶ ἐλθόντα οὐ δοκήσει191 in vol. 2
Haer
.

2

.

192

πεφηνέναι, ἀλλὰ ἐν ἀληθείᾳ σάρκα εἰληφέναι, οὐκ ἀπὸ Μαρίας τῆς παρθένου, ἀλλὰ ἀληθινὴν μὲν ἐσχηκέναι τὴν σάρκα καὶ σῶμα, οὔτε 〈δὲ〉 ἀπὸ σπέρματος ἀνδρὸς οὔτε ἀπὸ γυναικὸς παρθένου. ἀλλὰ ἔσχεν μὲν σάρκα ἀληθινήν, τούτῳ 〈δὲ〉 τῷ τρόπῳ· καί, φησίν, ἐν
5τῷ ἔρχεσθαι ἀπὸ τῶν ἐπουρανίων ἦλθεν εἰς τὴν γῆν καὶ συνήγαγεν ἑαυτῷ ἀπὸ τῶν τεσσάρων στοιχείων σῶμα. καὶ πῶς καὶ οὗτος οὐκ ἐπείγεται εἰς τὸ φωραθῆναι αὐτοῦ τὴν ἀνομίαν ἀκολουθοῦσαν ταῖς τῶν παλαιῶν Ἑλλήνων ποιητῶν περὶ τῆς κενοφωνίας ταύτης δόξαις; φάσκει γὰρ καὶ οὗτος, ὡς ἐκεῖνοι καὶ ἔτι ψυχροτέρως παρ’
10ἐκείνους λέγων, τὸν σωτῆρα ἑαυτῷ ὑποστήσασθαι τὸ σῶμα. ἀπὸ γὰρ τοῦ ξηροῦ τὸ ξηρὸν καὶ ἀπὸ τοῦ θερμοῦ τὸ θερμὸν καὶ ἀπὸ τοῦ ὑγροῦ τὸ ὑγρὸν καὶ ἀπὸ τοῦ ψυχροῦ τὸ ψυχρὸν 〈λαβὼν〉 καὶ οὕτως πλάσας ἑαυτῷ σῶμα ἀληθινῶς πέφηνεν ἐν κόσμῳ καὶ ἐδίδαξεν ἡμᾶς τὴν ἄνω γνῶσιν, καταφρονεῖν τε τοῦ δημιουργοῦ καὶ ἀρνεῖσθαι
15αὐτοῦ τὰ ἔργα, ὑποδείξας ἡμῖν ἐν ποίᾳ γραφῇ ποῖά ἐστι τὰ φύσει ἐξ αὐτοῦ εἰρημένα καὶ ποῖά ἐστι τὰ ἀπὸ τοῦ δημιουργοῦ. «οὕτως γάρ, φησίν, ἔφη ἐν τῷ εὐαγγελίῳ, γίνεσθε δόκιμοι τραπεζῖται· χρῶμαι
γάρ, φησίν, ἀπὸ πάσης γραφῆς ἀναλέγων τὰ χρήσιμα».192 in vol. 2
Haer
.

2

.

193

εἶτα, φησίν, ἔδωκεν ὁ Χριστὸς ἑαυτὸν παθεῖν ἐν αὐτῷ τῷ σώματι καὶ ἐσταυρώθη ἐν ἀληθείᾳ καὶ ἐτάφη ἐν ἀληθείᾳ καὶ ἀνέστη ἐν ἀλη‐ θείᾳ καὶ ἔδειξεν αὐτὴν τὴν σάρκα τοῖς ἑαυτοῦ μαθηταῖς. καὶ ἀναλύσας, φησίν, αὐτὴν τὴν ἐνανθρώπησιν ἑαυτοῦ ἀπεμέρισε πάλιν
5ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ἀποδούς, τὸ θερμὸν τῷ θερμῷ, τὸ ψυχρὸν τῷ ψυχρῷ, τὸ ξηρὸν τῷ ξηρῷ, τὸ ὑγρὸν τῷ ὑγρῷ· καὶ οὕτως διαλύσας ἀπ’ αὐτοῦ πάλιν τὸ ἔνσαρκον σῶμα ἀνέπτη εἰς τὸν οὐρα‐ νόν, ὅθεν καὶ ἧκε. 3. Καὶ ὦ πολλῆς δραματουργίας τῶν τὰ τοιαῦτα λεγόντων, ὡς
10παντί τῳ σαφὲς εἴη μίμων μᾶλλον ἐργαστήριον ἤπερ ἐπαγγελίας ζωῆς ἢ συνέσεως χαρακτῆρα κεκτημένων. εἰ γὰρ ὅλως ἔλυεν αὐτὸ τὸ σῶμα ὅπερ εἴληφε, τίνι τῷ λόγῳ ἀπ’ ἀρχῆς αὐτὸ ἑαυτῷ κατε‐ σκεύαζεν; εἰ δὲ κατεσκεύαζε διά τινα χρῆσιν, ἀπετέλεσε δὲ τὸ ἔργον τῆς χρήσεως, ἔδει καταλεῖψαι αὐτὸ ἐν τῇ γῇ, μάλιστα καθ’
15ὑμᾶς 〈τοῦ〉 τῆς κατὰ τὴν ἀνάστασιν τῆς σαρκὸς ἐλπίδος εἴδους μὴ χρείαν ἔχοντος τελειωθῆναι. ἀλλὰ ἀνέστησεν αὐτὸ πάλιν, ἵνα εἰς κάματον ἑαυτὸν μείζονα ἐμβάλοι, ἵνα μηδὲν ὠφελήσῃ, κατασκευάζων καὶ ἐν μνήματι ἀποτιθέμενος καὶ διαλύων καὶ μερίζων ἑκάστῳ τῶν
στοιχείων ὅπερ παρ’ αὐτοῦ εἴληφεν, ὡς εὐγνώμων χρεωφειλέτης.193 in vol. 2
Haer
.

2

.

194

καὶ εἰ ὅλως ἑκάστῳ 〈τὸ ἴδιον〉 ἀπεδίδου, τουτέστιν τὸ ψυχρὸν τῷ ψυχρῷ καὶ τὸ θερμὸν τῷ θερμῷ, ἠδύνατο ταῦτα μὴ ὁρᾶσθαι τοῖς μαθηταῖς τοῖς αὐτοῦ, ἀλλ’ οὐ μὴν τὸ σῶμα τὸ ξηρόν. πάντως γὰρ τὸ ξηρὸν σῶμά ἐστι, σὰρξ καὶ ὀστέα, καὶ τὸ ὑγρὸν πάντως ἰχῶρές
5εἰσι καὶ σὰρξ εἰς ὑγρότητα διαλυομένη· ἅτινα πάντως τοῖς ἀποστό‐ λοις φανερώτατα ἀποτιθέμενος ἐσήμανεν, ὡς καὶ τὸ πρῶτον ὅτε ἐθάπτετο τὸ αὐτοῦ σῶμα κατηξιοῦτο Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας ἐντυλίξαι αὐτὸ ἐν σινδόνι καὶ ἀποθέσθαι ἐν μνήματι. ἅμα δὲ καὶ αἱ γυναῖκες εἶχον ἰδεῖν ποῦ κατελείφθη τὰ λείψανα, ἵνα αὐτὰ τιμήσωσι
10διὰ μύρων καὶ ἀρωμάτων, ὡς τὸ πρῶτον. ἀλλ’ οὐδαμοῦ τὸ ψεῦδος ὑμῶν τοῦτο δεδήλωται, ὦ Ἀπελληιανοί, ἀπὸ ἑνὸς τῶν ἁγίων ἀπο‐ στόλων· οὐ γὰρ ἔστιν. ἀλλὰ τοὺς μὲν ἀοράτους ὁρατῶς εἶδον δύο ἄνδρας καὶ αὐτὸν εἰς οὐρανὸν ἀνερχόμενον καὶ ὑπὸ νεφέλης φωτει‐ νῆς ὑπολαμβανόμενον, λείψανον δὲ αὐτοῦ οὐδαμοῦ καταλελειμμένον·
15οὐ γὰρ ἐχρῆν οὐδὲ ἐνεδέχετο. καὶ ψεύδεται Ἀπελλῆς καὶ οἱ ἀπ’ αὐτοῦ Ἀπελληιανοί. 4. Τὰ ὅμοια δὲ τῷ ἑαυτοῦ ἐπιστάτῃ Μαρκίωνι περί τε τῆς ἄλλης σαρκὸς καὶ τῶν ἄλλων ὁμοίως ἐδογμάτισεν, φάσκων μὴ εἶναι ἀνά‐ στασιν νεκρῶν, καὶ τὰ ἄλλα ὅσαπερ * ἐπὶ τῆς γῆς, ἔδοξεν ὁμοίως δο‐
20γματίζειν. ἀνατραπήσεται δὲ ὁ αὐτοῦ λογισμὸς λῆρός τις ὢν καὶ κατὰ πάντα τρόπον πεπλανημένος. οὔτε γὰρ ἰσχύσει σκότος ἔνθα τὸ φῶς παραφαίνεται οὔτε τὸ ψεῦδος σταθήσεται * οὔσης τῆς ἀληθείας. εἰ γὰρ ὅλως κέχρησαι ταῖς γραφαῖς, ὦ Ἀπελλῆ καὶ οἱ ἀπὸ σοῦ
Ἀπελληιανοί, ἐξ αὐτῶν τῶν γραφῶν εὑρεθήσεσθε ἐλεγχόμενοι·194 in vol. 2
Haer
.

2

.

195

πρῶτον μέν, ὅτι κατ’ εἰκόνα θεοῦ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρω‐ πον, ὁ δὲ ποιήσας ἔφη «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· ὡς εἴ τις ἀπὸ τῆς σου πεπλανημένης αἱρέσεως ἐπιστρέψειε πρὸς τὴν ἀλήθειαν, ὡς ἀπὸ σκότους ἀποδράσας καὶ ἀπὸ
5νυκτὸς ἀναστὰς εὕροι ἂν τὸ φῶς αὐτῷ ἀνατεῖλαν τῆς τοῦ θεοῦ γνώσεως ἡλίου δίκην καὶ ὑπὲρ ἥλιον. φανήσεται γὰρ παντί τῳ τὸν εὔλογον λογισμὸν κεκτημένῳ ὅτι ὁ εἰπών «ποιήσωμεν ἄνθρω‐ πον» ὁ θεός ἐστιν ὁ τῶν ὅλων πατήρ· συγκαλεῖται δὲ μεθ’ ἑαυτοῦ τὸν ἀεὶ ὄντα σὺν αὐτῷ θεὸν Λόγον υἱὸν μονογενῆ, ἐξ αὐτοῦ ἀνάρ‐
10χως καὶ ἀχρόνως γεγεννημένον, ἅμα δὲ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα τὸ οὐκ ἀλλότριον αὐτοῦ οὐδὲ τοῦ αὐτοῦ ἰδίου υἱοῦ. εἰ γὰρ ἄλλος ἦν ὁ πλάσας τὸν ἄνθρωπον τουτέστιν καὶ τὸν κόσμον κτίσας, ἄλλος δὲ ὁ ἄνω ἀγαθὸς θεὸς παρ’ οὗ κατῆλθεν ὁ Χριστός, οὐκ ἂν ὁ Χριστὸς ἐλάμβανεν ἑαυτῷ σῶμα καὶ ἔπλασε, τὴν εἰκόνα τοῦ δημι‐
15ουργοῦ εἰς ἑαυτὸν ἀνατυπῶν. ἀλλὰ δῆλον ὅτι αὐτός ἐστιν ὁ δημι‐ ουργὸς τοῦ ἀνθρώπου καὶ τοῦ κόσμου, ᾧ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· ἀπὸ δὲ τοῦ ἑνὸς ἔργου συσταθήσεται φανερὸς γινόμενος ὁ τεχνίτης ὅτι οὗτός ἐστιν ὁ τότε τὸν ἄνθρωπον πεποιηκώς, πλάσας τε ἐκ γῆς τὸ τοῦ
20Ἀδὰμ σῶμα καὶ ποιήσας αὐτὸ εἰς ψυχὴν ζῶσαν. διὸ καὶ ἐμαρτύ‐ ρησεν ὁ ἅγιος Ἰωάννης ἐν τῷ ἁγίῳ εὐαγγελίῳ λέγων ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» καὶ τὰ ἑξῆς. εἰ δὲ 〈πάντα〉 ἐν αὐτῷ ἐγένετο
25καὶ ὑπ’ αὐτοῦ ἐγένετο, αὐτὸς τότε τὸν Ἀδὰμ ἔπλασε καὶ αὐτὸς πάλιν τὸ σῶμα ἀπὸ Μαρίας τῆς παρθένου εἰς ἑαυτὸν ἀνεπλάσατο καὶ τε‐ λείως τὴν πᾶσαν αὐτοῦ ἐνανθρώπησιν συνήνωσε τὴν ὑπ’ αὐτοῦ τότε πλασθεῖσαν καὶ νῦν ἐν ἑαυτῷ συνενωθεῖσαν. εἰ δὲ ἀλλοτρίαν ἐργα‐ σίαν εἰς ἑαυτὸν ἔλαβε τοῦ κακῶς τὴν πλάσιν πλάσαντος καὶ κακοῦ
30ὑπάρχοντος κατὰ τὴν σοῦ διδασκαλίαν, καὶ εἰ ὅλως κέχρηται τοῖς κακοῖς ποιήμασιν οἷς ὁ κατὰ σὲ κακὸς ποιητὴς εἰργάσατο, ἄρα ἐπε‐ μίγη τῇ κακίᾳ τοῦ ποιητοῦ χρήσει τε καὶ εὐεργεσίᾳ καὶ τῇ ἰδίᾳ αὐτοῦ
εἰκόνι. ἀλλὰ οὐκ ἐνδέχεται. εἰ γὰρ ἐνηνθρώπησεν, οὐ μόνον σάρκα195 in vol. 2
Haer
.

2

.

196

εἴληφεν ἀλλὰ καὶ ψυχήν. δῆλον γὰρ ἔσται τοῦτο· ἐπεὶ πόθεν ἔλεγεν «ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου καὶ θεῖναι αὐτήν»; τὴν πᾶσαν τοίνυν πραγματείαν ἀναδεξάμενος, τὴν ῥηθεῖσαν ὑπὸ τοῦ δημιουργοῦ εἰκόνα, πᾶσαν † πραγματείαν ἀνεδέξατο, ἐν τῷ σώματι καὶ ψυχῇ
5ἐλθὼν ὁ Λόγος καὶ ἐν ὁποίοις ἅπασίν ἐστιν ὁ ἄνθρωπος. τούτων δὲ οὕτως τελεσθέντων ἐξ ἅπαντος ἠμαύρωταί σου τὸ δηλητήριον, καὶ ἔπεσέν σου ἡ στάσις ἡ ἀθεμελίωτος, μὴ ἔχουσα πῆξιν ἑδραιώμα‐ τος ἀληθείας. 5. Εἰ δὲ καὶ ἃ βούλει λαμβάνεις ἀπὸ τῆς θείας γραφῆς καὶ ἃ
10βούλει καταλιμπάνεις, ἄρα γοῦν κριτὴς προεκάθισας, οὐχ ἑρμηνευτὴς τῶν νόμων ἀλλὰ ἐκλογεὺς τῶν οὐ κατὰ τὸν νοῦν σου γραφέντων, ἀλλὰ ὄντων μὲν ἀληθινῶν παρὰ σοὶ δὲ μεταποιηθέντων ψευδῶς κατὰ τὸν νοῦν τῆς σοῦ ἀπάτης καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων. εἰ δὲ καὶ ὅλως κακὸς ποιητὴς τὰ ἐνταῦθα εἰργάσατο, φημὶ δὲ τὸν κόσμον,
15τίνος ἕνεκα ἦλθεν ὁ ἀπὸ ἀγαθοῦ πατρὸς εἰς τόνδε τὸν αἰῶνα; καὶ εἰ μὲν ἵνα σώσῃ ἀνθρώπους, ἄρα τῶν ἰδίων ἐπεμελήσατο καὶ οὐκέτι ἄλλος εἴη ὁ δημιουργός· εἰ δὲ οὐ τῶν ἰδίων προενόει, βούλεται δὲ ἐν τοῖς ἀλλοτρίοις ἐπεμβαίνειν καὶ τὰ οὐκ ὄντα αὐτοῦ διασῴζειν, ἢ κόλαξ ἐστὶ τοῖς ἀλλοτρίοις προσλιπαρῶν ἢ κενόδοξος, ἵνα κρείττων
20τοῦ κτιστοῦ φανῇ πρὸς τὰ ἀλλότρια ἃ διασῴζειν πειρᾶται, τῶν μὴ ἰδίων ἐφιέμενος, καὶ οὐκέτι ἔσται ἀληθινός· ἢ ὅτι μέτριός ἐστι κατὰ σέ, ὦ ἀγύρτα, καὶ μὴ ἔχων κτίσιν ἑαυτοῦ, τὰ ἀλλότρια ἐπιθυμῶν ταῦτα συλᾶν πειρᾶται, ἀπὸ τῶν ἀλλοτρίων ἑαυτῷ περιποιούμενος ψυχὰς τὰς οὐκ οὔσας αὐτοῦ καὶ τοῦ αὐτοῦ πατρός. εἰ δὲ αὐτοῦ
25μέν εἰσιν αἱ ψυχαὶ καὶ ἄνωθεν ἐλθοῦσαι φαίνονται, ἄρα εἰς ἀγαθὸν κόσμον ἀπεστάλησαν παρὰ τοῦ ἄνωθεν κατὰ σὲ ἀγαθοῦ θεοῦ καὶ οὐκ εἰς πονηρὸν ἔργον. εἰ δὲ ἀπεστάλησαν διά τινα μὲν χρῆσιν ἣν τάχα μυθοποιεῖς, εἰσελθοῦσαι δὲ μετέπεσον εἰς ἑτέραν, τουτέστιν ἵνα δί‐
καιόν τι πράξωσι, πονηρὸν δὲ εἰργάσαντο, ὀφθήσεται ὁ ἀποστείλας196 in vol. 2
Haer
.

2

.

197

αὐτὰς πρόγνωσιν ἂν μὴ ἔχων· ἐπειδὴ γὰρ ἀπέστειλεν αὐτὰς δι’ ἕτερον καὶ ἕτερόν τι εὑρέθησαν ἐργασάμεναι. ἢ πάλιν ἐὰν εἴπῃς ὅτι οὐ κατὰ τὴν αὐτοῦ βούλησιν ἐληλύθασιν ἀλλὰ κατὰ τυραννίδα τοῦ ἀφαρ‐ πάζοντος, ἄρα ἰσχυρός ἐστιν ὁ κτισθεὶς ὑπὸ τοῦ ἀγαθοῦ θεοῦ πονη‐
5ρὸς δημιουργὸς παρὰ τὸν ἀγαθὸν θεόν, ὅτι τὰ αὐτοῦ ὑπάρχοντα ἀφαρπάξας ἐχρήσατο. πόθεν δὲ οὐ διελεγχθήσῃ, αὐτοῦ τοῦ σωτῆρος φάσκοντος ὅτι «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι καὶ λαβεῖν αὐτήν», ὡς αὐτοῦ μὲν ψυχὴν εἰληφότος καὶ θέντος καὶ πάλιν λαβόντος, ὡς οὐκ ἀλλο‐
10τρίαν εἶναι τὴν ψυχὴν καὶ ἑτέρου δημιουργοῦ. πάλιν δὲ εὑρεθή‐ σεται ἀγαθὸν σῶμα φορῶν. οὐ γὰρ ἂν πεισθήσεται ἀγαθός τις χρῆ‐ σθαι πονηρῷ ἔργῳ, ἵνα μὴ ἀπὸ τοῦ μετέχειν μέρους τοῦ πονηροῦ καὶ αὐτὸς χρανθήσεται τῇ τῆς ἐπιμίξεως πονηρίᾳ. εἰ δὲ καὶ αὐτὸ ἀνέστησε, λέγε μοι, τί ἵνα ποιήσῃ μετὰ ἀνάστασιν καὶ αὐτὸ πάλιν
15καταλέλοιπεν μερίσας τοῖς τέσσαρσι στοιχείοις, τῷ θερμῷ τὸ θερμὸν καὶ τῷ ψυχρῷ τὸ ψυχρὸν καὶ τῷ ξηρῷ τὸ ξηρὸν καὶ τῷ ὑγρῷ τὸ ὑγρόν; εἰ γὰρ ἤγειρεν αὐτὸ ἵνα πάλιν αὐτὸ λύσῃ, ἄρα δραματουργίας τὸ ἔργον τοῦτο εἴη καὶ οὐκ ἀληθείας. ἤγειρεν δὲ αὐτὸ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ συμπαρέλαβεν ἑαυτῷ ὅπερ ἀνεπλάσατο εἰς
20ἑαυτόν, σῶμα σὺν ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει τελειοτάτως· ἐπειδὴ γὰρ συνεκάθισε κατὰ τὸν ἀποστολικὸν λόγον ὅτι «ὁ θεὸς ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις», ὡς μαρτυροῦσιν οἱ δύο οἱ ἐν ἐσθῆτι λαμπρᾷ ὀφθέντες τοῖς ἀποστόλοις, ὡς λέγουσιν «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἀτενίζοντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς
25ὁ ἀφ’ ὑμῶν ἀναληφθεὶς εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν ἀναλαμβανόμενον». 6. καὶ ἵνα μὴ πάλιν δοθῇ σοι πρόφασις πονηρίας κατὰ τῆς ἀληθείας, μετὰ χρόνον πολὺν τῆς τοῦ σωτῆρος ἡμῶν ἀναλήψεως Στέφανος ὁ ἅγιος τοῦ θεοῦ μάρτυς λιθαζόμενος ὑπὸ τῶν Ἰουδαίων ἀπεκρίνατο λέγων «ἰδού, ὁρῶ τὸν
30οὐρανὸν ἠνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ πατρός», ἵνα δείξῃ αὐτὸ τὸ σῶμα ἐν ἀληθείᾳ εἰς πνευματικὸν ἀναστὰν σὺν τῇ θεότητι τοῦ μονογενοῦς ὅλον εἰς πνευματικὸν ἑνω‐
θὲν καὶ εἰς θεότητα συνηνωμένον. ἄνω δὲ αὐτὸ τὸ ἅγιον σῶμα σὺν197 in vol. 2
Haer
.

2

.

198

τῇ θεότητι ὅλος θεός, εἷς υἱός, ὁ ἅγιος τοῦ θεοῦ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, ὡς ἔχει καὶ τὸ τοῦ Μάρκου εὐαγγέλιον καὶ τῶν ἄλλων εὐαγγελιστῶν «καὶ ἀνῆλθεν εἰς οὐρανοὺς καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός». καὶ πανταχόθεν διαπεσεῖταί σου καὶ τῶν ὑπὸ σοῦ
5πεπλανημένων ὁ ἀγύρτης λόγος. καὶ περὶ νεκρῶν ἀναστάσεως ἄκουε τοῦ ἀποστόλου λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». εἰ μὴ γὰρ ἔμελλε τὸ θνητὸν ἐνδύσασθαι ἀθανασίαν καὶ τὸ φθαρτὸν ἐνδύσασθαι ἀφθαρσίαν, οὐκ ἂν ὁ ἀθάνα‐
10τος θανεῖν ἦλθεν, ἵνα ἐν αὐτῷ πάθῃ καὶ κοιμηθεὶς τὸ τριήμερον ἀναστῇ καὶ συνανενέγκῃ ἐν ἑαυτῷ συνηνωμένον τῇ θεότητι καὶ τῇ αὐτοῦ δόξῃ, ἵνα ἐκ τῆς αὐτοῦ ἀγαθῆς πρὸς ἡμᾶς ἐνδημίας τὴν πᾶσαν ἐλπίδα κατάσχωμεν ἐν ἀληθείᾳ, ὑποδεικνύων ἑαυτὸν τύπον ἡμῖν καὶ ἀρραβῶνα εἰς ἐλπίδα τῆς πάσης ζωῆς πραγματείας.
15 7. Τούτων δὲ οὕτως ἐχόντων καὶ ῥηθέντων, τίς ἔτι μοι χρεία ἐστὶ κατατρίβεσθαι περὶ τούτου τοῦ ζωπύρου σφηκίου καὶ οὐδενὸς ὄντος, ἀνατροπῆς ἕνεκα ἢ ἄλλης τινὸς πραγματείας; ἀφ’ ἑαυτοῦ γὰρ τὸ κέντρον ἀπώλεσε καὶ † ἀπαράλλακτον αὐτοῦ τὸ τῆς πλάνης πα‐ ραπεποιημένον δόγμα καὶ ἀγυρτῶδες δέδεικται. φασὶ γὰρ τὸ ὀδυ‐
20νηρὸν σφηκίον, ὃ ζώπυρόν τινες κεκλήκασιν, ἔχειν μὲν κέντρον ἰοβό‐ λον βραχύ, περιωδυνίαν πολλὴν οὐ κεκτημένον, ἀλλὰ κατὰ τὴν αὐτοῦ δύναμιν ἰοβόλον ὄν. ἐπὰν δέ τις διερχόμενος τὸν αὐτοῦ φωλεὸν ἢ καλιὰν καθέλοι—ἐν γὰρ θάμνοις βοτανῶν ποιεῖται καὶ κηρίου δίκην ἑαυτῷ σίμβλους τινάς, ἐν οἷς σίμβλοις ἐγκατατίθεται τὴν αὐτοῦ
25γονὴν καὶ ποιεῖται ἑαυτῷ τὰ γεννήματα—εἰ δέ τις διερχόμενος ῥάβδῳ ἢ ξύλῳ νύξας τὸ κηρίον ὡς ἔφην καταβάλοι, ἐξέρχεται θυμού‐ μενον αὐτὸ δὴ τὸ δεινὸν μὲν βληχρὸν δὲ σφηκίον· καὶ ἐὰν εὕρῃ πέτραν πλησίον ἢ ξύλον, ἀπὸ τοῦ ἐμπλήσαντος αὐτὸ θυμοῦ ῥοίζῳ μὲν ἐφίσταται καὶ ὁρμᾷ καὶ παίει τὴν πέτραν· καὶ τὴν μὲν πέτραν
30οὐδὲν ἀδικεῖ ἀλλὰ οὔτε τὸ ξύλον οὔτε μὴν τὸν ἄνθρωπον, κἄν τε198 in vol. 2
Haer
.

2

.

199

δάκοι, ἀλλὰ πρὸς ὀδύνην ὀλίγην· οὐδὲν δὲ ἀδικεῖ μάλιστα τὴν πέτραν, ἀλλὰ τὸ μὲν κέντρον ἀπόλλυσι καὶ οὕτω φθείρεται, ἡ δὲ πέτρα οὐδὲν ἀδικηθήσεται ὑπὸ τοῦ τοιούτου. οὕτω καὶ αὕτη ἡ σφηκιώδης ζω‐ πύρου δίκην μικρὰν ἔχουσα τὴν περιωδυνίαν ἀνατραπήσεται, τῇ πέτρᾳ
5συντυχοῦσα τουτέστιν τῇ ἀληθείᾳ καὶ τὸ κέντρον ἀπολέσασα. ταύ‐ την δὲ διελθὼν ἐπὶ τὰς ἑτέρας πάλιν βαδιοῦμαι, κατὰ τὴν τοῦ θεοῦ ἐλπίδα πιστεύων ὅτι τὸ ἐπάγγελμα ἐν θεῷ πληρωθήσεται.
Κατὰ Σευηριανῶν κε, τῆς δὲ ἀκολουθίας με. 1. Τούτων καθεξῆς 〈Σευῆροσ〉 ἕπεται, ἤτοι σύγχρονος ἤτοι περὶ
10τὸν χρόνον *· οὐκ ἔχω γὰρ περὶ τοῦ χρόνου αὐτοῦ ἀσφαλῶς λέγειν, πλὴν σύνεγγυς ἀλλήλων ἦσαν. ὅμως δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα διηγή‐ σομαι. Σευῆρός τις ἀνέστη, ἐξ οὗπερ οἱ Σευηριανοὶ καλούμενοι, καθεξῆς συνεπόμενος τῷ προειρημένῳ Ἀπελλῇ. τὰ δὲ παρ’ αὐτῷ μυθολογή‐
15ματα ταῦτά ἐστιν ἅτινα μέλλω λέγειν. βούλεται δὲ καὶ αὐτὸς ἀρχαῖς τε καὶ ἐξουσίαις προσάπτειν τὴν καθ’ ἡμᾶς κτίσιν, εἶναί τε ἐν ἀκατονομάστῳ τινὶ ἀνωτάτῳ τε οὐρανῷ καὶ αἰῶνι ἀγαθόν τινα θεόν. τὸν δὲ διάβολον υἱὸν εἶναι φάσκει τοῦ μεγάλου ἄρχοντος τῆς τῶν ἐξουσιῶν τάξεως, ᾧ ὄνομα τίθεται πῆ μὲν Ἰαλδαβαώθ, πῆ
20δὲ Σαβαώθ· τοῦτον δὲ γεννηθέντα ἐξ αὐτοῦ εἶναι ὄφιν. ἀπὸ δὲ τῆς199 in vol. 2
Haer
.

2

.

200

ἄνω δυνάμεως καταβεβλῆσθαι εἰς τὴν γῆν καὶ κατεληλυθότα ὀφι‐ είκελον ὄντα εἰς οἶστρον ἐληλακέναι καὶ τῇ γῇ μεμίχθαι ὥσπερ γυ‐ ναικί, καὶ ἀπ’ αὐτοῦ τὸ σπέρμα ἀποσπερματίσαντος τῆς γονῆς τὴν ἄμπελον βεβλαστηκέναι. διὸ δὴ μυθολογῶν εἰς παράστασιν τῆς
5αὐτῶν ληρῳδίας τὸ ὀφιείκελον τῆς ἀμπέλου περιφερὲς 〈βούλεται〉 ἐκτυποῦν, λέγων διὰ τὸ σκαληνὸν τοῦ φυτοῦ εἶναι αὐτὸ ὄφεως δίκην· καὶ τὴν μὲν λευκὴν εἶναι ὡς ὄφιν, τὴν δὲ μέλαιναν ὡς δράκοντα. εἶναι δὲ καὶ τοὺς ῥᾶγας τῆς ἀμπέλου ὥσπερ ἰοῦ ῥαθάμιγγας εἴτουν σταγόνας, διὰ τὸ κυκλοειδὲς ἢ τὸ μείουρον καὶ διαμφὲς ἑκάστου ῥω‐
10γὸς στρογγυλώσεως. τὸν δὲ οἶνον ἐκ τῆς ὑποθέσεως ταύτης ὄντα τὸν νοῦν θολοῦν τῆς ἀνθρωπότητος καὶ πῆ μὲν εἰς θέλξιν ἀφρο‐ δισίων ἄγειν, πῆ δὲ εἰς οἶστρον ἐγείρειν, ἠδ’ αὖ πάλιν ὀργὴν ἐμποιεῖν διὰ τὸ κεπφοῦσθαι τὸ σῶμα ἐκ τῆς ἀπὸ τοῦ οἴνου δυνάμεως καὶ τοῦ ἰοῦ τοῦ προειρημένου δράκοντος. ὅθεν ἀπέχονται οἴνου παντελῶς
15οἱ τοιοῦτοι. 2. Φάσκουσι δὲ καὶ τὴν γυναῖκα εἶναι ἔργον τοῦ Σατανᾶ, καθά‐ περ καὶ οἱ Ἀρχοντικοὶ τοῦτο ἔφασαν. διὸ τοὺς γάμῳ πλησιάζοντας τοῦ Σατανᾶ τὸ ἔργον πληροῦν λέγουσιν. ἀλλὰ καὶ τοῦ ἀνθρώπου τὸ μὲν ἥμισυ εἶναι τοῦ θεοῦ, τὸ δὲ ἥμισυ τοῦ διαβόλου. ἀπ’ ὀμφα‐
20λοῦ γὰρ καὶ ἀνωτάτω εἶναι τῆς τοῦ θεοῦ δυνάμεως λέγει τὴν πλά‐ σιν, ἀπὸ δὲ ὀμφαλοῦ καὶ κατωτάτω τῆς πονηρᾶς ἐξουσίας τὴν πλάσιν. διόπερ φησὶ πάντα τὰ καθ’ ἡδονὴν καὶ οἶστρον καὶ ἐπιθυμίαν ἀπ’ ὀμφαλοῦ καὶ κατωτάτω γίνεσθαι. ἀλλὰ καὶ αἱ ἄλλαι αἱρέσεις τοῦτο
ἔφασαν εἶναι.200 in vol. 2
Haer
.

2

.

201

3. Ὅθεν καὶ οὗτος ἁλίσκεται κατὰ πάντα τρόπον τοῖς ἄλλοις ἐπακολουθῶν ἀγύρταις τοῖς τὰ δηλητήρια τῷ βίῳ κατασκευάσασιν. ἀνατραπήσεται γὰρ ῥᾳδίως· οὐ γὰρ παμπόλλου ἐπιδεηθήσεται καμάτου ἡ πρὸς αὐτὸν ἀνατροπή. ὅλον γὰρ τὸ σῶμα συγκεκερασμένον τοῖς
5καλῶς ἐν αὐτῷ γεγονόσιν ἐκ θεοῦ, φημὶ δὲ ὀρέξεσιν οὐ δι’ ἀτοπίαν ἐκ θεοῦ γενομέναις ἀλλὰ διὰ χρῆσιν ἀγαθὴν καὶ ἀναγκαίας χρείας τάξιν (λέγω δὲ τὸ ὀρέγεσθαι ὕπνου βρωτῶν πόματος ἐνδύσεως καὶ τῶν ἄλλων πάντων τῶν εἰς τὰ ἴδια καὶ θεῷ εὐάρεστα ἡμῖν συμ‐ βαινόντων), ὡς καὶ αὐτὴν τὴν ὄρεξιν τῆς κατὰ τὸ σῶμα ἐπιθυμίας
10οὐκ ἄτοπον οὖσαν παραστήσαιμ’ ἄν. ἔστιν γὰρ πρὸς παιδοποιίαν ἐν σεμνότητι δοθεῖσα καὶ εἰς δόξαν τοῦ ποιήσαντος τὰ πάντα, καθάπερ τῇ γῇ τὰ σπέρματα εἰς ἐπίχυσιν πλήθους τῶν ὑπὸ θεοῦ κεκτισμένων καλῶν γεννημάτων, * δέ φημι καὶ ἀκροδρύων, οὕτως καὶ τῇ ἀνθρω‐ πότητι εἰς τὸ πληρῶσαι τό «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώ‐
15σατε τὴν γῆν». 4. Κέχρηνται δὲ οἱ τοιοῦτοι καὶ ἀποκρύφοις τισίν, ὡς καὶ ἀκη‐ κόαμεν, ἀλλὰ καὶ ἐν μέρει ταῖς ῥηταῖς βίβλοις, λεξιθηροῦντες ἐκεῖνα μόνα, ἅτινα κατὰ τὸν νοῦν αὐτῶν παραπλέκοντες ἑτέρως μεταχειρί‐ ζονται. οὔτε γὰρ ἡ ἄμπελος ἐκ διαβόλου πεφύτευται οὔτε ἐξ
20ὄφεως ἔσχε τὴν σποράν, ὡς παντί τῳ δῆλόν ἐστι. πῶς γὰρ εἴη τοῦτο, αὐτοῦ τοῦ κυρίου ἐπιμαρτυροῦντος καὶ λέγοντος ὅτι «οὐ μὴ πίω 〈αὐτὸ〉 ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»; καὶ ἐπειδὴ ἡ ἀλήθεια τὰς ἑαυτῆς ἀκτῖνας ἀποστίλβουσα εἰς τὸ παντελὲς κατὰ πρό‐
25γνωσιν θεοῦ τῶν ἐπιφερομένων κακῶν εἰς ἔλεγχον προετύπου τοὺς αὐτῆς λόγους, πανταχοῦ προεθέσπισε τὸ θεῖον γράμμα τὴν ἀναίρεσιν
τῶν μελλόντων κατὰ τῆς ἀληθείας ἐπεγείρεσθαι· ὡς διαρρήδην αὐτός201 in vol. 2
Haer
.

2

.

202

που ὁ κύριος εἰς ἔλεγχον τοῦ ἐλεεινοῦ καὶ πεπλανημένου Σευήρου φάσκει, αὐτὸς ἑαυτὸν τὴν ἄμπελον λέγων «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή». εἰ δὲ ὅλως ψεκτὸν ἦν τὸ τῆς ἀμπέλου ὄνομα, οὐκ ἂν τοῦ ὀνόματος εἰς ἑαυτὸν ἐποιεῖτο τὴν ὁμοιότητα. ἀλλὰ καὶ οἱ ἀπό‐
5στολοί φασιν ἐν τῇ διατάξει τῇ καλουμένῃ ὅτι «φυτεία θεοῦ καὶ ἀμ‐ πελὼν ἡ καθολικὴ ἐκκλησία»· ἀλλὰ καὶ αὐτὸς ὁ κύριος πάλιν ἐν τῷ εὐαγγελίῳ ποιούμενος τὴν τοῦ ἀμπελῶνος παραβολήν, ὅτι «ἀνήρ τις οἰκοδεσπότης εἶχεν ἀμπελῶνα καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἔπεμψε ζητῶν καρπὸν καὶ οὐκ ἔδωκαν», ἀλλὰ καὶ πάλιν «ἀνήρ τις οἰκοδε‐
10σπότης ἔχων ἀμπελῶνα ἐξῆλθε ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνα καὶ περὶ τρίτην ὥραν καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην»· ὡς ἐξ ἅπαν‐ τος τὸ τῆς ἐπιτηδεύσεως σκευώρημα καὶ τούτου τοῦ ἀπατεῶνος πανταχόθεν ἔχειν τὸ τιτρώσκεσθαι λόγῳ τῆς ἀληθείας. κἄν τε γὰρ ἐπιφαίνεται τὸ σκότος φωτὸς μὴ παρόντος, δι’ ὀλίγου σπινθῆρος ἡ
15αὐτοῦ ἀφάντωσις τῆς ἀνατροπῆς γενήσεται. συντόμως δὲ κέχρη‐ μαι τῇ αἱρέσει διὰ τὸ ἤδη ἐξειπεῖν ὅτι εὐάλωτος ὑπάρχουσα οὐ πολ‐ λῆς δεῖται ἐργασίας πρὸς σύστασιν τῆς κατ’ αὐτῆς ἀληθείας· μάλιστα δὲ ὅτι τάχα οἶμαι καὶ μηκέτι ἐκ ταύτης ὑπάρχειν τινάς, ἀλλ’ ἢ ἄρα σπανίους ἐν τοῖς ἀνωτάτω μέρεσιν.
20 Ἀπὸ ταύτης δὲ παρελθόντες, ὥσπερ σκορπίον δεινὸν καταπατή‐ σαντες ἀθρόως, τὰς ἑξῆς διασκοπήσωμεν, θεοῦ τὴν δύναμιν ἐπικαλού‐ μενοι εἰς βοήθειαν τοῦ τε τὸ ἀληθὲς εἰπεῖν καὶ τοῦ αὐτὸν ἐμὲ μὴ βλάπτεσθαι, μάλιστα περὶ τῆς τοιαύτης δεινῆς καὶ ὀλετηρίου τῶν δογμάτων μέλλοντα ὑποφαίνειν κακοτροπίας.
25
Κατὰ Τατιανῶν κϛ, τῆς δὲ ἀκολουθίας μϛ. 1. Τατιανός τις ἀνέστη τούτους διαδεξάμενος ἤτοι κατὰ τοὺς
αὐτῶν χρόνους ὢν ἢ μετ’ αὐτοὺς πάλιν τὴν ἑαυτοῦ τῆς κενοφωνίας202 in vol. 2
Haer
.

2

.

203

διδασκαλίαν προστησάμενος. καὶ τὰ μὲν πρῶτα, οἷα δὴ ἀπὸ Ἑλλήνων ὁρμώμενος καὶ τῆς τῶν Ἑλλήνων παιδείας ὑπάρχων, συνακμάζει Ἰουστίνῳ τῷ φιλοσόφῳ, ἀνδρὶ ἁγίῳ καὶ φίλῳ θεοῦ, τῷ ἀπὸ Σαμαρειτῶν εἰς Χριστὸν πεπιστευκότι. οὗτος γὰρ
5ὁ Ἰουστῖνος Σαμαρείτης ἦν τὸ γένος, εἰς Χριστὸν 〈δὲ〉 πεπιστευκὼς καὶ μεγάλως ἐξασκηθεὶς ἀρετῆς τε βίον ἐνδειξάμενος τὸ τέλος ὑπὲρ Χριστοῦ μαρτυρήσας τελείου στεφάνου καταξιοῦται ἐπὶ τῆς Ῥωμαίων ἐπὶ Ῥουστικοῦ ἡγεμόνος καὶ Ἀδριανοῦ βασιλέως, ἐτῶν τριάκοντα ὑπάρχων ἐν καθεστώσῃ ἡλικίᾳ. τούτῳ ὁ προειρημένος
10Τατιανὸς συνακμάσας τὰ πρῶτα καλῶς φερόμενος καὶ τῇ πίστει ἐρρωμένος ἐτύγχανεν, ὅσον ἦν σὺν τῷ ἁγίῳ Ἰουστίνῳ τῷ μάρτυρι.
ὅτε δὲ ἐτελεύτα Ἰουστῖνος ὁ ἅγιος, ὥσπερ τυφλὸς χειραγωγούμενος203 in vol. 2
Haer
.

2

.

204

〈ὃσ〉 ὑπὸ τοῦ χειραγωγοῦ καταλειφθείη καὶ καταλειφθεὶς ἐπὶ κρημνὸν ἑαυτὸν ἐκδοὺς διὰ τὴν προσοῦσαν αὐτῷ τύφλωσιν καταφέρεται ἀνε‐ πισχέτως, ἕως εἰς θάνατον κατενεχθείη, οὕτω καὶ αὐτός. Καὶ ἦν μὲν Σύρος τὸ γένος, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα γνῶσις περι‐
5έχει· τὸ δὲ αὐτοῦ διδασκαλεῖον προεστήσατο ἀπ’ ἀρχῆς μὲν ἐν τῇ Μέσῃ τῶν ποταμῶν, ὡς περὶ τὸ δωδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς Καίσαρος ἐπικληθέντος. ἀπὸ Ῥώμης γὰρ μετὰ τὴν τοῦ ἁγίου Ἰουστίνου τελείωσιν διελθὼν ἐπὶ τὰ τῆς ἀνατολῆς μέρη καὶ ἐκεῖσε διατρίβων, κακῇ διανοίᾳ περιπεσὼν αἰῶνάς τινας κατὰ τοὺς
10μύθους Οὐαλεντίνου καὶ ἀρχάς τινας καὶ προβολὰς καὶ αὐτὸς εἰση‐ γήσατο. τὸ δὲ πλεῖστον τοῦ αὐτοῦ κηρύγματος ἀπὸ Ἀντιοχείας τῆς πρὸς Δάφνην καὶ ἐπὶ τὰ τῶν Κιλίκων μέρη, ἐπὶ πλεῖον δὲ ἐν τῇ Πισιδίᾳ ἐκράτυνεν· ἀπὸ τούτου γὰρ κατὰ διαδοχὴν οἱ Ἐγκρατῖται
λεγόμενοι τοῦ ἰοῦ μετεσχηκότες ὑπάρχουσι. λέγεται δὲ τὸ διὰ204 in vol. 2
Haer
.

2

.

205

τεσσάρων εὐαγγέλιον ὑπ’ αὐτοῦ γεγενῆσθαι, ὅπερ κατὰ Ἑβραίους τινὲς καλοῦσι. 2. Τὰ αὐτὰ δὲ ταῖς παλαιαῖς αἱρέσεσι καὶ οὗτος δογματίζει. καὶ πρῶτον μὲν φάσκει μὴ σῴζεσθαι τὸν Ἀδάμ. ἐγκράτειαν δὲ οὗτος
5κηρύττει, τὸν δὲ γάμον πορνείαν καὶ φθορὰν ἡγεῖται, φάσκων μηδὲν διαλλάττειν πορνείας τὸν γάμον, ἀλλὰ τὸ αὐτὸ εἶναι. ὅθεν ἐν τῷ προσχήματι τῆς ἐγκρατείας καὶ τοῦ ἐγκρατητικοῦ ἤθους κυβευτικὴν ἔσχε τὴν ἀγωγήν, ὡς λύκος ἅρπαξ ἐνδυόμενος προβάτου κώδιον καὶ πλανῶν τῷ προσκαίρῳ προσχήματι τοὺς ἀπατωμένους. μυστηρίοις
10δὲ ὡσαύτως κέχρηται κατὰ μίμησιν τῆς ἁγίας ἐκκλησίας, ὕδατι δὲ
μόνῳ χρώμενος ἐν τοῖς αὐτοῖς μυστηρίοις.205 in vol. 2
Haer
.

2

.

206

Πεσεῖται δὲ καὶ οὗτος κατὰ πάντα τρόπον, ἀσύστατον ἔχων τὸ κήρυγμα (ἤδη δὲ καὶ οὗτος κατασβεσθεὶς οἶμαι ἔληξε καὶ τὸ αὐτοῦ διδασκαλεῖον). πόθεν γὰρ οὐκ ἐλεγχθήσεται ὁ τοιοῦτος; πρῶτον μὲν γὰρ κατὰ τὰ ἄνω ἡμῖν προδεδηλωμένα καὶ πρὸς τὰς οὕτω φασ‐
5κούσας αἱρέσεις *, ὅτι ἀδύνατον εἶναι πολλὰς ἀρχὰς γεννητικὰς τῶν κατὰ διαδοχὴν γεννωμένων. αἱ γὰρ οὖσαι πολλαὶ καὶ μία, 〈ἅτε〉 ἐκ τῆς μιᾶς ὑπάρχουσαι [ἐκ] τῆς οὔσης [μιᾶς τῆς] αἰτίας τῶν πασῶν, εὑρεθήσονται· καὶ οὐκέτι πολλαὶ ἀρχαὶ ἀλλ’ ἢ μία ἡ τούτων αἰτία γεγονυῖα, καὶ ἀναχθήσεται τὰ πάντα εἰς τὴν μίαν μοναρχίαν καὶ
10διέπεσεν ἡ τοῦ τοιούτου πιθανολογία * καὶ οὐκ ἀλήθεια, οὐδὲ τὴν πιθανολογίαν δυναμένη ἔχειν. μωρὸν γὰρ τὸ ὅλον κήρυγμα. καὶ εἰ ὁ Ἀδὰμ οὐ σῴζεται, τὸ φύραμα, οὐδέ τι 〈τῶν ἀπὸ〉 τοῦ φυράμα‐ τος σῴζεται. εἰ γὰρ ὁ πρωτόπλαστος καὶ ἐξ ἀθίκτου γῆς γενόμενος σωτηρίας οὐ μεθέξει, πῶς τὰ ἐξ αὐτοῦ γεγεννημένα ἕξει σωτηρίαν;
15 3. Κατὰ γὰρ δύο τρόπους εὑρεθήσεται καθ’ ἑαυτοῦ λέγων. φάσκει γὰρ τὸν γάμον εἶναι οὐκ ἐκ τοῦ θεοῦ, ἀλλὰ πορνείαν εἶναι αὐτὸν καὶ μύσος· καὶ ἑαυτὸν ἀπὸ γάμου ὑπάρχοντα καὶ ἐκ γυναικὸς γεγεν‐ νημένον καὶ ἐκ σπορᾶς ἀνδρὸς ἡγεῖται σῴζεσθαι. ἄρα οὖν πάλιν ἀνέλυσε τὴν αὐτοῦ κατὰ τοῦ γάμου βλασφημίαν. εἰ γὰρ οὗτος ἐκ
20γάμου ὑπάρχων σωτηρίαν ἕξει, ἄρα οὐ βδέλυγμα ὁ γάμος, ὁ γεννῶν τοὺς τῆς σωτηρίας μετέχοντας, οἵῳ δἂν θέλοι τρόπῳ λέγειν. εἰ δὲ συσταίη ὁ κατ’ αὐτὸν λόγος ὅτι ἀθέμιτός ἐστιν ὁ γάμος, ἄρα μᾶλ‐ λον ὁ Ἀδὰμ σωθήσεται, μὴ ἀπὸ γάμου ὁρμώμενος, ἀλλὰ ἐν χειρὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πεπλασμένος κατὰ τὸ εἰρημέ‐
25νον ὑπ’ αὐτοῦ τοῦ ἁγίου πατρὸς πρὸς τὸν υἱὸν ὅτι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». πῶς δὲ οὐ σῴ‐ ζεται ὁ Ἀδὰμ ὁ παρὰ σοὶ ἀπελπιζόμενος, ὁπότε αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλθὼν εἰς τὸν κόσμον νεκροὺς μετὰ τὴν τελευτὴν
ἐγείρει ἐν αὐτῷ τῷ σώματι, ὡς τὸν Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας206 in vol. 2
Haer
.

2

.

207

καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου; καὶ εἰ αὐτὸς οὐκ ἦν ὁ τὸν Ἀδὰμ πλάσας ἐκ χοὸς ἀπ’ ἀρχῆς, πῶς πτύσας χαμαὶ ἐποίησε πηλὸν καὶ ἐπέθετο ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ τοῦ ἐκ γεννητῆς καὶ ἐποίησεν αὐτὸν βλέπειν, ἵνα δείξῃ ἑαυτὸν μὲν εἶναι τὸν πλάστην σὺν
5τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ τὸ ἐλλιπὲς μέρος ἐν τῷ ἀπὸ γεννητῆς γεγεννημένῳ τυφλῷ διὰ τοῦ πηλοῦ προστιθεὶς τῷ λείποντι τόπῳ; διορθώσεως γὰρ ἕνεκεν τοῦ λείποντος μέρους φαίνεται τοῦτο πεποιηκέναι. εἰ δὲ πάλιν αὐτός ἐστιν ὁ κύριος ὁ τὸν Ἀδὰμ πλά‐ σας καὶ αὐτὸς τὸν πρωτόπλαστον ἀπολλύει, τοὺς δὲ ἄλλους σῴζει,
10ὦ πολλή σου ματαιοφροσύνη, Τατιανέ. ἀδυναμίαν γὰρ τῷ κυρίῳ κατὰ δύναμιν προσάπτεις τῷ μὴ δυναμένῳ τὸν πρωτόπλαστον αὐτοῦ, διὰ μίαν παρακοὴν ἐκβεβλημένον τοῦ παραδείσου καὶ παιδείας οὐ τῆς τυχούσης μετασχόντα, ἐν ἱδρῶτι καὶ καμάτῳ διατετελεκότα καὶ κατέ‐ ναντι τοῦ παραδείσου κατῳκηκότα, ὅπως μνημονεύοι τῆς ἀγαθῆς *, διὰ
15τῆς εἰς μνήμην μετανοίας σῴζειν· ἢ * δυναμένῳ μέν, μὴ ἐλεοῦντι δέ. δι’ ἣν τοίνυν αἰτίαν ἄχρι τῶν καταχθονίων Χριστὸς κατῆλθεν, τίνι τῷ λόγῳ τὸ τριήμερον κοιμηθεὶς πεπονθὼς ἀνέστη; πῶς δὲ πληροῦται 〈τό〉 «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»; ποίων δὲ ζώντων καὶ νεκρῶν ἀλλ’ ἢ τῶν χρῃζόντων τῆς αὐτοῦ ἄνω καὶ κάτω
20ἐπικουρίας; πῶς δὲ ἔσται τὰ ἀπὸ τοῦ φυράματος ἅγια, εἰ αὐτὸ τὸ φύραμα οὐκ ἔστιν ἅγιον, ὡς καὶ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐμφέ‐ ρεται; φάσκει γὰρ καὶ περὶ Εὔας ὁ αὐτὸς ἀπόστολος ὅτι «σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ δικαιοσύνῃ». 4. Καὶ πολλὰ ἔστι περὶ τούτων λέγειν, ὡς παντί τῳ σύνεσιν
25κεκτημένῳ φανήσεται ἡ πρόχειρος βλασφημία καὶ ἐσκοτωμένη διάνοια τοῦ Τατιανοῦ καὶ τῶν ἀπ’ αὐτοῦ Τατιανῶν καλουμένων. περὶ ὧν
συντόμως διεξελθόντες τὰ κατ’ αὐτοὺς βλαβερὰ καὶ κωνώπων δίκην207 in vol. 2
Haer
.

2

.

208

δήγματα, ἐλαίου ἰκμάδα τῆς τοῦ κυρίου διδασκαλίας τοῖς δεδηγμένοις ὑπὸ τῶν Τατιανοῦ λόγων ἐπιθέμενοι ἰασάμεθα διὰ τῆς τοῦ κυρίου ἀληθείας καὶ δυνάμεως, αὐτοῦ λέγοντος ὅτι «οὐκ ἦλθον εἰ μὴ διὰ τὸ πρόβατον τὸ πεπλανημένον οἴκου Ἰσραήλ». διὸ καὶ ἐν παραβολαῖς
5ἔλεγεν ὅτι ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, ὃν δὴ καὶ λῃσταῖς περιπεσεῖν διηγεῖτο, ἵνα δείξῃ τὸ πρόβατον καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότα, τὸν ἀπὸ τῆς δόξης τῆς μείζονος εἰς ἐλάττωσιν κατενεχθέντα καὶ τὸν ἀπὸ τῆς μιᾶς ἐντολῆς τοῦ ἰδίου ποιμένος ἀποσπασθέντα καὶ πεπλανημένον. ὅθεν καὶ τὸν ἅγιον
10Ἀδὰμ τὸν πατέρα 〈ἡμῶν〉 ἐν ζῶσι πεπιστεύκαμεν· δι’ ὃν καὶ τοὺς ἀπ’ αὐτοῦ ἡμᾶς πάντας Χριστὸς ἦλθεν, τοῖς μὲν πάλαι αὐτὸν γι‐ νώσκουσι καὶ μὴ πλανηθεῖσιν ἀπὸ τῆς αὐτοῦ θεότητος ἕνεκεν δὲ σφαλμάτων ἐν Ἅιδῃ κατεσχημένοις ἀμνηστίαν χαρίσασθαι, τοῖς μὲν ἔτι ἐν κόσμῳ διὰ μετανοίας, τοῖς δὲ ἐν Ἅιδῃ δι’ ἐλέους καὶ σωτηρίας.
15 5. Διὸ καὶ θαυμάσαι ἔστι τὸν εἰδότα, ὡς καὶ ἐν βίβλοις ηὑρήκα‐ μεν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ Γολγοθᾷ ἐσταυρῶσθαι. οὐκ ἄλλῃ που ἀλλ’ ἢ ἔνθα ἔκειτο τὸ τοῦ Ἀδὰμ σῶμα. ἐξελθὼν γὰρ ἐκ τοῦ παραδείσου καὶ κατῳκηκὼς κατέναντι αὐτοῦ πολλῷ τῷ χρόνῳ
καὶ διὰ πολλῶν τῶν ἡμερῶν διελθὼν ὕστερον ἦλθε καὶ ἐν τῷ τόπῳ208 in vol. 2
Haer
.

2

.

209

τούτῳ, Ἱεροσολύμων δέ φημι, τὸ χρεὼν ἀποδεδωκὼς [καὶ] ἐκεῖσε ἐτάφη ἐν τῷ τόπῳ τῷ Γολγοθᾷ. ὅθεν εἰκότως τὸ ἐπώνυμον ὁ τόπος ἔσχε, Κρανίου ἑρμηνευόμενος τόπος, ἧς ὀνομασίας τὸ σχῆμα τοῦ τόπου ἐμφέρειάν τινα οὐχ ὑποδείκνυσιν. οὔτε γὰρ ἐν ἄκρᾳ τινὶ
5κεῖται, ἵνα κρανίον τοῦτο ἑρμηνεύηται, ὡς 〈ὁ〉 ἐπὶ σώματος κεφαλῆς τόπος λέγεται, οὔτε 〈ἐπὶ〉 σκοπιᾶς. καὶ γὰρ οὔτε ἐν ὕψει κεῖται παρὰ τοὺς ἄλλους τόπους· ἄντικρυς γάρ ἐστι τὸ τοῦ Ἐλαιῶνος ὄρος ὑψη‐ λότερον καὶ ἀπὸ σημείων ὀκτὼ ἡ Γαβαὼν ὑψηλοτάτη, ἀλλὰ καὶ ἡ ἄκρα ἡ ποτὲ ὑπάρχουσα ἐν Σιών, νῦν δὲ τμηθεῖσα, καὶ αὐτὴ ὑψηλο‐
10τέρα ὑπῆρχεν τοῦ τόπου. πόθεν οὖν ἡ ἐπωνυμία τοῦ Κρανίου, ἀλλ’ ἐπειδὴ τοῦ πρωτοπλάστου ἀνθρώπου ἐκεῖ τὸ κρανίον ηὕρηται καὶ ἐκεῖ τὸ λείψανον ἐναπέκειτο, τούτου ἕνεκα Κρανίου τόπος ἐπεκέκλη‐ το· ἐφ’ οὗ σταυρωθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τοῦ ῥεύσαντος ἀπ’ αὐτοῦ ὕδατος καὶ αἵματος διὰ τῆς νυχθείσης αὐτοῦ
15πλευρᾶς αἰνιγματωδῶς ἔδειξε τὴν ἡμῶν σωτηρίαν, ἀπὸ τῆς ἀρχῆς τοῦ φυράματος ἀρξάμενος ῥαντίζειν τὰ λείψανα τοῦ προπάτορος, ἵνα καὶ ἡμῖν ὑποδείξῃ τὸν ῥαντισμὸν τοῦ αὐτοῦ αἵματος, εἰς κάθαρσιν τῆς ἡμῶν κοινώσεως καὶ ψυχῆς μετανοούσης καὶ εἰς ὑπόδειγμα φυ‐ ράσεως καὶ καθαρμοῦ ῥύπου τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενον,
20τὸ ἐκχυθὲν ὕδωρ ἐπὶ τὸν ὑποκείμενον τῷ τόπῳ καὶ τεθαμμένον εἰς ἐλπίδα αὐτοῦ τε καὶ ἡμῶν τῶν ἐξ αὐτοῦ γεγεννημένων. διὸ καὶ ἐνταῦθα ἐπληροῦτο τὸ εἰρημένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός». εἰ γὰρ καὶ περὶ ἡμῶν λέγει τῶν νενεκρωμένων τοῖς ἔργοις καὶ τῶν καθευδόντων ἐν βάθει
25ὕπνου τῆς ἀγνωσίας, ἀλλ’ οὖν γε ἐκεῖθεν ἡ ἀρχὴ τῆς αἰνίξεως *
περιέχει τὸν τρόπον. καὶ οὐχ ἁπλῶς οὐδὲ ἀργῶς· «ἀνέστη», γάρ φησι,209 in vol. 2
Haer
.

2

.

210

«πολλὰ σώματα τῶν ἁγίων», ὡς ἔχει τὸ εὐαγγέλιον, «καὶ εἰσῆλθον σὺν αὐτῷ εἰς τὴν ἁγίαν πόλιν» καὶ οὐκ εἶπεν, ἀνέστησαν ψυχαὶ τῶν ἁγίων, ἀλλὰ σώματα φύσει τῶν ἁγίων καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν καὶ τὰ ἑξῆς.
5 Πανταχόθεν τοίνυν ἀποκρουσάμενοι τοῦ κώνωπος τούτου τὰ δήγματα δι’ ἐλαίου τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ κυρίου ἡμῶν ἐνδημίας καὶ φωτὸς τοῦ εὐαγγελίου τῆς ἀληθείας, ἐπὶ τὰς ἑξῆς κατὰ
τὸ εἰωθὸς πάλιν προσελθεῖν ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.210 in vol. 2
Haer
.

2

.

215

Κατὰ Ἐγκρατιτῶν κζ, τῆς δὲ ἀκολουθίας μζ. 1. Ἐγκρατῖταί τινες οὕτω καλούμενοι τοῦτον τὸν Τατιανὸν δια‐ δέχονται, φύσει ὑπ’ αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι, ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαυτοὺς
5ἐκδεδωκότες. πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἔν τε τῇ Πισιδίᾳ καὶ ἐν τῇ Φρυγίᾳ τῇ κεκαυμένῃ οὕτω καλουμένῃ. ἴσως γὰρ κατὰ θεοῦ οἰκονομίαν καὶ οὕτως ἡ πατρὶς τοὔνομα εἴληφε καλεῖσθαι ἐν τῷ κόσμῳ διὰ τὸ κεκαῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφῆς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης· πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χώρῳ.
10εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας καὶ ἐν τῇ Ἰσαύρων καὶ Παμφύλων καὶ Κιλίκων γῇ καὶ ἐν Γαλατίᾳ· ἤδη δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων 〈κατὰ〉 μέρος, ἀλλὰ καὶ ἐπὶ τῆς Ἀντιοχέων τῆς Συρίας, οὐ πάντῃ δέ, * ἡ τοιαύτη αἵρεσις.
Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι τήν τε τοῦ διαβόλου215 in vol. 2
Haer
.

2

.

216

〈δύναμιν〉 ἀντικειμένην πρὸς τὰ τοῦ θεοῦ ποιήματα, [καὶ] μὴ ὑπο‐ τασσομένου θεῷ, ἀλλὰ ἰσχύοντος καὶ πράττοντος ὡς κατὰ ἰδίαν ἐξουσίαν καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενομένου· οὐ γὰρ κατὰ τὴν ἐκκλησίαν λέγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα.
5κέχρηνται δὲ γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι καὶ Θωμᾶ καὶ ἀποκρύφοις τισὶ καὶ οἷς βούλονται λόγοις τῆς παλαιᾶς διαθήκης. τὸν δὲ γάμον σαφῶς τοῦ διαβόλου ὁρίζονται· ἔμψυχα δὲ βδελύσσονται, ἀπαγορεύοντες οὐχ ἕνεκεν ἐγκρα‐ τείας οὔτε πολιτείας, ἀλλὰ κατὰ φόβον καὶ ἰνδαλμὸν τοῦ μὴ κατα‐
10δικασθῆναι ἀπὸ τῆς τῶν ἐμψύχων μεταλήψεως. κέχρηνται δὲ καὶ αὐτοὶ μυστηρίοις δι’ ὕδατος· οἶνον δὲ ὅλως οὐ μεταλαμβάνουσι, φάσ‐ κοντες εἶναι διαβολικὸν καὶ τοὺς πίνοντας καὶ τοὺς χρωμένους ἀνό‐ μους εἶναι καὶ ἁμαρτάδας. πιστεύουσι δὲ καὶ νεκρῶν ἀνάστασιν, ὡς εἶναι παρὰ τοῖς οὕτω πεπλανημένοις τὰ πάντα μανίας ἔμ‐
15πλεα. καὶ γὰρ ἔστιν ἰδεῖν καὶ θαυμάσαι καὶ εἰς ἔκπληξιν ἐλθεῖν216 in vol. 2
Haer
.

2

.

217

τὸν συνετὸν ἄνθρωπον περὶ πάντων ὁτιοῦν ὧν οἱ ἀλλότριοι λέγουσί τε καὶ πράττουσιν, ἀσυστάτως τῶν πάντων παρ’ αὐτοῖς λεγομένων τε καὶ γινομένων καὶ μηδεμίαν ἔμφασιν ἀληθείας ἐπιδεχομένων. 2. Εἰ γὰρ κέχρηνται παλαιᾷ καὶ νέᾳ διαθήκῃ, πῶς ἀρχαὶ διάφοροι
5εὑρεθήσονται, τῶν δύο διαθηκῶν συμφωνουσῶν περὶ μιᾶς * θεότητος τὴν γνῶσιν κηρυττουσῶν; εἰ δὲ καὶ νεκρῶν εἴη ἀνάστασις, πῶς ἔτι ὁ σεμνὸς γάμος τοῦ διαβόλου εὑρεθήσεται; ὁπότε θεὸς λέγει «αὐξάνεσθε καὶ πληθύνεσθε», καὶ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ λέ‐ γοντος «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω» καὶ τοῦ
10ἀποστόλου φάσκοντος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». ἀλλὰ ἐλεγχόμενοι βλασφημοῦσι τοῦτον μεθυστὴν καλοῦντες, εἰς ἑαυτῶν δὲ γνώμην καὶ παράστασιν μυθολογίας κατὰ τῶν πινόντων τὸν οἶνον ἐπιλαμβάνονταί τινα θηρολεκτοῦντες καί φασιν ἐκ τοῦ πονηροῦ τὸ τοιοῦτον εἶδος εἶναι· «ἔπιε, γάρ φησι, Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἐγυ‐
15μνώθη, καὶ Λώτ, φησί, μεθυσθεὶς θυγατράσιν ἰδίαις κατὰ ἄγνοιαν συνεμίγη καὶ διὰ μέθης γέγονεν ἡ μοσχοποιία· καί φησιν ἡ γραφή· τίνι θόρυβος; τίνι μάχαι; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διὰ κενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν χρονιζόντων ἐν οἴνοις, οὐ τῶν ἐξιχνευόντων ποῦ πότοι γίνονται;» καὶ ἄλλα τινὰ
20τοιαῦτα ἐξιχνεύοντες συσσωρεύουσι διὰ τὴν ἑαυτῶν πιθανότητα, οὐκ εἰδότες ὅτι πᾶν τὸ ἄμετρον πανταχῇ λυπηρὸν καὶ ἔξω τοῦ προκει‐ μένου ἀπηγορευμένον ὑπάρχει. καὶ γὰρ οὐ μόνον ἐπὶ οἴνῳ τοῦτο εἴποιμ’ ἄν, ἀλλὰ καὶ ἐπὶ πάσῃ ἀπληστίᾳ. τοῦτο γὰρ καὶ ὁ κύριος ἐδίδασκε φάσκων «μὴ βαρυνέσθωσαν, φησίν, ὑμῶν αἱ καρδίαι ἐν κραι‐
25πάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς» καὶ τό «εἰ ἀπληστότερος εἶ,217 in vol. 2
Haer
.

2

.

218

μὴ ἐπιθύμει τῶν τοῦ πλουσίου βρωμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». περισσοτέρως δὲ ὁ ἅγιος ἀπόστολος ἀπλήστους καὶ ἀδηφά‐ γους ἐκκόπτων λαιμάργοις ἐπιθυμίαις ἐπαρώμενος ἔφη «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ
5ταῦτα καταργήσει». ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι’ ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς (οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ 〈ἕψεμα〉 πυροῦ διηγήσατο, διὰ
10τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι). καὶ ὡς ἐκεῖνος δι’ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκη‐ ται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία.
15 3. Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργα‐ ζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι καὶ γυναῖκας πανταχόθεν ἀπα‐ τῶντες, γυναιξὶ δὲ συνοδεύοντες καὶ συνδιαιτώμενοι καὶ ἐξυπηρετού‐ μενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, «μόρφωσιν μόνον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι».
20οἵου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκεν διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. ὅθεν τὰ παρ’ αὐτοῖς μυ‐ στήρια δι’ ὕδατος μόνον γίνεται, οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν [τὰ] ψευδῆ γινόμενα. ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέος τοῦ σωτῆρος λόγου τοῦ λέγοντος «οὐ
25μὴ πίω ἀπὸ τοῦ γεννήματος τούτου τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ’ ὑμῶν». Πάλιν οὖν ταύτην παρωσάμενοι χειρὶ κραταιᾷ τῆς ἀληθείας ὡς κνώδαλον ὀδυνηρὸν ὀδόντων ἀφῃρημένον ἐπὶ τὰς ἑξῆς ἴωμεν, συνή‐ θως τὸν θεὸν τῶν ὅλων ἐπικαλούμενοι ὁδηγόν τε καὶ ἀμυντῆρα τῶν
30δεινῶν, ἐπίκουρόν τε τῆς φρονήσεως δότην τε ὄντα αὐτὸν τῆς σοφίας, ἵν’ ἡμεῖς παρ’ αὐτοῦ τἀληθῆ μανθάνοντες τὰς τῶν ἄλλων * ἀποκα‐
λύπτειν δυνηθείημεν καὶ τὴν κατ’ αὐτῶν ἀντίδοτον ἰατρικὴν ἐκ218 in vol. 2
Haer
.

2

.

219

πολλῶν μυρεψικῶν εἰδῶν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας κατασκευάσαι, τοῖς ἤδη πεπληγμένοις εἰς ἴασιν καὶ τοῖς ἐντυγχάνουσιν εἰς θεραπείαν καὶ τοῖς μέλλουσι γινώσκειν ἃ μὴ ᾔδεισαν εἰς παθῶν προκατάληψιν καὶ ἡμῖν εἰς σωτηρίαν καὶ θεοῦ μισθὸν ἀφθόνως δωρηθησόμενον.
5Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκο‐
δρουγιτῶν
κη, τῆς δὲ ἀκολουθίας μη. 1. Ἀπὸ τούτων ἑτέρα πάλιν αἵρεσις ἀνακύπτει τῶν Φρυγῶν κα‐ λουμένη, σύγχρονος γενομένη τούτοις καὶ αὐτοὺς διαδεχομένη. οὗτοι γὰρ γεγόνασι περὶ τὸ ἐννεακαιδέκατον ἔτος Ἀντωνίνου τοῦ εὐσεβοῦς
10τοῦ μετὰ Ἀδριανόν, καὶ ὁ Μαρκίων δὲ καὶ οἱ περὶ Τατιανὸν καὶ οἱ ἀπ’ αὐτοῦ διαδεξάμενοι Ἐγκρατῖται ἐν χρόνοις Ἀδριανοῦ καὶ μετὰ Ἀδριανόν. Οὗτοι γὰρ οἱ κατὰ Φρύγας καλούμενοι δέχονται καὶ αὐτοὶ πᾶσαν
γραφὴν παλαιᾶς καὶ νέας διαθήκης καὶ νεκρῶν ἀνάστασιν ὁμοίως219 in vol. 2
Haer
.

2

.

220

λέγουσι, Μοντανὸν δέ τινα προφήτην αὐχοῦσιν ἔχειν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν προφήτιδας· οἷς προσέχοντες τὸν νοῦν ἐξετράπησαν. περὶ δὲ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοίως φρονοῦσι τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, ἀπέσχισαν δὲ ἑαυτούς, «προσέχοντες πνεύ‐
5μασι πλάνης καὶ διδασκαλίαις δαιμονίων», λέγοντες ὅτι «δεῖ ἡμᾶς, φησί, καὶ τὰ χαρίσματα δέχεσθαι». καὶ ἡ ἁγία δὲ τοῦ θεοῦ ἐκκλησία ὁμοίως τὰ χαρίσματα δέχεται, ἀλλὰ τὰ ὄντως χαρίσματα καὶ ἤδη ἐν
ἁγίᾳ θεοῦ ἐκκλησίᾳ διὰ πνεύματος ἁγίου δεδοκιμασμένα παρά τε220 in vol. 2
Haer
.

2

.

221

προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ κυρίου, φάσκοντος τοῦ ἀποστόλου Ἰωάννου ἐν τῇ ἐπιστολῇ ὅτι «δοκιμάζετε τὰ πνεύματα, εἰ ἔστιν ἐκ τοῦ θεοῦ» καὶ πάλιν δὲ λέγοντος ὅτι «ἠκούσατε ὅτι Ἀντί‐ χριστος ἔρχεται καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν. ἐξ ἡμῶν
5ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα γνωσθῶσιν ὅτι οὐκ ἦσαν ἐξ ἡμῶν. τούτου χάριν γράφω ὑμῖν, τεκνία» καὶ τὰ ἑξῆς. ἀληθῶς οὖν οὗτοι οὐκ εἰσὶν ἐξ αὐτῶν τῶν ἁγίων. ἐξέβησαν γὰρ τῇ αὐτῶν φιλονεικίᾳ, προσανέ‐ χοντες καὶ πνεύμασι πλάνης καὶ μυθολογίαις.
10 2. Ἰδοὺ γὰρ ἐξ αὐτῆς τῆς ὑποθέσεως ἐλέγχονται μὴ δυνάμενοι πληροῦν τὰ ὑπ’ αὐτῶν ἐν φιλονεικίᾳ ὑπισχνούμενα. εἰ γὰρ δεῖ χα‐ ρίσματα δέχεσθαι καὶ δεῖ εἶναι ἐν ἐκκλησίᾳ χαρίσματα, πῶς οὐκέτι μετὰ Μοντανὸν καὶ Πρίσκιλλαν καὶ Μαξίμιλλαν ἔχουσι προφήτας; ἆρα ἤργησεν ἡ χάρις; οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ ἐκκλησίᾳ· μὴ γέ‐
15νοιτο. εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες καὶ * οὐκέτι προφητεύουσιν, ἄρα οὔτε Πρίσκιλλα οὔτε Μαξίμιλλα προεφήτευσαν, * μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ ἐκ‐ κλησίᾳ δοκιμασθείσας. κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτῶν ἄνοια· ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξίμιλλαν, ἵνα μὴ ἀρ‐
20γήσῃ ἡ παρ’ αὐτοῖς λεγομένη χάρις, ἢ οἱ περὶ Μαξίμιλλαν ψευδοπρο‐ φῆται εὑρεθήσονται, μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ ἁγίου πνεύματος, ἀλλ’ ἀπὸ πλάνης δαιμονίων ἐνθουσιασθῆναι καὶ φαντασιάσαι τοὺς ἀκούοντας αὐτῶν. Καὶ ὅρα πῶς ἐξ αὐτῶν τῶν παρ’ αὐτοῖς λεγομένων ὁ ἔλεγχος
25πρὸς αὐτοὺς ῥηθήσεται. φάσκει γὰρ ἡ λεγομένη παρ’ αὐτοῖς Μαξί‐221 in vol. 2
Haer
.

2

.

222

μιλλα ἡ προφῆτις ὅτι, φησί «μετ’ ἐμὲ προφήτης οὐκέτι ἔσται, ἀλλὰ συντέλεια». ἰδοὺ δὲ ἐκ πανταχόθεν φαίνεται τὸ ἅγιον πνεῦμα καὶ τὰ πνεύματα τῆς πλάνης· ὅσα γὰρ οἱ προφῆται εἰρήκασι καὶ μετὰ συνέ‐ σεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθη τὰ παρ’ αὐτῶν
5εἰρημένα καὶ ἔτι πληροῦται. αὕτη δὲ εἶπε μετ’ αὐτὴν εἶναι συντέ‐ λειαν, καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομέ‐ νων καὶ τοσούτου χρόνου ὑπερβεβηκότος. ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἐλάσσω διακόσια † ἐνενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδε‐ κάτου ἔτους Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ 〈ὀγδόου〉 Γρατιανοῦ
10βασιλείας, καὶ οὔπω ἡ συντέλεια κατὰ τὴν αὐχήσασαν ἑαυτὴν προφή‐ τιδα, μὴ γνοῦσαν μηδὲ τὴν ἡμέραν τῆς αὑτῆς τελευτῆς. καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἐν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ’ ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς
15ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάν‐ δρας εὑρεθέντες παρελκυσθῆναί 〈τε〉 καὶ οὕτως ἀπολέσθαι, μὴ κρα‐ τοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἑαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν. εἰ γὰρ λέγει Μαξίμιλλα ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι
20παρ’ αὐτοῖς τὸ χάρισμα καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. εἰ δὲ ἕως αὐτῆς222 in vol. 2
Haer
.

2

.

223

μένει τὸ χάρισμα, ὡς προεῖπον ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαρισ‐ μάτων. 3. Πεπλάνηται γάρ· ἐσφράγισε γὰρ ὁ κύριος τὴν ἐκκλησίαν καὶ ἐπλήρωσεν 〈ἐν〉 αὐτῇ τὰ χαρίσματα. ὅτε γὰρ ἦν χρεία προφητῶν, ἐν
5ἀληθινῷ πνεύματι καὶ ἐρρωμένῃ διανοίᾳ καὶ παρακολουθοῦντι νῷ οἱ αὐτοὶ ἅγιοι τὰ πάντα ἐπροφήτευον, ἐμπιπλώμενοι πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν 〈τῆς πίστεωσ〉 τῶν ἐκ πνεύματος χαρισμάτων ἑκάστῳ διδομένων καὶ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον. τί οὖν συμφέρον οὗτοι εἰρήκασιν ἢ ποῖον ἀνάλογον τῆς
10πίστεως; πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσιν περὶ ὧν εἶπεν ὁ κύριος ὅτι «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσω δέ εἰσι λύκοι ἅρπαγες». συγκρίνοντες γὰρ τὰ παρ’ αὐτῶν εἰρημένα καὶ 〈τὰ〉 κατὰ τὴν παλαιὰν διαθήκην καὶ καινὴν ἐν ἀληθείᾳ ὄντα καὶ ἐν ἀληθείᾳ γενόμενα καὶ πεπροφη‐
15τευμένα δοκιμάσωμεν, ποία 〈ὄντωσ〉 προφητεία τυγχάνει, ποία δὲ ψευδοπροφητεία. ὁ προφήτης πάντα μετὰ καταστάσεως λογισμῶν καὶ παρακολουθήσεως ἐλάλει καὶ ἐφθέγγετο ἐκ πνεύματος ἁγίου, τὰ πάντα ἐρρωμένως λέγων ὡς Μωυσῆς ὁ θεράπων τοῦ θεοῦ καὶ πι‐ στὸς ἐν οἴκῳ ὁ βλέπων * ἐλέγετο ὁ προφήτης ἐν τῇ παλαιᾷ δια‐
20θήκῃ. «ὅρασις, 〈γάρ〉 φησιν, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προ‐ φήτης»· «εἶδον 〈τὸν〉 κύριον, φησί, καθεζόμενον ἐπὶ θρόνου ὑψη‐ λοῦ καὶ ἐπηρμένου· καὶ εἶδον Σεραφὶμ καὶ Χερουβίμ, καὶ ἤκουσα κυρίου λέγοντος πρός με· βάδιζε, εἰπὸν τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκού‐ σητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε».
25καὶ ἀκούσας παρὰ τοῦ κυρίου ἐλθὼν πρὸς τὸν λαὸν ἔφη «τάδε λέγει223 in vol. 2
Haer
.

2

.

224

κύριος». οὐχ ὁρᾷς ὅτι παρακολουθοῦντος ὁ λόγος καὶ οὐκ ἐξιστα‐ μένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο; ὡσαύ‐ τως δὲ καὶ Ἰεζεκιὴλ ὁ προφήτης ἀκούων παρὰ κυρίου ὅτι «ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας», ἔλεγε «μηδαμῶς, κύριε· οὐδέ‐
5ποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». γινώσκων γὰρ τὴν δι’ ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ κυρίου, [καὶ] οὐχ ὡς ἐν ἐκστάσει διανοίας φερόμενος ἐπεβάλλετο τοῦτο πράττειν, ἀλλὰ ἠξίου, ἐρρωμένην ἔχων τὴν διάνοιαν καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε «μηδαμῶς, κύριε». ταῦτα γὰρ 〈τῶν〉 ἀληθῶς προφητῶν, ἐν ἁγίῳ
10πνεύματι ἐρρωμένην ἐχόντων τὴν διάνοιαν, καὶ ἡ διδασκαλία καὶ ἡ διαλογή. πῶς δὲ Δανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμ‐ πλεως καὶ τοῖς φρονήμασι παρακολουθῶν, ὃς τὰ αἰνίγματα τῷ Να‐ βουχοδονόσορ ἐπέλυσε καὶ ἃ ἐκεῖνος δι’ ὀνειράτων ἐθεάσατο καὶ ἀπέστη ἀπ’ αὐτοῦ τοῦ ἑωρακότος, οὗτος ὑπεμίμνῃσκε καὶ τὴν ἐπί‐
15λυσιν εὐθὺς ἐπέφερεν ἐρρωμένῃ καταστάσει καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμέ‐ νους. ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες
20φανοῦνται οὔτε παρακολουθίαν λόγου ἔχοντες. λοξὰ γὰρ τὰ παρ’ αὐτῶν ῥήματα καὶ σκαληνὰ καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα. 4. Εὐθὺς γὰρ ὁ Μοντανός φησιν «ἰδού, ὁ ἄνθρωπος ὡσεὶ λύρα
κἀγὼ ἐφίπταμαι ὡσεὶ πλῆκτρον· ὁ ἄνθρωπος κοιμᾶται κἀγὼ γρηγορῶ.224 in vol. 2
Haer
.

2

.

225

ἰδού, κύριός ἐστιν ὁ ἐξιστάνων καρδίας ἀνθρώπων καὶ διδοὺς καρδίαν ἀν‐ θρώποις». τίς τοίνυν τῶν παρακολουθούντων καὶ μετὰ συνέσεως δεχομένων τὸν τῆς ὠφελείας λόγον καὶ τῆς ἑαυτῶν ζωῆς ἐπιμελο‐ μένων οὐ καταγνώσεται τῆς τοιαύτης παραπεποιημένης ὑποθέσεως
5καὶ τοῦ λόγου τοῦ αὐχοῦντος ἑαυτὸν ἐν προφήταις καταλέγεσθαι, μὴ δυναμένου τὰ ὅμοια λέγειν προφήταις; οὔτε γὰρ πνεῦμα ἅγιον ἐλά‐ λησεν ἐν αὐτῷ. τὸ γὰρ εἰπεῖν «ἐφίπταμαι καὶ πλήσσω καὶ γρηγορῶ καὶ ἐξιστᾷ κύριος καρδίας», ἐκστατικοῦ ῥήματα ὑπάρχει ταῦτα καὶ οὐχὶ παρακολουθοῦντος, ἀλλὰ ἄλλον χαρακτῆρα ὑποδεικνύντος παρὰ
10τὸν χαρακτῆρα τοῦ ἁγίου πνεύματος τοῦ ἐν προφήταις λελαληκότος. Εἰ δὲ θελήσουσι παραπλέκειν τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ ἀνοη‐ τεῖν τὸν νοῦν τῶν τῆς ἀκριβείας ἐπιμελομένων, ἑαυτοῖς τε ἐπισω‐
ρεύουσι λόγους, δι’ ὧν παραποιητεύονται τὴν ἑαυτῶν πλάνην,225 in vol. 2
Haer
.

2

.

226

ὅμοιά τινα εἶναι λέγοντες, ἵνα δὴ παραστήσωσιν * ἀπὸ τοῦ τὴν ἁγίαν γρα‐ φὴν εἰρηκέναι «ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσε», ἀλλὰ οὐκέτι ὅμοιον τοῦτο εἴη ἐκείνῳ. οὐ γὰρ καὶ ἐνταῦθα σῶμα ἔμελλε πλάσσειν ὁ θεός, ἀφ’ οὗ εἰς ἔκστασιν ἔφερεν, ἵνα τὰ ὅμοια
5ἐπενέγκῃ δι’ ὑπερβολὴν τῆς φιλανθρωπίας. τῷ γὰρ Ἀδὰμ ἐπήνεγκε τὴν ἔκστασιν τοῦ ὕπνου, οὐκ ἔκστασιν φρενῶν. ἔκστασις δὲ κατὰ διαφορὰς πολλὰς ἔχει τὸν τρόπον. ἔκστασις δι’ ὑπερβολὴν θαύματος λέγεται καὶ ἔκστασις λέγεται ἡ μανία διὰ τὸ ἐκστῆναι τοῦ προκει‐ μένου. ἐκείνη δὲ ἡ τοῦ ὕπνου ἔκστασις κατ’ ἄλλον τρόπον ἐρρέθη,
10κατὰ τὴν φυσικὴν ἐνέργειαν, μάλιστα διὰ τὸ βαθυτάτως αὐτὴν ἐπε‐ νηνέχθαι τῷ ἁγίῳ Ἀδὰμ καὶ ἐν χειρὶ θεοῦ πεπλασμένῳ. 5. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία γραφὴ κέκληκεν. ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις, εἰς ἀνάπαυσιν τραπεῖσαι, ὡς οἷον εἰπεῖν παροῦσα
15ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα καὶ ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα εἴτ’ οὖν 〈ἡ〉 ψυχή. δυσοδμίας οὔσης ἐν οἴκῳ ἢ καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθή‐ σεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνά‐ παυσιν τραπεῖσα. πικρῶν ὄντων χυμῶν ἐν τῷ στόματι ἢ ἁλμυρῶν
20ἢ γλυκέων τὸ γευστικὸν οὐκ αἰσθάνεται, ἐπειδὴ γὰρ ἐν ἐκστάσει τῆς ἀναπαύσεως κεῖται μὴ ἐνεργοῦν, ὅπερ ἐν τῷ ὕπαρ ὄντι ἐνήργει. ἀκοὴ πάρεστιν, ἀλλὰ ἀργεῖ τὸ ἀκουστικὸν κατὰ τὴν αἴσθησιν. καὶ πολλά‐ κις τινῶν λαλούντων ἐν οἴκῳ, εἰ μή τι διυπνισθῇ ὁ ἄνθρωπος, οὐκ ἐπακούει τῶν παρά τινων ῥηθέντων διὰ τὸ ἀποστῆναι τὴν ἐνέργειαν
25πρὸς τὴν ὥραν. τινῶν κνωδάλων διερχομένων διὰ τοῦ ἡμετέρου226 in vol. 2
Haer
.

2

.

227

σώματος οὐκ αἰσθανόμεθα τῆς αὐτῶν περὶ τὸ σῶμα ἡμῶν ἁφῆς, εἰ μή τι βαρέως ἡμῖν ἐπιθῶνται τὰ κνώδαλα, ὡς τοῦ παντὸς ὀργάνου διὰ τὴν ἀνάπαυσιν τοῦ ὕπνου ἐκστάντος ἀπὸ τῆς ἐνεργείας. τὸ μὲν γὰρ ὄργανον, φύσεως ὂν γηίνης καὶ περὶ τὴν ψυχὴν ἔχον, διὰ
5τὸ οὕτως ἐκ θεοῦ [τὸ] χρήσιμον ἡμῖν γεγενῆσθαι ἀποδίδοται αὐτῷ καιρὸς μεθιστῶν αὐτὸ ἀπὸ τῆς ἐναργεστάτης αἰσθήσεως εἰς κατά‐ στασιν ἀναπαύσεως· αὐτὴ δὲ ἡ ψυχὴ οὐκ ἐξέστη τοῦ ἡγεμονικοῦ οὐδὲ τοῦ φρονήματος. πολλάκις γὰρ φαντάζεται καὶ ὁρᾷ ἑαυτὴν ὡς ἐν ἐγρηγόρσει καὶ περιπατεῖ καὶ ἐργάζεται καὶ ποντοπορεῖ καὶ δημη‐
10γορεῖ, καὶ ἐν πλείοσι καὶ ἐν μείζοσι τούτων δι’ ὀνειράτων ἑαυτὴν θεωμένη· οὐ μὴν κατὰ τὸν ἀφραίνοντα καὶ ἐν ἐκστάσει γινόμενον ἐκστατικὸν ἄνθρωπον, τὸν τῷ σώματι καὶ τῇ ψυχῇ ἐγρηγορότα τὰ δεινὰ μεταχειριζόμενον καὶ πολλάκις ἑαυτῷ δεινῶς χρώμενον καὶ τοῖς πέλας· ἀγνοεῖ γὰρ ἃ φθέγγεται καὶ πράττει, ἐπειδήπερ ἐν ἐκστάσει
15γέγονεν ἀφροσύνης ὁ τοιοῦτος. 6. Ταῦτα δὲ πάντα διὰ τό «ἐπέβαλε κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ καὶ ὕπνωσεν» ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν 〈περὶ〉 τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως. καὶ ἐφράσαμεν δι’ ἣν αἰτίαν ἐκεῖ παρὰ κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή, ὅτι
20διὰ τὴν τοῦ θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται εἰς τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν ἐν τῷ βίῳ χρειωδῶν πραγμάτων· ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἔκστασιν κέκληκε διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι’ ἣν ἔμελλε λαμβάνειν πλευρὰν
25ἀπ’ αὐτοῦ καὶ πλάσσειν αὐτῷ αὐτὴν εἰς γυναῖκα. ἀλλὰ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν καὶ διανοημάτων. εὐθὺς γὰρ ἀναστὰς ἐπέγνω καὶ εἶπε «τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή». καὶ ἐπίσταται γάρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα καὶ τὰ παρόντα καὶ προ‐
30φητεύει περὶ τῶν μελλόντων. ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα ὅτε ἦν227 in vol. 2
Haer
.

2

.

228

ἐν ὕπνῳ, λέγων ὅτι «ὀστοῦν ἐκ τῶν ὀστῶν μου»· καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος 〈αὐτοῦ〉 ἠρμένην· καὶ ἐπροφήτευσε περὶ τῶν ἐσομένων, ὅτι «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν
5μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ταῦτα δὲ οὐκ ἐκστατικοῦ ἀνδρὸς οὐδὲ ἀπαρ‐ ακολουθήτου, ἀλλὰ ἐρρωμένην ἔχοντος τὴν διάνοιαν. 7. Εἰ δὲ καὶ περὶ τοῦ «ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου, πᾶς ἄν‐ θρωπος ψεύστης» λεκτέον, ἑτέρα πάλιν αὐτοῦ ἡ δύναμις, οὐχ ὃν
10τρόπον * τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ (μὴ γένοιτο), ἀλλὰ ὑπερθαυμάζοντος καὶ διανοουμένου ὑπὲρ τὸν κατὰ τὴν συνή‐ θειαν λογισμὸν 〈περὶ〉 τῶν 〈ἀ〉συμμέτρως ὁρωμένων τε καὶ πραττο‐ μένων· ἐπειδὴ γὰρ ἐθαύμασεν ὁ προφήτης καὶ διὰ θαυμασμὸν ἐνταῦθα λέγει. γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λο‐
15γισμῶν. γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλὰ ὁρῶν ἀντὶ τῆς καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τὰ τοῖς ἀνθρώποις ὁρώμενα· «εἶδε γὰρ ὀθόνην καθιεμένην τέσσαρσιν ἀρχαῖς δεδεμένην, καὶ πάντα τὰ τετράποδα καὶ ἑρπετὰ καὶ τοῦ οὐρα‐ νοῦ τὰ πετεινὰ ἐν αὐτῇ». ὅρα δὲ ὅτι παρηκολούθει καὶ οὐκ ἦν ἐν
20ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος. ὅτε γὰρ ἤκουσεν 〈τό〉 «ἀναστὰς θῦσον καὶ φάγε», οὐχ ὡς μὴ τὸν νοῦν ἐρρωμένος ἐπείσθη, ἀλλά φησι πρὸς τὸν κύριον «μηδαμῶς, κύριε· οὐδέποτε γὰρ κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου». καὶ Δαυὶδ δὲ ὁ ἅγιος εἶπεν ὅτι «〈εἶπον ἐγώ·〉 πᾶς
ἄνθρωπος ψεύστης». ὁ δὲ λέγων «εἶπον ἐγώ» ἰδίᾳ ἔλεγεν, καὶ περὶ228 in vol. 2
Haer
.

2

.

229

τῶν ἀνθρώπων ὅτι, ἔλεγε, ψεύδονται· ἄρα αὐτὸς οὐκ ἐψεύδετο, ἐκ‐ πληττόμενος δὲ καὶ θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὰ αὐτῷ παρὰ τοῦ κυρίου κεκηρυγμένα ἐθαύμαζε καθ’ ὑπερβολὴν καὶ ὁρῶν πάντα ἄνθρωπον ἐνδεόμενον τοῦ ἐλέους τοῦ θεοῦ μόνῳ κυρίῳ
5τὸ ἀληθεύειν ἐπέδωκε, πάντα δὲ ἄνθρωπον ὑπὸ ἐπιτίμιον ἔγνω, ἵνα δείξῃ τὸ ἀληθινὸν πνεῦμα, τὸ ἐν προφήταις λαλῆσαν καὶ τὰ βάθη αὐτοῖς ἀποκαλύψαν τῆς τοῦ θεοῦ γνώσεως ἀκριβείας. ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν ἀλλὰ ἐν ἐκστάσει φόβου. ἔβλεπεν γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου
10δύσιν * καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐρρω‐ μένῃ ἔλεγον, ὡς ὁ Μωυσῆς φησιν «ἔμφοβός εἰμι καὶ ἔντρομος». ἔγνω δὲ Ἀβραὰμ τὰ ὑπὸ τοῦ κυρίου λεγόμενα· «γινώσκων, γάρ 〈φησι〉, γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ ἔτη τετρα‐ κόσια». καὶ ὁρᾷς ὡς ἔστιν ἰδεῖν τὰ πάντα ἐν ἀληθείᾳ παρὰ τοῖς
15προφήταις εἰρημένα καὶ ἐν ἐρρωμένῃ διανοίᾳ καὶ σώφρονι λογισμῷ, καὶ οὐκ ἐν παραπληξίᾳ. 8. Εἰ δὲ καὶ πάλιν θελήσουσι λέγειν 〈ὅτι〉 «οὐχ ὅμοια τὰ πρῶτα χαρίσματα τοῖς ἐσχάτοις», πόθεν τοῦτο ἔχουσι δεῖξαι; ὁμοίως γὰρ ἀλλήλοις οἱ ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι προεφήτευ‐
20σαν. πρῶτον μὲν οὖν ἀνερχομένου τοῦ σωτῆρος εἰς τὸν οὐρανὸν229 in vol. 2
Haer
.

2

.

230

οἱ ἰδόντες τοὺς δύο τοὺς ἐν ἐσθήσεσι λευκαῖς οὐκ ἐν παραπληξίᾳ ὁρῶσιν, ἀλλὰ ἤκουον ἐρρωμένῃ τῇ διανοίᾳ ὅτι «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται» καὶ τὰ ἑξῆς. εἶτα δὲ
5καὶ Πέτρος, ὡς ἔφην, ὁρῶν καὶ ἀκούων καὶ ἀποκρινόμενος καὶ λέγων «μηδαμῶς, κύριε», εὐσταθῶν ἦν τῇ διανοίᾳ. Ἄγαβος γὰρ προφη‐ τεύων ἔλεγεν καὶ μετὰ σχήματος θαυμαστοῦ αἰνιττόμενος, λαβὼν τὴν ζώνην τοῦ Παύλου καὶ δήσας τοῖς ἰδίοις ποσὶν φησίν «οὗτος οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσιν αὐτὸν καὶ ἀποίσουσιν εἰς Ἱερουσα‐
10λήμ». ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται καὶ κατήγ‐ γελλον λιμὸν ἔσεσθαι καθ’ ὅλης τῆς οἰκουμένης. καὶ οὐ διέπεσεν ὁ τούτων λόγος· ἀλλ’ ἵνα δείξῃ αὐτοὺς ἀληθεῖς προφήτας, ἡ γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα «ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος». Παῦ‐ λος δὲ ὁ ἁγιώτατος ἀπόστολος προφητεύων ἔλεγε «τὸ δὲ πνεῦμα
15ῥητῶς λέγει, ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί» καὶ τὰ ἑξῆς, καὶ πάλιν ἄλλοτε ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες 〈πνεύμασι〉 πλάνοις καὶ διδασκαλίαις δαι‐ μόνων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν ἡμῖν τοῖς μετὰ εὐχαριστίας 〈λαμβάνουσιν〉». ὡς σαφῶς
20〈τοῦτο〉 ἐφ’ ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται, ἐξ αὐτῶν τῶν προκειμένων 〈δῆλον〉· αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τὸ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος καὶ βραβείων καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ ταῦτα 〈τὰ〉 ὑπὸ τοῦ κυρίου γεγενημένα
25ἡγούμενοι. 9. Ἡ δὲ ἁγία ἐκκλησία καὶ παρθενίαν δοξάζει καὶ μονότητα καὶ ἁγνείαν καὶ χηροσύνην ἐπαινεῖ καὶ γάμον σεμνὸν τιμᾷ καὶ δέχεται,
πορνείαν δὲ καὶ μοιχείαν καὶ ἀσέλγειαν ἀπαγορεύει, ὅθεν ἰδεῖν ἔστιν230 in vol. 2
Haer
.

2

.

231

τὸν χαρακτῆρα τῆς ἁγίας καθολικῆς ἐκκλησίας καὶ τοὺς παραπεποιη‐ μένους τῶν ἄλλων τρόπους, 〈ὡσ〉 καὶ τὸν δοκιμάσαντα ἀποδιδράσκειν ἀπὸ πάσης πλάνης καὶ σκολιᾶς ὁδοῦ καὶ τρίβου ἀνάντου διακειμένης. ἔφην γὰρ ἄνω ὡς ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου προείρηται καὶ
5πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς καὶ τὸν χαρακτῆρα τῆς ἁγίας ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης ἔφη, ὡς τολμηρῶς τὰ ἐκ θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περὶ τῶν κωλυόντων γαμεῖν καὶ ἀπέχεσθαι βρωμάτων. καὶ γὰρ συμμετρίᾳ τινὶ * ὁ θεὸς Λόγος ἐν τῷ εὐαγγελίῳ φήσας «θέλεις τέλειος γενέ‐
10σθαι;», συγγνωμονῶν τῇ τῶν ἀνθρώπων πλάσει καὶ ἀσθενείᾳ χαίρει μὲν ἐπὶ τοῖς τὰ δοκίμια τῆς θεοσεβείας δυναμένοις ἐνδείκνυσθαι καὶ παρθενίαν ἀσκεῖν αἱρουμένοις καὶ ἁγνείαν καὶ ἐγκράτειαν, τὴν δὲ μονογαμίαν τιμᾷ· εἰ καὶ μάλιστα τὰ χαρίσματα τῆς ἱερωσύνης διὰ τῶν ἀπὸ μονογαμίας ἐγκρατευομένων καὶ τῶν ἐν παρθενίᾳ διατε‐
15λούντων τῷ κόσμῳ προδιετύπου, ὡς καὶ οἱ αὐτοῦ ἀπόστολοι τὸν ἐκκλησιαστικὸν κανόνα τῆς ἱερωσύνης εὐτάκτως καὶ ὁσίως διετάξαντο. εἰ δέ τις κατὰ ἀσθένειαν ἐπιδεηθείη μετὰ τὴν τελευτὴν τῆς ἰδίας γαμετῆς συναφθῆναι δευτέρῳ γάμῳ, οὐκ ἀπαγορεύει τοῦτο ὁ κανὼν τῆς ἀληθείας, τουτέστιν τὸν μὴ ὄντα ἱερέα. οὗτοι δὲ κωλύουσι
20κατὰ τὸ εἰρημένον «κωλυόντων γαμεῖν»· ἐκβάλλουσι γὰρ τὸν δευτέρῳ γάμῳ συναφθέντα καὶ ἀναγκάζουσι μὴ δευτέρῳ γάμῳ συνάπτεσθαι.
ἡμεῖς δὲ οὐκ ἀνάγκην ἐπιτιθέαμεν, ἀλλὰ παραινοῦμεν μετὰ συμβου‐231 in vol. 2
Haer
.

2

.

232

λίας ἀγαθῆς προτρεπόμενοι τὸν δυνάμενον, οὐκ ἀνάγκην δὲ ἐπιτι‐ θέαμεν τῷ μὴ δυναμένῳ, ἀλλὰ οὐδὲ ἐκβάλλομεν αὐτὸν ἀπὸ τῆς ζωῆς. ὁ γὰρ ἅγιος λόγος πάντῃ ἐκήρυξε τὴν ἀσθένειαν τῶν ἀσθενούντων βαστάζειν, ὡς καὶ ὁ ἅγιος ἀπόστολος εὐθὺς εὑρεθήσεται λέγων καὶ
5ἐλέγχων τοὺς τοιούτους * μὴ ὄντας τοῦ αὐτοῦ χαρίσματος ὅτι «νεω‐ τέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι τὸ κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτη‐ σαν». αἱ γὰρ ἐπαγγειλάμεναι καὶ ἀθετήσασαι ἔχουσι κρίμα, αἱ δὲ μὴ ἐπαγγειλάμεναι, ἀλλὰ συναφθεῖσαι δι’ ἀσθένειαν κρίμα οὐχ ἕξουσιν.
10εἰ δὲ κρίμα ἔμελλον ἔχειν, πῶς ἔλεγε «γαμείτωσαν, οἰκοδεσποτείτω‐ σαν;» 10. Πᾶς τοίνυν προφητεύων παρακολουθῶν εὑρίσκεται, κἄν τε ἐν τῇ παλαιᾷ διαθήκῃ κἄν τε ἐν τῇ καινῇ, ὡς καὶ ὁ ἅγιος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔλεγε «τάδε ἀπεκάλυψε κύριος τοῖς αὐτοῦ δούλοις
15διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου» καί «τάδε λέγει κύριος». ὁ ταῦτα δὲ λέγων ἐρρωμένην εἶχε τὴν διάνοιαν καὶ παρηκολούθει, ἰδοὺ τοίνυν * «τάδε λέγει κύριος» καί «ὅρασις ἣν εἶδεν». ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἑαυτὸν εἶναι προφήτην καὶ πλανήσας τοὺς ὑπ’ αὐτοῦ πεπλα‐ νημένους ἀσύστατα κατὰ τῆς θείας γραφῆς διηγεῖται. λέγει γὰρ ἐν
20τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ «τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σῳζό‐ μενον; λάμψει γὰρ (φησίν) ὁ δίκαιος ὑπὲρ τὸν ἥλιον ἑκατονταπλασίονα,
οἱ δὲ μικροὶ ἐν ὑμῖν σῳζόμενοι λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν232 in vol. 2
Haer
.

2

.

233

σελήνην». ὁ δὲ κύριος ἐλέγχει τὸν τοιοῦτον, ὁ ἔχων τὴν ἐξουσίαν χαρίσασθαι τὸ λάμπειν τὰ πρόσωπα τῶν ἁγίων καὶ φαιδρύνας τὸ πρόσωπον τοῦ Μωυσέως καὶ μεταβάλλων τοὺς ἁγίους αὐτοῦ ἐν τῇ μελλούσῃ ἀναστάσει τῶν σωμάτων, τοὺς σπειρομένους ἐν ἀτιμίᾳ καὶ
5ἐγειρομένους ἐν δόξῃ, οὐκ ἄλλα σώματα παρὰ τὰ ὄντα, ἀλλὰ αὐτὰ τὰ ὄντα ἐγειρόμενα ὅλα, λαμβάνοντα δὲ δόξαν παρ’ αὐτοῦ μετὰ 〈τὴν〉 ἀνάστασιν παρὰ τοῦ τὴν δόξαν ἀφθόνως παρέχοντος τοῖς ἑαυτοῦ ἁγίοις, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν δοῦναι καὶ χαρίσασθαι ὡς θεὸς καὶ κύριος. ἔχων δὲ τοῦ χαρίσασθαι 〈ἐξουσίαν〉 οὐκ ἐπηγγείλατο κατὰ
10τὸν Μοντανόν, ἀλλά φησι «λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος». εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν καὶ ἀληθῶς ὑπάρχων δεσπότης καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν, πῶς ὁ Μοντανὸς ἐπαγγέλλεται περισσότερον ἑκα‐ τονταπλασίονα; εἰ μὴ ἄρα ὅμοιος εἴη ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς
15περὶ τὸν Ἀδὰμ ὅτι ἔσεσθε ὡς θεοὶ [φήσαντι] καὶ ἀπὸ τῆς ὑπαρχού‐ σης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι. 11. Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μοντανὸς οὕτως λέγων «ἐγὼ κύριος ὁ θεὸς ὁ παντοκράτωρ καταγινόμενος ἐν ἀνθρώπῳ». ἄρα γοῦν
20καλῶς ἡμᾶς ἡ θεία γραφὴ ἐπασφαλίζεται καὶ ἡ ἀκολουθία τῆς τοῦ ἁγίου πνεύματος διδασκαλίας, νουθετοῦσα ἡμᾶς, ἵνα γινώσκωμεν ποῖά
ἐστι τὰ μιμηλὰ τοῦ ἀλλοτρίου πνεύματος καὶ τὰ ἀντίθετα πρὸς τὴν233 in vol. 2
Haer
.

2

.

234

ἀλήθειαν. ὅτε γὰρ εὐθὺς τοῦτο εἶπε Μοντανός, ὑπόνοιαν ἡμῖν δέδωκεν ἀναμνησθῆναι τὰ ὑπὸ τοῦ κυρίου εἰρημένα. οὕτως γάρ φησιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐκ ἐδέξασθέ με. ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ
5ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον». ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων γραφῶν ηὑρέθη, ὡς παντί τῳ σαφὲς εἴη [τῷ] νουνεχῶς ἐντυγχάνοντι. εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς ἐκκλησίας 〈αὐτὸσ〉 καὶ ἡ κατ’ αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων
10ἀπέστη. τίς τοίνυν τολμήσειε παρακολουθῶν τούτους προφήτας καλεῖν καὶ μὴ μᾶλλον πλάνους εἶναι 〈φήσειεν〉 τοὺς τοιούτους; Χρι‐ στὸς γὰρ ἡμᾶς ἐδίδαξε λέγων ὅτι «τὸ πνεῦμα τὸ παράκλητον ἀπο‐ στέλλω ὑμῖν» καὶ τὰ σημεῖα διδοὺς ἔλεγεν ὅτι «ἐκεῖνός με δοξάσει» ὡς τὰ ἀληθῆ ἔστιν ἰδεῖν ὅτι οἱ ἅγιοι ἀπόστολοι τὸ παράκλητον
15πνεῦμα λαβόντες κύριον ἐδόξασαν, οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάζει· ὁ κύριος τὸν πατέρα αὐτοῦ ἐδόξασε καὶ ὁ κύριος πάλιν [ὁ] Χριστὸς τὸ πνεῦμα ἐδόξασε, λέγων αὐτὸ πνεῦμα ἀληθείας, Μοντανὸς δὲ ἑαυτὸν δοξάζει μόνον καὶ λέγει εἶναι πατέρα παντοκράτορα καὶ τὸ ἐν αὐτῷ ἐνοικῆσαν *, ἵνα πανταχόθεν δειχθῇ οὐκ αὐτὸς ὢν οὐδὲ
20ὑπ’ ἐκείνου ἀπεσταλμένος οὐδὲ παρ’ αὐτοῦ λαμβάνων. «ἐν τῷ γὰρ κυρίῳ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματι‐ κῶς» καί «ἀπὸ τοῦ πληρώματος αὐτοῦ πάντες οἱ προφῆται εἰλή‐ φασι» κατὰ τὸν τοῦ ἁγίου Ἰωάννου λόγον. καὶ ὅρα πῶς πάντες οἱ παλαιοὶ Χριστὸν κατήγγελλον καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν
25καὶ αὐτὸν ὡμολόγησαν, Μοντανὸς δὲ εἰσέφρησεν ἑαυτὸν τινὰ λέγων, ὅπως δειχθῇ ὅτι οὔτε αὐτὸς ἔστιν οὔτε ἀπ’ αὐτοῦ ἀπέσταλται οὔτε
παρ’ αὐτοῦ τι εἴληφεν.234 in vol. 2
Haer
.

2

.

235

Εἶτα πάλιν φησὶ τὸ ἐλεεινὸν ἀνθρωπάριον Μοντανὸς ὅτι «οὔτε ἄγγελος οὔτε πρέσβυς, ἀλλ’ ἐγὼ κύριος ὁ θεὸς πατὴρ ἦλθον». ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὤν, Χριστὸν μὴ δοξάζων, ὃν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν ἐν ἀληθείᾳ ἐδό‐
5ξασεν. εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος ἐκκλησίας καὶ κεφαλῆς τοῦ σύμπαντος καὶ «μὴ κρατῶν τὴν κεφαλήν, ἐξ ἧσπερ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει» κατὰ τὸ γεγραμμένον. ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς υἱὸν ἑαυτὸν ἔδειξεν, ὄντως ὢν υἱὸς ἐν ἀληθείᾳ, Μοντανὸς δ’ ἑαυτὸν καὶ πατέρα λέγει.
10 12. Πῶς τοίνυν, ὦ Φρύγες ἡμῖν πάλιν ἐπαναστάντες πολέμιοι καὶ μεμορφωμένοι εἰς Χριστιανικὴν ἐπίκλησιν, βαρβάρων δὲ ἐπανῃρη‐ μένοι μάχην καὶ τῶν Τρῴων καὶ Φρυγῶν μιμούμενοι τὸ πολέμιον, πῶς πεισθῶμεν ὑμῖν λέγουσι διὰ χαρίσματα ἀφεστάναι τῆς ἐκκλησίας; οὐκέτι γὰρ χαρίσματα εἴη τὰ ἀλλότρια χαρισμάτων ὄντα καὶ παρὰ
15τὸν χαρακτῆρα τὸν ὑπὸ κυρίου ὑπισχνούμενον, ὡς οἱ καθ’ ὑμᾶς προ‐ φῆται λέγουσιν. εἰσάγετε δὲ ἡμῖν πάλιν καὶ Μαξίμιλλαν· καὶ γὰρ καὶ τὰ ὀνόματα ὑμῶν διηλλαγμένα καὶ φοβερώτατα καὶ οὔτε προσ‐ ηνές τι καὶ γλυκύτατον ἔχοντα, ἀλλὰ ἄγριόν τι καὶ βαρβαρικόν. εὐθὺς γὰρ αὕτη ἡ Μαξίμιλλα ἡ παρὰ τοῖς τοιούτοις κατὰ Φρύγας
20οὕτω καλουμένοις—ἀκούσατε, ὦ παῖδες Χριστοῦ, τί λέγει· «ἐμοῦ μὴ ἀκούσητε, ἀλλὰ Χριστοῦ ἀκούσατε». καὶ ἐν οἷς ἔδοξε Χριστὸν δοξά‐ ζειν πεπλάνηται. εἰ γὰρ ἦν τοῦ Χριστοῦ, ἔλεγεν ἂν κατὰ τοὺς ἁγίους ἀποστόλους ὡς ἕκαστος 〈αὐτῶν〉 λέγει, Πέτρος μὲν πρῶτος λέγων ὅτι «ἡμεῖς παρ’ αὐτοῦ ἠκούσαμεν» καὶ αὐτοῦ τοῦ κυρίου λέγοντος
25«ὁ ὑμῶν ἀκούων ἐμοῦ ἀκούει» καὶ τοῦ Παύλου λέγοντος «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». αὕτη δὲ ἀληθεύει ψευδομένη, καὶ μὴ βουλομένη. καλῶς γὰρ λέγει φάσκουσα μὴ αὐτῆς ἀκούειν,
ἀλλὰ Χριστοῦ. πολλάκις γὰρ τὰ ἀκάθαρτα πνεύματα ἀναγκάζεται235 in vol. 2
Haer
.

2

.

236

ἑαυτὰ καθαιρεῖν, 〈ὡσ〉 οὐκ ὄντα τῆς ἀληθείας, καὶ ὑποφαίνειν τὸν κύριον αὐτῶν, θέλοντα καὶ μὴ θέλοντα, δι’ ἀνάγκην· ὡς ἡ παιδίσκη ἡ ἔχουσα πνεῦμα Πύθωνος ἔλεγεν «οὗτοι οἱ ἄνθρωποι τοῦ θεοῦ δοῦλοι τοῦ ὑψίστου εἰσί», καὶ τό «τί ἦλθες πρὸ καιροῦ βασανίσαι
5ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ», οὕτως καὶ αὕτη ἀναγκα‐ ζομένη ἔλεγεν αὐτῆς μὴ ἀκούειν ἀλλὰ Χριστοῦ. πῶς οὖν τοῦτο οἱ παρ’ αὐτῆς ἀκηκοότες καὶ αὐτῇ πεπιστευκότες βούλονται αὐτῆς ἀκούειν, παρ’ αὐτῆς μαθόντες μὴ αὐτῆς ἀκούειν ἀλλὰ κυρίου; καὶ γὰρ ἀληθῶς ἐπίγεια φθεγγομένης αὐτῆς, εἰ παρῆν αὐτοῖς σύνεσις,
10οὐκ ἔδει αὐτὴν ἀκούεσθαι. καὶ μὴ λέγε ὅτι παρηκολούθει. οὐ γὰρ παρακολουθοῦντός ἐστιν τὸ διδάσκειν καὶ ἑαυτὸν ἀνατρέπειν. εἰ γὰρ ὅλως λέγει «μὴ ἀκούετέ μου», ποῖον ἦν τὸ πνεῦμα τὸ λαλοῦν ἐν αὐτῇ; εἰ γὰρ αὐτὴ ἔλεγεν ᾗ ἄνθρωπος, ἄρα οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. ἡ γὰρ λέγουσα «μὴ ἀκούετέ μου» δῆλον ὅτι τὸ ἀνθρώπινον
15ἔλεγε καὶ οὐκ ἦν ἐν πνεύματι ἁγίῳ. εἰ δὲ μὴ οὖσα ἐν πνεύματι ἁγίῳ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, οὐδὲν ἐγίνωσκε καὶ οὐκ ἦν ἄρα προφῆτις, μὴ ἔχουσα πνεῦμα ἅγιον, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο. εἰ δὲ πνεύματι ἁγίῳ ἐλάλει καὶ ἐπροφήτευε, ποῖον ἦν ἄρα τὸ πνεῦμα τὸ ἅγιον τὸ λέγον «ἐμοῦ μὴ
20ἀκούετε;» καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις καὶ μέγας ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὁ κατὰ πάντα τρόπον ἡμᾶς συνετίζων εἰς τὸ εἰδέναι ἡμᾶς ποῖα τὰ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου λελαλημένα, πῆ μὲν ἐκ προσώπου πατρός, πῆ δὲ ἐκ προσώπου τοῦ υἱοῦ, πῆ δὲ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος. καὶ εἰ τὸ ἐν Μαξιμίλλῃ πνεῦμα
25〈πνεῦμα〉 ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα· «ἓν γάρ ἐστι τὸ ἅγιον πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». εἰ δὲ ἔχει ἐξουσίαν διαιρεῖν ὡς βούλεται, λέγεται δὲ πνεῦμα γνώσεως καὶ πνεῦμα εὐσε‐
βείας καὶ λέγεται πνεῦμα Χριστοῦ [εἶναι] καὶ πνεῦμα πατρός, τὸ ἐκ236 in vol. 2
Haer
.

2

.

237

τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὄν, ἄρα οὐκ ἔλεγε «μὴ ἀκούετέ μου». τὰ γὰρ Χρι‐ στοῦ τὸ πνεῦμα ἐλάλει καὶ ὁ Χριστὸς τὸ πνεῦμα ἀποστέλλει καὶ ἐν πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια, καὶ ὁ υἱὸς τὰ τοῦ πατρὸς λέγει
5καὶ ὁ πατὴρ τὸν υἱὸν ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν καὶ δοξάσωσι, καθὼς δοξάζουσι τὸν πατέρα. καὶ διέπεσε κατὰ πάντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας. 13. Φάσκει δὲ πάλιν ἡ αὐτὴ Μαξίμιλλα, ἡ τῆς παρακολουθίας
10γνῶσις καὶ διδασκαλία, ἵνα καὶ χλευαστικῶς εἴπω, ὅτι «ἀπέστειλέ με κύριος τούτου τοῦ πόνου καὶ τῆς συνθήκης καὶ τῆς ἐπαγγελίας αἱρετιστὴν μηνυτὴν ἑρμηνευτήν, ἠναγκασμένον, θέλοντα καὶ μὴ θέλοντα, γνωθεῖν γνῶσιν θεοῦ». σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βάσιν καὶ τὴν ὁδὸν τοῦ φωτός, ὦ ἀγαπητοί, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγων
15τοῦ δι’ ἐναντίας καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος. ὅρα γὰρ ἐνταῦθα τὸν οὕτω λαλήσαντα, ἠναγκασμένον ἑαυτὸν ἀποφήναντα,
οὐχ ἑκουσίᾳ γνώμῃ. ὁ δὲ κύριος ἡμῶν οὐκ ἄκων ἦλθεν εἰς τὸν237 in vol. 2
Haer
.

2

.

238

κόσμον οὐδὲ μετὰ ἀνάγκης ὑπὸ πατρὸς ἀπεστάλη, ἀλλὰ ἅμα σὺν πατρὶ ἔχων τὸ θέλειν καὶ σὺν ἁγίῳ πνεύματι τὸ παρέχειν· καὶ ὡς αὐτὸς ἅμα σὺν πατρὶ τὸ θέλειν ἔχει καὶ τὸ οὐχὶ μετὰ ἀνάγκης καὶ τὴν χάριν πᾶσι διδόναι, ἀλλὰ δι’ ὑπερβολὴν φιλανθρωπίας, οὕτω
5καὶ οὓς ἐκάλεσε μετὰ προαιρέσεως κέκληκεν, οὐκ ἀνάγκην ἐπιβάλλων, οὐ κλοιὸν ἐπιτιθέμενος. φάσκει γὰρ ὅτι «οἱ διψῶντες ἔλθατε πρός με» καὶ πάλιν «εἴ τις θέλει ἔρχεσθαι πρός με, ἀρνησάσθω ἑαυτὸν καὶ ἀκολουθείτω μοι» καὶ διὰ Ἠσαΐου τὸ αὐτὸ φθεγγόμενος ἔλεγεν «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου» καὶ ὕστερον, ἵνα δείξῃ ὁ προφή‐
10της [ὅτι] τίς ἐστιν ὁ λέγων, ἔφη «τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». καὶ ὁρᾷς κατὰ πάντα τρόπον τὴν πρὸς τὸ θεῖον γράμμα τούτων διαφωνίαν καὶ τὴν ἀλλοίαν ὑπόνοιάν τε καὶ ὑπόληψιν παρὰ τὴν τοῦ θεοῦ πίστιν καὶ ἀκολουθίαν; καὶ γὰρ καὶ Μαξίμιλλα τοὺς θέλοντας καὶ μὴ θέλοντας ἔλεγεν ἀναγκάζειν, ὡς καὶ ἐξ αὐτοῦ τοῦ
15ῥητοῦ ψεύσεται ἡ τοιαύτη. οὔτε γὰρ θέλοντας ἐδίδαξε γνῶσιν θεοῦ ἣν οὐκ ᾔδει οὐδὲ τοὺς μὴ θέλοντας ἠνάγκασεν. αὐτίκα 〈γοῦν〉 οὐ πάντες οἱ ἐν τῷ κόσμῳ οἴδασι τί ἔστιν ὄνομα Μαξιμίλλης οὐδὲ τῶν αὐτῆς λόγων τὸ παράφθεγμα. καὶ κατὰ πάντα τρόπον διέπεσεν ἡ τούτων πεπλανημένη ἐπίνοια, οὐκ οὖσα τῆς τοῦ θεοῦ ἀληθείας.
2014. Τιμῶσι δὲ οἱ τοιοῦτοι καὶ τόπον τινὰ ἔρημον ἐν τῇ Φρυγίᾳ,238 in vol. 2
Haer
.

2

.

239

Πέπουζάν ποτε καλουμένην πόλιν, νῦν δὲ ἠδαφισμένην, καί φασιν ἐκεῖσε κατιέναι τὴν ἄνωθεν Ἱερουσαλήμ. ὅθεν ἐκεῖ ἀπερχόμενοι μυστήριά τινα ἐπιτελοῦσιν ἐν τῷ τόπῳ καὶ ἁγιάζουσιν 〈ἑαυτούσ〉, ὡς ὑπολαμβάνουσιν. ἔστι γὰρ καὶ τὸ γένος ἐν τῇ Καππαδοκίᾳ καὶ Γα‐
5λατίᾳ καὶ ἐν τῇ προειρημένῃ Φρυγίᾳ, ὅθεν κατὰ Φρύγας ἡ αἵρεσις καλεῖται· ἀλλὰ καὶ ἐν Κιλικίᾳ καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον. Ἵνα δὲ μηδὲν καταλείψωμεν τῶν πρὸς ὄνομα ἑκάστης αἱρέσεως ὑφ’ ἡμῶν προδεδηλωμένης, καὶ περὶ τοῦ Τασκοδρουγιτῶν ὀνόματος αὖθις ἐροῦμεν· ἔστι γὰρ τὸ ὄνομα τοῦτο ἢ ἐν αὐτῇ ταύτῃ ἢ ἐν τῇ
10μετ’ αὐτὴν τῶν Κυϊντιλλιανῶν καλουμένῃ· ἀπ’ αὐτῶν γὰρ τούτων ὁρμᾶται καὶ τοῦτο τὸ ὄνομα. καλοῦνται δὲ διὰ τοιαύτην αἰτίαν Τασκοδρουγῖται· τασκὸς παρ’ αὐτοῖς πάσσαλος καλεῖται, δροῦγγος δὲ μυκτὴρ εἴτ’ οὖν ῥύγχος καλεῖται, καὶ ἀπὸ τοῦ τιθέναι ἑαυτῶν τὸν δάκτυλον τὸν λεγόμενον λιχανὸν ἐπὶ τὸν μυκτῆρα ἐν τῷ εὔχεσθαι,
15δῆθεν κατηφείας χάριν καὶ ἐθελοδικαιοσύνης, ἐκλήθησαν ὑπό τινων Τασκοδρουγῖται τουτέστιν πασσαλορυγχῖται. ἐν ταύτῃ δὲ τῇ αἱρέσει
ἢ ἐν τῇ συζύγῳ αὐτῆς τῇ τῶν Κυϊντιλλιανῶν εἴτ’ οὖν Πρισκιλλια‐239 in vol. 2
Haer
.

2

.

240

νῶν καὶ Πεπουζιανῶν καλουμένῃ, δεινόν τι καὶ ἀθέμιτον ἔργον φασὶ γίνεσθαι. παῖδα γὰρ κομιδῆ νήπιον ὄντα κατὰ ἑορτήν τινα δι’ ὅλου τοῦ σώματος κατακεντῶντες χαλκαῖς ῥαφίσι τὸ αἷμα αὐτοῦ προσπο‐ ρίζονται ἑαυτοῖς, εἰς ἐπιτήδευσιν δῆθεν θυσίας.
5 15. Ἀρκεῖ δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης ἧς ἴσμεν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι ἅ τε δι’ ἀκοῆς ἅ τε διὰ συγγραμμάτων, ἅ τε δι’ ἐγγράφων καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν, ἵνα μηδέν τι περιττὸν ὧν γε ἔγνωμεν ποιησά‐
10μενοι 〈μὴ〉 ὑπὸ συνείδησιν δόξωμεν εἶναι μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευ‐ ρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει ᾧ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύττοντες ἃ μὴ ἑωρά‐ κασιν οὐδὲ ἤκουσαν οὐδὲ παρὰ τῆς ἀληθοῦς διδασκαλίας τοῦ ἁγίου πνεύματος παρειλήφασιν· ἀκριβῶς δὲ πάντα ὡς ἔφην διεξερχό‐
15μενοι περὶ ἑκάστης αἱρέσεως, τὰ μὲν δεινὰ ἀποκαλύπτοντες εἰς διόρ‐ θωσιν τῶν παρεντυγχανόντων καὶ διὰ τῆς ἀνατροπῆς τῆς ἀπὸ θείων λόγων καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι ἰατικὸν ὡς εἰπεῖν φάρμα‐ κον, κατὰ διττοὺς τρόπους κατασκευάζοντες 〈αὐτὸ〉 ἐν κυρίῳ, τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου καὶ τῆς τοσαύτης
20ἀλγηδόνος, τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε 〈εἰσ〉 προκαταληπτικὸν240 in vol. 2
Haer
.

2

.

241

ὡς εἰπεῖν [τὸ] βοήθημα, τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ κυρίου μαθητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν. ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς ἔχειν ἡγησάμενοι περὶ ταύτης
5τῆς αἱρέσεως ἐργασίαν σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν, τὸν μὲν ἰὸν καὶ τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαν‐ τες, τῇ αἱμορροίᾳ ἐχίδνῃ ἐοικυίας, ἧς ἡ λύμη τῶν δεδηγμένων τὸ αἷμα παντὸς τοῦ σώματος ἐκκρίνει καὶ οὕτως τὸν θάνατον ἐμβάλλει.
10αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα καὶ τὸ αἷμα πρὸς μετάληψιν ἀπο‐ φέρεται, * δῆθεν τοῦτο εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ, τοὺς ἠπατημένους πλανήσασα. ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προερχόμενοι τὴν
15αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα, ὅπως ἑκάστης πλάνης ἰχνηλατήσαν‐ τες τὴν δύναμιν, φωράσαντές τε καὶ ἐλέγξαντες θεῷ ἐν ἅπασι συνή‐ θως εὐχαριστήσωμεν. Κατὰ Κυϊντιλλιανῶν εἴτ’ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται κθ, τῆς δὲ ἀκολουθίας μθ.
20 1. Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτο‐ τυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες 〈τοῖσ〉 κατὰ Φρύγας καὶ ἐξ αὐτῶν ὁρμώμενοι, διῄρηνται δὲ κατά τινα τρό‐
πον. φασὶ γὰρ οὗτοι οἱ Κυϊντιλλιανοὶ εἴτ’ οὖν Πρισκιλλιανοὶ ἐν241 in vol. 2
Haer
.

2

.

242

τῇ Πεπούζῃ ἢ Κυΐντιλλαν ἢ Πρίσκιλλαν (οὐκ ἔχω 〈γὰρ〉 ἀκριβῶς λέγειν), μίαν δὲ ἐξ αὐτῶν ὡς προεῖπον ἐν τῇ Πεπούζῃ κεκαθευδη‐ κέναι καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι συνυπνωκέναι τε αὐτῇ τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν· «ἐν ἰδέᾳ, φησί,
5γυναικός, ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρός με Χριστὸς καὶ ἐνέβαλεν ἐν ἐμοὶ τὴν σοφίαν καὶ ἀπεκάλυψέ μοι τουτονὶ τὸν τόπον εἶναι ἅγιον καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέ‐ ναι». διό φασι καὶ ἄχρι τῆς δεῦρο μυεῖσθαί τινας οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς
10τὸν Χριστὸν θεωρῆσαι. γυναῖκες γοῦν παρ’ αὐτοῖς καλοῦνται προ‐ φήτιδες. οὐ πάνυ δὲ σαφῶς οἶδα εἰ παρ’ αὐτοῖς ἢ παρὰ τοῖς κατὰ Φρύγας· ὁμοῦ γάρ εἰσι καὶ τὸ αὐτὸ φρόνημα κέκτηνται. 2. Κέχρηνται δὲ οὗτοι παλαιᾷ καὶ καινῇ διαθήκῃ καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισ‐
15κίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας. φέρουσι δὲ μαρτυρίας πολλὰς ματαίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ
τοῦ ξύλου τῆς φρονήσεως· καὶ τὴν ἀδελφὴν τοῦ Μωυσέως προφήτιδα242 in vol. 2
Haer
.

2

.

243

λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ’ αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ· ἀλλὰ καί, φησί, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προ‐ φητεύουσαι. πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμ‐ παδηφοροῦσαι ἑπτά τινες παρθένοι, λευχείμονες δῆθεν ἐρχόμεναι, ἵνα
5προφητεύσωσι τῷ λαῷ. αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθου‐ σιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι, δάκρυα χεόμεναι καὶ σχή‐ ματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον. ἐπίσκοποί τε παρ’ αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα· ὧν μηδὲν
10διαφέρειν φασίν «ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ». ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὐτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν [καὶ] οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια. 3. Πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι 〈καθέστηκεν〉
15ἀπὸ τῆς ὀρθῆς πίστεως καὶ εἰς ἀμηχανίαν τρέπεσθαι καὶ εἰς δια‐ φορὰς ἐνθουσιασμῶν τε καὶ ὀργίων. ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ’ ἐπιδιδόντας ἑαυτοὺς τῷ * φέρουσι κατὰ πᾶσαν ὁτιοῦν αἰτίαν. κἄν τε γὰρ γυ‐
ναῖκες παρ’ αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ243 in vol. 2
Haer
.

2

.

244

τὴν Εὔαν, ἀκούσωσι τοῦ κυρίου λέγοντος «πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει». λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος ὅτι «γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν οὔτε αὐθεντεῖν ἀνδρός» καὶ πάλιν «οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ
5ἀνδρός» καί «ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ’ ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν». καὶ ὦ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου. διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον ἀσκαλαβώτου δίκην * ταύτην παρελθὼν ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοί, θεὸν ἐπι‐
10καλούμενος εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας. Κατὰ Τεσσαρεσκαιδεκατιτῶν λ, τῆς δὲ ἀκολουθίας ν. 1. Ἀπὸ τούτων τῶν δύο αἱρέσεων τῶν ὁμοῦ ἀλλήλαις μιχθει‐ σῶν, κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανῶν ἤτοι Πρισκιλλιανῶν, ἀνέκυψε
15πάλιν τῷ κόσμῳ ἑτέρα αἵρεσις Τεσσαρεσκαιδεκατιτῶν οὕτως καλου‐ μένη. καὶ οὗτοι μὲν πάντα ἔχουσιν ὡς ἡ ἐκκλησία, σφάλλονται δὲ ἀπὸ πάντων διὰ τὸ μὴ τῇ ἀκολουθίᾳ καὶ τῇ διδασκαλίᾳ τοῦ θεσμοῦ προσανέχειν, Ἰουδαϊκοῖς ἔτι μύθοις προσανέχοντες. καὶ οὐδὲ τὰ ἴσα αὐτοῖς δογματίζουσιν· «οὐ γὰρ ἃ λέγουσιν οἴδασιν οὔτε περὶ τίνων
20διαβεβαιοῦνται». ἅπαξ γὰρ τοῦ ἔτους μίαν ἡμέραν τὸ Πάσχα οἱ τοιοῦτοι φιλονείκως ἄγουσι, καίτοι γε περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
πνεύματος καλῶς καὶ ἴσως 〈ἡμῖν〉 ἔχοντες, προφήτας τε δεχόμενοι244 in vol. 2
Haer
.

2

.

245

καὶ ἀποστόλους καὶ εὐαγγελιστάς, ἀνάστασιν δὲ σαρκὸς ὁμοίως ὁμο‐ λογοῦντες καὶ κρίσιν ἐσομένην καὶ ζωὴν αἰώνιον. περιέπεσαν δὲ ἀστοχήματι καὶ οὐ τῷ τυχόντι οὗτοι, δῆθεν κεχρημένοι τῷ ῥητῷ ᾧ εἶπεν ὁ νόμος ὅτι «ἐπικατάρατος ὃς οὐ ποιήσει τὸ Πάσχα τῇ τεσ‐
5σαρεσκαιδεκάτῃ τοῦ μηνός». ἕτεροι δὲ ἐξ αὐτῶν τὴν αὐτὴν μίαν ἡμέραν ἄγοντες καὶ τὴν αὐτὴν μίαν ἡμέραν νηστεύοντες καὶ τὰ μυστήρια ἐπιτελοῦντες, ἀπὸ τῶν Ἄκτων δῆθεν Πιλάτου αὐχοῦσι τὴν ἀκρίβειαν εὑρηκέναι, ἐν οἷς ἐμφέρεται τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ βού‐
10λονται ἄγειν τὸ Πάσχα ὁποίᾳ δἂν ἐμπέσῃ ἡ τεσσαρεσκαιδεκάτη τῆς
σελήνης· οἱ δὲ ἐν τῇ Καππαδοκίᾳ τὴν αὐτὴν μίαν ἡμέραν τὴν πρὸ245 in vol. 2
Haer
.

2

.

246

ὀκτὼ καλανδῶν Ἀπριλλίων ἄγουσι. καὶ ἐν αὐτοῖς δὲ στάσις οὐχ ἡ τυχοῦσα, τῶν μὲν λεγόντων τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, τῶν δὲ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλλίων. ἔτι δὲ εὕραμεν ἀντίγραφα Ἄκτων Πιλάτου, ἐν οἷς σημαίνει πρὸ δεκαπέντε καλανδῶν Ἀπριλλίων
5τὸ πάθος γεγενῆσθαι· τἀληθῆ δέ, ὡς ἐκ πολλῆς ἀκριβείας ἔγνωμεν, ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων τὸν σωτῆρα πεπονθέναι κατειλήφαμεν· τινὲς δὲ τῇ πρὸ δέκα καλανδῶν Ἀπριλλίων λέγουσιν. ἐξέπεσον δὲ καὶ οὗτοι τοῦ προκειμένου. δέδια δὲ καὶ περὶ τούτων ἐπὶ πλεῖστον μηκῦναι τὸν λόγον· πολλὰ γὰρ ἔχομεν λέγειν.
10 2. Πληρώσας γὰρ ὁ νομοθέτης τὸν πάντα νόμον Μωυσῆς, ἐκ θεοῦ λαβὼν τὸ πρόσταγμα ἐν τῇ ἐσχάτῃ βίβλῳ τουτέστιν Δευτερο‐ νομίῳ τίθησι πάσας τὰς κατάρας, οὐ μόνον περὶ Πάσχων ἀλλὰ καὶ περὶ περιτομῆς καὶ περὶ δεκατώσεως καὶ προσφορῶν· ὥστε οὖν εἰ μίαν κατάραν πεφεύγασιν, εἰς πολλὰς ἑαυτοὺς ἐνέπειραν· εὑρεθήσον‐
15ται γὰρ ἐπικατάρατοι μὴ περιτεμνόμενοι, ἐπικατάρατοι μὴ ἀποδεκα‐ τοῦντες καὶ ἐπικατάρατοι γίνονται μὴ εἰς Ἱερουσαλὴμ προσφέροντες.
καὶ ὦ τῶν ἀνθρώπων τῶν εἰς πολλὰς ἑαυτοὺς ἐρεσχελίας ἐμβαλ‐246 in vol. 2
Haer
.

2

.

247

λόντων· ἀληθῶς γὰρ ἔστιν εἰπεῖν ἐκεῖνο τὸ ῥῆμα τὸ συνετὸν τοῦ Ἐκκλησιαστοῦ, τὸ ἐκ πνεύματος ἁγίου ἡμῖν διεσταλμένον ὅτι «τοῦτο ἔγνω ὁ Ἐκκλησιαστής, ὅτι ὁ θεὸς συνετὸν ἄνθρωπον ἐποίησεν εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν αὑτοῖς πολλὰς ὁδούς».
5 πόθεν γὰρ οὐ διαπίπτει τούτων ἣ διάνοια; πρῶτον γὰρ εἰ τῇ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα ἄγουσι, χρείαν ἔχουσι τὸ πρόβατον λαβεῖν ἀπὸ δεκάτης καὶ τηρεῖν αὐτὸ ἕως τεσσαρεσκαιδεκάτης, καὶ οὐκέτι μία ἡμέρα ἔσται τῆς νηστείας ἀλλὰ πέντε, ἥ τε δεκάτη καὶ ἑνδεκάτη καὶ δωδεκάτη καὶ τρισκαιδεκάτη καὶ τεσσαρεσκαιδεκάτη·
10ἐὰν δὲ πρὸς ἑσπέραν τυθῇ τὸ Πάσχα, ἡ αὐτὴ τεσσαρεσκαιδεκάτη ἐπιφώσκουσα ἓξ ἐπιτελεῖ ἡμέρας ἐν τῇ νηστείᾳ, καὶ οὐκέτι μία ἔσται τῆς νηστείας καὶ διέπεσεν ἡ περὶ μιᾶς ἡμέρας αὐτῶν ζήτησις, οὐ μία τις οὖσα. ἔστι γὰρ τὰ πρωτότυπα συνεζευγμένα καὶ ἐζημί‐ ωνται οὐκ ὀλίγην κατὰ θεὸν πραγματείαν. ἔδει γὰρ τὸν Χριστὸν
15ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ θύεσθαι κατὰ τὸν νόμον, ὅπως λήξῃ παρ’ αὐτοῖς τὸ φωτίζον αὐτοὺς φῶς κατὰ τὸν νόμον, τοῦ ἡλίου ἀνατείλαντος καὶ σκεπάσαντος τῆς σελήνης τὸ σέλας. ἀπὸ γὰρ τεσ‐ σαρεσκαιδεκάτης καὶ κάτω φθίνει τὸ φαινόμενον τῆς σελήνης· οὕτω καὶ ἐν τῷ νόμῳ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ πάθους ἠμαυ‐
20ρώθη ἡ Ἰουδαϊκὴ συναγωγή, κατηύγασε δὲ τὸ εὐαγγέλιον, μὴ κατα‐ λυθέντος τοῦ νόμου ἀλλὰ πληρωθέντος, μὴ καταργηθέντος τοῦ τύπου ἀλλὰ παραστήσαντος τὴν ἀλήθειαν. οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα «καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλ‐
25γάλοις, καὶ ἐξέλιπε τὸ μάννα», προσμαρτυροῦσα αὐτοῖς [ἡ θεία γραφὴ] καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησι‐ θεΐαν λήξει παρ’ αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνιος, ὅπερ
μάννα παρ’ αὐτοῖς κέκληται.247 in vol. 2
Haer
.

2

.

248

3. Πανταχόθεν δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία περὶ τῆς χρείας ταύτης τῆς μυσταγωγίας συλλέγουσα τὸν σύνδεσμον οὐ διαπίπτει τῆς ἀληθείας. κέχρηται γὰρ οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ, ἀλλὰ καὶ τῇ ἑβδομάδι τῇ κατὰ περίοδον ἀνακυκλουμένῃ 〈ἐν τῇ〉 τάξει τῶν
5τοῦ σαββάτου ἑπτὰ ἡμερῶν, ἵνα κατὰ τὰ ὑπὸ τοῦ κυρίου γενόμενα 〈ὡσ〉 κατὰ τὸ πρωτότυπον εἴη ἡ ἀνάστασίς τε καὶ εὐωχία. καὶ κέχρηται οὐ μόνον τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης, ἀλλὰ καὶ τῷ δρόμῳ τοῦ ἡλίου, ἵνα μὴ ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ποιοῦντες ἐν τῷ ἑτέρῳ μηδὲ ἓν Πάσχα τελέσωμεν. διὸ παρατηρούμεθα μὲν τὴν τεσ‐
10σαρεσκαιδεκάτην, ὑπερβαίνομεν δὲ τὴν ἰσημερίαν φέρομέν τε ἐπὶ τὴν ἁγίαν κυριακὴν τὸ τέλος τῆς συμπληρώσεως· λαμβάνομεν δὲ τὸ πρό‐ βατον ἀπὸ δεκάτης, 〈τὸ〉 ὄνομα Ἰησοῦ ἐπιγνόντες διὰ τοῦ ἰῶτα, ἵνα μὴ λάθῃ ἡμᾶς μηδὲν τῶν κατὰ τὴν ἀλήθειαν πᾶσαν τῆς ζωτικῆς ταύτης τοῦ Πάσχα * τῆς ἐκκλησιαστικῆς καὶ ἀληθινῆς πραγματείας.
15 ὑπερβήσομαι δὲ καὶ τοῦτο τὸ ἐμφύσημα τοῦ βαιῶνος εἴτ’ οὖν φυσάλου ὄφεως, διὰ τῆς τοῦ Χριστοῦ δυνάμεως ἐπισφραγισάμενος καὶ ἐπὶ τὰς ἑξῆς τὸν νοῦν προτείνων, θεὸν συνήθως ἐπικαλούμενος εἰς βοήθειαν. Κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον
20 καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λα, τῆς δὲ ἀκολουθίας να. 1. Καθεξῆς δὲ τούτων τῶν αἱρέσεων μετὰ τὴν κατὰ Φρύγας τε καὶ Κυϊντιλλιανοὺς καὶ Τεσσαρεσκαιδεκατίτας οὕτω καλουμένους,
ἀνεφύη τῷ βίῳ αἵρεσις ἑτέρα, ὥσπερ ἑρπετὸν ἀσθενές, μὴ δυνάμενον248 in vol. 2
Haer
.

2

.

249

ἀντισχεῖν πρὸς τὴν ὀσμὴν τῆς δικτάμνου εἴτ’ οὖν στύρακος ἢ λιβα‐ νωτίδος ἢ τῆς ἀβροτόνου ἢ τῆς ὀσμῆς τῆς ἀσφάλτου ἢ τοῦ θυμιά‐ ματος ἢ τοῦ λίθου τοῦ γαγάτου ἢ τοῦ κέρατος τῆς ἐλάφου. φασὶ γὰρ οἱ ἐν τῇ πείρᾳ τούτων γεγονότες ταῦτα τὰ εἴδη ἀπελαστικὰ
5εἶναι ἑρπετῶν ἰοβόλων· καὶ τὴν μὲν δίκταμνον τίκταμνον τινὲς καλοῦσιν ἀπὸ τοῦ τοὺς παῖδας τῶν ἰατρῶν κεχρῆσθαι ταύτῃ εἰς τὴν τῶν τικτουσῶν γυναικῶν βοήθειαν. ὥστε ἀφ’ ἡμῶν εἰκότως ἀπει‐ κάζεσθαι εἰς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον ἀπὸ τῶν ἐπουρανίων, ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον. φησὶ γὰρ ὁ Σολο‐
10μῶν περὶ τῆς ἄφρονος καὶ φαύλης γυναικὸς ὅτι «μισεῖ λόγον ἀσφα‐ λείας»· οὕτως καὶ οὗτοι τὰ στερεὰ τοῦ κηρύγματος μεμισήκασιν, ἐπίγειοι ὄντες καὶ πρὸς τὰ ἐπουράνια ἀπεχθανόμενοι. ὅθεν δεδιότες τὴν φωνὴν τοῦ ἁγίου πνεύματος τὴν λέγουσαν «φωνὴ κυρίου κατ‐ αρτιζομένη ἐλάφους» * τοῦ εἰπόντος τοῖς ἑαυτοῦ δούλοις καὶ ἀπο‐
15στόλοις «ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπὶ ὄφεις καὶ σκορ‐ πίους καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». αὕτη γὰρ ἦν ἡ φωνὴ ἡ καταρτιζομένη ἐλάφους, ἡ δοθεῖσα εἰς τὸν κόσμον διὰ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν καταπατῆσαι τὴν τοῦ διαβόλου ἐναντιό‐ τητα· ἐξ ὧν 〈ὢν〉 ὁ ἅγιος Ἰωάννης ἀκρότατα ἐπέστησε καὶ διήλεγξε
20τὴν δύναμιν τῶν πεπλανημένων καὶ ὀφιομόρφων. 2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῷ οἱ τοιοῦτοι. ἐπιτρέπεται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν «ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν», ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου
25τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὅπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις.
ἐκάρωσε τοίνυν αὐτοὺς τὸ ἅγιον θυμίαμα τοῦ στύρακος καὶ παραι‐249 in vol. 2
Haer
.

2

.

250

τοῦνται τούτου τὴν εὐωδίαν καὶ * τῆς ἀβροτόνου εἴτ’ οὖν λιβανω‐ τίδος ἡ δύναμις, κατ’ αὐτοῦ τοῦ ὄφεως ἐπιφύσασα καὶ ἐπάνω τοῦ φωλεοῦ αὐτοῦ ἐκβλαστήσασα. ἔνθα γὰρ τὸν Χριστὸν ἐκ παρατρι‐ βῆς ψιλὸν ἄνθρωπον ἐκήρυττεν ὁ Ἐβίων καὶ ὁ Κήρινθος καὶ οἱ
5ἀμφ’ αὐτούς, φημὶ δὲ ἐν τῇ Ἀσίᾳ, ἐκεῖ τὸ πνεῦμα τὸ ἅγιον ἀνέτειλε τῷ κόσμῳ ταύτην τὴν ἁγίαν βοτάνην εἴτ’ οὖν θάμνον, τὴν ἀποδιώ‐ ξασαν τὸν ὄφιν καὶ λύσασαν τὴν τοῦ διαβόλου τυραννίδα. ἐκεῖ γὰρ ὁ ἅγιος Ἰωάννης μεθ’ ἡλικίαν γηραλέαν ἐπιτρέπεται ὑπὸ τοῦ πνεύ‐ ματος τοῦ ἁγίου κηρῦξαι καὶ ἀνακάμψαι τοὺς ἐν τῇ ὁδῷ πεπλανη‐
10μένους· οὐ μετὰ ἀνάγκης, ἀλλὰ μετὰ προαιρέσεως τοῖς πειθομένοις ἀποκαλύψας θεοῦ τὸ φῶς τὸ ἐν τῇ ἁγίᾳ θεοῦ διδασκαλίᾳ. ἀλλ’ ἕως πότε μηκύνω τὸν λόγον; καὶ γὰρ τῷ μὲν ὄντι ὅπου ἀναφύει ἡ ἀβρό‐ τονος, ἐκεῖ ὄφις οὐκέτι ἐγκαταμένει οὔτε ἐμφωλεύει, καὶ ὅπου θεοῦ ἀληθὴς διδασκαλία, οὐ κατισχύσει κατοικητήριον ἑρπετώδους διδασκα‐
15λίας, ἀλλὰ διολεῖται. 3. Φάσκουσι τοίνυν οἱ Ἄλογοι—ταύτην γὰρ αὐτοῖς ἐπιτίθημι τὴν ἐπωνυμίαν· ἀπὸ γὰρ τῆς δεῦρο οὕτως κληθήσονται καὶ οὕτως, ἀγαπητοί, ἐπιθῶμεν αὐτοῖς ὄνομα, τουτέστιν Ἀλόγων. εἶχον μὲν γὰρ τὴν αἵρεσιν * καλουμένην, ἀποβάλλουσαν Ἰωάννου τὰς βίβλους.
20ἐπεὶ οὖν τὸν Λόγον οὐ δέχονται τὸν παρὰ Ἰωάννου κεκηρυγμένον, Ἄλογοι κληθήσονται. ἀλλότριοι τοίνυν παντάπασιν ὑπάρχοντες τοῦ κηρύγματος τῆς ἀληθείας ἀρνοῦνται τὸ καθαρὸν τοῦ κηρύγματος καὶ οὔτε τὸ τοῦ Ἰωάννου εὐαγγέλιον δέχονται οὔτε τὴν αὐτοῦ Ἀποκά‐ λυψιν. καὶ εἰ μὲν ἐδέχοντο τὸ εὐαγγέλιον, τὴν δὲ Ἀποκάλυψιν
25ἀπεβάλλοντο, ἐλέγομεν ἄν, μή πη ἄρα κατὰ ἀκριβολογίαν τοῦτο
ποιοῦνται, ἀπόκρυφον μὴ δεχόμενοι διὰ τὰ ἐν τῇ Ἀποκαλύψει βα‐250 in vol. 2
Haer
.

2

.

251

θέως καὶ σκοτεινῶς εἰρημένα. ὁπότε δὲ οὐ δέχονται φύσει τὰ βιβλία τὰ ἀπὸ τοῦ ἁγίου Ἰωάννου κεκηρυγμένα, παντί τῳ δῆλον εἴη ὅτι οὗτοί εἰσι καὶ οἱ ὅμοιοι τούτοις, περὶ ὧν εἶπεν ὁ ἅγιος Ἰωάννης ἐν ταῖς καθολικαῖς ἐπιστολαῖς ὅτι «ἐσχάτη ὥρα ἐστὶ καὶ ἠκούσατε ὅτι
5Ἀντίχριστος ἔρχεται· καὶ νῦν ἰδοὺ Ἀντίχριστοι πολλοί» καὶ τὰ ἑξῆς. προφασίζονται γὰρ οὗτοι, αἰσχυνόμενοι ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ εἰδέναι αὐτοὺς τὸν αὐτὸν ἐν ἀριθμῷ τῶν ἀποστόλων ὄντα καὶ ἠγαπημένον ὑπὸ τοῦ κυρίου, ᾧ ἀξίως τὰ μυστήρια ἀπεκά‐ λυπτεν καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀνέπεσε, καὶ ἑτέρως αὐτὰ ἀνατρέ‐
10πειν πειρῶνται. λέγουσι γὰρ μὴ εἶναι αὐτὰ Ἰωάννου ἀλλὰ Κηρίνθου καὶ οὐκ ἄξια αὐτά φασιν εἶναι ἐν ἐκκλησίᾳ. 4. Καὶ ἀπ’ αὐτῆς τῆς ἐπιβολῆς εὐθὺς ἐλέγχονται, «μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται». πῶς γὰρ ἔσται Κηρίνθου τὰ κατὰ Κηρίνθου λέγοντα; Κήρινθος γὰρ πρόσφατον καὶ ψιλὸν τὸν
15Χριστὸν λέγει ἄνθρωπον, ὁ δὲ Ἰωάννης ἀεὶ ὄντα 〈αὐ〉τὸν Λόγον κεκήρυχε καὶ ἄνωθεν ἥκοντα καὶ σαρκωθέντα. ἀπ’ αὐτῆς τοίνυν τῆς εἰσβολῆς ἐλήλεγκται ἡ τούτων μάταιος συκοφαντία μωρά τις οὖσα καὶ μὴ νοοῦσα πόθεν διελέγχεται. δοκοῦσι γὰρ καὶ αὐτοὶ τὰ ἴσα ἡμῖν πιστεύειν, μὴ κατέχοντες δὲ τὰ ἀσφαλῆ τοῦ ἐκ θεοῦ οἰκο‐
20νομηθέντος ἡμῖν διὰ τοῦ ἁγίου Ἰωάννου κηρύγματος εὑρεθήσονται διελεγχόμενοι ἐν οἷς ἀγνοοῦσι, πῶς κατὰ τῆς ἀληθείας ἐπαίρονται τὴν φωνήν. καὶ ἐάν γε θελήσωσιν ἀνανῆψαί τε καὶ κατανοῆσαι, γνώσονται· ἡμεῖς γὰρ τὰς ἀπὸ τοῦ ἁγίου πνεύματος διδασκαλίας, ἀξιολόγως καὶ ἠσφαλισμένως ἐχούσας, οὐκ ἀποβάλλομεν. φάσκουσι
25γὰρ καθ’ ἑαυτῶν, οὐ γὰρ εἴποιμι κατὰ τῆς ἀληθείας, ὅτι οὐ συμφω‐251 in vol. 2
Haer
.

2

.

252

νεῖ τὰ αὐτοῦ βιβλία τοῖς λοιποῖς ἀποστόλοις. καὶ δοκοῦσι λοιπὸν ἐπιλαμβάνεσθαι τῆς ἁγίας καὶ ἐνθέου διδασκαλίας. καὶ τί, φησίν, εἶπεν; ὅτι «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος» καὶ ὅτι «ὁ Λόγος σὰρξ ἐγένετο καὶ κατεσκήνωσεν
5ἐν ἡμῖν καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας» καὶ εὐθύς «Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων ὅτι οὗτός ἐστιν ὃν εἶπον ὑμῖν» καὶ ὅτι «οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»· καὶ καθεξῆς φησι «καὶ εἶπον αὐτῷ οἱ ἀκούσαντες, Ῥαββί, ποῦ μένεις;».
10ἅμα δὲ ἐν ταὐτῷ «τῇ αὔριον, φησίν, ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλι‐ λαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι»· καὶ μετὰ τοῦτο ὀλίγῳ πρόσθεν φησίν «καὶ μετὰ τρεῖς ἡμέρας γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐκλήθη ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ δεῖπνον τοῦ γάμου καὶ ἦν ἐκεῖ ἡ μήτηρ
15αὐτοῦ». οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς. καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ’ ἐκείνων εἰρημένα, ἅμα δὲ τὰ μὴ ὑπ’
20ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία. εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματ‐ θαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι. τούτῳ γὰρ ἦν ἐπιτετραμ‐
25μένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ’ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῃ αἱρέσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰς παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν
πεπλανημένων.252 in vol. 2
Haer
.

2

.

253

5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται 〈πρῶτος κηρῦξαι〉 τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν. ἔδει γὰρ τὸν ἀπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων
5καὶ λέγοντι «οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετά‐ νοιαν», εἰς ὑπόδειγμα ἡμῖν τοῖς μέλλουσι σῴζεσθαι 〈ὁμοίωσ〉 τῷ ἐν τῷ τελωνείῳ ἀναχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, 〈πρῶτον〉 παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ’ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν. μετὰ γὰρ τὴν ἄφεσιν
10τῶν ἁμαρτιῶν ἐδωρήσατο αὐτῷ καὶ ἀνάστασιν νεκρῶν καὶ κάθαρσιν λέπρας καὶ ἰαμάτων δυνάμεις καὶ ἀπέλασιν δαιμονίων, ἵνα μὴ μόνον ἀπὸ τοῦ λόγου πείσῃ τοὺς ἀκούοντας, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ τοῦ ἔργου 〈δύνηται〉 κηρῦξαι εὐαγγέλια, τοῖς ἀπολλυμένοις ὅτι σωθήσονται διὰ μετανοίας καὶ τοῖς πεπτωκόσιν ὅτι ἀναστήσονται καὶ τοῖς τεθνεῶσιν
15ὅτι ζωογονηθήσονται. καὶ αὐτὸς μὲν οὖν ὁ Ματθαῖος Ἑβραϊκοῖς γράμμασι γράφει τὸ εὐαγγέλιον καὶ κηρύττει, καὶ ἄρχεται οὐκ ἀπ’ ἀρχῆς, ἀλλὰ διηγεῖται μὲν τὴν γενεαλογίαν ἀπὸ τοῦ Ἀβραάμ· «Ἀβραάμ, φησίν, ἐγέννησε τὸν Ἰσαὰκ καὶ Ἰσαὰκ τὸν Ἰακώβ» καὶ τὰ ἑξῆς ἄχρι τοῦ Ἰωσὴφ καὶ Μαρίας. καὶ ἀπ’ ἀρχῆς τάττει λέγων «βίβλος γενέ‐
20σεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ», εἶτά φησιν «υἱοῦ Ἀβραάμ», εἶτα ἐλθὼν ἐπ’ αὐτὸ τὸ ζητούμενόν φησι «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέν‐ νησις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰω‐ σήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. καὶ Ἰωσὴφ δίκαιος ὢν ἐζήτει ἀπολῦσαι αὐτὴν λάθρα. καὶ
25ἰδού, ἄγγελος κυρίου ἐφάνη αὐτῷ κατ’ ὄναρ λέγων, μὴ ἀπολύσῃς τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. ἰδοὺ γάρ, γεννήσει υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος
σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν. καὶ τοῦτο, φησί, γέγονεν,253 in vol. 2
Haer
.

2

.

254

ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τὰ ἑξῆς. καὶ ἐγερθείς, φησίν, ἀπὸ τοῦ ὕπνου ἐποίησεν οὕτως ὁ Ἰωσὴφ καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν
5πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τοῦ δὲ Ἰησοῦ γεννηθέντος, φησίν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ».
10ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγ‐ ματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα; ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῇ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις
15τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» καὶ ἡ μετὰ ἀκριβείας καθαρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» 6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ
20Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴν ἀλήθειαν; ἢ οὐκ ἀληθεύει ὁ ἅγιος Λουκᾶς, εἰπὼν 〈οὐδὲν〉 περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων; οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ θεός, ἵνα οἱ τέσσαρες εὐαγγελισταὶ ὀφείλοντες κηρῦξαι εὕρωσιν ἕκαστος τί ἐργάσωνται καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν,
25ἵνα δείξωσιν ὅτι ἐκ τῆς αὐτῆς πηγῆς ὥρμηνται, τὰ δὲ ἑκάστῳ παρα‐ λειφθέντα ἄλλος διηγήσηται, ὡς ἔλαβε παρὰ τοῦ πνεύματος μέρος τῆς ἀναλογίας; τί δὲ ποιήσωμεν; Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά 〈τε〉 τὰς παρ’ αὐτῷ γενεα‐
λογίας ἀπὸ Ἀβραὰμ καὶ Δαυὶδ * τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν,254 in vol. 2
Haer
.

2

.

255

ὡς οὐχ εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν «ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἠσαΐᾳ τῷ προφήτῃ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», *. οὕτω καὶ τὰ τῷ ἁγίῳ Ἰωάννῃ
5πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφ‐ θέντων. Ἡ γὰρ πᾶσα τῶν εὐαγγελίων ὑπόθεσις τοιοῦτον εἶχε τὸν τρό‐
10πον. Ματθαίου μὲν γὰρ κεκηρυχότος τὸν Χριστὸν γεννηθέντα καὶ ἐκ πνεύματος ἁγίου συλληφθέντα, ἐκ σπέρματός 〈τε〉 Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα οἰκονομηθέντα, πλάνη τις γεγένηται τοῖς μὴ νενοηκόσιν (οὐ τοῦ εὐαγγελίου αἰτίου ὄντος αὐτοῖς εἰς τὸ πλανη‐ θῆναι, ἀλλὰ τῆς αὐτῶν διανοίας πεπλανημένης) τὰ εἰς παράστασιν τῆς
15περὶ τῶν αὐτῶν πληροφορίας ἀπὸ τοῦ εὐαγγελίου καλῇ ὑπονοίᾳ ἐπινενοημένα. ἔνθεν γὰρ οἱ περὶ Κήρινθον καὶ Ἐβίωνα ψιλὸν αὐτὸν ἄνθρωπον κατέσχον καὶ * Μήρινθον καὶ Κλεόβιον εἴτ’ οὖν Κλεόβου‐ λον καὶ Κλαύδιον καὶ Δημᾶν καὶ Ἑρμογένην, τοὺς ἀγαπήσαντας τὸν ἐνταῦθα αἰῶνα καὶ καταλείψαντας τὴν ὁδὸν τῆς ἀληθείας. ἀντι‐
20λέγοντες γὰρ τοῖς τοῦ κυρίου μαθηταῖς κατ’ ἐκεῖνο καιροῦ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Δαυὶδ γενεαλογίας τὴν αὐτῶν ἄνοιαν παριστᾶν ἐπειρῶντο, οὐ καλῶς μὲν οἰόμενοι, πλὴν ἐντεῦθεν τὴν πρόφασιν θηρώμενοι. ἀντελέγοντο γὰρ πολλάκις ὑπὸ τοῦ ἁγίου Ἰωάννου καὶ
τῶν ἀμφ’ αὐτόν, Λευκίου καὶ ἄλλων πολλῶν, παρατρίψασα δὲ255 in vol. 2
Haer
.

2

.

256

ἑαυτῆς τὸ μέτωπον ἡ ἀναισχυντία τὰ ἑαυτῆς κακὰ ἐπισπᾶσθαι ἐφι‐ λοτιμήσατο. εὐθὺς δὲ μετὰ τὸν Ματθαῖον ἀκόλουθος γενόμενος ὁ Μάρκος τῷ ἁγίῳ Πέτρῳ ἐν Ῥώμῃ ἐπιτρέπεται τὸ εὐαγγέλιον ἐκθέσθαι καὶ
5γράψας ἀποστέλλεται ὑπὸ τοῦ ἁγίου Πέτρου εἰς τὴν τῶν Αἰγυπτίων χώραν. οὗτος δὲ εἷς ἐτύγχανεν ἐκ τῶν ἑβδομήκοντα δύο, τῶν διασκορπισθέντων ἐπὶ τῷ ῥήματι ᾧ εἶπεν ὁ κύριος «ἐὰν μή τις φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστι μου ἄξιος», ὡς τοῖς τὰ εὐαγγέλια ἀναγνοῦσι σαφὴς 〈εἴη〉 ἡ παράστασις· ὅμως διὰ Πέτρου
10ἐπανακάμψας εὐαγγελίζεσθαι καταξιοῦται, πνεύματι ἁγίῳ ἐμπεφορη‐ μένος. ἄρχεται δὲ κηρύττειν ὅθεν τὸ πνεῦμα αὐτῷ παρεκελεύσατο, τὴν ἀρχὴν τάττων ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, μετὰ ἔτη τριάκοντα τῆς τοῦ Ματθαίου πραγματείας. δευτέρου δὲ γενομένου εὐαγγελιστοῦ καὶ μὴ περὶ τῆς ἄνωθεν καταγωγῆς τοῦ
15θεοῦ Λόγου τηλαυγῶς σημήναντος, ἀλλὰ πάντῃ μὲν ἐμφαντικῶς, οὐ μὴν κατὰ ἀκριβολογίαν τοσαύτην, γέγονε τοῖς προειρημένοις ἠπατη‐ μένοις εἰς δεύτερον σκότωσις τῶν διανοημάτων τοῦ μὴ καταξιωθῆναι πρὸς φωτισμὸν τοῦ εὐαγγελίου· λεγόντων αὐτῶν ὅτι ἰδοὺ καὶ δεύ‐ τερον εὐαγγέλιον περὶ Χριστοῦ σημαῖνον καὶ οὐδαμοῦ ἄνωθεν λέγον
20τὴν γέννησιν ἀλλά, φησίν, ἐν τῷ Ἰορδάνῃ κατῆλθεν τὸ πνεῦμα ἐπ’ αὐτὸν καὶ * φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ’ ὃν ηὐδόκησα. 7. Ἐπειδὴ δὲ ταῦτα οὕτως ἐν τοῖς τοιούτοις ἀνοήτοις ἐτελεῖτο, ἀναγκάζει τὸ ἅγιον πνεῦμα καὶ ἐπινύττει τὸν ἅγιον Λουκᾶν ὡς ἀπὸ
25βάθους κατωτάτου τὴν διάνοιαν τῶν ἠπατημένων ἀνενέγκαι καὶ τὰ256 in vol. 2
Haer
.

2

.

257

ὑπὸ τῶν ἄλλων καταλειφθέντα αὖθις ἐπιβάλλεσθαι. ἵνα 〈δὲ〉 μή τις τῶν πεπλανημένων ἡγήσηται μυθωδῶς αὐτὸν ἐκφράσαι τὴν γέν‐ νησιν, ἐπὶ τὰ ἄνω ἀναφέρει τὸ ἔργον, διὰ δὲ τὴν ἀκρίβειαν λεπτο‐ μερῶς τὴν πᾶσαν πραγματείαν διέξεισι καὶ εἰς παράστασιν ἀληθείας
5ἐμμάρτυρας τοὺς ὑπηρέτας τοῦ λόγου γενομένους παρεισάγει φάσκων «ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν», ἵνα τινὰς μὲν ἐπιχειρητὰς δείξῃ, φημὶ δὲ τοὺς περὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἄλλους· εἶτα τί φησιν; «ἔδοξε κἀμοὶ καθεξῆς παρηκολουθηκότι ἄνωθεν τοῖς αὐ‐ τόπταις καὶ ὑπηρέταις τοῦ λόγου γενομένοις γράψαι σοι, κράτιστε
10Θεόφιλε (εἴτ’ οὖν τινὶ Θεοφίλῳ τότε γράφων τοῦτο ἔλεγεν ἢ παντὶ ἀνθρώπῳ θεὸν ἀγαπῶντι), 〈ἵνα ἐπιγνῷσ〉 περὶ ὧν, φησί, κατηχήθης λόγων τὴν ἀσφάλειαν»· καὶ τὴν μὲν κατήχησιν προτεταγμένην ἔφασκεν, ὡς ἤδη ὑπὸ ἄλλων μὲν κεκατηχῆσθαι, οὐκ ἀσφαλῶς δὲ παρ’ αὐτῶν μεμαθηκέναι τὴν ἀκρίβειαν. εἶτά φησιν «ἐγένετο ἐν ἡμέραις
15Ἡρῴδου τοῦ βασιλέως ἐξ ἐφημερίας Ἀβιὰ τοῦ ἀρχιερέως ἱερεύς τις ὀνόματι Ζαχαρίας καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, ᾗ ὄνομα Ἐλισάβετ». καὶ ἄρχεται πρὸ τοῦ Ματθαίου· ὁ μὲν γὰρ Ματθαῖος ἐσήμανε τριακονταετῆ χρόνον ἀπ’ ἀρχῆς, ὁ δὲ Μάρκος τὰ μετὰ 〈τὰ〉 τριάκοντα ἔτη ἔταττεν, τὴν ἐν τῷ Ἰορδάνῃ γενομένην ἐν ἀληθείᾳ
20πραγματείαν, ὅμοια τῷ Ματθαίῳ καὶ τῷ Λουκᾷ. ὁ δὲ Ματθαῖος ἀπὸ τριακονταετοῦς χρόνου πρὸ τῆς ἐν τῷ Ἰορδάνῃ καὶ τοῦ βαπτίσ‐ ματος πραγματείας τὸ διήγημα ἐποιεῖτο· Λουκᾶς δὲ πρὸ τοῦ χρό‐ νου τοῦ συλληφθῆναι τὸν σωτῆρα ἐν γαστρὶ ἀπὸ ἓξ μηνῶν τὸν χρόνον ἐδήλου, καὶ ἐννέα μηνῶν πάλιν καὶ ὀλίγων ἡμερῶν τῆς
25συλλήψεως τοῦ κυρίου, ὡς εἶναι τὸν πάντα χρόνον τριάκοντα ἓν ἔτος καὶ ἐπέκεινα. διηγεῖται δὲ καὶ τὴν τῶν ποιμένων διὰ [τὴν] τῶν εὐαγγελισαμένων ἀγγέλων θεοπτίαν, καὶ ὡς ἐγεννήθη ἐν Βηθλεὲμ καὶ ἐσπαργανώθη ἐν φάτνῃ καὶ τῇ ὀγδόῃ περιετμήθη, καὶ ὡς ἐν τεσ‐
σαράκοντα ἡμέραις κατὰ τὸν νόμον προσφορὰν ὑπὲρ αὐτοῦ ἐπετέ‐257 in vol. 2
Haer
.

2

.

258

λουν καὶ ὡς ὁ Συμεὼν 〈αὐτὸν〉 ἐν ἀγκάλαις ἐδέχετο καὶ ὡς Ἄννα ἀνθωμολογεῖτο θυγάτηρ Φανουήλ, καὶ ὡς ἐν Ναζαρὲτ ἀπῄει καὶ ὡς κατ’ ἔτος ἀνῄει εἰς Ἱερουσαλὴμ ἅμα τοῖς γονεῦσι τελοῦσιν ὑπὲρ αὐτοῦ τὰ κατὰ τὸν νόμον, ὧν οὐδὲν τῷ Ματθαίῳ ἐπείργασται οὐδὲ τῷ
5Μάρκῳ ἀλλὰ μὴν οὐδὲ τῷ Ἰωάννῃ. 8. Ὅθεν καί τινες ἄλλοι ἐξ Ἑλλήνων φιλοσόφων, φημὶ δὲ Πορ‐ φύριος καὶ Κέλσος καὶ Φιλοσαββάτιος, ὁ ἐκ τῶν Ἰουδαίων ὁρμώμενος δεινὸς καὶ ἀπατεὼν ὄφις, [εἰς] τὴν κατὰ τῆς εὐαγγελικῆς πραγματείας διεξιόντες ἀνατροπὴν τῶν ἁγίων εὐαγγελιστῶν κατηγοροῦσι, ψυχικοὶ
10καὶ σαρκικοὶ ὑπάρχοντες, κατὰ σάρκα δὲ στρατευόμενοι καὶ θεῷ εὐαρεστῆσαι ἀδυνάτως ἔχοντες καὶ τὰ διὰ τοῦ πνεύματος 〈εἰρημένα〉 μὴ νενοηκότες. ἕκαστος γὰρ 〈αὐτῶν〉 προσκόπτων τοῖς λόγοις τῆς ἀληθείας διὰ τὴν ἐν αὐτῷ τύφλωσιν τῆς ἀγνωσίας, εἰς τοῦτο ἐμπίπτοντες ἔλεγον· πῶς δύναται ἡ αὐτὴ ἡμέρα [εἶναι] τῆς ἐν Βηθ‐
15λεὲμ γεννήσεως αὐτὴ καὶ περιτομὴν ἔχειν ὀκταήμερον καὶ διὰ τεσσα‐ ράκοντα ἡμερῶν τὴν ἐν Ἱεροσολύμοις ἄνοδον καὶ τὰ ἀπὸ Συμεῶνος καὶ Ἄννας εἰς αὐτὸν τετελεσμένα, ὁπότε ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη πέφηνεν αὐτῷ, φησίν, ἄγγελος, μετὰ τὴν τῶν μάγων ἔλευσιν τῶν ἐλθόντων προσκυνῆσαι αὐτῷ καὶ ἀνοιξάντων τὰς πήρας καὶ προσ‐
20ενεγκάντων, ὥς φησιν «ὤφθη αὐτῷ ἄγγελος λέγων· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὸ παιδίον, καὶ πορεύου εἰς Αἴγυπτον, ὅτι ζητεῖ
Ἡρῴδης τὴν ψυχὴν τοῦ παιδίου». εἰ τοίνυν ἐν αὐτῇ τῇ νυκτὶ ᾗ258 in vol. 2
Haer
.

2

.

259

γεγέννηται παρελήφθη εἰς Αἴγυπτον καὶ ἐκεῖ ἦν, ἕως ὅτου ἀπέ‐ θανεν Ἡρῴδης, πόθεν δύναται ἐπιμεῖναι [καὶ] ὀκταήμερον καὶ περι‐ τμηθῆναι; ἢ πῶς μετὰ τεσσαράκοντα * εὑρίσκεται Λουκᾶς ψευδόμενος, ὥς φασι βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, ὅτι φησίν «ἐν
5τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνήνεγκαν αὐτὸν εἰς Ἱερουσαλὴμ κἀκεῖθεν 〈ὑπέστρεψαν〉 εἰς Ναζαρέτ»; Καὶ οὐκ οἴδασιν οἱ ἀγνωσίᾳ κατεχόμενοι τοῦ ἁγίου πνεύματος τὴν δύναμιν· ἑκάστῳ γὰρ τῶν εὐαγγελιστῶν ἐδωρήσατο ἑκάστου χρόνου καὶ καιροῦ διηγεῖσθαι τὰ ἐν ἀληθείᾳ πληρωθέντα. καὶ ὁ μὲν Ματ‐
10θαῖος διηγησάμενος μόνον ὅτι ἐγεννήθη ἐν πνεύματι ἁγίῳ καὶ ὅτι συνελήφθη ἄνευ σπέρματος ἀνδρός, οὐδὲν περὶ περιτομῆς εἶπεν οὐδὲ περὶ τῶν δύο ἐτῶν τι τῶν εἰς αὐτὸν μετὰ τὴν γέννησιν γεγενημένων, ἀλλὰ διηγεῖται τὴν ἔλευσιν τῶν μάγων, ὡς ἐπιμαρτυρεῖ ἡμῖν ὁ ἀλη‐ θὴς τοῦ θεοῦ λόγος, ἐρωτῶντος τοῦ Ἡρῴδου παρὰ τῶν μάγων τὸν
15χρόνον καὶ ἠκριβωκότος τοῦ φαινομένου ἀστέρος, καὶ τῶν μάγων τὴν ἀπόκρισιν, ὅτι ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω· ὡς μὴ εἶναι τὸν χρόνον τοῦτον τὸν τῷ Λουκᾷ πεπραγματευμένον. ἀλλ’ ὁ μὲν Λουκᾶς τὰ πρὸ 〈τῶν〉 δύο ἐτῶν διηγεῖται, Ματθαῖος δὲ εἰπὼν τὴν γέννησιν ἀπεπήδησεν εἰς τὸν διετῆ χρόνον καὶ ἐδήλωσε τὰ γενόμενα
20μετὰ 〈τὰ〉 δύο ἔτη. διὸ καὶ ὁ Ἡρῴδης διανοηθεὶς τοῦτο μετὰ τὸ ἀπονεῦσαι τοὺς μάγους δι’ ἑτέρας ὁδοῦ ᾠήθη ἐν τῷ πλήθει τῶν παίδων καὶ αὐτὸν 〈τὸν〉 γεννηθέντα εὑρεθήσεσθαι καὶ σὺν αὐτοῖς ἀποκτέννυσθαι. ἐκέλευσε γὰρ τοὺς ἐν τοῖς ὁρίοις Βηθλεὲμ παῖδας ἀποκτανθῆναι, τοὺς ἀπὸ δύο ἐτῶν καὶ κατωτέρω, ἕως αὐτῆς τῆς
25ἡμέρας ἧς. οἱ μάγοι παρ’ αὐτῷ ἐγένοντο. ἔνθεν οὖν τίνι οὐ φανεῖται ὅτι ὅτε ἦλθον οἱ μάγοι δύο ἦν ἐτῶν ὁ παῖς γεγεννημένος; καὶ γὰρ καὶ αὐτὴ ἡ πραγματεία τὴν πᾶσαν ἀκρίβειαν σαφηνίζει. ὁ μὲν
γὰρ Λουκᾶς λέγει ἐσπαργανῶσθαι τὸν παῖδα εὐθὺς γεγεννημένον καὶ259 in vol. 2
Haer
.

2

.

260

κεῖσθαι ἐν φάτνῃ καὶ ἐν σπηλαίῳ διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι. ἀπογραφὴ γὰρ τότε ἦν καὶ οἱ διασκορπισθέντες ἀπὸ τοῦ χρόνου τῶν πολέμων τῶν ἐπὶ τοῖς Μακκαβαίοις γεγονότων ἐπὶ τὰ πανταχοῦ γῆς διεσκορπίσθησαν καὶ ὀλίγοι παντελῶς ἔμειναν ἐν
5Βηθλεὲμ κατοικοῦντες· διὸ ἔν τινι τῶν ἀντιγράφων τῶν εὐαγγε‐ λιστῶν καλεῖται πόλις τοῦ Δαυίδ, ἐν ἄλλῳ δὲ κώμην αὐτὴν φάσκει διὰ τὸ εἰς ὀλίγην γῆν αὐτὴν ἡκέναι. ὅτε δὲ γέγονε τὸ κέλευσμα Αὐγούστου τοῦ βασιλέως καὶ ἀνάγκην ἔσχον οἱ διεσκορπισμένοι κατὰ τὰ αὐτῶν γένη ἐλθεῖν εἰς τὸν τόπον ἵνα ἀπογραφῶσιν, ἐπιρρέοντα
10τὰ πλήθη ἐνέπλησε τὸν τόπον καὶ οὐκ ἦν τόπος ἐν τῷ καταλύματι διὰ τὴν συνέχειαν. λοιπὸν δὲ μετὰ τὴν ἀπογραφὴν ἀπῆλθεν ἕκαστος ὅποι γῆς τὴν καταμονὴν τῆς κατοικήσεως εἶχε· διὸ καὶ πλάτος ἐτύγχανεν ἐν τῇ γῇ. ἐρχόμενοι δὲ ὡς εἰπεῖν μνήμης ἕνεκα τῶν ἐκεῖ γεγενημένων, 〈τοῦ〉 πρώτου ἐνιαυτοῦ τελεσθέντος καὶ τοῦ
15δευτέρου πληρωθέντος ἦλθον οἱ γονεῖς ἐκεῖσε ἀπὸ τῆς Ναζαρὲτ ὡς εἰς τὴν πανήγυριν ταύτην. διὸ καὶ ἡ ἔλευσις τῶν μάγων γεγένηται κατὰ τὴν τοιαύτην συγκυρίαν οὐκέτι ἴσως πη ἐν τῇ καταλύσει τότε τῆς Μαρίας καὶ Ἰωσὴφ διὰ τὴν τῆς ἀπογραφῆς παρουσίαν τῇ ὑπὸ τοῦ Λουκᾶ εἰρημένῃ. οὐ γὰρ ηὗρον τὴν Μαριὰμ ἐν τῷ σπηλαίῳ,
20ὅπου ἐγέννησεν· ἀλλὰ ὡς ἔχει τὸ εὐαγγέλιον, ὅτι ὡδήγει αὐτούς, φησίν, ὁ ἀστὴρ ἄχρι τοῦ τόπου οὗ ἦν ἐκεῖ τὸ παιδίον. καὶ εἰσελ‐ θόντες εἰς τὸν οἶκον ηὗρον τὸ βρέφος μετὰ Μαρίας, οὐκέτι ἐν φάτνῃ
οὐκέτι ἐν σπηλαίῳ, ἀλλὰ ἐν οἴκῳ· ἵνα γνωσθῇ τῆς ἀληθείας ἡ ἀκρί‐260 in vol. 2
Haer
.

2

.

261

βεια καὶ τοῦ χρόνου τῶν δύο ἐτῶν τὸ διάστημα, τουτέστιν ἐξότου ἐγεννήθη ἕως ὅτε παρεγένοντο οἱ μάγοι. καὶ κατ’ ἐκείνην τὴν νύκτα μετὰ δύο ἔτη τῆς γεννήσεως ὤφθη ὁ ἄγγελος καὶ εἶπε παρα‐ λαβεῖν τὴν μητέρα καὶ τὸ παιδίον εἰς γῆν Αἰγύπτου. διὸ οὐκέτι
5Ἰωσὴφ ἀνακάμπτει εἰς Ναζαρέτ, ἀλλὰ ἀποδιδράσκει ἅμα τῷ παιδὶ καὶ τῇ μητρὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἄλλα δύο ἔτη ποιεῖ ἐκεῖσε· καὶ οὕτως πάλιν ὁ ἄγγελος μετὰ τὴν τοῦ Ἡρῴδου τελευτὴν * ἐπιστρέφει ἐπὶ τὴν Ἰουδαίαν. 10. Τῷ γὰρ τριακοστῷ τρίτῳ τοῦ Ἡρῴδου γεννᾶται ὁ κύριος,
10τριακοστῷ πέμπτῳ ἦλθον οἱ μάγοι, τριακοστῷ ἑβδόμῳ ἔτει τελευτᾷ ὁ Ἡρῴδης καὶ διαδέχεται Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ τὸ βασίλειον, ποιήσας ἔτη ἐννέα βασιλεύων, καθάπερ μοι ἤδη ἐν ἄλλοις τόποις εἴρηται. ἀνεχώρησεν οὖν ἀκούσας περὶ Ἀρχελάου καὶ ἐλθὼν κατῴκησεν εἰς Ναζαρὲτ καὶ ἐκεῖθεν πάλιν κατ’ ἔτος ἀνῄει εἰς Ἱερουσαλήμ. ὁρᾷς
15ὅση τυγχάνει ἀκρίβεια ἐν τοῖς θείοις εὐαγγελίοις περὶ ἑκάστης πραγ‐ ματείας. οἱ δὲ ἀγνοίᾳ φερόμενοι, τὸν ἑαυτῶν νοῦν σκοτώσαντες οὐκ ἴσασι τὸ τέλος ἑκάστου λόγου, ἀλλὰ ἁπλῶς κατὰ τῶν ἁγίων 〈εὐαγγελιστῶν〉 ἐπαίρουσι τὸ στόμα καὶ χαλῶσι τὴν γλῶτταν, μηδὲν μὲν λέγοντες ἐν ἀληθείᾳ, ἑαυτοὺς δὲ τῆς ζωῆς ἀπαλλοτριοῦντες.
20 Ἔνθεν γοῦν ὁ Λουκᾶς μετὰ τὸ διηγήσασθαι τὰ πρῶτα πάλιν λέγει πῶς ἐν τῷ δωδεκάτῳ ἔτει ἀνῆλθεν εἰς Ἱερουσαλήμ, ἵνα μὴ παραλείψῃ τόπον τοῖς νομίσασιν αὐτὸν ἁπλῶς ἄνδρα τέλειον ἐν κόσμῳ πεφηνέναι καὶ εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην ἡκέναι, ὡς ὑπελήφθη ὑπό τε Κηρίνθου καὶ Ἐβίωνος καὶ τῶν ἄλλων. δεινὸς
25γὰρ ὁ ὄφις σκαληνῶς διαβαίνων ἐν μιᾷ γνώμῃ οὐχ ἵσταται, ἀλλὰ τοῖς μὲν δοκεῖ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρὸς γεγενῆσθαι, τοῖς δ’ ἄλλοις ἁπλῶς ἄνθρωπος πεφηνέναι. διὸ κατὰ τὸ λεπτὸν τὰ πάντα διηγούμενοι οἱ ἅγιοι εὐαγγελισταὶ ἀκριβοῦσι. καὶ φύσει ὁ Λουκᾶς ὡς ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω ἀναφέρων τὴν διάνοιαν φάσκει «ἦν
30δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο261 in vol. 2
Haer
.

2

.

262

τοῦ Ἰωσήφ». τὸ δὲ νομίζεσθαι οὐκ ἀληθές ἐστιν, ἀλλὰ ἐν τάξει μὲν πατρὸς ἐτύγχανεν ὁ Ἰωσὴφ διὰ τὸ οὕτως τῷ θεῷ δεδόχθαι, οὐκ ἦν δὲ πατὴρ ὁ μὴ πρὸς τὴν Μαριὰμ ἐσχηκὼς συνάφειαν ἢ μόνον ὅτι ἀνὴρ ἐκλήθη διὰ τὸ μεμνηστεῦθαι πρεσβύτης ὀγδοήκοντα ἐτῶν που
5τυγχάνων πλείω ἐλάσσω καὶ ἔχων ἓξ υἱοὺς ἀπὸ τῆς ὄντως αὐτοῦ γαμετῆς πρώτης, ταύτην δὲ τὴν οἰκονομίαν παρειληφώς, ὡς καὶ ἄλλῃ που ἀκριβέστερον περὶ τούτου διῆλθον. πῶς οὖν ὁ μὴ ἔχων συνά‐ φειαν πατὴρ αὐτοῦ ἐτύγχανεν; ὅπερ ἀδύνατον. 11. Ἀλλὰ ἐρεῖς μοι, πῶς οὖν ἀνὴρ αὐτῆς ἐκέκλητο, εἰ μὴ ἔσχε
10ταύτην; ὁ δὲ ταῦτα ἀμφιβάλλων ἀγνοεῖ τὰ κατὰ τὸν νόμον, ὅτι ἐξότε ὀνομάζεται γυνὴ ἀνδρί, κἄν τε παρθένος εἴη κἄν τε ἐν οἴκῳ πατρὸς ἔτι ὑπάρχει, γυνὴ τοῦ ὠνομασμένου λέγεται ἡ τοιαύτη· τού‐ του ἕνεκεν ὁ ἅγιος ἄγγελός φησι «μὴ φοβηθῇς παραλαβεῖν τὴν γυ‐ ναῖκά σου». καὶ ἵνα μή τις νομίσῃ ὅτι πλάνη τις 〈ἐστὶν〉 ἐν τοῖς
15εὐαγγελίοις—ἔκπληκτον γὰρ τὸ μυστήριον καὶ ἡ διήγησις ὑπὲρ ἄνθρωπον, μόνοις δὲ τοῖς υἱοῖς τοῦ ἁγίου πνεύματός ἐστι πᾶσα λεία τε καὶ πεφωτισμένη—, 〈φησί〉 «ἦν ὡς ἐτῶν τριάκοντα, ὡς ἐνομίζετο υἱὸς τοῦ Ἰωσὴφ τοῦ Ἠλὶ τοῦ Ματθάν», καὶ ἀναφέρει τὴν γέννησιν ἐπὶ τὸν Ἀβραάμ, ὅθεν καὶ ὁ Ματθαῖος ἐνήρξατο, ὑπερβαίνει δὲ τὸν
20Νῶε καὶ φθάνει ἐπὶ τὸν Ἀδάμ, ἵνα τὸν ἀπὸ πρώτης πλασθέντα σημάνῃ, ζητούμενον διὰ τοῦ ἀπὸ τοῦ φυράματος αὐτοῦ ἐλθόντος τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας. ἦλθε γὰρ δι’ ἐκεῖνον τόν ποτε πλασθέντα καὶ τοὺς ὑπ’ αὐτοῦ γεγεννημένους, θέλοντας ζωὴν αἰώνιον κληρονομῆσαι· ὑπερβὰς δὲ τὸν Ἀδὰμ λέγει «τοῦ θεοῦ».
25 ἐντεῦθεν λοιπὸν ἦν φανερώτατον ὅτι τοῦ μὲν θεοῦ ἦν υἱός, διὰ δὲ τοῦ σπέρματος τοῦ Ἀδὰμ κατὰ διαδοχὴν ἐν σαρκὶ παρεγένετο.
ἀλλὰ οὐκ ἔσχον πάλιν φωτισμὸν οἱ πεπλανημένοι, ἀντέλεγον δὲ τῷ262 in vol. 2
Haer
.

2

.

263

λόγῳ, ἑαυτοὺς πλανῶντες 〈καὶ τὸ ψεῦδος ἀγαπῶντεσ〉 ὑπὲρ τὴν ἀλή‐ θειαν. ἔφασκον δὲ ὅτι ἰδοὺ τρίτον εὐαγγέλιον τὸ κατὰ Λουκᾶν. τοῦτο γὰρ ἐπετράπη τῷ Λουκᾷ, ὄντι καὶ αὐτῷ ἀπὸ τῶν ἑβδομήκοντα δύο τῶν διασκορπισθέντων ἐπὶ τῷ τοῦ σωτῆρος λόγῳ, διὰ δὲ Παύ‐
5λου τοῦ ἁγίου πάλιν ἐπανακάμψαντι πρὸς τὸν κύριον ἐπιτραπέντι τε αὐτοῦ κηρῦξαι τὸ εὐαγγέλιον. καὶ κηρύττει πρῶτον ἐν Δαλματίᾳ καὶ Γαλλίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ Μακεδονίᾳ. ἀρχὴ δὲ ἐν τῇ Γαλλίᾳ, ὡς καὶ περί τινων τῶν αὐτοῦ ἀκολούθων λέγει ἐν ταῖς αὐτοῦ ἐπι‐ στολαῖς ὁ αὐτὸς Παῦλος· «Κρήσκης, φησίν, ἐν τῇ Γαλλίᾳ»· οὐ γὰρ
10ἐν τῇ Γαλατίᾳ, ὥς τινες πλανηθέντες νομίζουσιν, ἀλλὰ ἐν τῇ Γαλλίᾳ. 12. Πλὴν ἐπὶ τὸ προκείμενον ἐλεύσομαι. ἀνενέγκαντος γὰρ τοῦ Λουκᾶ τὰς γενεαλογίας ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω καὶ φθάσαντος τὴν ἔμφασιν ποιήσασθαι τῆς ἄνωθεν τοῦ θεοῦ Λόγου παρουσίας ὁμοῦ τε συναφθέντος τῇ ἐνσάρκῳ αὐτοῦ οἰκονομίᾳ, ἵνα ἀποτρέψηται
15ἀπὸ τῶν πεπλανημένων τὴν πλάνην, οὐκ ἐνόησαν. διὸ ὕστερον ἀναγκάζει τὸ ἅγιον πνεῦμα τὸν Ἰωάννην, παραιτούμενον εὐαγγελί‐ σασθαι δι’ εὐλάβειαν καὶ ταπεινοφροσύνην, ἐπὶ τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, μετὰ ἔτη ἐνενήκοντα τῆς αὐτοῦ ζωῆς, μετὰ τὴν ἀπὸ τῆς
Πάτμου ἐπάνοδον τὴν ἐπὶ Κλαυδίου γενομένην Καίσαρος καὶ μετὰ263 in vol. 2
Haer
.

2

.

264

ἱκανὰ ἔτη τοῦ διατρῖψαι αὐτὸν ἐπὶ τῆς Ἀσίας, [ἀναγκάζεται] ἐκθέσθαι τὸ εὐαγγέλιον. καὶ οὐκ ἦν αὐτῷ χρεία περὶ τῆς ἐνσάρκου παρου‐ σίας λεπτολογεῖν· ἤδη γὰρ ἠσφάλιστο. ἀλλὰ ὡς κατόπιν τινῶν βαί‐ νων καὶ ὁρῶν αὐτοὺς ἐπὶ τὰ ἔμπροσθεν ὄντας καὶ ἐπὶ τὰ τραχύτατα
5ἑαυτοὺς ἐκδεδωκότας καὶ πλάνα καὶ ἀκανθώδη, ἀνακαλέσασθαι αὐτοὺς εἰς εὐθεῖαν ὁδὸν προενοεῖτο καὶ ἀσφαλιζόμενος ἐπικηρυκεύσασθαι αὐτοῖς καὶ εἰπεῖν· τί πλανᾶσθε; ποῖ τρέπεσθε; ποῖ πλανᾶσθε, Κήρινθε καὶ Ἐβίων καὶ οἱ ἄλλοι; οὐκ ἔστιν οὕτως ὡς νομίζετε. ναί, ἐγεν‐ νήθη ὁ Χριστὸς κατὰ σάρκα δῆλον· ἰδοὺ γὰρ αὐτὸς ὁμολογῶ ὅτι ὁ
10Λόγος σὰρξ ἐγένετο. ἀλλὰ μὴ ἐξότε ἐγένετο σάρξ, νομίσητε τὸν αὐτὸν εἶναι· οὐκ ἔστι γὰρ ἀπὸ χρόνων Μαρίας μόνον, ὡς ἕκαστος ἡμῶν ἀφ’ ὅτου γεννᾶται ὑπάρχει, πρὶν δὲ τοῦ γεννηθῆναι οὐκ ἔστιν. ὁ δὲ ἅγιος θεὸς Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὐκ ἔστιν ἀπὸ χρόνων Μαρίας μόνον οὔτε ἀπὸ χρό‐
15νων Ἰωσὴφ μόνον, οὔτε Ἠλὶ οὔτε Λευὶ οὔτε Ζοροβάβελ οὔτε Σαλα‐264 in vol. 2
Haer
.

2

.

265

θιὴλ οὔτε Νάθαν οὔτε Δαυὶδ οὔτε ἀπὸ Ἰακὼβ οὔτε ἀπὸ Ἰσαὰκ οὔτε ἀπὸ χρόνων τοῦ Ἀβραὰμ οὔτε Νῶε οὔτε Ἀδὰμ οὔτε ἀπὸ τῆς πέμ‐ πτης ἡμέρας οὔτε ἀπὸ τῆς τετάρτης ἡμέρας οὔτε ἀπὸ τῆς τρίτης οὔτε ἀπὸ τῆς δευτέρας οὔτε ἐξότε ὁ οὐρανὸς καὶ ἡ γῆ γεγένηται
5οὔτε ἐξότε ὁ κόσμος, ἀλλά «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» καὶ τὰ ἑξῆς. [«καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν αὐτόν».] εἶτα «ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
10οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι’ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια
15ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδω‐ κεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἵματος καὶ σαρκός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. καὶ ὁ Λόγος, φησί, σὰρξ ἐγένετο, καὶ κατεσκήνωσεν ἐν ἡμῖν. Ἰωάννης μαρτυρεῖ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον ὑμῖν»· καὶ ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες
20ἡμεῖς ἐλάβομεν». καὶ λέγει «οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλὰ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ». 13. Καὶ ὅτε διήγηται ταῦτα πάντα, λέγει «ταῦτα ἐγένετο ἐν Βηθαβαρᾷ»· ἐν δὲ ἄλλοις ἀντιγράφοις «ἐν Βηθανίᾳ, πέραν τοῦ Ἰορ‐ δάνου». καὶ μετὰ ταῦτα δείκνυσιν ὅτι εἶπον αὐτῷ οἱ ἀπὸ Ἰωάννου
25μαθηταί· «Ῥαββί, ποῦ μένεις; ὁ δὲ εἶπε· δεῦτε καὶ ἴδετε· καὶ ἀπῆλ‐ θον, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην.» καὶ τῇ αὔριον, «ὥρα ἦν ὡς δεκάτη, ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκολουθησάντων αὐτῷ· εὑρίσκει αὐτὸς πρῶτον τὸν
ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν Μεσσίαν,265 in vol. 2
Haer
.

2

.

266

τὸν μεθερμηνευόμενον Χριστόν. οὗτος ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς·
5ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου
10καὶ ἴδε. ἰδὼν δὲ ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη αὐτῷ Ναθαναὴλ καὶ εἶπε· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ,
15σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει. καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. καὶ τῇ ἡμέρᾳ τῇ
20τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας» καὶ τὰ ἑξῆς, ἵνα δείξῃ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ μετὰ τὴν ἀπ’ αὐτοῦ τοῦ πειρασμοῦ ἐπάνοδον καὶ ὁρμὴν τὴν ἐπὶ Ναζαρὲτ καὶ Γαλιλαίαν, ὡς οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ ἔφησαν, πάλιν ἐπὶ τὸν Ἰορδάνην αὐτὸν ἡκέναι· ὡς καὶ ἀπὸ τοῦ λόγου Ἰωάννου δειχθήσεται, φήσαντος οὕτως
25ὅτε εἶδεν αὐτὸν ἐρχόμενον τῇ ἐπαύριον [λέγει] «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». καὶ πάλιν τῇ ἄλλῃ ἡμέρᾳ ὡς εἶδεν αὐτὸν περιπατοῦντα ἔφη· «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὁ
ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν»·266 in vol. 2
Haer
.

2

.

267

«καὶ ἐμαρτύρησε, φησίν, Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ ἐρχόμενον ἐπ’ αὐτόν». τὸ δὲ «ἐμαρτύρησε» καὶ τό «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν», ὡς ἤδη περὶ ἄλλου καὶ ἄλλου καιροῦ παρῳχημένου λέγων, ἵνα δείξῃ οὐ τὸν αὐτὸν εἶναι
5καιρὸν τοῦτον ἐκείνῳ τῷ τοῦ βαπτίσματος χρόνῳ, ἀλλὰ ἄλλον παρ’ ἐκεῖνον. οὔτε γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ πρὸς τὸν Ἰωάννην ἀφικνεῖται, ἀλλὰ πρῶτον μὲν εἰς τὴν Γαλιλαίαν, ἔπειτα δὲ ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην, ὅπερ ἦν τοῦτο πρὸς τὸν Ἰωάννην *· διὸ λέγει ὅτι «οὗτος ἦν ὃν εἶπον ὑμῖν» καὶ ἔτι τὸ εὐαγγέλιόν φησι
10«καὶ ἐμαρτύρησεν Ἰωάννης ὅτι τεθέαμαι», ὡς ἤδη τοῦ πράγματος πρὸ καιροῦ τινος γεγονότος. 14. Μετὰ ταῦτα ἀρχὴ κλήσεως τῶν περὶ Πέτρον ἀπὸ Ἀνδρέου σημαίνεται. ἀνῆλθε γὰρ παρ’ αὐτῷ Ἀνδρέας εἷς τῶν δύο τῶν ἀκο‐ λουθησάντων αὐτῷ, μαθητευομένων μὲν παρ’ Ἰωάννου, ἔτι δὲ ἐν τῇ
15Γαλιλαίᾳ παραμενόντων καὶ 〈κατὰ〉 καιροὺς τῷ Ἰωάννῃ σχολαζόν‐ των. καὶ εὐθὺς μείναντος Ἀνδρέου ἐκείνην τὴν ἡμέραν (ὥρα ἦν ὡς δεκάτη), συμβέβηκεν αὐτῇ τῇ ἡμέρᾳ ἀπαντῆσαι αὐτὸν τῷ ἰδίῳ ἀδελφῷ Σίμωνι καὶ εἰπεῖν τὰ προειρημένα, ὅτι εὑρήκαμεν Μεσσίαν, καὶ ἀγαγεῖν αὐτὸν πρὸς τὸν κύριον καὶ τὰ ἑξῆς, [καὶ] ὡς ἔχει ἡ ἀκο‐
20λουθία, ὅτι εἶπεν αὐτῷ· σὺ κληθήσῃ Κηφᾶς. «καὶ τῇ ἐπαύριον ἠθέλησεν, φησίν, ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι. ἦν δὲ Φίλιππος ἀπὸ Βηθ‐ σαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου». καὶ ὁρᾷς ὅτι τοῦτο διανοηθῆναι ἡμῖν δίδωσιν ὅτι τῶν δύο τῶν ἀκολουθησάντων, μαθη‐
25τευομένων μὲν τῷ Ἰωάννῃ, μόνον ἑνὸς τὸ ὄνομα εἴρηκεν ὅτι Ἀνδρέας ἦν, τοῦ δὲ ἄλλου οὐκ εἴρηκεν· ὡς διανοεῖσθαι ἡμᾶς τοῦτον [εἶναι] οὗ τὸ ὄνομα οὐκ εἴρηκε, διὰ τὸ ὁμόχωρον διὰ τὸ σύσκηνον διὰ τὸ ὁμότεχνον διὰ τὸ ὁμοεργὲς ἢ τὸν Ἰωάννην εἶναι ἢ τὸν Ἰάκωβον,
ἕνα 〈δὲ〉 τῶν υἱῶν Ζεβεδαίου. ἔδει γὰρ τούτους πρῶτον κληθῆναι,267 in vol. 2
Haer
.

2

.

268

ἔπειτα τὸν Φίλιππον, κατὰ τὴν ἀκολουθίαν ὡς τέτακται ἐν τοῖς εὐαγγελίοις· Πέτρος πρῶτος, ἔπειτα Ἀνδρέας, εἶτα Ἰάκωβος, εἶτα Ἰωάννης, μετὰ τούτους Φίλιππος. ἀλλὰ περὶ τούτων τὰ νῦν ἐάσθω λέγειν· πολλὴ γάρ ἐστιν τῆς πραγματείας ταύτης ἡ ἀκολουθία.
5 15. Εἰς δὲ τὸ ζητούμενον ἀνακαμπτέον * ὅπερ ἐστὶ κατανοῆσαι, ὅτι καθάπερ τῷ Ἰωάννῃ ἤδη μαθητευόμενοι * καὶ τὴν ἰδίαν τέχνην ἐργαζόμενοι καὶ τῇ μαθητείᾳ προσανέχοντες, ὡσαύτως καὶ παρὰ τῷ Ἰησοῦ ποιήσαντες πρώτην ἡμέραν, τῇ ἑξῆς ἀπελθόντες πάλιν ἐν τῇ ἁλείᾳ ἐσχόλαζον, ὡς ἔχουσιν αἱ ἀκολουθίαι τῶν ἑτέρων εὐαγγε‐
10λίων. μετὰ γὰρ τὸ τῇ αὔριον ἐξελθεῖν τὸν Ἰησοῦν εὐθὺς ἡ ἀκο‐ λουθία φάσκει ὅτι «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλι‐ λαίας καὶ ἦν ἐκεῖ ἡ μήτηρ τοῦ Ἰησοῦ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον». ἀπὸ δὲ ἑκατέρων τῶν τῆς λεπτο‐ λογίας ῥημάτων καὶ ὑποθέσεως ἰστέον ἐστίν, ὅτι καὶ ἑτέρους συμ‐
15παρείληφε μαθητάς, οἵτινες σὺν αὐτῷ ἔμειναν, τάχα δὲ οἱ περὶ Να‐ θαναὴλ καὶ Φίλιππον καὶ ἄλλοι τινές. οἱ γὰρ περὶ Ἀνδρέαν ἀνεχώ‐ ρησαν· οἱ δὲ παρ’ αὐτῷ μεμενηκότες ἐκλήθησαν καὶ αὐτοὶ εἰς τοὺς γάμους. καὶ μετὰ τὰ ποιῆσαι τοῦτο πρῶτον σημεῖον κατελθὼν εἰς τὰ μέρη τῆς Καφαρναοὺμ ἐκεῖ κατῴκησε. καὶ λοιπὸν σημεῖα ἐκεῖ
20ἄρχεται ἐργάζεσθαι ἕτερα, ὅτε τὴν τοῦ ξηρὰν ἔχοντος χεῖρα ἰάσατο, ἀλλὰ καὶ τὴν πενθερὰν τοῦ Πέτρου, τοῦ μὲν ἀπὸ Βηθσαϊδὰ ὄντος γήμαντος δὲ ἀπὸ Καφαρναούμ, οὐ μακρὰν ὄντων τῶν τόπων τούτων τῷ διαστήματι, ταύτην ἀπὸ τοῦ πυρετοῦ ἀνῆκεν καὶ θεραπευθεῖσα διηκόνει· ὥστε εἶναι * ταύτην τὴν ἀκολουθίαν. καὶ μετὰ ταῦτα
25πάλιν αὐτοῦ ἀναστρέψαντος εἰς τὴν Ναζαρέτ, ὅπου ἦν ἀνατεθραμ‐ μένος, τότε ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, αὐτοῦ λοιπὸν προλαβόντος αὐτοὺς καὶ λέγοντος ὅτι «πάντως ἐρεῖτέ μοι τὴν παρα‐ βολήν, ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν σημεῖα γενόμενα
ἐν Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου». καὶ ὁρᾷς ὡς268 in vol. 2
Haer
.

2

.

269

ἔστιν τῆς ἀληθείας ἡ ἀκολουθία; «καὶ οὐκ ἐποίησε διὰ τὴν ἀπιστίαν αὐτῶν, φησίν, 〈σημεῖον〉 οὐδέν». κἀκεῖθεν παρελθὼν εἰς τὴν Καφαρ‐ ναοὺμ πάλιν κατῴκησε. καὶ ἐλθὼν εἰς τὰ μέρη τῆς θαλάσσης, ὥς φησιν ὁ Ματθαῖος, εἶδε Σίμωνα Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν
5αὐτοῦ βάλλοντας τὰ δίκτυα καὶ πάλιν Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, καὶ τέλεον αὐτοὺς ἐκάλεσε καὶ ῥίψαντες λοιπὸν τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. ὁ δὲ Λουκᾶς καὶ τὴν ἀκρίβειαν σημαίνει τοῦ πράγματος, ὅτι καὶ ἠκολούθησαν λοιπὸν ἀμεταστρεπτὶ μηκέτι ἀνα‐ βαλλόμενοι τῆς κλήσεως, φήσας ὅτι «ἐλθόντος αὐτοῦ ἐπὶ τὴν λίμνην
10Γεννησαρέθ, εἶδε Σίμωνα καὶ Ἀνδρέαν καταρτίζοντας τὰ δίκτυα καὶ ἀνέβη εἰς τὸ πλοῖον, ὃ ἦν Σίμωνος, φησίν, Πέτρου καὶ Ἀνδρέου» (τοῦτο δὲ σημαίνει, ὡς ἤδη ὄντος αὐτοῦ αὐτοῖς ἐν γνώσει [διὸ] διὰ τὴν συνήθειαν [καὶ] προσήκαντο) καὶ ἀνελθὼν ἐκάθισεν· ὅτε λέγει τῷ Πέτρῳ μετὰ τὴν διδασκαλίαν «ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλά‐
15σατε τὰ δίκτυα», οἱ δὲ εἶπον «ἐπιστάτα» (ἤδη γὰρ διὰ τὴν τοῦ Ἰωάν‐ νου μαρτυρίαν ἐπιστάτην αὐτὸν ἐκάλουν οἱ πρότερον 〈περὶ〉 αὐτοῦ ἀκούσαντες ὅτι «ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ ὅτι παρ’ αὐτῷ ἔμειναν τὴν μίαν ἡμέραν). καὶ εἰς τὴν δευτέραν ἐξῆλθον μετέπειτα ἄγραν, ἐπὶ τῷ πλήθει τῶν ἰχθύων αὐτῶν
20θαυμασάντων καὶ Πέτρου λέγοντος ὅτι «ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε»· τάχα γὰρ καὶ μετεμέλετο διὰ τὸ πρότερον αὐτὸν κεκλῆσθαι καὶ ἐπιστρέψαι ἐπὶ τοὺς ἰχθύας καὶ τὴν πᾶσαν ἐργασίαν τῆς ἁλείας. ὁ δὲ εἶπε «μὴ φοβοῦ», παραθαρσύνων αὐτόν, ὅτι οὐκ ἀπηγορεύθη ἀλλὰ ἔτι δύναται τῆς κλήσεως ἔχεσθαι, ὅτι,
25φησίν, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν· ὅτε καὶ τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ ἔνευσαν εἰς σύλληψιν ἥκειν τῆς αὐτῆς ἄγρας. ἦσαν γὰρ κοινωνοί, ὥς φησι, τῷ Σίμωνι· καθάπερ ἄνω κἀμοὶ προ‐
δεδήλωται ἐκ τῆς ὑποθέσεως ταύτης 〈τῶν〉 δύο μὲν ἀκολουθησάντων269 in vol. 2
Haer
.

2

.

270

αὐτῷ παρὰ Ἰωάννου 〈δὲ〉 ἀκηκοότων *, ὧν δύο εἷς ἦν ὁ Ἀνδρέας, 〈κα‐ θὼσ〉 ἔφημεν, διανενοημένοι καλλίστως τὸν ἕτερον εἶναι πάλιν τάχα ἕνα τῶν υἱῶν Ζεβεδαίου διά τε τὸ συνεργὸν καὶ μέτοχον καὶ κοινω‐ νικόν. καὶ λοιπὸν μετὰ ταῦτα πάντα καταλείψαντες οἱ τέσσαρες
5τά τε πλοῖα καὶ ἁπλῶς ἅπαντα, ὥς φησιν, ἀφέντες εἰς τὴν γῆν ἠκολούθησαν αὐτῷ, ὡς ἔχει ἡ τοῦ Λουκᾶ μαρτυρία. ὥστε ἐξ ἅπαντος δείκνυσθαι ὅτι οὐδεμία σκολιότης οὐδ’ ἐναντιότης ἐν τοῖς ἁγίοις εὐαγγελίοις οὐδὲ παρὰ τοῖς εὐαγγελισταῖς εὑρίσκεται, ἀλλὰ πάντα σαφῆ. χρόνων δέ εἰσι διαστάσεις· ἐντεῦθεν γὰρ καὶ ἐπέκεινα,
10τῶν περὶ Πέτρον καὶ Ἰωάννην λοιπὸν συναφθέντων καὶ ἀκολου‐ θούντων, ἐγένετο διδάσκων ἐν πάσῃ τῇ Γαλιλαίᾳ καὶ ἐν τῇ Ἰουδαίᾳ, καὶ λοιπὸν πλατυνομένου τοῦ κηρύγματος τὰ ἑξῆς τῶν θεοσημείων ἐπετέλει. ὥστε εἶναι ἐξ ἅπαντος τὴν ἀκολουθίαν ὧδε· 16. πρῶτον μὲν βαπτισθέντος αὐτοῦ κατ’ Αἰγυπτίους Ἀθὺρ
15δωδεκάτῃ, † ὡς ἔφημεν, πρὸ ἓξ εἰδῶν Νοεμβρίων—τουτέστιν πρὸ ἑξήκοντα ἡμερῶν πλήρης τῆς ἡμέρας τῶν Ἐπιφανείων, ἥ ἐστιν ἡμέρα τῆς αὐτοῦ κατὰ σάρκα γεννήσεως, ὡς ἔχει ἡ μαρτυρία τοῦ κατὰ
Λουκᾶν εὐαγγελίου, ὅτι «ἦν Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριά‐270 in vol. 2
Haer
.

2

.

271

κοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ». ἦν γὰρ τῷ μὲν ὄντι εἴκοσι ἐννέα ἐτῶν καὶ μηνῶν δέκα, ὅτε ἐπὶ τὸ βάπτισμα ἧκε, τριά‐ κοντα μὲν ἐτῶν, ἀλλ’ οὐ πλήρης· διὸ λέγει «ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα»—λοιπὸν ἐξεβλήθη εἰς τὴν ἔρημον. ἀπ’ ἐντεῦθεν οὖν
5αἱ τεσσαράκοντα ἡμέραι τοῦ πειρασμοῦ ἀκολούθως φαίνονται καὶ αἱ δύο ἑβδομάδες μικρῷ πλέον καὶ ἡμέραι δύο, ἃς διέτριψεν ἐπανελ‐ θὼν ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὴν Γαλιλαίαν, τουτέστιν εἰς τὴν Ναζα‐ ρὲτ καὶ περὶ τὰ ὅρια αὐτῆς, καὶ μία ἡμέρα ὅτε ἦλθεν πρὸς Ἰωάννην, ὅτε ἔφη ὁ Ἰωάννης «ἴδε, ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν
10τοῦ κόσμου», καὶ ἡ ἐπαύριον 〈ὅτε〉 «πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε, ὁ Χριστὸς ὁ ἀμνὸς τοῦ θεοῦ». εἶτα φησίν «ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ καὶ ἠκολούθησαν τῷ Ἰησοῦ». αὕτη δὲ ἦν ὀκτωκαιδεκάτη μετὰ τὸν πειρασμὸν ἡμέρα, καθὼς προείπαμεν, πρώτη
15δὲ ἀπὸ Ἰωάννου ὅτε ἠκολούθησαν τῷ Ἰησοῦ οἱ περὶ Ἀνδρέαν καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην (ὥρα ἦν ὡς δεκάτη), ὅτε καὶ τὸν ἑαυτοῦ ἀδελφὸν Σίμωνα εὑρὼν ὁ Ἀνδρέας ἤγαγε πρὸς τὸν Ἰη‐ σοῦν. εἶτα λέγει τὸ εὐαγγέλιον «τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ κύριος·
20ἀκολούθει μοι». αὕτη δὲ ἦν ἐννεακαιδεκάτη ἡμέρα μετὰ τὸν πει‐ ρασμόν, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, * Φιλίππου τὴν κλῆσιν
καὶ τοῦ Ναθαναήλ. καὶ λοιπὸν τῇ τρίτῃ ἡμέρᾳ, λέγει, γάμος ἐγέ‐271 in vol. 2
Haer
.

2

.

272

νετο ἐν Κανᾷ τῆς Γαλιλαίας, μετὰ τὰς δύο τὰς προειρημένας ἀπὸ Ἰωάννου ἡμέρας. προστιθεμένων τοίνυν τῶν εἴκοσι ἡμερῶν ταῖς τεσσαράκοντα τοῦ πειρασμοῦ δύο μῆνες τελοῦνται, οἵτινες τοῖς δέκα μησὶ συναπτόμενοι ἐνιαυτὸν τελοῦσιν, ὅ ἐστι πλήρωμα τριάκοντα
5ἐτῶν ἀπὸ τῆς γεννήσεως τοῦ κυρίου, καὶ εὑρίσκεται τὸ πρῶτον ση‐ μεῖον τῆς τοῦ ὕδατος εἰς οἶνον μεταβολῆς ἐν τῷ τέλει τοῦ τρια‐
κοστοῦ ἔτους ποιήσας ὁ Χριστός, ὡς ἔστιν σοι καταληπτέον ταῖς272 in vol. 2
Haer
.

2

.

273

τῶν εὐαγγελίων ἀκολουθίαις προσσχόντι ἀκριβῶς. λοιπὸν δ’ ἀπὸ τοῦ πρώτου σημείου τούτου τά τε ἄλλα σημεῖα ἐργάζεται καὶ τὸ κήρυγμα διδάσκει, δεικνυμένης εἰς ἅπαντας ἀνθρώπους τῆς θαυμαστῆς καὶ ἀρρήτου αὐτοῦ φιλανθρωπίας καὶ εὐαγγελικῆς θαυματουργίας,
5ὡς πολλάκις ἠναγκάσθην φῆσαι διὰ τὴν τῶν ἠπατημένων ἀγνωσίαν τῶν ἀντιλέγειν τολμώντων τῇ τῶν εὐαγγελίων ἀκριβείᾳ τῇ ὑπὸ τοῦ ἁγίου πνεύματος ἀκολούθως ἐκτεθείσῃ. 17. Οὐκ ἐάσει γὰρ χώραν ἡ τοσαύτη ἀκριβὴς ἀπόδειξις τοῖς ἐναντιουμένοις ἑαυτοῖς· οὐ γὰρ λέγω τῇ ἀληθείᾳ, ἐπεὶ μηδὲ δύναν‐
10ται. δηλοῦται γὰρ ὅτι ἀπὸ τοῦ βαπτίσματος ἡ ἀρχὴ τῆς λοιπῆς πραγματείας γέγονεν· οὕτω γὰρ δείκνυται ὡς ὁ κύριος μετὰ τὴν ἡμέραν τοῦ βαπτίσματος ἐν τῷ πειρασμῷ γέγονε τῶν τεσσαράκοντα ἡμερῶν ἐν τῇ ἐρήμῳ, περὶ ὧν τῷ πνεύματι τῷ ἁγίῳ διὰ Ἰωάννου οὐ πεφρόντισται σημᾶναι· ἤδη γὰρ ἦν τοῦτο διὰ τῶν τριῶν εὐαγγε‐
15λιστῶν σημανθέν. καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ’ ἑκάστου βοηθεῖσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα. ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναζαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω
20τινὸς μαθητοῦ μετ’ αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιπ‐ πος καὶ διὰ Φιλίππου Ναθαναήλ. μηδεὶς δὲ καὶ τοῦτο ἀμφιβάλ‐ λων περιεργαζέσθω, ὁρῶν ὅτι Ἀνδρέας πρῶτος ὑπήντησε τῷ Ἰησοῦ, ἔπειτα Πέτρος καὶ δι’ αὐτοῦ ἐκλήθη, ἵνα ἄρξηται καὶ περὶ τούτου
25ἀσχάλλειν. ἡ μὲν γὰρ συνάντησις τῷ Ἀνδρέᾳ πρώτῳ γεγένηται, μικροτέρῳ ὄντι τοῦ Πέτρου τῷ χρόνῳ τῆς ἡλικίας· ὕστερον δὲ πάλιν, ὅτε ἡ τελεία αὐτοῖς ἀπόταξις γεγένηται, ἀπὸ τοῦ Πέτρου γέγονεν. ἀφηγεῖτο γὰρ τοῦ ἰδίου ἀδελφοῦ καὶ ᾔδει ὁ κύριος τοῦτο, ὅτι θεός ἐστιν εἰδὼς τὰς κλίσεις τῶν καρδιῶν καὶ γινώσκων τίς ἐν πρώτοις
30ἄξιος τάττεσθαι, καὶ ἐξελέξατο τὸν Πέτρον ἀρχηγὸν εἶναι τῶν αὐτοῦ
μαθητῶν, ὡς πανταχοῦ σαφῶς ἀποδέδεικται. μετέπειτα γὰρ273 in vol. 2
Haer
.

2

.

274

ἐλθόντων αὐτῶν καὶ μεινάντων παρ’ αὐτῷ τὴν πρώτην ἡμέραν, ὡς ἔφην, τῇ δευτέρᾳ ὁδευσάντων, τῇ τρίτῃ δὲ ἡμέρᾳ τοῦ θεοσημείου τοῦ πρώτου γενομένου, [καὶ] τινῶν συνόντων αὐτῷ (οὐ τοῦ Ἀνδρέου οὐδὲ τοῦ Πέτρου οὐδὲ τοῦ Ἰωάννου οὐδὲ τοῦ Ἰακώβου, ἀλλὰ τῶν
5περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλων τινῶν, ὡς ἔστι συνιέναι), ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν πάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέ‐ ρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπου λέγει «πνεῦμα κυρίου ἐπ’ ἐμέ,
10οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς» καὶ τὰ ἑξῆς. ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς. καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην
15Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογεῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγμα‐ τείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης. Τί οὖν ἔδοξε τούτοις 〈τοῖσ〉 τὸν ἴδιον νοῦν ἀπατήσασι καὶ τὴν αἵρεσιν ταύτην τῷ βίῳ ἐξεμέσασιν ἀθετεῖν τὸ κατὰ Ἰωάννην εὐαγγέλιον;
20δικαίως γὰρ ἄλογον τὴν αὐτῶν αἵρεσιν κεκλήκαμεν διὰ τὸ μὴ δέχεσθαι αὐτοὺς τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον τὸν διὰ Ἰωάννου κεκηρυγ‐ μένον. μὴ νοοῦντες γὰρ τὴν δύναμιν τῶν εὐαγγελίων φασί· πῶς
οἱ ἄλλοι εὐαγγελισταὶ εἰρήκασιν ὅτι φυγὰς ᾤχετο ἀπὸ προσώπου Ἡρῴδου274 in vol. 2
Haer
.

2

.

275

ὁ Ἰησοῦς εἰς Αἴγυπτον καὶ μετὰ τὴν φυγὴν ἐλθὼν κατέμεινεν εἰς Ναζα‐ ρέτ, εἶτα λαβὼν τὸ βάπτισμα ἀπῆλθεν εἰς τὴν ἔρημον καὶ μετὰ ταῦτα ἀνέκαμψε καὶ μετὰ τὸ ἀνακάμψαι ἤρξατο κηρύττειν, 18. τὸ δὲ εὐαγγέ‐ λιον τὸ εἰς ὄνομα Ἰωάννου, φασί, ψεύδεται· μετὰ γὰρ τὸ εἰπεῖν ὅτι ὁ
5Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ὀλίγα τινά, εὐθὺς λέγει ὅτι γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. καὶ οὐ μέμνηνται οἱ ἀφροσύνην ἑαυτοῖς ἐπισπώμενοι ὡς Ἰωάννης μετὰ τὸ εἰπεῖν τὸν Λόγον σάρκα γεγενῆσθαι καὶ ἐσκηνωκέναι ἐν ἡμῖν τουτέστιν ἄνθρωπον γεγο‐ νέναι, καὶ 〈αὐτὸσ〉 λέγει, ὅτι ἦλθε πρὸς τὸν Ἰωάννην τὸν βαπτιστὴν
10ἐν τῷ Ἰορδάνῃ καὶ ἐβαπτίσθη ὑπ’ αὐτοῦ· αὐτὸς 〈γὰρ〉 Ἰωάννης μαρ‐ τυρεῖ λέγων τὸν βαπτιστὴν Ἰωάννην εἰρηκέναι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν», καὶ πάλιν ὅτι «τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον καταβαῖ‐ νον ἐν εἴδει περιστερᾶς καὶ μένον ἐπ’ αὐτόν», καί «οὗτός ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». ὁρᾷς ὅτι οὐδὲν κατὰ ἐπι‐
15λησμονὴν ὑφηγεῖται, παρέλειψε δὲ ὁ Ἰωάννης τὰ τῷ Ματθαίῳ πραγ‐ ματευθέντα. οὐ γὰρ ἦν χρεία ἐκείνων οὐκέτι, ἀλλὰ τῆς τελείας φράσεως πρὸς ἀντίρρησιν τῶν νομιζόντων ἀπὸ Μαρίας καὶ δεῦρο Χριστὸν αὐτὸν καλεῖσθαι καὶ υἱὸν θεοῦ, καὶ εἶναι μὲν πρότερον ψιλὸν ἄνθρωπον, κατὰ προκοπὴν δὲ εἰληφέναι τὴν τοῦ υἱοῦ τοῦ
20θεοῦ προσηγορίαν. διὸ τῶν ἀναγκαίων ἐπιμέλεται, (πάντων μὲν μεγάλων ὄντων καὶ ἀναγκαίων, περιττότερον δὲ τῶν ἐπουρανίων), ποιούμενος τὴν διήγησιν τῆς ἄνωθεν οἰκονομίας. λέγουσι δὲ τὸ
κατὰ Ἰωάννην εὐαγγέλιον ἀδιάθετον εἶναι, ἐπεὶ μὴ ταῦτα ἔφη,275 in vol. 2
Haer
.

2

.

276

λέγω δὲ τὰ κατὰ τὸν πειρασμὸν τῶν τεσσαράκοντα ἡμερῶν, καὶ οὐκ ἀξιοῦσιν αὐτὸ δέχεσθαι, κατὰ πάντα πεπλανημένοι καὶ τυφλώττοντες τὴν διάνοιαν. 19. Τέταρτος γὰρ τῶν εὐαγγελιστῶν κατὰ διαδοχὴν ἐλθὼν ὁ
5μακάριος Ἰωάννης, πρῶτος μὲν ὢν ἐν τῇ κλήσει μετὰ Πέτρον καὶ Ἀνδρέαν σὺν Ἰακώβῳ τῷ ἀδελφῷ αὐτοῦ, τελευταῖος δὲ τοῖς χρόνοις εὐαγγελισάμενος, τὰ πρὸ αὐτοῦ καλῶς τεταγμένα οὐκ ἐμερίμνησεν ἐκθέσθαι, ἀλλὰ προλαμβάνει τῶν ῥηθέντων τὰ μὴ ῥηθέντα καὶ 〈οὕτωσ〉 διαλέγεται. ὁ Ματθαῖος γὰρ ἄρχεται ἀπὸ Ἀβραάμ, μετὰ
10δὲ τὴν ἀρχὴν καὶ μετὰ δύο ἔτη τῆς γεννήσεως πάλιν ποιεῖται τὴν ὑφήγησιν. Μάρκος δὲ ἄρχεται ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, 〈τὴν〉 μεσότητα τῶν μετὰ τὴν ἀρχὴν 〈οὐ〉 διηγούμενος. Λουκᾶς δὲ ἀρχὴν πρὸ τῆς ἀρχῆς ἐπήγαγε, τὴν περὶ τῆς Ἐλισάβετ καὶ Μαρίας πρὸ τοῦ ἐγκύμονα〈ς αὐτὰσ〉 εἶναι γεγενημένην πραγματείαν.
15Ἰωάννης δέ, ἔτι πρότερος μὲν ὢν τῇ κλήσει, ὕστερος δὲ τούτων276 in vol. 2
Haer
.

2

.

277

κηρύξας, ἐπασφαλίζεται τὴν πρὸ τῆς ἐνσάρκου παρουσίας πραγμα‐ τείαν. πνευματικὰ γὰρ ἦν τὰ πλεῖστα τὰ ὑπ’ αὐτοῦ λεγόμενα, τῶν σαρκικῶν ἤδη ἐπασφαλισθέντων. διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης,
5κατὰ εὐδοκίαν 〈δὲ〉 πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομη‐ θείσης. καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων 〈εἰσ〉άγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι’ ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσσάρων εὐαγγελιστῶν
10τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκρι‐ βῶς κατάσχωμεν. 20. Τελειωθέντων γὰρ πάντων τῶν κατὰ τὸ βάπτισμα καὶ κατὰ τὸν πειρασμόν, ἐλθόντος τοῦ Ἰησοῦ λοιπὸν καὶ ὀλίγων ἡμερῶν 〈χρό‐ νον〉, καθὼς πολλάκις εἶπον, διατρίψαντος ἔν τε τῇ Ναζαρὲτ καὶ ἐν
15τοῖς ὁρίοις αὐτῆς καὶ περὶ τὴν Καφαρναούμ, μετά 〈τε〉 τὸ συναντῆ‐ σαι τῷ Ἰωάννῃ ἐπὶ τοῦ Ἰορδάνου * καὶ τῇ ἐπαύριον τινὰς τῶν μαθητῶν συμπαρειληφότος, πρῶτον τοῦτο σημεῖον ἐν Κανᾷ πεποίηκε τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ Ἰωάννου, εἰκοστῇ δὲ τῆς ἀπὸ τοῦ πειρασμοῦ ἐπανόδου, καὶ 〈ἄρχεται〉 τοῦ κηρύγματος. οὔτε γὰρ πρὸ τοῦ πει‐
20ρασμοῦ ἐν γάμῳ φάσκει τὸν Χριστὸν ἡκέναι οὔθ’ ὅλως τι τῶν277 in vol. 2
Haer
.

2

.

278

θεοσημείων εἰργάσατο 〈πρὶν〉 ἢ τοῦ κηρύγματος ἤρξατο, εἰ μή τι ἃ λέγεται περὶ αὐτοῦ ἐν παιγνίῳ ὅτε παιδίον ἦν πεποιηκέναι. ἔδει γὰρ καὶ παιδικὰ ἔχειν αὐτὸν σημεῖα, ἵνα μὴ πρόφασις γένηται ταῖς ἄλλαις αἱρέσεσι λέγειν ὅτι ἀπὸ τοῦ Ἰορδάνου ἦλθε〈ν ὁ〉 Χριστὸς εἰς
5αὐτόν, ὅπερ ἐστὶν ἡ περιστερά· τοῦτο γάρ φασι διὰ τὴν ψῆφον τοῦ ω καὶ ἄλφα, ὅ ἐστι περιστερά, ἐπείπερ ἔφη ὁ σωτήρ «ἐγώ εἰμι τὸ α καὶ ἐγώ εἰμι τὸ ω». διὸ καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς γεννήσεως αὐτοῦ εἰσάγει τὸν Ἰησοῦν ὁ Λουκᾶς εἰρηκότα πρὸς τὴν Μαριὰμ ζητοῦσαν αὐτόν, ἡνίκα τοῖς διδασκάλοις προσδιελέγετο ἐν Ἱεροσολύ‐
10μοις· «οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;», ἵνα πέσῃ ὁ λόγος τῶν λεγόντων ὅτι ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσματος υἱὸς γέγονεν θεοῦ, ἐλθούσης εἰς αὐτὸν τῆς περιστερᾶς, ἥν φασιν εἶναι τὸν Χριστόν, καὶ ἵνα σαφῶς γνωσθῇ ὅτι ἄνωθεν ἐπεδήμησεν ὁ θεὸς Λόγος καὶ ἐλθὼν ἐσαρκώθη ἀπὸ Μαρίας καὶ ἐν τῷ Ἰορδάνῃ
15κατῆλθεν ἐπ’ αὐτὸν τὸ πνεῦμα, ἵνα σημάνῃ τίς ἐστιν ὁ μαρτυρού‐ μενος ἀπὸ τοῦ πατρὸς ὅτι «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε», καὶ ἵνα γένηται τοῦτο ὑπόδειγμα τοῖς μέλλουσιν ἐν αὐτῷ φωτίζεσθαι, ὅτι καταξιωθήσονται 〈τῆσ〉 πνεύματος ἁγίου ἐν τῷ λουτρῷ [τῆς] δωρεᾶς καὶ ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τῆς
20ὑπ’ αὐτοῦ δοθείσης. 21. Ἀπὸ τότε δὲ τὰ τέλεια ἤρξατο ποιεῖν θεοσήμεια ἐν τῷ καιρῷ
τοῦ κηρύγματος («τοῦτο 〈γὰρ〉 πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς,278 in vol. 2
Haer
.

2

.

279

φησίν, ἐν Κανᾷ τῆς Γαλιλαίας»), οὐχὶ πρὸ τοῦ βαπτίσματος, ὡς πολ‐ λάκις ἔφην, ἀλλ’ ὅτε ἀνέκαμψεν ἀπὸ τοῦ πειρασμοῦ, τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὰς δύο ἃς παρ’ αὐτῷ ἔμειναν οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες αὐτῷ· ὡς εὐθὺς μετὰ τὰς δύο
5ἡμέρας, ἃς ἐποίησαν παρ’ αὐτῷ, ἐπιφέρει λέγων «καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι». εἶτα εὐθὺς τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. ἔδει γὰρ αὐτὸν ἀπελθόντα εὐθὺς γάμων τελουμένων εἰς τὴν τιμὴν αὐτῶν κληθῆναι, ἐπ’ εὐλογίᾳ τοῦ γάμου. καί φησι «γάμος ἐγένετο τῇ τρίτῃ
10ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ’ αὐτοῦ εἰς τὸν γάμον»· «καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου». * μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ
15τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνε‐ νεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλι‐ λαίᾳ. ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν
20«ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλι‐ λαίαν». ὁ δὲ Λουκᾶς καὶ τὴν ἀπὸ τοῦ ὄρους ὁρμὴν ἀκριβῶς δηλώσας
πρῶτον μὲν περὶ τοῦ ὄρους εἰπὼν καὶ τῶν βασιλειῶν ὧν ἔδειξε τῷ279 in vol. 2
Haer
.

2

.

280

κυρίῳ ὁ διάβολος, ὕστερον λέγει περὶ τοῦ πτερυγίου καὶ Ἱερουσαλήμ, καὶ ὡς ἀνέκαμψεν εἰς τὴν Γαλιλαίαν καὶ Ναζαρέτ. συνῳδὰ δὲ καὶ ὁ Ματθαῖος λέγει «καταλιπὼν τὴν Ναζαρὲτ ἦλθεν εἰς τὴν Καφαρ‐ ναούμ». ἦλθε γὰρ εἰς Ναζαρὲτ κἀκεῖθεν εἰς τὸν Ἰορδάνην πρὸς
5τὸν Ἰωάννην, καὶ μετὰ τὸ διελθεῖν διὰ τοῦ Ἰορδάνου πάλιν τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὰ οἰκεῖα ἔνθα ἀνετέθραπτο, πρὸς τὴν μητέρα ἐν Ναζαρέτ, ἐκεῖ τε παραμείνας δύο ἡμέρας, ὅτε καὶ οἱ περὶ Ἀνδρέαν παρ’ αὐτῷ ἔμειναν, λοιπὸν ἠπείγετο τῆς σωτηρίας τῶν ἀνθρώπων ἕνεκεν τοῦ κηρύγματος ἄρξασθαι· καὶ ἔμεινε μὲν δύο ἡμέρας διὰ τὸ
10διὰ χρόνου ἡκέναι, ἔχων μεθ’ ἑαυτοῦ οὓς ἤδη παρείληφε μαθητάς, καὶ ἀπολύσας τοὺς δύο τοὺς ἀκολουθήσαντας αὐτῷ εὐθὺς ἐξῆλθεν ἐπὶ τὴν Γαλιλαίαν διὰ τὸ κήρυγμα καὶ διὰ τὸ ἔργον τοῦ θεοσημείου τοῦ ἐν τῷ γάμῳ ἐπιτελεσθέντος. βλέπε γὰρ πῶς ἐπασφαλίζεται 〈ἡμᾶσ〉 ὁ λόγος, ὡς Ἰωάννης ὁ βαπτιστὴς μαρτυρεῖ λέγων ὡς παρῳ‐
15χηκότος ἤδη τοῦ ἔργου ὅτι «κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν εἶπέ μοι· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς, οὗτός ἐστιν». ἀποστέλλων γὰρ ὁ πατὴρ τὸν Ἰωάννην βαπτίζειν τοῦτο αὐτῷ τὸ σημεῖον ἐδωρήσατο, ἵν’ ὅταν ἴδῃ, ἐπιγνῷ τὸν ἄνωθεν τῷ κόσμῳ ἀποσταλέντα σωτῆρα καὶ εὐεργέτην τῶν
20ἡμετέρων ψυχῶν. Ἀνατρέπονται τοίνυν οἱ τοιοῦτοι αἱρεσιῶται ἀπὸ τῆς ἀληθείας τῶν θείων γραφῶν καὶ τῆς ἀκριβείας, μάλιστα ἀπὸ τῆς συμφω‐
νίας τῶν τεσσάρων εὐαγγελίων. οὐ γάρ τις τῶν εὖ φρονούντων280 in vol. 2
Haer
.

2

.

281

ἀποβάλοιτο τὰ τῷ ἁγίῳ πνεύματι διὰ τῶν θείων εὐαγγελίων ἀκριβῶς πάντῃ πεπραγματευμένα. κἄν τε γὰρ λέγωσιν, ὅτι ὁ μὲν Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ διηγήσαντο περὶ τοῦ σω‐ τῆρος ὅτι μετὰ τὸ βάπτισμα ἀνήχθη εἰς τὴν ἔρημον καὶ ἐποίησεν
5ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παρα‐ θαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων, ἀλλ’ εὐθὺς ἀπὸ πρώτης, ὅτε ἦλθεν ὁ σωτὴρ πρὸς τὸν Ἰωάννην, καὶ τὰ ἄλλα ὅσα † λέγει αὐτὸν πεποιηκέναι, φανήσονται κατὰ πάντα [κατὰ]
10τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες. Ἰωάννης γὰρ ὁ εὐαγγε‐ λιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ τὰς ἡμέρας τοῦ πειρασμοῦ * πρὸς αὐτὸν ἐληλυθέναι. πῶς γὰρ Ἰωάννου παραδοθέντος ἐνεδέχετο ἔτι τὸν σωτῆρα πρὸς αὐτὸν πάλιν ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην; οὐκ ἔγνωσαν δὲ ὅτι οἱ
15ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· «ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρ‐ ναοὺμ τὴν παραθαλάσσιον». καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται. καὶ γὰρ καὶ φαί‐
20νεται 〈κατὰ〉 τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρ‐ ναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ 〈οὐ〉 πολλὰς ἡμέρας. αὗται δέ εἰσιν
25αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ 〈τὸ〉 πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν 〈ἐγγὺσ〉 τοῦ Σαλήμ. οὕτω γὰρ λέγει «μετὰ τοῦτο κατῆλθεν
εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ281 in vol. 2
Haer
.

2

.

282

ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας»· (οὔπω γὰρ ἐδήλου τὴν τελείαν καταμονὴν περὶ ἧς ὕστερον εἶπεν 〈ὅτι〉 μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον.) «καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων (ὡς λέγει) καὶ ἀνέβη εἰς Ἱερο‐
5σόλυμα ὁ Ἰησοῦς καὶ εὗρεν τοὺς πωλοῦντας ἐν τῷ ἱερῷ τοὺς βόας καὶ τὰ πρόβατα καὶ 〈τὰσ〉 περιστερὰς καὶ τοὺς κερματιστὰς καθημέ‐ νους». καὶ μετὰ τὸ ἐκβαλεῖν τοὺς αὐτοὺς κερματιστὰς καὶ τοὺς πωλοῦντας τὰς περιστερὰς καὶ τὰ ἄλλα, καὶ εἰρηκέναι· ἄρατε ταῦτα ἔνθεν καὶ μὴ ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, καὶ
10ἀκηκοέναι παρ’ αὐτῶν «τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;» καὶ εἰπεῖν αὐτοῖς «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν», ὅτε Νικόδημος ἦλθε πρὸς αὐτόν, καὶ μετὰ τὸ εἰπεῖν πολλὰ φησίν «ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν καὶ ἐκεῖ διέτριβεν μετ’ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ Ἰωάν‐
15νης 〈βαπτίζων〉 ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης». τοῦ δὲ Ἰωάννου πολλὰ εἰπόντος, ὅτι «ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν», εἶτα λέγει τὸ εὐαγγέλιον «ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει 〈ἢ〉 Ἰωάν‐
20νης (καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ’ οἱ μαθηταὶ αὐ‐ τοῦ), ἀφῆκεν τὴν Ἰουδαίαν γῆν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλι‐ λαίαν. ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας»· ὅτε ἐπὶ τῷ φρέατι ἐκαθέσθη καὶ τῇ Σαμαρείτιδι διελέχθη καὶ ἀνήγγειλεν ἡ Σαμαρεῖτις περὶ αὐτοῦ τοῖς ἐν τῇ πόλει καὶ ἦλθον πρὸς αὐτὸν οἱ
25Σαμαρεῖται καὶ παρεκάλουν αὐτὸν μεῖναι παρ’ αὐτοῖς «καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.» «μετὰ δὲ τὰς δύο ἡμέρας ἦλθεν εἰς τὴν Γαλιλαίαν» «καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ», ὅτε εἶπεν αὐτῷ ὁ Ἰησοῦς «πορεύου· ὁ υἱός σου ζῇ» καὶ ἐπίστευσεν καὶ ἰάθη ὁ παῖς.
30καὶ λέγει τὸ εὐαγγέλιον «〈τοῦτο〉 δεύτερον πάλιν σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν». «μετὰ τοῦτο ἦν ἑορτὴ τῶν Ἰουδαίων (οἶμαι δὲ ὅτι περὶ ἄλλης ἑορτῆς Ἰουδαίων
λέγει, ἢ Πεντηκοστῆς ἢ σκηνοπηγιῶν) καὶ ἀνέβη Ἰησοῦς εἰς Ἱεροσό‐282 in vol. 2
Haer
.

2

.

283

λυμα», ὅτε ἐπὶ τῆς προβατικῆς κολυμβήθρας ἐλθὼν ἐν σαββάτῳ ἰάσατο τὸν τριάκοντα ὀκτὼ ἔτεσιν ἐν ἀσθενείᾳ παραλελυμένον. ἀπ’ ἐντεῦθεν λοιπὸν πληρωθέντος τοῦ δεκτοῦ ἐνιαυτοῦ ἤρξαντο αὐτὸν διώκειν ἐξότε τὸν ἐπὶ τῆς κολυμβήθρας παραλυτικὸν ἰάσατο
5ἐν σαββάτῳ· εἶτα πάλιν λέγει «ἐπὶ πλεῖον ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ». πῶς οὖν οὐ καταγνωστέαι αἱ αἱρέσεις ἐλλιπῆ ποιοῦσαι τὸν υἱὸν πρὸς τὸν πατέρα; «ἴσον» γὰρ [φασίν] «ἑαυτὸν ποιῶν τῷ θεῷ», λέγει τὸ εὐαγγέλιον. «μετὰ δὲ
10ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος, ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὁρῶντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν οὖν ὁ Ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκεῖ ἐκαθέζετο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ 〈ἐγγὺσ〉 τὸ Πάσχα ἡ ἑορτὴ τῶν Ἰουδαίων.» λοιπὸν ὡς λέγει τὰ ἄλλα εὐαγγέλια,
15παραδοθέντος τοῦ Ἰωάννου ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον· ὡς καὶ αὐτὸς Ἰωάννης συνῳδὰ τοῖς ἄλλοις εὑρίσκεται λέγων. τοῦ γὰρ Πάσχα ἐν μηνὶ Μαρτίῳ ἢ Ἀπριλλίῳ γινομένου ἐξ ἅπαντος δείκνυνται ἄλλοι ὄντες καιροὶ ἐν οἷς ὁ σωτὴρ μετὰ τὸν πειρασμὸν πρὸς τὸν Ἰωάννην ἀφικνεῖται.
20 22. Κατηγοροῦσι δὲ οἱ αὐτοὶ πάλιν τοῦ ἁγίου εὐαγγελιστοῦ, μᾶλλον δὲ αὐτοῦ τοῦ εὐαγγελίου, ὅτι, φησίν, ὁ Ἰωάννης ἔφη δύο Πάσχα τὸν σωτῆρα πεποιηκέναι ἐν περιόδῳ ἐνιαυτῶν δύο, οἱ δὲ ἄλλοι εὐαγγε‐ λισταὶ περὶ ἑνὸς Πάσχα διηγοῦνται. καὶ οὐκ ἴσασιν οἱ ἰδιῶται ὅτι οὐ μόνον δύο Πάσχα ὁμολογεῖ τὰ εὐαγγέλια, ὡς πανταχόθεν ἐδεί‐
25ξαμεν, ἀλλὰ δύο μὲν πρῶτα λέγει καὶ αὐτὸ δὲ ἐν ᾧ πέπονθεν ὁ283 in vol. 2
Haer
.

2

.

284

σωτὴρ ἄλλο Πάσχα, ὡς εἶναι τρία Πάσχα ἀπὸ τοῦ χρόνου τοῦ βαπτίσ‐ ματος καὶ τῆς ἀρχῆς τοῦ κηρύγματος ἐπὶ τρισὶν ἔτεσιν ἕως τοῦ σταυροῦ. Γεννᾶται μὲν γὰρ ὁ σωτὴρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγού‐
5στου βασιλέως τῶν Ῥωμαίων ἐν ὑπατείᾳ τοῦ αὐτοῦ Ὀκταυίου Αὐγού‐ στου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ὡς ἔχει τὰ παρὰ Ῥωμαίοις ὑπατάρια. κεῖται γὰρ ἐν αὐτοῖς οὕτως· «τούτων ὑπατευόντων, φημὶ δὲ Ὀκταυίου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ, ἐγεννήθη Χριστὸς τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων μετὰ δεκατρεῖς ἡμέρας τῆς χειμερινῆς τρο‐
10πῆς καὶ τῆς τοῦ φωτὸς καὶ ἡμέρας προσθήκης.» ταύτην δὲ τὴν ἡμέραν ἑορτάζουσιν Ἕλληνες, φημὶ δὲ οἱ εἰδωλολάτραι, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων, τῇ παρὰ Ῥωμαίοις καλουμένῃ Σατουρνάλια, παρ’ Αἰγυπτίοις δὲ Κρόνια, παρὰ Ἀλεξανδρεῦσι δὲ Κικέλλια. τῇ γὰρ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων τοῦτο τὸ τμῆμα γίνεται, ὅ ἐστι
15τροπή, καὶ ἄρχεται αὔξειν ἡ ἡμέρα τοῦ φωτὸς λαμβάνοντος τὴν προσθήκην, πληροῖ δὲ δεκατριῶν ἡμερῶν ἀριθμὸν εἰς τὴν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ἕως ἡμέρας τῆς τοῦ Χριστοῦ γεννήσεως προσ‐ τιθεμένου τριακοστοῦ ὥρας ἑκάστῃ ἡμέρᾳ· ὡς καὶ ὁ παρὰ τοῖς Σύροις σοφὸς Ἐφραῒμ ἐμαρτύρησε τούτῳ τῷ λόγῳ ἐν ταῖς αὐτοῦ ἐξηγήσεσι
20λέγων ὅτι «οὕτως γὰρ ᾠκονομήθη ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ284 in vol. 2
Haer
.

2

.

285

παρουσία, ἡ κατὰ σάρκα γέννησις εἴτ’ οὖν τελεία ἐνανθρώπησις, ὃ καλεῖ‐ ται Ἐπιφάνεια, ἀπὸ τῆς ἀρχῆς τῆς τοῦ φωτὸς αὐξήσεως ἐπὶ δέκα τριῶν ἡμερῶν διαστήματι· ἐχρῆν γὰρ καὶ τοῦτο τύπον γενέσθαι ἀριθμοῦ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δώδεκα μαθητῶν, ὃς
5〈τὸν〉 τῶν δεκατριῶν ἡμερῶν τῆς τοῦ φωτὸς αὐξήσεως ἐπλήρου ἀριθ‐ μόν». πόσα τε ἄλλα εἰς τὴν τούτου τοῦ λόγου ὑπόθεσίν τε καὶ μαρτυρίαν, φημὶ δὲ τῆς τοῦ Χριστοῦ γεννήσεως, γέγονέν τε καὶ γίνεται. καὶ γὰρ καὶ μέρος τι τῆς ἀληθείας ἀναγκαζόμενοι ὁμολογεῖν οἱ τῆς τῶν εἰδώλων θρῃσκείας ἀρχηγέται καὶ ἀπατηλοὶ εἰς τὸ ἐξα‐
10πατῆσαι τοὺς πεισθέντας αὐτοῖς εἰδωλολάτρας ἐν πολλοῖς τόποις ἑορτὴν μεγίστην ἄγουσιν ἐν αὐτῇ τῇ νυκτὶ τῶν Ἐπιφανείων, εἰς τὸ ἐπὶ τῇ πλάνῃ ἐλπίσαντας μὴ ζητεῖν τὴν ἀλήθειαν. πρῶτον μὲν ἐν Ἀλεξανδρείᾳ ἐν τῷ Κορείῳ 〈οὕ〉τω καλουμένῳ· ναὸς δέ ἐστι μέγιστος τουτέστιν τὸ τέμενος τῆς Κόρης. ὅλην γὰρ τὴν νύκτα
15ἀγρυπνήσαντες ἐν ᾄσμασί τισι καὶ αὐλοῖς τῷ εἰδώλῳ ᾄδοντες καὶ παννυχίδα διατελέσαντες μετὰ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν κατέρ‐ χονται λαμπαδηφόροι εἰς σηκόν τινα ὑπόγαιον καὶ ἀναφέρουσι ξόανόν τι ξύλινον 〈ἐν〉 φορείῳ καθεζόμενον γυμνόν, ἔχον σφραγῖδά τινα σταυροῦ ἐπὶ τοῦ μετώπου διάχρυσον καὶ ἐπὶ ταῖς ἑκατέραις χερσὶν
20ἄλλας δύο τοιαύτας σφραγῖδας καὶ ἐπ’ αὐτοῖς τοῖς δυσὶ γονάτοις285 in vol. 2
Haer
.

2

.

286

ἄλλας δύο, ὁμοῦ δὲ [τὰς] πέντε σφραγῖδας ἀπὸ χρυσοῦ τετυπωμένας, καὶ περιφέρουσιν αὐτὸ τὸ ξόανον ἑπτάκις κυκλώσαντες τὸν μεσαί‐ τατον ναὸν μετὰ αὐλῶν καὶ τυμπάνων καὶ ὕμνων καὶ κωμάσαντες καταφέρουσιν αὐτὸ αὖθις εἰς τὸν ὑπόγαιον τόπον. ἐρωτώμενοι δὲ
5ὅτι τί ἐστι τοῦτο τὸ μυστήριον ἀποκρίνονται καὶ λέγουσιν ὅτι ταύτῃ τῇ ὥρᾳ σήμερον ἡ Κόρη (τουτέστιν ἡ παρθένος) ἐγέννησε τὸν Αἰῶνα. τοῦτο δὲ καὶ ἐν Πέτρᾳ τῇ πόλει (μητρόπολις δέ ἐστι τῆς Ἀραβίας, ἥτις ἐστὶν Ἐδὼμ ἡ ἐν ταῖς γραφαῖς γεγραμμένη) ἐν τῷ ἐκεῖσε εἰδωλείῳ οὕτως γίνεται, καὶ Ἀραβικῇ διαλέκτῳ ἐξυμνοῦσι τὴν
10παρθένον, καλοῦντες αὐτὴν Ἀραβιστὶ Χααμοῦ τουτέστιν Κόρην286 in vol. 2
Haer
.

2

.

287

εἴτ’ οὖν παρθένον καὶ τὸν ἐξ αὐτῆς γεγεννημένον Δουσάρην τουτέστιν μονογενῆ τοῦ δεσπότου. τοῦτο δὲ καὶ ἐν Ἐλούσῃ γίνεται τῇ πόλει κατ’ ἐκείνην τὴν νύκτα, ὡς ἐκεῖ ἐν τῇ Πέτρᾳ καὶ ἐν Ἀλεξανδρείᾳ. ἐκ πολλῶν δὲ ἠναγκάσθημεν παραστῆσαι διὰ τοὺς ἀπειθοῦντας
5ὅτι τὰ Ἐπιφάνεια καλῶς εἴρηται ἡ ἔνσαρκος γέννησις τοῦ σωτῆρος ἡ ἐν Βηθλεὲμ γενομένη, ὀγδόῃ ὥρᾳ γεννηθέντος αὐτοῦ καὶ ἐπιφα‐ νέντος τοῖς ποιμέσι καὶ τῷ κόσμῳ διὰ τῆς τῶν ἀγγέλων μαρτυρίας· ἐπεφάνη δὲ καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσήφ. ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ καὶ ὁ ἀστὴρ ἐφάνη ἐν τῇ ἀνατολῇ τοῖς μάγοις πρὸ δύο ἐτῶν τῆς
10αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ Βηθλεὲμ ἀφίξεως, ὅτε καὶ ἀκριβῶς ὁ Ἡρῴδης ἐπυνθάνετο 〈παρ’〉 αὐτῶν τῶν μάγων τὸν χρόνον τοῦ φα‐ νέντος ἀστέρος καὶ ἤκουσε παρ’ αὐτῶν ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω, ὃ καὶ αὐτὸ τὸ ῥῆμα τῶν Ἐπιφανείων ἐποιεῖτο τὴν ἐπωνυμίαν ἐκ τοῦ τὸν Ἡρῴδην λέγειν «τοῦ φανέντος ἀστέρος». διὸ τῶν μὲν
15λεγόντων ὅτι «ποῦ ἐστιν ὁ βασιλεὺς ὁ τεχθεὶς τῶν Ἰουδαίων; εἴδο‐ μεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ», ὁ Ἡρῴδης οὐ περὶ ψιλοῦ ὀνόματος ἀνθρώπου βασιλέως τὸ πρᾶγμα ἐσκόπησε. διανοηθεὶς γὰρ τὸ πρᾶγμα καὶ θαυμάσας ὅτι πολλοὶ βασιλεῖς ἐγεννήθησαν ἐν Ἱερουσαλήμ, πρῶτος Σαοὺλ ἐκ φυλῆς
20Βενιαμίν, δεύτερος Δαυὶδ ἐκ φυλῆς Ἰούδα καὶ τούτου υἱὸς Σολομῶν, υἱὸς δὲ τοῦ Σολομῶντος Ῥοβοὰμ καὶ τούτου υἱοὶ κατὰ διαδοχήν, καὶ οὐδέποτε ἐπὶ ἑνὶ τούτων γεννηθέντι ἀστὴρ ἐφάνη οὐδὲ ἔλευσις μάγων ἐγένετο ἐπὶ τὸ ἐλθεῖν καὶ προσκυνῆσαι τὸν γεννηθέντα βασι‐
λέα ἀλλ’ ἢ τότε μόνον, —ὅθεν τοῦτο σκεψάμενος [τις] καὶ τὴν διά‐287 in vol. 2
Haer
.

2

.

288

νοιαν αὐτοῦ ἐπὶ τὴν γνῶσιν τῆς ἀληθείας ἠκόντισε, μαθὼν ὅτι τὸ σημεῖον τοῦτο οὐκ ἀνθρώπου ἐστίν, ἀλλὰ κυρίου μόνου. διὸ οὐκέτι περὶ βασιλέως ἠρώτα ἐπιγείου ἢ ἀνθρώπου, ἀλλὰ περὶ Χριστοῦ, λέγων τοῖς γραμματεῦσι καὶ ἱερεῦσι «ποῦ ὁ Χριστὸς γεννᾶται;» καὶ
5ἤκουσε παρ’ αὐτῶν «ἐν Βηθλεὲμ τῆς Ἰουδαίας»· καὶ παρὰ μὲν τού‐ των ἐρωτήσας τὸν τόπον ἔγνω, παρὰ δὲ τῶν μάγων τὸν χρόνον. καὶ γὰρ καὶ αὐτοὶ οἱ μάγοι μετὰ διετίαν ἐν αὐτῇ τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων εἰς Βηθλεὲμ ἐγένοντο καὶ τὰ δῶρα προσήνεγκαν, [καὶ] τὴν σμύρναν καὶ τὸν χρυσὸν καὶ τὸν λίβανον. ἐν αὐτῇ γὰρ τῇ
10ἡμέρᾳ τῶν Ἐπιφανείων αἱ ἀρχαὶ γεγόνασι πολλῶν [πραγμάτων] σημείων τῆς ἐπιφανείας. αὕτη δὲ ἦν ἡ ἡμέρα, ὡς ἄνω προεῖπον καὶ πολλάκις ἀναγκάζομαι λέγειν, ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ τῇ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, μετὰ δεκατρεῖς ἡμέρας τῆς τοῦ φωτὸς καὶ ἡμέρας αὐξήσεως, ἥτις
15ἐστὶν ἀπὸ τῆς τροπῆς τῆς χειμερινῆς τουτέστιν ἀπὸ τῆς πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων ἕως αὐτῆς τῆς γενεθλίου καὶ Ἐπιφανείων ἡμέρας διὰ τὸν προδηλωθέντα τύπον, αὐτοῦ τοῦ σωτῆρος καὶ τῶν δώδεκα αὐτοῦ μαθητῶν τὸν τρισκαιδέκατον ἀριθμὸν πληρούντων. Γεννᾶται οὖν ὁ σωτὴρ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου
20βασιλέως τῶν Ῥωμαίων, ὑπατείᾳ τῇ προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔ‐ γουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι Ῥωμαίοις. ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν Ῥωμαίων πρὸς
25Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος288 in vol. 2
Haer
.

2

.

289

καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα * ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν καταστα‐ θέντος, προσηλύτου μέντοι γε, εἶτα Χριστοῦ γεννηθέντος ἐν Βηθ‐
5λεὲμ τῆς Ἰουδαίας ἐλθόντος τε ἐπὶ τὸ κήρυγμα, ληξάντων τῶν ἀπὸ Ἰούδα καὶ Ἀαρὼν χριστῶν ἡγουμένων, διαρκεσάντων ἕως Ἀλεξάνδρου χριστοῦ ἡγουμένου καὶ Σαλίνας τῆς καὶ Ἀλεξάνδρας· ἐφ’ οἷς ἐπλη‐ ρώθη ἡ προφητεία τοῦ Ἰακώβ, τό «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς
10προσδοκία ἐθνῶν», ὅ ἐστιν ὁ γεννηθεὶς κύριος. ταῦτα πάντα ἐτε‐ λειοῦτο ἀρξάμενα ἀπὸ τῆς γεννήσεως τῆς ἐν Βηθλεέμ, ἣ ἐγένετο ἐν τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς πάσης βασιλείας Αὐγούστου, ὃ ἦν μετὰ πέμπτον ἔτος τῆς ἐπιτροπῆς Ἀντιπάτρου τοῦ πατρὸς Ἡρῴδου, ὅτε φιλία ἦν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ μέρη δομάτων, καὶ μετὰ
15τὴν ἐπιτροπὴν Ἀντιπάτρου τὴν ἀπὸ ἕκτου Αὐγούστου ἕως ἐνάτου αὐτοῦ, Ἡρῴδου [τε] κατασταθέντος ἀπὸ τοῦ δεκάτου ἔτους καὶ μέρους φόρων διδομένου ἕως τρισκαιδεκάτου ἔτους, ὃ ἦν τέταρτον ἔτος τῆς βασιλείας Ἡρῴδου κατασταθέντος ὑπὸ Αὐγούστου· μετὰ δὲ τὸ τέταρ‐ τον ἔτος Ἡρῴδου λοιπὸν τελείως παραδοθείσης τῆς Ἰουδαίας. ἕως
20τριακοστοῦ τρίτου ἔτους Ἡρῴδου, Αὐγούστου δὲ τεσσαράκοντα δύο
ἔτη πληρώσαντος, κρατηθείσης 〈τε〉 τῆς πάσης Ἰουδαίας, ὡς ἔφην,289 in vol. 2
Haer
.

2

.

290

μετὰ τὸ ποιῆσαι αὐτὴν εἰκοσιεννέα ἔτη ὑπόφορον Ῥωμαίοις, καὶ μετὰ τὸ κατασταθῆναι ἐπίτροπον τὸν Ἀντίπατρον Ἡρῴδου πατέρα, μετά τε τὸ Ἡρῴδην βασιλέα κατασταθῆναι ὑπὸ Αὐγούστου ἐν τῷ δεκάτῳ ἔτει τοῦ αὐτοῦ Αὐγούστου ἐπὶ τῆς Ἰουδαίας.
5α. Ταῦτα δὲ ἐπραγματεύθη ἐν ὑπατείᾳ Ὀκταυίου Αὐγούστου τὸ τρισκαιδέκατον καὶ Σιλανοῦ ὑπάτου, ὡς πολλάκις ἔφην, ἥντινα ὑπατείαν διεδέξαντο αἱ ὑποτεταγμέναι ὑπατεῖαι ἀκολούθως οὕτως· β. Λεντούλου καὶ Πίσωνος. γ. Λουκίου Καίσαρος καὶ Παύλου.
10δ. Οὐινδικίου καὶ Οὐάρου. ε. Λαμίου καὶ Σερουιλίου Νοννίου. ϛ. Μάγνου Πομπηίου καὶ Οὐαλερίου. ζ. Λεπίδου καὶ Ἀρουγκίου. η. Καίσαρος καὶ Καπίτωνος.
15θ. Κρητικοῦ καὶ Νερούα. ι. Καμίλλου καὶ Κυϊντιλλιανοῦ. ια. Καμήρου καὶ Σαβίνου. ιβ. Δολαβέλλα καὶ Σιλανοῦ.
ιγ. Λεπίδου καὶ Ταύρου.290 in vol. 2
Haer
.

2

.

291

ιδ. Φλάγκου καὶ Σιλανοῦ. ιε. τῶν δύο Σέξτων. ιϛ. Πομπηΐου Μάγνου καὶ Ἀπουληίου. ιζ. Βρούττου καὶ Φλάγκου.
5ιη. Ταύρου καὶ Λίβωνος. ιθ. Κράσσου καὶ Ῥούφου. κ. Τιβερίου Καίσαρος τὸ δεύτερον καὶ Δρούσου Γερμανοῦ τὸ δεύ‐ τερον. κα. Σιλανοῦ καὶ Βάλβου.
10κβ. Μεσσάλα καὶ Γράτου. κγ. Τιβερίου Καίσαρος τὸ τρίτον καὶ Δρούσου Γερμανοῦ τὸ τρίτον κδ. Ἀγρίππου καὶ Γάλβου. κε. Πολλίωνος καὶ Οὐέτερος. κϛ. Κεθήγου καὶ Οὐάρου.
15κζ. Ἀγρίππου τὸ δεύτερον καὶ Λεντούλου Γάλβου. κη. Γετουλικοῦ καὶ Σαβίνου. κθ. Κράσσου καὶ Πίσωνος. λ. Σιλανοῦ καὶ Νερούα. 23. Καὶ ὁρᾷς ὅτι τριακονταετής ἐστιν χρόνος, διὸ ἐφιλοτιμησά‐
20μεθα τὰς καθεξῆς ὑπατείας ἀκριβῶς θέσθαι, εἰς τὸ τοὺς διερχομένους ἰδεῖν ὅτι οὐκ ἔστιν τι παραπεποιημένον ἐν τῷ θείῳ δόγματι τῆς ἀληθείας, ἀλλὰ μετὰ ἀκριβείας τὰ πάντα τῇ ἐκκλησίᾳ κεκήρυκται, τίς γὰρ ἀριθμήσας τὰς μὴ δυναμένας σφαλῆναι καθ’ εἱρμὸν ὑπατείας
οὐ καταγνώσεται τῶν νομιζόντων διαφωνίαν εἶναι ἐν τῷ τῶν ἐτῶν291 in vol. 2
Haer
.

2

.

292

ἀριθμῷ τῷ παρὰ τοῖς εὐαγγελισταῖς ᾀδομένῳ; διὰ τοῦτο γὰρ καὶ ἔπεσον αἱ πρότερον περὶ Οὐαλεντῖνον καί τινας ἄλλους αἱρέσεις, αἱ μυθωδῶς ἀναγραψάμεναι τοὺς τριάκοντα αἰῶνας, οὓς ἐνόμισαν ἀπεικάζειν τοῖς τοῦ σωτῆρος ἔτεσιν, ἵνα δῆθεν δύνωνται τῶν παρ’
5αὐτοῖς αἰώνων καὶ ἀρχῶν ἀναγράφειν τὴν μυθοποιίαν. εὑρίσκεται γὰρ ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου παρουσίας πάσχων ὁ μονογενὴς ἀπαθὴς ὢν ἄνωθεν θεὸς Λόγος, σάρκα δὲ 〈προσλαβὼν καὶ〉 ἀναδεξάμενος ὑπὲρ ἡμῶν παθεῖν, ἵνα τὸ τοῦ θανά‐ του καθ’ ἡμῶν χειρόγραφον λύσῃ. μετ’ ἐκείνην γὰρ τὴν ὑπατείαν
10τὴν ἐν τῷ τριακοστῷ ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονεν, λεγομένη τῶν δύο Γεμινῶν· εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελ‐ λίωνος, καὶ οὕτως ἐνεστώσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν 〈Ῥούφου καὶ〉 Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐιννικίου κα‐ λεῖσθαι καὶ Λογγίνου Κασσίου, 〈ἐν τῷ τριακοστῷ τρίτῳ αὐτοῦ ἔτει
15ὅπερ ἦν〉 ὀκτωκαιδέκατον Τιβερίου Καίσαρος, πάσχει ὁ σωτὴρ [ἐν] τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων. καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδοι ἑορτῆς Πάσχων ἐν τοῖς εὐαγγελίοις ἐμφέρονται, ἀλλὰ καὶ τριῶν.
2024. Γεννηθέντος γὰρ αὐτοῦ ἐν τῷ Ἰανουαρίῳ μηνὶ τουτέστιν292 in vol. 2
Haer
.

2

.

293

πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων—ἥτις ἐστὶ κατὰ Ῥωμαίους πέμπτη Ἰανουαρίου ἑσπέρα εἰς ἕκτην ἐπιφώσκουσα, κατ’ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, κατὰ Σύρους εἴτ’ οὖν Ἕλληνας Αὐδυναίου ἕκτη, κατὰ Κυπρίους εἴτ’ οὖν Σαλαμινίους πέμπτου πέμπτη, κατὰ Παφίους
5Ἰουλίου τεσσαρεσκαιδεκάτη, κατὰ Ἄραβας Ἀλεὼμ μία καὶ εἰκάς, κατὰ Καππάδοκας Ἀταρτᾶ τρισκαιδεκάτη, κατὰ Ἀθηναίους Μαιμακτηριῶνος πέμπτη, κατὰ Ἑβραίους Τηβὴθ πέμπτη· ἔδει γὰρ καὶ ἐνταῦθα πληρω‐ θῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον «εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ» (λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν)
10«τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου», ὡς τότε παρ’ Ἑβραίοις ἐτελέσθη· ὃ πρῶτον μὲν τῇ ψήφῳ τῶν Ἑβραίων ἐχρῆν πληρωθῆναι, ᾗ καὶ πολλοὶ τῶν ἐθνῶν ἀκολουθήσαντες, φημὶ δὲ Ῥωμαῖοι, πέμπτην αὐτὴν ἑσπερινὴν εἰς ἕκτην ἐπιφώσκουσαν ἐπιτελοῦσι, Κύπριοι δὲ πέμπτην αὐτὴν [τὴν] ἡμέραν τοῦ μηνὸς ἄγουσιν, Αἰγύπτιοι δὲ φύσει
15καὶ Σαλαμίνιοι καὶ αὐτὸν τὸν μῆνα πέμπτον ἄγουσιν, ὡς καὶ οἱ Ἑβραῖοι ἀπὸ τοῦ παρ’ αὐτοῖς ἀγομένου νέου ἔτους πέμπτον αὐτὸν τάττουσι—διῆλθεν οὖν τὰς προειρημένας ὑπατείας εἰκοσιεννέα πλήρης, εἰς δὲ τὴν τριακοστὴν ὑπατείαν, λέγω δὲ *, περὶ τὸν 〈ἑν〉δέκατον μῆνα ἦλθε πρὸς τὸν Ἰωάννην καὶ ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ τῷ
20τριακοστῷ ἔτει τῆς αὐτοῦ ἐνσάρκου γεννήσεως, πρὸ ἓξ εἰδῶν Νοεμ‐
βρίων, τουτέστι κατὰ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, κατὰ Ἕλληνας293 in vol. 2
Haer
.

2

.

294

Δίου ὀγδόῃ, κατὰ Σαλαμινίους τοὺς καὶ Κωνσταντιέας τρίτου Χοιὰκ ἕκτῃ, κατὰ Παφίους Ἀπογονικοῦ ἑκκαιδεκάτῃ, κατὰ Ἄραβας Ἀγγαθαλ‐ βαεὶθ δευτέρᾳ καὶ εἰκάδι, κατὰ Μακεδόνας Ἀπελλαίου ἑκκαιδεκάτῃ, κατὰ Καππάδοκας Ἀρατατὰ πεντεκαιδεκάτῃ, κατὰ Ἀθηναίους Μετα‐
5γειτνιῶνος ἑβδόμῃ, κατὰ Ἑβραίους Μαρεσουὰν ἑβδόμῃ, ὡς ἐπιμαρ‐ τυρεῖ μου τῷ λόγῳ τὸ ἅγιον κατὰ Λουκᾶν εὐαγγέλιον, ὡς πολλάκις ἔφην, ὧδέ πως λέγον «ἦν δὲ ὁ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ»· [καὶ] ἀπ’ ἐντεῦθεν ἀπὸ Ἀθὺρ δωδεκάτης «κηρύττοντος αὐτοῦ τὸν δεκτὸν ἐνιαυτὸν κυρίου»
10κατὰ τὰ ἐν τῷ προφήτῃ Ἠσαΐᾳ προειρημένα ὅτι «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως». 25. Ὡς ἀληθῶς γὰρ ἐκήρυξεν ἐνιαυτὸν κυρίου δεκτόν, τουτέστιν
15μὴ ἀντιλεγόμενον. τὸν γὰρ πρῶτον ἐνιαυτὸν μετὰ 〈τὸ〉 τριακοστὸν ἔτος τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἐκήρυσσε καὶ πάντες κατεδέχοντο, καὶ οὔτε Ἰουδαῖοι ἀντέλεγον οὔτε ἔθνη οὔτε Σαμαρεῖται, ἀλλὰ πάν‐ τες ἡδέως ἤκουον αὐτοῦ. ἐν ᾧ ἐνιαυτῷ ἄνεισιν εἰς Ἱεροσόλυμα, μετὰ τὸ βαπτισθῆναι καὶ διελθεῖν τὰς τεσσαράκοντα ἡμέρας τοῦ
20πειρασμοῦ καὶ ἃς προείπαμεν εἴκοσι ἕως τοῦ πρώτου σημείου καὶ ἐκλέξασθαι τοὺς ἑαυτοῦ μαθητάς· ἀνακάμψας ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὸν Ἰορδάνην καὶ διελθὼν διὰ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐπὶ τὴν Ναζαρὲτ πορευόμενος ἀνέβη δηλονότι εἰς Ἱερουσαλὴμ καὶ ἐν μέσῳ τῆς ἑορτῆς ἐκέκραγε λέγων «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω»,
25καὶ οὕτως ἀπῆλθεν εἰς Ναζαρὲτ καὶ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν Σαμάρειαν καὶ εἰς τὰ μέρη Τύρου. καὶ πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ πάλιν ἄνεισιν εἰς Ἱερουσαλὴμ καὶ λοιπὸν ἐζήτουν αὐτὸν πιάσαι ἐν τῇ ἑορτῇ καὶ ἐφοβήθησαν· ἐν ᾗ ἑορτῇ ἔλεγεν ὅτι «οὐκ
ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην». οὐ γὰρ ἐψεύδετο, μὴ γένοιτο.294 in vol. 2
Haer
.

2

.

295

«μεσαζούσης γὰρ τῆς ἑορτῆς ἦλθε» φησί «καὶ ἀνέβη εἰς Ἱεροσόλυμα», «καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὃν ἐζήτουν πιάσαι; καὶ ἰδοὺ ἐν παρ‐ ρησίᾳ λαλεῖ· μὴ ἄρα ἔμαθον οἱ ἱερεῖς ὅτι οὗτός ἐστιν ὁ Χριστός; ἀλλὰ οἴδαμεν οὗτος πόθεν ἐστί». μυστηριωδῶς γὰρ καὶ πνευματικῶς
5αὐτοῦ διαλεγομένου τοῖς αὐτοῦ ἀδελφοῖς οὐκ ᾔδεισαν τί ἔλεγεν. ἔλεγε γὰρ αὐτοῖς μὴ ἀναβαίνειν εἰς τὸν οὐρανὸν ἐν τῇ ἑορτῇ ἐκείνῃ μηδὲ εἰς τὸν σταυρόν, τοῦ τελειῶσαι τέως τὴν οἰκονομίαν τοῦ πάθους αὐτοῦ καὶ τῆς σωτηρίας τὸ μυστήριον καὶ ἐκ νεκρῶν ἀνα‐ στῆναι καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι· ἅτινα ἐπλήρου πάντα ἐν τῇ
10ἰδίᾳ αὐτοῦ ἐξουσίᾳ. καὶ μετὰ ταῦτα ὡς πληρωθέντος τοῦ διετοῦς χρόνου μετὰ τὸ βάπτισμα καὶ τὴν αὐτοῦ γέννησιν ἀπὸ Νοεμβρίου μηνὸς καὶ ἀπὸ Ἰανουαρίου μηνὸς καὶ [τῶν] ἐπέκεινα, λοιπὸν ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσάρκου ἐνδημίας, μετὰ τὸ ὑπερ‐ βῆναι αὐτὸν τὰς δύο ὑπατείας, ἃς ἔφημεν, τῶν τε δύο Γεμινῶν καὶ
15τὴν Ῥούφου καὶ Ῥουβελλίωνος, λοιπὸν ἐν τῇ τρίτῃ ὑπατείᾳ, ἐν τῷ τρίτῳ μηνὶ αὐτῆς, μετὰ τὸν Ἰανουάριον καὶ Φεβρουάριον ἐν Μαρτίῳ μηνὶ τελειοῖ τὸ τοῦ πάθους μυστήριον ὁ ἀπαθὴς θεὸς Λόγος παθὼν ἐν σαρκὶ δι’ ἡμᾶς, μένων δὲ ἐν ἀπαθείᾳ, ὡς λέγει Πέτρος «θανατω‐ θεὶς σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι».
20 26. Πάσχει δὲ ἐν τῇ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων * ὑπερβεβηκότων αὐτῶν μίαν * ἑσπέραν τουτέστιν ἐν τῇ τεσσαρεσκαι‐
δεκαταίας σελήνης νυκτερινῇ μέσῃ. προέλαβον γὰρ καὶ ἔφαγον τὸ295 in vol. 2
Haer
.

2

.

296

Πάσχα, ὥς φησι τὸ εὐαγγέλιον καὶ ἡμεῖς πολλάκις εἴπαμεν· ἔφαγον
οὖν τὸ Πάσχα πρὸ δύο ἡμερῶν τοῦ * φαγεῖν τουτέστι τῇ τρίτῃ296 in vol. 2
Haer
.

2

.

297

ἑσπέρας ὅπερ ἔδει τῇ πέμπτῃ ἑσπέρας· τεσσαρεσκαιδεκάτη γὰρ οὕτως ἦν ἡ πέμπτη. συλλαμβάνεται δὲ τῇ αὐτῇ τρίτῃ ὀψέ, ἥτις ἦν ἑνδεκάτη τῆς σελήνης νυκτερινὴ πρὸ δεκαὲξ καλανδῶν Ἀπριλλίων τετρὰς ἐπιφώσκουσα δωδεκάτη νυκτερινὴ πρὸ δεκαπέντε καλανδῶν
5Ἀπριλλίων πέμπτη τρισκαιδεκάτη ἡμερινή, νυκτερινὴ δὲ τεσσαρεσκαι‐ δεκάτη πρὸ δεκατεσσάρων καλανδῶν Ἀπριλλίων προσάββατον τεσ‐ σαρεσκαιδεκάτη ἡμερινὴ πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων σάβ‐ βατον πεντεκαιδεκάτη ἡμερινὴ πρὸ δεκαδύο καλανδῶν Ἀπριλλίων ἐπιφώσκουσα κυριακὴ πεντεκαιδεκάτη νυκτερινή· ὅπερ ἦν φωτισμὸς
10Ἅιδου καὶ γῆς καὶ οὐρανοῦ καὶ 〈ἰσότησ〉 νυκτὸς καὶ ἡμέρας, διὰ τὴν πεντεκαιδεκάτην τῆς σελήνης καὶ τὸν τοῦ ἡλίου δρόμον· ὅτι καὶ ἀνάστασις καὶ ἰσημερία πρὸ ἕνδεκα καλανδῶν Ἀπριλλίων 〈ἐγένετο〉, περὶ ἣν πλανηθέντες 〈οἱ Ἰουδαῖοι〉 ὑπέρβατον μίαν ἡμέραν ἐποίησαν, ὡς προεῖπον. ἔχει δὲ ὥρας τινὰς ἡ ψῆφος τῆς λεπτολογίας *,
15ἥτις ἐμπίπτει δι’ ἐτῶν τριῶν, παρ’ αὐτοῖς διαφωνουμένη ἡμέραν μίαν· προστιθέασι γὰρ τῷ σεληνιακῷ δρόμῳ μετὰ τὰς τριακοσίας πεντήκοντα τέσσαρας ἡμέρας καὶ ἄλλας κατ’ ἔτος τέσσαρας ὥρας, ὡς εἶναι εἰς τρία ἔτη ἡμέραν μίαν. διὸ παρ’ αὐτοῖς πέντε μῆνες τελοῦν‐ ται ἐμβόλιμοι εἰς ἔτη δεκατέσσαρα, διὰ τὸ ἀφαιρεῖσθαι ἀπὸ τοῦ
20ἡλιακοῦ δρόμου τῶν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν τὴν * ὥραν μίαν· προστιθεμένων γὰρ τῶν † ὡρῶν λοιπὸν
γίνονται τξε ἡμέραι * παρὰ ὥραν μίαν· ὅθεν οὗτοι ἑξάκις πολυπλα‐297 in vol. 2
Haer
.

2

.

298

σιάσαντες τὰ ιδ ἔτη διὰ † τοῦ πδ ἔτους ἐν τῷ ὀγδοηκοστῷ πέμπτῳ τιθέασιν ἐμβόλιμον ἕνα μῆνα, εἰς τὸ εἶναι τριάκοντα καὶ ἕνα μῆνας εἰς τὰ ὀγδοήκοντα καὶ πέντε ἔτη, οἵτινες ὤφειλον εἶναι κατὰ τὴν ἀκρίβειαν τριάκοντα εἷς μὴν καὶ † κα ἡμέραι καὶ ὧραι γ.
5 27. Ἕνεκεν τοίνυν τούτου τότε σφαλέντες οὐ μόνον προέλαβον θορυβούμενοι τὰς δύο ἡμέρας βεβρωκότες τὸ Πάσχα, ἀλλὰ καὶ τὴν ὑπέρβατον προσθέντες μίαν ἡμέραν *, κατὰ πάντα τρόπον αὐτοὶ μὲν σφαλέντες· ἡ δὲ οἰκονομία τῆς ἀληθείας ἀκριβέστατα πάντα ἡμῖν σωτηριωδῶς εἰργάσατο. ὅθεν καὶ αὐτὸς ὁ σωτὴρ τὸ Πάσχα τελειώσας
10ἐξῆλθεν εἰς τὸ ὄρος μετὰ τὸ βεβρωκέναι «ἐπιθυμίᾳ ἐπιθυμήσας». καὶ ἐκεῖνο τὸ Πάσχα τὸ Ἰουδαϊκὸν μετὰ τῶν μαθητῶν ἔφαγεν, οὐκ ἄλλως ποιήσας, ἀλλὰ καὶ αὐτὸς μετὰ τῶν ποιούντων ἴσως ποιήσας, ἵνα μὴ καταλύσῃ τὸν νόμον, ἀλλὰ πληρώσῃ. καὶ οὕτως μετὰ τὸ ὑπερβῆναι τριακοστὸν ἔτος ὅτε ἐβαπτίσθη
15καὶ μετὰ τὸ τριακοστὸν πρῶτον, κηρύξας πληρέστατον ἐνιαυτὸν δεκτὸν καὶ μὴ ἀντιλεγόμενον, κηρύξας δὲ ἄλλον ἐνιαυτὸν ἀντιλεγό‐ μενον καὶ ἐν διωγμῷ ὄντα ἐγκοτούμενόν τε, καὶ μετὰ τοῦτο ἄλλον ἐνιαυτὸν ὑπερβὰς ἀπὸ τῆς τῶν γενεθλίων αὐτοῦ ἡμέρας τουτέστιν Ἐπιφανείων, ἥτις τυγχάνει πέμπτη εἰς ἕκτην ἐπιφώσκουσα Ἰανουαρίου
20μηνός, κατὰ δὲ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, ἐπὶ ὅλας ἑβδομήκοντα τέσσαρας ἡμέρας, ὡς προείπαμεν, ἕως τῆς πρὸ δεκατριῶν καλανδῶν Ἀπριλλίων, * καὶ κατ’ Αἰγυπτίους Φαμενὼθ τετάρτῃ καὶ εἰκάδι ἐτέλεσε τριάκοντα δύο ἔτη πληρέστατα καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀπὸ Ἐπιφανείων. καὶ ἀναστὰς κατ’ Αἰγυπτίους Φαμενὼθ ἕκτῃ καὶ
25εἰκάδι, ἥτις ἦν ἰσημερία παρελθούσης νυκτὸς καὶ ἰσονυκτία μετὰ τὴν298 in vol. 2
Haer
.

2

.

299

πέμπτην 〈καὶ〉 εἰκάδα καὶ πρὸ ια καλανδῶν Ἀπριλλίων *, ἵνα εὑρε‐ θῶσι πάντες ψευδόμενοι οἱ μὴ ὄντες υἱοὶ τῆς ἀληθείας. 28. Εὐθὺς πρῶτος Οὐαλεντῖνος * δραματουργήσας, τριάκοντα ἡμῖν αἰῶνας ἀπὸ τοῦ τριακονταετοῦς νομίζων * τῆς τοῦ σωτῆρος
5ἀναγωγῆς καὶ ἀνδρώσεως τῆς αὐτοῦ ἡλικίας, οὐκ εἰδὼς ὅτι οὐ τριά‐ κοντα ἔτη μόνον ἐποίησεν, ἀλλὰ ἐν τῷ τριακοστῷ ἐβαπτίσθη μετὰ τὸ πληρῶσαι εἰκοσιεννέα ἔτη καὶ μῆνας δέκα, τῇ δωδεκάτῃ ὡς προεῖπον Ἀθύρ, πρὸ ἓξ εἰδῶν Νοεμβρίων, καὶ μετὰ ταῦτα κηρύξας * ἐνιαυτὸν κυρίου δεκτὸν καὶ μετὰ τὸν 〈πρῶτον〉 ἐνιαυτὸν ἄλλον ἐνιαυτὸν ἀν‐
10τιλεγόμενον καὶ ἑβδομήκοντα τέσσαρας ἡμέρας ἀντιλεγομένας, ἐξότε ἐβαπτίσθη πρὸ 〈ἑξήκοντα ἡμερῶν〉 τῶν αὐτοῦ γενεθλίων· ὥστε εἶναι τὰ πάντα ἔτη τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἕως τοῦ πάθους ἀπὸ τῆς γεννήσεως λβ ἔτη καὶ οδ ἡμέρας, ἀπὸ δὲ ἀρχῆς * ὑπατείας Σιλα‐ νοῦ καὶ Νερούα δύο ἔτη καὶ ρλδ ἡμέρας. καὶ ἐλήλεγκται μὲν ἐνταῦθα
15ὁ προειρημένος Οὐαλεντῖνος καὶ οἱ πολλοὶ οἱ κατ’ αὐτὸν ἀφραίνον‐ τες. ἠλέγχθησαν δὲ καὶ οἱ ἀποβαλλόμενοι τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, οὓς δικαίως Ἀλόγους καλέσαιμι, ἐπειδὴ τὸν Λόγον τοῦ θεοῦ ἀποβάλλονται, τὸν διὰ Ἰωάννου κηρυχθέντα πατρικὸν θεὸν Λόγον, ἀπ’ οὐρανοῦ κατεληλυθότα καὶ σωτηρίαν ἡμῖν ἐργασάμενον
20〈διὰ〉 τῆς πάσης ἐνσάρκου αὐτοῦ παρουσίας, ὅτι ἀπό τε τῶν ὑπα‐ τειῶν καὶ ἀπὸ τῶν ἐτῶν καὶ ἀπὸ τῆς συστάσεως τοῦ προφήτου Ἠσαΐου καὶ ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ ἀπὸ τοῦ κατὰ Ἰωάννην καὶ ἀπὸ τοῦ κατὰ Ματθαῖον καὶ ἀπὸ τοῦ κατὰ Μάρκον καὶ ἁπαξαπλῶς πανταχόθεν ἠλέγχθησαν οἱ πεπλανημένοι, ὅτι οὐ
25μόνον ἓν Πάσχα μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος κατὰ περίοδον χρόνου ἐνιαυτοῦ ἀπετέλεσεν, ἀλλὰ καὶ περιόδους τριῶν ὑπατειῶν παρά τι ἐπλήρωσε μετὰ τὸ ἀπὸ τοῦ Ἰωάννου βάπτισμα. καὶ ἐξέ‐
πεσεν ὁ τῶν ἀπαρακολουθήτων λόγος παντάπασι τῆς πλάνης * καὶ299 in vol. 2
Haer
.

2

.

300

ἀνοίας καὶ ἀμαθίας, οὐ μόνον μὴ γινωσκούσης τὴν ἑαυτῆς ζωήν, ἀλλὰ καὶ ψευδῶς κατὰ τῆς ἀληθείας μάτην ἐπιστρατευομένης. 29. Εὑρήκαμεν γὰρ καὶ ἐμφερόμενόν που 〈ἐν〉 τοῖς λόγοις τού‐ τοις γεγραμμένον ὅτι ὁ ἐκ τοῦ θεοῦ Λόγος [τοῦ θεοῦ] ἐγεννήθη περὶ
5τὸ τεσσαρακοστὸν ἔτος Αὐγούστου, ὅπερ λέληθε τὸν γράψαντα, ἢ τῆς διὰ τοῦ βῆτα ψήφου ἀπαλειφθείσης καὶ τοῦ μῦ μόνον παραμε‐ μενηκότος μ ἐποίησε μόνα ἔτη· τῷ γὰρ τεσσαρακοστῷ δευτέρῳ ἔτει Αὐγούστου ἐγεννήθη. φάσκει δὲ ὅτι πρὸ δεκαδύο καλανδῶν Ἰου‐ λίων ἢ Ἰουνίων (οὐκ ἔχω λέγειν) ἐν ὑπατείᾳ Σουλπικίου Καμμαρίνου
10† Βεττέῳ Πομπηιανῷ ὑπάτοις 〈συνελήφθη〉· 〈καὶ〉 τοῦτο δὲ ἐσκό‐ πησα, ὅτι οἱ εἰπόντες τὴν ἡμέραν τῆς συλλήψεως καὶ ὡς εὐηγ‐ γελίσατο ὁ Γαβριὴλ τὴν παρθένον, εἶπαν 〈τοῦτο διὰ〉 τὴν ὑπόνοιαν [τῶν] τινῶν † λεγόντων ἐν παραδόσει ὡς ὅτι διὰ ἑπτὰ μηνῶν ἐγεν‐ νήθη. εὑρήκαμεν γὰρ ἀπὸ τούτου τοῦ † προπόσων ἕως ἑνδεκάτης
15Τυβὶ καὶ πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων, ὅτε ἀληθῶς τὰ θεοφάνεια ἐγένετο καὶ ἐγεννήθη, ἑπτὰ μηνῶν χρόνον κατὰ τὸν σεληνιακὸν δρό‐ μον παρὰ ἡμέρας τέσσαρας. ὥστε οὖν εἰ εὕροις ἐν παρασημειώσεσί που 〈ταῦτα〉 γεγραμμένα, μὴ σφάλλου περὶ τὴν εἴδησιν. τῷ μὲν γὰρ ὄντι ἡ βεβαία γέννησις τοῦ Χριστοῦ Τυβὶ ἑνδεκάτη ἐστί. τινὲς δέ
20φασιν ὡς δέκα μῆνας ἐνεκυμονήθη παρὰ ἡμέρας ιδ καὶ ὥρας ὀκτώ,
ὡς εἶναι ἐννέα μῆνας καὶ ἡμέρας δεκαπέντε καὶ ὥρας τέσσαρας,300 in vol. 2
Haer
.

2

.

301

αἰνιττόμενοι τὸ παρὰ τῷ Σολομῶντι εἰρημένον «δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι». ὅμως ἐκ πανταχόθεν 〈δέδεικται ὅτι τῇ〉 ἑνδεκάτῃ Τυβὶ κατ’ Αἰγυπτίους ἡ προειρημένη τοῦ κυρίου ἔνσαρκος γέννησις ἐγένετο.
5καὶ περὶ αὐτὴν τὴν ἑνδεκάτην μετὰ ἔτη τριάκοντα γέγονε τὸ πρῶτον σημεῖον ἐν Κανᾷ τῆς Γαλιλαίας, ὅτε τὸ ὕδωρ οἶνος ἐγένετο. 30. διὸ καὶ ἐν πολλοῖς τόποις ἄχρι τῆς δεῦρο τουτὶ γίνεται διὰ τὸ τότε γεγενημένον θεοσήμειον εἰς μαρτύριον τοῖς ἀπιστοῦσιν, ὡς μαρ‐ τυροῦσιν ἐν πολλοῖς τόποις πηγαί τε καὶ ποταμοὶ εἰς οἶνον μεταβαλ‐
10λόμενοι· Κιβύρης μὲν τῆς πόλεως τῆς Καρίας ἡ πηγή, καθ’ ἣν ἤντλησαν ὥραν οἱ διάκονοι καὶ εἶπεν «δότε τῷ ἀρχιτρικλίνῳ»· μαρ‐ τυρεῖ δὲ καὶ ἡ ἐν Γεράσῃ τῆς Ἀραβίας πηγὴ ὡσαύτως· αὐτοὶ 〈γὰρ ἡμεῖσ〉 πεπώκαμεν ἀπὸ τῆς Κιβυρ〈ικ〉ῆς, ἡμέτεροι δὲ ἀδελφοὶ ἀπὸ τῆς ἐν Γεράσῃ πηγῆς τῆς ἐν τῷ μαρτυρίῳ. πολλοὶ δὲ καὶ ἐν Αἰγύπτῳ
15περὶ τοῦ Νείλου τοῦτο μαρτυροῦσι. διόπερ ἐν τῇ ἑνδεκάτῃ τοῦ Τυβὶ κατ’ Αἰγυπτίους πάντες ὑδρεύονται ὕδωρ καὶ ἀποτιθέασιν ἐν αὐτῇ
τῇ Αἰγύπτῳ καὶ ἐν πολλαῖς πατρίσιν.301 in vol. 2
Haer
.

2

.

302

οὕτως γὰρ εὑρίσκεται μετὰ τὴν δωδεκάτην Ἀθύρ, ἀπελθόντος καὶ πειρασθέντος τεσσαράκοντα ἡμέρας καὶ ἐλθόντος εἰς Ναζαρὲτ καὶ μείναντος ὡσεὶ ἑβδομάδας δύο καὶ ἡμέρας τρεῖς, κατελθεῖν ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην διατελέσαι τε πρώτην καὶ δευτέραν
5ἡμέραν καὶ ἀνακάμψαι εἰς Ναζαρὲτ καὶ μεῖναι ὡσαύτως πρώτην καὶ δευτέραν ἡμέραν καὶ ἐξελθεῖν τῇ τρίτῃ ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς πληροῦσθαι τὰς πάσας ἡμέρας ξ ἀπὸ τοῦ βαπτίσματος, τεσσαράκοντα μὲν τοῦ πειρασμοῦ καὶ τὰς εἰς Ναζαρὲτ δύο ἑβδομάδας 〈καὶ δύο ἡμέρασ〉 καὶ τὰς ἄλλας δύο, καὶ τῇ τρίτῃ τὸ σημεῖον τοῦ ὕδατος ἐν
10τῷ γάμῳ γεγενῆσθαι. μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελ‐ θόντα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου. διὸ λέγουσι «ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμεν ἐν Καφαρναούμ σε πεποιη‐ κέναι»· ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰς Καφαρναοὺμ ἐκεῖθεν
15διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ’ οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν 〈τε〉 τοὺς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν. κατὰ γὰρ τὴν ἀκολουθίαν, ὡς ἔφαμεν, μετὰ τὰς μ 〈ἡμέρασ〉 καὶ τὰς ἄλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς 〈ἐν Ναζαρὲτ〉 πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέραν καὶ τὴν
20αὔριον· 〈ἀπ’〉 αὐτοῦ δὲ ἀνακάμψαντος εἰς Ναζαρὲτ καὶ μείναντος ἀπὸ
ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντή‐302 in vol. 2
Haer
.

2

.

303

σαντος Φιλίππῳ, ὅ εἰσι δύο ἡμέραι, λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρώτας δύο, ἃς ἐλθὼν ἔμεινεν, 〈λέγον〉 «τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλι‐ λαίας», ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας· ἐν γὰρ τῇ τρίτῃ ἡμέρᾳ τῆς
5ἐν τῇ καρδίᾳ τῆς γῆς αὐτοῦ πραγματείας, ἧς † ἐν τῇ γῇ ἐποίησε μετὰ τὸ πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ· Κανᾶ γὰρ ἑρμη‐ νεύεται ἡ κτησαμένη. τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ’ ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν «ὑπὲρ τῆς κλη‐ ρονομούσης» καὶ τὰ ἑξῆς; γάμος γὰρ ὡς ἀληθῶς οὗτος εὐλογημένος,
10ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν. ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγο‐ νός· καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβακχευομένων ἐπιστύψῃ 〈διὰ〉 τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰς εὐφρασίαν 〈διὰ〉 τοῦ
15λυσιπόνου οἴνου καὶ τῆς χάριτος, ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ † κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροΐζων 〈τε〉 αὐτὸ ἐν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων. ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα,
20ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον. ὅμως δύο Πάσχα μὲν μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ σωτὴρ ποιεῖται καὶ τῷ τρίτῳ πάσχει, ὡς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν καὶ μηνῶν καὶ ὑπατειῶν. καὶ πανταχόθεν διέπεσεν
τούτων πεπλανημένος ὁ λόγος, τῶν εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα303 in vol. 2
Haer
.

2

.

304

ἐχόντων καὶ μηδ’ ὁποτέρου τῶν εὐαγγελιστῶν ἀντίθετα πρὸς τὸν ἕτερον ἔχοντος. 31. Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον. φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις,
5ὅτι «ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ», ἵνα δείξῃ σάββατον πρῶ‐ τον εἶναι τὸ ἀπ’ ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέ‐ ρας ἀνακυκλούμενον, [τοῦτο εἶναι πρῶτον]· δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον. φάσκει γὰρ ὅτι «λήψῃ σαυτῷ πρόβατον
10ἐνιαύσιον ἄμωμον ἄρσεν (ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος) ἀπὸ δεκά‐ της τοῦ μηνὸς καὶ ἔσται διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκά‐ της καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ· καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καὶ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέρας καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν». καὶ ὁρᾶτε ὅτι δεύτερον καλεῖται σάββατον
15μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ. εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλού‐ μενον δεύτερον καλεῖται πρῶτον, ἵνα δείξῃ ἐντεῦθεν ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου χρόνου ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ
20Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἱ ἄλλοι. οὕτως γὰρ φάσκει ὁ νόμος «ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ’ ἀρχῆς δράγ‐ ματος τοῦ βαλεῖν δρέπανον ἐπ’ ἀμητῷ καὶ ποιήσεις ἑβδόμην ἑβδο‐ μάδα ἡμέραν ἁγίαν κυρίου», σημαίνων περὶ Πεντηκοστῆς. μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα εἴσω τριῶν ἡμερῶν τουτέστιν μετὰ τρεῖς ἡμέρας
25τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν,
τῆς γῆς αὐτὸ προφερούσης καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ’304 in vol. 2
Haer
.

2

.

305

αὐτῆς ἐν τῇ ἀναστάσει 〈ἐκ〉 τοῦ μνήματος καὶ μένοντος σὺν τοῖς μαθηταῖς τὰς τεσσαράκοντα ἡμέρας καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ πατρί· τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα ὃ ἐδράξατο ἀπὸ Μαρίας,
5ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω. οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει· «οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει» κατὰ τὸ γεγραμμένον. καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον. πόθεν δὲ οὐκ ἔχομεν
10τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτος φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον. φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ καὶ τῶν μαθητῶν ὡς μετὰ τὸν τῶν τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖται ὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες.
15 32. Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοῦτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ’ ἑαυτῶν μᾶλλον ὁπλί‐ ζονται ἤπερ κατὰ τῆς ὑγιοῦς διδασκαλίας. φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάζοντες οὕτως· «τί με, φησίν, ὠφελεῖ ἡ Ἀπο‐
20κάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ σαλπίγ‐ γων;» οὐκ εἰδότες πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τὰ τοιαῦτα ὑπῆρξεν [ἐν] τῇ ὀρθότητι τοῦ κηρύγματος. ὅσα γὰρ ἦν ἐν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου πνεύματος εἰς ἡμῶν σωτηρίαν «τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ»
25ἀποκαλύψαι, τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κη‐ ρύττων, * πνευματικῶς δὲ ἡμῖν τὰ αὐτὰ ᾠκονόμει. καὶ ἐκ δερμά‐ των μὲν τότε κατασκευάζει τὴν σκηνήν, τῶν δερμάτων ἠρυθροδανω‐
μένων καὶ ὑακινθίνων καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε305 in vol. 2
Haer
.

2

.

306

σκηνὴν μὲν οὖσαν, ἀπεκδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ. δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ· ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ
5ῥητοῦ ὅτι «κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω». ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι * ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία, ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἢ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς
10νοήσωμεν ἀπ’ οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγά‐ λῃ». σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ. διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἡμῖν· «σαλπίσει, γάρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται».
15 εἰ δὲ χλευάζονται παρ’ ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ σάλπιγξ εἰρημένη· «καταβήσεται, γάρ φησιν, κύριος ἀπ’ οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν φωνῇ ἀρχαγγέλου». συνᾴδοντος τοίνυν τοῦ
20Παύλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τις ὑπολείπεται ἀντιλογία; πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ θεοῦ ἐν ἑκάστῳ 〈ὑπὲρ〉 τῶν ἁγίων δεδωκότος μαρτυρίαν; 33. Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ αὐτῇ Ἀποκαλύψει καὶ φάσκουσιν ἀντιλέγοντες ὅτι «εἶπεν πάλιν·
25γράψον τῷ ἀγγέλῳ τῆς ἐκκλησίας τῆς ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείροις. πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ;» καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς † ἀναγκάζοντες ἐξ αὐτῶν ὧν
κηρύττουσι ὑπὲρ τῆς ἀληθείας ὁμολογεῖν. ἐὰν γὰρ εἴπωσιν «οὐκ ἔνι306 in vol. 2
Haer
.

2

.

307

νῦν ἐκκλησία εἰς Θυάτειρα» δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάν‐ νην. ἐνοικησάντων γὰρ τούτων ἐκεῖσε [καὶ] τῶν κατὰ Φρύγας καὶ δίκην λύκων ἁρπαξάντων τὰς διανοίας τῶν ἀκεραίων πιστῶν, μετή‐ νεγκαν τὴν πᾶσαν πόλιν εἰς τὴν αὐτῶν αἵρεσιν, οἵ τε ἀρνούμενοι
5τὴν Ἀποκάλυψιν κατὰ τοῦ λόγου τούτου εἰς ἀνατροπὴν κατ’ ἐκεῖνο καιροῦ ἐστρατεύοντο. νῦν δὲ διὰ τὸν Χριστὸν ἐν τῷ χρόνῳ τούτῳ, μετὰ χρόνον ριβ ἐτῶν, ἔστιν 〈ἐκεῖ〉 ἡ ἐκκλησία καὶ αὔξει, 〈εἰ〉 καὶ ἄλλοι τινὲς ἐκεῖσε τυγχάνουσι· τότε δὲ ἡ πᾶσα ἐκκλησία ἐκενώθη εἰς τὴν κατὰ Φρύγας. διὸ καὶ ἐσπούδασε τὸ ἅγιον πνεῦμα ἀποκαλύψαι
10ἡμῖν πῶς ἤμελλε πλανᾶσθαι ἡ ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἀπο‐ στόλων, τοῦ τε Ἰωάννου καὶ τῶν καθεξῆς, ὃς ἦν χρόνος μετὰ τὴν
τοῦ σωτῆρος ἀνάληψιν *, ἐπὶ ἐνενήκοντα τρισὶν ἔτεσιν, ὡς μελλού‐307 in vol. 2
Haer
.

2

.

308

σης τῆς ἐκεῖσε ἐκκλησίας πλανᾶσθαι καὶ χωνεύεσθαι ἐν τῇ κατὰ Φρύγας αἱρέσει. οὕτω γὰρ εὐθὺς διελέγχει 〈αὐτοὺσ〉 ὁ κύριος ἐν τῇ Ἀποκαλύψει λέγων «γράψον τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας· τάδε λέγει ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ
5πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ ἀγάπην καὶ τὴν διακονίαν, καὶ ὅτι τὰ ἔσχατά σου πλείονα τῶν πρώτων. ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾶν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν. καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι καὶ
10οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς». οὐχ ὁρᾶτε, ὦ οὗτοι, ὅτι περὶ τῶν γυναικῶν λέγει τῶν ἐν οἰήσει προφητείας ἀπατωμένων καὶ ἀπατωσῶν πολλούς; φημὶ δὲ περὶ Πρισκίλλας καὶ Μαξιμίλλας καὶ Κυϊντίλλας, ὧν ἡ ἀπάτη οὐ λέληθε τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ προεθέσπισε προφητικῶς ἐν τῷ στόματι τοῦ ἁγίου Ἰωάννου, πρὸ
15κοιμήσεως αὐτοῦ προφητεύσαντος ἐν χρόνοις Κλαυδίου Καίσαρος καὶ ἀνωτάτω, ὅτε εἰς τὴν Πάτμον νῆσον ὑπῆρχεν· ὁμολογοῦσι γὰρ καὶ οὗτοι ἐν Θυατείροις ταῦτα πεπληρῶσθαι. ἄρα γοῦν κατὰ προφητείαν ἔγραφε τοῖς ἐκεῖ ἐν Χριστῷ κατ’ ἐκεῖνο καιροῦ πεπολιτευμένοις ὅτι ἤμελλεν ἑαυτὴν γυνὴ προφῆτιν καλεῖν. καὶ διέπεσεν ὁ κατὰ τῆς
20ἀληθείας ἐπεγειρόμενος πανταχόθεν ἐπινενοημένος λόγος, δεικνυμένου τοῦ κατὰ τὴν Ἀποκάλυψιν λόγου προφητικοῦ ὄντος ἐκ πνεύματος ἁγίου κατὰ ἀλήθειαν. 34. Ἐπαίρονται δὲ πάλιν τῇ διανοίᾳ οἱ αὐτοὶ λεξιθηροῦντες ἀπείρως, ἵνα δόξωσι παρεκβάλλειν τὰ τοῦ ἁγίου ἀποστόλου βιβλία,
25φημὶ δὲ τοῦ αὐτοῦ Ἰωάννου τό τε εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν (τάχα δὲ καὶ τὰς ἐπιστολάς· συνᾴδουσι γὰρ καὶ αὗται τῷ εὐαγγελίῳ
καὶ τῇ Ἀποκαλύψει), καί φασιν ὅτι «εἶδον, καὶ εἶπε τῷ ἀγγέλῳ· λῦσον308 in vol. 2
Haer
.

2

.

309

τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου. καὶ ἤκουσα τὸν ἀριθ‐ μὸν τοῦ στρατοῦ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες καὶ ἦσαν ἐνδεδυμέ‐ νοι θώρακας πυρίνους καὶ θειώδεις καὶ ὑακινθίνους». ἐνόμισαν γὰρ οἱ τοιοῦτοι μή πη ἄρα γελοῖόν 〈τί〉 ἐστιν ἡ ἀλήθεια. ἐὰν γὰρ λέγῃ
5τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, ἵνα δείξῃ τὰς διαφορὰς τῶν ἐκεῖσε ἐθνῶν καθεζομένων ἐπὶ τὸν Εὐφράτην, οἵτινές εἰσιν Ἀσσύριοι, Βαβυλώνιοι καὶ Μῆδοι καὶ Πέρσαι. αὗται γὰρ αἱ τέσσαρες βασιλεῖαι κατὰ διαδοχὴν ἐν τῷ Δανιὴλ ἐμφέρονται, ὧν πρῶτοι Ἀσσύριοι ἐβασίλευσαν καὶ Βαβυλώνιοι ἐν χρόνοις αὐτοῦ,
10Μῆδοι δὲ διεδέξαντο, μετ’ αὐτοὺς δὲ Πέρσαι, ὧν πρῶτος γέγονε Κῦ‐ ρος βασιλεύς. τὰ γὰρ ἔθνη ὑπὸ ἀγγέλους τεταγμένα εἰσίν, ὡς ἐπι‐ μαρτυρεῖ μοι Μωυσῆς ὁ ἅγιος τοῦ θεοῦ θεράπων, τὸν λόγον κατὰ ἀκολουθίαν ἑρμηνεύων καὶ λέγων «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν
15ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». εἰ οὖν τὰ ἔθνη ὑπὸ
ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε· «λῦσον τοὺς τέσσαρας ἀγγέ‐309 in vol. 2
Haer
.

2

.

310

λους τοὺς ἐπὶ τοῦ Εὐφράτου», ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον, ἕως καιροῦ μακροθυμίας κυρίου, ἕως προστάξῃ δι’ αὐτῶν ἐκδικίαν γενέσθαι τῶν ἁγίων αὐτοῦ. κρα‐ τοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος, μὴ ἔχοντες
5καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοὺς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς εἰς τοὺς ἁγίους ὕβρεως. λύονται δὲ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ λοιποὶ προφῆται· καὶ γὰρ κινούμενοι οἱ ἄγγελοι κινοῦσι τὰ ἔθνη εἰς ὁρμὴν ἐκδικίας. ὅτι δὲ θειώδεις καὶ πυρίνους καὶ ὑακινθίνους
10θώρακας ἐσήμαινεν, οὐδεὶς ἀμφιβάλλῃ. ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν. τὰ μὲν γὰρ θειώδη ἱμάτια χρόα τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρεᾶ, τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κόκκινα ἐνδύματα καὶ τὰ ὑακίνθινα, ἵνα δείξῃ τὴν καλλαΐνην ἐρεᾶν. 35. Ἀλλὰ οὗτοι μὴ δεξάμενοι πνεῦμα ἅγιον ἀνακρίνονται μὲν
15πνευματικῶς, μὴ νοοῦντες τὰ τοῦ πνεύματος καὶ κατὰ τῶν λόγων τοῦ πνεύματος βουλόμενοι λέγειν καὶ οὐκ εἰδότες τὰ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ χαρίσματα, ἅτινα ἀληθῶς καὶ εὐσταθῶς ἐν παρακολουθήσει καὶ ἐρρωμένῳ νῷ τὸ πνεῦμα τὸ ἅγιον διηγήσατο, οἵ τε ἅγιοι προ‐ φῆται καὶ οἱ ἅγιοι ἀπόστολοι· ἐν οἷς καὶ ὁ ἅγιος Ἰωάννης διά τε
20τοῦ εὐαγγελίου καὶ τῶν ἐπιστολῶν καὶ τῆς Ἀποκαλύψεως ἐκ τοῦ αὐτοῦ χαρίσματος τοῦ ἁγίου μεταδέδωκε τῇ ἁγίᾳ ἐκκλησίᾳ. φθάνει δὲ καὶ ἐπ’ αὐτοὺς τὸ εἰρημένον ὅτι «τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα
τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν310 in vol. 2
Haer
.

2

.

311

τῷ μέλλοντι». καὶ γὰρ κατὰ τῶν ῥημάτων τῶν ὑπὸ τοῦ πνεύματος εἰρημένων οὗτοι ἐστρατεύσαντο. Τῶν δὲ τοιούτων καὶ τοσούτων εἰρημένων κατὰ τῆς τοιαύτης αἱρέσεως ἱκανῶς ἔχειν νομίσαντες καὶ ὡς σκολόπενδραν ἢ ἴουλον
5καλούμενον ἑρπετὸν πολύποδα, ὀλίγον μὲν τῇ δυνάμει καὶ τῇ περιω‐ δυνίᾳ τοῦ ἰοῦ, πολύπουν δὲ καὶ μακροείκελον, τῇ τοῦ θεοῦ δυνάμει καὶ ἀληθείᾳ καταπατήσαντες ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες σὺν τῇ τοῦ θεοῦ δυνάμει ἴωμεν, ἀγαπητοί.
Κατὰ Ἀδαμιανῶν λβ, τῆς δὲ ἀκολουθίας νβ.
10 1. Ἀσπάλακα καλοῦσί τι ζῷον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον τετρά‐ πουν ῥῆττόν τε τὴν γῆν καὶ ἐν τοῖς μυχαιτάτοις αὐτῆς ἔχον ἑαυτοῦ τὴν οἴκησιν. τὰ δὲ πάντα τοῦ ζῴου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνός, τὴν 〈αὐτὴν〉 περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδ’ ὅλως ὑπάρ‐ χει ὅρασις. ἐρημωτικὸν δὲ ὂν τὸ ζῷον κάτωθεν ἐκριζοῖ πάντα τὰ
15τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυήλατα πάντα μάλιστα καὶ τὰ δριμέα φυτεύματα κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων. ἐὰν δὲ λαθὼν ἐν τῷ ῥήττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω εἰς τὸν ἀέρα γενέσθαι ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γελοῖόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῷον
20θηρεύσασιν. οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ
χεῖρας 〈οὔσησ〉 αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει καὶ311 in vol. 2
Haer
.

2

.

312

ἀνοητεῖ, ἐρημίαν δὲ ἑαυτῇ ἐργάζεται καὶ τὴν στάσιν ἑαυτῆς κάτωθεν ἐκτέμνει, ῥιζῶν τε πολλῶν 〈φημὶ δὲ〉 τῶν εἰς αὐτὴν ἐμπεπτωκότων ἀνδρῶν τὴν λύμην ἀπεργάζεται. τοῖς δὲ συνετοῖς εἴ ποτε γένοιτο κατοπτευθῆναι αὐτήν, γέλωτα οὐ τὸν τυχόντα παρασκευάζει· ὡς καὶ
5τὸ προειρημένον ζῷον διὰ τὴν αὐτοῦ τύφλωσιν ἐμπαιζόμενον 〈καὶ〉 διὰ τὴν ἀορασίαν [καὶ] μὴ εὑρίσκον ποῦ τὴν εἰσαγωγὴν ποιήσασθαι, οὕτως καὶ αὕτη ἡ αἵρεσις. ἐπέθεντο γὰρ ἑαυτοῖς τοῦ Ἀδὰμ τὸ ὄνομα. τοῦτο δὲ ἀπὸ ἀκοῆς ἀνδρῶν πολλῶν ἀκηκοότες φαμέν· οὐ γὰρ ἐν συγγράμμασιν ηὕραμεν οὔτε μὴν περιετύχομεν τοιούτοις τισί.
10 πολλῶν οὖν εἰρηκότων ἄξιον καὶ αὐτῆς μνησθῆναι ἐδικαιώσαμεν. διὸ καὶ δικαίως ταύτην παρεικάσαμεν τῷ προειρημένῳ τυφλῷ ζῴῳ καὶ ἀνδράσιν οὐ τάχιον φαινομένῳ, διὰ τὸ κρύβδην ἐν τῇ γῇ εἶναι καὶ κάτωθεν τὴν λύμην ἐργάζεσθαι. περιγέλαστος δέ ἐστι, καὶ ἐσκεπτόμην μηδ’ ὅλως εἰς ἀριθμὸν αὐτὴν φέρειν. διὰ δὲ τὸ ὅλως
15ἦχον αὐτῆς εἶναι ἐν κόσμῳ, οὐδὲν λυπήσειε τὸν συνετὸν ἀκροατὴν περὶ πάντων εἰδέναι τῶν ἐν τῷ κόσμῳ ὑπὸ τοῦ διαβόλου ζιζανίων ἐσπαρμένων. εἴτε γὰρ ἔστιν ἡ τοιαύτη εἴτε μὴ ἔστι, πολλῶν λεγόν‐ των ἀκηκοότι ἀσφαλείας χάριν καὶ περὶ αὐτῆς εἰπεῖν εὔλογόν μοι πέφηνε καὶ μὴ παραλεῖψαι, κἄν τε καταλέλυται καὶ οὐκέτι ὑπάρχει.
20οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι. τί δὲ εἰς μακρὸν ἀποτείνομαι χρόνον τῷ προοιμίῳ χρώμενος πρὸς διήγησιν; ἄρξομαι δὲ τὸ γελοῖον διηγεῖσθαι, μᾶλλον δὲ τὸ πένθος· ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, 〈πένθος μὲν〉 ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασ‐
25μένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανε‐ νοημένων. 2. Πρῶτον γάρ φασι τοὺς τοιούτους τὰς αὐτῶν ἐκκλησίας ἤτοι φωλεοὺς καὶ σπήλυγγας (οὕτω γὰρ εἴποιμι τὰς τῶν αἱρέσεων συνε‐ λεύσεις) ἐν ὑποκαύστοις οἰκοδομεῖσθαι ὑποκαίειν τε κάτωθεν, διὰ τὸ
30εἶναι αἴθμην εἰς θάλψιν τῶν ἔνδον ἐν τῷ οἰκίσκῳ συναγομένων. ἐν312 in vol. 2
Haer
.

2

.

313

δὲ τῷ εἰσιέναι ἱματιοφύλακές εἰσί τινες πρὸς ταῖς θύραις δίκην καμψαρίων ὑπ’ αὐτῶν ἐπιτεταγμένοι καὶ ἕκαστος εἰσιών, ἤτοι ἀνὴρ ἤτοι γυνή, ἐκδυόμενος ἔξω εἴσεισι γυμνὸς ὡς ἀπὸ μητρὸς ὅλῳ τῷ σώματι, οἵ τε δοκοῦντες αὐτῶν ἀρχηγοὶ καὶ διδάσκαλοι πάντες ὡς ἐκ μητρὸς
5καθέζονται, οἱ μὲν ἄνω οἱ δὲ κάτω ἀναμὶξ καὶ σποράδην. εἰσὶ δὲ πάντες παρ’ αὐτοῖς ἐγκρατεῖς δῆθεν λεγόμενοί τε καὶ κομπάζοντες, καὶ παρθένοι, ὡς ἑαυτοὺς ἀπατῶσι· τάς τε ἀναγνώσεις καὶ τὰ ἄλλα αὐτῶν πάντα γυμνοὶ ὄντες τελοῦσιν. εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι· φά‐
10σκουσι γὰρ αὐτὸν 〈εἶναι〉 τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας. ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδει‐ σον καὶ αὐτοὺς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν. τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ
15γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου. ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ 〈μετὰ〉 πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ 〈εὖ〉 μάλα ἐκ
20θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωΐας ἐμπε‐ πλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην. τού‐ των δὲ τοιούτων ἐπιδεομένων δήλη παρ’ αὐτοῖς ἡ χλεύη γίνεται. 3. Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διε‐ λέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς
25«καὶ οὐκ ᾐσχύνοντο». τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμ‐ νωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ’ ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν. ἀφῄρηται γὰρ ἀπ’ αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλή‐
ρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό «ὄψις πόρνης ἐγένετό313 in vol. 2
Haer
.

2

.

314

σοι, ἀπηναισχύντησας πρὸς πάντας». μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ. οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς
5ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς «ἡ παμποί‐ κιλος τοῦ θεοῦ» σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων. καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες. ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν
10τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν· ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμ‐ παίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουρ‐ γίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης. Οὐκ ἄξιον δὲ ἡμᾶς περὶ πολλοῦ ποιεῖσθαι τούτων τὴν ἀνατρο‐ πήν. οὔτε γὰρ τὸ ὅμοιον αὐτῶν ζῷον σκευῶν πολεμικῶν ἢ μεγάλων
15ὅπλων ἐπιδέεται πρὸς ἀναίρεσιν. διὰ γὰρ μικρᾶς ῥάβδου τὸ τοιοῦτον ἀφανίζεται. πολλάκις δὲ μετὰ τὸ ἀνενεχθῆναι ἐκ τοῦ φωλεοῦ κα‐ ταλιμπάνεται μόνον καὶ ἑαυτῷ διαφθείρεται, γελώμενον καὶ ἐμπαι‐ ζόμενον καὶ μὴ εὑρίσκον τὴν καταφυγήν, ὡς καὶ οὗτοι ἁλόντες αἰσχύνονται διὰ τῆς παγγελάστου χλεύης καὶ ἀσέμνου διαγωγῆς καὶ
20ὑποθέσεως τῆς ληρῳδίας. τὰς δὲ ἑξῆς διασκοπήσοντες πάλιν εὐξώ‐ μεθα κύριον ἀρήγειν ἡμῖν εἰς τὴν τῶν ἄλλων εὕρεσίν τε καὶ ἀνα‐ τροπὴν καὶ ἡμῶν καὶ τῶν ἐντυγχανόντων σωτηρίαν.
Κατὰ Σαμψαίων λγ, τῆς δὲ ἀκολουθίας νγ. 1. Σαμψαίων τινῶν ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις
25αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλκεσαίων καλουμένων, αἵρεσίς314 in vol. 2
Haer
.

2

.

315

τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς ἁλυκῆς ἤτοι νεκρᾶς καλουμένης θαλάσσης, ἔν 〈τε〉 τῇ Μωαβίτιδι χώρᾳ περὶ τὸν χειμάρρουν Ἀρνὼν καὶ ἐπέκεινα ἐν τῇ Ἰτουραίᾳ καὶ Ναβατίτιδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτων δεδήλωται. οὗτοι γὰρ αὐχοῦσι
5τὸν Ἠλξαῖον αὐτῶν εἶναι διδάσκαλον, ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας, προσκυνουμένας ὡς θεὰς δῆθεν διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου. κέχρηνται δὲ τῇ βίβλῳ ταύτῃ καὶ Ὀσσαῖοι καὶ Ἐβιωναῖοι καὶ Ναζωραῖοι, ὡς καὶ ἤδη πολλάκις εἶπον. φύσει δὲ οὗτοι οἱ Σαμψαῖοι ἐξ αὐτῆς ὁρμῶνται,
10οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε Ἰουδαῖοι οὔτε Ἕλληνες, ἀλλὰ μέσον ἁπλῶς ὑπάρχοντες οὐδέν εἰσι. φασὶ δὲ καὶ ἄλλο βιβλίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαΐ. θεὸν δὲ ἕνα λέγουσι καὶ δῆθεν αὐτὸν σέβουσι βαπτισμοῖς τισι χρώμενοι· πρόσκεινται δὲ Ἰουδαίοις οὐκ ἐν ἅπασιν. ἀπέχονται δὲ καὶ ἐμψύχων τινὲς ἐξ αὐτῶν. ὑπερα‐
15ποθνῄσκουσι δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαΐ. καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἠκηκόειν ὅτι τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη, ἔμεινε δὲ καὶ ἔτι νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν. εἴ ποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, συνεπόμενοι οἱ ὄχλοι αὐτῶν τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως ἕνεκεν δῆθεν καὶ
20τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις. πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν. καὶ οὔτε προφήτας δέχον‐ ται οἱ τοιοῦτοι οὔτε ἀποστόλους, τὰ πάντα δὲ παρ’ αὐτοῖς ἠπάτηται. τετίμηται δὲ αὐτοῖς τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν
25φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου. Χριστὸν δὲ ὀνόματι ὁμολο‐315 in vol. 2
Haer
.

2

.

316

γοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι καὶ ἀεί ποτε φαινόμενον. καὶ πρῶ‐ τον μὲν πεπλάσθαι αὐτὸν ἐν τῷ Ἀδάμ, ἐκδύεσθαι δὲ αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται. καλεῖσθαι δὲ αὐτὸν Χριστὸν καὶ εἶναι τὸ ἅγιον πνεῦμα ἀδελφὴν αὐτοῦ θηλυκῷ σχήματι
5ὑπάρχουσαν, ἐνενήκοντα ἓξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχον, τόν τε Χριστὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ πλάτος εἰκοσιτεσσά‐ ρων, καὶ πολλὰ ληρώδη ἕτερα *. 2. Ἤδη δὲ περὶ τούτων πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος τὰς ἀνατροπὰς πεποίημαι· διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ
10ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ’ οὖν Ἠλξαῒ καὶ τοὺς ἀπ’ αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι· πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται. ὡς οὖν σαύ‐ ραν ἡλιακὴν πεπαικότες ῥάβδῳ ἐλπίδος Χριστοῦ καὶ τοῦ σταυροῦ
15ἐπὶ τὰς ἑξῆς ἴωμεν. ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας. Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί· διὸ καὶ τοῦ ζῴου ἐπεμνήσθημεν. ταύτην γὰρ σαύραν οὕτω κικλῄ‐ σκουσιν ἡλιακὴν οἱ ἄνθρωποι. χείρων δὲ ἡ αἵρεσις αὕτη τῆς σαύρας,
20μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα. ἐκείνη γὰρ ἀμβλυω‐ πήσασα χρόνῳ ἀναβλέπει διὰ ἡλιακῆς στροφάλιγγος· ἐν φωλεῷ 〈γὰρ〉 πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν 〈τε〉 κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν· αὕτη δέ φημι ἡ αἵρεσις ἐν ἅπασιν 〈τὴν〉 ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ
25μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου. οὕτως οὖν καὶ αὕτη ἡ αἵρεσις, σαύρα
ἡμῖν λεχθεῖσα ἡλιακή, [καὶ] καταπατηθεῖσα ὑπὸ τῆς ἀληθείας † αὐτοῦ316 in vol. 2
Haer
.

2

.

317

μενέτω, μηδὲν κατισχύουσα κατὰ τῆς τοῦ θεοῦ ἀληθείας· ἡμεῖς δὲ ἐπὶ τὰς ἄλλας, ὡς εἴπαμεν, ἐξορμήσωμεν.
Κατὰ Θεοδοτιανῶν λδ, τῆς δὲ ἀκολουθίας νδ. 1. Ἀνέστη πάλιν Θεόδοτός τις, ἀπόσπασμα ὑπάρχων ἐκ τῆς
5προειρημένης ἀλόγου αἱρέσεως, τῆς ἀρνουμένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὸν ἐν αὐτῷ 〈κηρυχθέντα〉 ἐν ἀρχῇ ὄντα θεὸν Λόγον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν, ἀλλὰ καὶ ταῖς ἄλλαις αἱρέσεσι ταῖς προειρημέναις συγγενόμενός τε καὶ συνυπάρξας καὶ κατὰ τὸν χρόνον αὐτὰς διαδεξάμενος, ἐξ οὗπερ οἱ Θεοδοτιανοὶ καλούμενοι. καὶ εἰ μὲν
10ὑπάρχει ἔτι ἡ αἵρεσις ἀγνοοῦμεν, τὰ δὲ εἰς ἡμᾶς ἀπὸ συγγραμμάτων ἐλθόντα ἐροῦμεν. Οὗτος ὁ Θεόδοτος ἀπὸ Βυζαντίου μὲν ὡρμᾶτο, τῆς νυνὶ Κων‐ σταντινουπόλεως καλουμένης. σκυτεὺς τὴν τέχνην, πολυμαθὴς δὲ τῷ λόγῳ. οὗτος ἅμα τισὶ πλείοσιν ἐν καιρῷ διωγμοῦ ἐνστάντος (οὐκ
15οἶδα εἰπεῖν ἐν ποίῳ διωγμῷ) ἀπὸ τοῦ τῆς πόλεως ἄρχοντος συλλη‐317 in vol. 2
Haer
.

2

.

318

φθεὶς [μετὰ πλειόνων] καὶ ἐξετασθεὶς σὺν τοῖς ἄλλοις ὑπὲρ Χριστοῦ, οἱ μὲν ἄλλοι πάντες θεοῦ δοῦλοι τὸ νῖκος ἀπενεγκάμενοι βραβείων ἔτυχον ἐπουρανίων ὑπὲρ Χριστοῦ μαρτυρήσαντες, οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει
5γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέ‐ δρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς Ῥώμην ἐκεῖσε διέτριβεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν Ῥώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέ‐ πεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας. εἰς
10ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι «θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην». εἶτα ἐρωτώμενος «ποῖον ἄνθρωπον» ἀπεκρίνατο λέγων «Χριστὸν ἠρνησάμην ἄνθρωπον». Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε δόγμα καὶ οἱ ἀπ’ αὐτοῦ
15συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι. εἶτα εἰς κακὴν ἑαυτοῦ ἀπολογίαν ὅσαπερ χρήσιμα εὗρεν (οὐχ ἁγνῶς οἰόμενος, ἀλλὰ προ‐ φάσει τῆς αὐτοῦ παρεκτροπῆς ταῦτα ἑαυτῷ ἐπισωρεύων) συνήγαγεν, «ὅτι, φησίν, ὁ Χριστὸς ἔφη· νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς
20τὴν ἀλήθειαν ὑμῖν λελάληκα». ὁρᾷς, φησίν, ὅτι ἄνθρωπός ἐστιν. 2. ἀλλ’ οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει «τὴν ἀλή‐
θειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου». πατέρα δὲ ἑαυτοῦ λέγει318 in vol. 2
Haer
.

2

.

319

τὸν θεόν· οὐ γὰρ ἄνθρωπον. εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι· ἀλλ’ ἵνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι’ ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ
5ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα. Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, «αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος· πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις», καὶ «ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐ‐
10τῷ». καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὅτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἵνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι’ ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφη‐
15μεῖν τὸ ἅγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας. διὸ ἐπασφαλιζόμενός φησιν «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», οὐκ ἐπαινῶν τοὺς βλασφη‐ μοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλαν‐
20θρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφη‐ μίας αὐτοῦ μετανοούντων. αὐτὸς γὰρ πάλιν φησίν «ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου», καὶ πάλιν «ἀρνήσομαι αὐτόν», καὶ πάλιν «ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμο‐ λογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου».
25 3. Καὶ πάλιν δὲ ὁ αὐτὸ Θεόδοτός φησι· «καὶ ὁ νόμος περὶ αὐτοῦ ἔφη· προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ ὑμῖν κύριος ὡς ἐμέ· αὐτοῦ
ἀκούσατε. Μωυσῆς δὲ ἄνθρωπος ἦν· ὁ οὖν ἐκ θεοῦ ἐγειρόμενος Χριστὸς319 in vol. 2
Haer
.

2

.

320

οὗτος, φησίν, ἦν, ἀλλὰ ἄνθρωπος, ἐπειδὴ ἐξ αὐτῶν ἦν, ὡς καὶ ὁ Μωυ‐ σῆς ἄνθρωπος ἦν». καὶ οὐκ οἶδεν ἐν ἑαυτῷ ὁ ἐν παραπτώματι γεγονὼς Θεόδοτος πῶς πάλιν ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς ἀσφά‐ λειαν· ὅτι μὲν γὰρ ἐξ ἀδελφῶν αὐτὸν ἤγειρεν ὁ κύριος, διὰ τὸ ἐκ
5Μαρίας αὐτὸν γεγεννῆσθαι, ὡς λέγει «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν»· καὶ παρθένος μένουσα «ἐν γαστρὶ ἕξει» (οὐκ ἐκ σπέρματος ἀνδρός), «καὶ τέξεται υἱόν» (δῆλον ἐν σαρκὶ τὸ γέννημα 〈τὸ〉 ἀπὸ παρθένου γεννώμενον), ἀλλά «καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἑρμηνεύεται θεὸς μεθ’ ἡμῶν». ἔστιν γὰρ θεὸς καὶ
10ἄνθρωπος· θεὸς μὲν ἀπὸ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἄνθρωπος δὲ ἀπὸ Μαρίας διὰ τὴν ἔνσαρκον παρουσίαν. Εἶτά φησι· «καὶ αὐτὸ τὸ εὐαγγέλιον ἔφη τῇ Μαρίᾳ· πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σέ, καὶ οὐκ εἶπε· πνεῦμα κυρίου γενήσεται ἐν σοί». διὸ ἐκ πανταχόθεν φιλονεικῶν ὁ ἀνόητος ἄνθρωπος ἐκπίπτει τῆς
15ἀληθείας. ἀσφαλιζομένη γὰρ ἡ γραφὴ πανταχόθεν τὴν ἡμετέραν ζωήν, ἵνα τὴν τριάδα δείξῃ πάντῃ τε καὶ ἐν παντὶ εἴδει συνοῦσαν ἑαυτῇ καὶ συνεργοῦσαν, ἵνα μή τινες εἴπωσιν ὡς καὶ πολλοὶ προ‐ φασίζονται ἑαυτοῖς κακά, ἀλλοτριοῦντες τὸ ἅγιον πνεῦμα τοῦ Χρι‐ στοῦ καὶ 〈τοῦ〉 πατρός, τούτου ἕνεκεν ὁ ἄγγελος λέγει τῇ Μαριάμ
20«πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ ἐπισκιάσει σοι δύναμις ὑψί‐ στου», εἶτα μετέπειτα «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». καὶ οὐκ εἶπε μόνον «τὸ γεννώμενον», ἀλλά «διὸ καὶ τὸ γεν‐ νώμενον», ἵνα δείξῃ 〈τὸν〉 ἄνωθεν θεὸν Λόγον καὶ ἐν μήτρᾳ γενό‐ μενον καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἑαυτοῦ ἐνανθρώπησιν [καὶ]
25κατὰ τὴν ἑαυτοῦ εὐδοκίαν· καὶ δι’ ἣν ᾠκονόμησεν ἑαυτοῦ ἐνανθρώ‐320 in vol. 2
Haer
.

2

.

321

πησιν εἰς ἡμῶν σωτηρίαν προστίθησι «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἰ γὰρ εἶπε «πνεῦμα ἅγιον εἰσελεύσεται εἰς σέ», οὐκέτι υἱὸν θεοῦ ἦν ἡγεῖσθαι ἐν σαρκὶ παραγεγονότα, ἀλλὰ πνεῦμα ἅγιον ἐν σαρκὶ παραγεγονέναι. ὅτι δὲ ἄνωθέν ἐστιν ἐλθὼν
5ὁ Λόγος, ὁ Ἰωάννης σαφηνίσας τὴν τοῦ ἀγγέλου εὐαγγελικὴν φωνὴν λέγει «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἶτα μετὰ ταῦτα «καὶ ὁ Λόγος σὰρξ ἐγένετο»· καὶ οὐκ εἶπε «τὸ πνεῦμα σὰρξ ἐγένετο», οὐδὲ εἶπε «Χριστὸς ἄνθρωπος ἐγεννήθη».
10πάντῃ γὰρ ἀσφαλιζομένη ἡ θεία γραφὴ θεὸν καὶ ἄνθρωπον αὐτὸν ἐπίσταται· θεὸν ἀπὸ θεοῦ ἄνωθεν ἥκοντα, ἄνθρωπον δὲ ἀπὸ Μαρίας ἄνευ σπέρματος ἀνδρὸς γεγεννημένον. τῶν δύο τούτων ἀληθινῶν ὁ ἐκτὸς βαίνων οὐχ ὑπάρχει τῆς ἀληθείας. 4. Προφασίζεται πάλιν ὁ τάλας Θεόδοτος λέγων «ὅτι καὶ ὁ Ἱε‐
15ρεμίας περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;» καὶ οὐκ οἶδεν 〈ὁ〉 ἑαυτὸν τῆς ἀληθείας ἀποξενώσας ὅτι, ὡς ἔφην, ἑκάστη λέξις ἔχει τὴν ἑαυτῆς δύναμιν τῆς ἑρμηνείας. ὁ γὰρ ἄνθρω‐ πος ὢν πάντως ὑπὸ πολλῶν γινώσκεται τῶν αὐτὸν γινωσκόντων· φημὶ δὲ πατρὸς καὶ μητρός, ἀδελφῶν τε καὶ συγγενῶν, συσκήνων
20τε καὶ γειτόνων, πολιτῶν τε καὶ οἰκετῶν. ἐνταῦθα δὲ ἡ γραφὴ τὸ θαυμαστὸν διηγουμένη τῆς ὅλης αὐτοῦ πραγματείας ἄνθρωπον μὲν ἔφη διὰ τὴν ἔνσαρκον παρουσίαν, τῷ δέ «τίς γνώσεται αὐτόν» ἐσήμανε περὶ τῆς αὐτοῦ θεότητος τῆς ἀκαταλήπτου. ἐπειδὴ γάρ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ τὸν πατέρα οὐδεὶς οἶδεν εἰ
25μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ἀποκαλύψῃ», οὐδεὶς οὖν γνώσεται αὐτόν, ἐὰν μὴ 〈αὐτὸσ〉 αὐτῷ ἀποκαλύψῃ. ἀποκαλύπτει δὲ διὰ ἁγίου πνεύματος τοῖς αὐτοῦ δούλοις τὴν αὐτοῦ καὶ τὴν τοῦ αὐτοῦ πατρὸς θεότητα καὶ δόξαν καὶ τὴν αὐτοῦ ζωὴν αἰώνιον τὴν μέλλουσαν καὶ τὰ αὐτοῦ μυστήρια καὶ διδασκαλίαν καὶ τὴν αὐτοῦ δι’ ἡμᾶς ἔνσαρκον ἀληθῆ
30παρουσίαν, ὅτι θεὸς ἄνωθεν καὶ ἄνθρωπος ἀπὸ Μαρίας.321 in vol. 2
Haer
.

2

.

322

5. Εἶτα ὁ αὐτός φησι πάλιν Θεόδοτος ὅτι «καὶ Ἠσαΐας περὶ αὐτοῦ ἔφη ὅτι ἄνθρωπός ἐστιν, οὕτως εἰπών· ὅτι ἄνθρωπος εἰδὼς φέρειν μαλακίαν· καὶ εἴδομεν αὐτὸν ἐν πληγῇ καὶ ἐν κακώσει καὶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη». ἀλλὰ οὐκ οἶδε πῶς πάλιν ἐλέγχεται ὁ κτηνώδης.
5ἐν αὐταῖς γὰρ ταῖς λέξεσιν Ἠσαΐας οὕτως εἶπεν «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη». εἶτά φησιν «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ ἀνθρώπων ἡ ζωὴ αὐτοῦ», καὶ οὐκ εἶπεν «αἴρεται ἡ ζωὴ
10〈ἀπ’〉 αὐτοῦ», ἀλλά «ἀπὸ ἀνθρώπων». ἀεὶ γὰρ ὁ Λόγος ζῶν ἐστιν ὑπάρχων τε καὶ τὸ ζῇν ἀφ’ ἑαυτοῦ ἔχων καὶ ζωὴν τοῖς αὐτὸν ἠγα‐ πηκόσι διδούς· ἐξ ἀνθρώπων μὲν ἡ ζωὴ αὐτοῦ ἤρθη, * ἀφ’ ἑαυτοῦ ζωὴ ὤν. «ζῶν γὰρ ὁ Λόγος» καὶ πᾶσι ζωὴν παρέχων τοῖς ἐπ’ αὐτὸν ἐλπίσασιν ἐν ἀληθείᾳ. καὶ τό «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»
15*. εἰ ἦν ἄνθρωπος ψιλὸς ἀπὸ Μαρίας γεγεννημένος, εὐδιήγητος ἄρα ἦν ἡ αὐτοῦ γέννησις. ἐπειδὴ δέ ἐστι πρὸ τοῦ Δαυὶδ 〈καὶ〉 πρὸ τοῦ Ἀβραάμ, —«Ἀβραὰμ γὰρ ὁ πατὴρ ὑμῶν, φησίν, ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη»· εἶτα αὐτῶν θαυμαζόντων καὶ λε‐ γόντων «πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ τὸν Ἀβραὰμ ἑώρακας;»,
20ἐλέγχων Θεόδοτον καὶ τοὺς ἀπίστους καὶ ἐπαρνησιθέους Ἰουδαίους ἔφη «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι πρὸ Ἀβραὰμ ἐγώ εἰμι»· ἦν γὰρ πρὸ Ἀβραὰμ ἀληθῶς καὶ πρὸ Νῶε καὶ πρὸ Ἀδὰμ καὶ πρὸ τοῦ κόσμου καὶ πρὸ τοῦ οὐρανοῦ καὶ πρὸ τοῦ χρόνου τοῦ κόσμου καὶ πρὸ πάντων τῶν κτισμάτων, ἄχρονος ὤν, —διὸ καὶ ἄφραστος καταγγέλλεται
25ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ Ἠσαΐου ὅτι «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ». Ἀλλά φησιν, «εἶπαν οἱ ἀπόστολοι ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ οὐκ εἶπαν· θεὸν ἀποδεδειγμένον». ἐλέγχῃ δὲ
πάλιν, Θεόδοτε, ὅτι πάλιν οἱ αὐτοὶ ἀπόστολοι ἐν ταῖς αὐταῖς Πρά‐322 in vol. 2
Haer
.

2

.

323

ξεσιν ἔφησαν, ὡς ὁ μακάριος Στέφανός φησιν «ἰδοὺ ὁρῶ τὸν οὐρα‐ νὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». 6. Πάλιν δὲ προφασίζεται λέγων ὅτι «ἔφη περὶ αὐτοῦ ὁ ἀπόστο‐
5λος ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς», καὶ οὐκ οἶδε πῶς πάλιν καθ’ ἑαυτοῦ ἐπεγείρει. ὁ γὰρ εἰπών «μεσίτης θεοῦ καὶ ἀνθρώπων, 〈ἄνθρωποσ〉 Χριστὸς Ἰησοῦς» αὐτὸς ἐσαφήνισε λέγων «προορισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», καὶ πάλιν
10«γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον». τούτων δὲ ποιού‐ μενος τῶν λέξεων τὴν ἀσφάλειάν φησιν «εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἡμῖν δὲ εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα 〈καὶ ἡμεῖς εἰς αὐτόν〉». εἰ δέ «δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», οὐκ ἄρα ψιλὸς ἄνθρωπος
15εἴη ὁ μονογενής, ἀπὸ Μαρίας 〈ὢν〉 καὶ δεῦρο, οὐδὲ ἀπὸ σπέρματος ἀνδρός. ἐπεὶ πῶς τὰ πάντα δι’ αὐτοῦ ἠδύνατο εἶναι, τὰ πρὸ αὐτοῦ γενόμενα κατὰ τὸν σοῦ λόγον, εἰ ψιλὸς ἦν ἄνθρωπος; ἢ πῶς εἴη εἰς αὐτὸν τὰ πάντα τὰ πρὸ αὐτοῦ ἐπιγνωσθέντα καὶ γενόμενα; καὶ ἐκ παντα‐ χόθεν ἐξέπεσεν ἡ τούτου ληρῳδία.
20 Ἐν αὐτῷ δὲ τῷ διαλόγῳ ἅμα τήν τε περὶ αὐτοῦ γνῶσιν εἰπόν‐ τες καὶ τὴν ἀνατροπὴν καθ’ ἑκάστην λέξιν, ὑπερβησόμεθα κατὰ τὸ ἔθος τῆς ἀκολουθίας, ὥσπερ τι μέρος ἑρπετοῦ ἔτι σκαρίζοντος τῇ τῆς ἀληθείας ἐλπίδι καὶ πίστει πεπαικότες καὶ ἀνελόντες, τάς 〈τε〉 ἑξῆς διασκοπήσωμεν καὶ περιβλέπεσθαι τὰς θηριωδεστάτας αἱρέσεις
25σπεύσωμεν.323 in vol. 2
Haer
.

2

.

324

Κατὰ Μελχισεδεκιανῶν λε, τῆς δὲ ἀκολουθίας νε. 1. Μελχισεδεκιανοὺς πάλιν ἕτεροι ἑαυτοὺς καλοῦσιν, ἀποσπασθέν‐ τες τάχα ἀπὸ τῶν Θεοδοτιανῶν καλουμένων. οὗτοι τὸν Μελχισεδὲκ τὸν ἐν ταῖς γραφαῖς λεγόμενον δοξάζουσι, μεγάλην τινὰ δύναμιν ἡγού‐
5μενοι. εἶναι δὲ αὐτὸν ἄνω ἐν ἀκατονομάστοις τόποις καὶ 〈ἀληθ〉ῶς εἶναι τοῦτον οὐ μόνον δύναμίν τινα, ἀλλὰ καὶ μειζότερον τοῦ Χριστοῦ τῇ ἑαυτῶν πλάνῃ φάσκουσι. Χριστὸν δὲ ἡγοῦνται ἁπλῶς ἐληλυθότα καὶ καταξιωθέντα τῆς ἐκείνου τάξεως, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»·
10ὡς εἶναι αὐτόν, φησίν, ὑποδεέστερον τοῦ Μελχισεδέκ. εἰ μὴ γὰρ ἦν ἐν δευτέρᾳ τινὶ εἰσαγωγῇ κείμενος, οὐκ ἂν τῆς ἐκείνου τάξεως ἐπε‐ δέετο. περὶ αὐτοῦ δὲ τοῦ Μελχισεδέκ φασιν ὅτι «ἀμήτωρ, ἀπάτωρ, ἀγενεαλόγητος» 〈ἐγένετο〉, ἐκ τῆς πρὸς Ἑβραίους τοῦ ἁγίου Παύλου ἐπιστολῆς παριστᾶν βουλόμενοι. πλάττουσι δὲ ἑαυτοῖς καὶ βίβλους
15ἐπιπλάστους, ἑαυτοὺς ἀπατῶντες.324 in vol. 2
Haer
.

2

.

325

Ἐξ αὐτῶν δὲ τῶν ῥητῶν ἡ αὐτῶν ἀνατροπὴ γίνεται. ὡς γὰρ λέγει περὶ τοῦ κυρίου ὁ Δαυὶδ προφητεύων, κατὰ τὴν τάξιν Μελχι‐ σεδὲκ ἱερέα αὐτὸν καθίστασθαι, ἐν ταὐτῷ ἔσεσθαι τὸν Χριστὸν ἱερέα διηγεῖται ἡ θεία γραφή. εὑρίσκεται δὲ εὐθὺς λέγων * «ἀφομοιού‐
5μενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». εἰ δὲ ἀφο‐ μοιοῦται τῷ υἱῷ τοῦ θεοῦ, οὐκ ἴσος τυγχάνει τῷ υἱῷ τοῦ θεοῦ. πῶς γὰρ δύναται τὸ δοῦλον εἶναι ἴσον τῷ δεσπότῃ; ὁ μὲν γὰρ Μελ‐ χισεδὲκ ἄνθρωπος ἦν, τὸ δέ «ἀπάτωρ, ἀμήτωρ» οὐ διὰ τὸ μὴ ἔχειν αὐτὸν πατέρα ἢ μητέρα λέγεται, ἀλλὰ διὰ τὸ μὴ ἐν τῇ θείᾳ γραφῇ
10κατὰ τὸ φανερώτατον ἐπωνομάσθαι. πολλοὺς γὰρ ἐφαντασίασε τὰ βαθύτατα τῆς θείας γραφῆς καὶ ἔνδοξα καὶ ὑπεραίροντα διάνοιαν ἀνθρωπίνης φύσεως. οἱ μὲν γὰρ ἐν τῇ Πέτρᾳ τῆς Ἀραβίας, τῇ Ῥοκόμ τε καὶ Ἐδὼμ καλουμένῃ, τὸν Μωυσέα διὰ τὰ θεοσήμεια θαυ‐ μάζοντες προσκυνεῖν τὴν αὐτοῦ ποτε εἰκόνα ἀνατυπωσάμενοι † προσ‐
15εκύνουν πεπλανημένοι, οὐ τοῦ δικαίου αἰτίου αὐτοῖς γενομένου, ἀλλὰ τῆς πλάνης αὐτῶν διὰ τοῦ δικαίου ἐν τῇ ἀγνοίᾳ φαντασίαν πράγμα‐ τος αὐτοῖς συναγούσης. ἐν δὲ τῇ Σεβαστείᾳ τῇ ποτὲ Σαμαρείᾳ καλουμένῃ, τὴν θυγατέρα Ἰεφθάε θεοποιήσαντες ἔτι ταύτῃ τελετὴν κατ’ ἔτος ἄγουσιν. οὕτω καὶ οὗτοι ἀκούοντες τὰ ἔνδοξα καὶ σοφὰ
20τῆς γραφῆς ῥήματα εἰς ἀνοησίαν ἐξέτρεψαν καὶ εἰς ὑπέρογκον διά‐ νοιαν ἀρθέντες τὴν ὁδὸν τῆς ἀληθείας κατέλιπον, καὶ μύθους ἑαυ‐ τοῖς πλασάμενοι κατὰ πάντα ἐλεγχθήσονται.
2. Καὶ γὰρ παρά τισι τοῦ Μελχισεδὲκ ὁ πατήρ τε καὶ ἡ μήτηρ325 in vol. 2
Haer
.

2

.

326

ἐμφέρεται· οὐκ ἔχει δὲ κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους τοῦτο. εἶπον δέ τινες Ἡρακλᾶν τινα καλεῖσθαι τὸν αὐτοῦ πατέρα, μητέρα δὲ Ἀστάρθ, τὴν δὴ καὶ Ἀστοριανήν. ἦν δὲ οὗτος ἐξ ἑνὸς τῶν υἱῶν τῶν ἐπιχωρίων κατ’ ἐκεῖνο καιροῦ τῶν ἐν Σαυῇ τῇ πεδιάδι
5κατοικούντων. Σαλὴμ δὲ ἡ πόλις ἐκαλεῖτο, περὶ ἧς ἄλλος ἄλλως ἐξέδωκε καὶ ἄλλος ἄλλως. οἱ μὲν γάρ φασιν αὐτὴν εἶναι τὴν νῦν Ἱερουσαλὴμ καλουμένην, ποτὲ δὲ Ἰεβοὺς λεγομένην, ἄλλοι δὲ ἔφασαν ἄλλην τινὰ Σαλὴμ εἶναι ἐν τῷ πεδίῳ Σικίμων, κατάντικρυ τῆς νυνὶ Νεαπόλεως οὕτω καλουμένης. εἴτε οὖν ἐντεῦθεν ἢ καὶ ἐκεῖθεν
10(οὐ μακρὰν 〈γὰρ〉 ἀλλήλων ἀφεστήκασιν οἱ τόποι) ὅμως ἡ ὑπόθεσις δηλοῖ τὸ ἔργον. «ἐξήνεγκε», γάρ φησι, «τῷ Ἀβραὰμ ἄρτους καὶ οἶνον, καὶ ἦν ἱερεὺς τοῦ ὑψίστου κατ’ ἐκεῖνον τὸν χρόνον», ὃς εὐλόγησε τὸν Ἀβραὰμ καὶ δεκάτην ἔλαβε παρ’ αὐτοῦ. ἔδει γὰρ τὸν ἱερέα τοῦ ὑψίστου παρὰ δούλου θεοῦ τιμηθῆναι, καὶ πρῶτον μὲν τὸν Ἀβραὰμ
15προσενέγκαι τῷ ἐν ἀκροβυστίᾳ ἱερεῖ ἱερουργοῦντι, ἐπειδὴ ἐξ αὐτοῦ326 in vol. 2
Haer
.

2

.

327

ἔμελλε τοῦ Ἀβραὰμ ἐκ περιτομῆς γίνεσθαι ἡ ἱερωσύνη, ἵνα «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ» ταπεινωθῇ, πρὸς τὸ μὴ αὐχοῦσαν τὴν περιτομὴν ἐπὶ τῇ ἱερωσύνῃ δύνασθαι ἀντιλέγειν τῇ τῆς ἁγίας θεοῦ ἐκκλησίας ἱερωσύνῃ, τῇ μὴ παρατηρουμένῃ σαρκὸς
5περιτομὴν ἢ ἀκροβυστίαν, ἔχουσαν δὲ τὴν μείζονα καὶ τελειοτάτην περιτομήν, τὸ λουτρὸν τῆς παλιγγενεσίας. εἰ γὰρ Ἀβραὰμ τῷ Μελχισεδὲκ προσήνεγκε δεκάτην, οἱ δὲ ἀπὸ Ἀβραὰμ τῷ Λευὶ προσ‐ φέρουσι καὶ τῷ Ἀαρών, μετὰ χρόνον δὲ τοῦ πάλιν εἶναι τὴν ἱερω‐ σύνην ἐκ περιτομῆς διὰ Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ καθεξῆς φάσκει
10ἡ γραφὴ διὰ τοῦ Δαυὶδ (μετὰ γενεὰς δεκαδύο τῆς τοῦ Λευὶ γεννή‐ σεως, ἑπτὰ δὲ ἀπὸ τῆς Ἀαρὼν διαδοχῆς) ἐν τῷ Μελχισεδὲκ τὴν ἱερω‐ σύνην ἵστασθαι, φύσει ἔδειξεν οὐκ ἐν τῇ παλαιᾷ τῆς περιτομῆς ἱερω‐ σύνῃ τὸ ἱερατικὸν ἐπιμένειν τάγμα· μετετίθετο γὰρ εἰς τὴν πρὸ τοῦ Λευὶ καὶ πρὸ Ἀαρὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνην, ἥτις
15νυνὶ ἐν τῇ ἐκκλησίᾳ πολιτεύεται, ἀπὸ τῆς τοῦ κυρίου ἐνσάρκου παρ‐ ουσίας καὶ δεῦρο, μηκέτι τοῦ σπέρματος κατὰ διαδοχὴν ἐκλεγομένου, ἀλλὰ τοῦ κατὰ ἀρετὴν τύπου ζητουμένου. 3. Πρώτη γὰρ ἱερωσύνη ἐν ἀκροβυστίᾳ διὰ τοῦ Ἄβελ τελεῖται, ἀλλὰ καὶ καθεξῆς διὰ τοῦ Νῶε· τρίτη δὲ διὰ τοῦ Μελχισεδέκ, τοῦ
20οὐκ ἐν περιτομῇ ἀλλὰ ἐν δικαιοσύνῃ μὲν τελειότητος καὶ ἀρετῇ, ἐν ἀκροβυστίᾳ δὲ σαρκὸς θεῷ ἱερατεύσαντος. καὶ ὅτι μὲν ὁ Μελχι‐ σεδὲκ ἄνθρωπος ἦν, αὐτὸς ὁ ἅγιος θεοῦ ἀπόστολος ἐν τῇ ἐπιστολῇ δηλώσει. φάσκει γὰρ οὕτως «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν πατριάρχην». δῆλον οὖν ὅτι ἐξ αὐτῶν οὐ γενεαλο‐
25γεῖται, ἐξ ἄλλων δὲ γενεαλογεῖται. πόσοι δὲ ἄλλοι οὐ γενεαλο‐ γοῦνται κατὰ τὸ φανερώτατον; Δανιὴλ Σεδρὰχ Μισὰκ Ἀβδεναγὼ
Ἠλίας ὁ Θεσβίτης· ἐν πάσαις γὰρ ῥηταῖς βίβλοις οὐδαμοῦ ἐμφέρονται327 in vol. 2
Haer
.

2

.

328

τούτων οἱ πατέρες ἢ αἱ μητέρες. ἵνα δὲ μὴ διὰ τοῦτο πλάνη τις γένηται, οὐδὲν λυπήσει ἃ καὶ ἐν παραδόσεσι κατειλήφαμεν λέγειν. εὑρήκαμεν γὰρ τοῦ Δανιὴλ τὸν πατέρα Σαβαάν τινα καλούμενον. τοῦ δὲ Ἠλία φύσει καὶ τὴν πατριαρχίαν ὡσαύτως ηὕραμεν, ἥντινα
5καὶ καθ’ εἱρμὸν ὑφηγήσομαι οὕτως· Ἠλίας ὁ Θεσβίτης ἀδελφὸς γέ‐ γονεν Ἰωδαὲ τοῦ ἱερέως, ἐξ ἱερέων δῆθεν καὶ αὐτὸς ὑπάρχων, υἱὸς δὲ τοῦ Ἀχιναάμ· Ἀχιναὰμ δὲ υἱὸς τοῦ Σαδώκ, Σαδὼκ δὲ τοῦ Ἀχιτὼβ τοῦ Ἀμορία, Ἀμορίας υἱὸς [τοῦ Ἀμορία] τοῦ Ῥαζαζά, Ῥαζαζὰ τοῦ Ἀαζία, Ἀαζία τοῦ Φινεές, Φινεὲς υἱὸς τοῦ Ἐλεάζαρ, Ἐλεάζαρ υἱὸς
10τοῦ Ἀαρών, τοῦ ἱερέως δηλονότι· Ἀαρὼν υἱὸς τοῦ Ἀμράμ, Ἀμρὰμ τοῦ Καάθ, Καὰθ τοῦ Λευί, Λευὶ τρίτος υἱὸς τοῦ Ἰακώβ· Ἰακὼβ δὲ ἀδελφὸς μὲν Ἠσαῦ, παῖς δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ υἱὸς τοῦ Ἀβραάμ. ἐν δὲ ταῖς ῥηταῖς βίβλοις οὐ πάνυ σαφῶς αἱ τούτων γενεαλογίαι ἐμφέ‐ ρονται ἢ μόνον ἐν ταῖς Παραλειπομέναις τῆς κατὰ τὸν Ἠλίαν ὑπο‐
15θέσεως μέρη. φύσει δὲ τῶν τριῶν παίδων, Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, οὔτε ἐν παραδόσεσιν οὔτε ἐν ἀποκρύφοις τοὺς πατέρας ηὕραμεν. τί οὖν ἐροῦμεν; ἆρα κἀκεῖνοι, οἱ περὶ Σεδρὰχ Μισὰκ Ἀβδεναγώ, φαντά‐
σουσιν ἡμᾶς λογίζεσθαι ἃ μὴ χρὴ καὶ ὑπερόγκως θαυμάζειν ὑπὲρ τὸ328 in vol. 2
Haer
.

2

.

329

μέτρον ἑκάστην ὑπόθεσιν, ἀπάτορας καὶ ἀμήτορας αὐτοὺς λογισάμε‐ νοι; ἀλλὰ μὴ γένοιτο. ὅροι γὰρ ἐτέθησαν ἡμῖν καὶ θεμέλιοι εἰς οἰκο‐ δομὴν τῆς πίστεως καὶ ἀποστόλων παραδόσεις καὶ γραφαὶ ἅγιαι καὶ διαδοχαὶ διδασκάλων, καὶ ἐκ πανταχόθεν ἡ ἀλήθεια τοῦ θεοῦ ἠσφά‐
5λισται καὶ μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. 4. Ἐπανελεύσομαι δὲ πάλιν εἰς τὰ προκείμενα, εἰς ἅπερ οὗτοι φαντάζονται περὶ τοῦ Μελχισεδέκ. ὅτι μὲν γὰρ ἅγιος ὁ δίκαιος ὑπῆρχε καὶ ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῆς Σαλὴμ δῆλον, ἀλλ’ οὐ τῆς ἐν οὐρανῷ ὑπάρχων 〈τάξεωσ〉 καὶ ἀπ’ οὐρανοῦ καταβεβηκώς· «οὐδεὶς
10γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου», φησὶν ὁ ἅγιος καὶ ἀψευδὴς θεὸς Λόγος. τὴν δὲ τάξιν τοῦ Μελχισεδὲκ κηρύττουσα ἡ θεία γραφὴ καὶ τὸ πνεῦμα ῥητῶς διδάσκον τὴν μετάθεσιν ἔδειξε τῆς ἱερωσύνης ἀπὸ τῆς παλαιᾶς συναγωγῆς καὶ τοῦ * ἔθνους εἰς ἔθνος κάλλιστον καὶ ὑπέρτατον
15καὶ οὐ μετοχῇ σαρκὸς διαδοχῆς ἡνωμένον. ὁ γὰρ Μελχισεδὲκ ὁ ἅγιος οὗτος οὐκέτι μετ’ αὐτὸν διαδοχὴν ἔσχεν, ἀλλὰ οὐδὲ ἀφαίρεσιν τῆς ἱερωσύνης. ἔμεινε γὰρ αὐτὸς ἱερεὺς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς καὶ ἔτι ἐν τῇ γραφῇ ᾄδεται ἱερεύς, μηδενὸς αὐτὸν διαδεξαμένου ἢ ἀνατρέψαντος τὴν κατὰ τὸν χρόνον τῆς αὐτοῦ ὑπηρεσίας ἱερωσύ‐
20νην. οὕτω καὶ ὁ κύριος ἡμῶν, οὐκ ὢν ἄνθρωπος, ἀλλὰ θεοῦ ἅγιος θεὸς Λόγος, υἱὸς θεοῦ γεννηθεὶς ἀνάρχως καὶ ἀχρόνως, ἀεὶ σὺν πατρὶ ὤν, γενόμενος δὲ δι’ ἡμᾶς ἐκ Μαρίας ἄνθρωπος καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, τὴν δὲ ἱερωσύνην * τῷ πατρὶ προσφέρει, ἐξ ἀνθρωπότητος τὸ φύραμα λαβών, ἵνα ὑπὲρ ἡμῶν ἱερεὺς καταστῇ
25κατὰ τὴν τάξιν Μελχισεδέκ, τὴν μὴ ἔχουσαν διαδοχήν. μένει γὰρ τὰ ὑπὲρ ἡμῶν εἰς τὸ διηνεκὲς δῶρα προσφέρων, πρῶτον μὲν ἑαυτὸν
διὰ τοῦ σταυροῦ προσενέγκας, ἵνα λύσῃ πᾶσαν θυσίαν παλαιᾶς δια‐329 in vol. 2
Haer
.

2

.

330

θήκης, τὴν ἐντελεστέραν [δὲ] καὶ ζῶσαν ὑπὲρ παντὸς τοῦ κόσμου ἱερουργήσας· αὐτὸς ἱερεῖον, αὐτὸς θῦμα, αὐτὸς ἱερεύς, αὐτὸς θυσιαστή‐ ριον, αὐτὸς θεός, αὐτὸς ἄνθρωπος, αὐτὸς βασιλεύς, αὐτὸς ἀρχιερεύς, αὐτὸς πρόβατον, αὐτὸς ἀρνίον, τὰ πάντα ἐν πᾶσιν ὑπὲρ ἡμῶν γενό‐
5μενος, ἵνα ἡμῖν ζωὴ κατὰ πάντα τρόπον γένηται, καὶ τῆς ἱερωσύνης αὐτοῦ τὸ ἀμετάστατον ἑδραίωμα εἰς τοὺς αἰῶνας ἀπεργάσηται, οὐκέτι κατὰ τὰ σπερματικὰ καὶ τὰς διαδοχὰς μερίζων, ἀλλὰ κατὰ τὸ δικαί‐ ωμα φυλάττεσθαι ἐν πνεύματι ἁγίῳ δωρούμενος. 5. Φαντάζονται δὲ πάλιν ἄλλοι, 〈ἄλλα〉 περὶ τούτου τοῦ Μελχι‐
10σεδὲκ λέγοντες. σαρκικῶς γὰρ οἱ τοιοῦτοι ἀνεκρίθησαν, πνευματικῶς μὴ νενοηκότες τὰ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους εἰρημένα. καὶ ὁ μὲν Ἱερακᾶς ὁ Αἰγύπτιος αἱρε‐ σιάρχης νομίζει τοῦτον τὸν Μελχισεδὲκ εἶναι τὸ πνεῦμα τὸ ἅγιον διὰ τό «ἀφομοιούμενος, φησί, τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ
15διηνεκές»· ὡς ἀπὸ τῆς λέξεως ἧς εἶπεν ὁ ἅγιος ἀπόστολος «τὸ δὲ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». ὁ δὲ ἐπι‐ στάμενος τὸ φρόνημα τοῦ πνεύματος οἶδεν ὅτι ὑπὲρ ἐκλεκτῶν ἐντυγ‐
χάνει τῷ θεῷ. ἐξέπεσε δὲ καὶ οὗτος παντελῶς τοῦ προκειμένου. οὐ330 in vol. 2
Haer
.

2

.

331

γὰρ σάρκα ἐνεδύσατο τὸ πνεῦμά ποτε· σάρκα δὲ μὴ ἐνδυσάμενον οὐκ εἶχεν εἶναι βασιλεὺς τῆς Σαλὴμ καὶ ἱερεὺς τόπου τινός. καιρῷ δὲ ὅτε περὶ τούτου τοῦ Ἱερακᾶ καὶ τῆς αὐτοῦ αἱρέσεως τὴν ἀνατροπὴν ποιήσομαι, τότε ἐν πλάτει περὶ τούτων διηγήσομαι, τῆς δὲ ἀκολου‐
5θίας τὰ νῦν ἐπιλήψομαι. Πόσα δὲ περὶ τούτου τοῦ Μελχισεδὲκ καὶ ἄλλοι φαντάζονται. Σαμαρεῖται μὲν γὰρ τοῦτον νομίζουσιν εἶναι υἱὸν τοῦ Νῶε τὸν Σήμ. καταγέλαστοι δὲ καὶ αὐτοὶ εὑρεθήσονται. ἀσφαλιζομένη γὰρ ἡ θεία γραφὴ πάντα μετὰ εὐταξίας κατὰ πάντα τὴν ἀλήθειαν ὠχύρωσεν,
10οὐκ εἰς μάτην τοὺς χρόνους τάξασα καὶ τὰ ἔτη ἑκάστης τῶν πατέ‐ ρων ζωῆς καὶ διαδοχῆς ἀριθμήσασα. ὅτε γὰρ Ἀβραὰμ ὑπῆρχεν ὀγδοήκοντα ὀκτὼ ἢ καὶ ἐνενήκοντα ἐτῶν πλείω ἐλάσσω, ὁ Μελχι‐ σεδὲκ αὐτῷ ὑπηντᾶτο καὶ ἐξέβαλεν αὐτῷ ἄρτους καὶ οἶνον, προτυ‐ πῶν τῶν μυστηρίων τὰ αἰνίγματα· ἀντίτυπα τοῦ 〈σώματος τοῦ κυ‐
15ρίου, αὐτοῦ τοῦ〉 κυρίου ἡμῶν λέγοντος ὅτι «ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν», καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν
ἡμετέρων ψυχῶν. ὁ δὲ τοῦ Ἀβραὰμ πατὴρ Θάρρα ἑβδομηκοστὸν331 in vol. 2
Haer
.

2

.

332

κατάγων ἔτος τὸν Ἀβραὰμ ἐγέννησεν, καὶ γέγονεν ἔτη ἑκατὸν ἑξή‐ κοντα πλείω ἐλάσσω. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάρρα ἑβδομήκοντα ἐννέα ἐτῶν ὑπάρχων, καὶ γέγονε σλθ ἔτη. Σεροὺχ δὲ ἐγέννησε τὸν Ναχὼρ ρλ ἐτῶν ὑπάρχων, καὶ γεγόνασιν ἔτη τξθ. Ῥαγαῦ δὲ ἐγέν‐
5νησε τὸν Σεροὺχ ὑπάρχων ρλβ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν Ῥαγαῦ ὢν ρλ ἐτῶν, καὶ γέ‐ γονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν Φάλεκ ἐν ἔτει ρλδ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη. Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατά‐
10γων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκοντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ρθ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν ρλε ὢν ἐγέννησε τὸν Κηνᾶν, καὶ γέγονεν χίλια ρλθ ἔτη. Σὴμ δὲ ρβ ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ φαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι
15Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια δια‐ κόσια τεσσαράκοντα ἓν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ’ ὃν συνήν‐ τησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπῆς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων. οὐκ ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ ρβ
20ἐτῶν ὢν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν κατα‐ κλυσμόν. «καὶ ἔζησε μετὰ ταῦτα, ὥς φησιν ἡ θεία γραφή, φ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανε». τοίνυν αὐτοῦ
ζήσαντος ἑξακόσια καὶ δύο ἔτη καὶ τελευτήσαντος πῶς ἠδύνατο332 in vol. 2
Haer
.

2

.

333

φθάσαι εἰς χίλια καὶ διακόσια τεσσαράκοντα καὶ ἓν ἔτη, ἵνα ὁ Σὴμ ὁ υἱὸς τοῦ Νῶε τοῦ πρὸ δέκα γενεῶν τοῦ Ἀβραὰμ κληθείη Μελχι‐ σεδὲκ παρὰ τούτοις, μετὰ δέκα γενεάς, ἔτη δὲ χίλια διακόσια τεσ‐ σαράκοντα ἕν; καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων πλάνης. κατὰ
5δὲ ψῆφον ἄλλων ἀντιγράφων ἀπὸ τῆς τοῦ Σὴμ ἡλικίας, ἐξότε γεγέ‐ νηται ὁ αὐτὸς Σήμ, ἕως τοῦ προδεδηλωμένου χρόνου τῆς [τε] τοῦ Ἀβραὰμ συναντήσεως τῷ Μελχισεδέκ, ἥτις ἦν ἐν ὀγδοηκοστῷ ὀγδόῳ ἔτει τῆς αὐτοῦ ζωῆς ἢ ἐνενηκοστῷ, γίνεται ἑξακόσια εἴκοσι ὀκτὼ ἔτη πλείω ἐλάσσω, ὥστε ἐξ ἅπαντος μὴ δύνασθαι εἰς τὸν προδεδηλω‐
10μένον τοῦ Ἀβραὰμ χρόνον τὸν Σὴμ φθάνειν, ἵνα καὶ Μελχισεδὲκ νομισθείη. καὶ διέπεσε πανταχόθεν καὶ ἡ τῶν Σαμαρειτῶν χυδαιο‐ λογία. 7. Ἰουδαῖοι δὲ πάλιν φάσκουσι τὸν τοιοῦτον δίκαιον μὲν εἶναι καὶ ἀγαθὸν καὶ ἱερέα τοῦ ὑψίστου, ὡς ἔχει ἡ θεία γραφή, διὰ δὲ τὸ
15υἱὸν αὐτὸν εἶναι πόρνης, φασί, τὴν μητέρα αὐτοῦ μὴ γεγράφθαι μηδὲ τὸν πατέρα αὐτοῦ γινώσκεσθαι. ἐξέπεσε δὲ καὶ τούτων ὁ ληρώδης λόγος. καὶ γὰρ καὶ Ῥαὰβ πόρνη ὑπῆρχε καὶ ἔστι γεγραμ‐ μένη, καὶ Ζαμβρὶ πορνεύσας γέγραπται καὶ Χασβιεὶ μετ’ αὐτοῦ, καίπερ ἀλλοτρία οὖσα καὶ οὐκ ἀπὸ γένους Ἰσραὴλ ἀναγομένη. * καί «πᾶς
20ὁ μὴ διὰ τῆς θύρας εἰσερχόμενος, ὡς ἔφη τὸ ἅγιον εὐαγγέλιον, λῃστὴς καὶ οὐκ ὢν ποιμὴν ὑπάρχει».
Ἐν δὲ τῇ ἐκκλησίᾳ φύσει τινὲς διαφόρως τοῦτον τὸν Μελχισεδὲκ333 in vol. 2
Haer
.

2

.

334

ὁρίζονται. οἱ μὲν γὰρ αὐτὸν νομίζουσι φύσει τὸν υἱὸν τοῦ θεοῦ, ἐν ἰδέᾳ δὲ ἀνθρώπου τότε τῷ Ἀβραὰμ πεφηνέναι. ἐκπίπτουσι δὲ καὶ αὐτοὶ τοῦ προκειμένου· οὐ γάρ τις ἑαυτῷ ὅμοιος γενήσεταί ποτε, ὡς ἔχει ἡ θεία γραφὴ ὅτι «ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει
5ἱερεὺς εἰς τὸ διηνεκές». τῷ ὄντι δὲ «ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν»· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραηλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων. τούτων πάντων τὸν κατάλογον ποιησάμενοι, 〈ὧν〉 διὰ τὴν αἵρεσιν ταύτην ἐπε‐ μνήσθημεν, [καὶ] ὡς ἐν παρεκβάσει περὶ τούτων διηγησάμεθα.
10 8. Εἰς ὄνομα δὲ τούτου τοῦ Μελχισεδὲκ ἡ προειρημένη αἵρεσις καὶ τὰς προσφορὰς ἀναφέρει καὶ αὐτὸν εἶναι εἰσαγωγέα πρὸς τὸν θεὸν λέγει καὶ δι’ αὐτοῦ, φησί, δεῖ τῷ θεῷ προσφέρειν, ὅτι ἄρχων ἐστὶ δικαιοσύνης, ἐπ’ αὐτὸ τοῦτο κατασταθεὶς ὑπὸ τοῦ θεοῦ ἐν οὐρανῷ, πνευματικός τις ὢν καὶ εἰς ἱερωσύνην θεοῦ τεταγμένος. καὶ δεῖ ἡμᾶς
15αὐτῷ προσφέρειν, φασίν, ἵνα δι’ αὐτοῦ προσενεχθῇ ὑπὲρ ἡμῶν καὶ εὕρωμεν δι’ αὐτοῦ ζωήν. καὶ Χριστὸς μέν, φησίν, ἐξελέγη, ἵνα ἡμᾶς καλέσῃ ἐκ πολλῶν ὁδῶν εἰς μίαν ταύτην τὴν γνῶσιν, ὑπὸ θεοῦ κε‐ χρισμένος καὶ ἐκλεκτὸς γενόμενος, ἐπειδὴ ἀπέστρεψεν ἡμᾶς ἀπὸ εἰδώ‐ λων καὶ ὑπέδειξεν ἡμῖν τὴν ὁδόν. ἐξ οὗπερ ὁ ἀπόστολος ἀποσταλεὶς
20ἀπεκάλυψεν ἡμῖν ὅτι μέγας ἐστὶν ὁ Μελχισεδὲκ καὶ ἱερεὺς μένει εἰς τὸν αἰῶνα. καὶ θεωρεῖτε πηλίκος οὗτος, καὶ ὅτι τὸ ἧσσον ἐκ τοῦ μείζονος εὐλογεῖται, καὶ διὰ τοῦτο, φησί, καὶ τὸν Ἀβραὰμ τὸν πα‐ τριάρχην εὐλόγησεν, ὡς μείζων ὤν, οὗ ἡμεῖς ἐσμὲν μύσται, ὅπως τύχωμεν καὶ αὐτοὶ ἡμεῖς παρ’ αὐτοῦ τῆς εὐλογίας.
259. Καὶ ὡς μάταιος πασῶν αἱρέσεων ἡ διάνοια. ἰδοὺ γὰρ καὶ
οὗτοι ἠρνήσαντο τὸν αὐτῶν δεσπότην τὸν «ἀγοράσαντα αὐτοὺς τῷ334 in vol. 2
Haer
.

2

.

335

ἰδίῳ αὐτοῦ αἵματι», τὸν οὐκ ἀπὸ Μαρίας ἐναρξάμενον, ὡς αὐτοὶ νομί‐ ζουσιν, ἀλλ’ ἀεὶ ὄντα πρὸς τὸν πατέρα θεὸν Λόγον, γεγεννημένον ἐκ τοῦ πατρὸς ἀνάρχως καὶ ἀχρόνως, ὡς πᾶσα γραφὴ διηγεῖται· ᾧ καὶ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’
5ὁμοίωσιν», καὶ οὐχὶ τῷ Μελχισεδέκ. εἰ μὲν γὰρ καὶ ἱερεὺς [ἐστι] τοῦ θεοῦ τοῦ ὑψίστου ἐν τῇ ἰδίᾳ γενεᾷ γεγένηται καὶ οὐκ ἔσχε δια‐ δοχὴν μετ’ αὐτόν, ἀλλ’ οὐκ ἔστιν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβάς. οὐ γὰρ εἶπεν ἡ γραφὴ ὅτι «κατήνεγκε» ἄρτον καὶ οἶνον, ἀλλὰ «ἐξήνεγκεν» αὐτῷ τε καὶ τοῖς μετ’ αὐτοῦ, ὡς ἀπὸ τῶν βασιλέων
10ἀποδεξόμενος τὸν διερχόμενον πατριάρχην· καὶ εὐλόγησεν αὐτὸν διὰ τὴν προσοῦσαν αὐτῷ δικαιοσύνην καὶ τὸ πιστὸν καὶ τὸ εὐλαβὲς τοῦ ἀνδρός, ὅτι ἐν ἅπασι δοκιμασθεὶς ἐν οὐδενὶ ἐξέπεσε τῆς δικαιοσύνης ὁ πατριάρχης, ἀλλὰ καὶ ἐν τούτῳ συνεργὸν ἔσχε τὸν θεὸν κατὰ τῶν † ἀληθῶς ἐπελθόντων τῇ τῶν Σοδομιτῶν χώρᾳ καὶ ἀφελομέ‐
15νων καὶ τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν ἅγιον Λώτ, ὃν καὶ ἀπέστρεψε μετὰ τῆς πάσης σκυλεύσεως καὶ λαφυραγωγίας. πόθεν δὲ οὐ δεί‐ ξωμεν ὅτι ἦν ἀεὶ 〈ὁ〉 υἱὸς σὺν πατρί; «ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν «ἐν ἀρχῇ ἦν ὁ Μελχισεδὲκ οὐδὲ θεὸς ἦν ὁ Μελχισεδέκ». καὶ πάλιν
20«ἦλθεν οὖν ὁ κύριος πρὸς τὸν Ἀβραάμ, καὶ ἔβρεξε κύριος παρὰ κυ‐ ρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα». καὶ αὐτὸς ὁ ἀπόστο‐ λός φησιν «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». καὶ ἵνα μή τις εἴπῃ· οὐκοῦν ποῦ ἐστι τὸ πνεῦμα, ἐπειδήπερ περὶ ἑνὸς καὶ ἑνὸς διηγεῖται; οὐκ ἔδει τὸ πνεῦμα αὐτοσύ‐
25στατον γίνεσθαι ἑαυτοῦ· ἀεὶ γὰρ φυλάττεται ἡ θεία γραφὴ ὑπογραμ‐335 in vol. 2
Haer
.

2

.

336

μὸς ἡμῖν γίνεσθαι. ἐφθέγγετο ἐν πνεύματι ἁγίῳ ὁ ἀπόστολος καὶ ἔλεγεν «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». ἦν δὲ ἐν πνεύματι ἁγίῳ λέγων τοῦτο· οὐ γὰρ ἵνα λείψῃ ἡ τριάς. αὐτὸς δὲ ὁ κύριος σαφῶς λέγει ὅτι «ἀπελθόντες
5βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος». καὶ πάλιν ὁ ἀπόστολος λέγει «ἓν δέ ἐστιν τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται πρὸς τὸ συμφέρον». ἰδοὺ τοίνυν πατήρ, ἰδοὺ υἱός, ἰδοὺ πνεῦμα ἅγιον, καὶ οὐδαμοῦ περὶ Μελχισεδὲκ λέγει ὅτι ἐν τοῖς χαρίσμασιν † δωρεῖται οὔτε ἐν τοῖς ὑψώμασι. καὶ
10μάτην παρὰ τούτοις ᾄδεται τὰ ψευδῆ καὶ ἐπινενοημένα τῶν προσκομ‐ μάτων, οὐκ ἀπὸ τῆς ἀληθείας αὐτοῖς συμβαίνοντα, ἀλλὰ ἐξ αὐτοῦ τοῦ συρίγματος τοῦ δράκοντος, ὡς ἑκάστην αἵρεσιν ἠδυνήθη ἀπατῆ‐ σαί τε καὶ πλανῆσαι. Ἦλθε δὲ πάλιν εἰς ἡμᾶς ὥς τινες περιττότερον τῶν προειρημέ‐
15νων πάντων πλανηθέντες καὶ περισσοτέρᾳ ἀλαζονείᾳ ἐννοίας ἀρθέν‐ τες ἐτόλμησαν εἰς ἀπορίαν διανοημάτων τραπῆναι καὶ εἰς βλάσφημον ἔννοιαν ἐλθεῖν καὶ εἰπεῖν τὸν αὐτὸν Μελχισεδὲκ εἶναι τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ὦ τῆς τῶν ἀνθρώπων ἀφυλάκτου ἐννοίας καὶ ἀπατωμένης καρδίας καὶ μὴ ἐχούσης στάσιν
20ἀληθείας. ἀπὸ τοῦ γὰρ τὸν ἀπόστολον λέγειν ἀπάτορα καὶ ἀμήτορα τὸν Μελχισεδὲκ καὶ ἀγενεαλόγητον, διὰ τὸ ὑπέρογκον τῆς φράσεως πλανηθέντες τῇ ἐννοίᾳ οἱ τοιοῦτοι καὶ * διανοηθέντες τὰ * εἰς τὸν πατέρα τῶν ὅλων ἀναλογοῦντα ἐν ἑαυτοῖς ἀνετύπωσαν βλασφημίας πλάνην. ἀπὸ τοῦ γὰρ τὸν πατέρα τῶν ὅλων, θεὸν τὸν παντο‐
25κράτορα, μήτε πατέρα ἔχειν μήτε μητέρα μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος (τοῦτο γὰρ 〈παρὰ〉 πᾶσιν ὡμολόγηται) ἀπεικάσαντες τούτῳ τὸν Μελχισεδὲκ διὰ τὸ περὶ αὐτοῦ οὕτω τὸν ἀπόστολον εἰρηκέναι εἰς ἀφροσύνης βλασφημίαν πεπτώκασι, μὴ νοήσαντες τὰ ἄλλα τὰ περὶ αὐτοῦ εἰρημένα. περὶ γὰρ τοῦ Μελχισεδὲκ εἴρηται ὅτι «ἦν ἱερεὺς
30τοῦ ὑψίστου». εἰ οὖν ὕψιστός ἐστιν οὗτος καὶ πατήρ, ἄρα ἑτέρου336 in vol. 2
Haer
.

2

.

337

ὑψίστου ὑπάρχων ἱερεὺς οὐκέτι αὐτὸς εἴη πατὴρ τῶν ὅλων, ἱερα‐ τεύων ἑτέρῳ ὑψίστῳ. καὶ ὦ τῆς τῶν ἀνθρώπων χυδαιότητος τῆς τὰ ἀληθινὰ μὴ κατανοούσης, ἐπὶ τὰ πλάνα δὲ ἑαυτὴν τρεπούσης. τὸ πέρας γὰρ τῆς ἐπιλύσεως τοῦ παντὸς ζητήματος ὁ ἅγιος ἀπόστολος
5συναγαγὼν ἔφη «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν» (δῆλον δέ· ἀλλὰ ἐξ ἑτέρων) «δεδεκάτωκε τὸν Ἀβραάμ», καὶ πάλιν «ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις καὶ ἱκεσίας ἐποιεῖτο, φησί, πρὸς τὸν δυνάμενον αὐτὸν σῶσαι»· ὅτι δὲ 〈ὁ〉 πατὴρ σάρκα οὐκ ἐνεδύσατο δῆλον.
10 Καὶ περὶ τούτων δὲ ἱκανῶς διαλεχθέντες καταλείψωμεν τὴν αἵρεσιν, ὥσπερ μυογαλίδιον λίθῳ πεπαικότες διὰ τῆς στερεᾶς πίστεως καὶ ἑδραιώματος καὶ φυγόντες τὸ ἰοβόλον αὐτῆς δηλητήριον. τὸ γὰρ μυογαλίδιόν φασι πρὸς μὲν τὴν ὥραν μηδὲν ἀδικεῖν τὸν δακνό‐ μενον, χρόνῳ δέ τινι τὸ σῶμα ἀφανίζειν καὶ εἰς λώβησιν κελεφίας
15ἕως ὅλων τῶν μελῶν ἄγειν τὸν ἐπιβουλευθέντα. οὕτω καὶ αὕτη ἡ αἵρεσις * τῇ διανοίᾳ τοῖς εὐθὺς περὶ τούτων ἀκούσασι φαίνεται ὡς οὐδὲν *, προσεντριβομένη δὲ ἡ τῶν λόγων παρολκὴ ζητήματα ἐμποιεῖ καὶ ὥσπερ ἀφανισμὸν τοῖς μὴ τυχοῦσι τοῦ βοηθήματος τῆς ἀντιδότου ταύτης, τῆς παρ’ ἡμῶν γενομένης κατ’ αὐτῆς ἀνατροπῆς
20τε καὶ ἀντιλογίας. οὐ τάχιον δὲ φαίνεται τὸ ζῷον. ἐν νυκτὶ γάρ ἐστι πορευόμενον καὶ οὕτω τὴν βλάβην ἐργάζεται, μάλιστα δὲ ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ, ὡς ἰστέον ἐστὶ τοῖς τὴν γνῶσιν τοῦ ζῴου ἐπισταμένοις, ὅτι οὐ παρέργως οὔτε σεσυκοφαντημένως τῆς τοῦ ζῴου ὑποθέσεως πεποιήμεθα τὴν μνήμην, ἀπεικάσαντες αὐτὸ τῇ παρὰ τῆς
25αἱρέσεως βλάβῃ· τοιοῦτο γὰρ αὐτῆς τὸ ἀδίκημα ὑπάρχει. ἐφεξῆς δὲ βαδιοῦμαι ἐπὶ τὰς ἄλλας, ὅπως τὸ ἐπάγγελμα ἐν θεῷ πληρῶσαι
καταξιωθέντες τῷ θεῷ εὐχαριστήσωμεν.337 in vol. 2
Haer
.

2

.

338

Κατὰ Βαρδησιανιστῶν λϛ, τῆς δὲ ἀκολουθίας νϛ. 1. Τούτοις καθεξῆς συνέπεται Βαρδησιάνης τις οὕτω καλούμε‐ νος. ὁ δὲ Βαρδησιάνης οὗτος, ἐξ οὗπερ ἡ αἵρεσις τῶν Βαρδησια‐ νιστῶν γεγένηται, ἐκ Μεσοποταμίας μὲν τὸ γένος ἦν, τῶν κατὰ τὴν
5Ἐδεσσηνῶν πόλιν κατοικούντων. ὃς τὰ μὲν πρῶτα ἄριστός τις ἀνὴρ ἐτύγχανε, λόγους δὲ οὐκ ὀλίγους συνεγράψατο, ὁπηνίκα ἐρρωμένην εἶχε τὴν διάνοιαν. ἐκ γὰρ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ὡρμᾶτο, λόγιός τις ὢν ἐν ταῖς δυσὶ γλώσσαις, Ἑλληνικῇ τε διαλέκτῳ καὶ τῇ τῶν Σύρων φωνῇ. Αὐγάρῳ δὲ τῷ τῶν Ἐδεσσηνῶν δυνάστῃ,
10ἀνδρὶ ὁσιωτάτῳ καὶ λογιωτάτῳ, ἐξοικειούμενος τὰ πρῶτα καὶ συμ‐
πράττων, ἅμα τε καὶ τῆς αὐτοῦ μετασχὼν παιδείας, διήρκεσε μὲν338 in vol. 2
Haer
.

2

.

339

μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι τῶν χρόνων Ἀντωνίνου Καίσαρος, (οὐ τοῦ Εὐσεβοῦς καλουμένου, ἀλλὰ τοῦ Οὐήρου). ὃς πολλὰ 〈πρὸσ〉 Ἀβειδὰν τὸν ἀστρονόμον κατὰ εἱμαρμένης λέγων συνελογίσατο, καὶ ἄλλα δὲ κατὰ τὴν εὐσεβῆ πίστιν ἐμφέρεται αὐτοῦ συντάγματα.
5Ἀπολλωνίῳ δὲ τῷ τοῦ Ἀντωνίνου ἑταίρῳ ἀντῆρε, παραιτούμενος339 in vol. 2
Haer
.

2

.

340

ἀρνήσασθαι τὸ Χριστιανὸν ἑαυτὸν λέγειν. ὁ δὲ σχεδὸν ἐν τάξει ὁμο‐ λογίας κατέστη λόγους τε συνετοὺς ἀπεκρίνατο ὑπὲρ εὐσεβείας ἀνδρείως ἀπολογούμενος, θάνατον μὴ δεδιέναι φήσας, ὃν ἀνάγκῃ 〈ἔφη〉 ἔσεσθαι, κἄν τε τῷ βασιλεῖ μὴ ἀντείποι. καὶ οὕτως ὁ ἀνὴρ τὰ πάντα
5μεγάλως ἦν κεκοσμημένος, ἕως ὅτε τῷ ἀστοχήματι τῆς ἑαυτοῦ αἱρέ‐ σεως περιέπεσε, δίκην νηὸς γεγονὼς καλλίστης φόρτον τε ἀσυνεί‐ καστον ἐμβαλλομένης καὶ παρὰ τὰς ὄχθας τοῦ λιμένος λακισθείσης ἀπολεσάσης τε τὴν ἅπασαν πραγματείαν καὶ ἑτέροις τοῖς ἐπιβάταις θάνατον ἐμποιησάσης.
10 2. Προσφθείρεται γὰρ οὗτος Οὐαλεντίνοις καὶ ἐκ τῆς αὐτῶν μοχθηρίας ἀνιμᾶται τὸ δηλητήριον τοῦτο καὶ ζιζανιῶδες, πολλάς τε καὶ αὐτὸς ἀρχὰς καὶ προβολὰς εἰσηγησάμενος καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀρνησάμενος ἐδογμάτισε ταύτην τὴν αἵρεσιν. χρῆται
δὲ νόμῳ καὶ προφήταις, παλαιᾷ τε καὶ νέᾳ διαθήκῃ, καὶ ἀπο‐340 in vol. 2
Haer
.

2

.

341

κρύφοις τισὶν ὡσαύτως. ἀνατραπήσεται δὲ καὶ οὗτος μετὰ πάντων τῶν πρὸ αὐτοῦ τε καὶ τῶν μετ’ αὐτὸν ἀπαλλοτριώσας ἑαυτὸν τῆς ἀληθείας καὶ ὡς ἀπὸ λαμπάδος πυρὸς φωτεινῆς εἰς ἀσβόλην μετα‐ βεβλημένος.
5 Περὶ μὲν γὰρ νεκρῶν ἀναστάσεως ἤδη ἡμῖν ἐν πολλαῖς αἱρέσεσιν εἴρηται· οὐ λυπήσει δὲ καὶ αὖθις ἐν τῇ πρὸς τοῦτον ἀνατροπῇ χρή‐ σασθαι ὀλίγοις λόγοις. εἰ μὲν γὰρ τὴν παλαιὰν διαθήκην δέχῃ, ὦ οὗτος, καὶ τὴν καινὴν ὡσαύτως, πόθεν οὐκ ἐλεγχθήσῃ παραφθείρων τὴν τῆς ἀληθείας ὁδὸν καὶ ἑαυτὸν ἀποξενῶν τῆς τοῦ κυρίου ἐν ἀλη‐
10θείᾳ ζωῆς; ὅτι μὲν γὰρ αὐτὸς ὁ κύριος πρῶτος, ἵνα γένηται ἡμῖν ἀρραβὼν τῆς ἀναστάσεως καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἀπέ‐ θανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη, 〈δῆλον〉. καὶ οὐχ ἁπλῶς ἐν δοκήσει πέπονθεν· ἐτάφη γὰρ καὶ τὸ σῶμα αὐτοῦ ἐβάστασαν. καὶ μαρτυρεῖ μὲν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, μαρτυροῦσι καὶ αἱ φέρουσαι μύρα εἰς
15τὸ μνῆμα καὶ ἡ τῶν ἑκατὸν λιτρῶν τῆς ἀλόης ὁλκή, ὅτι οὐκ ἦν δόκησις οὐδὲ φαντασία. μαρτυροῦσι δὲ καὶ οἱ ἄγγελοι ταῖς γυναιξὶ πεφηνότες ὅτι «ἀνέστη, οὐκ ἔστιν ὧδε· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» καὶ οὐκ εἶπαν ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀνέστη, ὁ πε‐ πονθὼς ἐν σαρκί, ζῶν δὲ ἀεὶ ἐν πνεύματι καὶ ἀπαθὴς ὢν ἐν τῇ ἰδίᾳ
20θεότητι, ὁ ἄνωθεν ἀεὶ ἐκ πατρὸς γεγεννημένος ὑπάρχων, ὁ ἐπ’ ἐσχά‐ των τῶν ἡμερῶν εὐδοκήσας ἀπὸ Μαρίας τῆς παρθένου γενέσθαι ἄνθρωπος, ὡς μαρτυρεῖ Παῦλος ὁ ἅγιος λέγων «γενόμενος ἐκ γυναι‐ κός, γενόμενος ὑπὸ νόμον». ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ
25θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»; ἢ οὐκ ἔπεισέ σε Ἠσαΐας ὁ
προφήτης λέγων «καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ341 in vol. 2
Haer
.

2

.

342

ἐν τοῖς μνημείοις;», αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι «καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»; ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ
5αἷμα; αἷμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ’ ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν. σῶμα γάρ ἐστι τὸ αἷμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη, ἡ κακοπιστία, ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας. 3. Περὶ δὲ πολλῶν ἀρχῶν ἐπειδήπερ πολλάκις κατὰ τῶν οὕτως
10λεγόντων πολλὰ εἶπον; ἐνταῦθα οὐ πολλὴν ποιοῦμαι τὴν περὶ τού‐ του διαλογήν, ἀλλ’ ὡς ἐν 〈παρεκβάσει〉 ὑπομνήσομαι τοῦ ἁγίου ἀπο‐ στόλου φάσκοντος ὅτι «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ». πῶς οὖν πολυθεΐα ἔσται καὶ πολλαὶ ἀρχαί, εἰ
15«εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ»; ἄρα οὖν εἷς ἐστιν ὁ ποιητὴς καὶ οὐ πολλοὶ θεοὶ οὔτε πολλοὶ αἰῶνες. ἔφη γὰρ ὅτι «εἴπερ εἰσὶ πολλοὶ θεοὶ λεγόμενοι». τὸ δέ «λεγόμενοι» ὡς 〈περὶ〉 οὐχ ὑπαρχόντων ἀπεφήνατο· διὰ δὲ τοὺς τῶν Ἑλλήνων λεγομένους, οὓς ἐθεοποίησαν, ἥλιόν τε καὶ σελήνην, ἄστρα τε καὶ
20τὰ τούτοις ὅμοια, ἀποφηνάμενος ἀπέκλεισε πάντων τῶν πεπλανη‐ μένων τὴν διάνοιαν. Τῆς δὲ ὑγιοῦς πίστεως πανταχόθεν σῳζομένης, ἑδραιώμα〈τοσ〉 οὔσης καὶ σωτηρίας τῶν πιστῶν, ῥᾳδίως ἡ πασῶν τῶν αἱρέσεων ἐπινενοη‐ μένη κενολεξία προσανετράπη. ὡς καὶ οὗτος ἀνατραπεὶς καὶ ἐλεεινὸν
25ἑαυτὸν καταστήσας καὶ ἑαυτὸν ἀποξενώσας τῆς ζωῆς. φησὶ γὰρ ὁ προφήτης πρὸς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ὅτι «θήσομαι ἄνθρακα τὸν λίθον σου καὶ τοὺς θεμελίους σου σάπφειρον καὶ τὰ τείχη σου λίθους ἐκλεκτοὺς καὶ τὰς ἐπάλξεις σου ἴασπιν». εἶτα ὕστερόν φησι
«πᾶσα φωνὴ ἣ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, ἐπὶ342 in vol. 2
Haer
.

2

.

343

δὲ σὲ οὐ κατευοδωθήσεται». οὐδὲν γὰρ κατισχύσει πρὸς τὴν τῆς ἀληθείας πίστιν, ἐπειδήπερ «ἐπὶ τὴν πέτραν ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς», ὡς ἐπηγγείλατο αὐτῇ ὁ ἅγιος θεὸς Λόγος, ὁ βασιλεὺς αὐτῆς καὶ νυμφίος καὶ κύριος αὐτῆς καὶ δεσπότης,
5ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ταύτης δὲ καὶ αὐτῆς καταπατηθείσης τῆς αἱρέσεως, * ὡς ἀπὸ τομῆς ὄφεως οὖσα κεφαλὴ καὶ ἔτι σκαρίζουσα, τῷ ξύλῳ τῆς ζωῆς παισθεῖσα, αὐτοὶ 〈δὲ〉 θεῷ εὐχαριστοῦντες ἐπὶ τὰς ἄλλας πάλιν δια‐
10σκοποῦντες ἴωμεν, ἀγαπητοί.
Κατὰ Νοητιανῶν λζ, τῆς δὲ ἀκολουθίας νζ. Ἕτερος δὲ πάλιν μετὰ τοῦτον Νόητος ὀνόματι ἀνέστη, οὐ πρὸ ἐτῶν πλειόνων, ἀλλ’ ὡς ἀπὸ χρόνου ἐτῶν τούτων ἑκατὸν τριάκοντα πλείω ἐλάσσω, Ἀσιανὸς τῆς Ἐφέσου πόλεως ὑπάρχων· ὃς ἀλλο‐
15τρίῳ πνεύματι φερόμενος ἠθέλησεν ἀφ’ ἑαυτοῦ ἃ μήτε προφῆται 〈ἐκήρυξαν〉 μήτε ἀπόστολοι μήτε ἐξ ὑπαρχῆς κατέσχεν ἡ ἐκκλησία
μήτε ἐνενοήθη λέγειν τε καὶ διδάσκειν, αὐτὸς ἀφ’ ἑαυτοῦ ἐπάρματι343 in vol. 2
Haer
.

2

.

344

μανίας ἐπαρθεὶς ἐτόλμησε λέγειν, τὸν πατέρα πεπονθέναι· ἔτι δὲ μείζονί τινι τύφῳ καὶ παραφροσύνῃ ἐνεχθεὶς ἑαυτὸν ἔλεγε Μωυσέα καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀαρών. ἀλλὰ μεταξὺ τούτων ἀπὸ τῆς περὶ αὐτοῦ ἐνηχήσεως οἱ μακάριοι πρεσβύτεροι τῆς ἐκκλησίας μετα‐
5καλεσάμενοι αὐτὸν ἐξήταζον περὶ τούτων ἁπάντων καὶ εἰ ταύτην τὴν βλασφημίαν περὶ πατρὸς προηγάγετο. ὁ δὲ τὰ πρῶτα μὲν ἠρνεῖτο ἐπὶ τοῦ πρεσβυτερίου ἀγόμενος, διὰ τὸ μηδένα πρὸ αὐτοῦ ἐξεμέσαι ταύτην τὴν δεινὴν καὶ ὀλετήριον πικρίαν. ὕστερον δέ, ἀφ’ ἧς εἶχε λύσσης εἴς τινας ἄλλους ἐμβαλὼν ὡς εἰπεῖν καὶ σὺν αὐτῷ ὥσπερ
10δέκα ἄνδρας ἐπαγόμενος, εἰς τῦφον μείζονα καὶ θράσος ἐπαρθεὶς τολ‐ μηρός 〈τε〉 γεγονὼς παρρησίᾳ λοιπὸν τὴν αἵρεσιν ἐδογμάτιζε. πά‐ λιν δ’ αὖ οἱ αὐτοὶ πρεσβύτεροι προσκαλεσάμενοι αὐτόν τε καὶ τοὺς προσφθαρέντας αὐτῷ ἀνθρώπους περὶ τῶν αὐτῶν πάλιν ἠρώτων. ὁ δὲ ἅμα τοῖς ὑπ’ αὐτοῦ πεπλανημένοις ὑποτρίψας τὸ μέτωπον
15λοιπὸν παρρησίᾳ ἀντέλεγε, φάσκων ὅτι «τί γὰρ κακὸν πεποίηκα ὅτι ἕνα θεὸν δοξάζω; ἕνα θεὸν ἐπίσταμαι καὶ οὐκ ἄλλον πλὴν αὐτοῦ, γεννηθέντα πεπονθότα ἀποθανόντα». ὡς οὖν ἐν τούτοις ἔμενεν, ἐξέωσαν αὐτὸν τῆς ἐκκλησίας ἅμα τοῖς ὑπ’ αὐτοῦ εἰς τὸ ἴδιον δόγμα μεμαθητευμένοις. ἐτελεύτα δὲ αὐτὸς ἔναγχος ἅμα τῷ ἰδίῳ ἀδελφῷ,
20οὐχ ὡς Μωυσῆς ἐν δόξῃ οὐδὲ ὁ αὐτοῦ ἀδελφὸς ὡς Ἀαρὼν ἐν τιμῇ
ἐτάφη. ἐρρίφησαν γὰρ ὡς παραβάται καὶ οὐδεὶς αὐτοὺς τῶν θεοσε‐344 in vol. 2
Haer
.

2

.

345

βῶν περιέστειλε. μετὰ τοῦτο οἱ ὑπ’ αὐτοῦ τὸν νοῦν φθαρέντες ἐκράτυναν τουτὶ τὸ δόγμα, τούτοις τοῖς ῥητοῖς ὑπαχθέντες οἷς καὶ ὁ αὐτῶν κακοδιδάσκαλος ἐξ ἀρχῆς. ὅτε γὰρ ἐρωτώμενος ἀπὸ τοῦ πρεσβυτερίου ἔφη ἕνα θεὸν δοξάζειν, ἤκουε παρ’ αὐτῶν φιλαλήθως
5ὅτι ἕνα θεὸν δοξάζομεν καὶ αὐτοί, ἀλλ’ ὡς οἴδαμεν δικαίως δοξάζειν· καὶ ἕνα Χριστὸν ἔχομεν, ἀλλ’ ὡς οἴδαμεν ἕνα Χριστόν, υἱὸν θεοῦ, παθόντα καθὼς ἔπαθεν, ἀποθανόντα καθὼς ἀπέθανεν, ἀναστάντα, ἀνελθόντα εἰς τὸν οὐρανόν, ὄντα ἐν δεξιᾷ τοῦ πατρός, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. ταῦτα λέγομεν μεμαθηκότες ἀπὸ τῶν
10θείων γραφῶν, ἃ καὶ ἐπιστάμεθα. 2. Ἐκ τούτου οὖν Νοητιανοὶ ἀπόσπασμα ὄντες αὐτοῦ καὶ οἱ ἐξ αὐτῶν τουτὶ τὸ δόγμα δοξάξουσιν, ἐκ τῶν ῥητῶν τούτων πειρώμενοι συνιστᾶν τὴν κατ’ αὐτοὺς ἐμμανῆ διδασκαλίαν. ἀφ’ ὧν εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν «ἐγὼ θεὸς τῶν πατέρων ὑμῶν· ἐγὼ πρῶτος καὶ ἐγὼ
15μετὰ ταῦτα· οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι» καὶ τὰ ἑξῆς. ἔλεγον οὖν· ἡμεῖς τοίνυν αὐτὸν οἴδαμεν μόνον. εἰ τοίνυν ἐλθὼν Χριστὸς ἐγεννήθη, αὐτός ἐστι πατήρ, αὐτὸς υἱός· ἄρα 〈ὁ〉 αὐτός ἐστι θεὸς
ὁ ἀεὶ 〈ὢν〉 καὶ νῦν ἐλθών· ὡς λέγει ἡ γραφή «οὗτος ὁ θεός σου,345 in vol. 2
Haer
.

2

.

346

οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συναν‐ εστράφη». ὁρᾷς, φησί, πάλιν πῶς ἡ θεία γραφὴ ἡμᾶς συνετίζει,
5τοῦ μὴ ἄλλον καὶ ἄλλον θεὸν ἡγεῖσθαι, φάσκουσα ὅτι αὐτὸς θεός ἐστι 〈ὁ〉 μόνος ὢν καὶ αὐτὸς ὕστερον ὀφθείς; πάλιν δὲ ἄλλῳ ῥητῷ κέχρηνται τούτῳ, ὡς λέγει «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ δοῦλοι ἔσονται καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ
10ἐν σοὶ προσκυνήσουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». ὁρᾷς, φησί, πῶς αἱ θεῖαι γραφαὶ ἕνα θεὸν σημαίνουσι καὶ καταγγέλλουσιν αὐτὸν 〈γενόμενον〉 ἐμφανῆ; καὶ ὁμο‐ λογουμένως εἷς ἐστιν, ὁ αὐτὸς ἀεὶ ὤν. καὶ τούτου ἕνεκα οὐ πολλοὺς
15θεοὺς λέγομεν, ἀλλὰ ἕνα θεόν, τὸν αὐτὸν ἀπαθῆ, αὐτὸν πατέρα τοῦ υἱοῦ, αὐτὸν υἱὸν καὶ πεπονθότα, ἵνα σώσῃ ἡμᾶς ἐν τῷ ἰδίῳ πάθει, καὶ οὐ δυνάμεθα ἄλλον λέγειν· δῆθεν ἀπὸ τοῦ ἐπιστάτου αὐτῶν μεμαθηκότες ταύτην τὴν ὁμολογίαν καὶ τὴν πονηρὰν ταύτην ὑπό‐ νοιαν καὶ λυμαντικὴν μανίαν.
20Εἶτα ἄλλα ῥητὰ φέρουσιν εἰς σύστασιν ἑαυτῶν, ὡς ὁ αὐτῶν
διδάσκαλος ἔλεγεν ὅτι «καὶ ὁ ἀπόστολος τούτοις μαρτυρεῖ τοῖς λόγοις346 in vol. 2
Haer
.

2

.

347

φάσκων· ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». βούλονται δὲ διηγεῖσθαι μονοκώλως, τοῦτον τὸν τρόπον ὡς Θεόδοτος· ἐκεῖνος μὲν φύσει ἀκροτάτως ἄνθρωπον ψιλὸν διηγησάμενος, οὗτος δὲ πάλιν
5ἄλλην ἀκρότητα μονοτύπως. τὸν αὐτὸν πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν σαρκὶ πεπονθότα καὶ γεννηθέντα ἡγησάμενος. οὔτε οὖν ἐκεῖνοι οἱ ἀπὸ Θεοδότου τι ἐν ἀληθείᾳ ἔφασαν οὔτε οὗτος ὁ Νόητος καὶ οἱ ἀπ’ αὐτοῦ, ἀνόητος δὲ μᾶλλον τῇ δυνάμει, καθάπερ αἱ θεῖαι γραφαὶ ἀμφοτέρους καὶ πάντας τοὺς πεπλανημένους διε‐
10λέγχουσι. 3. Παντὶ δὲ τῷ τὸν νοῦν εἰς θεὸν * κεκτημένῳ καὶ ἐν θείᾳ γραφῇ καὶ ἐν πνεύματι ἁγίῳ κατηυγασμένῳ εὐθυέλεγκτος ὁ αὐτῶν λόγος καὶ πάσης ἀνοίας ἔμπλεως φανεῖται. τόλμης γὰρ τὸ ἔργον καὶ τυφλώσεως * ἡ διάνοια φάσκουσα τὸν αὐτὸν πατέρα ὄντα καὶ
15τὸν αὐτὸν υἱὸν καὶ τὸν αὐτὸν πεπονθότα· ὡς καὶ ἀπ’ ὀρθοῦ λο‐ γισμοῦ καὶ εὐλόγου κριθήσονται οἱ τὰ τοιαῦτα φάσκοντες. πῶς γὰρ εἴη πατὴρ ὁ αὐτὸς καὶ υἱὸς ὑπάρχων; εἰ γὰρ υἱὸς ὑπάρχει, πάν‐ τως που τινὸς υἱὸς εἴη, ἀφ’ οὗπερ γεγέννηται. εἰ δὲ πατήρ ἐστιν, ἑαυτὸν γεννᾶν ἀδύνατον. πάλιν δὲ τὸ καλούμενον υἱὸς ἑαυτὸν οὐκ
20ἐγέννησεν, ἀλλὰ ἐκ πατρὸς γεγέννηται. καὶ ὦ τῆς τῶν ἀνθρώπων πολλῆς φρενοβλαβείας καὶ ἀκατορθώτου λογισμοῦ. ἔστι γάρ, ἔστιν τὸ εὔλογον οὐχ ὡς οὗτοι δοξάζουσιν, ἀλλ’ ὡς ἡ ἀλήθεια διὰ θείας γραφῆς ἡμῖν ὑποδείκνυσιν. εὐθὺς γὰρ φάσκει ὁ κύριος λέγων
«ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ὃν ᾑρέτισα, ὃν ἠγάπησεν ἡ347 in vol. 2
Haer
.

2

.

348

ψυχή μου· θήσομαι τὸ πνεῦμά μου ἐπ’ αὐτῷ». καὶ ὁρᾷς πῶς φωνὴ μὲν πατρὸς δείκνυσι φύσει υἱόν, ἐφ’ ᾧ καὶ τὸ πνεῦμα αὐτοῦ τίθη‐ σιν. εἶτα δὲ αὐτὸς ὁ μονογενής φησι «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι». ὁ δὲ λέγων
5«πάτερ, δόξασόν με» οὐχ ἑαυτὸν πατέρα καλεῖ, πατέρα δὲ τὸν αὐτοῦ γινώσκει. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἦλθε φωνὴ ἀπ’ οὐρανοῦ, οὗτός ἐστιν ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ οὐκ εἶπεν «ἐγώ εἰμι ὁ υἱός μου, ἐμοῦ ἀκούσατε», οὐδὲ πάλιν «γέγονα υἱός», ἀλλὰ «οὗτος ὁ υἱός μου, αὐτοῦ ἀκούσατε». καὶ τῷ εἰπεῖν «ἐγὼ καὶ ὁ πατήρ μου ἕν
10ἐσμεν», οὐκ εἶπεν «ἐγὼ καὶ ὁ πατήρ μου εἷς εἰμι», ἀλλά «ἐγὼ καὶ ὁ πατήρ μου ἕν ἐσμεν». τὸ δὲ «ἐγὼ καὶ ὁ πατήρ», ὄντος τοῦ ἄρθρου τοῦ «ὁ» καὶ τοῦ «καί» ἀνὰ μέσον, σημαίνει πατέρα φύσει πατέρα καὶ υἱὸν φύσει υἱόν. 4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος «ἐὰν ἀπέλθω, ἐκεῖνος
15ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας». πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό «ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται». οὐκ εἶπεν «ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι», ἀλλὰ ἀπὸ τοῦ «ἐγώ» καί «ἐκεῖνος» ἐσήμανεν ἐνυπόστα‐ τον τὸν υἱόν, ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. καὶ πάλιν «τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ ἐμοῦ
20λαμβάνον», ἵνα δείξῃ ἐνυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ’ αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ἐνδυσα‐
25μένου σῶμα. διὰ δὲ τὸ μὴ νομίζεσθαι συναλοιφὴν εἶναι πρὸς τὸν348 in vol. 2
Haer
.

2

.

349

υἱόν, τὸ ἅγιον πνεῦμα σχηματίζεται ἐν εἴδει περιστερᾶς διὰ τὸ ὀπτά‐ νεσθαι φύσει ἐνυπόστατον τὸ πνεῦμα. πόθεν δὲ ἀλλαχόθεν οὐκ ἔχομεν δεῖξαι κατὰ τούτων τῶν τὴν φρενοβλάβειαν ἑαυτοῖς ἐγκισ‐ σώντων; εἰ μὲν γὰρ ἀληθεύει ἡ αὐτῶν διάνοια καὶ ὁ λόγος ὁ ἕωλος
5καὶ μὴ ἔχων σύστασιν μήτε δύναμιν μήτε συνέσεως λογισμὸν ἢ ἔμ‐ φασιν, ἄρα γοῦν ἐκβλητέαι εἰσὶν αἱ γραφαί, αἱ πάντῃ μὲν πατέρα πατέρα γινώσκουσαι καὶ υἱὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. Ἀλλὰ τί φάσκεις, ὦ οὗτος; μὴ πολυθεΐαν ἡγήσοιντο οἱ τὸ σέβας ἀληθινῶς τῇ τριάδι προσφέροντες, οἵτινές εἰσιν υἱοὶ τῆς ἀληθείας
10καὶ τῆς μόνης ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας; καὶ οὐχ οὕτως. τίς γὰρ οὐκ ἐρεῖ ἕνα θεὸν εἶναι τῆς ἀληθείας, πατέρα παντοκράτορα, ἐξ οὗπερ ὁ μονογενὴς υἱὸς ἐν ἀληθείᾳ θεὸς Λόγος, ἐνυπόστατος Λόγος, γεγεννημένος ἀληθινῶς ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως; διὸ ἕνα θεὸν ἀσφαλῶς κηρύττει ἡ ἐκκλησία, πατέρα καὶ υἱόν· διότι
15«ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν», τουτ‐ έστιν μία θεότης καὶ ἓν θέλημα καὶ μία κυριότης. ἐξ αὐτοῦ δὲ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεται, ἐνυπόστατον ὂν καὶ ἐν ἀλη‐ θείᾳ τέλειον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ φωτίζον τὰ πάντα, τὸ ἐκ τοῦ υἱοῦ λαμβάνον, τὸ πνεῦμα τοῦ πατρός. τὸ πνεῦμα τοῦ Χριστοῦ.
20διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀληθείας πατήρ, πατὴρ τέλειος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης μία δεσποτεία μία κυριότης. διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἱ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὁμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς
25θεότητος, τῆς αὐτῆς κυριότητος. καὶ διέπεσεν ἐκ πανταχόθεν ὁ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε. τοίνυν τούτων εἰρημένων καὶ ἀντιθέτως πρὸς τὰς τοῦ προειρημένου Νοήτου φωνάς, σκοπεῖν ἐξ
ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν.349 in vol. 2
Haer
.

2

.

350

5. Πρῶτον μὲν οὖν ἐπειδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ ὃν τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ», οὐχ ὁρᾷς ὅτι λέγων «εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν», πῶς τὴν μίαν ἀρχὴν
5σημαίνει, ἵνα μὴ εἰς πολλὰς ἀρχὰς τρέψῃ τὴν διάνοιαν καὶ εἰς πολυ‐ θεΐαν ἀγάγῃ πάλιν τὸν πλανηθέντα νοῦν τῶν ἀνθρώπων ἐπὶ τῇ κενοφωνίᾳ τῆς πολυθεΐας; ὁρᾷς γὰρ πῶς ἑνὶ ὀνόματι κέχρηται καὶ μιᾷ ὀνομασίᾳ, οὐκ ἀρνούμενος τὸν μονογενῆ θεόν. οἶδε γὰρ αὐτὸν κύριον καὶ οἶδεν αὐτὸν θεόν· διὸ ἀσφαλιζόμενος λέγει «καὶ εἷς κύριος
10Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα». καὶ ἐπὶ μὲν τοῦ κυρίου τοῦτο λέγων οὐ τὸν αὐτὸν ἐσήμανεν εἶναι πατέρα καὶ τὸν αὐτὸν υἱόν, ἀλλὰ ἔδειξε τὸν μὲν πατέρα πατέρα ὄντα, τὸν δὲ υἱὸν υἱὸν ἀληθῶς, ἐπειδὴ τῷ εἰπεῖν «εἷς θεός» ἐπὶ τῷ πατρὶ οὐχ ὡς ἀρνούμενος ἐπὶ τῷ υἱῷ τὸ εἶναι θεὸς 〈ἔλεγεν〉 (εἰ γὰρ μὴ θεός, οὔτε κύριος· ἐπειδὴ δὲ κύ‐
15ριος, καὶ θεός), ἀλλὰ εἰς μίαν ὀνομασίαν ἄγειν ἀναγκαζόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος ὁ ἅγιος ἀπόστολος ἔφραζεν ἡμῖν τὴν πίστιν, ἐναργῶς ἕνα κύριον σημαίνων, ἄρα γε καὶ θεόν. Ἀλλὰ μηδεὶς νομιζέτω, ἐπειδὴ λέγει ἕνα καὶ ἕνα, μὴ ἄρα παρέ‐ λιπε τὸν ἀριθμὸν τῆς τριάδος, ἐπειδὴ οὐκ ὠνόμασε τὸ ἅγιον πνεῦμα.
20ὀνομάσας γὰρ πατέρα καὶ υἱὸν θεὸν καὶ κύριον, ἐν πνεύματι ἁγίῳ ὠνόμασεν. οὐ γὰρ ἐπειδὴ εἶπεν «εἷς θεός», περὶ πατρός. «ἐξ οὗ τὰ πάντα», ἠρνήσατο αὐτὸν [τὸ] εἶναι κύριον· οὐδὲ πάλιν ἐπειδὴ εἶπε «καὶ εἷς κύριος Ἰησοῦς Χριστός», ἠρνήσατο εἶναι αὐτὸν θεόν, ἀλλὰ καθάπερ ἐπὶ τῷ πατρὶ ἠρκέσθη ἐπὶ τῇ μιᾷ ὀνομασίᾳ, λέγων «εἷς
25θεός», σὺν δὲ τῷ θεὸς δῆλον ὅτι ἔστι καὶ κύριος. οὕτω καὶ ἐπὶ τῷ υἱῷ ἠρκέσθη τῷ «εἷς κύριος»· σὺν δὲ τῷ «[εἷς] κύριος» σύν‐ εστι καὶ τὸ θεός. λέγων οὖν περὶ πατρὸς καὶ υἱοῦ, οὐ κοῦφος ἦν ἀπὸ πνεύματος ἁγίου, ἀλλὰ ἐν πνεύματι ἁγίῳ, ὡς ἔφην, ἐφθέγγετο. εἴωθε δὲ ἀεὶ τὸ ἅγιον πνεῦμα οὐ σύστασιν ἑαυτοῦ ποιούμενον *, ἵνα
30μὴ ἡμῖν ὑπογραμμὸν δώσει τοῦ περὶ ἑαυτῶν * καὶ ἡμᾶς τὴν σύστασιν350 in vol. 2
Haer
.

2

.

351

〈ἑαυτῶν〉 ποιήσασθαι. ἄρα οὖν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα [ἢ δι’ ὃν τὰ πάντα]», καὶ ἓν τὸ ἅγιον πνεῦμα, οὐκ ἀλλότριον θεοῦ, ἐνυπόστατον δὲ ὄν, διότι πνεῦμα θεοῦ καὶ πνεῦμα ἀληθείας καὶ πνεῦμα πατρὸς καὶ πνεῦμα
5Χριστοῦ. 6. Εἰ δὲ χρεία εἰπεῖν καὶ περὶ τοῦ «ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται [καὶ τό «σὺ εἶ θεός, καὶ οὐκ ᾔδειμεν»] καὶ σοὶ δοῦλοι ἔσονται, καὶ πορεύσονται ὀπίσω σου δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσκυνή‐
10σουσι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραὴλ σωτήρ». λέξει δέ, «οὐχ ὁρᾷς, φησίν, ὅτι εἷς θεός ἐστιν. ἐκ τῶν τοσού‐ των ῥητῶν, ὧν ὑπεδείξαμεν», οὐ νοῶν τὰ εἰρημένα, ἀλλὰ πανούργως περικόπτων τὰς γραφάς, λοξὰ μὲν διηγούμενος, ἀνθυπερβάτως δὲ
15εἰσάγων τοὺς λόγους, οὐκ ἀκολούθως καὶ περὶ πόδα φθέγγεται οὔτε καθ’ εἱρμὸν διηγεῖται ὁ Νόητος ἢ οἱ ἐξ αὐτοῦ Νοητιανοί [νοοῦσιν]. ὥσπερ γὰρ κακῷ κυνὶ ὄνομα Λέων 〈ἐπιτιθέασιν〉 καὶ τοὺς μηδὲ ὅλως ὁρῶντας καλοῦσι πολὺ βλέποντας καὶ τὰς χολὰς γλυκείας φασὶ καὶ τὸ ὄξος μέλι τινὲς ἐπωνόμασαν καὶ τὰς Ἐρινύας Εὐμενίδας τινὲς
20ὠνόμασαν, οὕτως καὶ οὗτος καὶ οἱ ἀπ’ αὐτοῦ, Νοήτου ἔχων ὄνομα, ἀνόητος ὑπάρχει καὶ οἱ ἐξ αὐτοῦ ἀνοητοῦντες, μηδὲ ὅλως τὴν ἀκο‐
λουθίαν ὧν τε φάσκει καὶ ὧν προβάλλονται νοοῦντες, ὡς καὶ351 in vol. 2
Haer
.

2

.

352

πληροῦσθαι ἐπ’ αὐτοὺς τὸ εἰρημένον ὑπὸ τοῦ ἁγίου ἀποστόλου «μήτε ἃ λέγουσι νοοῦντες μήτε περὶ τίνων διαβεβαιοῦνται». 7. Ὁρᾶτε γάρ, ὦ ἄνδρες ἀδελφοί, πῶς ἀνώτερον ἔφη ἡ θεία γραφή, μᾶλλον δὲ αὐτὸς ὁ κύριος, ὡς ἔχει ἡ ἀρχὴ τοῦ κεφαλαίου·
5ὅθεν καὶ δεικτέον ἐστὶ περὶ τῆς πάσης ἐν αὐτῷ τῷ κεφαλαίῳ ἀλη‐ θείας τε καὶ ὑποθέσεως ὅτι «ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, καὶ 〈περὶ〉 τῶν ἔργων τῶν χειρῶν μου ἐντεί‐ λασθέ μοι. ἐγὼ ἐποίησα, φησί, τὴν γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. ἐγὼ πᾶσι τοῖς ἄστροις
10ἐνετειλάμην, ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλω‐ σίαν ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος σαβαώθ». εἶτα λοιπόν «ἐκοπίασεν Αἴγυπτος καὶ ἡ ἐμπορία Αἰθιό‐ πων» καὶ τὰ ἑξῆς «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν». ἐν τίνι δὲ φαίημεν
15ἀλλ’ ἢ ἐν τῷ πατρῴῳ Λόγῳ; καὶ γὰρ ἀληθῶς θεὸς Λόγος ὁ υἱὸς καὶ ἐν αὐτῷ ὁ πατὴρ γινώσκεται, ὡς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα» καί «ἐγὼ ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς». εἶτα πάλιν «ἐγὼ ἤγειρα βασιλέα». οὐχ ὁρᾷς ὅτι φωνή ἐστι πατρὸς ἰδιάζουσα ἡ
ἐγείρασα ἐξ αὐτῆς τὸν ἀληθινὸν Λόγον βασιλέα ἐπὶ πάντας, τὸν352 in vol. 2
Haer
.

2

.

353

ἐξ αὐτοῦ ἀληθινῶς γεννηθέντα ἀνάρχως καὶ ἀχρόνως; ὃν καὶ ἤγειρε πάλιν, αὐτὸν τὸν βασιλέα, ὡς λέγει ὁ ἅγιος ἀπόστολος φάσκων «εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωογονήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν,
5διὰ τοῦ ἐνοικοῦντος πνεύματος αὐτοῦ ἐν ὑμῖν», ὅπως συνᾴδοι τὰ προφητικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς εὐαγγελικοῖς καὶ τὰ εὐαγγελικὰ τοῖς ἀποστολικοῖς καὶ τὰ ἀποστολικὰ τοῖς προ‐ φητικοῖς· ἐκεῖ γάρ «〈ἐγὼ〉 ἤγειρα βασιλέα», καὶ ὧδε· «ὁ ἐγείρων Χρι‐ στὸν ἐκ νεκρῶν». τὸ δέ «ἐν σοὶ θεός ἐστιν» 〈δείκνυσιν〉, ὡς μυστη‐
10ριωδῶς τὰ πάντα καὶ θαυμασίως διηγεῖται ἡ θεία γραφή. ὥσπερ γὰρ ἐν ναῷ ἐν σαρκὶ 〈κατοικοῦσα〉 προεωρᾶτο καὶ προκατηγγέλλετο τῇ τῶν ἀνθρώπων ἐλπίδι διὰ τῆς πρὸς τὸν θεὸν ἐπιστροφῆς ἡ θεότης. ὁ γὰρ υἱὸς τοῦ θεοῦ θεὸς Λόγος, ὡς ἐν πόλει ἁγίᾳ καὶ ἐν ναῷ ἁγίῳ [τουτέστιν] ἐν τῇ ἁγίᾳ ἐνανθρωπήσει καὶ ἐνσάρκῳ παρουσίᾳ θεὸς ὢν
15κατοικῶν, ἐπὶ τῷ ναῷ ἁγίῳ λέγει «λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». διότι μυστικῶς τὰ πάντα οἰκονομεῖ 〈ὁ〉 θεὸς Λόγος ἀποσταλεὶς ἀπὸ πατρὸς ἐν σαρκὶ καὶ σύνδεσμον ἀγάπης πνευματικῆς δεικνὺς ἐφέλκεται σάρκα, σμικρύνας ἑαυτὸν μέγας ὢν θεός, αὐτὸς ὁ Λόγος ἐκ παρθένου διὰ πνεύματος ἁγίου γεννηθείς, υἱὸς
20θεοῦ εἷς ὤν, ἑαυτὸν σαρκὶ καὶ πνεύματι ἕνα τελέσας, ὡς λέγει «ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ
οὐρανῷ».353 in vol. 2
Haer
.

2

.

354

8. Τί οὖν ἐρεῖ Νόητος ἐν τῇ αὐτοῦ ἀνοησίᾳ; μὴ ἐν τῷ οὐρανῷ σὰρξ ἦν; δῆλον ὅτι οὐκ ἦν. πῶς οὖν ὁ καταβὰς ἐξ οὐρανοῦ αὐτός ἐστιν καὶ ὁ ἀναβάς; ἀλλ’ ἵνα τὸν ἐλθόντα Λόγον σημάνῃ οὐ κάτω‐ θεν ὄντα, ἀλλ’ ἄνωθεν κατελθόντα, ἐπειδὴ ἐνηνθρώπησε ἐν σαρκί,
5οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἐκ πνεύματος δὲ καὶ σαρκὸς τελειώσας τὴν αὐτοῦ οἰκονομίαν, διὰ τοῦτο μίαν ἑνότητα σημαίνων τῆς τοῦ Λόγου συνενώσεως καὶ τῆς ἐνανθρωπήσεως φάσκει τὸν ἄνωθεν ἥκοντα ἄνω ἀνιέναι ἐν τελειώσει θεότητος. καὶ γὰρ νῦν ὁ μὴ ὤν ποτε σάρξ, ἀλλὰ πνεῦμα, σὰρξ γέγονεν ἐκ πνεύματος καὶ παρθένου,
10ὁ προσενεχθεὶς πατρὶ τέλειος Λόγος, ὃς πρὸ τούτου ἐν οὐρανῷ οὐκ ἦν σάρξ. τί οὖν ἦν ὁ ἐν οὐρανῷ ἀλλὰ ὁ Λόγος ὁ ἀπ’ οὐρανοῦ ἀποσταλείς, ἔχων τὴν εἰς μίαν θεότητα ἕνωσιν κατὰ δύναμιν πατρὸς συνηνωμένην, ἵνα δείξῃ ὅτι ἐπὶ γῆς καὶ 〈ἐν〉 οὐρανῷ ὁ αὐτὸς θεὸς Λόγος ὑπῆρχεν, ἄτρεπτος ὢν καὶ ἀναλλοίωτος. Λόγος γὰρ ἦν, θεὸς
15ἦν ἀεί, πνεῦμα ἦν, δύναμις ἦν, ὃς τὸ κοινὸν ὄνομα καὶ παρὰ ἀνθρώ‐ ποις χωρητὸν ἀνελάμβανεν εἰς ἑαυτόν, οὕτω καλούμενος υἱὸς ἀνθρώ‐ που, υἱὸς ὢν θεοῦ· καὶ ἐν προφήταις προωνομάζετο, ὅπερ οὔπω ἐν σαρκὶ ἦν, διὰ τὸ μέλλον ἐν αὐτῷ τελειοῦσθαι, ὡς καὶ Δανιὴλ ἔφη «εἶδον ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν». διὸ δικαίως
20ἐν οὐρανῷ 〈ὄντα〉 τῷ ὀνόματι τούτῳ τὸν Λόγον, 〈ὃν〉 εἶδε πνεύματι354 in vol. 2
Haer
.

2

.

355

ἁγίῳ, ὁ προφήτης υἱὸν ἀνθρώπου ἐκάλει, τὸ 〈μέλλον〉 πρὶν γενέσθαι ἀναθεωρῶν καὶ πρὶν τοῦ ἐν σαρκὶ γενέσθαι υἱὸν ἀνθρώπου ἀποκα‐ λῶν. διὸ τὰ πρῶτα ὕστερα σημαίνων ὁ μονογενὴς φάσκει «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς
5τοῦ ἀνθρώπου»· οὐχ ὅτι δὲ ἄνω ἦν σάρξ, ἀλλὰ 〈ὅτι〉 ἄνωθεν κατήρ‐ χετο, τούτῳ τῷ ὀνόματι μέλλων καλεῖσθαι. 9. Ἀλλὰ τί ἐστιν ὃ ἐρεῖς. ὦ οὗτος, ὅτι «οὗτος, φησίν, ὁ θεὸς ἡμῶν, καὶ οὐ λογισθήσεται ἄλλος». καὶ καλῶς πάνυ ἔφη, ὡς καὶ ὁ ἀπόστολος διαβεβαιοῦται λέγων «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς
10τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός». θαυμαστῶς 〈δὲ〉 διηγεῖται· οὗτος γὰρ ὁ ὢν ἔστιν ἐπὶ πάντων θεός· ἐπειδὴ γὰρ αὐτὸς διδάσκει ἡμᾶς λέγων «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», διὰ τοῦτο ἐπὶ πάντων ἐστὶ θεός. οὕτω γὰρ καὶ Ἰωάννης μαρτυρεῖ λέγων «ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἠκούσαμεν καὶ τοῖς ὀφθαλμοῖς ἑωράκαμεν, καὶ αἱ
15χεῖρες ἡμῶν ἐψηλάφησαν», καὶ πάλιν φησὶν ἐν τῇ Ἀποκαλύψει «ὁ ὢν ἀπ’ ἀρχῆς καὶ ἐρχόμενος παντοκράτωρ». καλῶς κατὰ πάντα εἶπε· ἐν τῷ γὰρ εἰπεῖν «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου»,
καὶ 〈τὸν πατέρα〉 ἀκριβῶς ὑπετίθετο. ἐπὶ πάντας μὲν οὖν ὢν θεός,355 in vol. 2
Haer
.

2

.

356

ἔχων δὲ ἴδιον αὐτοῦ πατέρα, * ἐν τῷ λέγειν «ἀπέρχομαι πρὸς τὸν πατέρα». εἰ δὲ ἦν αὐτὸς πατήρ, πρὸς ποῖον ἄρα πατέρα ἄπεισι, ὦ ἀνόητε; 10. Ἢ γὰρ πάλιν λέγει «ἵνα ὦσιν ἕν, ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;»
5ἀεὶ γὰρ ἡ γραφὴ ἀσφαλιζομένη τὰς κατὰ τὸ ἄκρον πτώσεις τῶν ἀνθρώπων ἐκ πανταχόθεν τὸν νοῦν συνάγει ἐπὶ τὴν μέσην τῆς ἀλη‐ θείας ὁδόν. καὶ πρὸς τούτους μὲν τοὺς νομίζοντας ἀλλότριον εἶναι τοῦ πατρὸς τὸν υἱόν, φημὶ δὲ ὡς ὁ Ἄρειος νομίζει καὶ ἄλλαι αἱρέ‐ σεις, λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»· πρὸς δὲ τοὺς νομίζοντας
10τὸν αὐτὸν εἶναι πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν διὰ τὸ εἰρηκέναι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», λέγει «ποίησον αὐτοὺς ἵνα ὦσιν ἕν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», ἵνα καταισχύνῃ Νόητον καὶ τὴν αὐτοῦ σχολήν, παραγαγὼν εἰς μέσον τὴν τῶν μαθητῶν ἕνωσιν. πῶς γὰρ ἠδύνατο Πέτρος καὶ Ἰωάννης καὶ οἱ καθεξῆς εἶναι ἓν ὡς κατὰ συνα‐
15λοιφήν; ἀλλὰ διὰ τὸ εἶναι ἐν μιᾷ ἑνότητι θεότητος καὶ ἐν μιᾷ γνώμῃ
καὶ δυνάμει, εἰς τὸ ἀποκρούσασθαι πᾶσαν ὑπόνοιαν κατὰ θάτερον356 in vol. 2
Haer
.

2

.

357

τῆς ἀληθείας ἐπανισταμένην *· * Φίλιππος [δὲ] ὁ ἅγιος ἀπόστολος φάσκων ὅτι «δεῖξον ἡμῖν τὸν πατέρα σου». ὁ δὲ εἶπεν «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», καὶ οὐκ εἶπεν «ἐγώ εἰμι ὁ πατήρ», ἀλλὰ τῷ «ἐμέ» σημαίνων ἑαυτὸν ἔλεγεν· τῷ δέ «ἑώρακε τὸν πατέρα», οὐχ
5ἑαυτὸν ἔλεγεν. ἄλλο γὰρ τό «τὸν πατέρα» καὶ ἄλλο τό «ἐμέ» καὶ ἄλλο 〈τό〉 «ἐγώ», καὶ ἕτερον τό «ἐμέ». εἰ γὰρ ἦν αὐτὸς ὁ πατήρ, ἔλεγεν «ἐγώ εἰμι»· ἐπειδὴ δὲ οὐκ αὐτός ἐστιν ὁ πατήρ, ἀλλὰ ὁ υἱός, ἀληθῶς λέγει «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα», ἵνα ἀποκρούση‐ ται τὴν τοῦ Ἀρείου βλασφημίαν τὴν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ἀπαλ‐
10λοτριοῦσαν. Διὸ τῆς πάσης γραφῆς σαφῶς περὶ ἀληθείας ἡμῖν τὴν ὁδὸν ὑπο‐ τιθεμένης 〈ἐνταῦθα〉 λήξωμεν καὶ τοῦτον τὸν Νόητον καὶ τὴν αὐτοῦ αἵρεσιν, Νοητιανῶν φημι, σὺν ταῖς ἄλλαις αἱρέσεσι παρωσάμενοι, ὥσπερ ὀστρακίτην τὸν καλούμενον δράκοντα, τὸν μὴ δυνάμενον
15κάμπτεσθαι ἐν τῷ καταδιώκειν ἄνθρωπον, μήτε δεξιὰ μήτε εὐώνυμα, ἐκκλίναντες 〈τε〉 ἀπὸ τῆς αὐτοῦ τε καὶ τῆς αὐτοῦ σχολῆς μοχθηρίας, ἐπὶ τὰς ἑξῆς δυνάμει τοῦ θεοῦ τὸν νοῦν ἀκοντίσωμεν, πρὸς διήγη‐ σιν καὶ ἔλεγχον τῶν ἐν αὐταῖς ἐπινενοημένων κατὰ τῆς ἀληθείας
ξενολεξιῶν.357 in vol. 2
Haer
.

2

.

358

Κατὰ Οὐαλησίων λη, τῆς δὲ ἀκολουθίας νη. 1. Περὶ Οὐαλησίων ἀκηκόαμεν πολλάκις, οὐ μέντοι γε ἔγνωμέν που, τίς ἢ πόθεν ὡρμᾶτο ἢ τί λέγων ἢ νουθετῶν ἢ φθεγγόμενος 〈ὑπῆρχεν〉 ὁ Οὐάλης οὗτος. καὶ τὸ μὲν ὄνομα Ἀραβικὸν ὑπάρχον
5τινὰ ὑπόνοιαν ἡμῖν δίδωσι διανοηθῆναι τοῦτον καὶ τὴν αὐτοῦ αἵρε‐ σιν εἰσέτι δεῦρο φέρεσθαι, ὡς ἐν ὑπονοίᾳ *, καθάπερ ἔφην, τινὰς ὄντας ἐν Βακάθοις τῆς Φιλαδελφηνῆς χώρας πέραν τοῦ Ἰορδάνου. καὶ οἱ μὲν ἐπιχώριοι τούτους Γνωστικοὺς βούλονται λέγειν, οὐκ εἰσὶ δὲ τῶν Γνωστικῶν· ἕτερα γὰρ τούτων τὰ φρονήματα. τὰ δὲ εἰς
10ἡμᾶς ἐλθόντα περὶ αὐτῶν τοῦτον ἔχει τὸν τρόπον. Ἐν μὲν τῇ ἐκκλησίᾳ οἱ πλείους συνήγοντο ἕως καιροῦ τινος, ἕως εἰς πλάτος ἦλθεν ἡ αὐτῶν ἄνοια καὶ ἀπεβλήθησαν τῆς ἐκκλησίας. εἰσὶ δὲ πάντες ἀπόκοποι πλὴν ὀλίγων, καὶ αὐτοὶ δὲ περὶ ἀρχῶν καὶ ἐξουσιῶν * καὶ ἄλλων οὕτως δοξάζουσι. καὶ ὅταν λάβωσιν ἄνθρω‐
15πον εἰς μαθητείαν, καθ’ ὅσον μὲν χρόνον οὔπω τῶν μορίων ἀπε‐ τμήθη, ἐμψύχων οὐ μεταλαμβάνει· ὅταν δὲ πείσωσι τὸν τοιοῦτον ἢ μετὰ ἀνάγκης αὐτὸν ἀποτέμωσι, τότε πᾶν ὁτιοῦν μεταλαμβάνει ὡς ἤδη πεπαυμένος ἀγῶνος καὶ μηκέτι ἐπικίνδυνος ὢν εἰς τὸ ἐποτρύ‐ νεσθαι διὰ τῶν ἐδεσμάτων εἰς ἡδονὴν ἥκειν ἐπιθυμίας. οὐ μόνον
20δὲ τοὺς ἰδίους τοῦτον ἀπαρτίζουσι τὸν τρόπον, ἀλλὰ πολλάκις καὶ ξένους παρερχομένους καὶ παρ’ αὐτοῖς ἐπιξενωθέντας ταύτῃ διέθεντο τῇ ἀγωγῇ, ὡς πολὺς περὶ τούτου θρυλεῖται λόγος. ἁρπάζουσι γὰρ τοὺς τοιούτους ἔνδον καὶ ὀπίσω ἐπὶ συμψελίοις δήσαντες μετὰ ἀνάγκης τὸ χειρότευκτον ἐργάζονται τῆς τῶν μελῶν ἀφαιρέσεως.
25καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων εἰς ἡμᾶς ἧκεν. οὕσπερ γνόντες ἐν ποίῳ τόπῳ τὴν καταμονὴν ἔχουσι καὶ ὡς τὸ ὄνομα τοῦτο πολὺ τυγχάνει ἐν τοῖς μέρεσιν ἐκείνοις, καὶ ὡς τῆς αἱρέσεως ἕτερον ὄνομα
οὐ κατειλήφαμεν, ἐνομίσαμεν ταύτην εἶναι.358 in vol. 2
Haer
.

2

.

359

2. Πολλὴ δὲ φρενοβλάβεια τῶν τοιούτων. εἰ μὲν γὰρ τὸ ἐν τῷ εὐαγγελίῳ βούλονται πληροῦν τό «ἐὰν σκανδαλίζῃ σε ἓν τῶν μελῶν σου, ἀπόκοψον ἀπὸ σοῦ, συμφέρει γάρ σοι εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν ἢ χωλὸν ἢ τυφλὸν ἢ κυλλόν», πῶς δύναται ἐν βασιλείᾳ
5τινὰ εἶναι ἠκρωτηριασμένον; εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν τὰ πάντα ἐστὶ τελειοῦσα, οὐδὲν ἀτελὲς ἔχει ἐν ἑαυτῇ. καὶ ὁπότε τοῦ σώματός ἐστιν ἀνάστασις, πάντα τὰ μέλη ἀναστήσεται καὶ οὐδ’ ὁπό‐ τερον αὐτῶν καταλειφθήσεται. καὶ εἰ ὅλως τὶ μέλος οὐκ ἐγείρεται, οὐδὲ τὸ πᾶν σῶμα ἀναστήσεται. καὶ εἰ τὸ ἓν μέλος τὸ σκανδαλί‐
10ζον αὐτὸ μόνον καταλιμπάνεται, οὐδὲ ὅλως ἀναστήσεται οὐδὲ ὁπό‐ τερον τῶν μελῶν· πάντα γὰρ ἡμᾶς ἐσκανδάλισεν. τίς δὲ ἀναρρήξει αὐτοῦ τὴν καρδίαν τὴν πάντῃ σκανδαλίζουσαν; «ἔσωθεν, γάρ φησιν, ἐκπορεύονται πορνεῖαι μοιχεῖαι ἀσέλγειαι καὶ τὰ τούτοις ὅμοια». τίς οὖν ῥήξει τὴν ἑαυτοῦ καρδίαν; εἰ δὲ οὐκ ἐγείρεται τὸ σῶμα κατὰ
15τὴν τινῶν ἄνοιαν καὶ ἀσέβειαν, πῶς οὖν ἄρα διοίσει ὁ παρὰ τούτων ὁριζόμενος λόγος; τῶν γὰρ ὅλων μελῶν ἁπάντων μὴ εἰσερχομένων εἰς βασιλείαν οὐρανῶν τίς ἔτι χρεία παρὰ ἓν μέλος γίνεσθαι, τῶν ἄλλων μὴ τοῦτο πληρούντων; εἰ δὲ ἐγείρεται τὸ σῶμα (ἐγείρεται γάρ), πῶς ἐνδέχεται ἔτι ἐν βασιλείᾳ οὐρανῶν ἐν σώματι λώβησις γίνεσθαι;
20ἢ πῶς οὐκ ἔσται ἀπρεπὴς ἡ βασιλεία τῶν οὐρανῶν ἐπισινῆ σώματα ἔχουσα πρὸς δόξαν ὄντα τῶν ἐν αὐτῇ; εἰ δὲ ὅλως καὶ τμηθείη τὸ μέλος τὸ σκανδαλίζον, ἄρα τέτμηται καὶ οὐχ ἥμαρτεν· τμηθὲν δὲ καὶ μὴ ἁμαρτῆσαν, αὐτὸ ἔδει πρῶτον πάντων ἀναστῆναι μὴ ἁμαρ‐ τῆσαν.
25 3. Οἱ δὲ εἰς τὸ πρόχειρον τοῦτο ἔργον εὔτολμοι ἀπὸ πάντων ἑαυτοὺς ἠθέτησάν τε καὶ ἀπηλλοτρίωσαν. οὔτε γὰρ ἔτι ἄνδρες εἰσὶ διὰ τὸ ἀφῃρημένον οὔτε γυναῖκες δύνανται εἶναι διὰ τὸ παρὰ φύσιν.
προὔλαβεν δὲ καὶ ἡ τοῦ στεφάνου τοῦ ἀγῶνος καὶ βραβείου τού‐359 in vol. 2
Haer
.

2

.

360

του ἐπωνυμία. οὐδὲ ὁπότεροι γὰρ φανήσονται οὗτοι τῶν τριῶν τάξεων τῶν εὐνούχων τῶν ὑπὸ κυρίου εἰρημένων. «εἰσί, γάρ φησιν, εὐνοῦ‐ χοι, οἳ ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν». ἐκεῖνοι γὰρ ἀναίτιοί εἰσι τῆς αὐτῶν εὐνουχίας, οὔτε μὴν ἁμαρτίαν ἔχοντες διὰ τὸ οὕτως
5γεγεννῆσθαι οὔτε πάλιν ἔπαινον, μὴ δυνάμενοι πράττειν 〈τὶ τῶν τοιούτων〉, τῶν ἀφροδισίων φημί, ἐπειδὴ μὴ πέφυκεν αὐτοῖς τὰ παι‐ δοποιὰ ὄργανα τὰ ἐκ θεοῦ κεκτισμένα. ἀλλ’ οὔτε μισθὸν ἔχουσιν εὐνουχίας βασιλείαν οὐρανῶν, διὰ τὸ ἀγῶνος μὴ μεμυῆσθαι. εἰ δὲ καὶ ἐπιθυμιῶν μεμύηνται οἱ τοιοῦτοι, μὴ δυνάμενοι πράττειν ὃ
10μὴ δεῖ πράττειν καὶ μὴ πράττοντες μισθὸν οὐκ ἔχουσιν. οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι τὸ ἔργον παρ’ αὐτοῖς οὐ πέπρακται, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι. καὶ αὕτη μὲν ἡ ἀγωγὴ τῆς πρώτης ὑπὸ κυρίου εἰρημένης εὐνουχίας, τῆς διὰ τῶν μητέρων γεννωμένης ἐν εὐνουχίᾳ, ἐξ ὧν οὐ δύνανται οὗτοι ὑπάρχειν διὰ τὸ χειρότευκτον.
15 4. «Καὶ εἰσὶν εὐνοῦχοι οἵτινες ὑπὸ τῶν ἀνθρώπων εὐνουχίσθη‐ σαν», φησὶν ὁ σωτήρ, καὶ οὔτε ἀπὸ τούτων εἰσὶν οἱ προειρημένοι. οὗτοι μὲν γὰρ γίγνονται (οἱ ὑπὸ ἀνθρώπων εὐνουχισθέντες) ἕνεκεν χρήσεως ἢ βασιλικῆς ἢ ἀρχοντικῆς. βουλόμενοι γάρ τινες τῶν βαρ‐ βάρων βασιλεῖς ἢ καὶ τύραννοι, ζηλοτυπίας χάριν καὶ ὑπονοίας τῆς
20πρὸς τὰς γαμετὰς τὰς ἰδίας, ἔτι κομιδῆ νέους τοὺς παῖδας λαμβάνουσι360 in vol. 2
Haer
.

2

.

361

καὶ εὐνουχίζουσι τούτους· πρὸς τὸ ἁδρυνθέντας ἐμπιστεύεσθαι τὰς ἰδίας αὐτῶν ὡς ἔφην γαμετάς. καὶ οὕτως ἐν τῷ κόσμῳ γέγονεν ἡ περὶ τούτων αἰτία. ὅθεν τάχα οἶμαι 〈γέγονεν〉 καὶ τὸ εὐνοῦχον καλεῖσθαι, ἀπὸ τοῦ εὐνοεῖν δύνασθαι ἀφαιρουμένων τῶν μελῶν καὶ
5τοῦ μὴ ἐπεντρίβεσθαι μίξει τῶν σωμάτων ὡς τῶν ὀργάνων ἀφῃρημέ‐ νους. ἑτέρα τοίνυν αὕτη ἡ τάξις ἐκ παιδὸς λαμβανομένη καὶ εὐ‐ νουχιζομένη ὑπὸ τῶν ἀνθρώπων, οὐχὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. «Καὶ εἰσίν, φησίν, εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν». τίνες τοίνυν εἶεν οὗτοι ἀλλ’ ἢ οἱ γενναῖοι
10ἀπόστολοι καὶ οἱ καθεξῆς παρθένοι καὶ μονάζοντες; Ἰωάννης μὲν καὶ Ἰάκωβος, υἱοὶ Ζεβεδαίου, μείναντες ἐν τῇ παρθενίᾳ, μήτε μὴν ἰδίαις χερσὶ τὰ μέλη ἀποτεμόντες μήτε συναφθέντες γάμῳ, ἀλλὰ τῇ ἰδίᾳ καρδίᾳ ἀγωνισάμενοι καὶ θαυμασίως τὸ κλέος τοῦ στεφάνου τούτου τοῦ ἀγῶνος ἀπενεγκάμενοι. μετ’ αὐτοὺς δὲ ὅσοι ἐν μυριάδων ἀριθμῷ
15ἐν τῷ κόσμῳ μονάζοντες καὶ ἀπὸ μοναστηρίων καὶ παρθενώνων τουτὶ τοῦ ἀγῶνος τὸ κλέος ἀπηνέγκαντο, οἵτινες σώμασι γυναικῶν οὐκ ἐμίγησαν, ἀλλὰ ἤθλησαν ἐν ἀγῶνι τελειοτάτῳ· ὡς καὶ Ἠλίας ἐν παλαιᾷ διαθήκῃ εὑρίσκεται καὶ Παῦλος λέγων «λέγω δὲ τοῖς ἀγά‐
μοις ὅτι καλὸν αὐτοῖς, ἐὰν μείνωσιν οὕτως καθὼς κἀγώ· εἰ δὲ οὐκ361 in vol. 2
Haer
.

2

.

362

ἐγκρατεύονται, γαμησάτωσαν». πῶς οὖν αὐτὸς ἔμεινεν; εἰ μὲν γὰρ ἀποτετμημένος ἦν καὶ κατ’ αὐτὸν ἔμειναν ὁμοιούμενοι αὐτῷ, ἵνα πληρώσωσι τό «ὡς κἀγώ». πῶς ἀποτεμνόμενός τις ἠδύνατο γῆμαι, εἰ μηκέτι ἐνεκρατεύετο, κατὰ τό «γαμησάτωσαν καὶ μὴ πυρούσθωσαν»;
5ὁρᾷς ὅτι περὶ ἐγκρατείας φάσκει καὶ οὐχὶ περὶ μελῶν ἀφαιρέσεως. εἰ δὲ φάσκουσιν οὗτοι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν ἑαυτοὺς εὐνου‐ χικέναι, πῶς ἑαυτοὺς ἀπαλλοτριώσουσι τοῦ ῥήματος τοῦ εἰρημένου ὅτι «εἰσί τινες οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων»; εἰ γὰρ αὐτὸς ἰδίαις χερσὶν ἑαυτὸν εὐνουχίζει, ἄνθρωπός ἐστι καὶ αἱ χεῖρες
10αὐτοῦ τὸ ἀθέμιτον τοῦτο εἰργάσαντο· εἰ δὲ καὶ αὐτὸς ἑαυτῷ οὐ δεδύ‐ νηται πρᾶξαι, ὑπὸ ἄλλων δὲ εὐνουχίσθη, οὐκέτι ἔσται διὰ βασιλείαν οὐρανῶν, διὰ τὸ ὑπὸ ἀνθρώπων εὐνουχίσθαι, ἤτοι δι’ αὐτοῦ ἤτοι διὰ τῶν τοῦτο πεποιηκότων. πεσεῖται δὲ καὶ ἀπὸ τοῦ στεφάνου καὶ ἀπὸ τοῦ βραβείου, οὐκέτι χάριν ἔχων διὰ τὴν ἀποχὴν τῆς τοι‐
15αύτης χρήσεως, [ἀλλὰ] διὰ τὸ μὴ δύνασθαι χρῆσθαι ἀφῃρημένων τῶν τῆς τοιαύτης ὑποθέσεως μελῶν. ἓν δὲ καὶ τὸ αὐτὸ κριθήσεται, ὡς ὁ λυμαινόμενος ἑαυτοῦ τὸ μέλος καὶ ὡς ὁ τέμνων ἀλλότριον ἀμπε‐ λῶνα. οὐ γὰρ κατὰ θεὸν ἐπολιτεύσατο, ἀλλὰ κατὰ ἐπιβουλὴν τῷ δημιουργῷ κυρίῳ θεῷ ἀντέστη ὁ τοιοῦτος. ἐπιθυμίᾳ δὲ περισσο‐
20τέρᾳ ὁ τοιοῦτος ἐνεχθήσεται. καὶ γὰρ ὁ εὐνοῦχος ᾄδεται παρὰ τῷ σοφῷ οὐκ ἀπεχόμενος τῆς ἐπιθυμίας, ἀλλὰ * μὴ δυνάμενος τὴν
ἐπιθυμίαν ἐπιτελέσαι, ὡς λέγει «ἐπιθυμία εὐνούχου ἀποπαρθενεῦσαι362 in vol. 2
Haer
.

2

.

363

νεάνιδα». καὶ ἐκ πανταχόθεν * ὦ τῆς πολλῆς ματαιότητος τῆς ἐν τῷ κόσμῳ πολυτρόπως ἐπινενοημένης. Καὶ ταῦτά ἐστιν ἃ περὶ τούτων ἔγνωμεν. διὸ καὶ ἐν συντόμῳ περὶ αὐτῶν εἰρηκότες καὶ ὡς ἔφην ὑπονοήσαντες εἶναι τούτους τοὺς
5προειρημένους, καταλιπόντες τοὺς αὐτοὺς καὶ καταγελάσαντες 〈αὐτῶν〉 ὥσπερ σκορπίου δικέντρου τοῖς μὲν κέρασι καὶ χηλαῖς ἀπὸ τῶν ἀνέ‐ καθεν τῶν πατέρων βίοις ἐναντιωθέντος, ἐν δὲ τῷ κέντρῳ τῷ τύπῳ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀνθισταμένου, ὑποδήματι ἐστηριγμένῳ καταπατήσαντες τούτους [καὶ καταγελάσαντες,] τουτέστιν διὰ τῶν
10ῥητῶν τοῦ εὐαγγελίου, κατὰ τὸ ἔθος ἐπὶ τὰς μετέπειτα βαίνοντες ἐνταῦθα λήξωμεν τῆς τούτων ἀβελτηρίας. Κατὰ Καθαρῶν τῶν ἀκαθάρτων λθ, τῆς δὲ ἀκολουθίας νθ. 1. Καθεξῆς δὲ τούτων Καθαροί τινες λεγόμενοι ἐφύησαν, ἀπὸ Ναυάτου τινός, ὡς πολὺς ᾄδεται λόγος. οὗτος δὲ ὁ Ναυάτος ἐπὶ
15τῆς Ῥωμαίων ὑπῆρχεν, ἐν καιρῷ τοῦ διωγμοῦ τοῦ πρὸ τοῦ Μαξιμι‐ 〈α〉νοῦ γενομένου [πρώτου]· τάχα δὲ οἶμαι Δεκίου τότε ἦν ἢ Αὐρηλια‐
νοῦ. ἀπὸ δὲ τῆς προφάσεως τῶν ἐν τῷ διωγμῷ παραπεσόντων363 in vol. 2
Haer
.

2

.

364

ἐπάρματι ἀρθεὶς ἅμα τοῖς αὐτῷ ἑπομένοις μὴ θελήσας κοινωνῆσαι τοῖς μετανοοῦσιν ἀπὸ τοῦ διωγμοῦ, εἰς αἵρεσιν τ〈οι〉αύτην τέτραπται, λέγων μὴ εἶναι 〈αὐτοῖσ〉 σωτηρίαν, ἀλλὰ μίαν μετάνοιαν, μετὰ δὲ τὸ λουτρὸν μηκέτι δύνασθαί τινα ἐλεεῖσθαι παραπεπτωκότα.
5 Καὶ αὐτοὶ δέ φαμεν εἶναι μετάνοιαν μίαν καὶ διὰ λουτροῦ παλιγ‐ γενεσίας ταύτην γίνεσθαι τὴν σωτηρίαν, ἀλλ’ οὐκ ἀναιροῦμεν τὴν τοῦ θεοῦ φιλανθρωπίαν, εἰδότες τὸ κήρυγμα τῆς ἀληθείας καὶ τὸν ἔλεον τοῦ δεσπότου καὶ τὸ σύγγνωστον τῆς φύσεως, τὸ εὐρίπιστον τῆς ψυχῆς, τὸ ἀσθενὲς τῆς σαρκός, τὸ πολύβλυστον τῆς τῶν πάντων
10ἀνθρώπων αἰσθήσεως ἐν παραπτώμασιν, διότι «οὐδεὶς ἀναμάρτητος καὶ καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν κἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς.» καὶ ἡ μὲν τελεία μετάνοια ἐν τῷ λουτρῷ τυγχάνει· εἰ δέ τις παρέπεσεν, οὐκ ἀπόλλει τοῦτον ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. δίδωσι γὰρ καὶ ἐπάνοδον καὶ μετὰ τὴν μετάνοιαν τὴν μεταμέλειαν.
15τῷ γὰρ Κάϊν εἶπεν ὁ θεός «ἥμαρτες, ἡσύχασον», καὶ τῷ παραλυτι‐ κῷ «ἰδού, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε», καὶ Πέτρον ἀνακαλεῖται
ὁ κύριος μετὰ τὸ ἀρνήσασθαι καὶ ἀντὶ τῶν τριῶν ἀρνήσεων τρὶς364 in vol. 2
Haer
.

2

.

365

αὐτὸν προκαλεῖται πρὸς ὁμολογίαν «ἀγαπᾷς με, Πέτρε; ἀγαπᾷς με. Πέτρε; ἀγαπᾷς με, Πέτρε;» καί φησι «ποίμαινε τὰ προβάτιά μου». 2. Σφάλλει δὲ αὐτοὺς τὸ ῥητὸν τοῦ ἀποστόλου τὸ εἰρημένον «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας καὶ καλὸν γευσαμένους θεοῦ
5ῥῆμα δυνάμεις τε τοῦ μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. γῆ γὰρ ἡ πιοῦσα πολλάκις τὸν ἐπ’ αὐτῆς ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας· ἐκφέρουσα δὲ ἀκάνθας
10καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν». καὶ γὰρ τῷ μὲν ὄντι τοὺς ἅπαξ ἀνακαινισθέντας καὶ παραπεσόντας ἀνακαινίζειν ἀδύνατον. οὔτε γὰρ ἔτι γεννηθήσεται Χριστός, ἵνα σταυ‐ ρωθῇ ὑπὲρ ἡμῶν, οὔτε ἀνασταυροῦν δύναταί τις τὸν υἱὸν τοῦ θεοῦ τὸν μηκέτι σταυρούμενον, οὔτε δύναταί τις λουτρὸν δεύτερον λαμ‐
15βάνειν· ἓν γάρ ἐστι τὸ βάπτισμα καὶ εἷς ὁ ἐγκαινισμός. ἀλλὰ εὐθὺς ἐπιφέρει τὴν τούτων ἴασιν ὁ ἅγιος ἀπόστολος, τὴν ἐκκλησίαν ἰατρεύων καὶ τῶν αὐτῆς μελῶν ἐπιμελόμενος, καί φησι «πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἀγαθοῦ ἔργου
20ὑμῶν». καὶ ὁρᾷς πῶς μὲν τὸν ἐγκαινισμὸν μὴ δύνασθαι δεύτερον γενέσθαι τελείως ἀπεφήνατο, τῆς δὲ σωτηρίας οὐκ ἀπέτεμεν τοὺς ἔτι μετανοοῦντας, ἀλλὰ καὶ σωτηρίας ἐχόμενα καὶ θεὸν ἀντιλήπτορα, τῆς ἀγαθοεργίας αὐτῶν χάριν, τὸν κύριον ἔδειξε τῶν καὶ ἀπὸ παραπτω‐ μάτων τελειότατα μετανοούντων καὶ ἐπιστρεφόντων καὶ μεταμελο‐
25μένων. Δέχεται οὖν ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία πάντοτε τὴν μετάνοιαν, οὐκ ἐξυδαρευομένη οὐδὲ ῥᾳθύμους τοὺς τὸν δρόμον τελοῦντας παρασκευάζουσα, ἀλλὰ θεοῦ τὴν χάριν καὶ φιλανθρωπίαν μὴ ἀνακόπτουσα, γινώσκουσα δὲ τὸν τρόπον ἑκάστης ὑποθέσεως.
30ὡς γὰρ ὁ τὴν παρθενίαν ἀπολέσας ἀδυνάτως ἔχει ταύτην 〈ἀνα〉κτή‐
σασθαι σωματικῶς, μὴ ἐνδεχομένης τῆς φύσεως, οὕτω καὶ ὁ ἀπὸ τοῦ365 in vol. 2
Haer
.

2

.

366

λουτροῦ ἐν μεγάλοις τισὶ παραπτώμασι περιπεσών· καὶ ὥσπερ ὁ ἀπὸ παρθενίας παραπεσὼν δευτέραν τιμὴν τὴν ἐγκράτειαν ἔχει, οὕτω καὶ ὁ μετὰ τὸ λουτρὸν ἐν παραπτώματι μείζονι γενόμενος ἔχει δευτέραν ἴασιν 〈τὴν μεταμέλειαν〉, οὐ τοιαύτην ἐνάρετον κατὰ τὴν πρώτην, οὐκ
5ἀποβεβλημένην δὲ ζωῆς ἔχει τὴν δευτέραν ἣν κέκτηται. οὐκ ἀθετεῖ τοίνυν ὁ θεῖος λόγος τὸν μισθὸν τῶν ἐν τῇ μετανοίᾳ καμνόντων. 3. Ἔπειτα δὲ οἱ αὐτοὶ πάλιν ἀπὸ τούτου προπηδήσαντες καὶ ἄλλα τινὰ ἐφηύραντο. καὶ γὰρ καὶ αὐτοὶ τὴν αὐτήν, ἣν καὶ ἡμεῖς κεκτήμεθα, πίστιν λέγουσιν ἔχειν· οὗτοι δὲ οὐ βούλονται διγάμοις
10κοινωνεῖν. εἰ γάρ τις μετὰ τὸ βάπτισμα συναφθείη γυναικὶ δευτέρᾳ, παρὰ τούτοις οὐκ εἰσδεχθήσεται ἔτι. καὶ τὸ πᾶν ἐστιν ἠλίθιον. ὡς γὰρ εἴ τις θεάσαιτό τινα νηχόμενον ἐν ὕδατι καὶ ἀγνοῶν τὴν πεῖραν τῆς διανήξεως ἑαυτὸν ἔκδοτον τοῖς ὕδασι δῴη καὶ ὑποβρύχιος γένηται, μὴ ἔμπειρος ὢν μηδὲ σαφῶς γνοὺς τῶν διὰ χειρῶν τε καὶ
15ποδῶν τὴν σωτηρίαν ἑαυτοῖς προσποριζομένων τὴν ἐπιστήμην, νομί‐ ζων δὲ ἁπλῶς τὸ ὕδωρ διαβαστάζειν τὸν ἄνθρωπον δίχα τῶν ἰδίων χειρῶν· ἢ ὡς εἴ τις ἀκούοι τὸν ἡγεμόνα τιμωροῦντα τοὺς δρῶντας φαυλότητος 〈ἔργα〉 ἄχρι καὶ ἐλαχίστων καὶ νομίζοι μὲν τὴν δίκην ἴσην διεξιέναι κατὰ πάντων, ὡς ἐπὶ τοῦ φόνου οὕτως καὶ ἐπὶ τοῦ
20διαβάλλοντος τὸν πέλας ἢ * μαχεσαμένου· ἢ ὡς ἐὰν ᾖ τις παντάπασιν ἰδιώτης καὶ θεάσηται τὸν εἰληφότα ἄρχοντος τὴν ἐξουσίαν κατὰ ἀλιτηρίων ἀποσπάσαντα μάχαιραν ἢ κατὰ γοήτων καὶ βλασφήμων ἢ ἀκαθοσιώτων, νομίζῃ δὲ τοὺς ἅπαντας ἐξουσίαν ἔχειν τῆς τοιαύτης αἰτίας ποιεῖσθαι τὴν δίκην, θεασάμενός τε δίκην δόντας ἀνθρώπους
25καὶ αὐτὸς δὲ τὰ ἴσα μιμησάμενος θελήσῃ ἀποκτεῖναί τινας, ὡς δῆθεν τοὺς ἠδικηκότας δικάζων, ἁλοὺς δὲ οὗτος αὐτὸς δίκην δώσει, μὴ εἰληφὼς παρὰ βασιλέως ἐξουσίαν τῶν τοιούτων καὶ ὅτι τὴν ἴσην
ἐνόμιζεν κατὰ πάντων ἐξιέναι ψῆφον ἀπὸ τῆς δίκης τῶν νό‐366 in vol. 2
Haer
.

2

.

367

μων, ἑαυτὸν [δὲ] ἐν τῇ ἀδικίᾳ διὰ τῆς ἰδίας ἀπειρίας καὶ ἀπαρακο‐ λουθησίας ἔκδοτον ἀπωλείας παρασκευάσας, —οὕτω καὶ οὗτοι τὰ πάντων ὁμοῦ μίξαντες ἐκ πάντων ἐξέπεσαν καὶ μὴ νοήσαντες τὰ ἀκριβῆ τῆς τοῦ θεοῦ διδασκαλίας ἐπὶ ἑτέραν τρίβον σφαλέντες ἐτρά‐
5πησαν, οὐκ εἰδότες ὅτι οὐκ αὐτὴ ἐστὶν ἡ τῆς θείας γραφῆς παρά‐ δοσίς τε καὶ ἀκολουθία. 4. Τὰ γὰρ εἰς τὴν ἱερωσύνην παραδοθέντα διὰ τὸ ἐξοχώτατον τῆς ἱερουργίας εἰς πάντας ἐνόμισαν ἴσως φέρεσθαι. ἀκηκοότες γὰρ ὅτι «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα,
10ἐγκρατῆ», «ὡσαύτως καὶ τὸν διάκονον» καὶ τὸν πρεσβύτερον, τὸν ὅρον τῶν ταγμάτων οὐκ ἐνόησαν. καὶ γὰρ τῷ μὲν ὄντι οὐ δέχε‐ ται εἰς ἱερωσύνην τὸ ἅγιον τοῦ θεοῦ κήρυγμα μετὰ τὴν τοῦ Χριστοῦ ἐνδημίαν οὐδὲ τοὺς ἀπὸ πρώτου γάμου τελευτησάσης τῆς αὐτῶν γυναικὸς δευτέρῳ γάμῳ συναφθέντας, διὰ τὸ ὑπερβάλλον τῆς τιμῆς
15τῆς ἱερωσύνης· καὶ ταῦτα ἀσφαλῶς ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία μετὰ ἀκριβείας παραφυλάττεται. ἀλλὰ καὶ τὸν ἔτι 〈συμ〉βιοῦντα καὶ τεκνογονοῦντα, μιᾶς γυναικὸς ὄντα ἄνδρα, οὐ δέχεται, ἀλλὰ ἀπὸ μιᾶς ἐγκρατευσάμενον ἢ χηρεύσαντα διάκονόν τε καὶ πρεσβύτερον καὶ ἐπί‐ σκοπον καὶ ὑποδιάκονον, μάλιστα ὅπου ἀκριβεῖς κανόνες οἱ ἐκκλη‐
20σιαστικοί. Ἀλλὰ πάντως ἐρεῖς μοι, ἔν τισι τόποις ἔτι τεκνογονεῖν πρεσβυ‐
τέρους καὶ διακόνους καὶ ὑποδιακόνους. τοῦτο δὲ οὐ παρὰ τὸν367 in vol. 2
Haer
.

2

.

368

κανόνα γίνεται, ἀλλὰ παρὰ τὴν τῶν ἀνθρώπων κατὰ καιρὸν ῥᾳθυ‐ μήσασαν διάνοιαν καὶ τῆς τοῦ πλήθους ἕνεκεν μὴ εὑρισκομένης ὑπη‐ ρεσίας. τὸ πρεπωδέστατον γὰρ ἀεὶ ἡ ἐκκλησία 〈ἐφ〉ορῶσα ἁγίῳ πνεύματι εὖ διαταχθεῖσα ἔγνω «ἀπερισπάστως» θεῷ τὰς λατρείας ἐπι‐
5τελεῖσθαι σπουδάζειν καὶ τὰ πνευματικὰ τῶν χρειῶν μετὰ πάσης εὐνουστάτης συνειδήσεως τελειοῦσθαι. φημὶ δὲ ὅτι πρέπον ἐστὶ διὰ τὰς ἐξαπίνης λειτουργίας καὶ χρείας σχολάζειν τὸν πρεσβύτερον καὶ διάκονον καὶ ἐπίσκοπον θεῷ. εἰ γὰρ καὶ τοῖς ἀπὸ τοῦ λαοῦ προσ‐ τάσσει ὁ ἅγιος ἀπόστολος λέγων, ἵνα «πρὸς καιρὸν σχολάσωσι τῇ
10προσευχῇ», πόσῳ γε μᾶλλον τῷ ἱερεῖ τὸ αὐτὸ προστάσσει; τὸ ἀπε‐ ρίσπαστον δὲ λέγω εἰς τὸ σχολάζειν τῇ κατὰ θεὸν ἐν ταῖς χρείαις ταῖς πνευματικαῖς τελεσιουργουμένῃ ἱερωσύνῃ. ἔξεστι δὲ 〈ἐπὶ〉 τῷ λαῷ 〈τοῦτο〉 δι’ ἀσθένειαν διαβαστάζεσθαι καὶ 〈τοὺσ〉 μὴ δυνηθέντας ἐπὶ τῇ πρώτῃ γαμετῇ στῆναι δευτέρᾳ μετὰ θάνατον τῆς πρώτης συναφθῆναι.
15καὶ ὁ μὲν μίαν ἐσχηκὼς ἐν ἐπαίνῳ μείζονι καὶ τιμῇ παρὰ πᾶσιν ἐκκλησιαζομένοις ἐνυπάρχει, τὸν δὲ μὴ δυνηθέντα τῇ μιᾷ ἀρκεσθῆ‐ ναι τελευτησάσῃ 〈ἢ〉 ἕνεκέν τινος προφάσεως, ἢ πορνείας ἢ μοιχείας ἢ ἄλλης αἰτίας, χωρισμοῦ γενομένου συναφθέντα δευτέρᾳ γυναικὶ ἢ
γυναῖκα δευτέρῳ ἀνδρί, οὐκ αἰτιᾶται ὁ θεῖος λόγος οὐδὲ ἀπὸ τῆς368 in vol. 2
Haer
.

2

.

369

ἐκκλησίας καὶ τῆς ζωῆς ἀποκηρύττει, ἀλλὰ διαβαστάζει διὰ τὸ ἀσθενές· οὐχ ἵνα δύο γυναῖκας ἐπὶ τὸ αὐτὸ σχῇ ἔτι περιούσης μιᾶς, ἀλλ’ 〈ἵνα〉 ἀπὸ μιᾶς ἀποσχισθεὶς δευτέρᾳ, εἰ τύχοι, ἐννόμως συναφθῇ, ἐλεεῖ τοῦτον ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησία, μάλιστα εἰ τυγχάνει
5ὁ τοιοῦτος τὰ ἄλλα εὐλαβὴς καὶ κατὰ νόμον θεοῦ πολιτευόμενος. καὶ γὰρ οὐκ ἂν ἔλεγεν ὁ ἀπόστολος ταῖς χήραις «γαμείτωσαν τεκνο‐ γονείτωσαν οἰκοδεσποτείτωσαν», οὐδὲ πάλιν ἔλεγε τῷ ἀνδρὶ τῷ τὴν γυναῖκα τοῦ πατρὸς ἔχοντι καὶ παραδοθέντι «τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου»—οὐκ
10ἔλεγε πάλιν «κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος». ἔλεγε γὰρ πάλιν «ᾧ τι χαρίζεσθε, κἀγώ· διότι εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς κεχάρισμαι ἐν προσώπῳ κυρίου, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ. οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν». καὶ ὅρα πῶς δίδωσι μετάνοιαν καὶ μετὰ παράπτωμα.
15 5. Πάλιν δὲ ὁ κύριός φησιν «ἄφετε ἀλλήλοις τὰ παραπτώματα, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν οὐρανῷ ἀφήσει ὑμῖν». ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ οὕτως φησί «καὶ πενθήσω πολλοὺς τοὺς ἐν ὑμῖν παραπεσόν‐ τας καὶ μὴ μετανοήσαντας», ὡς δεικνὺς ὅτι εἰ καὶ παρέπεσαν καὶ μετενόησαν, εἴσδεκτοι οὗτοι γίνονται καὶ οὐκ ἀποβληθήσονται, τοῦ
20κυρίου γινώσκοντος τί μεθ’ ἑκάστου ποιήσειε. Καὶ ὅτι μὲν ὁ κανὼν τῆς ἀληθείας τοιοῦτον ἔχει τὸν χαρακτῆρα, παντί τῳ σαφές ἐστι. μετὰ γὰρ τὴν πρώτην μετάνοιαν τὴν διὰ λουτροῦ τῆς παλιγγενεσίας, ἐν ᾗ μετανοίᾳ ἀνεκαινίσθη πᾶς ἄνθρω‐ πος, δευτέρα τις τοιαύτη οὐχ ὑπάρχει. οὔτε γὰρ δύο εἰσὶ βαπτίσματα,
25ἀλλ’ ἕν, οὔτε δὶς ἐσταυρώθη Χριστός, ἀλλ’ ἅπαξ, οὔτε δὶς ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη. καὶ τούτου χάριν ἐπασφαλίσασθαι δεῖ, ἵνα μὴ παραπεσόντες τὸν στέφανον τοῦ ἀνακαινισμοῦ ἀπολέσωμεν. ἀλλὰ ἐάν τις παραπέσῃ καὶ «προληφθῇ ἔν τινι παραπτώματι», ὡς
λέγει ὁ ἀπόστολος, «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον369 in vol. 2
Haer
.

2

.

370

ἐν πνεύματι πρᾳότητος, σκοπῶν ἑαυτὸν, μὴ καὶ σὺ πειρασθῇς». ἐάν τις οὖν προληφθῇ 〈ἐν〉 παραπτώματι ἐν οἵῳ δ’ ἂν εἴη, μετανοείτω. δέχεται γὰρ ὁ θεὸς τὴν μετάνοιαν καὶ μετὰ τὸ βάπτισμα, ἐάν τις παραπέσῃ. πῶς δὲ μετὰ τοῦ τοιούτου ποιεῖ, αὐτὸς μόνος γινώσκει·
5«ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ καὶ ἀνεκδιήγητοι αἱ ὁδοὶ αὐτοῦ». καὶ πρὸ τῆς παρουσίας οὐ δεῖ κρίνειν «ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ ἀποκαλύψει τὰ κρυπτὰ τῆς καρδίας· καὶ τότε ὁ ἔπαινος ἑκάστου φα‐ νερὸς γενήσεται». «ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται». 6. Οὔτε οὖν ἐπαγγελλόμεθα ἐλευθερίαν παντάπασι τοῖς μετὰ τὸ
10βάπτισμα παραπεπτωκόσιν οὔτε ἀπαγορεύομεν τὴν αὐτῶν ζωήν· θεὸς γὰρ «ἐλεήμων ἐστὶν καὶ οἰκτίρμων», καὶ «ἔδωκε τοῖς μετανοοῦσιν ἐπάν‐ οδον». καὶ τὸ μὲν πρῶτόν ἐστι σαφές, τὸ δὲ δεύτερον οἴδαμεν ὅτι ἐλεήμων ἐστὶν θεός, ἐὰν ἐξ ὅλης ψυχῆς μετανοήσωμεν ἀπὸ παραπτω‐ μάτων. ἔχει γὰρ ἐν χειρὶ ζωὴν καὶ σωτηρίαν καὶ φιλανθρωπίαν. καὶ
15τί μὲν αὐτὸς ποιεῖ αὐτῷ μόνῳ ἔγνωσται, πλὴν ὅτι ζημία οὐκ ἔνι ἀπὸ τῆς μετανοίας οὐδὲ ἀπηγόρευται ὁ μετανοῶν ἀπὸ πάντων σφαλ‐ μάτων. πόσῳ γε μᾶλλον ὁ κατὰ νόμον συναφθεὶς δευτέρᾳ γυναικί; καὶ ἡ μὲν πρώτη γυνὴ ἐκ θεοῦ τεταγμένη, ἡ δὲ δευτέρα ἐξ ἀσθενείας
ἀνθρώπων, καὶ ἔτι περισσοτέρᾳ εἰ συναφθείη, τὸ ἀσθενὲς ἀεὶ370 in vol. 2
Haer
.

2

.

371

διαβαστάζεται. φησὶ γάρ «γυνὴ δέδεται νόμῳ ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμη‐ θῆναι, 〈μόνον ἐν κυρίῳ〉». ἀποφηνάμενος μετὰ τελευτὴν ἀνδρὸς τὸ ἐλεύθερον ἀπὸ ἁμαρτίας χωρὶς πάσης ἀντιλογίας, διὰ τῆς προσθήκης
5σημαίνει * τῷ «ἐν κυρίῳ»· ὡς οὐκ εἶναι αὐτὴν ἀλλοτρίαν κυρίου τὴν μετὰ τελευτὴν ἀνδρὸς συναπτομένην ἄλλῳ ἀνδρὶ ἢ τὸν μετὰ τελευτὴν γυναικὸς συναπτόμενον δευτέρᾳ γυναικί, «μόνον ἐν κυρίῳ», ὡς λέγει ὁ ἀπόστολος. καί φησι 〈μέν〉 «μακαριωτέρα δέ ἐστιν, ἐὰν μείνῃ οὕτως», * τὸ δέ «ἐν κυρίῳ» τουτέστιν τὸ μὴ ἐν πορνείᾳ μὴ
10ἐν μοιχείᾳ μὴ ἐν κλεψιγαμίᾳ, ἀλλ’ ἐν εὐνομίᾳ ἐν παρρησίᾳ ἐν σεμνῷ γάμῳ, ἐπιμένοντα ἐν τῇ πίστει ἐν ταῖς ἐντολαῖς ἐν εὐποιίαις ἐν εὐλα‐ βείᾳ ἐν νηστείαις ἐν εὐνομίᾳ ἐν ἐλεημοσύναις ἐν σπουδῇ ἐν ἀγαθο‐ εργίᾳ. ταῦτα γὰρ συνόντα καὶ παραμένοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου παρουσίαν.
15 Καὶ τῇ μὲν ἱερωσύνῃ τὸ πρῶτον τάγμα καὶ ἡ περὶ πάντων ἀκριβολογία, τῷ δὲ λαῷ τὸ σύμμετρον καὶ τὸ σύγγνωστον, ἵνα πάντες διδάσκωνται καὶ κατελεῶνται. ἐλεήμων γάρ ἐστιν ὁ δεσπότης καὶ
δυνατὸς πάντας σῴζειν τῇ ἰδίᾳ αὐτῶν εὐνομίᾳ τε καὶ ἀληθινῇ πίστει371 in vol. 2
Haer
.

2

.

372

τῆς τοῦ κηρύγματος καθαρότητος. αὐτὸς γὰρ μόνος ἐστὶ καθαρός. οὗτοι δὲ ἑαυτοὺς φήσαντες Καθαροὺς ἀπ’ αὐτῆς τῆς ὑποθέσεως ἀκαθάρτους ἑαυτοὺς ἀποτελοῦσι· πᾶς γὰρ ὁ καθαρὸν ἑαυτὸν ἀπο‐ φήνας ἀκάθαρτον ἑαυτὸν τελείως κατέκρινε.
5 7. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων διὰ ἕν τι, εἰ καὶ ἦν ἀληθές, περὶ παντὸς τοῦ λαοῦ τὸ κρίμα οὕτως φέρειν. ἔδει δὲ γνῶναι ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὑπάρ‐ χει πάσῃ ψυχῇ ἢ [τὸ] διὰ τούτου ἐνάρετον γενέσθαι 〈ἔστι〉 μόνον, ἀλλὰ καὶ τῷ μὴ λοιδορεῖν, μὴ ὀμνύναι ὅρκον μήτε ἐν ἀληθείᾳ μήτε
10ἐν ψεύδει, ἀλλὰ «ναὶ ναί» καὶ «οὒ οὔ» λέγειν, μὴ δολιεύεσθαι μὴ δια‐ βάλλειν μὴ κλέπτειν μὴ ἐμπορεύεσθαι. ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων· «ὡς, γάρ φησίν, ὁ πάσ‐ σαλος ἀνὰ μέσον δύο λίθων συντριβήσεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος». καὶ ὅτι ἐκ τοῦ πλήθους παν‐
15τὸς 〈τινὲσ〉 καὶ μέθυσοι καὶ ἔμποροι καὶ πλεονέκται καὶ τοκισταὶ *, καὶ πάντως ὅτι 〈καὶ αὐτοὶ〉 τὰ τοιαῦτα ἔχουσι καὶ τὰ τούτοις ὅμοια, 〈καὶ〉 ὅτι καὶ ψεύσματα ἑκάστῳ αὐτῶν παρακολουθεῖ. πῶς οὖν δύ‐ νανται ἑαυτοὺς Καθαροὺς ἀποκαλεῖν, 〈ὡσ〉 διὰ τῆς μιᾶς ὑποθέσεως τῆς πάσης κατὰ θεὸν πραγματείας περὶ πάντων τῶν σφαλμάτων
20ἀσφαλιζομένης; οὐκ ἔγνωσαν δὲ οὗτοι τὰ ἀκριβῆ τοῦ κηρύγματος οὐδὲ τίνι ἀφώρισε τὸ ἀκρίβασμα τοῦτο τῆς διγαμίας. Ἀλλὰ καὶ οἱ ἀπὸ τοῦ διωγμοῦ παραπεπτωκότες καὶ αὐτοὶ ἐὰν ἐνδείξωνται τελείαν τὴν μετάνοιαν, ἐν σάκκῳ καὶ σποδῷ καθεσθέντες καὶ κλαύσαντες ἐνώπιον κυρίου, δυνατός ἐστιν ὁ εὐεργέτης καὶ αὐτοὺς
25ἐλεῆσαι· οὐ γάρ τι φαῦλον γίνεται ἀπὸ μετανοίας. δέχεται μὲν οὖν τοὺς μετανοοῦντας ὁ κύριος καὶ ἡ αὐτοῦ ἐκκλησία, ὡς ἐπέστρεψε Μανασσῆς ὁ υἱὸς Ἐζεκίου καὶ ἐδέχθη ὑπὸ κυρίου, καὶ ὁ ἀρνησάμενος
πρὸς ὥραν ἅγιος Πέτρος καὶ κορυφαιότατος τῶν ἀποστόλων, ὃς372 in vol. 2
Haer
.

2

.

373

γέγονεν ἡμῖν ἀληθῶς στερεὰ πέτρα θεμελιοῦσα τὴν πίστιν τοῦ κυρίου, ἐφ’ ᾗ ᾠκοδόμηται ἡ ἐκκλησία κατὰ πάντα τρόπον· πρῶτον μὲν ὅτι ὡμολόγησε «Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος», καὶ ἤκουσεν ὅτι «ἐπὶ τῇ πέτρᾳ ταύτῃ τῆς ἀσφαλοῦς πίστεως οἰκοδομήσω μου τὴν
5ἐκκλησίαν», ἐπειδὴ σαφῶς αὐτὸν ὡμολόγησεν υἱὸν ἀληθινόν. τῷ γὰρ εἰπεῖν υἱὸν θεοῦ ζῶντος μετὰ προσθήκης «τοῦ ζῶντος» ἔδειξεν υἱὸν γνήσιον εἶναι, ὡς ἐν πάσῃ μοι σχεδὸν αἱρέσει περὶ τούτου εἴρη‐ ται. 8. Ἀλλὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος ὁ αὐτὸς ἀσφαλίζεται ἡμᾶς, λέγων τοῖς περὶ Ἀνανίαν· «τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς
10ψεύσασθαι τὸ ἅγιον πνεῦμα; οὐκ ἀνθρώπῳ ἐψεύσασθε, ἀλλὰ θεῷ», διότι ἐκ θεοῦ τὸ πνεῦμα καὶ οὐκ ἀλλότριον θεοῦ. ἀλλὰ καὶ ἐν‐ ταῦθα στερεὰ πέτρα οἰκοδομῆς καὶ θεμέλιος οἴκου θεοῦ γεγένηται, ἐν τῷ ἀρνησάμενον αὐτὸν καὶ πάλιν ἐπιστρέψαντα εὑρεθέντα τε ὑπὸ κυρίου καταξιωθῆναι πάλιν ἀκοῦσαι «ποίμαινε τὰ ἀρνία μου καὶ ποί‐
15μαινε τὰ πρόβατά μου». ὁ γὰρ Χριστὸς ταῦτα λέγων εἰς ἐπιστρο‐ φὴν ἡμᾶς ἤγαγε μετανοίας, ἵνα ἐν αὐτῷ πάλιν οἰκοδομηθείη ἡ εὐθε‐ μελίωτος πίστις, ἡ μὴ ἀπαγορεύουσα ζωὴν τῶν ἀνθρώπων, ὅσοι ἐμπνέουσι τῷ βίῳ καὶ μετανοοῦσιν ἐν ἀληθείᾳ καὶ διορθοῦνται τὰ ἑαυτῶν σφάλματα ἐν τῷ αἰῶνι τούτῳ.
20 9. Ὡς καὶ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἔφη αὐτὴ ἡ νύμφη πρὸς τὸν νυμφίον λέγουσα «ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου καὶ λέγει μοι· ἀνάστα ἐλθέ, [ἡ] πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ὁ χειμὼν παρῆλθεν», τὰ στυγερά τε καὶ ζοφώδη τῆς συννεφίας καὶ φοβερώ‐ τατα * ὡς εἰπεῖν * παρῆλθεν, «ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ.
25τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους
αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν»· ἵνα δείξῃ373 in vol. 2
Haer
.

2

.

374

πάντα τὰ παρῳχημένα παρελθόντα, ἔαρος δὲ ἄρτι ἀνθοῦντος καὶ θαλάσσης γαληνιώσης τε καὶ φόβου τοῦ ὑετοῦ διελθόντος καὶ τῶν παλαιῶν τῆς ἀμπέλου * τετμημένων καὶ τῆς πόας μηκέτι ποαζούσης μόνον, ἀλλὰ καὶ ἄνθη ἐκβαλλούσης καὶ τοῦ κηρύγματος τῆς φωνῆς
5ἐν τῇ ἐρήμῳ βοώσης τουτέστιν ἐν τῇ γῇ ἡμῶν καὶ συκῆς τῆς ποτε καταραθείσης ἐκβαλλούσης τοὺς ὀλύνθους, τοὺς καρποὺς τῆς μετα‐ νοίας ἤδη ἐπὶ τοῖς κλώνεσι καὶ δένδρεσι φαινομένους, ἀμπέλους δὲ ἤδη κυπριζούσας τὸ εὔοδμον τῆς τοῦ εὐαγγελίου πίστεως κήρυγμα. ἐπειδὴ δὲ εὐθὺς κέκληκε τὴν τοιαύτην καὶ εἶπεν «ἀνάστα ἐλθέ», *
10ἀνάστα ἀπὸ νεκρότητος ἁμαρτημάτων καὶ ἐλθὲ ἐν δικαιοσύνῃ, ἀνάστα ἀπὸ παραπτώματος καὶ ἐλθὲ ἐν παρρησίᾳ, ἀνάστα ἀπὸ ἁμαρτιῶν καὶ ἐλθὲ ἐν μετανοίᾳ, ἀνάστα ἀπὸ παραλύσεως καὶ ἐλθὲ ἐν τελειό‐ τητι, ἀνάστα ἀπὸ λωβήσεως καὶ ἐλθὲ ἐν ὑγείᾳ, ἀνάστα ἀπὸ ἀπιστίας καὶ ἐλθὲ ἐν πίστει, ἀνάστα ἀπὸ ἀπωλείας καὶ ἐλθὲ ἐν εὑρέσει.
15ἐπειδὴ δὲ ᾔδει τὸ θεῖον λόγιον ὅτι μετὰ τὴν πρώτην μετάνοιαν καὶ μετὰ τὴν πρώτην κλῆσιν καὶ ἴασιν, ὡς εἰπεῖν, συμβαίνει τῇ ἀνθρω‐ πότητι πολλὰ παραπτώματα, πάλιν λέγει «ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, σὺ περιστερά μου». δεύτερον ταύτην καλεῖ καὶ οὐχ ἅπαξ. τὸ δὲ δεύτερον οὐκ ἴσον τῷ πρώτῳ.
20φησὶ γὰρ ἐν τῇ προτέρᾳ κλήσει οὕτως «ἀνάστα ἐλθέ, [ἡ] πλησίον μου, καλή μου, περιστερά μου». τὸ μὲν πρῶτον «ἀνάστα ἐλθέ», καὶ οὐκ εἶπεν «ἐλθὲ σύ». καὶ τὸ δεύτερον προστίθησι τὸ ἄρθρον, ἵνα δείξῃ κλῆσιν οὐ δευτέραν, παρηλλαγμένην μετὰ τὴν πρώτην, ἀλλὰ ἐν τῇ πρώτῃ ἀπὸ παραπτωμάτων πάλιν ὀρεγομένην χεῖρα ἐπιδέξιον
25καὶ ἐπουράνιον φιλανθρωπίας. «καὶ ἐλθέ» φησί «〈σὺ〉 περιστερά μου ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος»· «ἐν σκέπῃ πέ‐
τρας» 〈τουτέστιν〉 ἐν φιλανθρωπίᾳ Χριστοῦ καὶ ἐν ἐλέει κυρίου·374 in vol. 2
Haer
.

2

.

375

τοῦτο γάρ ἐστιν σκέπη πέτρας, σκέπη ἐλπίδος καὶ πίστεως καὶ ἀλη‐ θείας. «ἐχόμενα τοῦ προτειχίσματος», τουτέστιν πρὶν ἢ κλεισθῆναι τὴν πύλην, πρὶν ἢ εἴσω περιβόλων γενόμενος ὁ βασιλεὺς μηκέτι εἰσδέξηται, τουτέστιν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν τε καὶ θάνατον,
5ὅτε οὐκέτι «ἐχόμενα τοῦ προτεισχίσματος», ἀλλὰ ἀπεκλείσθησαν αἱ πύλαι καὶ οὐκέτι ἔνι διορθώσασθαι. 10. Ἐν γὰρ τῷ μέλλοντι αἰῶνι, μετὰ τὴν τοῦ ἀνθρώπου ἐντεῦ‐ θεν ἀπαλλαγὴν οὐ νηστείας πορισμὸς οὐ μετανοίας κλῆσις οὐκ ἐλεημοσύνης ἐπίδοσις, ἀλλ’ οὔτε ἐγκλημάτων ἔργα οὐ πόλεμος οὐ
10μοιχεία οὐκ ἀσέλγεια, ἀλλ’ οὔτε δικαιοσύνη καὶ μετάνοια. ὡς γὰρ μετὰ θερισμὸν τοῦ στάχυος οὐκ ἔνι παχυνθῆναι τὸν κόκκον, οὐκ ἀνεμόφθορον γενέσθαι * οὐκ ἔνι εὐπάθειά τις ἑτέρα. ἀλλὰ μὴ λέγε μοι τῆς ἀποθήκης τὰ φθάρματα, τουτέστι καὶ σκώληκας καὶ σῆτας· ταῦτα γὰρ διὰ τὰ ἐν τῷ αἰῶνι γινόμενα εἴρηται, τὸ δὲ ἀπεικονισμέ‐
15νον καὶ ἐν πύλαις ἡμῖν εἰργμένον καὶ ἀποθήκῃ ἠσφαλισμένον πί‐ στεώς ἐστιν ὑπόδειγμα καὶ ὑπογραμμός, «ἔνθα οὔτε λῃσταὶ διορύτ‐ τουσιν οὔτε σῆτες ἀφανίζουσιν», ὡς ἔχει ὁ θεῖος λόγος. * οὔτε μὴν πορισμὸς εὐσεβείας, οὔτε μετανοίας 〈κλῆσισ〉 ὡς ἔφην, μετὰ θάνατον. οὔτε γὰρ Λάζαρος ἀπέρχεται πρὸς τὸν πλούσιον ἐκεῖ οὔτε ὁ πλού‐
20σιος πρὸς τὸν Λάζαρον, οὔτε Ἀβραὰμ ἀποστέλλει σκύλλων τὸν πένητα πλουτήσοντα ἐς ὕστερον, οὔτε ὁ πλούσιος πένης γενόμενος ὧν αἰτεῖ‐ ται 〈μετα〉λαμβάνει, καίπερ μετὰ ἱκεσίας τὸν ἐλεήμονα Ἀβραὰμ παρα‐
καλέσας. ἐσφράγισται γὰρ τὰ ταμιεῖα καὶ πεπλήρωται ὁ χρόνος καὶ375 in vol. 2
Haer
.

2

.

376

ὁ ἀγὼν ἐτελέσθη καὶ ἐκενώθη τὸ σκάμμα καὶ οἱ στέφανοι ἐδόθησαν καὶ οἱ ἀγωνισάμενοι ἀνεπάησαν καὶ οἱ μὴ φθάσαντες ἐξῆκαν καὶ οἱ μὴ ἀγωνισάμενοι οὐκέτι εὐποροῦσι καὶ οἱ ἐν τῷ σκάμματι ἡττηθέντες ἐξεβλήθησαν καὶ τὰ πάντα σαφῶς τετελείωται μετὰ τὴν ἐντεῦθεν
5ἐκδημίαν. ἔτι δὲ ὄντων ἐν τῷ αἰῶνι πάντων, καὶ μετὰ πτῶσιν ἔνι ἀνάστασις, ἔτι ἐλπὶς ἔτι θεραπεία ἔτι ὁμολογία, κἂν εἰ μὴ τελειό‐ τατα, * ἀλλ’ οὖν γε 〈καὶ〉 τῶν ἄλλων οὐκ ἀπηγόρευται ἡ σωτηρία. 11. Πᾶσα δὲ αἵρεσις ἀπὸ τῆς ἀληθείας ἐξοκείλασα ἐν σκότῳ τυφλώττει καὶ μυωπάζει, ἕτερα ἀνθ’ ἑτέρων διανοουμένη. ἔοικαν
10γὰρ οὗτοί τισιν ἀτέχνοις καὶ μὴ γινώσκουσι τὰ 〈περὶ〉 ἑκάστης ποιότη‐ τος καὶ χρήσεως καὶ κόσμου ἑκάστου μέλους καὶ ὡς ἔπος εἰπεῖν (γελοιῶδές τι ὃ προβάλλομαι λέγειν, ὅμοιον 〈δὲ〉 τῆς αὐτῶν ἀνοησίας) ὡς περιτιθέασι τὰ ὑποδήματα τῇ κεφαλῇ, τὸν δὲ στέφανον τοῖς ποσὶ καὶ κλοιὸν χρυσοῦν περὶ τὴν γαστέρα· τὰ δὲ ἄλλα πέδιλα ὡς εἰπεῖν,
15τὰ ἐξ ἱματίων γεγενημένα, ἃ παρά τισιν ὀδώνια κέκληται ἢ βράκαι, χερσὶ περιτιθέασι, δακτυλίους δὲ τοῖς ποσίν. οὕτω γὰρ ἡ τῶν τὴν ἄγνοιαν κεκτημένων σφαλερὰ καὶ ἄτακτος εὑρίσκεται διαταγή. τὰ γὰρ ἐπὶ τῆς ἱερωσύνης ἠσφαλισμένα περὶ δευτέρου γάμου καὶ τῶν ἄλλων οὗτοι εἰς ἅπαντα τὸν λαὸν * νενομίκασι καὶ τὰ δι’ ὑπερβολὴν
20στρυφνότητος ὑπὸ θεοῦ κεκηρυγμένα, ἵνα μὴ ῥᾳθυμήσαντές τινες παραπέσωσιν, αὐτοὶ εἰς ἀπανθρωπίαν θεῷ προσῆψαν. καὶ ὡς ἐὰν εἴ τις ἀπὸ ἱματίου χειρίδα κατασχὼν [καὶ] ἕως μόνον ἀγκῶνος ἀπὸ καρποῦ χειρὸς τοῦ καλουμένου σκεπάζοι ἑαυτόν, προφέροι δὲ πρὸ ὀφθαλμῶν καθ’ ἑκάστην ὥραν τὴν χειρίδα καὶ ἐπιτωθάζοι τοῖς ἄλ‐
25λοις, ἐπιλησθεὶς ὅτι ὅλον τὸ σῶμα αὐτοῦ γυμνητεύει, οὕτω καὶ οὗτοι
σεμνυνόμενοι μὴ δέχεσθαι διγάμους τὰς πάσας ἐντολάς, τὰς ὁμοίας376 in vol. 2
Haer
.

2

.

377

ταύτῃ καὶ ἔτι ὑπερβολῆ καλλίονας τῷ φυλάττειν, ἐπιθανατίους δὲ ἐν τῷ μὴ φυλάττεσθαι, * τὴν μίαν ἀπαγορεύουσι, τὰς δὲ ἄλλας καταλε‐ λοίπασι. καὶ ἐπιλαθόμενοι ὅλον μὲν τὸ σῶμα γυμνητεύουσιν, ἀπὸ ὅλων τῶν ἐνταλμάτων ἀργήσαντες καὶ τὴν μίαν ἐντολὴν οὐχ ἁγνῶς
5κατασχόντες. 12. Καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. πᾶσα δὲ πρόφασις ἑκάστην αἵρεσιν, κἄν τε βραχεῖά τις ὑπῆρξεν, ἀπὸ τῆς ἀληθείας παρείλκυσε καὶ εἰς πολλὴν φορὰν κακῶν κατήγαγεν. ὥσπερ γὰρ 〈εἴ〉 τις διασφαγὴν εὑρὼν ἐν φραγμῷ παρὰ λεωφόρῳ
10[καὶ] νομίσῃ διὰ ταύτης βαδίζειν καὶ καταλιπὼν τὴν ὁδὸν 〈ἐκεῖσε〉 τρέπηται, νομίσας ἐγγύτατον ἔχειν ὅθεν διακάμψας πάλιν τῆς ὁδοῦ ἐπιλάβοιτο, ἀγνοήσῃ δὲ ὅτι τεῖχός ἐστιν ὑπέρτατον καὶ μακρῷ δια‐ στήματι ᾠκοδομημένον, ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσηται, ἀντὶ ἑνὸς σημείου ἤτοι μιλίου προκόπτων κατὰ
15χεῖρα ἔτι πλέον, μὴ εὑρὼν τὴν ὁδόν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω, κάμνων δὲ οὕτω καὶ μὴ εὐπορῶν διὰ ποίας ἐπὶ τὴν ὁδοιπο‐ ρίαν ἑαυτὸν ἀγάγοι, τάχα γε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἂν ἀνα‐ κάμψῃ δι’ ἧς καὶ εἰσῆλθεν, —οὕτω καὶ ἑκάστη αἵρεσις, ὡς συντο‐ μίαν τινὰ ἐφευρεῖν διανοηθεῖσα, παρεξώκειλε μὲν διὰ τῆς μακροδίας,
20ηὑρέθη δὲ αὐτῇ τεῖχος ἀρραγὲς ἡ τῆς ἀνοίας καὶ ἀγνωσίας παρεμ‐ πλοκή· καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδόν, εἰ μή τι ἂν ἑκάστη ἀνακάμψῃ εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστιν τὴν βασιλικήν· ὡς καὶ ὁ νόμος διαρρήδην ἐβόα, τοῦ ἁγίου Μωυ‐ σέως λέγοντος τῷ βασιλεῖ Ἐδώμ, ὅτι «τάδε λέγει ὁ ἀδελφός σου
25Ἰσραήλ· παρὰ τὰ ὅριά σου διελεύσομαι εἰς γῆν ἣν ὤμοσε κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι, γῆν ῥέουσαν γάλα καὶ μέλι, τὴν γῆν τῶν
Ἀμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Εὐ‐377 in vol. 2
Haer
.

2

.

378

αίων καὶ Χαναναίων καὶ Χετταίων, [γῆν ῥέουσαν γάλα καὶ μέλι]. οὐκ ἐκκλινοῦμεν δεξιὰ ἢ ἀριστερά, ὕδωρ ἐν ἀργυρίῳ πιόμεθα καὶ βρώματα ἀργυρίου φαγόμεθα· οὐκ ἐκκλινοῦμεν ἐντεῦθεν ἢ ἐντεῦθεν, ὁδῷ βασιλικῇ βαδιοῦμεν». ἔστι γὰρ ὁδὸς βασιλική, ἥτις ἐστὶν ἡ
5τοῦ θεοῦ ἐκκλησία καὶ ἡ ὁδοιπορία τῆς ἀληθείας. ἑκάστη δὲ τούτων τὴν βασιλικὴν καταλείψασα, κλίνασα δὲ ἐπὶ τὰ δεξιὰ ἢ ἐπὶ τὰ ἀρι‐ στερά, ἐπὶ πολὺ λοιπὸν ἑαυτὴν ἐπιδιδοῦσα εἰς πλάνην παρελκυσθή‐ σεται καὶ οὐκέτι μέτρον ἔχει παρ’ ἑκάστῃ αἱρέσει ἡ τῆς πλάνης ἀνοδία. 13. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας,
10οἱ τὸν κανόνα ἀσφαλῆ γινώσκοντες καὶ τὴν ὁδὸν τῆς ἀληθείας βαδίζοντες, μὴ φωναῖς ἀνθελκυσθῶμεν καὶ φωνῇ ἑκάστης παρα‐ πεποιημένης ἐπιτηδεύσεως ἀχθῶμεν. σφαλεραὶ γὰρ αἱ τούτων ὁδοὶ καὶ ἀνάντης ἡ τρίβος τῆς αὐτῶν παραπεποιημένης ἐννοίας· μεγαλαυ‐ χοῦσι καὶ οὐδὲ τὰ μικρὰ ἴσασιν· ἐλευθερίαν ἐπαγγέλλονται, αὐτοὶ
15δοῦλοι ὄντες τῆς ἁμαρτίας· τὰ μείζονα αὐχοῦσι καὶ τῶν μικρῶν οὐδ’ ὅλως ἐπελάβοντο. Ἀλλὰ καὶ περὶ τούτων τῶν δὴ Καθαρῶν λεγομένων, ἀκαθάρτων δὲ εἰ δεῖ τἀληθῆ λέγειν, ἀρκετὸν ἡγοῦμαι ἕως ἐνταῦθα ἱκανῶς εἰ‐ ρῆσθαι. ταύτην δὲ παραρρίψαντες ὡς βασιλίσκου πρόσωπον, τῷ μὲν
20προσχήματι τοῦ ὀνόματος ἐξοχωτάτην τινὰ ἐπωνυμίαν κεκτημένου, τῇ δὲ συντυχίᾳ θάνατον ἐμποιοῦντος. ἡμεῖς δὲ τῇ τοῦ ξύλου τοῦ σταυροῦ δυνάμει τοῦτον παίσαντες ἐπὶ τὰς ἑτέρας πάλιν ὁρμήσωμεν, αὐτὴν ἐπαγόμενοι τὴν τοῦ θεοῦ καθικετείαν, εἰς τὸ συνοδεῦσαι συμ‐ παραμεῖναι συνεῖναι συνεργῆσαι διασῶσαι παιδεῦσαι καταξιῶσαι ἡμᾶς
25τἀληθῆ λέγειν, ἵνα μήτε αὐτοὶ ψευδῶς τι λέγοντες τοῖς αὐτοῖς ὑπο‐ πέσωμεν, ὁποίοις αἱ μὴ τἀληθῆ τὸν κόσμον διδάξασαι αἱρέσεις. Ἔτι δὲ καὶ οἱ ἐν τῇ Ἀφρικῇ τε καὶ Βυζικανίᾳ, οἱ ἀπὸ Δωνάτου τινὸς Δωνατιανοὶ οὕτω καλούμενοι. τὰ ὅμοια τούτοις φρονοῦντες
[εἰσιν], ἀφηνιασταὶ καὶ αὐτοὶ δῆθεν διὰ τὸ μὴ συγκοινωνεῖν τοῖς ἐν378 in vol. 2
Haer
.

2

.

379

τῷ διωγμῷ παραπεσοῦσι. τοῖς αὐτοῖς ἀνατραπήσονται καθάπερ καὶ οἱ ἑτεροζυγοῦντες αὐτοῖς Ναυατιανοὶ εἴτ’ οὖν Καθαροὶ οὕτω καλούμενοι. διὸ οὐ χρείαν ἐσχήκαμεν περὶ τούτων τι ἐπεργάσασθαι, ἀλλ’ ὁμοῦ αὐτοὺς τοῖς ὁμοίοις αὐτοῖς συνήψαμεν. περιττότερον δὲ οὗτοι
5πάλιν καὶ χεῖρον ἐξέπεσον. τὴν γὰρ πίστιν κατὰ τὸν Ἄρειον φρο‐ νοῦσιν· ἀνατραπήσονται δὲ ὡσαύτως περὶ πίστεως ἧς κακῶς φρο‐ νοῦσιν, ὡς καὶ ὁ Ἄρειος ἀνετράπη διὰ λόγων ἀληθείας, τὰ αὐτὰ τούτοις φρονῶν καὶ οὗτοι ἐκείνῳ. καὶ ταύτην δὲ πάλιν παρελευ‐ σόμενοι ἐπὶ τὰς ἑξῆς βαδιοῦμεν, ὥσπερ ἑρπετὰ δεινὰ καταπεπατηκότες
10ἐν κυρίῳ.
Κατὰ Ἀγγελικῶν μ, τῆς δὲ ἀκολουθίας ξ. 1. Ἀγγελικῶν αἵρεσιν * ἀκηκόαμεν καὶ τὸ ὄνομα μόνον ἐνηχή‐ θημεν, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίς ἡ τοιαύτη αἵρεσις, διὰ τὸ τάχα ποτὲ καιρῷ αὐτὴν ἐνστᾶσαν ὕστερον λῆξαι καὶ καταλυθῆναι εἰς
15τέλος. τὸ δὲ ὄνομα διὰ ποίαν αἰτίαν ἔσχεν οὐκ ἴσμεν. ἤτοι γὰρ παρὰ τὸ τινὰς ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι φάσκειν (καὶ εἰ αὐτὴ τοῦτο φάσκουσα τῷ ὀνόματι τούτῳ κέκληται, οὐκ ἔχω λέγειν) ἤτοι διὰ τὸ ἐν τάξει ἀγγέλων ἑαυτοὺς σεμνύνειν καὶ βίῳ ἐξοχωτάτῳ ἄγεσθαι (οὐδὲ τοῦτο διαβεβαιοῦμαι), ἢ καὶ ἀπὸ τόπου τινὸς εἰληφότες
20τοὔνομα, ἐπειδὴ χῶρός τίς ἐστιν Ἀγγελινὴ ἐπέκεινα τῆς Μεσοποτα‐ μίας χώρας κείμενος. 2. Ἤδη δὲ ἐν ὑπομνήσει σου γινομένου τοῦ ἀκροατοῦ οὐκ εἰς κατάγνωσιν 〈ἡμῶν〉 ἐν ὑπονοίαις γενήσῃ. ἐπηγγειλάμεθα γὰρ τῶν μὲν τὰς ῥίζας καὶ τὰς τροφὰς ἤ τι τῶν [ἐν τοῖς] παρ’ αὐτοῖς γινο‐
25μένων δηλῶσαι, ἄλλων δὲ μόνον τῷ ὀνόματι ἐπιμνημονεῦσαι· ὡς δὲ ἡ θεία δύναμις παρεσκεύασε καὶ ἐβοήθησεν, ἕως ταύτης τῆς αἱρέσεως τὰς πάσας διεξελθόντες οὐδεμίαν ἐάσαμεν ἀνερμήνευτον, πλὴν μιᾶς
ταύτης. τάχα δὲ διὰ τὸ ἐπαρθεῖσαν τῷ τύφῳ ὀλίγον καιρὸν [καὶ]379 in vol. 2
Haer
.

2

.

380

ὕστερον λῆξαι τὴν ταύτης κατάληψιν οὐ πάνυ σαφῶς ἔγνωμεν. ταύτης δὲ μόνον ἐπιμνησθέντες τῆς ὀνομασίας ἐν τάχει, ὥσπερ ἐκτρώ‐ ματι τῷ ταύτης ὀνόματι χρησάμενοι παρελευσόμεθα τὸν τόπον, ἐπὶ τὰς ἑτέρας δὴ διασκοποῦντες τὴν ὁρμὴν ποιεῖσθαι καὶ αἰτούμενοι
5τὸν τῶν ὅλων δεσπότην παραφανῆναι ἡμῖν καὶ τὰ ἀκριβῆ τῶν παρ’ αὐτοῖς γινομένων ἐπιδείξαντα τῷ σμικρῷ ἡμῶν νῷ πάντα κατὰ ἀκρί‐ βειαν σημᾶναι, ἵν’ ἑαυτοῖς τε καὶ τοῖς πέλας τὴν διόρθωσιν ποιησώμεθα τοῦ φεύγειν τὰ φαῦλα, ἐν δὲ τοῖς ἀγαθοῖς καὶ ἀληθεστάτοις τὸ ἑδραῖον ἑαυτοῖς ἐν θεῷ προσπορίσασθαι.
10
Κατὰ Ἀποστολικῶν μα, τῆς δὲ ἀκολουθίας ξα. 1. Μετὰ δὲ τούτους ἄλλοι ἑαυτοὺς Ἀποστολικοὺς ὠνόμασαν, βούλονται δὲ καὶ Ἀποτακτικοὺς ἑαυτοὺς λέγειν· φυλάττεται γὰρ παρ’ αὐτοῖς τὸ μηδὲν κεκτῆσθαι. εἰσὶ δὲ καὶ οὗτοι ἀπόσπασμα τῶν Τατιανοῦ δογμάτων, Ἐγκρατιτῶν τε καὶ Τατιανῶν καὶ Καθαρῶν,
15οἵτινες φύσει γάμον οὐ παραδέχονται· παρήλλακται δὲ παρ’ αὐτοῖς καὶ τὰ μυστήρια. σεμνύνονται δὲ δῆθεν ἀκτημοσύνην, σχίζουσι δὲ μάτην οὗτοι καὶ βλάπτουσι τὴν ἁγίαν θεοῦ ἐκκλησίαν, διὰ τοῦ ἐθελο‐ θρῃσκεύειν ἐκπεσόντες τῆς τοῦ θεοῦ φιλανθρωπίας. οὔτε γὰρ 〈παρ’〉 αὐτοῖς παραπεπτωκότος τινὸς εἴσδεξις ἔτι γίνεται, τὰ ὅμοια δὲ τοῖς
20ἀνωτέρω λελεγμένοις φρονοῦσι περί τε τοῦ γάμου καὶ τῶν ἄλλων380 in vol. 2
Haer
.

2

.

381

πραγμάτων. καὶ οἱ μὲν Καθαροὶ ταῖς ῥηταῖς μόνον γραφαῖς κέ‐ χρηνται, οὗτοι δὲ ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου τε καὶ Θωμᾶ τὸ πλεῖστον ἐπερείδονται, παντάπασιν ἀλλότριοι τοῦ κανόνος τοῦ ἐκκλησιαστικοῦ ὑπάρχοντες.
5 Εἰ γὰρ βδελυρός ἐστιν ὁ γάμος, ἄρα ὅλοι ἀκάθαρτοι ὑπάρχουσι 〈οἱ〉 διὰ γάμου γεγεννημένοι. καὶ εἰ μόνον τυγχάνει ἡ ἁγία θεοῦ ἐκκλησία τῶν τῷ γάμῳ ἀποταξαμένων, οὐκέτι ὁ γάμος ἐκ θεοῦ ὑπάρ‐ χει, καὶ εἰ οὐχ ὑπάρχει, ἡ πᾶσα παιδοποιουμένη ὑπόθεσις ἀλλοτρία ὑπάρχει θεοῦ, καὶ εἰ ἀλλοτρία ὑπάρχει θεοῦ ἡ παιδοποιουμένη ὑπό‐
10θεσις, ἄρα καὶ αὐτοὶ ἀλλότριοι θεοῦ ὑπάρχουσιν ἀπὸ τοιούτων γεγεν‐ νημένοι. ποῦ τοίνυν τὸ εἰρημένον ὅτι «ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω;» τὸ μὲν γὰρ ἐπάναγκες † χωρίζειν [ἀπὸ] ἀνθρώπου ὑπάρχει, τὸ δὲ μετὰ προαιρέσεως ἐγκρατεύεσθαι οὐκ ἀνθρώ‐ που ἔδειξεν, ἀλλὰ θεοῦ τὸ ἔργον. καὶ ἔχει μὲν ἡ κατὰ φύσιν ἀνάγκη
15πολλάκις μέμψιν, ὅτι οὐ μετὰ εὐλογίας τὸ ἐπάναγκες ἐπιτελεῖται, ἀλλὰ ἐκτὸς τοῦ κανόνος βέβηκεν· οὐ γὰρ ἐπάναγκες ἡ θεοσέβεια, ἀλλὰ ἐκ προαιρέσεως ἡ δικαιοσύνη. τὰ δὲ φύσει εἰς θεοσέβειαν ἐπάναγκες * φανερά ἐστιν, ἃ τῇ φύσει ἐπιμεμέτρηται, οἷον τὸ μὴ πορνεύειν τὸ μὴ μοιχεύειν τὸ μὴ ἀσελγαίνειν τὸ μὴ ἐν ταὐτῷ δευ‐
20τερογαμεῖν τὸ μὴ ἁρπάζειν τὸ μὴ ἀδικεῖν τὸ μὴ μεθύειν τὸ μὴ ἀδηφαγεῖν τὸ μὴ εἰδωλολατρεῖν τὸ μὴ φονεύειν τὸ μὴ φαρμακεύειν τὸ μὴ καταρᾶσθαι τὸ μὴ λοιδορεῖν τὸ μὴ ὀμνύναι, ἀγανακτεῖν τε καὶ ταχὺ καταπραΰνεσθαι, ὀργίζεσθαι καὶ μὴ ἁμαρτάνειν, μὴ ἐπιδύ‐ νειν ἥλιον ἐπὶ τῷ παροργισμῷ· τὸ δὲ γάμῳ συναφθῆναι μετὰ
25εὐνομίας * ἡ φύσις δηλώσει ἐκ θεοῦ κεκτισμένη καὶ ἐπιτραπεῖσα381 in vol. 2
Haer
.

2

.

382

καὶ τὰ ἄλλα ὅσα ἐστὶ τοιαῦτα θατέρως ἔχει τῆς ἐπιτροπῆς τὸ μέτρον. 2. Ἀλλ’ ὡς περὶ τούτων εἰπεῖν προειλήφαμεν, ἐν ὀλίγῳ χώρῳ οὗτοι ὑπάρχουσι, περὶ τὴν Φρυγίαν τε καὶ Κιλικίαν καὶ Παμφυλίαν.
5τί οὖν; ἆρα ἐκκόπτεται ἡ ἐκκλησία ἡ ἀπὸ γῆς περάτων ἄχρι γῆς περάτων; καὶ οὐκέτι 〈στήσεται ὅτι〉 «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν»; οὐδὲ οὐκέτι τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον στήσεται τό «ἔσεσθέ μοι μάρτυρες ἄχρι ἐσχάτου τῆς γῆς;» εἰ μὲν γὰρ οὐκ ἔστιν ἐν σεμνό‐
10τητι ὁ γάμος καὶ κατὰ θεὸν ὁ γάμος καὶ ζωὴν ἔχων ὁ γάμος, * γεννηθῶσιν ἄνευ γάμου· εἰ δὲ ἀπὸ γάμου γεννῶνται, ἄρα βέβηλοί εἰσι διὰ τὸν γάμον. εἰ δὲ αὐτοὶ μόνοι οὐκ εἰσὶ βέβηλοι, καίτοι γε ὄντες ἀπὸ γάμου, οὐ βέβηλος ὁ γάμος, διότι ἄνευ αὐτοῦ οὐδεὶς γεννηθή‐ σεταί ποτε ἐν κόσμῳ. καὶ πολλή τίς ἐστιν ἡ τῶν ἀνθρώπων
15πλάνη, διὰ ποικιλίας καὶ διὰ πολλῶν προφάσεων ἐργασαμένη τὸ φαῦλον τῇ ἀνθρωπείᾳ φύσει καὶ πλανήσασα ἕκαστον διὰ προφάσεως ἀπὸ τῆς ἀληθείας. 3. Καὶ ἔχει μὲν οὖν ἀποταξίαν ἡ ἐκκλησία, ἀλλὰ οὐ βδελύττεται τὸν γάμον, καὶ ἔχει ἀκτημοσύνην, ἀλλ’ οὐ κατεπαίρεται τῶν ἐν κτήσει
20δικαιοσύνης ὑπαρχόντων καὶ ἐκ τῶν ἰδίων γονέων ἐχόντων, ὅπερ ἑαυτοῖς τε καὶ τοῖς ἐπιδεομένοις ἐπαρκέσειεν. καὶ ἀπέχονται μὲν
βρωμάτων πολλοί, ἀλλὰ οὐ φυσιοῦνται κατὰ τῶν μὴ ἀπεχομένων·382 in vol. 2
Haer
.

2

.

383

«ὁ γὰρ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· κυρίῳ γὰρ ἐσθίει καὶ πίνει, καὶ κυρίῳ οὐκ ἐσθίει καὶ οὐ πίνει». καὶ ὁρᾷς μίαν ὁμόνοιαν καὶ μίαν ἐλπίδα καὶ μίαν πίστιν ἐν τῇ ἐκκλησίᾳ, ἑκάστῳ χαριζομένην κατὰ τὴν ἰδίαν
5δύναμιν καὶ κατὰ τὸν ἴδιον ἀγῶνα τοῦ καμάτου. ἔοικε δὲ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία νηΐ. ναῦς δὲ οὐκ ἀπὸ ἑνὸς ξύλου σκευάζεται, ἀλλ’ ἐκ διαφόρων, καὶ τὴν μὲν τρόπιν ἀπὸ ἑνὸς ξύλου κέκτηται, ἀλλὰ οὐ μονοβόλως, τὰς δὲ ἀγκύρας 〈ἐξ〉 ἑτέρου· περιτόναιά τε καὶ σανίδες καὶ τὰ ἐγκοίλια, στάματά τε καὶ μέρη πρύμνης καὶ τοίχων
10καὶ ζυγωμάτων, ἱστίου τε καὶ πηδαλίων, ὄκνων τε καὶ αὐχενίων, οἰάκων τε καὶ τῶν ἄλλων πάντων, ἐκ διαφόρων ξύλων ἔχει τὴν συναγωγήν. ἑκάστη δὲ τούτων τῶν αἱρέσεων μονόξυλός τις οὖσα οὐ τὸν χαρακτῆρα τῆς ἐκκλησίας ὑποφαίνει· ἡ δὲ ἁγία τοῦ θεοῦ ἐκκλησία ἔχει μὲν γάμον σεμνὸν καὶ τιμᾷ τὸν τοιοῦτον, ἐπειδὴ «τίμιος
15ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος», ἔχει 〈δὲ〉 ἐγκράτειαν θαυμασιωτάτην καὶ ἐπαινεῖ τὴν τοιαύτην, ἐπειδὴ ἀγῶνα ἀγωνίζεται καὶ κατεφρόνησε τοῦ βίου, ὡς ἔτι δυνατωτέρα, ἔχει δὲ παρθενίαν καὶ ὑπερδοξάζει τὴν τοιαύτην ἐνάρετόν τινα οὖσαν καὶ πτερῷ κουφοτάτῳ κεκοσμημένην, ἔχει ἀποταξαμένους τῷ κόσμῳ καὶ μὴ πεφυσιωμένους κατὰ τῶν ἔτι
20ἐν κόσμῳ ὑπαρχόντων, ἀλλὰ χαίροντας τοῖς τοιούτοις εὐλαβεστάτοις οὖσι, καθάπερ καὶ οἱ ἀπόστολοι, αὐτοὶ μὲν ἀκτήμονες ὑπάρχοντες, * καὶ αὐτὸς ὁ σωτήρ, πάντων δεσπότης ὤν, ἐν σαρκὶ γενόμενος οὐδὲν ἀπὸ τῆς γῆς ἐκτήσατο, ἀλλὰ οὐκ ἀπεβάλετο τὰς αὐτῷ τε καὶ τοῖς αὐτοῦ μαθηταῖς διακονούσας γυναῖκας· λέγει γὰρ «αἵτινες ἠκολούθη‐
25σαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ καὶ τοῖς μετ’ αὐτοῦ
ἀπὸ τῶν ἰδίων ὑπαρχόντων».383 in vol. 2
Haer
.

2

.

384

4. Ἐπεὶ πῶς ἄρα πληρωθήσεται τὸ εἰρημένον «δεῦτε ἐκ δεξιῶν μου οἱ εὐλογημένοι, οἷς ὁ πατήρ μου ὁ ἐπουράνιος ἔθετο τὴν βασι‐ λείαν πρὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, γυμνὸς ἤμην καὶ περιεβάλετέ με»; πόθεν δὲ
5ταῦτα οὗτοι εἶχον πράττειν, εἰ μὴ ἀπὸ δικαίων πόνων 〈ὧν〉 ἐπετέλουν καὶ ἀπὸ τῶν ἰδίων ὑπάρξεων ἐν δικαιοσύνῃ; καὶ εἰ μὲν αὐτοὶ 〈οἱ〉 ἀποταξάμενοι καὶ ἀποστολικὸν βίον βιοῦντες μετὰ τῶν ἄλλων ἦσαν μεμιγμένοι, οὐκ ἀλλότριος ἦν ὁ χαρακτὴρ οὔτε ἀπὸ τῆς τοῦ θεοῦ διατάξεως ἀπεξενωμένος· καὶ εἰ γυναιξὶν ἀπετάξαντο δι’ ἐγκράτειαν,
10ἐπαινετὴ ἦν ἡ προαίρεσις, εἴπερ τὸν γάμον οὐκ ἐβδελύξαντο, ἀλλὰ τοῖς ἔτι ἐν γάμῳ 〈οὖσιν〉 κοινωνοῖς ἐχρήσαντο [ἄν], εἰδότες ἑκάστου τὸ μέτρον καὶ τὴν τάξιν. ἡ γὰρ τοῦ θεοῦ ναῦς πάντα ἐπιβάτην δέχεται, δίχα λῃστοῦ· γνοῦσα γὰρ λῃστὴν καὶ πειρατὴν τοῦτον οὐκ εἰσδέχεται οὐδὲ φυγάδα καὶ ἀπὸ τῶν ἰδίων δεσποτῶν ἀφηνιάζοντα.
15οὕτω καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία οὐ δέχεται πορνείαν, οὐ δέχεται μοιχείαν, οὐ δέχεται ἐπαρνησιθεΐαν, οὐ δέχεται τοὺς ἀθετοῦντας τὴν δεσποτείαν τῆς τοῦ θεοῦ διατάξεως καὶ τῶν αὐτοῦ ἀποστόλων, δέχε‐ ται δὲ τὸν μὲν ἐν μεγάλῃ πραγματείᾳ, τὸν δὲ ἐν ἐμπειρίᾳ ναυτικῶν, τὸν δὲ κυβερνήτην καὶ * ἐπιστήμονα, τὸν δὲ ἐν πρῳρικῇ, τὸν δὲ ἐν
20πρυμνικῇ, ἔχοντα τὸ ἐμπειρότατον τῆς ἐπισκοπῆς, τὸν δὲ καὶ ἐν μέτρῳ τινὶ ὑποστάσεως καὶ ἐνθήκης ὄντα, τὸν δὲ καὶ ἕως τοῦ δια‐ περᾶσαι μόνον καὶ μὴ ἐν θαλάσσῃ καταποντωθῆναι. καὶ οὐ πάντως ὅτι τῷ μὴ τοσαῦτα κεκτημένῳ τὴν σωτηρίαν οὐ παρέχει, ἀλλὰ οἶδε μὲν πάντας σῴζειν, ἕκαστον δὲ κατὰ τὴν ἰδίαν πραγματείαν. καὶ
25πόθεν οἱ ἐξ οἰκίας τοῦ Καίσαρος ἀσπάζονται παρὰ τῷ ἀποστόλῳ; πόθεν δὲ τῷ ἀποστόλῳ τὸ εἰρημένον τό «ἐὰν νομίζῃ ἀσχημονεῖν ἐπὶ τὴν ἰδίαν παρθένον καὶ οὕτως ὀφείλει ποιῆσαι, γαμείτω· οὐχ ἁμαρ‐ τάνει». οὐκ ἐκτὸς δὲ λουτροῦ δύναται πληροῦν τὸ οὐχ ἁμαρτά‐
νειν. εἰ γὰρ «πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ,384 in vol. 2
Haer
.

2

.

385

δικαιούμενοι δωρεὰν τῇ χάριτι», δῆλον 〈ὅτι〉 διὰ λουτροῦ παλιγγενε‐ σίας. τὸ γὰρ λουτρὸν ἐκόσμησε τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀπολοῦσαν πᾶν ἁμάρτημα διὰ μετανοίας. ἄρα γε καὶ ἐπὶ τὴν οὖσαν παρθένον τὸ χάρισμα ἐφήπλωται τοῦ βαπτίσματος καὶ ἐπὶ τὴν οὐκ οὖσαν παρ‐
5θένον σφραγίζεσθαι ἐπείγεται διὰ τὸ ἁμαρτές. 5. Ἀλλὰ μή τινες πάλιν ὑδαρευόμενοι νομίσωσιν, ἐὰν εἴπωμεν περὶ παρθένου διατάξασθαι τὸν ἀπόστολον τὸ γῆμαι, μὴ τὴν ἅπαξ ὁρίσασαν παρθενίαν θεῷ κατασπάσαι τοῦ ἰδίου δρόμου βουλόμενος ὁ ἀπόστολος ταῦτα διετάξατο. οὐ γὰρ περὶ τούτων ὁ λόγος, ἀλλὰ
10περὶ παρθένων ὑπεράκμων τῶν οὐ διὰ παρθενίαν ἐν τῇ ἀκμῇ παρα‐ μεινασῶν, ἀλλὰ διὰ τὸ ἠπορηκέναι ἀνδρῶν πρὸς γάμον. ἐξ Ἰου‐ δαίων γὰρ ὁρμώμενοι οἱ ἀπόστολοι καὶ κατὰ τὸν νόμον. πολιτευσά‐ μενοι τὴν ἀρχὴν τοῦ κηρύγματος ἐποιήσαντο, θεσμοῖς ἔτι κατεχόμενοι τοῖς ἐν τῷ νόμῳ, οὐ κατά τινα σαρκὸς δικαίωσιν, ἀλλὰ κατὰ τὴν
15ἐμμελῆ τοῦ νόμου ἀσφάλειαν καὶ ἀκριβολογίαν. θαυμαστῶς γὰρ ἐκήρυττεν ὁ νόμος μὴ δοῦναι τὰς θυγατέρας τοὺς Ἰσραηλίτας τοῖς ἀλλοφύλοις, ἵνα μὴ ἀποπλανῶσιν αὐτὰς ἐπὶ τὰ εἴδωλα. ἕκαστος τοίνυν τῶν πιστευσάντων τότε προσετάσσετο οὐκέτι Ἰουδαίοις ἐκδί‐ δοσθαι τὴν ἑαυτοῦ παρθένον, ἀλλὰ Χριστιανοῖς ὁμοδόξοις καὶ ὁμο‐
20γνώμοσι. νέου δὲ ὄντος τοῦ κηρύγματος οὔπω πλῆθος κατὰ τόπον καὶ τόπον Χριστιανῶν ὑπῆρχε καὶ Χριστιανικῆς διδασκαλίας. οἵτινες οὖν τότε ἔσχον θυγατέρας παρθένους, μὴ εὐποροῦντες ἐκδίδοσθαι Χριστιανοῖς, ἐφύλαττον τὰς ἑαυτῶν παρθένους ἄχρι πολλοῦ τοῦ χρό‐ νου, ἐκεῖναι δὲ ὑπερακμάζουσαι περιέπιπτον πορνείᾳ διὰ τὴν κατὰ
25φύσιν ἀνάγκην. ὁ γοῦν ἀπόστολος ὁρῶν τὸ ἐπιζήμιον 〈τὸ〉 διὰ τῆς ἀκριβολογίας συμβαῖνον ἐπέτρεψε λέγων «εἰ δέ τις βούλεται 〈ἐκδοῦναι〉 τὴν ἑαυτοῦ παρθένον», καὶ οὐκ εἶπε «τὴν ἰδίαν παρθενίαν» οὐ γὰρ περὶ τοῦ ἰδίου σώματος ἔλεγεν, ἀλλὰ περὶ τοῦ πατρὸς φυλάσ‐ σοντος παρθένον· εἰ δὲ καὶ τὴν ἑαυτοῦ παρθένον τὸ ἴδιον σῶμα
30λέγει, οὐδὲν κωλύσει. φησὶν οὖν «〈ὃσ〉 ἕστηκεν ἑδραῖος ἐν τῷ ἰδίῳ
νῷ καὶ τοῦτο ὀφείλει ποιῆσαι, γαμείτω, φησίν, οὐχ ἁμαρτάνει. γα‐385 in vol. 2
Haer
.

2

.

386

μείτω, ᾧ δ’ ἂν εὐποροίη, οὐχ ἁμαρτάνει». καὶ διὰ τοῦτό 〈φησιν〉· «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα». ὁ λέγων «θέλω πάντας εἶναι ὡς ἐμαυτόν» ἔλεγεν 〈καί〉 «εἰ οὐκ ἐγκρατεύονται, γαμείτωσαν».
5 6. Πάλιν δὲ προτρεπόμενος τοὺς 〈ἀ〉γάμους ἔλεγε «λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ». πῶς οὖν πάλιν ἔλεγε «δέδεσαι γυναικί, μὴ ζήτει λύσιν»; ἢ πῶς οὐκ ἀντι‐ νομοθετῶν εὑρεθήσεται τῷ ἰδίῳ κυρίῳ τῷ λέγοντι «ὃς μὴ καταλίπῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ θυγα‐
10τέρας, οὐκ ἔστι μου μαθητής»; πῶς δὲ ὁ λέγων ὅτι δεῖ καταλι‐ πεῖν γυναῖκα σεμνὴν καὶ πατέρα αὐτὸς πάλιν λέγει «ὁ τιμῶν πατέρα καὶ μητέρα· αὕτη γάρ ἐστιν ἐν ἐπαγγελίαις πρώτη ἐντολὴ ὑπάρχουσα» καί «ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»; ἀλλὰ πάντα τὰ θεῖα ῥήματα οὐκ ἀλληγορίας δεῖται ὡς ἔχει δυνάμεως, θεωρίας
15δὲ δεῖται καὶ αἰσθήσεως εἰς τὸ εἰδέναι ἑκάστης ὑποθέσεως τὴν δύνα‐ μιν. δεῖ δὲ καὶ παραδόσει κεχρῆσθαι· οὐ γὰρ πάντα ἀπὸ τῆς θείας γραφῆς δύναται λαμβάνεσθαι. διὸ τὰ μὲν ἐν γραφαῖς, τὰ δὲ ἐν παρα‐ δόσεσιν παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ὡς παρέδωκα ὑμῖν» καὶ ἄλλοτε «οὕτως διδάσκω, καὶ οὕτως παρέ‐
20δωκα ἐν ταῖς ἐκκλησίαις», καί «εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπι‐ στεύσατε». Παρέδωκαν τοίνυν οἱ ἅγιοι θεοῦ ἀπόστολοι τῇ ἁγίᾳ θεοῦ ἐκκλη‐ σίᾳ ἁμαρτὲς εἶναι τὸ μετὰ τὸ ὁρίσαι παρθενίαν εἰς γάμον τρέπεσθαι, καὶ ἔγραψεν ὁ ἀπόστολος «ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε»· πῶς
25οὖν συνᾴδει τοῦτο τούτῳ; ἀλλὰ ἐκείνην τὴν παρθένον λέγει τὴν μὴ ὁρίσασαν θεῷ, ἀλλὰ * διὰ τὴν ἀπορίαν τῆς κατὰ τὸν καιρὸν
ἐκεῖνον σπάνης τῶν εἰς Χριστὸν πεπιστευκότων κατ’ ἀνάγκην οὕτως386 in vol. 2
Haer
.

2

.

387

ἐπετελεῖτο. καὶ ὅτι μὲν ταῦθ’ οὕτως ἔχει διδάξει ἡμᾶς ὁ αὐτὸς ἀπόστολος λέγων «νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ κατα‐ στρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». εἰ τοίνυν καὶ ἡ μετὰ πεῖραν κόσμου χη‐
5ρεύσασα, διὰ τὸ τετάχθαι θεῷ γήμασα κρίμα ἕξει, ἀθετήσασα τὴν πρώτην πίστιν, πόσῳ γε μᾶλλον ἡ καὶ ἑαυτὴν ἄνευ πείρας κόσμου ἀναθεῖσα παρθένος θεῷ γαμήσασα; πῶς 〈γὰρ〉 οὐχὶ μᾶλλον αὕτη ὑπερεκπερισσοῦ κατεστρηνίασε Χριστοῦ καὶ τὴν μείζονα πίστιν ἠθέ‐ τησε καὶ ἕξει κρίμα, ὡς ἀναχαλασθεῖσα τῆς ἰδίας κατὰ θεὸν προ‐
10θέσεως; 7. «Γαμείτωσαν, τοίνυν, τεκνοποιείτωσαν, οἰκοδεσποτείτωσαν», σύντομος καὶ μέσος λόγος κατὰ τῶν τὰ φαῦλα διανοουμένων περὶ ἑκάστης ἐκκλησιαστικῆς τοῦ κηρύγματος ὑποθέσεως, παρεκβάλλων μὲν τοὺς λέγοντας ἑαυτοὺς Ἀποστολικοὺς καὶ Ἀποτακτικοὺς καὶ Ἐγκρα‐
15τίτας καὶ παρεκβάλλων τοὺς ὑδαρευομένους ἐν τῇ ἐκκλησίᾳ καὶ ἀνα‐ πείθοντας γύναια ἀπὸ τελείου δρόμου ἀναχαλασθέντα ἀθετεῖν τὴν τοσαύτην τοῦ δρόμου τελειότητα. καὶ ἔχει μὲν ἁμαρτίαν καὶ κρίμα ὁ ἀθετήσας θεοῦ τὴν παρθενίαν καὶ καταισχύνας τὸν ἀγῶνα. παρα‐ φθείρας γὰρ ἀγῶνα ἀθλητὴς μαστιχθεὶς ἐκβάλλεται τοῦ ἀγῶνος καὶ
20παραφθείρας τις παρθενίαν ἐκβάλλεται τοῦ τοιούτου δρόμου καὶ στεφάνου καὶ βραβείου ἀλλὰ κρεῖττόν ἐστι κρίμα, καὶ μὴ κατά‐ κριμα. οἱ γὰρ μὴ 〈φανερῶσ〉 διὰ τὸ αἰσχυνθῆναι 〈ἐπὶ〉 τοῖς ἀνθρώ‐ ποις, κρυφῆ 〈δὲ〉 πορνεύοντες * ποιοῦσι παρθενίας ἢ μονότητος ἢ ἐγκρατείας. οὐ 〈γὰρ〉 πρὸς ἀνθρώπους ἔχουσι τὴν ὁμολογίαν, ἀλλὰ
25πρὸς θεὸν τὸν εἰδότα τὰ κρύφια καὶ ἐξελέγχοντα πᾶσαν σάρκα ἐν387 in vol. 2
Haer
.

2

.

388

τῇ αὐτοῦ παρουσίᾳ περὶ ὧν ἕκαστος ἥμαρτε. κρεῖττον τοίνυν ἔχειν μίαν ἁμαρτίαν καὶ μὴ περισσοτέρας· κρεῖττον τὸν πεσόντα ἀπὸ δρό‐ μου φανερῶς λαβεῖν ἑαυτῷ γυναῖκα κατὰ νόμον καὶ ἀπὸ παρθενίας πολλῷ χρόνῳ μετανοήσαντα εἰσαχθῆναι πάλιν εἰς τὴν ἐκκλησίαν, ὡς
5παραπεσόντα καὶ κλασθέντα καὶ χρείαν ἔχοντα ἐπιδέματος, καὶ μὴ καθ’ ἑκάστην ἡμέραν βέλεσι κρυφίοις κατατιτρώσκεσθαι [καὶ] πονη‐ ρίας ὑπὸ διαβόλου αὐτῷ ἐπιφερομένοις. 8. Οὕτως οἶδεν ἡ ἐκκλησία κηρύττειν, ταῦτα τὰ φάρμακα τῆς ἰάσεως, ταῦτα τὰ εἴδη τῆς μυρεψικῆς ἐργασίας, αὕτη ἡ κατασκευὴ
10τοῦ ἁγίου ἐλαίου ἐν τῷ νόμῳ, αὕτη ἡ ἀρωματίζουσα καλὴ πίστις, ἐπισφίγγουσα μὲν τὸν ἀθλοῦντα εἰς ἀγῶνα, ἐπικηρυκευομένη δὲ αὐτῷ διατεῖναι τὸν δρόμον, ὅπως δυνηθῇ στεφανωθῆναι· αὕτη ἡ τοῦ θεοῦ πραγματεία, πάντα συνάγουσα εἰς τὴν βασιλικὴν διάταξιν, καὶ πορ‐ φύραν μὲν ἀπὸ θαλάσσης καὶ ἔριον ἀπὸ προβάτου καὶ λίνον ἐκ γῆς
15καὶ βύσσον καὶ σηρικὸν καὶ δέρματα ἠρυθροδανωμένα καὶ λίθον τίμιον, τὸν σμάραγδον τὸν μαργαρίτην τὸν ἀχάτην, τοῖς μὲν χρώ‐ μασι διαλλάττοντας λίθους, τῇ δὲ τιμῇ ὁμοτίμους ὄντας, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον καὶ ξύλα ἄσηπτα καὶ χαλκὸν καὶ σίδηρον, ἀλλὰ καὶ τρίχας αἰγείας μὴ ἀποβαλλομένη. καὶ αὕτη μὲν ἦν τότε ἡ σκηνή,
20νῦν δὲ 〈ἀντὶ〉 τῆς σκηνῆς ὁ οἶκος ἡδραιωμένος ἐν θεῷ, θεμελιούμενος δὲ ἐν δυνάμει *. καὶ παυσάσθω πᾶσα αἵρεσις κατὰ τῆς ἀληθείας ἐπε‐ γειρομένη, μᾶλλον δὲ ἑαυτὴν ἀπὸ ἀληθείας διώκουσα. Καὶ ἕως ὧδε ταῦτα ἐχέτω. τὴν γαῦρον δὲ ταύτην ἔχιδναν, δίκην ἀκοντίου τοῦ καλουμένου ἢ τύφλωπος ἢ μυάγρου, ξύλῳ τῷ σταυροῦ
25πεπαικότες καὶ καταλείψαντες, ἰὸν μὲν οὐ τοσοῦτον ἔχοντα τὰ ἑρ‐388 in vol. 2
Haer
.

2

.

389

πετώδη ταῦτα, πλὴν καὶ τῷ δρόμῳ καὶ τῷ γαυριάματι καὶ τῇ ἀκον‐ τιάσει διὰ τὴν αὐτῶν ἐπεντριβὴν τούτοις καλῶς ἀπεικασθέντα, περι‐ φρονήσαντες τῶν αὐτῶν ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὢ ἀγαπητοί.
Κατὰ Σαβελλιανῶν μβ, τῆς δὲ ἀκολουθίας ξβ.
5 1. Σαβέλλιός τις ἐν χρόνοις ἀνέστη οὐ πολλῷ πρότερον παλαιο‐ τάτοις (πρόσφατος γὰρ οὗτος), ἀφ’ οὗπερ οἱ Σαβελλιανοὶ καλού‐ μενοι. καὶ οὗτος δὲ παραπλησίως τῶν Νοητιανῶν 〈ἐδίδασκε〉 πλὴν ὀλίγων τινῶν ὧν ἐπεδογμάτισε. πολλοὶ δὲ ἐν τῇ μέσῃ τῶν ποτα‐ μῶν καὶ ἐπὶ τὰ μέρη τῆς Ῥώμης τοῦ αὐτοῦ δόγματος ὑπάρχουσιν,
10ἀνοίᾳ τινὶ φερόμενοι. Δογματίζει γὰρ οὗτος καὶ οἱ ἀπ’ αὐτοῦ Σαβελλιανοὶ τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶναι υἱὸν, τὸν αὐτὸν εἶναι ἅγιον πνεῦμα, ὡς εἶναι ἐν μιᾷ ὑποστάσει τρεῖς ὀνομασίας, ἢ ὡς ἐν ἀνθρώπῳ σῶμα καὶ ψυχὴν καὶ πνεῦμα, καὶ εἶναι μὲν τὸ σῶμα ὡς εἰπεῖν τὸν πατέρα,
15ψυχὴν δὲ ὡς εἰπεῖν τὸν υἱόν, τὸ πνεῦμα δὲ ὡς ἀνθρώπου, οὕτως
καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι. ἢ ὡς ἐὰν ᾖ ἐν ἡλίῳ,389 in vol. 2
Haer
.

2

.

390

ὄντι μὲν ἐν μιᾷ ὑποστάσει, τρεῖς δὲ ἔχοντι τὰς ἐνεργείας, φημὶ δὲ τὸ φωτιστικὸν καὶ τὸ θάλπον καὶ αὐτὸ τὸ τῆς περιφερείας σχῆμα. καὶ εἶναι μὲν τὸ θάλπον εἴτ’ οὖν θερμὸν καὶ ζέον τὸ πνεῦμα, τὸ δὲ φωτιστικὸν τὸν υἱόν, τὸν δὲ πατέρα αὐτὸ εἶναι τὸ εἶδος τῆς πάσης
5ὑποστάσεως. πεμφθέντα δὲ τὸν υἱὸν καιρῷ ποτε ὥσπερ ἀκτῖνα καὶ ἐργασάμενον τὰ πάντα ἐν τῷ κόσμῳ τὰ τῆς εὐαγγελικῆς οἰκονο‐ μίας καὶ σωτηρίας τῶν ἀνθρώπων ἀναληφθῆναι αὖθις εἰς οὐρανόν, ὥσπερ ὑπὸ ἡλίου πεμφθείσης ἀκτῖνος καὶ πάλιν εἰς τὸν ἥλιον ἀνα‐ δραμούσης. τὸ δὲ ἅγιον πνεῦμα πέμπεσθαι εἰς τὸν κόσμον, καὶ
10καθάπαξ καὶ καθ’ ἕκαστα εἰς ἕκαστον τῶν καταξιουμένων· ἀναζωο‐ γονεῖν δὲ τὸν τοιοῦτον καὶ ἀναζέειν, θάλπειν τε καὶ θερμαίνειν ὡς εἰπεῖν διὰ τῆς τοῦ πνεύματος δυνάμεώς τε καὶ συμβάσεως. καὶ ταῦτά ἐστιν ἃ δογματίζουσι. 2. Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς δια‐
15θήκης, λέξεσι δέ τισιν αἷς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαν αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν. πρῶτον μὲν τῷ ῥητῷ ᾧ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ὅτι «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», «οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους», «οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι», ὅτι «ἐγὼ θεὸς πρῶτος καὶ μετὰ
20ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος»· καὶ ὅσα τοιαῦτα *, κατὰ τὸν390 in vol. 2
Haer
.

2

.

391

ἴδιον αὐτῶν νοῦν * εἰς τούτων [δὲ] παράστασιν φέρουσι. πάλιν ἀπὸ τοῦ εὐαγγελίου, ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν». Τὴν δὲ πᾶσαν αὐτῶν πλάνην καὶ τὴν τῆς πλάνης αὐτῶν δύναμιν
5ἔχουσιν ἐξ ἀποκρύφων τινῶν, μάλιστα ἀπὸ τοῦ καλουμένου Αἰγυπτίου εὐαγγελίου, ὥς τινες τούτῳ ὄνομα ἐπέθεντο. ἐν αὐτῷ γὰρ πολλὰ τοιαῦτα ὡς ἐν παραβύστῳ μυστηριωδῶς ἐκ προσώπου τοῦ σωτῆρος ἀναφέρεται, ὡς αὐτοῦ δηλοῦντος τοῖς μαθηταῖς τὸν αὐτὸν εἶναι πα‐ τέρα, τὸν αὐτὸν εἶναι υἱόν, τὸν αὐτὸν εἶναι ἅγιον πνεῦμα. εἶτα
10ὅταν συναντήσωσί τισι τῶν ἀφελεστέρων ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων γραφῶν γινωσκόντων, τὴν πρώτην πτύρσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· τί ἂν εἴπωμεν, ὦ οὗτοι, ἕνα θεὸν ἔχομεν ἢ τρεῖς θεούς; ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν καὶ μὴ τὰ τέλεια τῆς ἀλη‐ θείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς συγκατατίθεται τῇ
15ἐκείνων πλάνῃ [καὶ εὑρίσκεται ἀρνούμενος τὸν θεὸν] καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι υἱὸν καὶ [τὸ] ἅγιον πνεῦμα. 3. Ἐν πᾶσι δὲ τούτοις ἐνέπνευσεν ὁ τῶν ἀνθρώπων ἀντίπαλος ἀπ’ αἰῶνος, ἵνα τὸν μὲν οὕτως, τὸν δὲ οὕτως, τοὺς πλείους δὲ ὁμοῦ ἀπατήσῃ καὶ πλανήσῃ ἀνθρώπους ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας.
20καὶ ὅτι μὲν ἀληθῶς εἷς ἐστι θεὸς καὶ οὐκ ἔστιν ἕτερος, σαφῶς ἐν τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται ὅτι οὐ πολυ‐ θεΐαν εἰσηγούμεθα, ἀλλὰ μοναρχίαν κηρύττομεν. μοναρχίαν δὲ κη‐ ρύττοντες οὐ σφαλλόμεθα, ἀλλὰ ὁμολογοῦμεν τὴν τριάδα, μονάδα ἐν τριάδι καὶ τριάδα ἐν μονάδι, καὶ μίαν θεότητα πατρὸς καὶ υἱοῦ καὶ
25ἁγίου πνεύματος. οὐ γὰρ ὁ υἱὸς ἑαυτὸν ἐγέννησεν οὐδὲ ὁ πατὴρ μεταβέβληται ἀπὸ τοῦ πατὴρ εἶναι 〈εἰς τὸ εἶναι〉 υἱὸς οὐδὲ τὸ ἅγιον
πνεῦμα Χριστὸν ἑαυτό ποτε ὠνόμασεν, ἀλλὰ πνεῦμα Χριστοῦ καὶ391 in vol. 2
Haer
.

2

.

392

διὰ Χριστοῦ διδόμενον, ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμ‐ βάνον. ἐνυπόστατος ὁ πατήρ, ἐνυπόστατος ὁ υἱός, ἐνυπόστατον τὸ ἅγιον πνεῦμα. ἀλλὰ οὐ συναλοιφὴ ἡ τριάς, ὡς ὁ Σαβέλλιος ἐνό‐ μισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀιδιότητός τε καὶ δόξης, ὡς ὁ
5Ἄρειος κενοφωνῶν ἐδογμάτισεν, ἀλλ’ ἀεὶ μὲν ἦν ἡ τριὰς τριὰς καὶ οὐδέποτε ἡ τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης μία κυριό‐ της μία οὖσα δοξολογία, ἀλλὰ τριὰς ἀριθμουμένη, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις· οὐδὲν δὲ παρηλ‐
10λαγμένον, πατὴρ δὲ ἀεὶ πατὴρ καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ πατὴρ πατήρ, τέλειος ὢν ἀεὶ πατὴρ ἐνυπόστατος καὶ υἱὸς ἀεὶ τέλειος ὤν, ἀεὶ ἐνυπόστατος, ἐκ πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως καὶ ἀνεκδιηγήτως, οὐ συνάδελφος ὢν πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι οὐδὲ διαλείπων ποτέ, ἀεὶ δὲ υἱὸς γνήσιος πατρὶ συνυπάρχων,
15ἐκ πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὤν, θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, γεννηθεὶς οὐ κτισθείς, ἀλλὰ οὐκ αὐτὸς πατὴρ οὐδὲ ὁ πατὴρ αὐτὸς υἱός, εἷς δὲ θεὸς πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. 4. Ἀεὶ γὰρ τὸ πνεῦμα σὺν πατρὶ καὶ υἱῷ, οὐ συνάδελφον πατρὶ
20οὐ γεννητὸν οὐ κτιστὸν οὐκ ἀδελφὸν υἱοῦ, οὐκ ἔκγονον πατρός, ἐκ πατρὸς δὲ ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, [ἐκ] τῆς αὐτῆς θεότητος, ἐκ πατρὸς καὶ υἱοῦ, σὺν πατρὶ καὶ υἱῷ, ἐνυπόστατον ἀεὶ πνεῦμα ἅγιον, πνεῦμα θεῖον πνεῦμα δόξης πνεῦμα Χριστοῦ πνεῦμα πατρός, («τὸ
25γὰρ πνεῦμα τοῦ πατρός, 〈φησί,〉 τὸ λαλοῦν ἐν ὑμῖν» καί «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν»), τρίτον τῇ ὀνομασίᾳ ἴσον τῇ θεότητι, οὐκ ἠλλοιωμένον παρὰ πατέρα καὶ υἱόν, σύνδεσμος τῆς τριάδος,
ἐπισφραγὶς τῆς ὁμολογίας. ὁ γὰρ υἱός φησιν «ἐγὼ καὶ ὁ πατήρ,392 in vol. 2
Haer
.

2

.

393

〈οἱ δύο〉 ἕν ἐσμεν»· καὶ οὐκ εἶπεν «εἷς εἰμι», ἀλλὰ τῷ «ἐγώ» καὶ τῷ «ὁ πατήρ» σημαίνει ἐνυπόστατον τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱόν· καί «οἱ δύο» εἶπε, καὶ οὐκ εἶπεν «ὁ εἷς»· καὶ πάλιν «ἕν ἐσμεν», καὶ οὐκ εἶπεν «εἷς εἰμι». ὡσαύτως δὲ «ἀπελθόντες, 〈φησί〉, βαπτί‐
5σατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύμα‐ τος». μέσων δὲ τιθεμένων τῶν συνδέσμων, τουτέστιν τῆς συλλαβῆς τοῦ «καί», ἐλέγχει τὸν Σαβέλλιον ματαίως τὴν συναλοιφὴν παρεισφέ‐ ροντα· ὅπου γὰρ «καί» 〈τίθεται〉, σημαίνει ἀληθῶς πατέρα, ἀληθῶς υἱόν, ἀληθῶς ἅγιον πνεῦμα· ὁπότε δὲ ὁμόστοιχος ἡ τριὰς καὶ ἐν ἑνὶ
10ὀνόματι τριὰς καλουμένη, ἐλέγχει τὸν Ἄρειον, ὑπόβασίν τινα δια‐ νοούμενον ἐν τῇ τριάδι ἢ ἀλλοίωσιν ἢ παραλλαγήν. κἄν τε γὰρ ὁ πατὴρ μείζων παρὰ υἱοῦ δοξάζοντος αὐτὸν ἀπαγγέλλεται, πρεπωδε‐ στάτως τῷ υἱῷ τὴν 〈ἴσην〉 δόξαν περιποιεῖται. τίνι γὰρ ἔπρεπε δο‐ ξάζειν 〈τὸν〉 ἴδιον πατέρα ἀλλὰ τῷ γνησίῳ υἱῷ; ὅταν δὲ πάλιν τὴν
15ἰσότητα βούλεται λέγειν, ἵνα μὴ ἐκπέσωσί τινες ἧσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν «ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πα‐ τέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ» καί «πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι». τί δέ ἐστι «τὰ τοῦ πατρός» ἀλλά· «θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός
20μου ἐμά ἐστιν»; 5. Ὅρα δέ, ὦ Σαβέλλιε, καὶ κατανόει· διάνοιξον τὰ ὄμματα τῆς καρδίας σου καὶ μὴ ἀβλέπτει. συνελθέτω ἡ διάνοιά σου καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων Ἰωάννῃ τῷ ἁγίῳ εἰς τὸν Ἰορδάνην. ἄνοιγε τὰ ὦτά σου καὶ ἄκουε τῆς φωνῆς τοῦ προφήτου λέγοντος «ἐγὼ φωνὴ βοῶν‐
25τος ἐν τῇ ἐρήμῳ», ἄκουε τοῦ προδρόμου κυρίου, τοῦ ἀγγέλου κατα‐ ξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὸ κοιλίας μητρὸς λαβόντος πνεῦμα
ἅγιον καὶ σκιρτήσαντος τῇ πρὸς Ἐλισάβετ εἰσόδῳ τῆς Μαρίας· ὃς393 in vol. 2
Haer
.

2

.

394

ἔγνω ἔτι ἐν κοιλίᾳ ὑπάρχων εἴσοδον τοῦ ἰδίου δεσπότου καὶ ἐσκίρτα· ᾧ ἐδόθη τὸ μήνυμα τοῦ προκηρύγματος καὶ ἡ ἑτοιμασία τῆς ὁδοῦ τοῦ κυρίου· πείσθητι αὐτῷ, καὶ οὐ διαπέσοις ἀπὸ τοῦ σκοποῦ τῆς ἀληθείας. ἰδοὺ γὰρ αὐτὸς μαρτυρεῖ λέγων πρῶτον μέν, τὸν δεσπό‐
5την ἑαυτοῦ ἐπιγνούς, ὅτι «ἐγὼ σοῦ χρείαν ἔχω καὶ σὺ ἔρχῃ πρός με», καὶ τοῦ σωτῆρος λέγοντος «ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιο‐ σύνη», καὶ αὐτοῦ βαπτισθέντος ὑπ’ αὐτοῦ, ὥς φησι τὸ θεῖον εὐαγγέ‐ λιον, [ὅτι] «ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι ἠνοίχθησαν οἱ οὐρανοί, καὶ τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον
10καὶ ἐρχόμενον ἐπ’ αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ’ ὃν ηὐδόκησα». ἄνω ἦν ὁ πατήρ, ὦ φιλόνεικε, ἄνωθεν ἡ φωνὴ ἤρχετο. εἰ τοίνυν ἄνωθεν ἡ φωνή, διάκρινόν μοι τὴν παραπεποιημένην σου διάνοιαν. τίνι ὁ πατὴρ ἔλεγεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ’ ὃν ηὐδόκησα»; καὶ τίς ἦν οὗτος; διὰ τί
15δὲ ἐν εἴδει περιστερᾶς κατελήλυθε, καίτοι γε σῶμα μὴ φορέσαν, τὸ πνεῦμα; ὁ γὰρ μονογενὴς μόνος 〈σῶμα〉 ἐνεδύσατο καὶ τελείως ἐνην‐ θρώπησεν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἑαυτῷ ἀναπλασάμενος ὁ ἀρχιτέχνας λόγος σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν τὴν ἀνθρωπείαν καὶ νοῦν καὶ εἴ
20τί ἐστιν ἄνθρωπος, πάντα τελείως ἀναδεξάμενος καὶ συνενώσας τῇ ἑαυτοῦ θεότητι, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσας, (μὴ γένοιτο), αὐτὸς δὲ ὁ ἅγιος Λόγος, θεὸς Λόγος ἐνανθρωπήσας. 6. Τὸ δὲ πνεῦμα τίνι τῷ λόγῳ ἐν εἴδει περιστερᾶς φαίνεται; ἀλλ’ ὅπως πείσῃ σε μὴ βλασφημεῖν, ὦ ἐθελόσοφε καὶ μηδὲν ὀρθὸν δια‐
25νοούμενε, ἵνα μὴ νομίσῃς τὸ πνεῦμα συναλοιφὴν εἶναι πατρὶ ἢ υἱῷ. διὰ τοῦτο, καίπερ αὐτοῦ τοῦ ἁγίου πνεύματος σῶμα μὴ φορέσαντος, ἐν εἴδει περιστερᾶς σχηματίζεται, ὅπως δείξῃ σου καὶ ἐλέγξῃ σου τὴν πλάνην, ὅτι ἐνυπόστατόν ἐστι τὸ πνεῦμα καθ’ ἑαυτὸ καὶ ἐνυπόστατος ὁ πατὴρ καὶ ἐνυπόστατος ὁ μονογενής, ἀλλ’ οὐ διαιρουμένης τῆς
30θεότητος οὔτε ὑποβεβηκυίας τῆς ἑαυτῆς δόξης. καὶ ὁρᾷς πῶς ἡ τριὰς394 in vol. 2
Haer
.

2

.

395

ἀριθμεῖται, πατρὸς ἄνωθεν βοῶντος, υἱοῦ δὲ ἐν Ἰορδάνῃ βαπτιζομέ‐ νου, πνεύματος δὲ ἁγίου ἐν εἴδει περιστερᾶς ἐπιφοιτῶντος; λέγε δέ μοι τίς ἐστιν ὁ εἰρηκώς «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ’ ὃν ηὐδόκησα, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσομαι τὸ πνεῦμά μου
5ἐπ’ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυ‐ γάσει οὐδὲ ἀκουσθήσεται ἐν πλατείαις ἡ φωνὴ αὐτοῦ· κάλαμον συν‐ τετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκ‐ βάλῃ εἰς νῖκος τὴν κρίσιν» καὶ τὰ ἑξῆς. μὴ δὴ ταῦτα δυνατὰ ἔχειν ἔμφασιν τριάδος, ὦ φιλόνεικε; ἆρα περὶ ἑαυτοῦ ὁ πατὴρ τὰ τοσαῦτα
10ἐν τῷ προφήτῃ διεξῆλθε; τίς δέ ἐστι περὶ οὗ γέγραπται «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»; καὶ οὐκ εἶπεν «εἴσελθε εἰς ἐμέ». ἢ πάλιν πῶς λέγει τὸ εὐαγγέλιον «καὶ ἀνῆλθεν εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς»; ἢ πάλιν πῶς οὐκ ἔπεισάν σε οἱ δύο ἄνδρες οἱ ἐν
15ἐσθήσεσι λευκαῖς πεφηνότες, πρὸς τοὺς μαθητὰς εἰπόντες «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; οὗτος ὁ Ἰησοῦς ὁ ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς οὕτως ἐλεύσεται ὡς αὐτὸν εἴδετε ἀναλαμβανόμενον»; τίνα δὲ ἔβλεπεν ὁ μακάριος Στέφανος, ὅτε ἔλεγεν «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ τὸν υἱὸν τοῦ ἀνθρώ‐
20που ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ;» σὺ δέ, ὦ κατὰ πάντα ἰδιῶτα, μὴ νοήσας τὴν φωνὴν τῶν ἁγίων γραφῶν σεαυτὸν μᾶλλον ἔβλαψας καὶ τοὺς σοὶ ὑπακούσαντας, ἐκπεσὼν τῆς ἁγίας πίστεως τῆς τοῦ θεοῦ ἀληθείας. 7. Ἔφη γὰρ ὡς ἀληθῶς «ἐγώ εἰμι ὁ πρῶτος καὶ ἐγώ εἰμι ὁ μετὰ
25ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος». ὡς ἀληθῶς γὰρ οὔκ εἰσι πολλοὶ θεοί, ἀλλὰ εἷς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφὴ οὖσα ἡ τριὰς οὐδὲ διῃρημένη· τῆς ἑαυτῆς ταυτότητος, ἀλλὰ πατὴρ γεννήσας ἀληθῶς υἱὸν καὶ υἱὸς ἀληθῶς γεννηθεὶς ἐκ πατρὸς ἐνυπόστατος ἀνάρχως καὶ ἀχρόνως καὶ
30πνεῦμα ἅγιον ἀληθῶς ἐκ πατρὸς καὶ υἱοῦ, τῆς αὐτῆς θεότητος, ἐκ395 in vol. 2
Haer
.

2

.

396

πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, 〈ἐνυπόστατον〉 ἀεί, «εἷς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα». ἄλλης δὲ πάλιν ἕνεκα οἰκονομίας καὶ ἀπὸ προσώπου αὐτοῦ τοῦ Χριστοῦ ᾄδεται οὕτως, ἐπειδὴ πάλαι πολλάκις ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πέφηνεν ἐν
5τοῖς προφήταις καὶ κατήγγειλε τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι, τινὲς δὲ αὐτὸν οὐκ ἐδέξαντο, προσδοκῶντες ἕτερον ἀντ’ αὐτοῦ· καὶ πρὸς μὲν τοὺς δεισιδαίμονας τῶν εἰδώλων καὶ πολυθεΐαν τῷ κόσμῳ εἰσα‐ γηοχότας, ἵνα μὴ ἐκπλαγέντες οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐκτραπέντες τὰ εἴδωλα τῶν Ἀμορραίων καὶ Χετταίων καὶ Χαναναίων καὶ Φερεζαίων
10καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Ἀρουκαίων καὶ Ἀσα‐ ναίων προσκυνήσωσιν, ὡς καὶ αὐτοῖς προεφητεύετο. προσεκύνησαν γὰρ τῷ Βεελφεγὼρ καὶ τῷ Χαμῶς καὶ τῇ Ἀστάρτῃ καὶ τοῖς Μαζου‐ ρὼθ καὶ τοῖς Νεασθὼ καὶ τῷ Βααλζεβὰθ καὶ τοῖς λοιποῖς εἰδώλοις τῶν ἐθνῶν. διὸ καὶ ἔλεγεν αὐτοῖς ὁ κύριος «ἐγώ εἰμι ὁ πρῶτος καὶ
15ὁ μετὰ ταῦτα», ἵνα αὐτοὺς ἀποστρέψῃ τῆς τῶν ἐθνομύθων πλάνης τῶν προσκυνούντων τὴν πολυθεΐαν. καὶ ἐπειδὴ ἔμελλον τὴν παρου‐ σίαν αὐτοῦ τοῦ υἱοῦ ἀπωθεῖσθαι, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔφη πρὸς τοὺς Ἰουδαίους «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα», ὁ πρῶτος ἐν σαρκὶ ἐπιδημήσας καὶ ὁ μετὰ ταῦτα ἐρχόμενος κρῖναι
20ζῶντας καὶ νεκρούς, ἐπὶ τῷ σταυρῷ πεπονθὼς καὶ ταφεὶς καὶ ἀνα‐ στάς, ἐν δόξῃ μὲν ἐν αὐτῷ τῷ σώματι ἀναληφθείς, τῇ αὐτοῦ θεό‐ τητι εἰς δόξαν δὲ ἑνωθέντι καὶ φαιδρυνθέντι, μηκέτι ὑπὸ ἁφὴν ἐμ‐ πίπτοντι νυνί, μηκέτι θανάτου μετέχοντι· «ἀνέστη γὰρ Χριστός», ὥς φησιν ἡ γραφή· «θάνατος 〈γὰρ〉 αὐτοῦ οὐκέτι κυριεύει», φησὶν ὁ ἀπό‐
25στολος. καὶ ὅρα πῶς ἡ ἀκρίβεια ὁδηγεῖ τὸν ἄνθρωπον, ἵνα μὴ
ἐκπέσῃ κατὰ θάτερον τῶν τῆς ἀληθείας μερῶν, ἵνα, ὅταν μὲν βου‐396 in vol. 2
Haer
.

2

.

397

ληθείη ὁ νοῦς πολυθεΐαν ἐξεργάσασθαι, ἀκούσῃ ὅτι «κύριος ὁ θεός σου κύριος εἷς ἐστιν»· ὅταν δὲ Χριστὸν ἕτερον παρὰ τὸν ἐλθόντα οἱ υἱοὶ Ἰσραὴλ προσδοκήσωσιν, ἀκούσωσιν «ἐγὼ ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα» καί «ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ», τὸ ἄλφα τὸ κάτω βλέπον
5καὶ τὸ ὦ τὸ ἄνω βλέπον, ἵνα πληρωθῇ τὸ εἰρημένον «ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριό‐ τητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου». καὶ ἵνα ὅταν 〈τὶσ〉 νομίσῃ διὰ τὸ εἰρηκέναι «ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα» καί «ἐγώ εἰμι τὸ ἄλφα καὶ ἐγώ εἰμι τὸ ὦ» καί «κύριος ὁ θεός σου κύριος εἷς
10ἐστι» καὶ ὅτι «ἐγώ εἰμι ὁ ὤν» *, ἵνα μή τις ἀρνήσηται τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, διὰ τοῦτό φησιν «ὁ πατήρ μου μείζων μου ἐστί» καί «ἵνα σὲ γινώσκωσι τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· οὐχ ὅτι οὐκ ἔστιν ὁ υἱὸς ἀληθινὸς θεός, ἀλλ’ ἵνα εἰς μίαν ἑνότητα ἀγάγῃ τὴν τῆς τριάδος ὀνομασίαν καὶ ἐκκλείσῃ τὴν
15διάνοιαν τῶν ἀνθρώπων ἀπὸ πολυθεΐας εἰς μίαν θεότητα. 8. Ἐὰν δὲ νομίσῃ ὁ πλανηθεὶς τὴν διάνοιαν Ἄρειος τὸν ἕνα μό‐ νον λέγεσθαι ἀληθινὸν θεὸν τουτέστι τὸν πατέρα, τὸν δὲ υἱὸν θεὸν μὲν εἶναι, οὐκ ἀληθινὸν δέ, πάλιν ἑτέρως τὸν τοιοῦτον διελέγχει, λέγων «ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον
20ἐρχόμενον εἰς τὸν κόσμον», περὶ δὲ τοῦ πατρὸς ὅτι «φῶς ὁ θεός»· καὶ οὐκ εἶπε «φῶς ἀληθινόν», ἵνα ἐκ τοῦ «θεὸν ἀληθινόν» καὶ «φῶς ἀληθινόν» τὴν ἴσην θεότητα πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πα‐ τέρα νοήσωμεν καὶ * ἀπὸ τοῦ τὸν πατέρα φῶς εἶναι καὶ τὸν υἱὸν θεὸν εἶναι, μὴ ἐπικεῖσθαι δὲ ἐνταῦθα ἀληθινόν. οὐ γὰρ ἦν χρεία
25εἰπεῖν, μηδεμιᾶς ἀμφιλογίας οὔσης· ἀπὸ γὰρ τοῦ «θεός» καὶ «φῶς» ἡ μία τελειότης τῆς αὐτῆς γνησιότητος, πατρὸς πρὸς τὸν υἱὸν καὶ υἱοῦ
πρὸς τὸν πατέρα, σαφῶς ἀπεφάνθη· καὶ διαλέλυταί σου ἡ πᾶσα397 in vol. 2
Haer
.

2

.

398

τῆς πλάνης φρενοβλάβεια. ἔστι γὰρ πατὴρ πατήρ, ἔστιν υἱὸς υἱός, ἔστιν ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριὰς οὖσα, μία θεότης μία δοξο‐ λογία μία κυριότης 〈εἷς θεόσ〉, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων, ἀμήν.
5 Ταύτην δὲ πάλιν τὴν αἵρεσιν ὡσπερεὶ λίβυν ἢ μόλουρον ἢ ἔλοπα ἢ ἕν τι τῶν ἑρπετῶν τῶν φοβερωτάτων, οὐ μὴν δὲ δυναμένων διὰ δηγμάτων βλάπτειν ἀποσεισάμενοι καὶ δυνάμει τῆς ἁγίας τριάδος καταπεπατηκότες, ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες αὐτὸν ἐπικαλε‐ σώμεθα ἀρωγὸν τῆς ἡμετέρας πενίας τε καὶ βραχύτητος, 〈ὅπωσ〉 εἰς
10τὸ ἀξίως τὰ παρ’ ἑκάστῃ λεγόμενά τε καὶ γινόμενα * καὶ τὴν τού‐ των ἀντίρρησιν ποιήσασθαι βοηθηθῶμεν. Κατὰ Ὠριγενιανῶν τῶν πρώτων τῶν καὶ αἰσχρῶν μγ, τῆς δὲ
ἀκολουθίας
ξγ. 1. Ὠριγένιοί τινες καλοῦνται, οὐ πανταχοῦ δὲ τοῦτο τὸ γένος
15ὑπάρχει, καθεξῆς δὲ οἶμαι τούτων τῶν αἱρέσεων καὶ αὕτη ἡ δηλου‐ μένη 〈ἀνεφύη〉. καλοῦνται δὲ Ὠριγένιοι, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίνος ἕνεκα· εἰ ἀπὸ Ὠριγένους τοῦ Ἀδαμαντίου καλουμένου τοῦ συν‐ τάκτου ἢ ἄλλου τινὸς 〈ἔλαχον τὸ〉 εἶναι, ἀγνοῶ. ὅμως τοῦτο τὸ ὄνομα κατειλήφαμεν.
20 Ἡ αἵρεσις δέ, 〈ἣ〉 παρ’ αὐτοῖς νομι[σ]τεύεται, ὥσπερ ἀπεικαζο‐ μένη τῇ τοῦ Ἐπιφάνους 〈τοῦ〉 ἄνω μοι προδεδηλωμένου ἐν ταῖς κατὰ τοὺς Γνωστικοὺς αἱρέσεσι. γραφὰς δὲ οὗτοι ἀναγινώσκουσι διαφόρους καινῆς καὶ παλαιᾶς διαθήκης. ἀθετοῦσι δὲ γάμον καὶ οὐ παύεται
ἀπ’ αὐτῶν ἡ λαγνεία. τινὲς δὲ ἔφασαν αὐτὴν περὶ Ῥώμην καὶ Ἀφρι‐398 in vol. 2
Haer
.

2

.

399

κὴν γεγενῆσθαι. μολύνουσι δὲ ἑαυτῶν τὸ σῶμα καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ἐν ἀσελγείᾳ. οἱ μὲν γάρ εἰσι προσχήματι μοναζόντων, αἱ δὲ σὺν αὐτοῖς οὖσαι προσχήματι μοναζουσῶν. ἐφθαρμένοι δέ εἰσι τοῖς σώμασι, τὴν μὲν ἐπιθυμίαν αὐτῶν ἐκτελοῦντες, τῷ δὲ ἔργῳ
5κεχρημένοι (ἵνα σεμνότερον εἴπω)· τοῦ υἱοῦ τοῦ Ἰούδα τοῦ Αὐνᾶν καλουμένου. ὡς γὰρ ἐκεῖνος τῷ σώματι μὲν τῇ Θάμαρ συνήπτετο καὶ τὴν ἐπιθυμίαν ἐξετέλει, εἰς καταβολὴν δὲ σπέρματος κατὰ τὴν ὑπὸ θεοῦ δοθεῖσαν παιδοποιίαν οὐκ ἐτελεσιούργει, ἀλλὰ ἑαυτὸν ἠδίκει, ᾧ τρόπῳ 〈αὐτὸσ〉 τὸ πονηρὸν εἰργάζετο, οὕτω καὶ οὗτοι κέχρηνται
10μὲν ταῖς νομιζομέναις *, τελοῦντες ταύτην τὴν ἀθέμιτον ἐργασίαν. πεφιλοτίμηται γὰρ παρ’ αὐτοῖς οὐχ ἡ ἁγνεία, ἀλλ’ ὑποκριτικὴ μὲν ἁγνεία τῷ ὀνόματι καλουμένη, φιλοτίμησις δὲ ἕως τοῦ μὴ ἐγκυμονῆ‐ σαι τὴν ὑπὸ τοῦ δοκοῦντος * ἐφθαρμένην γυναῖκα, ἢ κατὰ τὸ μὴ παραστῆσαι τεκνογονίαν ἐν τῷ κόσμῳ ἢ ἵνα μὴ φωραθῶσιν ὑπὸ
15ἀνθρώπων, βουλόμενοι ἐν τιμῇ εἶναι διὰ τὴν νομιζομένην παρ’ αὐ‐ τοῖς τῆς ἁγνείας ἄσκησιν· ὅμως τοῦτο αὐτῶν ἐστι τὸ ἔργον, ἕτεροι δὲ αὐτὸ τοῦτο φιλοτιμοῦνται τὸ μυσαρὸν ἐπιτελεῖν οὐχὶ διὰ γυναι‐ κῶν, ἀλλὰ καὶ ἑτέροις τρόποις, ἰδίαις χερσὶ μολυνόμενοι. καὶ ὡσαύ‐ τως μιμοῦνται τὸν προειρημένον υἱὸν τοῦ Ἰούδα, τὴν γῆν ταῖς ἀθε‐
20μίτοις αὐτῶν ἐργασίαις καὶ μυσαραῖς σταγόσιν ἐπιμολύνοντες καὶ ποσὶν ἑαυτῶν τὰς ῥύσεις ἑαυτῶν ἀνατρίβοντες ἐν τῇ γῇ, ἵνα μὴ δῆθεν ἁρπαγῶσι τὰ αὐτῶν σπέρματα ὑπὸ ἀκαθάρτων πνευμάτων εἰς ὑποδοχὴν ἐγκυμονήσεως δαιμόνων. 2. Κέχρηνται δέ, ὡς ἔφην, διαφόροις γραφαῖς παλαιᾶς καὶ καινῆς
25διαθήκης καὶ ἀποκρύφοις τισί, μάλιστα ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου καὶ τῶν ἄλλων. ἤδη δὲ κἀκεῖνοι αὐτοὶ ἐκαυχήσαντο πολ‐
λάκις πεπαρρησιασμένως τοῦτο ἐπιτελεῖν. κατηγοροῦσι δὲ δῆθεν399 in vol. 2
Haer
.

2

.

400

τῶν ἐν τῇ ἐκκλησίᾳ τὰς ἀγαπητὰς λεγομένας συνεισάκτους γυναῖκας κεκτημένων, ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, κρυφῆ 〈δὲ〉 διὰ τὴν τῶν ἀνθρώπων αἰδῶ, ἵνα * μὲν τῇ πονηρίᾳ συνάπτωνται, τῷ δὲ προσχήματι τῶν ἀνθρώπων ἕνεκα τὸ ὄνομα σεμνύνωνται. διε‐
5λέχθησαν δὲ ἡμῖν καί τινες περί τινων προτελευτησάντων καὶ δῆθεν ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, ὡς ἀπὸ τῶν βεβιασμένων ὑπ’ αὐτῶν γυναικῶν ἀκηκοότες· ἐν οἷς καὶ ὄνομα ἐπισκόπου εἰς μέσον ἔφερον, ἐν πόλει μικρᾷ τῆς Παλαιστίνης τὸν τοῦ ἐπισκόπου κλῆρον ἐπὶ ἱκα‐ νοῖς ἔτεσι διοικήσαντος, ἐσχηκότος δὲ τοιαύτας γυναῖκας ἐξυπηρε‐
10τουμένας αὐτῷ, φημὶ δὲ συνεισάκτους· ἀλλὰ καὶ ἐξ ὁμολογητῶν αὐτὸν τὸν τοιοῦτον ὄντα οἴδαμεν. ὅμως τοῖς εἰρηκόσι τοῦτο καὶ ἀπὸ τῶν γυναικῶν ἀκηκοέναι φάσκουσιν οὐ πεπιστεύκαμεν· ἡ γὰρ ἀνάγκη τῆς τῶν εἰρηκότων κακοτροπίας ὑπέβαλλεν ἡμῖν ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ μὴ πιστεύειν ἐπὶ τῇ τοῦ προειρημένου γέροντος
15ἐπισκόπου μετὰ τὴν αὐτοῦ τελευτὴν κακοφημίᾳ. ἡ γὰρ αἰτία ἡ εἰς αὐτὸν φθάσασα τοιαύτη τις γέγονεν. ἑάλω τις τοιοῦτος ἐπὶ ἁμαρτίᾳ γυναικὸς καὶ ὡς ἠλέγχετο ὑφ’ ἡμῶν, ἀπολογίαν ταύτην ἔφερεν, ὡς τῆς συμφθαρείσης αὐτῷ γυναικός (καίτοι γε ἤδη πεπαλαιωμένης τὸν χρόνον καὶ ἐν ἡλικίᾳ γηραλέᾳ ὑπαρχούσης) εἰπάσης αὐτῷ τὴν τῆς.
20κακοτροπίας ἐργασίαν, ὡς χρῆσθαι μὲν αὐτὸν ἐδίδασκεν, ἔξωθεν δὲ τὰς μυσαρὰς αὐτοῦ ῥοιὰς ἐπὶ γῆς διασκεδάζειν. 3. Καὶ αὕτη μὲν ἡ τούτων μυσαρά ἐστιν ἐργασία τὸν νοῦν αὐ‐ τῶν ἀπατῶσα καὶ ἐκ διαβόλου τετυφλωμένη. ὧν τὰς μαρτυρίας δι’ ὧν πίπτουσιν εἰς μέσον φέρειν οὐκ ἀναγκαῖον ἥγημαι, ἵνα μὴ δόξω‐
25μεν δι’ ὧν βουλόμεθα ἀκριβολογεῖν εἰς ἀποτροπίαν τῆς ἀθεμίτου ἐργασίας ἑκάστης αἱρέσεως, εἰς τὸ κακὸν μᾶλλον προτρέπεσθαι τῶν
ἀστηρίκτων καὶ χαυνουμένων ἀεὶ τὴν διάνοιαν, τῶν τὸ πονηρὸν ἑαυ‐400 in vol. 2
Haer
.

2

.

401

τοῖς θηρᾶσθαι ὑπὲρ τὴν ἀγαθότητα ἐπιθυμούντων. εἰς ἀλέξησιν δὲ μᾶλλον τῆς δεινῆς ταύτης καὶ ἑρπετώδους αἱρέσεως ὀλίγα ἀπὸ πολλῶν παραθήσομαι. Πόθεν εἰλήφατε, ὦ οὗτοι, τὴν τῆς ἀθεμίτου ἐργασίας ὑμῶν ἐπί‐
5νοιαν; πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαι‐ μόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία; εἰ γὰρ ὅλως πονηρὸν τὸ κυΐσκειν, οὐκ ἄρα διὰ τὸ τεκνογονεῖν ἀλλὰ διὰ τὸ συνάπτεσθαι σώ‐ ματι· πῶς οὖν ἡττημένοι ἡδονῇ συνάπτεσθε σώματι; καὶ εἰ οὐ
10πονηρὸν τὸ συναφθῆναι σώματι, οὐδὲ πονηρὸν τὸ συναφθέντα τελε‐ σιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον 〈δεῖ〉 ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς· ὡς «ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν». εἰ δὲ γεωργεῖ τις τὴν γῆν, ὡς ὁ Νῶε, ὃς «ἐγένετο ἀνὴρ γεωργὸς καὶ ἐφύτευσεν ἀμπελῶνα», οὐκ ἐφύτευσεν,
15ἵνα βότρυν μὴ ἐνέγκῃ, ἀλλ’ ἐφύτευσε «καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐ‐ τοῦ καὶ ἐμεθύσθη», ὡς γέγραπται. 〈ἐξ〉ῆν δὲ συγγνώμην τῷ γέροντι ἀπονεῖμαι· εὐάρεστος γὰρ τῷ θεῷ ὑπάρχων οὐ διὰ ἀσωτίαν τὴν μέθην ὑπέστη, ἀλλὰ λύπῃ φερόμενος τάχα ἐκεκάρωτο καὶ μὴ φέρων ἐξ ἀμφοτέρων διὰ τὸ ἀσθενὲς καὶ γηραλέον ἀσθενείᾳ ὑπέπεσεν, οὐχ
20ἵνα χλευασθῇ ὑπὸ τοῦ τέκνου. ὁ δὲ καταγελάσας ἑαυτῷ εἴληφε τὴν κατάραν, ἵνα κολάζωνται οἱ ἐνσκήπτοντες τοῖς πατράσιν αὐτῶν ὕβριν καὶ οἱ ἐν ἡμῖν διαλογισμοὶ ἐπεγειρόμενοι κατὰ τῆς τοῦ θεοῦ γνώσεως καὶ καλῶς τεταγμένης διατάξεως. 4. Εἰ γὰρ καὶ οὐ δεδόξασται ὁ γάμος ὡς ἡ παρθενία, ὑπὲρ αὐτὸν
25δὲ ὑπάρχει ἡ παρθενία (παρθενία δὲ ἀληθεύουσα ἔνδοξος καὶ ἐνάρετος κέκληται, οὐ μεμολυσμένη), καὶ ὁ γάμος δὲ σεμνός, 〈εἴ τισ〉 εἰς παιδο‐ ποιίαν, οὐκ εἰς αἰσχύνην τὰ ἐκ θεοῦ καλῶς κεκτισμένα † ἀπαγορεύει,
ἀλλ’ οὔτε ἄλλως μεταχειρίζεται τῆς τοῦ γάμου κοινωνίας τὴν ἐκ θεοῦ401 in vol. 2
Haer
.

2

.

402

τεταγμένην ἀγωγήν. παρθενία γάρ ἐστιν ἀληθῶς [ὡς] ἐκείνη ἡ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐπαινουμένη, ὅτι «ἡ παρθένος καὶ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῇ ψυχῇ», ἵνα δείξῃ ὅτι οὐδεμίαν αἰτίαν ἀμπλακημάτων κἂν
5ὑπονοηθῆναι ἡ μονότης ἐνδέχεται. ἀλλὰ καὶ * τὸν Ἀβραὰμ οἴδαμεν παιδοποιοῦντα, φίλον δὲ ὄντα τῷ κυρίῳ, Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ τοὺς καθεξῆς· καὶ οὔτε ἑαυτοὺς ἐμόλυναν ἀθεμίτοις πράξεσι, παρ‐ απτόμενοι μυσαρῶν καὶ * οὔτε ἀντιθέτως ἔσχον πρὸς τὴν ἐκ θεοῦ καλῶς τεταγμένην διὰ σεμνοῦ γάμου παιδοποιίαν οὔτε οἱ ἐν αὐτοῖς
10ἁγνείαν τε καὶ παρθενίαν ἀσκήσαντες παρέφθειραν τὸν ἀγῶνα καὶ ἑτέρως μετεποιήσαντο, ὡς διὰ κυβείας τὸν ἐνάρετον τῆς ἀθλήσεως τρόπον ὑποδύντες. καὶ Ἠλίας μὲν παντελῶς ἐν πόλεσι τάχιον οὐκ εἰσῄει οὐδὲ μετὰ γυναικῶν συνόμιλος ἐγίνετο, ἐν δὲ ἐρημίαις δια‐ τελῶν ὑπῆρχε καὶ Ἐλισσαῖος καὶ Ἰωάννης καὶ πάντες οἱ τὸν μέγαν
15τουτονὶ χαρακτῆρα τῆς τῶν ἀγγέλων μιμήσεως 〈ἐνδείξαντεσ〉 καλῶς κατὰ τὴν εὐαγγελικὴν διάταξιν τοῦ κυρίου ἑαυτοὺς διὰ βασιλείαν οὐρανῶν εὐνούχισαν. Καὶ πολλὰ μὲν οὖν ἔχοντες περὶ τούτων λέγειν καὶ ἐκ πολλῶν συστάσεων τῆς θείας γραφῆς τὴν αὐτῶν δυνάμενοι διελέγξαι διάνοιαν
20ὑπὸ διαβόλου ἐμπαιζομένην, ἀρκούμεθα τοῖς ὀλίγοις τούτοις· ἐπειδὴ γὰρ παντὶ σαφές ἐστιν ὅτι οὐ συνέσεως παρ’ αὐτοῖς ἡ ἐργασία οὐδὲ ἐκ θεοῦ ἡ τοιαύτη γνῶσις, ἀλλὰ 〈ἐκ〉 δαιμόνων ἐνεργείας ἡ χλεύη καὶ ἡ πτῶσις αὐτῶν τῆς ἀθεμίτου ἐργασίας γίνεται. καὶ αὐτὴν δὲ παρωσάμενοι, ὥσπερ τὴν δεινὴν σκυτάλην τὴν ἔχιδναν καλουμένην,
25οὖσαν μὲν τῷ σώματι βραχεῖαν, τῇ δὲ ἰοβολίᾳ δεινὸν ἆσθμα ἐμπνέου‐ σαν καὶ εἰς τοὺς πλησιάζοντας τὴν λύμην ἐμφυσῶσαν, ταύτην συν‐ τρίψαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, θεὸν ἀρωγὸν ἐπικαλεσάμενοι εἰς τὴν
τῆς πάσης πραγματείας ἡμῶν ἐν θεῷ ἐπαγγελίαν.402 in vol. 2
Haer
.

2

.

403

Κατὰ Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου μδ, τῆς δὲ ἀκολουθίας ξδ. 1. Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος ἐπικληθείς, καθεξῆς τούτοις ἀκο‐ λουθεῖ. οὗτος παῖς μὲν ἦν Λεωνίδου τοῦ ἁγίου καὶ μακαρίτου μάρ‐ τυρος, καὶ αὐτὸς δὲ τὰ πλεῖστα διωχθεὶς ἐν τῇ νέᾳ αὐτοῦ ἡλικίᾳ,
5ἀνὴρ ὢν κατὰ τὴν τῶν Ἑλλήνων παιδείαν λόγιος καὶ ἐν ἐκκλησίᾳ ἀνατεθραμμένος, ἐν χρόνοις Δεκίου τοῦ βασιλέως ἐγνωρίζετο ἐπὶ τῆς Ἀλεξανδρέων. ἦν γὰρ τῷ γένει μὲν Αἰγύπτιος, ἐν Ἀλεξανδρείᾳ δὲ ἐσχηκὼς τὴν οἴκησιν καὶ ἀνατροφήν, τάχα δὲ καὶ ἐν Ἀθήναις φοιτή‐ σας ἐν τοῖς παιδευτηρίοις χρόνῳ τινί. πολλὰ δὲ λέγεται πεπονθέ‐
10ναι ὑπὲρ τοῦ ἁγίου λόγου τῆς πίστεως καὶ ὀνόματος Χριστοῦ, τοῦτο μὲν ἐν τῇ πόλει πολλάκις συρόμενος, ὀνειδιζόμενος, βασάνοις ἀνηκέ‐ στοις ὑποβαλλόμενος. καὶ γὰρ καὶ καιρῷ ποτε, ὡς λόγος, ξυρήσαντες αὐτὸν οἱ Ἕλληνες πρὸς τῇ ἀναβάσει τοῦ Σαραπείου καλουμένου τεμένους τοῦ αὐτῶν εἰδώλου καθίσαντες αὐτὸν προσέταξαν θαλλοὺς
15φοινίκων ἐπιδιδόναι τοῖς ἐπὶ τὸ ἀθεμιτουργεῖν καὶ προσκυνεῖν τῷ εἰδώλῳ ἀνιοῦσι· τοιοῦτον γὰρ σχῆμα ἐπέχουσιν οἱ τῶν εἰδώλων αὐ‐ τῶν ἱερεῖς. ὁ δὲ λαβὼν μεγάλῃ τῇ φωνῇ καὶ πεπαρρησιασμένῃ τῇ διανοίᾳ, οὐ δείσας οὐδὲ διστάσας ἐβόα λέγων «δεῦτε λάβετε οὐ τὸν θαλλὸν τοῦ εἰδώλου, ἀλλὰ τὸν θαλλὸν Χριστοῦ». καὶ πολλὰ ἔστιν
20ἃ περὶ αὐτὸν ἀνδραγαθήματα ἀναφέρουσιν οἱ παλαιοὶ κατὰ παράδοσιν.403 in vol. 2
Haer
.

2

.

404

2. Ἀλλ’ οὐκ ἔμεινεν αὐτῷ τὰ τοῦ βραβείου εἰς τέλος. διὰ γὰρ τὸ ἐξοχώτατον τῆς λογιότητος αὐτοῦ καὶ τῆς προπαιδείας ἐπὶ πλείστῳ φθόνῳ διεβέβλητο καὶ μᾶλλον τοῦτο παρώξυνε τοὺς κατὰ καιρὸν τότε τὴν ἐξουσιαστικὴν ἀρχὴν διέποντας. κακομηχανίᾳ γὰρ δια‐
5βολικῇ ἐπενόησαν οἱ τῆς κακίας ἐργάται αἰσχρότητα τῷ ἀνδρὶ ἐμ‐ ποιῆσαι καὶ τιμωρίαν τοιαύτην ὁρίσαι, εἰς παράχρησιν δὴ τοῦ αὐτοῦ σώματος Αἰθίοπα αὐτῷ παρασκευάσαντες. ὁ δὲ μὴ φέρων τὴν το‐ σαύτην τῆς διαβολικῆς ἐνεργείας ἐπίνοιαν ἔρρηξε φωνήν, τῶν ἀμ‐ φοτέρων προτεθέντων αὐτῷ πραγμάτων θῦσαι μᾶλλον ἑλόμενος.
10οὐ μὴν δὲ ἑκουσίᾳ γνώμῃ πάλιν τοῦτο ἐπετέλεσεν, ὡς πολὺς ᾄδεται λόγος· ἀλλ’ ἐπειδὴ ὅλως καθωμολόγησε τοῦτο πρᾶξαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκαν. καὶ οὕτως τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ὁμολογητῶν τε καὶ μαρτύρων ἀπεβλήθη τότε καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξεώθη. ἐν Ἀλεξανδρείᾳ
15δὲ τοῦτο ὑποστὰς καὶ μὴ δυνάμενος τὴν τῶν ὀνειδιζόντων χλεύην
φέρειν ἀνεχώρησε καὶ τὴν Παλαιστινῶν, τούτεστι τῆς Ἰουδαίας κατ‐404 in vol. 2
Haer
.

2

.

405

οικεῖν γῆν εἵλατο. ἀνελθὼν γοῦν εἰς τὰ Ἱεροσόλυμα καὶ ὡς τοιοῦ‐ τος ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· φασὶ γὰρ αὐτὸν καὶ πρεσβυτερίου κατηξιῶσθαι τὸ πρίν, πρὶν ἢ τοῦ θῦσαι. προτρεπομένων οὖν, ὡς ἔφην, αὐτὸν ἐπὶ
5τῆς ἐκκλησίας εἰπεῖν καὶ πολλὰ καταναγκασάντων τῶν τὸ τηνικαῦτα ἐν Ἱεροσολύμοις τὴν ἱερωσύνην τῆς ἁγίας ἐκκλησίας διεπόντων, ἀναστὰς ἐπὶ πόδας τὸ ῥητὸν μόνον τὸ τοῦ ψαλμοῦ τοῦ τεσσαρακοστοῦ ἐνάτου ἐπειπών, τὴν πᾶσαν διαστολὴν παρελθών, ὡς λέγει ὁ ψαλμός, «τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου
10καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου»; πτύξας τὸ βιβλίον ἐπέδωκε καὶ ἐκάθισε μετὰ κλαυθμοῦ καὶ δακρύων, τῶν πάν‐ των ὁμοῦ σὺν αὐτῷ κλαιόντων. 3. Μετὰ χρόνον ἀπ’ ἐντεῦθεν προτρεπομένων αὐτὸν πολλῶν καὶ ἀναγκαζόντων, Ἀμβροσίῳ τινὶ συντυχὼν τῶν διαφανῶν ἐν αὐλαῖς βα‐
15σιλικαῖς (τινὲς δὲ τοῦτον τὸν Ἀμβρόσιον ἔφασαν οἱ μὲν Μαρκιωνιστήν, οἱ δὲ Σαβελλιανόν) κατήχησε γοῦν τὸν αὐτὸν ἀπὸ τῆς αἱρέσεως ἐκ‐ κλῖναι καὶ ἀναθεματίσαι καὶ τὴν πίστιν ἀναδέξασθαι τῆς ἁγίας θεοῦ ἐκκλησίας· ἦν γὰρ τότε ὁ αὐτὸς Ὠριγένης τῆς ὀρθῆς καὶ καθολικῆς
πίστεως. ὁ δὲ προειρημένος Ἀμβρόσιος ἐπειδὴ ἀπὸ ἄλλης αἱρέσεως405 in vol. 2
Haer
.

2

.

406

ὑπῆρχε καὶ 〈οἷα〉 ἀνὴρ λόγιος καὶ σπουδαῖος περὶ τὰς [θείας] ἀνα‐ γνώσεις τῶν θείων γραφῶν, διὰ τὴν ἐν ταῖς θείαις βίβλοις βαθύτητα τῶν νοημάτων ἠξίωσε τὸν αὐτὸν Ὠριγένην φράσαι αὐτῷ. ὁ δὲ βου‐ λόμενος εἰς ἐκείνου καθῆκον καὶ προτροπὴν πάσης γραφῆς ὡς εἰπεῖν
5ἑρμηνεὺς γενέσθαι [καὶ] ἐξηγήσασθαι ἐπετήδευσε καὶ ἐν τῇ Τύρῳ τῆς Φοινίκης, ὡς λόγος ἔχει, εἴκοσι ὀκτὼ ἔτη *, πολιτείᾳ μὲν ὑπερβαλ‐ λούσῃ καὶ σχολῇ καὶ καμάτῳ *, τοῦ μὲν Ἀμβροσίου τὰ πρὸς τροφὰς
αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις [καὶ] τοῖς ὑπηρετοῦσιν αὐτῷ ἐπαρ‐406 in vol. 2
Haer
.

2

.

407

κοῦντος, χάρτην τε καὶ τὰ ἄλλα τῶν ἀναλωμάτων, καὶ τοῦ Ὠριγένους ἔν τε ἀγρυπνίαις καὶ ἐν σχολῇ μεγίστῃ τὸν κάματον τὸν περὶ τῆς
γραφῆς διανύοντος. ὅθεν τὸ πρῶτον αὐτοῦ ἐπιμελῶς φιλοτιμη‐407 in vol. 2
Haer
.

2

.

408

σαμένου συναγαγεῖν τῶν ἓξ ἑρμηνειῶν, Ἀκύλα Συμμάχου τῶν τε ἑβδομήκοντα δύο καὶ Θεοδοτίωνος, πέμπτης τε καὶ ἕκτης ἐκδόσεως 〈τὰς βίβλους ἐξέδωκεν〉, μετὰ παραθέσεως ἑκάστης λέξεως Ἑβραϊκῆς καὶ αὐτῶν ὁμοῦ τῶν 〈Ἑβραϊκῶν〉 στοιχείων· ἐκ παραλλήλου δὲ ἄν‐
5τικρυς, δευτέρᾳ σελίδι χρώμενος κατὰ σύνθεσιν Ἑβραϊκῆς μὲν τῆς λέξεως, δι’ Ἑλληνικῶν δὲ [τῶν] γραμμάτων ἑτέραν πάλιν πεποίηκε σύν‐ θεσιν· ὡς εἶναι μὲν ταῦτα καὶ καλεῖσθαι Ἑξαπλᾶ, ἐπὶ 〈δὲ〉 τὰς Ἑλλη‐ νικὰς ἑρμηνείας 〈γενέσθαι〉 δύο ὁμοῦ παραθέσεις, Ἑβραϊκῆς φύσει δι’ 〈Ἑβραϊκῶν〉 στοιχείων καὶ Ἑβραϊκῆς δι’ Ἑλληνικῶν στοιχείων,
10ὥστε εἶναι τὴν πᾶσαν παλαιὰν διαθήκην δι’ Ἑξαπλῶν καλουμένων
καὶ διὰ τῶν δύο τῶν Ἑβραϊκῶν ῥημάτων.408 in vol. 2
Haer
.

2

.

409

Ταύτην ὁμοῦ πᾶσαν τὴν πραγματείαν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμητο· ἀλλὰ οὐκ εἰς τέλος τὸ κλέος αὐτοῦ ἄσβεστον διήνυσε. συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας εἰς μέγα πτῶμα. ἐξ αὐτοῦ γὰρ τοῦ σκοποῦ, βουλόμενος μηδὲν τῶν θείων γραφῶν ἐᾶσαι ἀνερ‐
5μήνευτον, εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα, ἐξ οὗπερ οἱ Ὠριγενιασταὶ καλούμενοι, οὐχ οἱ πρῶτοι οἱ τὴν αἰσχρουργίαν *· οὐ γὰρ ἔχω περὶ ἐκείνων λέγειν, ὡς καὶ ἤδη προεῖπον, εἰ ἐκ τούτου τοῦ Ὠριγένους, τοῦ καὶ Ἀδαμαντίου, ἐσχήκασι τὴν ἀρχὴν ἢ ἕτερόν τινα ἀρχηγὸν ἐσχήκασιν, 〈καὶ αὐτὸν〉
10Ὠριγένην λεγόμενον. φασὶ δὲ καὶ τοῦτον τὸν Ὠριγένην ἐπινενοηκέ‐ ναι 〈τι〉 ἑαυτῷ κατὰ τὸ σωμάτιον. οἱ μὲν 〈γὰρ〉 λέγουσιν αὐτὸν νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ ὀχλεῖσθαι μηδὲ ἐν ταῖς κινήσεσι ταῖς σωματικαῖς φλέγεσθαί τε καὶ πυρπολεῖσθαι. ἄλλοι δὲ οὐχί φασιν, ἀλλ’ ἐπενόησέ τι φάρμακον ἐπιθεῖναι τοῖς μορίοις καὶ ἀποξηρᾶναι.
15ἕτεροι δὲ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρειν τολμῶσιν, ὡς ὅτι καὶ βοτά‐ νην τινὰ ηὗρεν ἰατρικὴν μνήμης ἕνεκα. καὶ τὰ μὲν ὑπέρογκα περὶ αὐτοῦ λεγόμενα οὐ πάνυ πεπιστεύκαμεν, ὅμως τὰ λεγόμενα ἐξειπεῖν οὐ παρελίπομεν. 4. Ἡ δὲ ἐξ αὐτοῦ φῦσα αἵρεσις πρῶτον μὲν ἐν τῇ τῶν Αἰγυπτίων
20χώρᾳ ὑπάρχουσα, τὰ νῦν δὲ παρ’ αὐτοῖς τοῖς ἐξοχωτάτοις καὶ δο‐
κοῦσι τὸν μονήρη βίον ἀναδεδέχθαι 〈εὑρίσκεται〉, παρὰ τοῖς φύσει409 in vol. 2
Haer
.

2

.

410

κατὰ τὰς ἐρημίας ἀναχωροῦσί τε καὶ τὴν ἀκτημοσύνην ἑλομένοις· δεινὴ δὲ καὶ αὕτη καὶ πασῶν τῶν παλαιῶν μοχθηροτέρα, ἡ καὶ σὺν ἐκείνοις τὰ ὅμοια φρονοῦσα. κἄν τε γὰρ αἰσχρότητα ἐπιτελεῖν οὐ παρασκευάζῃ τοὺς αὐτῇ μαθητευομένους, ἀλλ’ οὖν γε δεινοτέραν
5αἰσχρότητος † δεινὴν ὑπόνοιαν εἰς αὐτὸ τὸ θεῖον ἐνσκήπτει. ἐκ τού‐ του γὰρ καὶ Ἄρειος τὰς προφάσεις εἴληφε καὶ οἱ καθεξῆς Ἀνόμοιοί τε καὶ οἱ ἄλλοι. Φάσκει γὰρ οὗτος, τολμήσας δῆθεν περὶ τῶν ἀρχῶν λέγειν, πρῶ‐ τον μὲν ὅτι ὁ υἱὸς ὁ μονογενὴς ὁρᾶν τὸν πατέρα οὐ δύναται, ἀλλ’
10οὔτε τὸ πνεῦμα τὸν υἱὸν δύναται θεάσασθαι, οὔτε μὴν ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ αὕτη πρώτη αὐτοῦ πτῶσις. ἐκ γὰρ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ παντάπασιν ἀλλότριον πατρὸς τοῦτον εἰσηγεῖται, κτιστόν τε
ἅμα. βούλεται δὲ ὡς κατὰ χάριν τὸ υἱὸν αὐτὸν καλεῖσθαι λέγειν.410 in vol. 2
Haer
.

2

.

411

εἰσὶ δὲ καὶ ἄλλαι αὐτοῦ πτώσεις μείζους. τὴν ψυχὴν γὰρ τὴν ἀνθρω‐ πείαν λέγει προϋπάρχειν, ἀγγέλους δὲ ταύτας εἶναι καὶ δυνάμεις ἄνω, ἐν ἁμαρτίαις δὲ ἀμπλακησάσας καὶ τούτου ἕνεκεν εἰς τιμωρίαν εἰς τοῦτο τὸ σῶμα κατακεκλεισμένας. πέμπεσθαι δὲ ἀπὸ θεοῦ 〈κάτω〉
5πρὸς τιμωρίαν, ὅπως ἐνταῦθα πρώτην κρίσιν ὑποδέξωνται. διόπερ,
φησί, καὶ δέμας κέκληται τὸ σῶμα, διὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν411 in vol. 2
Haer
.

2

.

412

τῷ σώματι· τὴν πάλαι Ἐλλήνων μυθώδη ὑπόνοιαν φανταζόμενος. εἰς ταῦτα δὲ καὶ 〈ἄλλουσ〉 μύθους ἐκτίθεται. ψυχὴν γάρ φησι διὰ τοῦτο κα‐ λοῦμεν, διὰ τὸ ἄνωθεν ἐψύχθαι. μαρτυρίας δὲ κατὰ τὸν ἴδιον νοῦν ἐπιπλάσσεται ἀπὸ τῶν θείων γραφῶν, οὐχ οὕτως ἐχούσας οὐδὲ οὕ‐
5τως ἐκδεδομένας. τὸ γὰρ εἰπεῖν, φησί, τὸν προφήτην «πρὶν ἢ τα‐ πεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», [ἐξ] αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ πλημμελησάσης, πρὶν ἢ ἐν τῷ σώματι τεταπεινῶσθαι· καὶ τὸ εἰπεῖν «ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνά‐ παυσίν σου», ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ, ἐπι‐
10στρέφοντος εἰς τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργασίας δι‐ καιοπραγίαν. καὶ πολλὰ ἔστιν ἄλλα τοιαῦτα λέγειν. τὸ κατ’ εἰκόνα δέ φησιν ἀπολωλεκέναι τὸν Ἀδάμ. ἐντεῦθεν φησὶ καὶ τοὺς χιτῶνας τοὺς δερματίνους ἐπισημάνασθαι τὴν γραφήν· ὅτι, φησίν, 〈τό〉 «ἐποίη‐ σεν αὐτοῖς χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς» τὸ σῶμα, φησίν,
15ἐστί. καὶ πολλή τίς ἐστι παρ’ αὐτῷ ἡ ᾀδομένη χλεύη. τὴν δὲ τῶν
νεκρῶν ἀνάστασιν ἐλλιπῆ ποιεῖται, πῆ μὲν λόγῳ συνιστῶν ταύτην,412 in vol. 2
Haer
.

2

.

413

πῆ δὲ ἐξαρνούμενος τελειότατα, ἄλλοτε δὲ καὶ μέρος ἐξ αὐτῆς ἀνί‐ στασθαι 〈λέγων〉. ἀλληγορεῖ δὲ λοιπὸν ὅσαπερ δύναται, τόν τε παράδεισον τά τε τούτου ὕδατα καὶ τὰ ἐπάνω τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑποκάτω τῆς γῆς. ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια φλυαρῶν
5οὐ διαλείπει. ἤδη δὲ καὶ ἐν ἄλλοις τισὶ τόποις τὰ τοιαῦτα περὶ αὐτοῦ μνησθέντες διεξεληλύθαμεν. 5. Οὐδὲν δὲ καὶ νῦν λυπήσει αὖθις ἐν τῇ κατ’ αὐτὸν αἱρέσει περὶ τῆς αὐτῆς αἰτίας τε καὶ ὑποθέσεως διηγήσασθαι καὶ ἐξ αὐτῶν τῶν ὑπ’ αὐτοῦ ὑποβαλλομένων τὴν ἀνατροπὴν ποιήσασθαι. πολλὴ
10γὰρ ἡ τούτου εἰς ὕστερον γενομένη ἀτοπία καὶ ἐπιτήδευσις παρα‐ πεποιημένης ἐννοίας καὶ ἔξω βεβηκυίας τῆς ἀληθείας. ἔδοξε γὰρ κατὰ αἱρέσεων πασῶν τῶν πρὸ αὐτοῦ λέγειν καὶ ἀνατρέπειν ἑκάστην, ὕστερον δὲ καὶ αὐτὸς αἵρεσιν οὐ τὴν τυχοῦσαν ταύτην τῷ βίῳ ἐξή‐ μεσε. καὶ πρῶτον μὲν οὖν τὰ ὑπ’ αὐτοῦ ῥηθέντα εἰς ἔλεγχον
15τῆς αὐτοῦ παραπεποιημένης ἐπιπλάστου ἐννοίας παραθήσομαι, ἔπειτα
δὲ καὶ τὰ κατ’ αὐτοῦ ῥηθησόμενα παρὰ τῆς ἡμῶν μετριότητος ὑπο‐413 in vol. 2
Haer
.

2

.

414

δείξω. καὶ ἔστι τάδε, ὅσαπερ ἐν τῷ πρώτῳ ψαλμῷ εἰσηγήσατο τῷ βίῳ—ἐν πάσῃ γὰρ γραφῇ ἀεὶ ὀλισθαίνων κατὰ λέξιν ἐν τοῖς ἀναγκαίοις παρέπεσεν. ἐπειδὴ δὲ ὄγκος πολύς ἐστι (λέγεται γὰρ πολλὴν πεποιηκέναι σύνταξιν εἰς ἑκάστην γραφήν, ὡς ἔφην), * οὐ
5παρῃτήσατο εἰπεῖν ἃ αὐτῷ ἔδοξε. καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ τῶν προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ τῶν ἄλλων παρ’ αὐτοῦ εἴρηται, μέσος φερόμενος πολλάκις χαρίεντα διη‐ γήσατο· ὅσα δὲ εἰς δόγματα ἐδογμάτισε καὶ περὶ πίστεως καὶ μείζονος θεωρίας, τῶν πάντων ἀτοπώτατος τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν
10εὑρίσκεται, πλὴν τῶν ἐν ταῖς αἱρέσεσιν αἰσχρουργιῶν. ἔδοξε γὰρ αὐτὸς καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι, ὡς καὶ ἄνω μοι προδεδήλω‐ ται· διὸ καὶ τὸν θώρακα αὐτοῦ φασί τινες ἀπὸ ὑπερβολῆς πολι‐ τείας, ἀσιτίας τε καὶ ἀποχῆς ἐμψύχων πεπτωκέναι. φέρε δὴ οὖν αὐτὰς τὰς αὐτοῦ λέξεις παραθησόμεθα ἐκ τοῦ πρώτου ψαλμοῦ 〈μετὰ〉 καὶ
15τῶν ἐν αὐτῷ θεωριῶν, [καὶ] ὧν ἐδογμάτισεν, αὐτοῖς τοῖς λόγοις, ἵνα μή τινες εἴπωσι τὰ κατ’ αὐτοῦ ὑφ’ ἡμῶν λεγόμενα σεσυκοφαντῆσθαι. καὶ οὐχ ὅτι πάντως μόνον ἐν τῷ πρώτῳ ψαλμῷ ἐξέπεσε τῆς ἀλη‐ θείας, ἀλλὰ ὡς πολλάκις εἶπον, καὶ ἐν ἑκάστῃ ἐξηγήσει. διὰ δὲ τὸν ὄγκον τῆς αὐτοῦ πραγματείας ἀπὸ τοῦ προειρημένου ψαλμοῦ συλλέ‐
20ξαντες ἐνταυθοῖ, ἀπὸ [τῆς] μιᾶς ἢ δύο ἢ τριῶν λέξεων τὸ πᾶν τῆς414 in vol. 2
Haer
.

2

.

415

περὶ τὴν πίστιν μοχθηρίας αὐτοῦ ἀποκαλύψωμεν κατ’ αὐτῶν τε εἰ‐ πεῖν ἀναγκαίως ἐπιμελησώμεθα. καὶ ἔστιν εὐθὺς ἑκάστης λέξεως τὸ ἐδάφιον οὕτως, ὅπως γνῴης, ὦ φιλόκαλε ἀκροατά, ὅτι φανερώτατα τὸν υἱὸν τοῦ θεοῦ κτίσμα ἐδογμάτισε, καὶ ἀπὸ τῆς περὶ τοῦ υἱοῦ
5τόλμης γνῷς ὅτι τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος εἰσηγή‐ σατο. ἀπ’ ἀρχῆς οὖν ἀναλέξωμεν τὸν ψαλμόν, ἕως αὐτῆς τῆς λέξεως, ὡς αὐτὸς Ὠριγένης ἔφη·
Τῶν Ὠριγένους εἰς τὸν α ψαλμὸν ἀρχή. 6. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι
10τῇ «κλειδὶ τοῦ Δαυίδ», τάχα δὲ καὶ σφραγῖδι, περὶ ἧς εἴρηται τό «ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ», τουτέστι τῇ δυνάμει τοῦ δεδωκότος αὐτὰς θεοῦ τῇ ἀπὸ τῆς σφραγῖδος δηλουμένῃ. περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων «καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ
15ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν». καὶ μετ’ ὀλίγα «καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον
20ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε, ἰδού, ἐνίκησεν ὁ λέων ὁ
25ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφρα‐415 in vol. 2
Haer
.

2

.

416

γῖδας αὐτοῦ». περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαΐας οὕτως «καὶ ἔσται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγον‐ τες· ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.
5καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγνωθι τοῦτο. καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμ‐ ματα». ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας γραφῆς, ὁμολο‐ γουμένως κἂν παρὰ τοῖς μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις πε‐
10πληρωμένης αἰνιγμάτων καὶ παραβολῶν, σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει. ὅπερ διδάξαι βουλόμενος καὶ ὁ σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμμα‐ τεῦσι καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό «οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ
15εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν». 7. Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέγιστον ἀγῶνα καὶ ὁμο‐ λογουμένως ὑπὲρ ἡμᾶς καὶ τὴν ἕξιν ἡμῶν ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητός σου καὶ τῆς μετριότητος, ἱερὲ Ἀμβρόσιε, κατελθεῖν. καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν
20με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλέον τοῦ γράφειν καὶ τοῖς μεθ’ ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς καὶ κατὰ προτροπὴν θεότητος εἰς τοῦτο ἤγαγές [με], μάρτυς ἔσῃ μοι πρὸς θεὸν μεθ’ ὅλου τοῦ βίου καὶ περὶ τῶν ὑπηγορευμέ‐ νων ἐξεταζομένῳ, ποίᾳ τε προθέσει τοῦτο γεγένηται. καὶ πῆ μὲν ἐπι‐
25τυγχάνομεν, πῆ δὲ ἤτοι βιαζόμεθα βιαιότερον ἢ * δοκοῦμεν * τι λέγειν. ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ «ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ» καλῶς εἰρημένου, καὶ τοῦ «περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός». ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς θεοῦ καλὸν εἶναι δύναται καὶ μάλιστα νόησις γραφῶν θεοπνεύστων, ὅπως τῷ
30θεῷ καὶ πατρὶ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ416 in vol. 2
Haer
.

2

.

417

θεοῦ προσιὼν αἰτήσῃς δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν, ἐπεὶ κεῖται τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ θεῷ τῷ οὐχ ὁδῷ ἐπὶ τοῦτο προϊόντων.
Ἕως ὧδε τὰ ἀπὸ Ὠριγένους.
5 8. Ἀρχὴ δέ μοι λέγειν πρὸς τὸν κομπώδη καὶ δοκήσει σοφὸν καὶ ἐρευνητὴν τῶν ἀνερευνήτων καὶ ἐκβιβαστὴν τῶν ἐπουρανίων του‐ τονί, τὸν φλυαρίας ἐμπλήσαντα τὸν βίον, ὡς καὶ ὁ κρείττων ἡμῶν κατ’ αὐτοῦ εἴρηκε, πρῶτον περὶ γενητοῦ θεοῦ. καὶ ὅτι μὲν ὁμο‐ λεξίαι τε καὶ ὁμωνυμίαι πολλαὶ ἐν τῷ βίῳ εἰσίν, παντί τῳ δῆλόν
10ἐστιν. καὶ εἰ μὲν ὑπὸ ἄλλου ἡ λέξις ἐλέγετο, ἦν εἰπεῖν ὅτι κατὰ ὀρθὴν διάνοιαν καὶ τοῦτο εἴρηται· ὁπότε δὲ ἐν πολλοῖς τόποις εὕ‐ ραμεν αὐτὸν κακῶς τὸν μονογενῆ θεὸν ἀπαλλοτριοῦντα τῆς τοῦ πατρὸς θεότητός τε καὶ οὐσίας, ὁμοῦ δὲ καὶ τὸ ἅγιον πνεῦμα, τού‐ του χάριν τῷ γενητὸν θεὸν εἰρηκέναι αὐτὸν σαφές ἐστιν ὅτι κτιστὸν
15ὁρίζεται. Ὡς γάρ τινες ἡμᾶς βούλονται σοφίζεσθαι καὶ λέγειν ἴσον τὸ γενητὸν εἶναι τῷ γεννητῷ, οὐ παραδεκτέον 〈τοῦτο〉· * [δὲ] ἐπὶ θεοῦ λέγειν ἀλλ’ ἢ ἐπὶ τὰ κτίσματα μόνον. ἕτερον γάρ ἐστι γενητὸν καὶ ἕτερόν ἐστι γεννητόν. εἰς τὸ γοῦν παρ’ αὐτῷ ῥηθὲν κτιστὸν ἤτοι
20γενητὸν θεόν, πρῶτον ἐρωτῶμεν· ποίοις τρόποις ἔκτισται ὁ παρὰ σοῦ διὰ τῆς λέξεως ταύτης τιμώμενος θεός, πῶς δέ ἐστι προσκυνη‐ τός, εἰ ἔστι ποιητός; ἄφελε γὰρ τὴν μέμψιν τὴν παρὰ τῷ ἁγίῳ ἀποστόλῳ ἐπὶ τοῖς τὴν κτίσιν θεολογοῦσι καὶ ἐπίδος μοι θεὸν προσ‐
κυνούμενον κτιστὸν κατὰ τὴν εὐσεβῆ πίστιν, τὴν μὴ τῇ κτίσει προσ‐417 in vol. 2
Haer
.

2

.

418

κυνοῦσαν ἀλλὰ τῷ κτίσαντι, καὶ ἔσται παρὰ σοὶ εὔλογος ἡ τοῦ πε‐ πλανημένου σου λόγου ἀπὸ τῆς τῶν πατέρων εὐσεβείας ἀκολουθία. ἀλλὰ οὐ μὴν δύνασαι τοῦτο παραστῆσαι. εἰ δὲ καὶ ἐτόλμας ἀπο‐ συλῆσαί ποθεν καὶ βιάσασθαι, οὐδὲ ἐν τούτῳ τὸν εὔλογον λογισμὸν
5τῶν θεοσεβῶν παρεκτρέπειν εἰς τοσαύτην φαυλότητα δυνήσῃ, ὦ θεή‐ λατε. ἀντιμάχεται γάρ σοι καὶ τὸ φρόνημα καὶ ὁ λόγος. πᾶν γὰρ τὸ κτιστὸν οὐ προσκυνῃτόν, ὡς ἔφην. εἰ δὲ ὅλως προσκυνητόν, πολ‐ λῶν ἄλλων ὑπαρχόντων κτιστῶν οὐδὲν ἂν διοίσει τὸ καὶ ἡμᾶς μετὰ τοῦ ἑνὸς κτιστοῦ τὰ ὅλα προσκυνεῖν, σύνδουλα ὄντα καὶ τῇ αὐτῇ
10ἀγωγῇ τῆς ὀνομασίας ὑποπεπτωκότα. 9. Ἴδωμεν δὲ διὰ τῶν τεσσάρων εὐαγγελίων, δι’ ὧν τὴν πᾶσαν ἡμῶν ζωὴν ᾠκονόμησεν ἐλθὼν ὁ θεὸς Λόγος, εἴ που εἴρηκεν ὁ Χρι‐ στός «ὁ θεός με ἔκτισεν» ἢ «ὁ πατήρ μου ἔκτισέ με». ἴδωμεν δὲ εἰ καὶ ὁ πατὴρ ἀπεφήνατο ἐν ἑνὶ τῶν εὐαγγελίων ὅτι «ἔκτισα τὸν υἱὸν
15καὶ ἀπέσταλκα ὑμῖν». ἀλλὰ περὶ τούτου ἕως ὧδε τὰ νῦν ἐχέτω. περὶ γὰρ μαρτυριῶν πολλάκις κατὰ τῶν τὸ κτίσμα παρεισαγόντων πολλὰ ἐξεθέμεθα. οὐδὲν δὲ λυπήσει καὶ ἐν τῷ παρόντι δεῖξαι τὸ εὔληπτον τοῦ λόγου καὶ εἰπεῖν πρὸς τοῦτον τὸν ἐθελόσοφον· πῶς δύναται κτιστὸς εἶναι, ὦ οὗτος, ὁ λέγων «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ
20πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν;» πῶς δὲ δύναται ἀλλοῖος εἶναι ὁ τὴν ἴσην τιμὴν πρὸς τὸν πατέρα ἔχων; «οὐδεὶς γὰρ οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱός» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Πάλιν δὲ ὡσαύτως, ὅσα αὐτῷ περὶ ἀναστάσεως ἀμφιβάλλεται,
25ἐπιλαβόμενοι τῆς ἀκολουθίας αὖθις ἐροῦμεν ἐκ τῶν αὐτοῦ ῥητῶν. ἀπὸ μιᾶς δὲ λέξεως τὸ πᾶν τῆς γνώμης αὐτοῦ ἀποδείξωμεν καὶ τὸ ἄπιστον τῆς δόξης τοῦ αὐτοῦ δόγματος ἀποκαλύψωμεν. εἰ 〈γὰρ〉 καὶ διὰ πλάτους αὐτῷ εἴρηται πολλάκις περὶ τούτου καὶ ἐν πολλαῖς βίβλοις πεφλυάρηται, ὅμως τὴν ἔλεγξιν παραθήσομαι ἀφ’ ὧν ἐν τῷ
30πρώτῳ ψαλμῷ ἐξηγήσατο κατὰ τῶν τὴν ἀνάστασιν τῆς βεβαίας ἐλ‐418 in vol. 2
Haer
.

2

.

419

πίδος ἡμῶν πεπιστευκότων. 10. Καὶ ἔστιν οὕτως· λέγει «διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει». εἶτα (ὡς ἔθος ἐστὶν αὐτῷ ἀπὸ τῶν ἐκδόσεων φαντάζειν)· ὁμοίως, φησί, Θεοδοτίων Ἀκύλας Σύμμαχος. εἶτα ἐπιφέρει κατὰ τῶν υἱῶν τῆς ἀληθείας σκωπτωδῶς·
5 Ἐντεῦθεν, φησίν, οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομί‐ ζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι καὶ τῆς θείας κρίσεως μὴ καταξιοῦσθαι· τί νοοῦντες τὴν ἀνάστασιν καὶ ποταπὴν τὴν κρίσιν φαν‐ ταζόμενοι, οὐ πάνυ σαφηνίζοντες. κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαί‐ νεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὸ ἑξῆς ἀκόλουθον σῴζειν οὐ δυνα‐
10μένους, μὴ κεκρατηκότας τὸν περὶ ἀναστάσεως καὶ κρίσεως τρόπον. ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται, φησίν, ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅλης. ἐὰν δὲ προσαπορήσωμεν, συμπεριφερόμενοι τῇ ἀκεραιότητι αὐτῶν καὶ οὐδὲν
15περὶ τοῦ ῥευστὴν εἶναι τὴν οὐσίαν *, ἐξετάζοντες· εἰ συναναστήσονται τὰ ἀπορρεύσαντα ἐν φλεβοτομίαις αἵματα καὶ αἱ ἐκτακεῖσαι ἐν νόσοις σάρκες καὶ τρίχες πᾶσαι αἱ πώποτε γενόμεναι ἡμῶν ἢ μόναι αἱ ἐπὶ τῷ τέλει πρὸς
τῇ ἐξόδῳ, θλιβόμενοι ὁτὲ μὲν προσκόπτουσι [καὶ] τῇ γινομένῃ ἐξετάσει,419 in vol. 2
Haer
.

2

.

420

οἰόμενοι δεῖν ἐπιτρέπειν τῷ θεῷ ὃ βούλεται περὶ τούτων ποιεῖν, ὁτὲ δὲ δοκοῦντες συγκαταβαίνειν τὰς ἐπὶ τέλει ταύτης τῆς ζωῆς τρίχας φασὶν ἡμῖν συναναστήσεσθαι. οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αἵματα αὐτῶν συνάγειν τῷ λόγῳ τὰ πολλάκις ἀπεκκριθέντα τῶν σωμά‐
5των ἡμῶν καὶ τὰς μεταβαλλούσας σάρκας ἐν νόσοις 〈εἰσ〉 ἱδρῶτας ἢ οἵαν δήποτε ὕλην, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀνίστασθαι σῶμα. 11. Ταῦτά ἐστι τὰ τοῦ προειρημένου ἐθελοσόφου ἐπαπορητικὰ πρὸς τὴν ἀλήθειαν λεξίδια, ἃ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τοῖς βουλομένοις εἰδέναι τὸν πάντα νοῦν αὐτοῦ τῆς περὶ ἀναστάσεως
10ἀπιστίας. καὶ γὰρ καὶ ἄλλα ἔχει μεθ’ ἕτερα * πολλὰ ἐν ταύτῃ τῇ τοῦ ψαλμοῦ ἀκολουθίᾳ. φάσκει γάρ «διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει»· ἐντεῦθεν δὲ ἐπιλαμβάνεται καὶ ἐπέκεινα 〈κατὰ〉 τῶν τὴν ἀσφαλῆ ἀνάστασιν ὁριζόντων καὶ τὴν βεβαίαν ἐλπίδα τῆς τῶν νεκρῶν ἀναστάσεως πιστευόντων, ὡς ἀκεραίων ὄντων, πολλὰ
15μοχθηρὰ ἐπειπὼν καὶ σοφιστικήν τινα ὑπόνοιαν ὑφηγησάμενος, οὔτι πιστικόν, ἀλλὰ συλλογιστικὸν πᾶν ὁτιοῦν εἰς καταστροφὴν τῶν αὐτῷ πεισθέντων *, ἐκ τῶν κατὰ φύσιν ἡμῖν συμβαινόντων ἀνατρέψαι ἐπειράθη τῆς αὐτῆς ἀναστάσεως ἡμῶν ἐν ἀληθείᾳ ἐλπίδος τὴν ὁμο‐ λογίαν.
20 Ἐγὼ δὲ τῶν καλῶς ἤδη κεκμηκότων καὶ δικαιότατα ἀνατρε‐ ψάντων τὴν πᾶσαν αὐτοῦ ἐπινενοημένην ῥητορικὴν κακουργίαν μὴ ἐν τόλμῃ καλλίων βουλόμενος εἶναι, οἷα δὴ βραχὺς ὑπάρχων, ἀρ‐ κεσθῆναι ἐνόμισα καλῶς ἔχειν τοῖς ὑπὸ τοῦ μακαρίτου Μεθοδίου εἰς τὸν περὶ τῆς ἀναστάσεως λόγον κατὰ τοῦ αὐτοῦ Ὠριγένους εἰρημέ‐
25νοις, ἅτινα ἐνταῦθα κατὰ λέξιν παραθήσομαι. καὶ ἔστι τὰ ὑπὸ Με‐
θοδίου οὕτως, ὡς καὶ αὐτὸς ἐτάξατο·420 in vol. 2
Haer
.

2

.

421

Τῶν Ὠριγένους ἐπιτομὴ ἐκ τῶν Μεθοδίου. 12. Ἐντεῦθεν οἱ ἁπλούστεροι τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι *, τί νοοῦντες τὴν ἀνάστασιν *. κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει,
5τὰ ἑξῆς ἀκολούθως σῴζειν μὴ δυναμένους, *. ἐὰν οὖν πυνθανώμεθα αὐ‐ τῶν, τίνος ἡ ἀνάστασις γίνεται, ἀποκρίνονται ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅλης. ἐὰν δὲ προσαπορήσωμεν, συμπερι‐ φερόμενοι τῇ ἀκεραιότητι αὐτῶν *, εἰ συναναστήσεται τὰ ἀπορρεύσαντα ἐν
10φλεβοτομίαις αἵματα καὶ σάρκες καὶ τρίχες αἱ πώποτε γενόμεναι ἢ μόναι αἱ πρὸς τῇ ἐξόδῳ, θλιβόμενοι εἰς τὸ τῷ θεῷ 〈ἐξεῖναι〉 ποιεῖν ἃ βούλεται προστρέχουσιν· οἱ δὲ γενναιότεροι αὐτῶν, ἵνα μὴ ἀναγκάζωνται τὰ αὐτὰ
αἵματα συνάγειν τῷ λόγῳ, ἃ πολλάκις ἀπεκκριθῆναι τῶν σωμάτων ἡμῶν421 in vol. 2
Haer
.

2

.

422

συνέβη *, φασὶ τὸ ἐπὶ τέλει ἡμῶν ἀναστήσεσθαι σῶμα. προσηπορήσαμεν δέ, διὰ τὸ τρεπτὴν εἶναι τὴν σωματικὴν φύσιν καὶ τοιαῦτα· ὥσπερ εἰς τὸ ἡμέτερον σῶμα αἱ τροφαὶ κατατάττονται καὶ μεταβάλλουσι τὰς ὁμοιότητας, οὕτως καὶ τὰ ἡμέτερα σώματα μεταβάλλονται ἐν τοῖς σαρκοβόροις οἰω‐
5νοῖς καὶ θηρίοις καὶ γίγνεται μέρη τῶν ἐκείνων σωμάτων, καὶ πάλιν ἐκεῖνα ὑπὸ ἀνθρώπων ἢ ἑτέρων ζῴων ἐσθιόμενα ἀντιμεταβάλλεται καὶ γίγνεται ἀνθρώπων ἢ ἑτέρων ζῴων σώματα. καὶ τούτου ἐπὶ πολὺ γι‐ γνομένου ἀνάγκη τὸ αὐτὸ σῶμα πλειόνων ἀνθρώπων πολλάκις γίγνεσθαι μέρος. τίνος οὖν ἔσται σῶμα ἐν τῇ ἀναστάσει; καὶ οὕτως εἰς βυθὸν ἡμᾶς
10φλυαρίας ἀλόγου συμβήσεται ἐμπίπτειν. 13. Καὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα εἶναι δυνατὰ τῷ θεῷ καταφεύγουσι καὶ λέξεις τῶν γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκ‐ δοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται· οἷον τὴν ἐν τῷ Ἰεζε‐ κιήλ «καὶ ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ
15ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ’ αὐτὰ κυκλόθεν κύκλῳ· καὶ ἰδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπεν πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπον· κύριε ὁ θεός, σὺ ἐπί‐ στασαι ταῦτα. καὶ εἶπε πρός με· προφήτευσον, υἱὲ ἀνθρώπου· καὶ ἐρεῖς
20πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωναῒ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὑμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ’ ὑμᾶς νεῦρα καὶ ἐπάξω ἐφ’ ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐφ’ ὑμᾶς δέρμα καὶ δώσω τὸ πνεῦμά μου ἐφ’ ὑμᾶς καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος».
25τούτῳ μὲν οὖν 〈ὡσ〉 πιθανωτέρῳ χρῶνται τῷ ῥητῷ. καὶ ἄλλα δὲ 〈συλ〉λέγουσιν422 in vol. 2
Haer
.

2

.

423

εὐαγγελικά, οἷον [ὡς] τό «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν‐ των» καὶ τό «φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ» καὶ τὸ ἐν τῷ Παύλῳ «ζωοποιήσει τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν».
5 14. Χρὴ δὲ πάντα τὸν φιλαλήθη κατὰ ταὐτὸν τούτοις τὸν νοῦν ἐπι‐ στήσαντα περὶ τῆς ἀναστάσεως ἀγωνίσασθαι, σῶσαί τε καὶ τὴν τῶν ἀρ‐ χαίων παράδοσιν καὶ φυλάξασθαι μὴ ἐμπεσεῖν εἰς φλυαρίαν πτωχῶν νοη‐ μάτων, ἀδυνάτων τε ἅμα καὶ θεοῦ ἀναξίων. τοῦτο οὖν εἰς τὸν τόπον τοῦτον διαληπτέον, ὅτι πᾶν σῶμα ὑπὸ φύσεως συνεχόμενον τῆς κατατατ‐
10τούσης ἔξωθέν τινα δίκην τροφῆς εἰς αὐτὸ καὶ ἀπεκκρινούσης ἀντὶ τῶν ἐπεισαγομένων ἕτερα, ὥσπερ τὰ τῶν φυτῶν καὶ τῶν ζῴων, τὸ ὑλικὸν ὑπο‐ κείμενον οὐδέποτε ἔχει ταυτόν. διόπερ οὐ κακῶς ποταμὸς ὠνόμασται τὸ σῶμα, διότι ὡς πρὸς τὸ ἀκριβὲς τάχα οὐδὲ δύο ἡμερῶν τὸ πρῶτον ὑπο‐ κείμενον ταὐτόν ἐστιν ἐν τῷ σώματι ἡμῶν, καίτοι γε τοῦ οἱονεὶ Παύλου
15ἢ Πέτρου ἀεὶ τοῦ αὐτοῦ ὄντος, (οὐ [τοῦ] κατὰ ψυχὴν μόνον, ἧς ἡ οὐσία οὔτε ῥεῖ καθ’ ἡμᾶς οὔτ’ ἐπεισαγόμενόν τι ἔχει ποτέ), κἂν ῥευστὴ ᾖ ἡ φύσις τοῦ σώματος, τῷ τὸ εἶδος τὸ χαρακτηρίζον τὸ σῶμα ταὐτὸν εἶναι, ὡς καὶ τοὺς τύπους μένειν τοὺς αὐτοὺς τοὺς τὴν ποιότητα Πέτρου καὶ Παύλου τὴν σωματικὴν παριστάνοντας, καθ’ ἣν ποιότητα καὶ οὐλαὶ ἐκ παίδων
20παραμένουσι τοῖς σώμασι καὶ ἄλλα τινὰ ἰδιώματα, 〈ὡσ〉 φακοὶ καὶ ἐπὶ τούτοις εἴ τί ἐστιν ὅμοιον· τοῦτο τὸ εἶδος, καθ’ ὃ εἰδοποιεῖται ὁ Πέτρος καὶ ὁ Παῦλος, τὸ σωματικόν, [ὃ] ἐν τῇ ἀναστάσει περιτίθεται πάλιν τῇ ψυχῇ, ἐπὶ τὸ κρεῖττον μεταβάλλον, οὐ πάντως τόδε τὸ ἐκτεταγμένον τὸ
κατὰ τὴν πρώτην ὑποκείμενον. ὥσπερ δὲ τὸ εἶδος 〈ταὐτόν〉 ἐστιν ἐκ βρέ‐423 in vol. 2
Haer
.

2

.

424

φους μέχρι τοῦ πρεσβυτέρου, κἂν οἱ χαρακτῆρες δοκῶσι πολλὴν ἔχειν παραλλαγήν, οὕτως νοητέον καὶ τὸ ἐπὶ τοῦ παρόντος εἶδος ταὐτὸν εἶναι τῷ μέλλοντι, πλείστης ὅσης ἐσομένης τῆς ἐπὶ τὸ κάλλιον μεταβολῆς. ἀναγκαῖον γὰρ τὴν ψυχὴν ἐν τόποις σωματικοῖς ὑπάρχουσαν κεχρῆσθαι
5σώμασι καταλλήλοις τοῖς τόποις. καὶ ὥσπερ ἐν θαλάσσῃ ζῆν ἡμᾶς ἐνύ‐ δρους γενομένους εἰ ἐχρῆν, πάντως ἂν ἡμᾶς ἔδει βράγχια ἔχειν καὶ τὴν ἄλλην ἰχθύων κατάστασιν, οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρα‐ νῶν καὶ ἐν τόποις διαφέρουσιν ἔσεσθαι ἀναγκαῖον χρῆσθαι σώμασι πνευ‐ ματικοῖς· οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ ἐνδοξό‐
10τερον γένηται αὐτοῦ ἡ τροπή, ὥσπερ ἦν τὸ Ἰησοῦ εἶδος καὶ Μωυσέως καὶ Ἠλίου οὐχ ἕτερον ἐν τῇ μεταμορφώσει παρ’ ὃ ἦν. 15. Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενον ἄν τις λέγοι μὴ ἔσεσθαι ταὐτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάνειν δυναμένοις δείκνυσιν ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν ταὐτὸν εἶναι τὸ πρῶτον ὑποκείμενον.
15ἄξιον δὲ ἐπιστῆσαι καὶ τὸ ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι· «σπείρεται γὰρ σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», καὶ ἐπιφέρει πάλιν ὁ ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα 〈πᾶσαν〉 διδάσκων ἀπο‐ τίθεσθαι μέλλειν ἡμᾶς τοῦ εἴδους σῳζομένου κατὰ τὴν ἀνάστασιν· «τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ
20δύνανται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν». ἴσως μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον 〈σῶμα〉 διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα, σὰρξ δὲ οὐκέτι, ἀλλ’ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτη‐ ρισθήσεται ἐν τῷ πνευματικῷ σώματι. Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ
25ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν. καὶ πρῶτόν γε 〈πρὸσ〉 τὰ ἐν τῷ Ἰεζεκιήλ,424 in vol. 2
Haer
.

2

.

425

ἐφ’ ὅσον ἐπὶ τούτοις βούλονται * οἱ ἁπλούστεροι· κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων. ἅμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γὰρ εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον,
5ὥσπερ οὐδὲ ἐν τῷ «ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν Ἅιδην», καί «ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μου» καί «ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου», φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν. ἐπιφέρεται γοῦν τῷ λόγῳ ὅτι «αὐτοὶ λέγουσιν ὅτι ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν». ἆρά γε λέγουσι «ξηρὰ γέγονε τὰ ὀστέα ἡμῶν», θέλοντες ἀνίστα‐
10σθαι συναχθέντα; ἀλλὰ τοῦτο ἀμήχανον. λέγοιεν δ’ ἄν· «ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν», ἐν αἰχμαλωσίαις γενόμενοι καὶ πᾶσαν ζωτικὴν νοτίδα ἀπο‐ βεβληκότες· ἐπιφέρουσι γοῦν τό «ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκα‐ μεν». οὐκοῦν ἡ ἐπαγγελία τῆς ἀναστάσεως τοῦ λαοῦ ἐστιν ἀπὸ τοῦ πτώ‐ ματος καὶ τῆς οἱονεὶ νεκρότητος ἣν νενέκρωνται διὰ τὰ ἁμαρτήματα τοῖς
15ἐχθροῖς παραδοθέντες. καὶ οἱ ἁμαρτωλοὶ δὲ ὑπὸ τοῦ σωτῆρος λέγονται εἶναι «τάφοι γέμοντες ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας». πρέπει δὲ τῷ θεῷ ἀνοίγειν τὰ μνημεῖα ἑκάστου καὶ ἐξάγειν ἐκ τῶν μνημείων ἡμᾶς ἐζωοποιημένους, ὥσπερ ὁ σωτὴρ τὸν Λάζαρον εἵλκυσεν ἔξω. 16. Τὸ δέ «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων» πρὸς
20αὐτοὺς ἀπορητέον ὅτι ὡς ἐν τούτῳ τῷ βίῳ πᾶν μέλος εἴς τινα χρείαν ὁ δημιουργὸς κατεσκεύασεν, οὕτως καὶ τοὺς ὀδόντας εἰς τὸ διακόπτεσθαι τὴν στερεὰν τροφήν. τίς οὖν χρεία τοῖς κολαζομένοις ὀδόντων; οὐ γὰρ εἰς τὴν Γέενναν ὄντες κατ’ αὐτοὺς φάγονται. καὶ δεικτέον ὅτι οὐ πάντα
παραλαμβάνεσθαι δεῖ κατὰ τὸ κείμενον. «ὀδόντας γοῦν ἁμαρτωλῶν», φη‐425 in vol. 2
Haer
.

2

.

426

σίν, «συνέτριψας» καὶ «τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος». τίς δὲ οὕτως ἠλίθιος ὡς ὑπολαμβάνειν ὅτι τηρῶν τὰ σώματα τῶν ἁμαρτωλῶν ὁ θεὸς τοὺς ὀδόντας αὐτῶν μόνον συντρίβει; ὥσπερ οὖν εἴ τις θέλων ταῦθ’ οὕτως ἔχειν θλιβόμενος εἵλκετο ἐπ’ ἀλληγορίαν, οὕτως ζητητέον
5τῶν κολαζομένων τὸν βρυγμὸν τῶν ὀδόντων, τῆς ψυχῆς δύναμιν μασητικὴν ἐχούσης, ἥτις ἐν καιρῷ τοῦ ἐλέγχου περὶ τῶν ἁμαρτημάτων κατὰ τὸν συγ‐ κρουσμὸν τῶν † ὀδόντων ὧν ἐφρόνησε βρύξει τοὺς ὀδόντας. τὸ δὲ «φο‐ βήθητε τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν Γεέννῃ» τάχα μὲν διδάσκει ὅτι ἀσώματος ἡ ψυχή, τάχα δὲ καὶ δηλοῖ ὅτι χωρὶς
10σώματος οὐ κολασθήσεται· περὶ οὗ φυσιολογοῦντες τὰ περὶ τοῦ εἴδους καὶ τοῦ πρώτου ὑποκειμένου εἰρήκαμεν. καὶ τὸ παρὰ τῷ ἀποστόλῳ δέ «ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα», θνητοῦ ὄντος τοῦ σώματος καὶ οὐ μετέχοντος τῆς ἀληθινῆς ζωῆς, δύναται παριστάνειν ὅτι τὸ σωματικὸν εἶδος περὶ οὗ εἰρήκαμεν, τῇ φύσει θνητὸν ὄν, «ὅταν ὁ Χριστὸς φανερωθῇ,
15ἡ ζωὴ ἡμῶν», καὶ αὐτὸ μεταβάλλει ἀπὸ τοῦ εἶναι «σῶμα θανάτου», ζωο‐ ποιηθὲν διὰ τοῦ πνεύματος τοῦ ζωοποιοῦντος, ἐκ τοῦ 〈σαρκικοῦ〉 πνευμα‐ τικὸν γεγονός. καὶ τό «ἐρεῖ δέ τις, πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;» γυμνῶς παρίστησιν ὅτι τὸ πρῶτον ὑποκείμενον οὐκ ἀναστήσεται. εἰ γὰρ καλῶς ἐλάβομεν τὸ παράδειγμα, τηρητέον ὅτι ὁ σπερματικὸς λόγος
20ἐν τῷ κόκκῳ τοῦ σίτου δραξάμενος τῆς παρακειμένης ὕλης καὶ δι’ ὅλης
αὐτῆς χωρήσας, περιδραξάμενός 〈τε〉 αὐτῆς τοῦ αὐτοῦ εἴδους, ὧν ἔχει δυ‐426 in vol. 2
Haer
.

2

.

427

νάμεων ἐπιτίθησι τῇ ποτε γῇ καὶ ὕδατι καὶ ἀέρι καὶ πυρί, καὶ νικήσας τὰς ἐκείνων ποιότητας μεταβάλλει ἐπὶ ταύτην ἧς ἐστιν αὐτὸς δημιουργός· καὶ οὕτως συμπληροῦται ὁ στάχυς, εἰς ὑπερβολὴν διαφέρων τοῦ ἐξ ἀρχῆς κόκκου μεγέθει καὶ σχήματι καὶ ποικιλίᾳ.
5
Πρόκλου τοῦ αὐτοῦ. 17. Ἃ μὲν οὖν Ὠριγένης εἰς τὴν περὶ τῆς ἀναστάσεως ἐγχειρῶν πραγματείαν ἐσπούδασε, ποικιλωτάτην ἐπιδεικνύμενος θεωρίαν, τοσαῦτα ὡς ἐν ἐπιτομῇ· ἐνθυμοῦ δὲ καὶ τὰ τούτοις ἀκόλουθα ἐφεξῆς. λείπεται γὰρ τὰς ἀπὸ τῶν γραφῶν ἔτι πρὸς τοῖς εἰρημένοις μαρτυρίας παραλαβεῖν,
10ἵν’ ὥσπερ ἀνδριὰς πάντα τὰ μέρη συμμέτρως 〈ἔχουσα, οὕτωσ〉 ὁ λόγος οὗ‐ τος 〈συμμετρίαν〉 λαβὼν ὅλος ἐκ πλήρους ᾖ κατεσκευασμένος, [ἀλλὰ] μηδὲν ἔχων ἐνδεὲς τῶν εἰς σχῆμα καὶ κάλλος συναγομένων. τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων
15τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἅτε ἀδυνατοῦντος ἀτρέπτου δι’ αἰῶνος μέ‐ νειν, ἀλλὰ ἐπὶ τοῦ πνευματικοῦ, ἐν ᾧ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζό‐ μενος χαρακτὴρ τηρηθήσεται, ἵν’ ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾖ, καθάπερ ἐλέχθη καὶ Ὠριγένει. οὕτω γὰρ ἐκεῖνος ἔσεσθαι τί‐
20θεται τὴν ἀνάστασιν. ῥευστοῦ γὰρ ὄντος τοῦ σώματος τοῦ ὑλικοῦ καὶ μηδέποτε μένοντος ἐφ’ ἑαυτῷ κἂν τὸ βραχύ, ἀλλὰ προσγι〈γ〉νομένου καὶ ἀπο‐
γι〈γ〉νομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ’ οὗ καὶ συγκρα‐427 in vol. 2
Haer
.

2

.

428

τεῖται τὸ σχῆμα, ἀνάγκη, φησί, τὴν ἀνάστασιν ἐπὶ μόνου τοῦ εἴδους σῴ‐ ζεσθαι δεῖν προσδοκᾶν. καὶ ἵνα μὴ εἴπῃς ὅτι οὐ μανθάνω· σκοτεινῶς ἐκεῖνος γὰρ τοῦτο διέλαβεν, ἐγὼ δέ σοι σαφέστερον ὧδε τὸν νοῦν τούτων ἐξηγήσομαι. ἤδη γὰρ πάντως ἑώρακας δέρμα ζῴου ἢ ἄλλο τι τοιοῦτο
5γεμισθὲν ὕδατος, ὅπως ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οἷον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς αὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι. φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κε‐ νωθῆναι τοῦ ὕδατος, εἰ μὴ τοιοῦτο ἀνάγκη φαίνεσθαι τὸ προστιθέμενον
10οἷον καὶ τὸ πρότερον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περὶ ὃ εἰσρεῖ καὶ ἀπορρεῖ τὸ ὕδωρ. καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μετα‐ βαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ὀφθαλ‐
15μοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωπον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ’ ὃ εἰδο‐ ποιοῦνται τὰ προσγιγνόμενα. καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ’ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι (τοῦτο γὰρ
20μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν 〈καὶ〉 ἀεὶ δια‐ σῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐν‐ θάδε· ὃ δὲ ἐκεῖ τὸ ὕδωρ ἐπὶ τῆς εἰκόνος, τοῦτο ἐνταῦθα τὸ προσγιγνό‐
μενον καὶ ἀπογιγνόμενον. ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ428 in vol. 2
Haer
.

2

.

429

αὐτοῦ, ὅμως ὁ χαρακτὴρ κατὰ τὴν αὐτὴν μορφὴν ὁ αὐτὸς σῴζεται, οὑτωσὶ καὶ τότε οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ’ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον τὸ Ἰησοῦ κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ
5ὄρος ἀνέβη μετὰ Πέτρου, καὶ τὸ Μωυσέως καὶ τὸ Ἠλίου τῶν ὀφθέν‐ των αὐτῷ. 18. Καὶ ταῦτα μὲν οὖν μέχρι τοσούτου διεσκέφθω· οὗτος γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοῦς. ἐὰν δέ τις τῶν ἀμφισβη‐ τούντων προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ «πρωτότοκον τῶν
10νεκρῶν» καὶ «ἀπαρχὴν» αὐτὸν εἰρῆσθαι «τῶν κεκοιμημένων», λέγοι ὅτι καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντων 〈σώματα〉 ὡσαύτως ἐκείνῳ δεῖν προσδοκᾶν ἀναστήσεσθαι, ἵνα ὥσπερ Χριστὸς ἐγήγερται, «οὕτως ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ», ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ 〈σῶμα〉, καὶ τὰς σάρκας ἔχον ἃς εἶχε καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη
15καὶ Θωμᾶς, λέξομεν· ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν «ἐκ θελήματος ἀνδρός», «ἡδονῆς ὕπνῳ συνελθούσης», «ἐν ἀνομίαις συλληφθὲν καὶ κισση‐ θὲν ἐν ἁμαρτίαις», ἀλλὰ «ἐκ πνεύματος ἁγίου καὶ δυνάμεως ὑψίστου καὶ παρθένου», τὸ δὲ σὸν ὕπνος ἐστὶ καὶ ἡδονὴ καὶ ῥύπος. καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειράχ «ἐν γὰρ τῷ ἀποθνῄσκειν ἄνθρωπον ‹ἀποφθέγγεται› κλη‐
20ρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας», καὶ 〈Δαυὶδ〉 ἐν ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ «μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσι
καὶ ἐξομολογήσονταί σοι; μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν429 in vol. 2
Haer
.

2

.

430

ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;» καὶ ἕτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ τῶν γραφῶν πάρεστιν ἃ * ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆθος μνημονεύοντες πολυπλασίονα τῶν εἰρημένων αὐ‐
5ξήσωμεν τὸν λόγον.
Λοιπὸν Μεθοδίου· 19. Ὡς οὖν ἐπαύσατο μόγις ὁ Πρόκλος καὶ σιγὴ τῶν παρόντων ἦν ἐπὶ πολύ, καταβληθέντων ἱκανῶς πρὸς ἀπιστίαν, καὶ ἐγὼ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, ἠρέμα τὴν κεφαλὴν ἐπάρας καὶ ἀναπνεύσας ὥσπερ
10οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος (ἐβεβλήμην γάρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, τῇ δεινότητι κατηντλημένος τῶν λόγων) τρέπομαι πρὸς τὸν Αὐξέντιον καὶ καλέσας αὐτόν· ὦ Αὐξέντιε, νο‐ μίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητικόν «σύν τε δύ’ ἐρχομένω». καὶ γὰρ οἱ ἀνταγωνισταὶ δύο. «διὸ σθένος ἀμφότεροι ἀμφοτέρων περ σχῶμεν».
15συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἀνατρεπτικοῖς καθ’ ἡμῶν ὡπλισμένος λόγοις ἐκπέρσῃ τὴν ἀνάστασιν. ἄγε οὖν ἀντιπαρα‐ ταξώμεθα τοῖς σοφίσμασιν αὐτῶν, μηδὲν τῶν ἀντιλογικῶν, οἷς οἱ δειλοὶ βάλλονται, φοβηθέντες· καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς ὅλως οὐδὲ πάγιον,
20ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων
καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας καὶ τοῦ συμφέροντος χάριν,430 in vol. 2
Haer
.

2

.

431

ἀλλὰ τοῦ δόξαι τοῖς παροῦσι σοφοὺς τοὺς λόγους. ἐντεῦθεν γοῦν τοῖς πολλοῖς οἱ ἐκ τῶν εἰκότων ἔσθ’ ὅτε λόγοι πρὸς κάλλος καὶ ἡδονὴν πε‐ ποικιλμένοι μᾶλλον τῶν εἰς ἀκρίβειαν ἐξητασμένων νομίζονται σπουδαιό‐ τεροι, τῶν διδασκάλων οὐ πρὸς τὸ βέλτιον ἁμιλλωμένων ἔτι καὶ σεμνόν,
5ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ σοφισταί, οἳ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τὴν σοφίαν ἐπαίνοις. τὸ μὲν οὖν παλαιὸν βραχὺ παντελῶς τὸ περὶ τὴν ἐξήγησιν ἦν, φιλοτιμουμένων μὴ τέρ‐ πειν, ἀλλὰ ὠφελεῖν τοὺς παρόντας τῶν τότε· ἀφ’ οὗ δὲ λοιπὸν εἰς ῥᾳστώ‐ νην ἐπετράπη πᾶσιν ἑρμηνεύειν ἐξεῖναι τὰς γραφάς, [καὶ] πάντες εἰς τὸ
10ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος, περὶ τὸ λογι‐ κεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοί, διδάσκεσθαι μὲν ὁμολογεῖν χρῄζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλ‐ λον καὶ προπηδᾶν, ὡς οἱ διδάσκαλοι *. θρασυνθέντες γοῦν ἐντεῦθεν τοῦ μὲν εὐλαβοῦς καὶ πρᾴου καὶ πάντα δύνασθαι ποιεῖν τὸν θεὸν ὡς ἐπηγγεί‐
15λατο πιστεύειν ὠλίσθησαν, εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔρ‐ γων οἱ λόγοι, ὥσπερ 〈ἐπ’〉 ἰατρικῆς, δι’ ἧς τοὺς κάμνοντας σῴζεσθαι δεῖ τῶν λόγων ἔργοις κυρουμένων, ἵν’ ἡρμοσμένων ἡμῶν πάντα σύμφωνος ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις, τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων δί‐
20κην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα. ἐπὶ γὰρ τῷ κτήσασθαι κατὰ ἀλήθειαν ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκεῖν καὶ οὐκ ἐπὶ τῷ δοκεῖν, χω‐ λῶς ἐπιβαίνοντα σοφίας καὶ πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἁμιλ‐ λώμενον, πρόθυρα καὶ προσχήματα καὶ πᾶσαν ὑποδυσάμενον τῆς ὑποκρί‐ σεως τὴν σκευήν.
2520. Εἰσὶ γάρ, εἰσὶν οἳ λόγων τραγικῶς κεκοσμημένων προσβολαῖς,431 in vol. 2
Haer
.

2

.

432

καθάπερ γυναῖκες ἔξωθεν ὡραϊζόμεναι πρὸς ἀπάτην ἐντέχνως, * ἐὰν μή τις πεφυλαγμένως αὐτοῖς τῶν ἔτι νεωτέρων προσβλέψῃ τῇ πίστει καὶ νη‐ πτικῶς. ὅθεν εὐλαβητέον πρὸ τοῦ καταμαθεῖν ἀσφαλῶς εἰς τὴν καρδίαν εἰσδέξασθαι τὸν τοιοῦτον λόγον· καὶ γὰρ φθάνουσιν οἱ ἐξαπατῶντες πολ‐
5λάκις τοὺς διστάζοντας, καθάπερ δὴ καὶ αἱ Σειρῆνες τοὺς φεύγοντας αὐτάς, κρύπτουσαι μακρόθεν τὸ μισάνθρωπον τῇ καλλιφωνίᾳ. ἢ πῶς, ὦ Αὐξέντιε, ἔφην ἐγώ, 〈δοκεῖ〉 σοὶ ταῦτα τίθεσθαι; καὶ ὃς ἀπεκρίνατο· Οὕτως καθάπερ καὶ σοί. Οὐκοῦν πάντως τῶν ἑτεροδόξων τοὺς σοφιστὰς μιμητὰς εἰδώλων ἀλη‐
10θείας εἶναι λέγωμεν, ἀλήθειαν μὴ γινώσκοντας, καθάπερ ζωγράφους; καὶ γὰρ οὗτοι μιμεῖσθαι μὲν ναυπηγοὺς καὶ πλοῖα καὶ κυβερνήτας ἐπιχειροῦσι, ναυπηγεῖν καὶ κυβερνᾶν οὐ γινώσκοντες. οὐκοῦν ἀποξέοντες 〈εἰ〉 θέλεις τὰ χρώματα πείθωμεν αὐτῶν τὰ θαυμάζοντα τὰς τοιαύτας γραφὰς παιδία, ὅτι οὔτε τὸ πλοῖον τοῦτο πλοῖόν ἐστιν οὔτε ὁ κυβερνήτης κυβερνήτης,
15ἀλλὰ τοῖχος ἔξωθεν πρὸς τέρψιν χρώμασι καὶ γραφαῖς κεκοσμημένος καὶ ὅτι μιμηταὶ μὲν εἰδώλου πλοίου καὶ κυβερνήτου οἱ δημιουργήσαντές εἰσιν ἀπὸ τῶν χρωμάτων ταῦτα, καὶ οὐ πλοίου; Μακρὸν τῷ ἀκοῦσαι ποθοῦντι τὸ προοίμιον. Ἀλλ’ ὠφέλιμον, ἔφην, ὦ ἄριστε. τὰ γὰρ ἀπὸ τῶν θεοπνεύστων γραμ‐
20μάτων ῥήματα, οἷς ἐπιχρωματίζοντες ποικίλλουσιν ἑαυτῶν πρὸς ἀπάτην οὗτοι τὴν δόξαν, δικαιοσύνην αὐθαδῶς καὶ ἀλήθειαν ὀνομάζοντες, οὐ γινώ‐ σκοντες ὅλως δικαιοσύνην, εἴ τις ἀφέλοιτο, πόσον οἴει γυμνωθέντας αὐτοὺς τῶν τοιούτων ὀνομάτων χλευασθήσεσθαι; Πάνυ πολύ, ἔφη.
25 Πότερον οὖν, ὦ Αὐξέντιε, ἦν δὲ ἐγώ, σὺ βούλει ταύτης ἡγεμονεύειν τῆς ὁδοῦ ἢ ἐγὼ ἡγήσωμαι;
Δίκαιος, ἔφη, σὺ ἡγεῖσθαι· σὺ γὰρ καὶ κατάρχεις τοῦ λόγου.432 in vol. 2
Haer
.

2

.

433

21. Οὐκοῦν ἐλέγετο—φέρε γὰρ πρὸς μέρος ἐξ ἀρχῆς ἀκολούθως τὸν Ἀγλαοφῶντος ἐξετάσωμεν νοῦν—ἡ ψυχὴ τὸ σῶμα διὰ τὴν παράβασιν ὃ περικείμεθα τοῦτο ἀνειληφέναι, χρόνοις τοῖς ἄνω χωρὶς αὐτοῦ μακαρίως διάξασα. τοὺς γὰρ δερματίνους εἶναι χιτῶνας σώματα 〈ἔφη〉 εἰς ἃ ἐνεῖρ‐
5χθαι συνέβη τὰς ψυχάς, δίκην ὅπως ὧν ἔδρασαν νεκροφοροῦσαι παρά‐ σχωσιν. ἢ οὐ ταῦτα πρῶτον ἦν ἐν ἀρχῇ τὰ λεχθέντα ὑπὸ σοῦ, ἰατρέ; ἀλλ’ ἴθι, ὑπόμνησον, ἐάν τί σοι μὴ φαίνωμαι μεμνημένος. Οὐδὲν νῦν ὑπομνήσεως εἰς τοῦτο δέῃ· αὐτὰ ταῦτα γὰρ ἦν ἐν πρώτοις ἡμῖν τὰ εἰρημένα.
10 Τί δέ; οὐχὶ καὶ τοῦτο ἐν τοῖς ἑξῆς ἐλέγετο πολλαχῶς ὑπὸ σοῦ, ὡς ἐμποδὼν πρὸς τὴν κατάληψιν ἡμῖν τὸ σῶμα τῶν ὄντως ὄντων καὶ γνῶσιν διὰ τὰς πρὸς τὸ κοσμεῖν ἀσχολίας αὐτὸ καὶ θεραπεύειν γίγνεται καὶ τὰς ἄλλας τὰς περὶ τὴν ἐπιθυμίαν τῆς γαστρὸς προσβολάς, ἔτι τε βλασφημιῶν καὶ παντοίων αἴτιον ἁμαρτημάτων διὰ τὸ μὴ δύνασθαι καθ’ ἑαυτὴν δίχα
15σώματος ὅλως ἁμαρτῆσαι ψυχήν· καὶ διὰ τοῦτο, μετὰ τὴν ἐντεῦθεν ἀπο‐ δημίαν ἐκτὸς ἁμαρτήματος ὅπως ἔσοιτο καὶ παρακοῆς ἐν τοῖς οὐρανοῖς, ἔνθα καὶ τὰς διατριβὰς ἕξει μετὰ τῶν ἀγγέλων, ἐλευθέραν αὐτὴν καὶ γυμνὴν χρῆναι διαμεῖναι σώματος, ἐπειδήπερ τὸ σῶμα τοῦ χραίνεσθαι τοῦτο καὶ ἁμαρτάνειν παραίτιον αὐτῇ καὶ συνεργὸν γίγνεται; ἄνευ γὰρ
20σώματος ἀμήχανον ἁμαρτῆσαι ψυχήν. ὅθεν ἵνα τὸν ἄπειρον ἀναμάρτητος αἰῶνα τηρηθῇ, οὐκέτι τὸ ταλαντεῦον αὐτὴν εἰς τὴν φθορὰν κάτω καὶ τὴν ἀδικίαν σῶμα λήψεσθαι. Ἀλλ’ ἐλέχθη καὶ τοῦτο. Τί δέ; καὶ καλῶς σοι τοῦτο καὶ ὀρθῶς, ἔφην, ἥγησαι λελέχθαι;
25 Καὶ τί σοι, ἔφη, τοῦτο διαφέρει; ἀλλὰ οὐκ ἐξελέγχεις τὸν λόγον. Οὐδέν, ἦν δὲ ἐγώ, ἀλλὰ δι’ ἃ εἴρηκας ὅπως ἐξετάζηται ὁ λόγος. Καλῶς καὶ ὀρθῶς, ἔφη. Καλῶς δέ σοι δοκεῖ τίθεσθαι καὶ ὀρθῶς ὁ ἑαυτῷ τἀναντία λέγων καὶ ἀσύμφωνα;
30Οὐδ’ ὁπωστιοῦν.433 in vol. 2
Haer
.

2

.

434

Ἀμούσως γὰρ οὗτός σοι φαίνεται τὴν ἀλήθειαν ὑποκρίνεσθαι; Πάντων μάλιστα, ἔφη. Οὐκ ἄρα ἀποδέχῃ τὸν τὰς ἁρμονίας ἐντείνοντα πρὸς τὸ ψευδὲς μέλος τῶν λόγων;
5 Οὐδ’ ὁπωστιοῦν. Οὐκοῦν οὐδὲ σεαυτοῦ λέγοντος ἀμούσως οὐδ’ ὁτιοῦν ἀποδέξῃ. δοὺς γὰρ ἀσωμάτως ἡμαρτηκέναι τὰς ψυχὰς ἀποσφαλείσας τῆς ἐντολῆς καὶ φράσας διὰ τὴν ἀνομίαν τοὺς χιτῶνας αὐταῖς ὕστερον τοὺς δερματίνους δεδωκέναι τὸν θεόν, ἵνα δίκην νεκροφοροῦσαι παράσχωσι, χιτῶνας τὰ σώ‐
10ματα φράσας, προϊόντος τοῦ λόγου ἐπιλαθόμενος ἃ τὸ πρῶτον ὑπέθου μὴ δύνασθαι καθ’ ἑαυτὴν τὴν ψυχὴν ἁμαρτῆσαι λέγεις. οὐ πεφυκέναι γὰρ ὅλως πρὸς τοῦτο, ἀλλὰ παραίτιον αὐτῇ παντοίων κακῶν τὸ σῶμα γε‐ γονέναι. ὅθεν πρὸς τὸ μὴ παρορμηθῆναι πρὸς ἀδικίαν αὐτὴν αὖθις, καθά‐ περ συνέβη καὶ πρόσθεν ὑπὸ τοῦ σώματος, οὕτως εἰς τοὺς αἰῶνας αὐτὴν
15ἔσεσθαι χωρὶς αὐτοῦ, καίτοι πρῶτον εἰπὼν ἐν τῷ παραδείσῳ πρὸ τοῦ σώ‐ ματος τὴν ψυχήν, ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παρα‐ βάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεσμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν. ὥστε ἢ τὸ πρό‐ τερον ἢ τὸ ὕστερον οὐκ ὀρθῶς ἔχει. ἤτοι γὰρ πρὸ σώματος ἥμαρτε καὶ
20οὐδέν τι μᾶλλον κἂν μὴ λάβῃ σῶμα ἁμαρτήσεται, καὶ μάταιος ἡ περὶ τοῦ μὴ ἀνίστασθαι τὸ σῶμα περισσολογία· ἢ μετὰ σώματος, καὶ οὐ δύνανται σῶμα οἱ χιτῶνες νομίζεσθαι εἶναι οἱ δερμάτινοι. εὑρίσκεται γὰρ πρὸ τῆς κατασκευῆς αὐτῶν ἀθετήσας ὁ ἄνθρωπος τὴν θείαν ἐντολήν· οὗ καὶ χάριν οἱ χιτῶνες κατασκευάζονται, τὴν γύμνωσιν τὴν ἀπὸ τῆς ἁμαρτίας αὐτῶν
25προσγενομένην καλύψοντες. ἀλλὰ πότερον πείθω σε καὶ ὁρᾷς ὡς ἑαυτῷ μαχόμενα ὑπέθου καὶ σοὶ τοῦτο γεγένηται σαφὲς ἢ οὐδέπω μαν‐
θάνεις, ὦ Ἀγλαοφῶν, ἔφην, ὃ λέγω;434 in vol. 2
Haer
.

2

.

435

Μανθάνω, ἔφη, καὶ οὐδέν τι δέομαι δεύτερον ἀκοῦσαι, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐκ ὀρθῶς εἰπών. ἀνάγκη γάρ μοι δεδωκότι τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα ὁμολογεῖν, καὶ πρὶν εἰς τὸ σῶμα τὴν ψυχὴν ἐληλυθέναι ἡμαρτηκέναι, ἀνθ’ ὧν πρὸ τῆς κατασκευῆς αὐτῶν ἡ παρά‐
5βασις ἐγένετο, —διὰ τὴν παράβασιν γὰρ οἱ χιτῶνες αὐτοῖς κατασκευά‐ ζονται καὶ οὐχ ἡ παράβασις διὰ τοὺς χιτῶνας γίγνεται—καὶ ἐκ ταύτης τῆς ὁμολογίας συγκατατίθεσθαι ὡς οὐ τὸ σῶμα τοῦτο παραίτιον κακίας ἐστίν, ἀλλ’ αὐτὴ ἡ ψυχὴ ἐν ἑαυτῇ. διὸ κἂν μὴ λάβῃ τὸ σῶμα, ἁμαρ‐ τήσεται, ἐπειδήπερ καὶ πρόσθεν ἥμαρτεν χωρὶς σώματος. καὶ ἀνόητον τὸ
10λέγειν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα διὰ τοῦτο, ἵνα μὴ παραίτιον τῇ ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώ‐ ματος ἥμαρτεν, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἂν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου ἀποδέχεσθαι λέγοντος τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σώματα. εἰ δὲ
15ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα. 22. Τί δέ, οὐχὶ κἀκεῖνο, ἔφην, ὦ Ἀγλαοφῶν, δοκεῖ σοι μὴ ὀρθῶς ἔχειν; Τὸ ποῖον; Τὸ λέγειν, ἦν δὲ ἐγώ, δεσμὸν καὶ πέδας τὸ σῶμα μεμηχανῆσθαι κατὰ τῆς ψυχῆς, καὶ ὅτι καὶ ὁ προφήτης «δεσμίους γῆς» ἔφη ἡμᾶς διὰ τοῦτο
20καὶ ὁ Δαυὶδ «πεπεδημένους». Καὶ ὅς· οὐκ ἔχω σοι προχείρως ἀποκρίνασθαι, ἔφη. ἀλλὰ τί ἄλλῳ οὐ διαλέγῃ;
Καὶ ἐγώ—ᾐσθόμην γὰρ ἐρυθριᾶν αὐτόν, φεύγοντα ἐλεγχθῆναι τῷ435 in vol. 2
Haer
.

2

.

436

λόγῳ—· οἴει γάρ με κατὰ φθόνον ἐπιχειρεῖν σε ἐλέγξαι, ἔφην, καὶ μὴ τὸ προκείμενον καταφανὲς φιλονεικεῖν ποιῆσαι; ἀλλ’, ὦ ἀγαθέ, μὴ ἀπο‐ κάμῃς ἀνερωτώμενος. ὁρᾷς γὰρ ὡς οὐ περὶ μικρῶν ἡμῖν εἰσιν οἱ λόγοι, ἀλλ’ οὖν τίνα τρόπον χρὴ πεπιστευκέναι· καὶ γὰρ οὐδὲν οἶμαι τοσοῦτον
5κακὸν ἀνθρώπῳ γενέσθαι ὅσον ἀπὸ τῶν ἀναγκαίων, ὁπόταν ψευδῆ περὶ αὐτῶν δοξάζοι. ἴθι οὖν προθύμως πρὸς τὰ ἐρωτώμενα· ἀποσάφει καὶ ἐάν τί σοι λέγειν ἀληθὲς μὴ δοκῶ, μᾶλλον τῆς ἀληθείας φροντίσας ἢ ἐμοῦ, ἔλεγξον. μεῖζον γὰρ ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι. φέρε
10οὖν παραλλήλους παραβάλλοντες τοὺς λόγους σκεπτώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ περὶ ὧν εἰδέναι τε κάλλιον, μὴ εἰδέναι τε αἰσχρόν. οὐκοῦν σὺ μὲν οὐ νομίζεις ἀναβιῶναι τὸ σῶμα, νομίζω δὲ ἐγώ. Πάνυ μὲν οὖν, ἔφη, καὶ δι’ ἃ εἴρηκα.
15 Καὶ σὺ δέ, ἦν δὲ ἐγώ, δεσμὸν αὐτὸ καὶ φυλακὴν καὶ σῆμα καὶ ἄχθος καὶ πέδας εἶναι ἔφης, ἐγὼ δὲ οὐ φημί. Ἀληθῆ, ἔφη, μοι λέγεις. Καὶ μὴν καὶ ἀκολασίας καὶ πλάνης καὶ λύπης καὶ θυμοῦ καὶ συλ‐ λήβδην τῶν ἄλλων ἁπάντων εἶναι παραίτιον αὐτὸ κακῶν ἔφης, ἃ ἐμποδί‐
20ζουσιν ἡμῶν τὴν πρὸς τὸ κάλλιον ὁρμὴν τῆς ψυχῆς, μὴ ἐῶντα τῶν ὄντως
ὄντων εἰς κατάληψιν ἡμᾶς καὶ γνῶσιν παρελθεῖν. κἂν γὰρ ἐπιχειρήσωμεν436 in vol. 2
Haer
.

2

.

437

θηρεῦσαί τι τῶν ὄντων, ἀεὶ παρεμπίπτων ζόφος ζοφοῖ τὸν λογισμόν, μὴ ἐπιτρέπων ἡμᾶς ἐπισκοπῆσαι τὸ ἀληθὲς τρανῶς. ἀπάτης μὲν γὰρ ἡ διὰ τῶν ὤτων ἡμῶν πεπλήρωται σκέψις, ὡς ἔφης, ἀπάτης δὲ καὶ ἡ διὰ τῆς ὄψεως, ἀπάτης καὶ ἡ διὰ τῶν ἄλλων αἰσθήσεων.
5 Ὁρᾷς, ἔφη, ὦ Εὐβούλιε, ὡς ἐγὼ ἕτοιμός εἰμί σε ἐπαινεῖν, ὁπόταν ὀρ‐ θῶς διασαφῇς τοὺς λόγους; 23. Ἄρα οὖν, ἵνα δή με καὶ μᾶλλον ἐπαινέσῃς, εἰ δεσμὸς τὸ σῶμα καθ’ ὑμᾶς δοκεῖ, οὐ δύναται κακίας ὑπαίτιον εἶναι νομίζεσθαι τῇ ψυχῇ, καὶ ἀδικίας ἔτι, ἀλλὰ σωφροσύνης ἀντιστρόφως καὶ παιδείας. ὧδε δὲ
10σκόπει· οὕτω γὰρ ἂν μᾶλλον ἀκολουθήσειας. ποῖ ἄγομεν τοὺς τὰ σώματα κάμνοντας; οὐ παρὰ τοὺς ἰατρούς; Δῆλον, ἔφη. Ποῖ δὲ τοὺς ἁμαρτάνοντας; οὐ παρὰ τοὺς δικαστάς; Ἀνάγκη.
15Οὐκοῦν δίκην ὧν ἔδρασαν δώσοντας, ἔφην, δικαίως; Ναί. Τὸ δὲ δίκαιον πάγκαλον; Ὡμολόγει. Ὁ δὲ δικαίως κρίνων καλῶς ποιεῖ· δικαίως γὰρ κρίνει;
20 Συνέφη. Τὸ δὲ καλὸν ὠφέλιμον; Φαίνεται. Ὠφελοῦνται ἄρα οἱ κρινόμενοι. ἀναιρεῖται γὰρ αὐτῶν ταῖς βασάνοις ἡ πονηρία κωλυομένη, καθάπερ καὶ πρὸς τῶν ἰατρῶν τομαῖς καὶ φαρμά‐
25κοις αἱ νόσοι. τὸ γὰρ ἀδικοῦντα διδόναι δίκην ἐπανορθοῦσθαι τὴν ψυχήν ἐστι, τὴν μεγάλην νόσον ἀδικίαν ἀποβάλλοντα. Ὡμολόγει. Τί δέ; οὐ κατὰ ἀναλογίαν τῶν ἁμαρτηθέντων τὰς κολάσεις τοῖς κολα‐ ζομένοις δικαίως προσφέρεσθαι φῄς, καθάπερ καὶ τοῖς ἰατρευομένοις κατὰ
30ἀναλογίαν τῶν τραυμάτων τὰς χειρουργίας;
Ἐπένευσεν.437 in vol. 2
Haer
.

2

.

438

Οὐκοῦν ὁ μὲν δράσας ἄξια θανάτου τιμᾶται θανάτῳ τὴν δίκην, ὁ δὲ πληγῶν πληγαῖς, ὁ δὲ δεσμῶν δεσμοῖς; Ὡμολόγει. Ζημιοῦται δὲ ὁ ὀφλήσας, ἔφην, δεσμοῖς ἢ πληγαῖς ἢ ἄλλῃ τινὶ τοιαύτῃ
5τιμωρίᾳ, ὅπως παύσηται μεταγνοὺς τοῦ ἀδικεῖν, ξύλον καθάπερ διεστραμ‐ μένον βασάνοις εὐθυνόμενος; Ἀληθέστατα, ἔφη, λέγεις. Τιμωρεῖται γὰρ αὐτὸν οὐ τοῦ παρεληλυθότος ἐγκλήματος ἕνεκα ὁ δι‐ καστής, ἀλλὰ τοῦ μέλλοντος, ὅπως μὴ καὶ αὖθις ποιήσῃ τοῦτο.
10 Δῆλον, ἔφη. Ὁ γὰρ δεσμὸς αὐτῷ δῆλον ὡς τὴν πρὸς τὸ ἀδικεῖν ὁρμὴν ἀναιρεῖ, μὴ ἐπιτρέπων ποιεῖν ἃ θέλει. Ἀληθές. Οὐκοῦν εἴργεται τοῦ ἁμαρτάνειν, τῶν δεσμῶν μὴ ἐώντων ἐλευθεριά‐
15ζοντα χρῆσθαι ταῖς ἡδοναῖς, ἀλλὰ συστελλόντων καὶ τὸ δίκαιον διδασκόν‐ των τιμᾶν ἔστ’ ἂν αὐτὸς μάθῃ νουθετούμενος σωφρονεῖν. Φαίνεται, ἔφη. Οὐδὲ τοίνυν παραίτιος ὁ δεσμὸς γίγνεται τοῦ πλημμελεῖν. Ἔοικε.
20 Σωφρονίζει γὰρ καὶ ποιεῖ δικαιοτέρους ἀλεξιφάρμακον ὢν ψυχῆς, αὐ‐ στηρὸν μὲν καὶ δηκτικόν, ἀλλ’ ἰατικόν. Δῆλον, ἔφη. Τί γάρ; φέρε, ἐξετάζωμεν πάλιν τὰ ἔμπροσθεν. οὐ δεσμὸν τὸ σῶμα διὰ τὴν παράβασιν δέδωκας εἶναι τῆς ψυχῆς;
25Καὶ δίδωμι, ἔφη.438 in vol. 2
Haer
.

2

.

439

Ἁμαρτάνειν δὲ τὴν ψυχὴν μετὰ σώματος, εἴπερ τὸ μοιχᾶσθαι φονεύειν τε καὶ ἀσεβεῖν ἁμαρτία σοι δοκεῖ, ἃ μετὰ τοῦ σώματος ἡ ψυχὴ ποιεῖ; Ἐπένευσεν. Ἀλλὰ τὸν δεσμώτην ὡμολογήσαμεν μὴ δύνασθαι ἀδικεῖν;
5Ὡμολογήσαμεν, ἔφη. Κωλύεσθαι δὲ ἀλγυνόμενον ὑπὸ τῶν δεσμῶν; Ναί. Δεσμὸς δὲ ἡ σὰρξ τῆς ψυχῆς; Ἐπένευσεν.
10 Ἀλλὰ ἁμαρτάνομεν ὄντες ἐν σαρκί, ὁμοδοξούσης ἡμῖν εἰς τοῦτο τῆς σαρκός; Ἁμαρτάνομεν, ἔφη. Ὁ δὲ πεπεδημένος οὐ δύναται ἁμαρτάνειν; Καὶ ἐνταῦθα ἐπένευσεν.
15Ἄγχεται γάρ; Ναί. Μὴ ἐώμενος ὑπὸ τοῦ δεσμοῦ; Δῆλον. Ἀλλὰ τὸ μὲν σῶμα πρὸς τὸ ἁμαρτῆσαι συνεργόν;
20 Ναί. Εἴργει δὲ ὁ δεσμός; Συνέφη. Οὐκ ἄρα τὸ σῶμα δεσμός, οὔτε κατὰ σὲ οὔτε κατὰ ἄλλον, ἔφην, ὦ Ἀγλαοφῶν, ἀλλὰ πρὸς ἑκάτερον τῇ ψυχῇ συνεργόν, εἴτε πρὸς τὸ ἀγαθὸν
25εἴτε πρὸς τὸ κακόν. Συνεχώρει. 24. Οὐκοῦν οὕτω δὴ τούτων ἐχόντων ἀπολόγησαι, ὦ Ἀγλαοφῶν, πρὸς ἃ πρῶτον ὑπέθου. ἔφης γὰρ δεσμὸν καὶ εἱρκτὴν καὶ πέδας τὸ σῶμα τῆς ψυχῆς ἐν τοῖς ἔμπροσθεν. καὶ ὁρᾷς ὡς οὐ συνᾴδουσι τούτοις ἃ ἔφης; πῶς
30γὰρ συνᾴδοιεν, εἴπερ γε ἀνάγκη, ὦ ἄριστε, δεσμὸν μὲν τὴν σάρκα νομί‐
ζεσθαι, τὴν δὲ ψυχὴν συνεργῷ πρὸς ἀδικίαν χρῆσθαι καὶ συμπράκτορι τῷ439 in vol. 2
Haer
.

2

.

440

δεσμῷ, ὅπερ ἀδύνατον; εἰ γὰρ διὰ τὴν ἁμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖσαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πᾶσαι πρὸς ἐπανόρθωσιν
5τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται. οὐ γὰρ ὅπως ὁ ἀδικήσας ἀδικήσῃ πλέον, συνεργὸς αὐτῷ πρὸς τὸ ἀδικεῖν ὁ δεσμὸς δίδοται, ἀλλ’ ὅπως λήξῃ τοῦ ἀδικεῖν, βασανιζόμενος διὰ τῶν δεσμῶν. καὶ γὰρ οἱ δικασταὶ ταύτῃ πεδοῦσι τοὺς φαύλους. κω‐ λύονται γάρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν· ἐλευθερια‐
10ζόντων δὲ τὸ κακουργεῖν ἐστι καὶ ζώντων ἀφυλάκτως, ἀλλ’ οὐ πεπεδημέ‐ νων. ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε κατὰ τὸν Κάϊν, ηὐξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδοτο; πῶς
15δὲ καὶ μετὰ τὴν κατασκευὴν τοῦ δεσμοῦ τό «ἰδού, πρὸ προσώπου σου» λέγεται «τέθεικα τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκλεξαι τὴν ζωήν, τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, ἔκλεξαι τὸ ἀγαθόν» καί «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου». ταῦτα γὰρ ὡς αὐτεξουσιάζοντι καὶ οὐχ ὡς ὑπὸ δεσμὰ καὶ ἀνάγκην ἀγομένῳ ἐρρήθη. ὥστε ἐκ παντὸς συνίστασθαι μήτε πέδας ἢ φυλακὴν
20ἢ δεσμοὺς 〈δεῖν〉 νομίζειν τὸ σῶμα μήτε δεσμώτιδας γῆς διὰ ταῦτα τὰς ψυχάς, χοϊκαῖς κατακρίνοντος αὐτὰς τοῦ θεοῦ δεθῆναι πέδαις. πῶς γάρ, ὁπότε μὴ δύναται ἀποδειχθῆναι τοῦτο; ἄτοπον δὲ κἀκεῖνο προφανῶς τὸ
οἴεσθαι τὸ σῶμα ἐν τῇ κατὰ τοὺς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ440 in vol. 2
Haer
.

2

.

441

ψυχῇ διὰ τὸ δεσμὸν αὐτὸ καὶ πέδας εἶναι, ἵνα μὴ αἰώνιοι γενώμεθα κατά‐ κριτοι δεσμῶται κατ’ αὐτοὺς φθορᾶς, ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς ἐσόμενοι. λελυμένου γὰρ ἱκανῶς καὶ ἐξελεγχθέντος τοῦ λόγου, ἐν ᾧ «δεσμὸν τῆς ψυχῆς» ὡρίσαντο εἶναι τὴν σάρκα, λέλυται καὶ τό· «ἵνα μὴ δεσμῶται δι’
5αὐτὴν ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς—ἢν ἀπολαμβάνωμεν—ἐσόμεθα, διὰ τοῦτο οὐκ ἀναστήσεται». 25. Ποταπὸν γὰρ λοιπὸν εἰς πειθὼ τοῖς δυσχεραίνουσιν ἕτερον ἀλή‐ θευμα χρὴ δεικνύναι τῶν εἰρημένων ἐναργέστερον, οὗ ἀνέξονται; ἀλλὰ ταύτην μὲν αὐτῶν τὴν φιλονεικίαν καὶ ἐκ τούτων ἄν τις καὶ ἐξ ἑτέρων
10ἐλέγχοι πλειόνων. ἀποδείξομεν γὰρ ἐν τοῖς ἑξῆς προβαίνοντος τοῦ λόγου φύσεως ἀληθεύμασι καὶ οὐκ εἰκασίαις μήτε τὸν Ἰερεμίαν «δεσμίους» ἡμᾶς «γῆς» διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν εἰρηκέναι μήτε τὸν Δαυὶδ κατὰ τοῦτο «πεπεδημένους». ἄξιον γὰρ καὶ ταῦτα προφέρειν ἐν οἷς μά‐ λιστα φαίνονται διαπίπτοντες. περὶ μὲν οὖν τῶν δερματίνων χιτώνων καὶ
15ὅτι πρὸ τῆς κατασκευῆς αὐτῶν οἱ πρωτόπλαστοι διῆγον μετὰ σώματος, ἀθανασίας ἀπολαύοντες, ἔτι τε καὶ ὡς οὐ δύναται τὸ σῶμα δεσμὸς καὶ εἱρκτὴ νομίζεσθαι, τὰ προσήκοντα εἰπών, ὦ ἄνδρες δικασταί (δικαστὰς γὰρ ὑμᾶς τῶν λόγων, ὦ κράτιστε Θεόφιλε, καλῶ), τρέψομαι λοιπὸν ἐπὶ τὰ ἀκό‐ λουθα, καθάπερ ὑπεσχόμην, τῶν προκειμένων, ἵν’ εὐκρινέστερον ἴδωμεν ὃ
20βουλόμεθα. 26. Ὁ τῶν ὅλων δημιουργὸς θεός, ἐπειδὴ τὸ πᾶν εὐτάκτως συνεστή‐ σατο καθάπερ μεγάλην πόλιν καὶ διεκόσμησε προστάσσων τῷ λόγῳ, ἕκα‐
στόν τε αὐτῷ συμφώνως ἥρμοστο στοιχεῖον καὶ πάντα ζῴων πεπλήρωτο441 in vol. 2
Haer
.

2

.

442

διαφοραῖς, ἵνα τελείως ὁ κόσμος εἰς κάλλος αὐξηθῇ, παντοίας φύσεως ζωοτοκήσας μορφάς, ἄστρα μὲν κατὰ τὸν οὐρανὸν καὶ πτηνὰ κατὰ τὸν ἀέρα, τετράποδα δὲ κατὰ τὴν γῆν καὶ νηκτὰ κατὰ τὸ ὕδωρ, τελευταῖον τὸν ἄνθρωπον, προετοιμάσας ὡς οἰκίαν αὐτῷ καλλίστην τὸ πᾶν, μίμημα
5τῆς ἰδίας εἰκόνος ἐμφερὲς εἰς τὸν κόσμον εἰσήγαγεν, ἄγαλμα ὡς ἐν ναῷ καλῷ φαιδρὸν ταῖς ἑαυτοῦ χερσὶ κατασκευάσας. ἠπίστατο γὰρ ὅτι πάντως ὅπερ ἂν τῇ ἑαυτοῦ τεχνήσηται χειρί, ἐξ ἀνάγκης ἔσται ἀθάνατον, ἅτε ἀθανασίας ἔργον ὄν. ἀθανασίᾳ γὰρ ἀθάνατα τὰ ἀθάνατα γίγνεται, καθάπερ καὶ τὰ κακὰ κακίᾳ κακὰ καὶ τὰ ἄδικα ἀδικίᾳ ἄδικα. οὐ γὰρ
10δικαιοσύνης ἔργον τὸ ἀδικεῖν ἀλλὰ ἀδικίας, οὐδ’ αὖ ἀδικίας ἀντιστρόφως τὸ δικαιοπραγεῖν ἔργον ἀλλὰ δικαιοσύνης, ὥσπερ οὐδὲ ἀφθαρσίας τὸ φθεί‐ ρεσθαι ποιεῖν ἀλλὰ φθορᾶς, οὐδὲ φθορᾶς τὸ ἀθανατίζειν ἀλλ’ ἀφθαρ‐ σίας. καὶ συλλήβδην οἷον ἂν ᾖ τὸ ποιοῦν, κατὰ τὸν αὐτὸν οὕτως λόγον τοιοῦτο καὶ τὸ ποιούμενον ἐξ ἀνάγκης ἀπεργάζεσθαι συμβαίνει. ὁ δὲ θεὸς
15ἀθανασία καὶ ζωὴ καὶ ἀφθαρσία, ἔργον δὲ ἄνθρωπος θεοῦ. πᾶν δὲ τὸ ὑπὸ ἀθανασίας ἐργασθὲν ἀθάνατον· ἀθάνατος ἄρα ὁ ἄνθρωπος. διὸ δὴ τὸν μὲν ἄνθρωπον αὐτούργησεν αὐτός, τὰ δὲ λοιπὰ γένη τῶν ζῴων ἀέρι καὶ γῇ καὶ ὕδατι προσέταξε φέρειν. ἄνθρωπος δὲ ἀληθέστατα λέγεται κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτ’ αὖ σῶμα χωρὶς ψυχῆς, ἀλλὰ
20τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. ὅθεν ἐντεῦθεν ἀθάνατον δὴ τὸν ἄνθρωπον γεγονέναι φαίνεται,
φθορᾶς τε ἁπάσης καὶ νόσων ἐκτός. μάθοι δ’ ἄν τις τοῦτο καὶ ἀπὸ τῆς442 in vol. 2
Haer
.

2

.

443

γραφῆς ἱκανῶς. ἐπὶ μὲν γὰρ τῶν ἄλλων, ὁπόσα χρόνων μετακοσμοῦνται διαστολαῖς ἡβῶντα καὶ γηράσκοντα, «ἐξαγαγέτω» λέγεται «τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ» καί «ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ
5ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος»· ἐπὶ δὲ τοῦ ἀνθρώπου ὡσαύτως ἐκείνοις οὐκέτι, ἐξαγαγέτω ἡ γῆ ἢ ἐξαγαγέτω τὰ ὕδατα ἢ γενηθήτωσαν φωστῆρες, ἀλλὰ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν» καί «ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς
10καὶ ἔπλασε τὸν ἄνθρωπον». 27. Καὶ ἵνα δὴ μᾶλλον καὶ ὑμεῖς τὴν διαφορὰν αἴσθησθε, ὡς 〈ἐν〉 ὅλῳ καὶ παντὶ τῶν ἄλλων διαφέρων καὶ ἐν δευτέρᾳ τιμῇ τῶν ἀγγέλων ἐγκαταλεχθεὶς ὁ ἄνθρωπος εὑρίσκεται ἀθάνατος ὤν, φέρε κατὰ τὸν ἀληθῆ πάλιν καὶ ὀρθόδοξον καὶ τοῦτο διαλάβωμεν λογισμόν. τοῖς μὲν γὰρ
15ἀπὸ τῆς εἰσπνοῆς τοῦ κατὰ τὸν ἀέρα πνεύματος 〈τὸ〉 ἐμψυχῶσθαι ἐδόθη καὶ ζῆν, τῷ δὲ ἐξ αὐτῆς τῆς ἀθανάτου καὶ διαφερούσης οὐσίας. «ἐνεφύ‐ σησε γὰρ ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄν‐ θρωπος εἰς ψυχὴν ζῶσαν». καὶ τοῖς μὲν δουλεύειν καὶ ἄρχεσθαι προσε‐
τάγη, τῷ δὲ ἄρχειν καὶ δεσπόζειν. καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως443 in vol. 2
Haer
.

2

.

444

δίδονται καὶ μορφαί, ὁπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος θεοῦ ἐγέννησε· τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπη‐ κριβωμένον τὴν πρωτότυπον τοῦ πατρὸς καὶ μονογενοῦς εἰκόνα. «ἐποίησε γὰρ ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν»· διὸ καὶ
5ἐμέλησεν αὐτῷ τῆς τοῦ σφετέρου ἀγάλματος διαμονῆς, ἵνα μὴ εὐάλωτον ᾖ πρὸς διαφθοράν, καθάπερ καὶ τῶν ἀνδριάντων τοῖς δημιουργοῖς. οὐ γὰρ μόνον 〈τοῦ〉 κάλλους τῶν ἀγαλμάτων αὐτοῖς καὶ τῆς εὐπρεπείας αὐτῶν πεφρόντισται, ὅπως ὦσι περικαλλῆ μεγαλοπρεπῶς, ἀλλὰ καὶ τῆς εἰς τὸ δυνατὸν σφίσιν αὐτοῖς ἀθανασίας τῶν δημιουργημάτων πρόνοιαν ποιοῦνται,
10εἰς τὸ 〈εἰσ〉 μακραίωνα χρόνον διασῴζεσθαι μὴ λυόμενα, καθάπερ καὶ Φειδίας. οὗτος γὰρ μετὰ τὸ κατασκευάσαι τὸ Πισαῖον εἴδωλον (ἐξ ἐλέ‐ φαντος δὲ τοῦτο ἦν) ἔλαιον ἐκχεῖσθαι προσέταξεν ἀμφὶ τοὺς πόδας ἔμ‐ προσθεν τοῦ ἀγάλματος, ἀθάνατον εἰς δύναμιν φυλάσσων αὐτό. καὶ τοίνυν εἰ τῶν χειροκμήτων οὕτως οἱ δημιουργοί, θεὸς ὁ ἀριστοτέχνας, ὃς
15πάντα δύναται καὶ ἐξ οὐκ ὄντων ποιεῖν, οὐ μᾶλλον τὸ ἄγαλμα τὸ λογικὸν ἑαυτοῦ, τὸν ἄνθρωπον, ἀνώλεθρον καὶ ἀθάνατον εἶναι τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης ἐμηχανήσατο, ἀλλ’ εἴασεν οὕτως ἀτιμότατα λυόμενον ὀλέθρῳ παραδίδοσθαι καὶ φθορᾷ, ὃ διαφερόντως ἠξίωσε ταῖς ἑαυτοῦ
ποιῆσαι χερσίν, κατ’ εἰκόνα μορφοποιήσας αὐτὸ καὶ καθ’ ὁμοίωσιν τὴν444 in vol. 2
Haer
.

2

.

445

ἑαυτοῦ, τὸν κόσμον τοῦ κόσμου, δι’ ὃ καὶ ὁ κόσμος ἐγένετο; οὐκ ἔστιν εἰπεῖν. ἀπῄει γὰρ εἰς ἀφροσύνην ἐπαρθέντα φρονῆσαι τοῦτο. 28. Ἀλλ’ ἴσως μὴ ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα νῦν, ὦ Ἀγλαοφῶν, λέξετε· καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ’ ὑμᾶς τὸ
5ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ μεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα καὶ θνητὴν φύσιν; ἀμήχανον γάρ, ἐπεὶ οὐκ ἔστιν * ἀθάνατον. ἐπειδή, λέξω, γενό‐ μενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν τοῦ καλοῦ καὶ τοῦτον τὸν θεσμὸν εἰληφὸς ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθονῶν. «ὁ γὰρ θεὸς ἔκτισε τὸν
10ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν». καὶ γὰρ «ὁ θεὸς θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζών‐ των»· «φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον», καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ. πόθεν οὖν ὁ θάνατος; πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ θεός. εἰ ἀπὸ τοῦ φθόνου,
15καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ θεοῦ; ἀλλὰ τοῦτο δύσφημον, λέξομεν. πόθεν οὖν ὁ φθόνος; ὁ ἀντιλέγων ἐρεῖ. εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο; εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν; ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός· ἀγένητος ἄρα ὁ διάβολος, καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς καὶ ἀνώ‐
20λεθρος καὶ ἀνενδεής. τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἅπαντα ταῦτα ὑπάρχειν
δεῖ, ὁ δὲ διάβολος καταργεῖται καὶ κολάζεται. τὸ δὲ κολαζόμενον ἀλλοι‐445 in vol. 2
Haer
.

2

.

446

οῦται καὶ πάσχει, ἀπαθὲς δὲ τὸ ἀγένητον, οὐκ ἄρα ἀγένητος, ἀλλὰ γενητὸς ὁ διάβολος. εἰ δὲ γενητὸς καὶ πᾶν τὸ γεγενημένον ἀπό τινος ἀρχῆς ἐγένετο καὶ ἔστιν αὐτοῦ δημιουργός, ἔστιν ἄρα τις δημιουργὸς τοῦ διαβόλου. καὶ πότερον κἀκεῖνος ἀγένητός ἐστιν ἢ γενητός; ἀλλὰ τὸ ἀγένητον ἓν εἶναι
5μόνον νοεῖσθαι χρὴ τὸν θεόν· οὐδὲ γὰρ εἶναι τὸ σύνολον ὅλως ἐκ παντὸς τὸ παράπαν ἕτερος δημιουργὸς δύναται πλὴν αὐτοῦ· «ἐγώ», γάρ φησιν, «πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος θεὸς οὐκ ἔστιν». οὐδὲ μετασκευάζεσθαί τι ἢ κτίζεσθαι παρὰ τὴν αὐτοῦ δύναται βουλήν. καὶ γὰρ ὁ υἱὸς «οὐδὲν ἀφ’ ἑαυτοῦ δύνασθαι ποιεῖν» ὁμολογεῖ, «ἐὰν μή τι
10βλέπῃ τὸν πατέρα ποιοῦντα»· «ἃ γὰρ ἄν», φησίν, «ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». οὐδὲ μὴν πολέμιόν τι ἢ ἀντίξουν αὐτῷ ἢ ἀν‐ τίθεόν ἐστιν· ἐπεὶ κἂν εἰ ἀντέπρασσέν τι τῷ θεῷ, ἐπαύσατο ἂν τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως. τῷ γὰρ ποιήσαντι λῦσαι μόνῳ καὶ τὰ ἀθάνατα δυνατόν.
15 29. Τί οὖν ὁ διάβολος, λέξετε. πνεῦμα περὶ τὴν ὕλην ἔχον, καθάπερ ἐλέχθη καὶ Ἀθηναγόρᾳ, γενόμενον ὑπὸ τοῦ θεοῦ, ὥσπερ δὴ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ’ αὐτοῦ ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευμένον διοίκησιν. τοῦτο γὰρ ἦν ἡ τῶν ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ’ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παν‐
20τελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχων τῶν ὅλων πρόνοιαν ᾖ, τὸ κῦρος καὶ τὸ κράτος446 in vol. 2
Haer
.

2

.

447

ἁπάντων αὐτὸς ἀνηρτημένος, καὶ ὥσπερ σκάφος τῷ τῆς σοφίας οἴακι διευ‐ θύνων ἀκλινῶς τὸ πᾶν, τὴν δὲ διὰ μέρους οἱ ἐπὶ τούτῳ ταχθέντες ἄγγε‐ λοι. ἀλλ’ οἱ μὲν λοιποὶ ἐφ’ οἷς αὐτοὺς ἐποίησε καὶ διέταξεν ὁ θεὸς ἔμειναν, ὁ δὲ ἐνύβρισε καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων ἐγένετο
5διοίκησιν, φθόνον ἐγκισσήσας καθ’ ἡμῶν, ὥσπερ καὶ οἱ μετὰ ταῦτα σαρ‐ κῶν ἐρασθέντες καὶ ταῖς τῶν ἀνθρώπων εἰς φιληδονίαν ἐνομιλήσαντες θυγατράσιν. αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκάτερα διετάξατο βούλησιν ὁ θεός, οἷα καὶ ἐπὶ τῶν ἀνθρώπων, ἵν’ ἢ πειθόμενοι τῷ λόγῳ συνῶσιν αὐτῷ καὶ ἀπολαύωσι μακαριότητος ἢ μὴ πειθόμενοι κρίνωνται.
10ἦν δὲ καὶ ὁ διάβολος ἀστὴρ ἑωσφόρος («πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων»), ἦν μετὰ τῶν ἀγγέλων ἀνατέλλων τοῦ φωτός, ἦν ἄστρον πρωϊνόν, ἀλλ’ ἐξέπεσε καὶ εἰς τὴν γῆν συνετρίβη, ἐπι‐ τροπεύσας τῷ ἀνθρώπῳ τἀναντία. τὸ γὰρ θεῖον νεμεσᾷ τοῖς ὑπερηφάνοις καὶ τὰ αὐθάδη φρονήματα κολούει. ἐπέρχεται δέ μοι καὶ ἐμμέτρως
15εἰπεῖν·
ὦ πᾶσιν ἀρχὴ καὶ πέρας κακῶν ὄφις,
σύ τ’ ὦ βαρὺν τίκτουσα θησαυρὸν κακῶν
πλάνη τυφλοῦ ποδηγὲ ἀγνοίας βίου,
χαίρουσα θρήνοις καὶ στενάγμασι βροτῶν,
20ὑμεῖς ἀθέσμους εἰς ὕβρεις ὁμοσπόρων τὰς μισαδέλφους ὁπλίσαντες ὠλένας
Κάϊν μολῦναι φοινίῳ πρῶτον λύθρῳ447 in vol. 2
Haer
.

2

.

448

ἐπείσατον γῆν καὶ τὸν ἐξ ἀκηράτων
πεσεῖν αἰώνων πρωτόπλαστον εἰς χθόνα
ὑμεῖς ἐτεκτήνασθε. 30. Καὶ ὁ μὲν διάβολος οὕτως· ὁ δὲ θάνατος πρὸς ἐπιστροφὴν ηὑρέθη,
5καθάπερ καὶ τοῖς ἀρτιμαθέσι γραμμάτων παιδίοις πρὸς ἐπανόρθωσιν αἱ πληγαί. οὐδὲν γὰρ ἄλλο ὁ θάνατος ἢ διάκρισις καὶ διαχωρισμὸς ψυχῆς ἀπὸ σώματος. τί οὖν; παραίτιος ὁ θεὸς θανάτου; λέξετε. πάλιν γὰρ ὁ αὐτὸς ἡμῖν ἥκει λόγος. μὴ γένοιτο, ἐπεὶ μηδὲ οἱ διδάσκαλοι προκαθη‐ γουμένως τοῦ ἀλγύνεσθαι ταῖς πληγαῖς τοὺς παῖδας αἴτιοι. καλὸν οὖν ὁ
10θάνατος, εἰ καθάπερ παισὶ πρὸς ἐπιστροφὴν δίκην πληγῶν ηὑρέθη, οὐχ ὁ τῆς ἁμαρτίας, ὦ σοφώτατοι, ἀλλ’ ὁ τῆς διαζεύξεως τῆς σαρκὸς καὶ τοῦ χωρισμοῦ. αὐτεξούσιος γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος καὶ αὐτοδέσπο‐ τον βούλησιν καὶ αὐτοπροαίρετον πρὸς τὴν αἵρεσιν, ὡς ἔφην, τοῦ καλοῦ λαβών, ἀκούσας τε «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγεσθε, ἀπὸ δὲ τοῦ ξύλου
15τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», ἐνδοὺς εἰς τὸ φαγεῖν ἀπ’ αὐτοῦ τῷ διαβόλῳ δεδελεασμένῃ σοφίᾳ ποικίλως πρὸς παρακοὴν πείθοντι, ἠθέ‐ τησε τὴν ἐντολὴν τοῦ θεοῦ· καὶ ἐγένετο τοῦτο αὐτῷ εἰς σκάνδαλον καὶ παγίδα καὶ σκῶλον. οὐ γὰρ ἐποίησεν ὁ θεὸς κακὸν οὐδ’ ἔστι τὸ σύνολον
20ὅλως ἐκ παντὸς τὸ παράπαν αἴτιος κακοῦ· ἀλλὰ πᾶν ὅπερ ἂν αὐτεξούσιον448 in vol. 2
Haer
.

2

.

449

οὕτως ὑπ’ αὐτοῦ γεγονὸς ᾖ πρὸς τὸ φυλάξασθαι καὶ τηρῆσαι νόμον, ὃν αὐτὸς δικαίως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι θεοῦ τοὺς ὅρους τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δι‐ καιοσύνης. ὅθεν ἐπειδὴ κατερρυπώθη καὶ κατεμιάνθη τῆς ἀποφάσεως
5ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο κακίας πολ‐ λῆς, ἃς ὁ ἄρχων τοῦ σκότους ἀπεκύησε καὶ πατὴρ τῆς πλάνης, πόνον κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φαντάζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῃ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς τοῦ δια‐ βόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν, τοὺς
10δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτὸν ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γενηθὲν κακὸν ἀποθάνῃ. 31. Προηπόρηται δὲ ἤδη καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. ὅμως δὲ καὶ πάλιν (οὐ γὰρ ἅπαξ ῥητέον) φράζω‐
15μεν. αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα προσενεχθεῖσαν αὐτῷ θεα‐ σάμενος «τοῦτο νῦν ὀστοῦν» ἐφώνησεν «ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.
ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα,449 in vol. 2
Haer
.

2

.

450

καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». οὐ γὰρ δὴ ἀνέξομαι φληναφώντων τινῶν καὶ βιαζομένων ἀπηρυ‐ θριασμένως τὴν γραφήν, ἵνα αὐτοῖς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ὀστᾶ νοητὰ καὶ σάρκας νοητὰς ὑποτιθεμένων καὶ ἄλλοτε ἄλλως
5ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις· καὶ ταῦτα οὕτως ὡς γέγρα‐ πται παραλαμβάνεσθαι κρατύνοντος τοῦ Χριστοῦ τὴν γραφήν, ἔνθα πυν‐ θανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται «οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ
10ἑξῆς. πῶς γὰρ ἐπὶ ψυχῶν μόνον τό «αὐξάνεσθε καὶ πληρώσατε τὴν γῆν» παραληπτέον; ἢ τό «ἔλαβε χοῦν ἀπὸ τῆς γῆς ὁ θεὸς καὶ ἔπλασε τὸν ἄνθρωπον», ὃ κυρίως ἐπὶ τοῦ σώματος λελέχθαι φαίνεται· οὐ γὰρ ἀπὸ τοῦ χοὸς καὶ τῶν βαρυτέρων τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή. ὥστε συν‐ έστηκεν ἐκ παντὸς ἀληθέστατα πρὸ τῶν δερματίνων σεσωματοποιῆσθαι
15χιτώνων τὸν ἄνθρωπον. ταῦτα γὰρ πρὸ τοῦ ἐκπεσεῖν αὐτὸν ἅπαντα εἴρη‐ ται, τὰ δὲ κατὰ τοὺς χιτῶνας μετὰ τὸ ἐκπεσεῖν. Ὅθεν ἴωμεν πάλιν ἐπισκεψόμενοι τὰ ἐν χερσίν, ἱκανῶς ἀποδείξαντες μὴ εἶναι τοὺς δερματίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τὴν ἀπὸ τοῦ ἀλόγου τῶν ζῴων νεκρότητα κατεσκευασμένην· τοῦτο γὰρ λείπεται. ἀμέλει
20τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίζεται τὴν αἰτίαν. οὐ γὰρ ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν (ἐδύνατο γὰρ εἰς τὸν αἰῶνα ζῆν, αὖθις φαγὼν ἀπὸ τῆς ζωῆς) ἀλλ’ ἵνα μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν. ἐπεὶ διὰ τί τὸν Χριστὸν ἀπὸ τῶν οὐρανῶν ἀπέστελλεν εἰς τὴν γῆν, εἰ ὅλως
25ἤθελε ζωῆς τὸν ἄνθρωπον ἀγευστήσαντα ἀποθανεῖν εἰς τὸ παντελές; εἰ450 in vol. 2
Haer
.

2

.

451

δὲ ἐκ μεταμέλου φαίη τοῦτο πεποιηκέναι τὸν θεὸν ὁ ἀντιλέγων, ἀσθενὴς αὐτῷ ὁ λόγος, μεταγινώσκοντα τὸν θεὸν εἰσάγων. ἀλλ’ οὔτε ἀξύνετος τοῦ μέλλοντος ὁ θεὸς οὔτε κακοποιός, ἀλλὰ καὶ ἄκρως ἀγαθὸς καὶ προγινώ‐ σκων τὰ μέλλοντα. ὥστε οὐκ ἄρα διὰ τὸ μὴ σῴζεσθαι εἰς τὸν αἰῶνα
5φαγόντα αὐτὸν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς ἐξέβαλεν, ἀλλὰ διὰ τὸ νεκρωθῆναι πρῶτον θανάτῳ τὴν ἁμαρτίαν, ἵν’ οὕτως μετὰ τὸ ἀποθανεῖν ἐκτακείσης τῆς ἁμαρτίας ἐγερθεὶς ὁ ἄνθρωπος καθαρὸς γεύσηται τῆς ζωῆς. 32. Μηδεὶς δὲ ἀβέλτερος ὢν παρακινδυνευέτω ὡς τούτων ἑτέρως λεχθέντων. ὁ γὰρ ὅλως ὁριζόμενος τὴν σάρκα μὴ εἶναι ταύτην ἀθανασίας
10δεκτικὴν ὄντως ἀνοίας ὑπεύθυνος ὢν νόσῳ βλασφημεῖ. διὰ τί γὰρ μετὰ τὴν τῶν χιτώνων τῶν δερματίνων ὁ Ἀδὰμ κατασκευὴν ἐκβάλλεται, κωλυό‐ μενος φαγεῖν ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζῆσαι, εἰ ὅλως ἀδύνατον ἦν μετὰ σώματος εἰς τὸν αἰῶνα ζῆσαι τὸν ἄνθρωπον; ὡς δυναμένου γὰρ αὐ‐ τοῦ μὴ ἀποθανεῖν, ἐὰν ἀπὸ τῆς ζωῆς γεύσηται λαβών, ἡ κώλυσις γίγνεται.
15φησὶ γάρ «καὶ ἐποίησε κύριος ὁ θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χι‐ τῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς· καὶ εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου
20τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη, καὶ ἐξέβαλε τὸν Ἀδάμ». οὐκοῦν ἐδύνατο ζῆν εἰς τὸν αἰῶνα τὸ σῶμα καὶ ἀθάνατον ἔσεσθαι, εἰ μὴ κεκώλυτο γεύσασθαι τῆς ζωῆς. ἐκωλύθη δέ, ὅπως ἡ μὲν ἁμαρτία συναποκτανθεῖσα τῷ σώματι θάνῃ, τὸ δὲ σῶμα ἀναστῇ τῆς ἁμαρτίας ἀπο‐ λουμένης. ἵνα τοίνυν μὴ κακὸν ἀθάνατον ὁ ἄνθρωπος, ὡς ἔφην, ᾖ,
25ἀείζωον ἔχων ἐν ἑαυτῷ τὴν ἁμαρτίαν κρατιστεύουσαν, ἅτε ἐν ἀθανάτῳ451 in vol. 2
Haer
.

2

.

452

βλαστήσασαν σώματι καὶ ἀθάνατον ἔχουσαν τροφήν, ὁ θεὸς αὐτὸν διὰ τοῦτο θνητὸν ἀπεφήνατο νεκρότητι περιβαλών. τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες ἐβούλοντο, ἵνα δὴ διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς διαιρέσεως ἡ ἁμαρτία κάτωθεν αὐτόπρεμνος πᾶσα διαφθαρῇ, ὡς μηδὲ κἂν βραχύ‐
5τατον ῥίζης ἐαθῆναι μέρος, ἀφ’ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀνα‐ βήσονται. 33. Καθάπερ γὰρ ὁπόταν ἐν οἰκοδομήμασι ναῶν καλοῖς συκῆ 〈ᾖ〉 γεν‐ νηθεῖσα καὶ εἰς ἔκτασιν καὶ μέγεθος εὐτροφήσασα καὶ περὶ πάσας τὰς ἁρμογὰς πολυκλημάτοις ῥίζαις τῶν λίθων κεχυμένη, οὐ πρότερον τοῦ φύειν
10στέλλεται, ἔστ’ ἂν πᾶσα ἀποσπασθῇ, λυθέντων καθ’ οὓς ἐβλάστησε τό‐ πους τῶν λίθων (δυνατὸν γὰρ πάλιν εἰς τοὺς αὐτοὺς ἐναρμοσθῆναι τόπους τοὺς λίθους, τῆς συκῆς ἀφῃρημένης, ὅπως ὁ μὲν ναὸς σῴζηται, μηδὲν τῶν ἀφανιζόντων αὐτὸν κακῶν ἐν ἑαυτῷ μηκέτι φέρων, ἡ δὲ συκῆ πᾶσα προ‐ θέλυμνος ἀποσπασθεῖσα ἀποθάνῃ), κατὰ ταῦτα καὶ ὁ θεὸς ὁ τεχνίτης τὸν
15ἑαυτοῦ ναὸν τὸν ἄνθρωπον, δίκην ἀγρίας συκῆς τὴν ἁμαρτίαν βλαστή‐ σαντα, διέλυσε θανάτου προσκαίροις προσβολαῖς «ἀποκτέννων» κατὰ τὸ γεγραμμένον «καὶ ζωοποιῶν», ἵνα πάλιν ἀπὸ τῶν αὐτῶν ἡ σὰρξ μερῶν μετὰ τὸ ξηρανθῆναι καὶ ἀποθανεῖν τὸ ἁμάρτημα δίκην ἀνακαινοποιη‐ θέντος ναοῦ ἀθάνατος καὶ ἀπήμων ἐγερθῇ, τελέως ἐκ βάθρων ἀπο‐
20λομένης τῆς ἁμαρτίας. ζῶντος γὰρ ἔτι τοῦ σώματος πρὸ τοῦ τεθνήξε‐452 in vol. 2
Haer
.

2

.

453

σθαι συζῆν ἀνάγκη καὶ τὴν ἁμαρτίαν, ἔνδον τὰς ῥίζας αὐτῆς ἐν ἡμῖν ἀπο‐ κρύπτουσαν, κἂν ἔξωθεν τομαῖς ταῖς ἀπὸ τῶν σωφρονισμῶν καὶ τῶν νουθετήσεων ἀνεστέλλετο, ἐπεὶ οὐκ ἂν ἔτι μετὰ τὸ φωτισθῆναι συνέβαι‐ νεν ἀδικεῖν, [ἅτε] παντάπασιν εἰλικρινῶς ἀφῃρημένης ἀφ’ ἡμῶν τῆς ἁμαρ‐
5τίας. νῦν δὲ καὶ μετὰ τὸ πιστεῦσαι καὶ ἐπὶ τὸ ὕδωρ ἐλθεῖν τοῦ ἁγνισμοῦ πολλάκις ἐν ἁμαρτίαις ὄντες εὑρισκόμεθα. οὐδεὶς γὰρ οὕτως ἁμαρτίας ἐκτὸς εἶναι ἑαυτὸν καυχήσεται ὡς μηδὲ κἂν ἐνθυμηθῆναι τὸ σύνολον ὅλως τὴν ἀδικίαν. ὥστε συμβέβηκε συστέλλεσθαι μὲν καὶ κατευνάζεσθαι τῇ πίστει νῦν τὴν ἁμαρτίαν, εἰς τὸ μὴ οἶσαι καρποὺς βλαβοποιούς, οὐ μὴν
10ἀνῃρῆσθαι καὶ τῶν ῥιζῶν ἄχρις. νῦν μὲν γὰρ ἐνταῦθα τὰς βλάστας αὐτῆς, οἷον τὰς ἐνθυμήσεις τὰς πονηράς, συστέλλομεν, «μή τις ῥίζα πι‐ κρίας ἄνω φύουσα ἐνοχλήσῃ», μὴ ἐῶντες ἀναμύειν καὶ διοίγνυσθαι τὰ μεμυκότα στόμια πρὸς τὰς ἐκφύσεις, τοῦ λόγου δίκην ἀξίνης πρὸς τὰς ῥίζας αὐτῆς τὰς κάτω φυομένας τέμνοντος. τότε δὲ καὶ τὸ ὅλως ἐνθυ‐
15μηθήσεσθαι περὶ κακίας ἀφανισθήσεται. 34. Οὐδὲ γὰρ ἀμάρτυρος ὁ λόγος γραφῶν τοῖς βουλομένοις εἰλικρι‐ νῶς τὸ ἀληθὲς ἀκούειν, ἐπεὶ οἶδεν ὁ ἀπόστολος μηδέπω τὴν ῥίζαν ἐξ ἀνθρώπων τῆς ἁμαρτίας ὁλοσχερῶς ἀνῃρημένην, ὁτὲ μέν «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ τουτέστιν ἐν τῇ σαρκί μου, φράζων, τὸ ἀγαθόν· τὸ γὰρ
20θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· οὐ γὰρ ὃ θέλω
ποιῶ ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ θέλω,453 in vol. 2
Haer
.

2

.

454

τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρ‐ τία»· ὁτὲ δέ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν
5τοῖς μέλεσί μου». οὕτως οὐδέπω τὴν ἁμαρτίαν αὐτόπρεμνον ἐκ ῥιζῶν διακοπῆναι συνέβη, ἀλλὰ ζῆν (οὐ γὰρ εἰς τέλος ἀπέθανεν· πῶς γὰρ πρὸ τοῦ περιβεβλῆσθαι θανάτῳ τὸν ἄνθρωπον;), ἵνα αὐτῷ συμμαρανθεῖσα καὶ συμφθινήσασα αὐτὴ μὲν εἰς ἄρδην ἀπόληται καὶ διαφθαρῇ, καθάπερ φυ‐ τόν, λυθέντος 〈τοῦ λίθου〉 ἐν ᾧ κρύπτουσα τὰς ῥίζας ὡς ἔφην ἑαυτῆς
10διεσῴζετο 〈τόπῳ〉, ὁ δὲ ἄνθρωπος αὖθις μηκέτι «ῥίζαν» ἐνθωπεύουσαν «πικρίας» ἔχων ἐξεγερθῇ. ὡσπεροῦν ἀλεξιφαρμάκου γὰρ τρόπον ὑπὸ τοῦ ἀλεξητῆρος ἡμῶν ἀληθῶς καὶ ἰατροῦ θεοῦ πρὸς ἐκρίζωσιν τῆς ἁμαρ‐ τίας παρελήφθη ὁ θάνατος καὶ ἀφανισμόν, ἵνα μὴ διαιωνίζον ἐν ἡμῖν εἴη τὸ κακόν, ἀθάνατον ἅτε ἐν ἀθανάτοις ἀνατεῖλαν, αὐτοὶ δὲ λελωβημένοι
15καὶ ἐκστάντες νοσούντων τρόπον τῆς οἰκείας ἀρετῆς ἐπὶ πολὺ διατρίβωμεν, ἅτε ἐν ὑφεστηκόσιν ἀεὶ καὶ ἀθανάτοις σώμασι τὴν κατὰ τὸ ἁμάρτημα μεγάλην τρέφοντες νόσον. διὸ δὴ καλῶς ταύτην πρὸς ἄμφω σωτηρίαν καὶ ψυχῆς καὶ σώματος φαρμακευτικῆς τρόπον καθάρσεως τὸν θάνατον ὁ θεὸς ηὕρατο, ἵνα πανάμωμοι καὶ ἀσινεῖς οὕτως ἐξεργασθῶμεν.
20 35. Φέρε γάρ, ἐπειδὴ πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμά‐ των, ἐντεῦθεν αὐτὰ μάλιστα σκεπτώμεθα, μὴ ἀφιστάμενοι, πρὶν ἂν πρῶ‐ τον εἰς εὐδηλοτέραν ἑρμηνείαν ἀποτελευτήσῃ καὶ ἀπόδειξιν ὁ λόγος.
φαίνεται τοίνυν ὡσπερεί τις δημιουργὸς ἄκρος ἄγαλμα καλὸν ἀπὸ χρυσοῦ454 in vol. 2
Haer
.

2

.

455

κατεσκευασμένον ἢ ὕλης ἑτέρας αὐτῷ καὶ πάντα τὰ μέλη συμμέτρως εἰς κάλλος διακεκοσμημένον πάλιν χωνεύοι, λελωβημένον ἄφνω θεασάμενος ὑπό τινος ἀνθρώπου πονηροτάτου, ὃς οὐκ ἐνεγκὼν ὑπὸ βασκανίας εὐπρε‐ πὲς εἶναι τὸ ἄγαλμα ἐσίνατο, ματαίαν ἡδονὴν καρπιζόμενος τοῦ φθόνου.
5πρόσσχες γάρ, ὦ σοφώτατε Ἀγλαοφῶν, ὅτι, εἰ βούλοιτο μὴ εἶναι σεσινω‐ μένον ὅλως ὁ δημιουργὸς καὶ ψεκτὸν τὸ μετὰ τοσαύτης αὐτῷ σπουδῆς τε καὶ φροντίδος πεπονημένον, πάλιν προτραπήσεται συγχωνεύσας αὐτὸ τοιοῦτο ποιεῖν οἷον καὶ πρόσθεν ἦν. εἰ δὲ μὴ ἀναχωνεύοι μηδὲ ἀνασκευάζοι, ἐῴη δὲ οὕτως μένειν, 〈μόνον〉 θεραπεύων αὐτὸ καὶ ἐπανορθούμενος, ἀνάγκη
10δὴ πυρακτούμενον καὶ χαλκευόμενον τὸ ἄγαλμα μηκέτι δύνασθαι διατηρη‐ θῆναι τὸ αὐτὸ, ἀλλὰ διηλλαγμένον ἔσεσθαι καὶ ὑπεσπασμένον. διὰ τοῦτο εἰ βούλοιτο ὅλον καλὸν αὐτὸ καὶ ἄμωμον εἶναι τὸ ἔργον, ἀναθλᾶσθαι αὐτὸ καὶ ἀναχωνεύεσθαι δεῖ, ὅπως τὰ μὲν αἴσχη καὶ τὰ ἀλλοιώματα πάντα τὰ ἐξ ἐπιβουλῆς αὐτῷ καὶ φθόνου ὑπάρξαντα αὐτὰ μὲν διὰ τῆς ἀνασκευῆς
15καὶ ἀναχωνεύσεως ἀπόληται, τὸ δὲ εἰς τὸ ἑαυτοῦ εἶδος ἀσινὲς καὶ ἀκίβδη‐ λον αὖθις ἄγαλμα ὁμοιότατον ἑαυτῷ κατασταθῇ. τῷ μὲν γὰρ ἀγάλματι ἀπολέσθαι οὐκ ἔστιν ὑπὸ τῷ αὐτῷ τεχνίτῃ ὄντι, κἂν πάλιν εἰς ὕλην λυθῇ, ἀποκατασταθῆναι δὲ ἔστι· τοῖς δὲ αἴσχεσι καὶ λωβήμασιν ἀπολέσθαι μὲν ἔστιν (τήκονται γάρ), ἀποκατασταθῆναι δὲ οὐκ ἔστι, διὰ τὸ ἐν πάσῃ τέχνῃ
20τὸν ἄριστον δημιουργὸν μὴ πρὸς τὸ αἴσχιον ἢ ἐπιτευχθησόμενον ὁρᾶν,455 in vol. 2
Haer
.

2

.

456

ἀλλὰ πρὸς τὸ σύμμετρον καὶ εὐθὲς τοῦ δημιουργουμένου. ταὐτὸν γὰρ φαίνεται δή μοι καὶ ἐφ’ ἡμῶν ὁ θεὸς διῳκονομηκέναι. τὸν γὰρ ἄνθρω‐ πον, τὸ εὐπρεπέστατον ἑαυτοῦ τέχνημα, βασκάνοις ἐπιβουλαῖς φθόνου κεκακωμένον ἰδὼν οὐκ ἠνέσχετο τοιοῦτον καταλεῖψαι φιλάνθρωπος ὤν,
5ὅπως μὴ δι’ αἰῶνος εἴη μεμωμημένος, ἀθάνατον ἔχων ἐν ἑαυτῷ τὸν ψόγον, ἀλλὰ διέλυσεν εἰς ὕλην πάλιν, ἵνα διὰ τῆς ἀναπλάσεως ἐκτακῶσι καὶ ἐξαφανισθῶσι πάντα τὰ ἐν αὐτῷ μωμήματα. τὸ γὰρ ἐκεῖ ἀναχωνευθῆ‐ ναι τὸν ἀνδριάντα, τοῦτο ἐνταῦθα τὸ ἀποθανεῖν καὶ διαλυθῆναι τὸ σῶμα, τὸ δὲ ἐκεῖ ἀναμορφοποιηθῆναι τὴν ὕλην ἢ ἀνακοσμηθῆναι, τοῦτο ἐν‐
10ταῦθα τὸ ἀναστῆναι, ὥσπερ καὶ ὁ προφήτης Ἰερεμίας τούτοις [γὰρ] ἤδη καὶ αὐτὸς ὧδε τὰ αὐτὰ παρεγγυᾷ «καὶ κατέβην» λέγων «εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδού, αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέπεσε τὸ ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ ποιῆσαι. καὶ ἐγένετο
15λόγος κυρίου πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦτο ποιῆσαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; ἰδού, ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου». 36. Πρόσσχες γὰρ ὅπως, ὡς ἔφην, μετὰ τὸ παραβῆναι τὸν ἄνθρωπον ἡ μεγάλη χεὶρ εἰς νῖκος καταλεῖψαι τὸ ἑαυτῆς ἔργον οὐκ ηὐδόκησεν ὡς
20κίβδηλον τῷ πονηρῷ ἀδίκως αὐτὸ λυμηναμένῳ βασκάνοις αἰτίαις, ἀλλὰ456 in vol. 2
Haer
.

2

.

457

ἀνατήξασα ἀνέδευσεν αὖθις εἰς πηλόν, οἷα κεραμεὺς ἀναπλάσσων ἄγγος πρὸς τὸ ἀφανισθῆναι μὲν διὰ τῆς ἀναπλάσεως πάντα τὰ ἐν αὐτῷ αἴσχη καὶ θλάσματα, γενηθῆναι δὲ τὸ πᾶν ἄνωθεν ἀμέμπτως ἀρεστόν. «ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι
5σκεῦος, ὃ μὲν εἰς τιμὴν ὃ δὲ εἰς ἀτιμίαν»; ὃ δή ἐστι (τοῦτο γὰρ παντά‐ πασιν ὁ ἀπόστολός μοι δηλοῦν φαίνεται)· μή τι ἐξουσίαν οὐκ ἔχει ὁ θεὸς ἀπὸ τῆς ὕλης ἑκάστου τῆς αὐτῆς ἀναπλάσας καὶ ἀνακοσμήσας ἰδίως ἕκα‐ στον ἢ εἰς τιμὴν ἡμῶν ἀναστῆσαι καὶ δόξαν ἢ εἰς ἀτιμίαν καὶ κατάκρισιν; εἰς ἀτιμίαν μὲν τῶν ἐν ἁμαρτίαις φαύλως βιωσάντων, εἰς τιμὴν δὲ τῶν ἐν
10δικαιοσύνῃ. καθάπερ ἐδηλώθη καὶ τῷ Δανιήλ «καὶ πολλοὶ τῶν καθευ‐ δόντων ἐν γῆς χώματι» λέγοντι «ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον, καὶ οἱ συνιέντες ἐκλάμψου‐ σιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος». ἐφ’ ἡμῖν γὰρ οὐ τὸ ἀφανίσαι τὴν ῥίζαν τελείως τῆς πονηρίας, ἀλλὰ τὸ μὴ πρὸς ἔκτασιν αὐτὴν ἐᾶσα
15φῦναι καὶ καρποφορεῖν. ἡ μὲν γὰρ καθόλου καὶ παντελικὴ αὐταῖς ῥίζαις αὐτῆς ἀναίρεσίς τε καὶ ἀπώλεια ὑπὸ τοῦ θεοῦ κατὰ τὴν τοῦ σώματος ὡς εἴρηται διάλυσιν γίγνεται, ἡ δὲ ἐκ μέρους πρὸς τὸ μὴ οἶσαι βλαστὸν ὑφ’ ἡμῶν. καὶ διὰ τοῦτο τὸν ἐκθρέψαντα πρὸς αὔξησιν αὐτὴν μᾶλλον καὶ μέγεθος, ἀλλὰ μὴ στειρώσαντα τὸ ὅσον ἐπ’ αὐτῷ καὶ συμπιλήσαντα
20ἀνάγκη διδόναι δίκην, ὅτι δυνάμενος καὶ ἔχων πρὸς τοῦτο τὴν ἐξουσίαν
εἵλατο τὸ βλάπτον πρὸ τοῦ συμφέροντος μᾶλλον τιμῆσαι.457 in vol. 2
Haer
.

2

.

458

37. Ὥστε μηδείς, αὐτὸς αἴτιος ὤν, ἀκολάστῳ γλώσσῃ μεμφέσθω τὴν θείαν φύσιν, ὡς οὐκ ἐν δίκῃ διανέμουσαν ἑκάστῳ κακίας ἢ ἀρετῆς τὰ ἀμοιβαῖα. «τίς γὰρ εἶ, ὦ ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως»; πῶς γάρ; ὁπότε
5αὐτοδεσπότῳ βουλῇ κακίαν εἵλατο. διὸ καὶ οὐ λέξει 〈ἐν〉 δικαιοσύνης δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ, τί με ἐποίησας οὕτως κατα‐ κριθέντα εἰς τὸ ἀλγύνεσθαι; πρόσσχες γὰρ ὅπως ὥσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινῶς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων
10τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημε‐ λημένον ἢ δύσφημον. τοῖς μὲν γὰρ μὴ μετὰ σπουδῆς, ἀλλὰ ἀγεννῶς ἐγκύπτουσι τοῖς λόγοις ἀσυνάρτητα ἔσθ’ ὅτε δοκεῖ καὶ ἀσύμφωνα λέγειν, τοῖς δ’ αὖ σπουδαίως καὶ λογισμῷ νήφοντι ὁπόσης τάξεως ἔμπλεα καὶ ἀληθείας.
15 Δι’ ἀκριβείας μὲν οὖν περὶ τούτων διεξιέναι τὰ νῦν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθ’ ἑαυτὸ μόνον ἔργον. καὶ γὰρ γελοῖον καταλείψαντάς σου τὴν σκέψιν, ἧς ἕνεκα ταύτην ἐστειλάμεθα, εἰς ἄλλα μετιέναι. ταῦτα γὰρ ἡμῖν εἴρηται διὰ τὴν τῶν ἐθελοκακούντων τιμωρὸν δίκην. ἀποδειχθέντος τοίνυν ἐνδηλότατα τὸν θάνατον τῷ ἀνθρώπῳ μεμηχανῆσθαι μὴ ἐπὶ κακῷ τινι
20ἀλλὰ *, χρὴ λοιπὸν τὸν μὴ φαύλως τούτοις ἐγκύπτοντα περὶ τῆς ἀναστάσεως458 in vol. 2
Haer
.

2

.

459

νοεῖν τοῦ σώματος. πῶς γὰρ οὐκ ὠφέλιμος ὁ θάνατος, διαφθείρων ἡμῶν τὰ ληΐζοντα τὴν φύσιν; εἰ καὶ παρὰ τὸν καιρὸν ἐπαχθής, καθ’ ὃν προσ‐ φέρεται, 〈εἶναι〉 δοκεῖ καθάπερ αὐστηρότατον τῷ νοσοῦντι φάρμακον. καὶ ἵνα μὴ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, φέρε καὶ ἀπὸ τῆς
5ᾠδῆς ἔτι τοῦ Δευτερονομίου βεβαιώσαντες τὸν λόγον ἴωμεν τὰ ἑξῆς δια‐ ληψόμενοι. 38. Τὸ γάρ «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσο‐ μαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου» λεγόμενον ὑπὸ τοῦ θεοῦ τί ἄλλο διδάσκειν βούλεται ἢ ὅτι διὰ τοῦτο τὸ σῶμα πρῶτον ἀπο‐
10κτέννυται καὶ θνῄσκει, ἵνα αὖθις ἀνασταθῇ καὶ ζήσῃ; πατάσσεται πρῶτον καὶ θραύεται, ἵνα σῷον αὖθις πλασθῇ καὶ ὑγιές. καὶ οὐδὲν ἐξελέσθαι ὅλως τὸ σύνολον τῆς μεγάλης καὶ κραταιᾶς αὐτοῦ χειρὸς πρὸς ἀπώλειαν καὶ ὄλεθρον σθένει, οὐ πῦρ, οὐ θάνατος, οὐ σκότος, οὐ χάος, οὐ φθορά. «τίς γὰρ ἡμᾶς» φησίν «χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ» (ὃς ἑρμηνεύε‐
15ται χεὶρ τοῦ πατρὸς καὶ λόγος); «θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λι‐ μὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθὼς γέγραπται· ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς». ἀληθέστατα· ἵνα πληρωθῇ, καθὼς ἔφην, τό «ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω
20κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται» «ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ» πρὸς ἀπώλειαν. διὸ καὶ «ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς», ἵνα «ἀποθανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῷ θεῷ». καὶ ταῦτα μὲν μέχρι τοσούτου διεσκέφθω· τὰ δὲ συνεχῆ τούτοις ὧδε πάλιν προχει‐
ριστέον.459 in vol. 2
Haer
.

2

.

460

39. Εἰ πᾶν τὸ γεννώμενον νοσεῖ (προτείνει γὰρ οὕτως ὁ ἐξ ἐναντίας) καὶ κατὰ τὴν γένεσιν καὶ κατὰ τὴν τροφήν (ἀπὸ τῶν προσιόντων γάρ, φησίν, αὔξεται καὶ ἀπὸ τῶν ἀπιόντων ἐλαττοῦται), τὰ δὲ μὴ γεννώμενα ὑγιαίνει, ὅτι μὴ νοσεῖ, μηδὲ προσδεῖται ἢ ἐπιθυμεῖ, ἐπιθυμεῖ δὲ τὰ γεννώμενα καὶ
5συνουσίας καὶ τροφῆς, τὸ δὲ ἐπιθυμεῖν νοσεῖν ἐστι, τὸ δὲ μὴ δεῖσθαι μηδὲ ἐπιθυμεῖν ὑγιαίνειν, νοσεῖ δὲ τὰ γεννώμενα ὅτι ἐπιθυμεῖ, τὰ δὲ μὴ γεννώ‐ μενα οὐ νοσεῖ, πάσχει δὲ τὰ νοσοῦντα ἢ κατὰ πλῆθος ἢ ἔνδειαν τῶν προσγιγνομένων καὶ ἀπογιγνομένων, τὸ δὲ πάσχον καὶ φθίνει καὶ ἀπόλλυ‐ ται, διόπερ καὶ γεννᾶται, γεννᾶται δὲ ὁ ἄνθρωπος, —οὐ δύναται ἄρα
10ἀπαθὴς εἶναι ὁ ἄνθρωπος καὶ ἀθάνατος. καταπίπτει μὲν οὖν καὶ ἐπὶ τούτοις αὐτοῖς ὁ λόγος. εἰ γὰρ πᾶν τὸ γιγνόμενον ἢ γεννώμενον ἀπόλλυ‐ ται (διαφέρει γὰρ οὐδὲν οὕτως εἰπεῖν, ἐπειδὴ καὶ οἱ πρωτόπλαστοι οὐκ ἐγεννήθησαν, ἀλλ’ ἐγενήθησαν), γενητοὶ δὲ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαὶ («ὁ ποιῶν, γάρ φησιν, τοὺς ἀγγέλους αὐτοῦ πνεύματα»), ἀπόλλυνται ἄρα
15οἱ ἄγγελοι κατ’ αὐτοὺς καὶ αἱ ψυχαί. ἀλλ’ οὔτε οἱ ἄγγελοι οὔτε αἱ ψυχαὶ ἀπόλλυνται. ἀθάνατα γὰρ ταῦτα καὶ ἀδάμαστα, καθὼς ὁ ποιήσας εἶναι βεβούλευται. ἀθάνατος ἄρα καὶ ὁ ἄνθρωπος. οὐκ ἀρεστὸν δὲ 〈οὐδ’〉 ἐκεῖνο, τὸ λέγειν εἰς ἄρδην ἀπολεῖσθαι τὸ πᾶν, καὶ γῆν καὶ ἀέρα καὶ οὐρανὸν μὴ ἔσεσθαι. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς
20κάθαρσιν καὶ ἀνακαινισμὸν καταβασίῳ πᾶς ὁ κόσμος κατακλυζόμενος πυρί, οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν. εἰ γὰρ κρεῖττον τὸ μὴ εἶναι τοῦ εἶναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιή‐
σας τὸν κόσμον ὁ θεός; ἀλλ’ οὐδὲν ὁ θεὸς ματαίως ἢ χεῖρον ἐποίει.460 in vol. 2
Haer
.

2

.

461

οὐκοῦν εἰς τὸ εἶναι καὶ μένειν τὴν κτίσιν ὁ θεὸς διεκοσμήσατο, καθάπερ καὶ ἡ σοφία συνίστησιν «ἔκτισε γὰρ εἰς τὸ εἶναι» λέγουσα «τὰ πάντα ὁ θεὸς καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρ‐ μακον ὀλέθρου». καὶ ὁ Παῦλος δὲ σαφῶς μαρτυρεῖ λέγων «ἡ γὰρ ἀποκαρα‐
5δοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». «τῇ γὰρ ματαιότητι, φησίν, ἡ κτίσις ὑπετάγη», ἐλευθερωθήσεσθαι δὲ τῆς τοιαύτης
10δουλείας προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν· οὐ γὰρ τὰ μὴ βλεπόμενα τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ τὰ βλεπό‐ μενα. μένει ἄρα ἡ κτίσις εἰς τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα καὶ εὐπρεπέ‐ στερον, ἀγαλλομένη καὶ χαίρουσα ἐπὶ τοῖς τέκνοις τοῦ θεοῦ 〈ἐν〉 τῇ ἀνα‐ στάσει, δι’ οὓς στενάζει καὶ συνωδίνει νῦν, τὴν ἀπολύτρωσιν ἡμῶν ἀπὸ
15τῆς φθορᾶς καὶ αὐτὴ τοῦ σώματος ἐκδεχομένη, ὅπως ἡμῶν ἐγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαρκὸς κατὰ τὸ γεγραμμένον «ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον, Ἱερουσαλήμ», ἐλευθερω‐ θέντων τε τῆς ἁμαρτίας ἐλευθερωθήσεται καὶ αὐτὴ τῆς φθορᾶς, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοσύνῃ. «οἴδαμεν γάρ, φησίν, ὅτι
20πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοί, τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος
ἡμῶν». καὶ ὁ Ἠσαΐας δέ· «ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ461 in vol. 2
Haer
.

2

.

462

καινή, ἃ ἐγὼ (φησί) ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως ἔσται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν». καὶ πάλιν «οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος θεὸς ὁ κατασκευάσας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοι‐
5κεῖσθαι». ὄντως γὰρ οὐκ εἰς κενὸν οὐδὲ εἰς μάτην πρὸς ἀπώλειαν ἔκτισε κατὰ τοὺς φρονοῦντας μάταια τὸ πᾶν ὁ θεός, ἀλλὰ εἰς τὸ εἶναί τε καὶ οἰκεῖσθαι καὶ διαμένειν. διὸ ἀνάγκη δὴ καὶ τὴν γῆν αὖθις καὶ τὸν οὐρα‐ νὸν μετὰ τὴν ἐκφλόγωσιν ἔσεσθαι πάντων καὶ τὸν βρασμόν. διὰ τί δὲ τοῦτο ἀνάγκη, λόγος ἂν ἔτι πλείων τῶν εἰρημένων γίγνοιτο. οὔτε γὰρ
10εἰς ὕλην ἀργὴν καὶ τοιαύτην ἔτι κατάστασιν, οἵα καὶ πρὸ τῆς διακοσ‐ μήσεως ἦν, διαλυθὲν ἀναστοιχειωθήσεται τὸ πᾶν οὔτ’ αὖ εἰς ἀπώλειαν παντελῆ καὶ φθοράν. 40. Ἐὰν δέ· πῶς οὖν, ἐὰν μὴ ἀπόλλυται τὸ πᾶν, οἱ ἐξ ἐναντίας εἴπωσιν, ὁ μὲν κύριος τὸν οὐρανὸν παρελεύσεσθαι ἔφη καὶ τὴν γῆν, ὁ δὲ
15προφήτης ἀπολεῖσθαι μὲν τὸν οὐρανὸν ὡς καπνόν, τὴν δὲ γῆν ὡς ἱμά‐ τιον παλαιωθήσεσθαι; ἐπειδήπερ ἔθος ταῖς γραφαῖς, λέξομεν, τὴν εἰς τὸ κρεῖττον καὶ ἐνδοξότερον ἀπὸ ταύτης τῆς καταστάσεως τοῦ κόσμου μεταβολὴν ἀπώλειαν λέγειν, οἷον τοῦ πρόσθεν σχήματος ἀπολλυμένου κατὰ τὴν εἰς τὸ φαιδρότερον ἁπάντων ἐξαλλαγήν· ὅτι μηδεμία ὑπεναντίωσις
20ἢ ἀτοπία ἐν τοῖς θείοις λόγοις. «παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τού‐
του» καὶ οὐχ ὁ κόσμος εἴρηται. οὕτως ἔθος ἀπώλειαν καλεῖν τὰς γραφὰς462 in vol. 2
Haer
.

2

.

463

τὴν πρὸς τὸ ἄμεινον ἔσθ’ ὅτε καὶ εὐμορφότερον τροπὴν τοῦ πρόσθεν σχή‐ ματος, οἷον ὥσπερ ὁπόταν τις ἀπώλειαν λέγοι τοῦ κατὰ τὸ νήπιον σχήματος τὴν εἰς τὸν ἄνδρα τὸν τέλειον μεταλλαγήν, τρεπομένης εἰς μέγεθος καὶ κάλλος τῆς ἡλικίας τοῦ νηπίου. «ὅτε γὰρ ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νή‐
5πιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην, ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου». ταραχθήσεσθαι μὲν γὰρ τὴν κτίσιν ὥσπερ τεθνηξομένην κατὰ τὴν ἐκπύρωσιν, ἵνα καὶ ἀνακτισθῇ, οὐ μὴν ἀπολεῖσθαι προσδοκητέον, ὅπως οἱ ἀνακαινοποιηθέντες ἐν ἀνακαινοποιηθέντι τῷ κόσμῳ ἄγευστοι λύπης κατοικήσωμεν, κατὰ τὸ λεχθέν «ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ
10κτισθήσονται» ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ «καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», τοῦ περιέχοντος τῆς εὐκρασίας ἐπιτροπεύοντος λοιπὸν τοῦ θεοῦ. ἐσομένης γὰρ καὶ μετὰ τοῦτον τὸν αἰῶνα γῆς ἀνάγκη πᾶσα ἔσεσθαι καὶ τοὺς οἰκήσοντας, οὐκέτι τεθνηξομένους ἢ γαμήσοντας καὶ γεννησομένους, ἀλλ’ ὡς ἀγγέλους ἀμεταστρόφως ἐν ἀφθαρσίᾳ τὰ ἄριστα πράξοντας. διὸ
15ληρῶδες τὸ ἐν ποίᾳ διαγωγῇ τότε δὴ τὰ σώματα ἔσονται λέγεσθαι, μήτε ἀέρος μήτε γῆς μήτε τῶν ἄλλων ἐσομένων. 41. Ἄξιον δὲ κἀκεῖνο πρὸς τοῖς εἰρημένοις ἐπισκοπεῖν, ὡς ἔχει πολ‐ λὴν διάπτωσιν, εἰ δεῖ παρρησίαν ἄγειν περὶ τηλικούτων, ὦ Ἀγλαοφῶν,
διαλεγομένους πραγμάτων. φράσας γὰρ ἀποφήνασθαι τὸν κύριον ὡς οἱ463 in vol. 2
Haer
.

2

.

464

τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε ὡς ἄγγελοι, ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι, ἐπέφερες «οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί, καὶ ἡμᾶς δὲ ἄρα ἐξι‐ σάζεσθαι μέλλοντας ἀγγέλοις ἀνάγκη δὴ σαρκῶν ὡσαύτως ἐκείνοις γυμνοὺς
5ἔσεσθαι δεῖν», οὐκ ἐπιστήσας, ὦ ἄριστε, ὡς ὁ ποιήσας καὶ διακοσμήσας ἐξ οὐκ ὄντων τὸ πᾶν τὴν τῶν ἀθανάτων φύσιν οὐ μόνον εἰς ἀγγέλους καὶ λειτουργοὺς διανείμας ἐκόσμησεν, ἀλλὰ καὶ εἰς ἀρχὰς καὶ ἐξουσίας καὶ θρόνους. ἄλλο γὰρ γένος τὸ τῶν ἀγγέλων καὶ ἄλλο τὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν, ὅτι μὴ τάγμα ἓν καὶ μία σύστασις καὶ φυλὴ καὶ φατριὰ τῶν
10ἀθανάτων, ἀλλὰ γένη καὶ φυλαὶ καὶ διαφοραί. καὶ οὔτε τὰ Χερουβὶμ τῆς ἰδίας ἐξιστάμενα φύσεως εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται οὔτε αὖ πάλιν εἰς ἑτέραν οἱ ἄγγελοι. εἶναι γὰρ αὐτὰ χρὴ καὶ ὅ εἰσι καὶ ὃ γεγόνασιν. ἀτὰρ καὶ ὁ ἄνθρωπος τὸν κόσμον οἰκεῖν καὶ τῶν ἐν αὐτῷ πάντων ἡγεμονεύειν κατασταθεὶς 〈ἀπὸ〉 τῆς ἐξ ἀρχῆς διακοσμήσεως,
15ἀθάνατος ὢν τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθήσεται, οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν, ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν τῶν ἄλλων, τῆς ἐξ ἀρχῆς ἰδέας μετακοσμούμενοι, μεταβάλλονται. ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων ἢ μετα‐ σκευασθῆναι τὸν ἄνθρωπον φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπε‐
20σεῖν ἀθάνατος ὤν. χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς τάξεως αὐτοῦ τόπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ
μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν καὶ οἱ θειότεροι464 in vol. 2
Haer
.

2

.

465

τόποι καὶ τὰ ἄκρατα καὶ ἀκραιφνῆ φῶτα τῶν Σεραφίμ, ἃ παρεστήκασι τῇ μεγάλῃ βουλῇ διακρατούσῃ τὸ πᾶν, ὁ δὲ κόσμος ἀνθρώπων. ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ’
5ἂν ὁ λόγος ἀναβὰς εἰς κίνδυνον πέσῃ. 42. Ἀλλ’ οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον ἢ δια‐ μαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὕστερον ἐπενόησε ποιῆσαι μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, οὔτε ἄγγελον κατ’ ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν.
10ἀσθενὲς τοῦτο γάρ. τί δή ποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον 〈τοῦτο〉. ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἀλλὰ καὶ ὡς θέλει
15καὶ ὅτε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν. οὐκοῦν εἶναι τὸν ἄνθρω‐ πον ἄνθρωπον θέλων ἐξ ἀρχῆς ἔκτισεν. εἰ δὲ θέλων, θέλει δὲ τὸ καλόν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος λέγεται συντεθέν, οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος παρὰ τὸν ἄνθρωπον ὁ ἄνθρωπος γενηθῇ. δεῖ γὰρ τῷ θεῷ
20τὰ ἀθάνατα γένη πάντα σῴζεσθαι. ἀθάνατον δὲ καὶ ὁ ἄνθρωπος. «ἔκ‐
τισε», γάρ φησιν ἡ σοφία «τὸν ἄνθρωπον ὁ θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα465 in vol. 2
Haer
.

2

.

466

τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν». οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος. 43. Διὸ ἐπίστησον, ὡς καὶ ὁ κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός—δόγμα γὰρ
5τοῦτο Σαδδουκαίων· ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολήν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀποκηρύσσωσι, προσῆλθον αὐτῷ· ἀμέλει αὐτὸς ὁ εὐαγγελιστὴς ἐπεσημή‐ νατο, «προσῆλθον δὲ αὐτῷ» εἰπών «καὶ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν»—ὁ οὖν Χριστός, εἰ μὴ ἦν ἀνάστασις σαρκός, ἀλλὰ μόνον ἐσῴζετο
10ψυχή, συνέθετο ἂν αὐτοῖς ὡς καλῶς καὶ ὀρθῶς φρονοῦσι. νυνὶ δὲ ἀπο‐ κρούεται λέγων «ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ’ ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν», οὐ τῷ σάρκα μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ καὶ φωσίν, ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας, ἵν’ ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ,
15οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζον‐ τες, ἀλλὰ τῷ βλέπειν τὸν θεὸν καὶ γεωργεῖν τὴν ζωὴν πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ. οὐ γὰρ εἶπεν «ἔσονται ἄγγελοι», ἀλλ’ «ὡς ἄγγε‐ λοι», οἷον «δόξῃ μὲν καὶ τιμῇ» κατὰ τὸ γεγραμμένον «ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες» καὶ ἐγγὺς ὄντες τοῦ
20εἶναι ἄγγελοι. καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα καὶ
γαλήνης νυκτὸς καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων·466 in vol. 2
Haer
.

2

.

467

ἡ σελήνη φαίνει ὡς ὁ ἥλιος. καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν ἐλέγομεν, ἀλλ’ ὡς ἥλιον, ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσός, ἐγγὺς δὲ τοῦ εἶναι χρυσὸς πεφυκὸς ὡς χρυσὸς λέγεται καὶ οὐ χρυσός. εἰ δὲ ἦν χρυσός, οὐκ ἐλέγετο ἂν ὡς χρυσός, ἀλλὰ χρυσός· ἐπεὶ
5δὲ μὴ ἔστι χρυσός, ἀλλὰ 〈ἐγγὺσ〉 τοῦ εἶναι χρυσὸς καὶ φαντάζεσθαι τὸν χρυσόν, οὐ χρυσὸς ἀλλ’ ὡς χρυσὸς λέγεται. οὕτως καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἁγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἔσεσθαι ἐν τῇ ἀναστάσει, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους. ὥστε ἀλογώτατον τὸ λέγειν, ἐπειδὴ ὁ
10Χριστὸς ἀπεφήνατο τοὺς ἁγίους ὀφθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτο ταῦτα μὴ ἀνίστασθαι, καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος. ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ’ ἐπὶ τοῦ πεπτωκότος λέγεται καὶ ἀνισταμένου· ὥσπερ ὁπόταν λέγῃ καὶ ὁ προφήτης «καὶ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ
15τὴν πεπτωκυῖαν». ἔπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς «γῆν χώματος». οὐ γὰρ τὸ μὴ θνῇσκον, ἀλλὰ τὸ θνῇσκον κλίνεται. θνῄσκει δὲ σάρξ, ψυχὴ γὰρ ἀθάνατος. καὶ τοίνυν εἰ ἡ ψυχὴ ἀθάνατος, σῶμα δὲ ὁ νεκρός, οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι,
ἀρνοῦνται μὴ εἶναι ἀνάστασιν, ὅτι μὴ τὸ ἑστὸς ἀλλὰ τὸ πεπτωκὸς καὶ467 in vol. 2
Haer
.

2

.

468

κλιθὲν διανίσταται κατὰ τὸ γεγραμμένον «μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέψει»; 44. Ὅτι δὲ ἀθάνατος ἡ ψυχὴ ἐδίδαξεν ἀναφανδὸν ὁ κύριος καὶ δι’ ἑαυτοῦ καὶ διὰ Σολομῶνος εἰπών· δι’ ἑαυτοῦ μὲν ἐν τῇ κατὰ τὸν πλούσιον
5καὶ τὸν πένητα Λάζαρον ἱστορίᾳ, τὸν μὲν ἐν κόλποις Ἀβραὰμ δεικνὺς ἀναπαύεσθαι μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος, τὸν δὲ ἐν ἀλγηδόσιν, οἷς διαλεγόμενον τὸν Ἀβραὰμ εἰσήγαγε· διὰ Σολομῶνος δὲ ἐν τῇ ἐπιγραφο‐ μένῃ Σοφίᾳ, ἔνθα «δικαίων αἱ ψυχαὶ ἐν χειρί» γέγραπται «θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ
10ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης». ὅθεν σώματος ἡ ἀνάστασις, καὶ οὐ ψυχῆς. οὐ γὰρ τὸν ἑστῶτά τις ἀνίστησιν, ἀλλὰ τὸν κείμενον, ὥσπερ οὐδὲ τὸν ὑγιαίνοντα θεραπεύουσιν, ἀλλὰ τὸν πάσχοντα.
15 Εἰ δέ τις τὴν ἀνάστασιν ἐπὶ τῆς ψυχῆς καὶ μὴ ἐπὶ τῆς σαρκὸς βιάζε‐ ται λέγειν ἔσεσθαι, πολλὴ μὲν μωρία τοῦτο καὶ ἀλογία. δεῖ γὰρ φθορὰν πρῶτον καὶ λύσιν τὸν τοιοῦτον τῆς ψυχῆς δεικνύναι, ἵνα δείξῃ δὴ καὶ τὴν ἀνάστασιν, μή τοι ληροῦντά γε, ἀλλὰ σαφῶς λέγοντά τι φαίνεσθαι. ὅμως γοῦν δοτέον αὐτῷ θνητὴν ὁρίσασθαι τὴν ψυχήν. δυοῖν γάρ τοι
20θάτερον ἐνταῦθα θετέον, ἢ ἀληθῆ τὸν κύριον ἀποφήνασθαι ἀθάνατον τὴν ψυχὴν διδάσκοντα καὶ ψεῦδος τὸ φθείρεσθαι αὐτὴν λέγοντα ἢ φθεί‐
ρεσθαι καὶ ψεῦδος τῷ ἀνώλεθρον αὐτὴν καὶ ἀθάνατον εἶναι διδάσκειν468 in vol. 2
Haer
.

2

.

469

〈λέγειν〉 τὸν Χριστόν, καὶ ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα φράσει καὶ ἐν τῇ κατὰ τὸν Μωυσέα καὶ τὸν Ἠλίαν ὀπτασίᾳ. ἀλλ’ οὐδὲν ὁ κύριος ἄλλως ἐφθέγξατο ἢ ἐψεύσατο. οὐ γὰρ εἴδωλον ἢ φάντασμα, τοὺς ἀποστόλους βουλόμενος ἀπατᾶν, ἐδείκνυεν αὐτοῖς ἐν τῷ ὄρει τὸν Ἠλίαν
5καὶ τὸν Μωυσέα, ἀλλ’ ὃ ἦσαν ἀψευδῶς· ὥστε, ὡς ἔπος εἰπεῖν, καὶ τὸν δυσμαθέστατον μαθεῖν ἀθάνατον αὐτὸν εἶναι καὶ ἀνώλεθρον διαβεβαιοῦσθαι τὴν ψυχήν. 45. Οὐκοῦν σαρκὸς ἡ ἀνάστασις γίγνεται καὶ οὐ ψυχῆς, ὅπως ἡ πεπτωκυῖα τοῦ Δαυὶδ εἰς τὴν φθορὰν ἀνασταίη σκηνή, καὶ ἀναστᾶσα καὶ
10ἀνοικοδομηθεῖσα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ἀπήμων λοιπὸν καὶ ἀδιά‐ πτωτος διαμένοι, ὅτι μὴ τῷ θεῷ τὴν λιθίνην οἰκίαν δείμασθαι τοῦ Δαυὶδ ἔμελεν, ἵν’ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οἰκίαν σχῇ καλήν, ἀλλὰ τὴν σάρκα, τὸ σκῆνος τῆς ψυχῆς, ἣν αὐτὸς ταῖς ἑαυτοῦ χερσὶν ἐτεκτήνατο. σκο‐ πεῖσθαι δέ σε, ὦ σοφώτατε Ἀγλαοφῶν, οὕτως χρή. πάντως δὲ ῥᾷστα
15μαθήσῃ τοῦτο, ἐὰν ἐπὶ τὴν τοῦ καθεύδειν εἰκόνα προσσχῇς καὶ ἀνίστα‐ σθαι. εἰ γὰρ τὸ ὑπνοῦν ἀπὸ τοῦ ἐγρηγορέναι καὶ τὸ ἀνίστασθαι ἀπὸ τοῦ καθεύδειν γίγνεται καὶ τοῦτο θανάτου καὶ ἀναστάσεως μελέτη («ὕπνῳ γὰρ καὶ θανάτῳ διδυμάοσιν»), ἀνάγκη δὴ καὶ τὸ ἀναβιώσκεσθαι εἶναι ἐκ τοῦ τεθνάναι εἰς τὸ ζῆν τὴν σάρκα, εἴπερ καὶ τὸ ἀνεγείρεσθαι ἐκ τῶν
20καθευδόντων. ὡς γὰρ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίγνεται καὶ οὐ πάντως ὁ καθεύδων ἐν τῷ αὐτῷ διαμένει σχήματι καθεύδων ἀεί, ἀλλ’
αὖθις ἀνίσταται, οὕτως καὶ τὸ ζῆν ἐκ τοῦ ἀποθανεῖν συμβήσεται, καὶ οὐ469 in vol. 2
Haer
.

2

.

470

πάντως ὁ ἀποθανών, ἐπειδὰν ἀποθάνοι, ἐν τῷ αὐτῷ μένει. εἰ γὰρ ἐκ τοῦ κοιμᾶσθαι τὸ ἐγρηγορέναι καὶ ἐκ τοῦ πεσεῖν τὸ ἀνεγερθῆναι καὶ ἐκ τοῦ καταβληθῆναι τὸ ἀνοικοδομηθῆναι, τίς μηχανὴ καὶ ἐκ τοῦ κλιθέντος μὴ οὐχὶ προσδοκᾶν τὸ ἀναστήσεσθαι καὶ ἐκ τοῦ θανόντος τὸ ἀναβιώσεσθαι;
5καὶ γὰρ ἡμεῖς ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν ἐκ τῶν τεθνεώτων σωμάτων τὸ ἀναβιώσκεσθαι συμβαίνειν. καὶ μὴ μόνον τοῦτο, εἰ βούλει, ἀπὸ τοῦ καθεύδειν σκόπει καὶ ἀνίστασθαι, ἀλλὰ καὶ ἀπὸ τῶν σπερμάτων καὶ φυτῶν ὡς ἐν πᾶσιν αὐτοῖς ἡ ἀνάστασις καταγγέλλεται. καταμάθετε γὰρ τὰ σπέρματα, πῶς «γυμνά», φησίν, καὶ ἄσαρκα βάλλεται εἰς τὴν γῆν
10καὶ τελεσφορούμενα πάλιν ἀποδίδοται. ἐπεὶ εἰ θνῄσκοι μὴν καὶ σήποιτο τὰ σπέρματα, ἐκ δὲ τῶν σπερμάτων μηκέτι τὸ ἀναζῆν καὶ φύειν γένοιτο, τίς ἡ ἀποκλήρωσις μὴ οὐχὶ πάντα καταναλωθῆναι εἰς τὸ τεθνάναι; 46. Ἀλλὰ γὰρ περὶ τούτων πλείω λέγειν τανῦν, ὦ κράτιστε Θεόφιλε, παρήσομεν, καὶ οἱ λοιποὶ κριταὶ τῶν λόγων. λάβωμεν δὲ καὶ τὰ τούτοις
15ἐφεξῆς ἀκόλουθα, ὡς ἀφέστηκε τοῦ δέοντος μακράν. ὁ θεὸς γὰρ αὐτῷ πάλιν αὐτὰς τὰς ψυχὰς ἐν τῇ κατὰ τὸν ἑξηκοστὸν πέμπτον ψαλμὸν προ‐ φητείᾳ βεβιασμένως αὐτὴν καὶ ἀνοικείως ἐκτιθεμένῳ, ὡς εἰς παγίδα 〈εἰσ〉 τὴν σάρκα δίκην ὑφεξούσας τῶν ἡμαρτημένων ἐμβιβάζει, ὅπερ ἀτοπίας μᾶλλον ἢ ὀρθοδοξίας ἐστίν. εἰ γὰρ πρὸ τῆς παραβάσεως, καθάπερ ἤδη
20καὶ ἐν τοῖς ἔμπροσθεν ἐξεθέμεθα, σῶμα ἐκέκτηντο αἱ ψυχαί, πῶς 〈ὡσ〉 εἰς παγίδα ὕστερον μετὰ τὴν παράβασιν εἰς σῶμα ἐμβιβάζονται, οὐκ ὄντος
χρόνου ἐν ᾧ πρὶν αὐτὰς τὸ σῶμα λαβεῖν ἐξημάρτοσαν; οὐ γὰρ ἔμφρο‐470 in vol. 2
Haer
.

2

.

471

νος ὁτὲ μὲν ὡς διὰ τὸ σῶμα λέγειν τὰς ψυχὰς ἡμαρτηκέναι, ὁτὲ δέ, ἐπειδήπερ ἡμάρτοσαν, διὰ τοῦτο καὶ δεσμὸν αὐτὸ καὶ παγίδα πρὸς κατά‐ κρισιν γεγονέναι. εἰ γὰρ διὰ τὸ σῶμα ἥμαρτον, συνῆν ἄρα ἐξ ἀρχῆς αὐ‐ ταῖς καὶ πρὸ τῆς ἁμαρτίας τὸ σῶμα. πῶς γὰρ διὰ τοῦτο ἡμάρτανον, ὃ
5μὴ ἦν μηδέπω; εἰ δὲ παγὶς πάλιν αὐτὸ τὸ σῶμα καὶ πέδαι νομίζεται καὶ δεσμός, οὐκέτι τὸ συναμφότερον αἴτιον, ἀλλὰ ψυχὴ μόνη. ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες καὶ πέδαι κα‐ τασκευάζονται. ἀλλὰ μὲν δὴ ὡμολογήσαμεν μὴ δύνασθαι δεσμὸν εἶναι τὸ σῶμα τῆς ψυχῆς, ἐπειδὴ τὸ μὲν σῶμα πρὸς ἑκάτερα, καὶ πρὸς τὸ
10δίκαιον καὶ ἄδικον, συνεργεῖ, ὁ δὲ δεσμὸς εἴργει τοῦ ἀδικεῖν. ὥστε ὅπερ λέγω δυοῖν θάτερον· ἢ γὰρ ἐξ ἀρχῆς ἡμάρτομεν μετὰ σώματος καὶ οὐ φαίνεται χρόνος ἐν ᾧ ἐκτὸς ὑπήρξαμεν σώματος καὶ συναίτιον τὸ σῶμα καὶ ἀγαθῶν τῇ ψυχῇ καὶ κακῶν, ἢ χωρὶς σώματος διάγοντες ἡμάρτομεν καὶ ἀναίτιον τὸ σῶμα κακίας ἐκ παντός. ἀλλὰ χωρὶς σώματος ὑπὸ ἀλό‐
15γου ἡδονῆς οὐ κρατεῖται ἡ ψυχή, ἐκρατήθησαν δὲ οἱ πρωτόπλαστοι ἀλόγῳ δελεασθέντες ἡδονῇ· ἦν ἄρα ἡ ψυχὴ μετὰ σώματος καὶ πρὸ τῆς ἁμαρ‐ τίας. περὶ γὰρ δὴ τοῦ μὴ ἐγχωρεῖν αὐτὸ νομίζεσθαι διὰ τὴν παράβασιν δεσμὸν ἐπὶ τιμωρίᾳ γεγονός, ἵν’ ἀκήρατον ἡ ψυχὴ καὶ συνεχῆ κατ’ αὐτοὺς βάσανον ἔχῃ νεκροφοροῦσα, δοκῶ μοι πλήρης ταῦτα ἤδη μετὰ πάσης ἀπο‐
20δείξεως δεδηλωκέναι. ὅθεν ἀσύστατον καὶ ἀνένδεκτον τὸ μὲν σῶμα παγίδα τίθεσθαι καὶ δεσμά, τὸν δὲ θεὸν εἰσάγειν τὰς ψυχὰς εἰς τὴν παγίδα δίκην ὑφεξούσας, ἄνωθεν ἐκ τοῦ τρίτου ἐκβάλλοντα οὐρανοῦ ἀνθ’ ὧν παρήκουσαν τῆς ἐντολῆς. πρὸς τί γάρ τις βλέψας πιστεύσειεν τοῖς οὕτω ὑπ’ αὐτῶν προπετῶς εἰρημένοις; καίπερ οὐκ ἔχοντος οὕτως τοῦ ψαλμοῦ, κἂν βεβιασ‐
25μένως αὐτὸν ἐκτίθωνται. αὐτὰ δὲ προοίσω τὰ ἐγκείμενα, ἵνα δὴ καὶ τὸ471 in vol. 2
Haer
.

2

.

472

μυθῶδες αὐτῶν τῆς ἐξηγήσεως φανῇ, ὀρθῶς μὴ θελόντων νοεῖν τὰς γραφάς. εἰσὶ γὰρ οὕτω πως δήπου τὰ λεχθέντα· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,
5ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφα‐ λὰς ἡμῶν. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν». καὶ εὐθέως ἐπιφέρουσι· ταῦτα δὲ ὑπὸ τῶν ψυχῶν εἴρηται τῶν εἰς τὴν παγίδα τὸ σῶμα ὡς εἰς ἀγώνισμα κατενεχθεισῶν ἐκ τοῦ τρί‐ του οὐρανοῦ, ἔνθα ὁ παράδεισος. τὸ γάρ «διήλθομεν διὰ πυρὸς καὶ ὕδα‐
10τος» ἤτοι, φησί, τὴν διὰ μήτρας εἰς τὸν κόσμον τῆς ψυχῆς πάροδον δηλοῖ, ἐπειδήπερ ἐν φλογὶ τοσαύτῃ καὶ ὑγρασίᾳ καταγίγνεται, ἢ τὴν ἀπὸ τῶν οὐρανῶν κατάπτωσιν εἰς τὸν βίον διερχομένης 〈αὐτῆσ〉 τὰς πηγὰς τοῦ πυρὸς καὶ τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος ὕδατα. πρὸς οὓς ἠξίουν ἐνίστασθαι. φέρε γὰρ ὑπὲρ αὐτῶν, ὦ Ἀγλαοφῶν, αὐτὸς ποίησαι τὴν ἀπό‐
15κρισιν, τί λέξουσι. 47. Πρῶτον γὰρ 〈ὅτι〉 ὁ παράδεισος, ὅθεν καὶ ἐξεβλήθημεν ἐν τῷ πρωτοπλάστῳ, ἐπὶ ταύτης ἐστὶ τῆς γῆς προδήλως τόπος ἐξαίρετος, πρὸς ἄλυπον ἀνάπαυσιν καὶ διαγωγὴν τοῖς ἁγίοις ἀφωρισμένος, 〈τοῦτο〉 δῆλον ἀπὸ τοῦ καὶ τὸν Τίγριν καὶ τὸν Εὐφράτην καὶ τοὺς λοιποὺς ποτα‐
20μοὺς τοὺς ἐκεῖθεν προχεομένους ἐνταῦθα φαίνεσθαι τῶν ῥευμάτων τὰς διεκβολὰς εἰς τὴν καθ’ ἡμᾶς ἤπειρον ἐπικλύζοντας. οὐ γὰρ ἀπὸ τῶν οὐρανῶν ἄνωθεν καταράσσονται χεόμενοι· ἐπεὶ οὐδὲ ὑπέστη ἂν ἡ γῆ ὄγκον τοσοῦτον ἀθρόως ἐξ ὕψους καταφερόμενον ὑποδέξασθαι ὕδατος. ἀλλ’ οὐδὲ ὁ ἀπόστολος ὑποτίθεται τὸν παράδεισον εἶναι ἐν τρίτῳ οὐρανῷ τοῖς
25λεπτῶν ἀκροᾶσθαι λόγων ἐπισταμένοις· «οἶδα» γάρ «ἁρπαγέντα 〈τὸν472 in vol. 2
Haer
.

2

.

473

τοιοῦτον〉 ἕως τρίτου» λέγων «οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρω‐ πον, εἴτε ἐν σώματι εἴτε χωρὶς σώματος, ὁ θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον». δύο ἀποκαλύψεις μεγάλας ἑωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. τὸ
5γάρ «οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ» ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον ἀναληφθέντι οὐρανὸν πεφηνέναι συνίστησι· τὸ δὲ «καὶ οἶδα» πάλιν ἐπιφερόμενον «τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος, 〈ἁρπαγέντα〉 εἰς τὸν παράδεισον» ἑτέραν αὖθις αὐτῷ πεφανερῶσθαι κατὰ τὸν παράδεισον ἀποκάλυψιν δείκνυσι. τερετισ‐
10μὸς οὖν ἐστι καὶ τραγικολογία τὸ καταβάλλεσθαι λέγειν τὰς ψυχὰς ἐκ τῶν οὐρανῶν καὶ διαβαίνειν τοῦ πυρὸς τὰς πηγὰς καὶ τὰ ὕδατα τὰ ὑπὲρ τὰ νῶτα τοῦ στερεώματος, εἰς τὸν καθ’ ἡμᾶς φερομένας κόσμον. ἐπεὶ μηδὲ ὁ Ἀδὰμ ἐκ τῶν οὐρανῶν ἐξεβλήθη, ἀλλὰ ἀπὸ τοῦ κατὰ ἀνατολὰς ἐν Ἐδὲμ πεφυτευμένου παραδείσου. οὐ γὰρ πρὸ τῆς ἐνσωματώσεως τὸ
15παράπτωμα, καθάπερ ἐδείξαμεν ἱκανῶς, οὐδ’ αὖ τὸ σῶμα παγὶς τοῦτο, ἀλλὰ μετὰ τὴν εἰς τὸ σῶμα σύμφυσιν τῆς ψυχῆς γίγνεται τὸ παράπτωμα, ὅτι τὸ συναμφότερον ὁ ἄνθρωπος καὶ ἡ ἐκ τοῦ παραδείσου κατάπτωσις ἐνθάδε. ὁ δὲ ὅλως οὐ προσέσχεν ἐπιμελέστερον, Ἀγλαοφῶν, τῷ λόγῳ, ἀλλὰ διετείνατο περὶ πραγμάτων διανόησιν οὐκ ἐχόντων ἀκίνδυνον, ἐπιχει‐
20ρήσας κατὰ τὰς δόξας ἐξηγήσασθαι τῶν φαύλων τὸν ψαλμόν, περὶ ὧν λέγειν πλείω παρήσομεν. 48. Βούλομαι γάρ, ἐπειδὴ ἅπαξ εἰς τὸ διευθῦναι τὴν μοχθηρίαν αὐ‐ τῶν ἥκαμεν, ἀπογυμνῶσαι καὶ ταύτης αὐτοῖς τῆς προφητείας τὴν πρόφα‐
σιν· «ἐδοκίμασας ἡμᾶς ὁ θεός· ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύ‐473 in vol. 2
Haer
.

2

.

474

ριον». δοκιμασθέντες διαρκῶς οἱ μάρτυρες ἐν ταῖς κατὰ τοὺς πειρασ‐ μοὺς τῶν βασάνων προσβολαῖς (τὰ πολλὰ γὰρ εἰς τὴν καθ’ ἡμᾶς αἱ προφητεῖαι πίστιν πληροῦνται) καὶ εὐκλεῶς καὶ ἐρρωμενέστατα διαθλή‐ σαντες εὐχαριστοῦσι, τό «ἐδοκίμασας ἡμᾶς» λέγοντες τῷ θεῷ, ὡς ἵνα τὴν
5δόξαν παρ’ αὐτῷ κτήσωνται μείζονα, διὰ πολλῶν αὐτοὺς ἤλεγξε πόνων, τὸν ἀληθῶς Ὀλυμπιακὸν ἀγῶνα νικῆσαι προθείς. καὶ ἐπισκέψασθε ὡς τούτοις συνῳδὰ σαφῶς τοῖς λόγοις περὶ μαρτύρων καὶ ὁ Σολομῶν ἀνα‐ φθέγγεται (οὐ γὰρ ἀμάρτυρος ὁ λόγος καὶ ἄλλων γραφῶν) ὅτι «ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ ηὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσίον ἐν χωνευ‐
10τηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα εὐωδίας προσεδέξατο αὐτοὺς καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν 〈ἀναλάμψουσιν〉»· πρόσθεν εἰπών «καὶ γὰρ ἐὰν ἐν ὄψει ἀνθρώπων κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται». ἀλλὰ καὶ ἐν τῷ ρκγ ψαλμῷ τό «εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώ‐
15πους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς· ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς· χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν», οἱ μάρ‐
20τυρές εἰσιν οἱ ψάλλοντες. δύο δὲ τῶν καλλινίκων οἱ χοροὶ μαρτύρων, εἷς μὲν τῆς διαθήκης τῆς καινῆς, θάτερος δὲ τῆς παλαιᾶς, ἀντίφθογγον
ὕμνον συμφώνως τῷ ὑπερμάχῳ θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἀναπέμποντες·474 in vol. 2
Haer
.

2

.

475

«ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον, εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν», τὸ δικαστήριον τῶν ἐθνῶν ἢ τοὺς πειρασμούς, καθ’ οὓς ἐκθλιβέντες καὶ πυρωθέντες ἰσχυρῶς ἐδοκιμάσθησαν· «δοκίμασόν με» γάρ φησι «κύριε, καὶ
5πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου». λεγέτω δὴ καὶ ὁ Ἀβραὰμ ἐπὶ τῷ μονογενεῖ πυρωθεὶς τὰ σπλάγχνα προτιμήσας τε 〈τοῦ παιδὸσ〉 τὸ τοῦ θεοῦ μᾶλλον πρόσταγμα, μετὰ τὸ ἀκοῦσαι «Ἀβραάμ, φεῖσαι τοῦ παιδός σου» ἀπορρίψας τὸ ξίφος· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον». λεγέτω καὶ ὁ Ἰὼβ μετὰ τὸ
10ἀπορρεῦσαι τὴν σαπρίαν καὶ ὀνειδισθῆναί τε ὑπὸ τῶν φίλων καὶ ἀλγῆσαι τὸ σῶμα, διὰ λαίλαπος ἀκούσας λαλοῦντος αὐτῷ τοῦ θεοῦ «ἢ οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος. ἔθου θλίψεις ἐναν‐ τίον ἡμῶν, κύριε, ἵνα ἡμᾶς ὡς χρυσίον ἐν χωνευτηρίῳ δοκιμάσῃς». λεγέ‐ τωσαν καὶ οἱ τρεῖς ἐν τῇ καμίνῳ παῖδες, δροσιζόμενοι ἵνα μὴ καταφλεχ‐
15θῶσιν ὑπὸ τοῦ πυρός· «ἐδοκίμασας ἡμᾶς ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν». δὸς εἰπεῖν κἀμοὶ τῷ Μεθοδίῳ, ὁ θεὸς ὁ παντο‐ κράτωρ, ὁ μέγας, ὁ αἰώνιος, ὁ πατὴρ τοῦ Χριστοῦ, ἐν τῇ ἡμέρᾳ σου δια‐
βάντι τὸ πῦρ ἀναλγητὶ καὶ τῶν ὑδάτων εἰς τὴν καυστικὴν μεταβληθέν‐475 in vol. 2
Haer
.

2

.

476

των φύσιν, ὑπεξαλύξαντι τὰς ὁρμάς· «διῆλθον διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγές με εἰς ἀνάψυξιν». σὴ γὰρ αὕτη τοῖς ἀγαπῶσί σε ἡ ἐπαγγελία «ἐὰν διαβαίνῃς δι’ ὕδατος, μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσί σε· κἂν διαβαίνῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς· φλὸξ οὐ κατακαύσει σε».
5ἀλλὰ γὰρ περὶ τῆς κατὰ τὸν ψαλμὸν ἐξηγήσεως ἅλις ἔχει ταῦτα. 49. Ἔτι δὲ ἐκεῖνο διασκεπτέον, ἐν ᾧ πολυμόρφοις ἐμφανταζόμενοι ἀπάταις καθευδόντων τρόπον ἀποφαίνονται τὸν ἀπόστολον εἰρηκέναι «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ» καὶ βοῶσι, 〈ὅτι〉 τῇ πρὸ τῆς ἐντολῆς ζωῇ 〈τὴν〉 ἐν τῷ πρωτοπλάστῳ 〈ἐν παραδείσῳ〉 διαγωγὴν πρὸ σώματος ἔφη,
10ὡς τὰ ἐπιφερόμενα συνίστησιν «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν»· ὅτι μὴ ἄλλως ὁ ἄνθρωπος ἄρχεσθαι ἠδύνατο καὶ κυρι‐ εύεσθαι ὑπὸ τοῦ κακοῦ, πραθεὶς αὐτῷ διὰ τὴν παράβασιν, εἰ μὴ σάρκινος ἦν γεγονώς. ἄληπτος γὰρ καθ’ ἑαυτὴν ἡ ψυχή, φησί, τῇ ἁμαρτίᾳ. διὸ δριμέως ἐπήγαγεν τό «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρ‐
15τίαν»· πρόσθεν εἰπὼν τό «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ». θαῦμα μὲν οὖν τοῖς πολλοῖς ταῦτα λεγόντων αὐτῶν τότε ὑπεδύετο καὶ κατά‐ πληξις, νῦν δὲ προκυψάσης εἰς τὸ φανερώτατον ἤδη τῆς ἀληθείας οὐ μό‐ νον μακρῷ πλανώμενοι καταφαίνονται, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀναβαί‐ νοντες βλασφημίας· δόντες γὰρ ἀσωμάτως τὰς ψυχὰς πρὸ τῆς ἐντολῆς
20βεβιωκέναι ἀλήπτους τε εἶναι καθ’ ἑαυτὰς ἐκ παντὸς τῇ ἁμαρτίᾳ διανοη‐ θέντες πάλιν ἀνέτρεψαν τὸν λόγον, ἑαυτοὺς δὲ πολὺ μᾶλλον· τὰ γὰρ δὴ
σώματα κατασκευάζουσιν αὐταῖς ὕστερον ἐπὶ τιμωρίᾳ 〈δοθῆναι〉, διὰ τὸ476 in vol. 2
Haer
.

2

.

477

πρὸ σώματος αὐτὰς ἡμαρτηκέναι. καὶ δὴ καὶ λοιδορήσεις τε ἐπῆλθον αὐτοῖς, δεσμοῖς ἀπεικάζουσι καὶ πέδαις τὸ σῶμα, ἄλλα τε ἀνόητα εἰπεῖν *. νῦν δὲ ὅπερ εἴρηται, πᾶν τοὐναντίον ἔχει. χρὴ γὰρ πρὸ τῆς ἁμαρτίας τὴν ψυχὴν ὑπάρχειν μετὰ σώματος· ἐπεὶ εἰ ἄληπτος ἡ ψυχὴ καθ’ ἑαυτὴν
5τῇ ἁμαρτίᾳ, οὐκ ἂν ἥμαρτεν ὅλως πρὸ τοῦ σώματος. εἰ δὲ ἥμαρτεν, οὐκέτι ἄληπτος καθ’ ἑαυτὴν τῇ ἁμαρτίᾳ, ἀλλὰ καὶ εὐάλωτος μᾶλλον καὶ εὔληπτος. διὸ καὶ πάλιν, κἂν μὴ λάβῃ τὸ σῶμα τοῦτο, ἁμαρτήσεται, ὥσπερ δὴ καὶ πρὸ τοῦ λαβεῖν αὐτὸ ἥμαρτεν. διὰ τί δὲ ὅλως καὶ σῶμα ἐλάμβανεν ὕστερον μετὰ τὸ ἡμαρτηκέναι; ἢ τίς αὐτῇ χρεία σώματος ἦν;
10εἰ μὲν οὖν ἵνα βασανίζηται καὶ ἀλγῇ, πῶς μᾶλλον ἐντρυφᾷ καὶ ἀκολα‐ σταίνει μετὰ τοῦ σώματος; πῶς δὲ καὶ τὸ αὐτεξούσιον εἶναι ἐν τούτῳ φαίνεται ἔχειν τῷ κόσμῳ; ἐφ’ ἡμῖν γὰρ τὸ πιστεῦσαι κεῖται καὶ τὸ μὴ πιστεῦσαι ἐνθάδε, ἐφ’ ἡμῖν τὸ κατορθώσασθαι καὶ ἁμαρτῆσαι, ἐφ’ ἡμῖν τὸ ἀγαθοποιῆσαι καὶ κακοποιῆσαι. ἀλλὰ καὶ ἡ κρίσις πῶς δὴ ἐπιφέρε‐
15σθαι ὡς μέλλουσα προσδοκᾶσθαι ἔτι δύναται, καθ’ ἣν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ γε τὸ γεννηθῆναι μὲν καὶ εἰς σῶμα ἐλθεῖν τὴν ψυχὴν κριθῆναι ἔστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί τε καὶ εἰς ἀνάψυξιν ἐλθεῖν, διὰ τὸ πρὸ σώ‐
20ματος αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εἰς τὸ σῶμα ἐμβιβάζεσθαι καθ’ ὑμᾶς; ἀπέδειξε δὲ διαρκῶς ἐκ περιουσίας ὁ λόγος
ἀνένδεκτον εἶναι νομίζεσθαι τὸ σῶμα βασανιστήριον καὶ πέδας τῆς ψυχῆς.477 in vol. 2
Haer
.

2

.

478

50. Ἤρκει μὲν οὖν ἀπὸ τῆς γραφῆς αὐτῆς ἀποδείξαντα 〈καὶ〉 πρὸ τῆς παραβάσεως τὸν πρωτόπλαστον ἐκ ψυχῆς καὶ σώματος ὄντα κατα‐ παύειν τὸν περὶ τούτων ἐνταῦθα λόγον. κἀγὼ δὲ νῦν ἐπὶ κεφαλαίων αὐτὰ διεξέρχομαι, * ὅσον τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων αὐτῶν εὐθῦναι
5διαμιλλώμενος, ἵνα μὴ τὴν συμμετρίαν ἐκβαίνω τῶν λόγων. πάρεστι γὰρ ἤδη σκοπεῖν ὑμᾶς, ὦ δικασταί, ὅτι τό «ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ» λεγόμενον ἐν τῇ πρὸς Ῥωμαίους, οὐ δύναται πίπτειν εἰς τὴν πρὸ σώματος κατ’ αὐτοὺς διαγωγὴν τῆς ψυχῆς, καθάπερ τὰ ἐπιφερόμενα τού‐ τοις μηνύει· κἂν ὁ γενναῖος οὗτος ἰατρὸς τῶν ῥητῶν τὰ ἑξῆς ὑφελόμενος
10πρὸς τὸ δοκοῦν αὐτῷ τὸν νοῦν ἐβιάσατο μεταπλάσαι τοῦ ἀποστόλου, ἀνία‐ τόν τι παθὼν λίαν καὶ παιδικόν. ἀντὶ γὰρ τοῦ πρὸς τὰς οἰκείας συμφύ‐ σεις καὶ ἁρμογὰς τὰ μέλη τηρεῖν τῶν σωμάτων, ἵνα τὸ πᾶν ἄρτιον ᾖ κατὰ φύσιν σχῆμα τοῦ σώματος, ἠκρωτηρίασε παρελθὼν τὸν εἱρμὸν τῆς γραφῆς, καθάπερ Σκύθης ἐχθροῦ τινος ἀφειδῶς πρὸς ἀναίρεσιν κατατέμνων τὰ
15μέλη. εἶεν· πῶς οὖν ὁ ἀπόστολος, λέξουσι, ταῦτα ἀπεφήνατο, εἰ σὺ μὴ οὕτως αὐτὰ ἀπέδειξας ἔχειν; ὅτι νόμον, εἴποιμ’ ἂν, θέμενος εἶναι τὴν ἐντο‐ λήν (δεδόσθω γὰρ πρῶτον κατὰ τὴν ὑμετέραν ὑπόθεσιν τὴν ἐντολὴν αὐτὸν νόμον εἰρηκέναι). οὐ παρὰ τοῦτο καὶ ἀσωμάτως πρὸ τῆς ἐντολῆς τοὺς πρωτοπλάστους ὑπέθετο βεβιωκέναι, ἀλλὰ χωρὶς ἁμαρτίας. καὶ γὰρ ὀλίγος
20ὁ ἀπὸ τῆς κτίσεως αὐτῶν ἄχρι τῆς ἐντολῆς χρόνος, ἐν ᾧ διέζησαν χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος. εὐθέως γοῦν μετὰ τὴν ἐντολὴν ἐξεβλήθησαν βραχύτατον ἐννεάσαντες ἐν τῷ παραδείσῳ χρό‐ νον. ἐὰν δέ τις λαβόμενος τῆς ῥήσεως τῆς «ὅτε γὰρ ἦμεν ἐν σαρκί, τὰ
παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου» λεγούσης «ἐνηργεῖτο ἐν τοῖς478 in vol. 2
Haer
.

2

.

479

μέλεσιν ἡμῶν», διαβάλλειν αὐτὸν τὴν σάρκα νομίζῃ καὶ παραιτεῖσθαι παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται, οἷον 〈τό〉 «ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα», ἢ τό «οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ
5πνεῦμα τὰ τοῦ πνεύματος. τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη, διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύνα‐ ται· 〈οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται〉. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι», λεκτέον αὐτῷ· πότερον οὖν ἤδη ἀναλύσας
10ὁ ἀπόστολος ἦν ἐκ τοῦ βίου καὶ οἷς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἦν; ἀλλὰ ἐν σαρκὶ μὴ ὄντα αὐτὸν ἐπεσταλκέναι ταῦτα, οὐ λεκτέον. φανερὸν γὰρ ὅτι ἦν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἷς ταῦτα ἐπέστελλεν. πῶς οὖν «ὅτε γὰρ ἦμεν ἐν σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηρ‐
15γεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν» ὡς οὐκ ὢν οὔτε αὐτὸς ἔτι ἐν σαρκὶ οὔτε οἷς ταῦτα ἐπέστελλεν, λέγει; οὐκοῦν περὶ τῆς κατὰ ἀκρασίαν πολιτείας διαλέ‐ γεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῷ σαρκικὸν τὸν οὕ‐ τως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγη‐ κότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου.
20ἐπεὶ λεγέτωσαν μηδὲ τὴν ψυχὴν δύνασθαι σῴζεσθαι τὸ σύνολον· γέγραπ‐ ται γάρ «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει». ὥσπερ 〈οὖν〉 ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευ‐ ματικὸς τῶν σῳζομένων *, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ
25τοῦτο δὴ ψυχὴ μὲν ἀπόλλυται, 〈τὰ〉 ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ ἐν σαρξὶν ὑπάρχοντας ἀπόλλυσθαι λέγων καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα ἀλλὰ τὴν κατὰ σάρκα
πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται. ὑποβὰς δὲ καὶ εἰπών «οἱ δὲ ἐν σαρκὶ479 in vol. 2
Haer
.

2

.

480

ὄντες θεῷ ἀρέσαι οὐ δύνανται» εὐθέως ἐπιφέρει «ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερ πνεῦμα Χριστοῦ οἰκεῖ ἐν ὑμῖν» καὶ μετ’ ὀλίγον «ὅτι δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα
5ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν καὶ οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.
10 51. Ἐὰν δὲ πάλιν ἀνθυποφέρωσι λέγοντες· πῶς δὴ οὖν «τὸ φρόνημα τῆς σαρκός» εἶναι εἴρηται «ἔχθρα εἰς θεόν; τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται», λεκτέον ὡς ἄρα καὶ ἐνθάδε διαπίπτου‐ σιν. οὐ γὰρ τὴν σάρκα αὐτήν, ἀλλὰ τὸ φρόνημα τῆς σαρκὸς ὑποτάσσεσ‐ θαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα
15ὑπάρχον. καθάπερ εἰ ἔλεγεν· ὁ ῥύπος τοῦ μὴ καλῶς ἀργύρου καθα‐ ρισθέντος εἰς τὸ γενέσθαι σκεῦος ἐπιτήδειον οὐχ ὑποτάσσεται τῷ δη‐ μιουργῷ. οὐδὲ γὰρ δύναται· ἐκβληθῆναι γὰρ αὐτὸν πρότερον καὶ ἐκτακῆναι δεῖ. καὶ οὐ παρὰ τοῦτο τὸν ἄργυρον ἀπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, ἀλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ ἀργύρῳ καὶ τὴν ἄλλην
20σκληρότητα. οὕτω καὶ τὸ φρόνημα τῆς σαρκὸς εἰπὼν οὐ τὴν σάρκα ἔφη μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, ἀλλὰ τὸ φρόνημα τὸ ἐν τῇ σαρκί, οἷον τὸ πρὸς τὰς ἀκρασίας αὐτῆς λέγων ὅρμημα· ὅπερ ἀλλαχοῦ ὁτὲ μὲν «παλαιὰν ζύμην» κακίας καὶ πονηρίας ἐκάλεσεν, ἐπισπέρχων αὐτὸ τελε〈ί〉ως ἀφ’ ἡμῶν ἀιστωθῆναι, ὁτὲ δὲ «νόμον ἀντιστρατευόμενον τῷ νόμῳ
25τοῦ νοὸς καὶ αἰχμαλωτίζοντα». ἐπεί, εἰ αὐτὴν τὴν σάρκα ἔλεγε μὴ
δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, πρῶτον οὐδὲ μέμψιν ἀσελγαί‐480 in vol. 2
Haer
.

2

.

481

νοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅς’ ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειν ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρ‐ κὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι; ἀλλὰ οὐδὲ ἄλλως
5εἰς ἁγνείαν ἢ ἀρετὴν ὑπαχθῆναι τὸ σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσ‐ σεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη, ἐχρῆν μηδὲ παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός. εἰ δὲ παρθενεύουσι καὶ ἐγκρατεύονται, ἐγκρατεύονται δὲ ὁπότε
10τὸ σῶμα ὑποτάσσουσιν (ἄλλως γὰρ ἐγκρατεύεσθαι ἁμαρτίας ἀδύνατον) οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ. ἐπεὶ πῶς ἂν ὁ Ἰωάννης ὑπέταξεν ἑαυτοῦ τὸ σῶμα εἰς ἁγνείαν; ἢ πῶς Πέτρος εἰς ὁσιότητα; ἢ οἱ καθεξῆς εἰς δικαιοσύνην; πῶς δὲ καὶ Παῦλος «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν» λέγει «σώματι εἰς τὸ ὑπακού‐
15ειν ταῖς ἐπιθυμίαις αὐτοῦ μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ» καὶ πάλιν «ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς
20ἁγιασμόν»; 52. Οὐκοῦν ἐγίγνωσκεν δύνασθαι διευθύνεσθαι τὸ σκήνωμα τοῦτο καὶ νεύειν πρὸς τὸ ἀγαθόν, ἵνα νεκρωθῶσιν ἐν αὐτῷ τὰ ἁμαρτήματα. ἐπεὶ πῶς ἑτέρως δουλωθῆναι τῇ δικαιοσύνῃ δύναται ἄνθρωπος καὶ ἐφ’ ἡμῶν, ἐὰν μὴ πρότερον ὑποτάξας ἑαυτοῦ τὰ μέλη τῆς σαρκὸς εἰς τὸ μὴ
25ὑπακούειν αὐτὰ τῇ ἁμαρτίᾳ, ἀλλὰ τῇ δικαιοσύνῃ, πολιτεύσηται κατ’ ἀξίαν481 in vol. 2
Haer
.

2

.

482

τοῦ Χριστοῦ; ἐπειδὴ τὸ ἁμαρτῆσαι καὶ τὸ μὴ ἁμαρτῆσαι διὰ τοῦ σώματος γίγνεται, τῆς ψυχῆς ἢ πρὸς ἀρετὴν ἢ πρὸς κακίαν ὀργάνῳ χρωμένης αὐτῷ. εἰ γὰρ «οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλα‐ κοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὔτε
5λοίδοροι οὔτε ἅρπαγες βασιλείαν θεοῦ κληρονομῆσαι δύνανται», πληροῦνται δὲ ταῦτα καὶ κρατύνονται διὰ τοῦ σώματος, δικαιοῦται δὲ οὐδείς, ἐὰν μὴ πρῶτον κρατήσῃ τούτων, κρατεῖ δὲ τούτων ὁ ἐκνεύων πρὸς σωφροσύνην καὶ πίστιν, ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τοῦ θεοῦ· ὁ νόμος γὰρ θεοῦ σωφροσύνη. ὥστε ὁ ἀπόστολος οὐ τὴν σάρκα μὴ ὑποτάσσεσθαι
10τῷ ἀγαθῷ ἔφη, ἀλλὰ τὸ φρόνημα τῆς σαρκός, οἷον τὴν ὁρμὴν αὐτῆς [αὐτὴν] τὴν πρὸς τὰς ἀκρασίας ἀναιρῶν, ὥσπερ δὴ καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ ἄδικον ἔκκλισιν. ἐκκαθαίρεσθαι γοῦν ἄχρι καὶ τῆς γαστριμαργι‐ κῆς ἀκρασίας διαμιλλώμενος, διδάσκων τε τὰς τοιαύτας ὀρέξεις καὶ ἡδονὰς ἐξαπόλλυσθαι καὶ καταισχύνων τοὺς τὸ τρυφᾶν τοῦτο καὶ πολυτελεύεσθαι
15ζῆν εἶναι νομίζοντας, οἳ «θεὸν ἡγοῦνται τὴν κοιλίαν», 〈φάσκοντεσ〉 «φάγω‐ μεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν», καθάπερ ἀδηφάγα θρέμματα κάτω περὶ τὴν βορὰν μόνον καὶ τὰς τραπέζας ἀσχολούμενα, εἰπών τε «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει» ἐπήγαγε «τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ κυρίῳ,
20καὶ ὁ κύριος τῷ σώματι. ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. ἢ οὐκ οἴδατε ὅτι τὰ μέλη ἡμῶν μέλη
Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ482 in vol. 2
Haer
.

2

.

483

γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι; ἔσονται, γάρ φησιν, οἱ δύο εἰς σάρκα μίαν. ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
5ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν· ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε οὖν τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν». 53. Πρόσσχες γὰρ ὅτι ἐπειδὴ τὸ σῶμα τοῦτο δύναται τῷ νόμῳ τοῦ θεοῦ 〈ὑποτάσσεσθαι〉 καὶ τὴν ἀθανασίαν ὑποδέξασθαι, ἐὰν καθαίροιτο
10τῆς ἀκρασίας τῶν ὑπεκκαυμάτων, μὴ χραινόμενον ἀθέσμοις ὅλως οἴστρων παρατριβαῖς, ὁ ἀπόστολος ταῦτα ἀπεφθέγξατο. ποῖον γὰρ «τὸ κολλώ‐ μενον» ἕτερον «τῇ πόρνῃ» καὶ πλησιάζον καὶ σὰρξ μετ’ αὐτῆς κατὰ τὴν σύνερξιν τῶν μελῶν καὶ τὴν κοινωνίαν μία γιγνόμενον παρὰ τοῦτο τὸ σῶμα τὸ ἔξω, δι’ οὗ ταῦτα πάντα πληροῦνται τὰ πρὸς μῖξιν καὶ ἔκκαυσιν
15ἁμαρτήματα; ὅθεν καὶ «πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» τῦφος μὲν γὰρ καὶ ἀπιστία καὶ θυμὸς καὶ ὑπόκρισις ψυχῆς ἁμαρτήματα, πορνεία δὲ καὶ οἶστρος καὶ τρυφὴ σώματος· μεθ’ ὧν οὔτε ψυχὴ πρὸς ἀλήθειαν ἀνα‐ πτήσεται οὔτε σῶμα σωφροσύνης ὑποταχθήσεται δόγμασιν, ἀλλὰ ἄμφω
20διολισθήσουσι τῆς βασιλείας τοῦ Χριστοῦ. καὶ τοίνυν εἰ τὰ σώματα
ἡμῶν ἐν ἁγιασμῷ διακρατούμενα «ναός ἐστι τοῦ ἐν ἡμῖν οἰκοῦντος πνεύ‐483 in vol. 2
Haer
.

2

.

484

ματος», καὶ «ὁ κύριος ἐν τῷ σώματι», καὶ τὰ μέλη τοῦ σώματος «μέλη Χριστοῦ», ὑποτάσσεται ἄρα τὸ σῶμα τῷ νόμῳ τῷ θείῳ καὶ «κληρονομῆσαι δύναται τὴν βασιλείαν τοῦ θεοῦ». «ὁ γὰρ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει» φησί «καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ
5πνεύματος ἐν ὑμῖν», «ἵνα τὸ θνητὸν τοῦτο ἐνδύσηται τὴν ἀθανασίαν καὶ τὸ φθαρτὸν τὴν ἀφθαρσίαν, εἰς νῖκός τε καταποθῇ ὁ θάνατος». οὐ γὰρ περὶ ἄλλου διελάμβανεν καθ’ ἡμᾶς ἐνταῦθα σώματος ὁ ἀπόστολος, ἀλλὰ περὶ τούτου τοῦ ἀποθνῄσκοντος καὶ νεκρουμένου, δι’ οὗ καὶ πορνεῦ‐ σαι καὶ ἄλλως ἁμαρτῆσαι δυνατόν.
10 54. Ἐὰν δὲ διαφορὰν εἶναι σώματος πρὸς σάρκα ὑποτοπάζωσιν (ἵνα δὴ καὶ ταῦτα αὐτοῖς ἐπιτρέψωμεν λογικεύεσθαι) καὶ σῶμα μὲν ἄλλο νο‐ μίζοιεν, οἷον αὐτῆς τῆς ψυχῆς 〈τὸ ἴδιον〉, ὃ μὴ βλέπεται, σάρκα δὲ τοῦτο τὸ ἔξω τὸ βλεπόμενον, λεκτέον, ὡς οὐ μόνον ὁ Παῦλος καὶ οἱ προφῆται σῶμα γιγνώσκουσι τὴν σάρκα ὀνομάζεσθαι ταύτην, ἀλλὰ καὶ ἄλλοι 〈ἔξω‐
15θεν〉 φιλόσοφοι, παρ’ οἷς δὴ μάλιστα καὶ ἡ τῶν ὀνομάτων ἀκρίβεια παρα‐ τετήρηται. σὰρξ γὰρ ὅλως, εἰ βούλονται καὶ περὶ τούτων ἐπιστημόνως ἐπισκέψασθαι, πᾶς ὁ ὄγκος οὗτος τοῦ σκηνώματος ἡμῶν κυρίως οὐ λέγε‐ ται, ἀλλά τι μέρος τοῦ ὅλου, καθάπερ ἢ ὀστᾶ ἢ νεῦρα ἢ φλέβες, σῶμα δὲ τὸ ὅλον. ὅθεν καὶ ἰατροί, οἳ δὴ καὶ περὶ φύσεως σωμάτων ἀκριβῶς
20διειλήφασι, σῶμα γιγνώσκουσι τοῦτο τὸ βλεπόμενον. ἀλλὰ καὶ ὁ Πλάτων καὶ αὐτὸ τοῦτο 〈τὸ σῶμα〉 σῶμα καὶ αὐτὸς ἐπίσταται. ἐν γοῦν τῷ Φαί‐
δωνι ὁ Σωκράτης «ἄρα μὴ ἄλλο τι τὸν θάνατον ἡγούμεθα εἶναι» ἔφη «ἢ484 in vol. 2
Haer
.

2

.

485

〈τὴν〉 τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν»; καὶ εἶναι τοῦτο 〈τὸ〉 τεθνάναι, χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’ ἑαυτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν 〈ἀπὸ〉 τοῦ σώματος; ὁ γάρ τοι Μωυσῆς ὁ μακάριος (ἥκομεν γὰρ καὶ ἐπὶ τὰς κυριακὰς ἤδη γραφάς) οὐ σῶμα
5τοῦτο ὀνομάζειν ἐπίσταται, ὃ βλέπομεν· «καὶ πλυνεῖ τὰ ἱμάτια» λέγων ἐν τοῖς καθαρισμοῖς ὁ ἐπιψαύσας τοῦ ἀκαθάρτου «καὶ λούσεται τὸ σῶμα ὕδατι» «καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας». τί δὲ καὶ ὁ Ἰώβ; οὐ σῶμα ἐπίσταται καὶ αὐτὸς τοῦτο τὸ νεκρούμενον καλεῖν, «φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων» λέγων; ἀλλὰ καὶ ὁ Σολομῶν ὅτι «εἰς κακό‐
10τεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας». καὶ ἐν τῷ Δανιὴλ ἐπὶ τῶν μαρτύρων «οὐκ ἐκυρίευσεν αὐτῶν τὸ πῦρ τοῦ σώματος» λέγεται, «καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλο‐ γίσθη». καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμ‐ νᾶτε τί φάγητε ἢ τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ
15τὸ σῶμα τοῦ ἐνδύματος;» καὶ ὁ ἀπόστολος δὲ «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι» λέγων, σῶμα γινώσκειν τοῦτο ὃ περικείμεθα συνίστησιν, καὶ πάλιν «εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν» καὶ πάλιν «ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ
20ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος», καὶ πάλιν «καὶ μὴ ἀσθενήσας Ἀβραὰμ τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα
νενεκρωμένον». καὶ πάλιν «τοὺς γὰρ ἅπαντας ἡμᾶς φανερωθῆναι δεῖ485 in vol. 2
Haer
.

2

.

486

ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώ‐ ματος πρὸς ἃ ἔπραξε», καὶ πάλιν «αἱ μὲν ἐπιστολαὶ βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής», καὶ πάλιν «οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ
5σώματος οὐκ οἶδα» καὶ πάλιν «οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα», καὶ πάλιν «αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη». οἱ δέ, ἀσφαλῶς οὐ νοήσαντες τούτων οὐδέν, ἐν
10σάλῳ καὶ ταραχῇ φέρεσθαι τὸν ἀπόστολον ὑπέλαβον, ὡς στάσιν αὐτοῦ τὰς διανοήσεις τῶν λόγων καὶ ἕδραν οὐκ ἐχούσας, ἀλλὰ ἀναπλεούσας ἄνω καὶ κάτω καὶ ὁμιλούσας παλίμφημα, ὁτὲ μὲν τὴν σάρκα ἀνίστασθαι, ὁτὲ δὲ οὐκ ἀνίστασθαι. 55. Ὅθεν ἵνα μὴ παραλειφθῇ τῶν προταθέντων μηδὲ ἕν, ὅπως τε‐
15λε〈ί〉ως ἐκτέμνωμεν 〈τὴν〉 ὕδραν, εἰς τὸ προκείμενον πάλιν ἐπανελεύσομαι· ἐφεξῆς γάρ, καθάπερ ὑπεσχόμην, καὶ τὰ ἄλλα ἃ προσαποροῦσι κεφάλαια θεὶς καὶ ἃ χρὴ πρὸς αὐτὰ λέγεσθαι ἀποδείξας, ἀκόλουθα παραστήσω αὐτὸν καὶ σύμφωνα εἰς τὴν περὶ τῆς ἀναστάσεως τῆς σαρκὸς πίστιν καὶ αὐτὰ εἰρηκότα. ἴδωμεν δὴ οὖν ἃ τὸ πρῶτον εἰς τὸν ἀπόστολον προήχ‐
20θημεν εἰπεῖν. τὸ γάρ «ἐγὼ δὲ ἔζων» λεχθὲν αὐτῷ «χωρὶς νόμου ποτέ» ἄνω τὴν ἐν τῷ παραδείσῳ, καθάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντο‐ λῆς, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτοπλάστοις
διαγωγὴν παρεγγυᾷ, ἐπειδὴ πρὸ τοῦ δοθῆναι τὴν ἐντολὴν «χοῦν ὁ θεὸς486 in vol. 2
Haer
.

2

.

487

ἀπὸ τῆς γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον». ἐκτὸς δὲ ἐπιθυμίας διήγομεν, οὐ γινώσκοντες ὅλως ἐπιθυμίας ἀλόγου προσβολάς, βιαζομένης ἡμᾶς ἑλκτι‐ καῖς ἡδονῶν περιαγωγαῖς πρὸς ἀκρασίαν. τὸ γὰρ μὴ ἔχον διορισμὸν καθ’ ὃν δεῖ πολιτεύεσθαι μηδὲ ἐξουσίαν αὐτοδέσποτον λογισμοῦ, ποίῳ
5χρῆσθαι αἱρεῖται πολιτεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυπεύθυ‐ νον παντὸς λεκτέον ὑπάρχειν τοῦτο ἐγκλήματος, ὅτι μὴ δύναται τούτων ἐπιθυμῆσαι ὧν μὴ κεκώλυται. κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται. τὸ γὰρ ἐπιθυμῆσαι οὐκ ἐπὶ τῶν παρόντων καὶ ὑποκειμένων ἐν ἐξουσίᾳ πίπτει, ἀλλ’ ἐπὶ τῶν παρόντων μέν, μὴ ὄντων δὲ ἐν ἐξουσίᾳ. πῶς γὰρ οὗ μὴ
10κεκώλυταί τις μηδὲ ἐνδεής ἐστι, τούτου ἐπιθυμεῖ καὶ ἐρᾷ; ὅθεν διὰ τοῦτο «τὴν ἐπιθυμίαν οὐκ ᾔδειν», 〈ἔφη,〉 «εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυ‐ μήσεις». ἀκούσαντες γάρ «ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θα‐ νάτῳ ἀποθανεῖσθε», τότε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐνεκίσσησαν. οὐ
15γὰρ ὧν ἔχει καὶ ὧν ἐξουσιάζει καὶ κέχρηται αὐτοῖς, ὁ ἐπιθυμῶν ἐπιθυμεῖ, ἀλλὰ ὧν κεκώλυται καὶ ἀφῄρηται καὶ οὐκ ἔχει. διὸ δὴ καλῶς «τὴν ἐπιθυμίαν οὐκ ᾔδειν» ἐλέχθη, «εἰ μὴ ὁ νόμος ἔλεγεν, οὐκ ἐπιθυμήσεις», ὃ δή ἐστιν, εἰ μὴ εἴρητο «οὐ φάγεσθε ἀπ’ αὐτοῦ». ἐντεῦθεν γὰρ ἐκτήσατο τόπον καὶ ἀφορμὴν εἰσελθεῖν εἰς τὸ διαπαῖξαί με καὶ παρατρέψασθαι ἡ
20ἁμαρτία.487 in vol. 2
Haer
.

2

.

488

56. Δοθείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν διὰ τῆς ἐντολῆς ὁ διάβο‐ λος κατεργάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν, παρορμήσας με καὶ προσκαλεσά‐ μενος ἐντέχνως εἰς ὄρεξιν καταπεσεῖν τῶν κεκωλυμένων. «χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά»· οἷον οὐ δοθείσης γὰρ οὐδὲ οὔσης οὐδέπω τῆς
5ἐντολῆς ἄπρακτος ἦν ἡ ἁμαρτία· «ἐγὼ δὲ ἔζων» ἀμέμπτως πρὸ τῆς ἐντο‐ λῆς, οὐκ ἔχων διορισμὸν καὶ διαταγήν, καθ’ ἣν ἔδει πολιτεύσασθαι, ἧς καὶ διολισθήσας ἁμαρτήσομαι. «ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ ηὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον», ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν θεὸν καὶ διαστείλασθαι ὃ
10ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος. ἡ γὰρ παραίνεσις τοῦ θεοῦ καὶ παραγγελία ἡ δοθεῖσά μοι αὕτη εἰς ζωὴν καὶ ἀφθαρσίαν, ἵνα πειθόμενος αὐτῇ καὶ κατ’ αὐτὴν βιοὺς ἀπήμονα καὶ μακαριστότατον δι’ αἰῶνος καὶ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντι αὐτὴν εἰς θάνατον ἀπέβη καὶ καταδίκην, ἐπειδὴ
15ὁ διάβολος, ὃν ἁμαρτίαν νῦν οὕτως ἐκάλεσε διὰ τὸ δημιουργὸν αὐτὸν ἁμαρ‐ τίας ὑπάρχειν καὶ εὑρετήν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς παρακοὴν ἐξηπάτησέ με καὶ ἀπατήσας ἀπέκτεινεν, ὑπεύθυνον τῷ «ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε» κατακρίματι γενέσθαι κατεργασά‐
μενος. «ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ τοῦ θεοῦ ἁγία καὶ δικαία488 in vol. 2
Haer
.

2

.

489

καὶ ἀγαθή», ὅτι μὴ ἐπὶ τῷ βλάψαι, ἀλλ’ ἐπὶ τῷ σῶσαι ἐδόθη. μὴ γὰρ οἰώμεθα ὅλως ἀνωφελές τι ποιεῖν ἢ βλαβερὸν τὸν θεόν. τί οὖν; «τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος», ὃ τοῦ μεγίστου ἐμοὶ ὡς αἴτιον ἐσόμενον ἀγαθοῦ νομοθέτημα ἐδόθη; «μὴ γένοιτο». ὅτι μὴ ἡ ἐντολὴ τοῦ θεοῦ εἰς
5τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ καὶ ἐναπομάξασθαι κῆρας ὀλέθρου αἰτία, ἀλλ’ ὁ διάβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐμοὶ κατασκευάσας, ἵνα γένηται καὶ ἐλεγχθῇ «καθ’ ὑπερβολὴν» ὁ εὑρετὴς καὶ τέκτων τῆς ἁμαρτίας «ἁμαρτωλός» καὶ διορισθῇ ἀπὸ τοῦ καλοῦ ὁ τἀναντία τῆς ἐντολῆς τοῦ θεοῦ 〈κακῶσ〉 ἐπιτροπεύσας. «οἴδαμεν γὰρ
10ὅτι ὁ νόμος ἐστὶ πνευματικός», διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνωται τὰ πνευματικά. «ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν», οἷον· ἐγὼ δὲ σάρκινος ὢν καὶ ἐν μέσῳ τοῦ πονηροῦ καὶ ἀγαθοῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵν’ ἐπ’ ἐμοὶ 〈τὸ〉 ἑλέσθαι ὃ βούλομαι ᾖ («τέθεικα» γάρ φησι «πρὸ προσώ‐
15που σου τὴν ζωὴν καὶ τὸν θάνατον»), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου οἷον τῆς ἐντολῆς, ὑπακοῦσαι δὲ τοῦ ὑλικοῦ οἷον τοῦ ὄφεως τῆς συμβουλίας, πέπραμαι διὰ τὴν τοιαύτην αἵρεσιν, πεσὼν ὑπὸ ἁμαρτίαν, τῷ διαβόλῳ. ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν καὶ ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικισθὲν ἐν τῇ σαρκί μου, καθάπερ κηφὴν
20ἐν κηρίῳ μελίσσης περιποτώμενος πολλάκις περὶ αὐτὸ καὶ βομβῶν, δίκης
ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ. διὸ καί «οὐ489 in vol. 2
Haer
.

2

.

490

γινώσκω ὃ κατεργάζομαι», λογιζόμενος ὃ μὴ θέλω· τὸ γὰρ ὃ κατεργά‐ ζομαι οὐ γινώσκω, καὶ «ποιῶ ὃ μισῶ» λεγόμενον οὐκ ἐπὶ τοῦ τελεσιουρ‐ γῆσαι τὸ φαῦλον καὶ δρᾶσαι παραληπτέον, ἀλλ’ ἐπὶ τοῦ μόνον ἐνθυμηθῆ‐ ναι, λογισμῶν ἀνοικείων ἡμῖν προσιπταμένων πλεονάκις καὶ ἐμφανταζόν‐
5των ἡμᾶς πρὸς ἃ μὴ θέλομεν, τῆς ψυχῆς τοῖς λογισμοῖς περὶ πολλὰ περιαγομένης. 57. Οὐ γὰρ ἐφ’ ἡμῖν ὅλως τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι κεῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. κωλῦσαι μὲν γὰρ μὴ ἐμπίπτειν εἰς ἡμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, πρὸς δοκι‐
10μὴν ἡμῶν ἔξωθεν εἰσπνεομένους, μὴ πεισθῆναι μέντοι ἢ μὴ χρῆσθαι αὐτοῖς δυνάμεθα. ἐπεὶ πῶς ὁ ἀπόστολος τὸ μὲν κακὸν οὐχ ἥκιστα ᾧ ἀπηρέσκετο ἐποίει, τὸ δὲ καλὸν ᾧ ἠρέσκετο ἥκιστα, εἰ μὴ περὶ τῶν ὀθνείων ἐνθυμημάτων ἔλεγεν, ἃ ἐνθυμούμεθα ἔσθ’ ὅτε καὶ μὴ βουλόμενοι, ἐξ οἵας οὐ γινώσκοντες αἰτίας; ἃ ἀνατρέπεσθαι χρὴ καὶ ἐπιστομίζεσθαι, ἵνα μὴ
15εὐρυνόμενα τῶν περάτων κρατήσωσι τῆς ψυχῆς. ἀμήχανον γὰρ τούτων ἐνευκαιρούντων ἐν ἡμῖν ἐπανατεῖλαι τὸ ἀγαθόν. ὀρθῶς ἄρα «ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω» ἔλεγεν, «οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ». θέλομεν γὰρ τὰ μὴ προσήκοντα καὶ ἃ μὴ θέμις μηδ’ ἐνθυ‐ μεῖσθαι, ἐπειδὴ τοῦτο ἀγαθὸν τέλειον, μὴ μόνον τοῦ ποιῆσαι αὐτὸ ἐγκρα‐
20τεύεσθαι, ἀλλὰ καὶ τοῦ ἐνθυμηθῆναι. καὶ ὃ θέλομεν, τοῦτο ἀγαθὸν οὐ
γίγνεται, ἀλλ’ ὃ οὐ θέλομεν, πονηρόν. ἐπιφοιτῶσι γὰρ ἐπὶ τὴν καρδίαν490 in vol. 2
Haer
.

2

.

491

ἡμῶν καὶ ἐπιβαίνουσιν καὶ μὴ βουλομένων ἡμῶν πολλάκις μυρία τε περὶ μυρίων 〈ἐνθυμήματα,〉 περιεργίας ἡμᾶς καὶ φιλοπραγμοσύνης ἀλόγου πιμπλάντα. διὸ τὸ μὲν θέλειν αὐτὰ μὴ ἐνθυμεῖσθαι παράκειται, τὸ δὲ κατεργάζεσθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ καὶ αὖθις περὶ τὸν λογισμὸν ἀνέλ‐
5θωσιν, 〈οὔ,〉 ὅτι μὴ κεῖται τοῦτο ἐφ’ ἡμῖν, ὡς ἔφην, ἀλλὰ τὸ χρήσασθαι μόνον αὐτοῖς πως ἢ μὴ χρήσασθαι. ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ «οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν»· θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο ἀγαθὸν πανάμωμον, κατὰ τὸ λεγόμενον «ἄνευ ψόγου τετυγμένον χερσί τε καὶ νόῳ τετράγωνον». καὶ τοῦτο μέν «ὃ θέλω
10ἀγαθὸν οὐ ποιῶ, ὃ δὲ μὴ θέλω κακὸν πράσσω»· οὐ θέλω ἐννοεῖσθαι καὶ ἐννοοῦμαι ὅσα μὴ θέλω. καὶ ἐπισκέψασθαι 〈δεῖ〉 εἰ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ Δαυὶδ ἐνετύγχανε τῷ θεῷ, δυσχεραίνων ἐπὶ τῷ λογίζεσθαι καὶ αὐτὸν ἃ μὴ ἤθελεν· «ἀπὸ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. ἐὰν μή μου κατακυριεύσωσι, τότε
15ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης». καὶ αὐτὸς δὲ ὁ ἀπόστολος ἐν ἑτέρῳ «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρό‐ μενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ». 58. Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα δι‐
20δάσκει ὁ ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν491 in vol. 2
Haer
.

2

.

492

καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν αὐτὸ καὶ κατεργά‐ ζεσθαι, διὰ τό «οὐ γὰρ ὃ θέλω ποιῶ» λελέχθαι «ἀγαθόν, ἀλλ’ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω», ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακόν, ὃ ἐμίσει ὁ ἀπόστολος καὶ ὃ οὐκ ἐβούλετο μὲν
5ποιεῖν, ἐποίει δέ, καὶ 〈τὸ〉 ἀγαθόν, ὃ ἐβούλετο μὲν ποιεῖν, οὐκ ἐποίει δέ, ἀλλὰ ἀντιστρόφως ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις οὐ τὸ ἀγαθὸν ὃ ἤθελεν, ἀλλὰ τὸ πονηρὸν ὃ μὴ ἤθελεν ἐποίει. ἄρα γὰρ οὐ θέλων εἰδωλολατρεῖν ἀλλὰ θεολατρεῖν, ὃ μὲν ἤθελε θεολατρεῖν οὐκ ἠδύνατο, ὃ δὲ μὴ ἤθελεν εἰδωλολατρεῖν ἠδύνατο, ἢ σωφρονεῖν μὲν ὃ ἤθελεν
10οὐκ ἐποίει, ἀκολασταίνειν δὲ ὃ ἤχθετο ἐποίει; καὶ συλλήβδην κραιπαλᾶν, ἀλλὰ ἀσωτεύεσθαι καὶ θυμοῦσθαι, ἀδικεῖν καὶ τὰ ἄλλα ὅσα πονηρίας ἔργα, ἃ μὴ ἤθελε μὲν ἐποίει, ἃ δὲ ἤθελε, δικαιοσύνην καὶ ὁσιότητα, οὐκ ἐποίει; καὶ μὴν αὐτὸς ἐν ταῖς ἐκκλησίαις προτροπάδην ἐξεγείρων πάν‐ τας εἰς τὸ μὴ ἀνομεῖν οὐ μόνον τοὺς ποιοῦντας καὶ ἐπιτηδεύοντας τὰ
15ἄτοπα ὀλέθρῳ τηρεῖσθαι καὶ ὀργῇ παρεγγυᾷ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦν‐ τας αὐτοῖς εἰς ταῦτα, ἀμιγὲς ἁμαρτίας ἐν ἡμῖν τὸ δίκαιον ἀσκεῖσθαι δια‐ μιλλώμενος. πᾶν γὰρ ἁμάρτημα καὶ ἐπιτήδευμα τὸ συμπέρασμα κτᾶται διὰ τῆς σαρκός. πολλάκις γοῦν ἐν ταῖς ἐπιστολαῖς ἀναφανδὸν αὐτὰ δὴ ταῦτα διδάσκων ἡμᾶς ὑπεκτρέπεσθαι καὶ μισεῖν φησί «μὴ πλανᾶσθε·
20οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖ‐
ται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες492 in vol. 2
Haer
.

2

.

493

βασιλείαν θεοῦ κληρονομήσουσι»· καὶ τὸ κορυφαιότατον, εἰς τὸ παντά‐ πασιν ἡμᾶς ἐκ παντὸς ἀποδρᾶναι καὶ ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προ‐ τρέπων «μιμηταί μου» ἀποφαίνεται «γίνεσθε, καθάπερ κἀγὼ Χριστοῦ». οὕτως οὐ τὸ ποιεῖν ἃ μὴ ἤθελε καὶ πράττειν ὑπέθετο τὰ προειρημένα,
5ἀλλὰ τὸ μόνον λογίζεσθαι· ἐπεὶ πῶς ἂν ἦν μιμητὴς ἀκριβὴς τοῦ Χρι‐ στοῦ; νυνὶ δὲ ἐπειδήπερ ἐμπίπτουσι θηριώδεις πολλάκις λογισμοί, ἐπιθυ‐ μίας ἡμᾶς ἄλλοτε ἄλλως ἐμπιπλάντες καὶ περιεργίας ἀλόγου,
ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά, ἔφη «τὸ γὰρ ὃ οὐ θέλω, τοῦτο ποιῶ»· ἃ χρὴ τῆς ψυχῆς εὐθαρσῶς ἀπο‐
10σοβεῖν, μηδὲν ὅλως εἰς τὸ ποιῆσαι τὰ ὑπ’ αὐτῶν ὑπηχούμενα νεύοντας. ἵνα γὰρ ἐγκριθῶμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν πάσαις ἡδοναῖς καὶ λύπαις δοκιμασθέντες, εἰ μὴ μεταβαλλοίμεθα ἀλλὰ πανταχοῦ καθάπερ ἀκήρατος χρυσὸς διὰ πυρὸς βασανιζόμενος οὐκ ἐξιστάμεθα τῆς οἰκείας ἀρετῆς, συμβαίνει τοῦτο 〈τὸ〉 διοχλεῖσθαι τὸν νοῦν ὑπὸ πολλῶν. ὅθεν δὴ
15γενναίως ὥσπερ στρατιώτας ἀρίστους ἀντιπαρατάσσεσθαι δεῖ, οἳ ἐπειδὰν ὑπὸ τῶν ἐχθρῶν αἴσθωνται πολιορκούμενοι, τοξείας οὐδὲν φροντίσαντες καὶ τῶν ἄλλων αὐτῶν ἀκοντισμάτων, ὑπὲρ τοῦ σῶσαι τὴν πόλιν προθύ‐ μως ἐπ’ αὐτοὺς ἵενται, μηδὲν ἐλλείποντες σπουδῆς, ἔστ’ ἂν τὸ στῖφος αὐτῶν εἰς φυγὴν ἀνατρέψαντες ἀπώσωνται τῶν ὅρων ἔξω. ὁρᾷς γὰρ
20ὡς οἱ λογισμοὶ διὰ τὴν ἐνοικοῦσαν ἁμαρτίαν ἐν ἡμῖν ἔξωθεν ἐπισυνίστανται,
καθαπερεὶ κύνες λυσσῶντες ἢ ἄγριοι καὶ θρασεῖς λῃσταὶ καθ’ ἡμῶν ἀεὶ493 in vol. 2
Haer
.

2

.

494

παρορμώμενοι ὑπὸ τοῦ τυράννου καὶ ἄρχοντος τῆς ἀδικίας, δοκιμάζοντος ἡμᾶς εἰ ἀνθίστασθαι αὐτοῖς ἀρκοῦμεν καὶ ἀντιπαρατάσσεσθαι. 59. Ἄγε οὖν, μή ποτε ὑπενδοῦσα ἁρπασθῇς, ὦ ψυχή, πρὸς αὐτῶν, καὶ οὐχ ἕξομεν ὑπὲρ σοῦ δοῦναι λύτρα. «τί γὰρ ἀντικατάλλαγμα δώσει,
5φησίν, ἄνθρωπος τῆς ψυχῆς αὐτοῦ»; καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἂν καὶ χαρμιώτατον, τοὺς ἀντιπράσσοντας ἡμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, καὶ ὃ θέλομεν οὐ δυνάμεθα (θέλομεν δὲ μὴ ἔχειν τοὺς ἐξέλκοντας ἡμᾶς εἰς πάθη)—ἦν γὰρ ἀνιδρωτὶ σωθῆναι—καὶ ὃ θέλο‐ μεν τοῦτο οὐ γίγνεται, ἀλλ’ ὃ οὐ θέλομεν (δεῖ γὰρ ἡμᾶς δοκιμάζεσθαι,
10ὡς ἔφην), μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ, «ἀλλὰ ἀνα‐ λαβόντες τὴν πανοπλίαν τοῦ θεοῦ» ὑπερασπίζουσαν καὶ προαγωνιζομένην ἡμῶν «ἐνδυσώμεθα τὸν θώρακα τῆς δικαιοσύνης καὶ ὑποδησώμεθα τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐν πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρω‐
15μένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθο‐ δείαν τοῦ διαβόλου», «λογισμούς τε καθαιρεῖν καὶ πᾶν ὕψωμα ἐπαιρό‐ μενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ»· «ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα». τούτου δὲ ἕνεκα ταῦτα λέγω, ὅτι οὗτος ὁ τρόπος
20τοῦ ἀποστόλου τῶν συνταγμάτων. πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου
τῶν ἐν τῇ ἐπιστολῇ ταύτῃ εἰρημένων ἀποδεῖξαι, ὡς ὀρθοδόξως καὶ μεμε‐494 in vol. 2
Haer
.

2

.

495

λετημένως ἔχει· ἀλλὰ μακρὸν ἂν εἴη ἕκαστον αὐτῶν οὕτως διελθεῖν. τὸν γὰρ τύπον αὐτοῦ δεῖξαι μόνον καὶ τὴν βούλησιν προῄρημαι νῦν. «οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ’ ὃ μισῶ, τοῦτο ποιῶ. 〈εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ〉, σύμφημι τῷ νόμῳ τοῦ θεοῦ ὅτι καλός· νυνὶ δὲ οὐκέτι ἐγὼ κατερ‐
5γάζομαι αὐτό, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν», ὀρθῶς λέγων. μέμνησθε γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὡριζόμεθα· εἰ καὶ σπεύδων ἐγὼ ταχὺ πάντα διεξελθεῖν μᾶλλον βραδύνω, μακροτέρας μοι τῶν λόγων τῆς περιόδου ἢ προσεδόκησα γεγενημένης, ἣν προθυμητέον δὴ διανῦσαι. ἄλλως γὰρ τοῦ
10προκειμένου οὔποτε ἥξομεν ἐπὶ τέλος. 60. Οὐκοῦν ἐλέγομεν· ἀφ’ οὗ τὸν ἄνθρωπον, εἰ μνημονεύετε, πλανη‐ θέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι. οὕτως γὰρ πρῶτον στάσις ἐνέπεσε σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κε‐
15νωθέντες μὲν τοῦ ἐμφυσήματος τοῦ θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίας ὑλι‐ κῆς, ἣν ὁ πολύπλοκος ἐνέπνευσεν εἰς ἡμᾶς ὄφις, βραχυπορησάντων ἡμῶν τῆς παραγγελίας τοῦ θεοῦ τὸν κύκλον. διὸ καὶ τὸν θάνατον ὁ θεὸς πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὑπὲρ ἡμῶν ἀνεύρατο, ἵνα μὴ ἐν ἀθανάτοις ἡμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθάνατος ᾖ. ὅθεν ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι
20οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἐπιθυμίας εἰσοικισθεῖσαν εἰς ἡμᾶς ἁμαρτίαν βού‐ λεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα καὶ κλῶνες οἱ φιλήδονοι
περὶ ἡμᾶς ἀεὶ λογισμοὶ συνίστανται. δισσὰ γὰρ ἐν ἡμῖν λογισμῶν γένη,495 in vol. 2
Haer
.

2

.

496

τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα καὶ ἐπανορθούμενον τὸν λογισμόν. ὅθεν τῇ
5μὲν νομοθεσίᾳ τοῦ θεοῦ κατὰ τὸν νοῦν «συνηδόμεθα» (τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί· ὁ γὰρ νόμος «ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ θεοῦ», οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ, τῇ ἐπιθυμίᾳ τοῦ νοός, οὗτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασ‐
10μούς, παντάπασι πρὸς ἡδονὰς ὢν ἑλκτικός. 61. Τρεῖς γὰρ νόμους ὑποτιθέμενος ἀναφανδὸν ὁ Παῦλος ἐνταῦθά μοι καταφαίνεται· ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὃν καὶ νόμον σαφῶς νοὸς ἐκάλεσεν, ἕνα δὲ τὸν ἐκ προσβολῆς συνιστάμενον τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν,
15ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη, καὶ ἕτερον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας ἐνσκιρρώσαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νό‐ μον οἰκοῦντα ἐν τοῖς μέλεσιν ἐκάλεσεν· ᾧ ἐπιβαίνων ὁ πονηρὸς καὶ ἐποχού‐ μενος πολλάκις καθ’ ἡμῶν ἐγκελεύεται, πρὸς ἀδικίαν ἡμᾶς καὶ πράξεις συνελαύνων κακάς. ὁ γὰρ ἔξωθεν εἰσπνεόμενος ἀπὸ τοῦ πονηροῦ νόμος
20καὶ διὰ τῶν αἰσθήσεων καθάπερ ἀσφαλτῶδες ῥεῦμα ἔνδον εἰς αὐτὴν ἐκχεό‐496 in vol. 2
Haer
.

2

.

497

μενος τὴν ψυχὴν ὑπὸ τοῦ ἐν τῇ σαρκὶ κατὰ τὴν ἐπιθυμίαν ὑπάρχοντος κραταιοῦται νόμου. φαίνεται γὰρ ὡς ἐν αὐτοῖς ἡμῖν τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γε‐ νηθῇ, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς· ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ
5πλεονάσαν, ὃ ἀντιστρατεύεσθαι τῷ ἐν ἡμῖν λέγεται ἀγαθῷ, ἄγεται πάλιν ἀντιστρόφως πρὸς φαντασίας παντοδαπὰς ὁ ἄνθρωπος καὶ λογισμοὺς χείρονας. 62. Οὗ δὴ καὶ χάριν ὁ ἀπόστολος εὔχεται ῥυσθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον εἶναι ἡγούμενος, ὥσπερ δὴ καὶ ὁ προφήτης «ἀπὸ τῶν κρυφίων
10μου» λέγων «καθάρισόν με». αὐτὰ γοῦν τὰ ῥήματα τοῦτο παρίστησιν «συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω» λέγοντος «ἄνθρωπον, βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώ‐
15ματος τοῦ θανάτου τούτου»; οὐ τὸ σῶμα θάνατον ἀποφηνάμενος, ἀλλὰ τὸν νόμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεσι 〈τοῦ σώματοσ〉 διὰ τῆς παρα‐ βάσεως ἐν ἡμῖν ἐμφωλεύοντα καὶ πρὸς θάνατον ἀεὶ τὸν τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα. ἐπιφέρει γοῦν εὐθέως, ἀμέλει διαλυόμενος ἀπὸ
ποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ὁ ῥυόμενος ἦν· «χάρις τῷ497 in vol. 2
Haer
.

2

.

498

θεῷ διὰ Ἱησοῦ Χριστοῦ». προσεκτέον γὰρ ὅτι, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν· ἐπεὶ τί παραδοξότερον ἢ πλέον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν; τί δὲ καὶ ὁ ἀπό‐
5στολος ὅλως, ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανά‐ του ὑπὸ θεοῦ ἐλευθερωθῆναι τούτου ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν; ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου τούτου ἔξοδον, ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, [καὶ] αἱ τῶν ἀπίστων καὶ πιστῶν
10καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωρίζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς. τί οὖν ὁ ἀπόστολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διατρίψαντας ἐσπούδαζεν; ἢ διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὃ καὶ εἰ μὴ ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ, καθάπερ δὴ καὶ πᾶσι κεῖται τὸ τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σω‐
15μάτων, εἴ γε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο; ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν 〈ἔνδον〉 διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο. «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ
20θανάτου», ὅπως «ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν», «τῆς ἁμαρτίας
τῆς ἐν τῷ σώματι κατακριθείσης» πρὸς ἀναίρεσιν, «ἵνα τὸ δικαίωμα τοῦ»498 in vol. 2
Haer
.

2

.

499

κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ἡμᾶς ἐφελκομένου φυσικοῦ «νόμου» φανερωθῇ ἐξαφθέν, ὃ ἀσθενῆσαν, τῆς σαρκὸς κεκρατημένης τῇ ἁμαρ‐ τίᾳ, πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ταῖς ὑλικαῖς φροντίσιν ἐπεχώννυτο. «τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ νόμου, ἐν ᾧ ἠσθένει» ὑπὸ τῆς ἐπι‐
5θυμίας ἡττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, ὁ θεὸς ἀνερρώσατο, πέμψας τὸν υἱὸν ἑαυτοῦ, τὴν ὁμοίαν τῇ σαρκὶ τῆς ἁμαρτίας σάρκα ἀνειλη‐ φότα (ἀληθείᾳ γὰρ καὶ οὐ δοκήσει ἦν ὃ ἐφάνη), ἵνα τῆς ἁμαρτίας κατα‐ κεκριμένης πρὸς ἀναίρεσιν «εἰς τὸ» μηκέτι «καρποφορῆσαι» ἐν τῇ σαρκὶ τὸ δικαίωμα τοῦ φυσικοῦ νόμου πληρωθῇ, πλεονάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ
10τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ὑφήγησιν. «ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς», ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἕτερος ὢν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπακοὴν τεθεὶς καὶ ἄφεσιν ἁμαρτημάτων, «ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», νικήσας ἐκ παντὸς
15τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός. Ἃ μὲν οὖν δὴ προβάλλονται καὶ ἐκ τῶν τοῦ ἀποστόλου ῥητῶν, οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ Θεόφιλε· τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ἡμῖν πρὸς τὴν διέξοδον εὕρωμεν τοῦ λόγου. ἄπορα γὰρ καὶ οὐ πάνυ ῥᾴδια πρὸς καθαίρεσιν τὰ ἑξῆς. διὸ
20καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν ὁρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συνέσεως ἄφνω ἐξ οὐρανοῦ κατα‐ πνεύσασα καθάπερ ἐν μέσῳ νηχομένους πελάγει εἰς ὅρμον τινὰ ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν.
[ΕΩΣ ΩΔΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΜΕΘΟΔΙΟΥ.]499 in vol. 2
Haer
.

2

.

500

63. Ταῦτα μέν ἐστιν ἃ ἀπὸ μέρους καθ’ εἱρμὸν 〈ἐκ〉 τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εὐβουλίου, περὶ τοῦ προειρημένου Ὠριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ *, ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν
5ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας καὶ τὴν αὐτοῦ ἀνατροπὴν * τῆς τῶν ἀνθρώπων ζωῆς δι’ ἐπιπλάστου ἐξ Ἑλληνικῆς δεισιδαι‐ μονίας κακοηθείας. πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέ‐ σεως ἀκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ, ἀνδρὶ λογίῳ ὄντι καὶ σφόδρα περὶ τῆς ἀληθείας ἀγωνισαμένῳ, εἴρηται, πάντως που καὶ
10ἐπὶ τοσαῦτα ἕτερα. ἀλλ’ ἐπειδὴ ἐπηγγειλάμεθα καθ’ ἑκάστην αἵρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν (οὐ γάρ εἰσιν ὀλίγαι), ἕως ὧδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν. ὀλίγα δὲ καὶ αὐτοὶ ἐκ τῆς ἡμῶν πτωχείας εἰς τὴν αὐτὴν τοῦ ἀνδρὸς φλυαρίαν ἔτι προσθέμενοι καταπαύσομεν τὸν κατ’ αὐτοῦ ἀγῶνα, τῷ
15θεῷ ἀποδεδωκότες τὸ βραβεῖον τῷ νικοποιῷ καὶ τὴν αὐτοῦ ἐκκλη‐ σίαν τῇ ἰδίᾳ αὐτοῦ φιλανθρωπίᾳ πάντοτε στέμμασιν ἀμαραντίνοις κατακοσμοῦντι τοῖς τῆς ἀληθείας κηρύγμασιν. λέξομεν τοίνυν καὶ αὐτοὶ πρὸς αὐτὸν κατὰ δύναμιν. Φάσκεις, ὦ οὗτος, ὡς καὶ ἄνω μοι προδεδήλωται ἐπισκώπτων·
20μὴ ἄρα βυρσοδέψης ἦν ὁ θεός, ἵνα χιτῶνας δερματίνους τοῖς περὶ τὸν Ἀδὰμ ποιήσῃ, μηδέπω ζῴων τεθυμένων; εἰ δὲ καὶ ἐτύθη ζῷα, * οὐκ
ἦσαν, φησί, χιτῶνες δερμάτινοι, ἀλλὰ τὸ γήϊνον ὃ περικείμεθα500 in vol. 2
Haer
.

2

.

501

σῶμα. καὶ πανταχόθεν ἐλέγχῃ τῇ τοῦ διαβόλου ἐπι〈π〉νοίᾳ καὶ τῇ τοῦ ὄφεως δολιότητι παρακολουθῶν, φθορὰν ἀπιστίας τῇ ἀνθρω‐ πότητι ἐργαζομένου καὶ τὴν Εὔαν ἐξαπατήσαντος καὶ ἀεὶ τὰς δια‐ νοίας τῶν ἀκεραίων ψυχῶν τῇ πανουργίᾳ † ἐν ταῖς αὐτῶν διανοίαις
5παραφθείροντος. ἴδωμεν τοίνυν εἰ δύναται τὰ ὑπὸ σοῦ εἰρημένα ἔχειν στάσιν, ὦ τοσαῦτα μοχθήσας καὶ εἰς μάτην ἐλάσας τὸν περὶ τῆς τοσούτων βίβλων συγγραφῆς ἀγῶνα. εἰ γάρ ἐστιν ἀληθές, ὃ περὶ σοῦ ᾄδεται, ὅτι ἑξακισχιλίους βίβλους συνεγράψω, ὦ ματαιόπονε, [καὶ] τὸν πάντα κάματον εἰς ψόγους καὶ δόλους ματαιότητος ἀναλώ‐
10σας φρούδως καὶ κενὴν τὴν σὴν ἐργασίαν καταστήσας, διὰ τῶν ἀναγ‐
καίων πταίσας δι’ ὧν παρεχάραξας τὴν ἀνάστασιν, ἀνέλπιστον501 in vol. 2
Haer
.

2

.

502

τὴν τῆς ἐμπορίας σου καματουργίαν περιεποιήσω. εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, οὐδὲ ἡ ψυχή τι κληρονομήσει. μία γὰρ καὶ ἡ αὐτὴ κοινωνία τοῦ τε σώματος καὶ τῆς ψυχῆς καὶ μία ἐργασία. κάμνουσι δὲ πιστοὶ ἐν σώματι καὶ ψυχῇ διὰ τὴν μετὰ ἀνάστασιν τῆς
5κληρονομίας ἐλπίδα, ἥτις κατὰ σὲ οὐ γενήσεται. ἄρα ἡ πίστις ἡμῶν 〈κενή〉, κενὴ δὲ καὶ ἡ ἐλπὶς ἡμῶν κατὰ τὸν ἐκ πνεύματος ἁγίου ἀποστολικὸν καὶ ἀληθῆ λόγον. ἀνάστασιν δὲ παλιμβόλως καὶ αὐτὸς ὁμολογῶν, πεφαντασιασμένην δόκησιν καὶ οὐκ ἀληθινῶς ἔχων ἀναγκάζῃ μόνον τὸ ὄνομα λέγειν. ἀνάστασις γὰρ ποία ψυχῆς δύνα‐
10ται λέγεσθαι τῆς μὴ πιπτούσης μηδὲ θαπτομένης; ἀλλὰ δήλη ἐστὶν ἐκ τοῦ ὀνόματος ὅτι τοῦ πεσόντος σώματος καὶ ταφέντος ἡ ἀνά‐ στασις πανταχοῦ τε καὶ ἐν πάσῃ γραφῇ ἐστιν κηρυττομένη ὑπὸ τῶν υἱῶν τῆς ἀληθείας. εἰ δὲ οὐκ ἀνίσταται, οὐκ ἔνι ἡ διὰ πασῶν γρα‐ φῶν κηρυττομένη ἀνάστασις. εἰ δὲ ἀνάστασις οὐχ ὑπάρχει, ματαία
15ἡ τῆς τῶν νεκρῶν ἀναστάσεως προσδοκία. οὐ γὰρ ψυχῶν ἀνά‐ στασίς ἐστι τῶν μὴ πεσουσῶν, ἀλλὰ σωμάτων τῶν τεθαμμένων. εἰ δὲ καὶ μέρος τοῦ σώματος ἐγείρεται, μέρος δὲ ἀποτίθεται, ἄρα τοῦτο τὸ μέρος πῶς ἔσται; οὐ γὰρ δύναται ἐν σώματι εἶναι μέρη ἐγειρό‐ μενα καὶ μέρη ἀποτιθέμενα καὶ καταλιμπανόμενα.
20 Ὅτι δὲ ἔστι σῶμα ψυχικὸν καὶ ἔστι σῶμα πνευματικόν, οὐκ ἄλλο σῶμα πνευματικὸν καὶ ἄλλο ψυχικόν, ἀλλ’ αὐτὸ ψυχικὸν αὐτὸ πνευ‐ ματικόν, *. ὅτε μὲν γάρ ἐσμεν ἐν τῷ κόσμῳ καὶ τὰ σαρκὸς πράττο‐ μεν φθαρτὰ ἔργα, σώματα ἔχομεν ψυχικά· δουλεύομεν γὰρ τῇ ψυχῇ ἐν τῷ κόσμῳ ἐν ἀτοπίαις, ὡς καὶ σὺ ἔφης ἀπὸ μέρους. ὅτε δὲ ἐγειρόμεθα,
25οὐκέτι τῆς ψυχῆς ἡ δουλεία, ἀλλὰ πνεύματος ἡ ἀκολουθία, ἀπ’ ἐντεῦθεν
ἤδη ἔχουσα τὸν ἀρραβῶνα διὰ τοῦ εἰρημένου «εἰ ζῶμεν πνεύματι, πνεύ‐502 in vol. 2
Haer
.

2

.

503

ματι καὶ στοιχῶμεν· εἰ δὲ καὶ πνεύματι στοιχῶμεν, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ζήσομεν». οὐκέτι γὰρ γάμοι, οὐκέτι ἐπιθυ‐ μίαι, οὐκέτι ἀγῶνες τοῖς ἐγκράτειαν ἐπαγγελλομένοις, οὐκέτι παρα‐ πτώματα ἁγνείας ἀντίπαλα, οὐκέτι ἐνέργειαι αἱ ἐνταῦθα πραττόμεναι,
5ἀλλ’, ὥς φησιν ὁ κύριος, οἱ καταξιωθέντες ἐκείνης τῆς ἀναστάσεως οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ’ ὡς ἄγγελοί εἰσιν. 64. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο. οὐ μετετέθη δὲ καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ σώ‐ ματος. εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον· ὁ δὲ σὺν
10σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. ἐν σώματι γὰρ ζῶντι ὑπάρχει, πνευματικῶς φερόμενος καὶ οὐ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοι γε ἐν σώματι ὢν πνευματικῷ. ἀλλὰ καὶ περὶ τοῦ Ἠλία ὡσαύτως *, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ ἔστιν ἔτι ἐν σαρκί, σαρκὶ δὲ πνευ‐ ματικῇ καὶ οὐκ ἐπιδεομένῃ τοῦ ἀεί, 〈ὡσ〉 ὅτε ἐν τῷ κόσμῳ τούτῳ ὑπῆρχε,
15διὰ κοράκων τρέφεσθαι καὶ ἀπὸ τοῦ Χορρὰτ χειμάρρου πίνειν μη‐ λωτήν τε ἐνδύεσθαι, ἀλλὰ τρέφεται ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἧς ἐστι χορηγὸς ὁ τὰ κρύφια γινώσκων καὶ ἀόρατα κτίσας θεός, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν. Καὶ ὁρᾷς ὅτι αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικόν, ὡς
20καὶ ὁ κύριος ἡμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ’ αὐτὸ τὸ ὄν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὄν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν καὶ πνευματικὸν ὅλον συνενώσας, εἰσερχόμενος θυρῶν κεκλεισμένων, ὅπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν [τοῦτο] διὰ τὸ παχυμερὲς καὶ
25οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν. τί οὖν ἦν τὸ εἰσελθὸν
θυρῶν κεκλεισμένων; ἄλλο παρὰ τὸ ἐσταυρωμένον ἢ αὐτὸ τὸ ἐσταυ‐503 in vol. 2
Haer
.

2

.

504

ρωμένον; πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογῆσαι αὐτὸ τὸ ἐσταυρωμένον. ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ «μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός». ἔδειξε γὰρ τύπον ἥλων καὶ τύπον λόγχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώ‐
5ματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν. ἠδύνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ’ οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ σέ, ὦ θεήλατε. ἄρα οὖν ἦν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριή‐ μερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάσει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι «ἴδετε ὅτι πνεῦμα σάρκα καὶ
10ὀστᾶ οὐκ ἔχει, ὡς ὁρᾶτέ με ἔχοντα». πῶς οὖν εἰσῆλθε θυρῶν κεκλεισμένων; ἀλλ’ ἵνα δείξῃ ὅτι σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ ἐνανθρωπήσει, αὐτὸ ὂν ἀλλὰ πνευ‐ ματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρω‐
15μένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγ‐ κραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ’ εἰς ἀεὶ διαμένον, μη‐ κέτι ἀποθνῇσκον. «ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοι‐ μημένων»· 〈ἀναστὰς δὲ〉 «οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει».
20 65. Ἵνα δὲ γνῷς καὶ τοῦτο, δι’ ἣν αἰτίαν «ἀπαρχὴ τῶν κεκοι‐ μημένων» λέγεται ὁ Χριστός—καίτοι γε οὐκ αὐτοῦ ἀρξαμένου ἀνί‐ στασθαι· πρὸ αὐτοῦ γὰρ ἀνέστησαν δι’ αὐτοῦ Λάζαρος καὶ ὁ υἱὸς τῆς χήρας, καὶ ἄλλοι καὶ διὰ Ἠλία καὶ διὰ Ἐλισσαίου. ἀλλ’ ἐπειδὴ ἐκεῖνοι πάντες ἀναστάντες πάλιν τεθνήκασιν, οὕτω καὶ ὁ Χριστὸς ἀπαρχὴ τῶν
25κεκοιμημένων. ἀναστὰς γὰρ «οὐκέτι ἀποθνῄσκει», ὡς † ἡ μέλλουσα ἀνάστασις εἶναι διὰ τῆς αὐτοῦ ζωῆς καὶ φιλανθρωπίας. εἰ δέ ἐστιν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἀνέστη ὅλον τὸ αὐτοῦ σῶμα
σὺν τῇ θεότητι, 〈φαίνεται ὅλη〉 ἡ αὐτοῦ ἐνανθρώπησις ἀναστᾶσα,504 in vol. 2
Haer
.

2

.

505

[καὶ] μηδενὸς ἐξ αὐτῆς καταλειφθέντος, οὔτε σώματος οὔτε ἑτέρου τινός· «οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». καὶ τὸ μὲν περὶ ψυχῆς ἐν τῷ Ἅιδῃ σημαίνει τὸ μὴ καταλελεῖφθαι, τὸ δέ «τὸν ὅσιον», ἵνα δείξῃ τὸ
5ὅσιον σῶμα [τὸ] μὴ ἑωρακὸς διαφθοράν, ἀλλὰ ἀναστὰν ἄφθορον τὸ τριήμερον καὶ τῇ ἀφθαρσίᾳ συνηνωμένον εἰς τὸν αἰῶνα. Σὺ δὲ φάσκεις, ὦ οὗτος, ταῦτα τὰ σώματα εἶναι τοὺς δερμα‐ τίνους χιτῶνας, οὐδαμοῦ τῆς ἀκολουθίας τοῦτο ἐχούσης, ἀλλὰ διὰ τὰ ἐν σοὶ ἀπ’ ἀρχῆς σπέρματα καταβληθέντα τῆς ἀπὸ τῶν Ἑλλήνων
10ἐθνομύθου διδασκαλίας καὶ διὰ τὸν ἐκεῖθεν παροξυνθέντα σοὶ κακό‐ τροπον λογισμὸν τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, φημὶ δὲ τῶν Ἑλλήνων σε εἰς τοῦτο ἀγαγόντον καὶ διδαξάντων. «ὁ γὰρ ψυχικὸς ἄνθρωπος» φησίν «οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν, ὅτι πνευματικῶς ἀνακρίνεται». εἰ μὲν γὰρ πρὸ τῆς παρα‐
15κοῆς οἱ χιτῶνες τοῖς περὶ τὸν Ἀδὰμ ἐγένοντο, πιθανὸν ἂν ἦν σου τὸ ψεῦσμα καὶ δυνάμενον ἐξαπατῆσαι· ὅτε δὲ φαίνεται κατὰ τὸ τὴν Εὔαν πλασθῆναι *. πόθεν δὴ ἄρα ἐπλάσσετο; ἀλλὰ ἀπὸ σώματος δῆλον· «ἐπέβαλε» γάρ φησιν «ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν ἐκ τῶν πλευρῶν αὐτοῦ». πλευρὰ δὲ οὐδὲν ἕτερον τυγ‐
20χάνει ἀλλὰ ὀστέον. ᾠκοδόμησε γὰρ «σάρκα ἀντ’ αὐτῆς». σαρκὸς δὲ ὀνομαζομένης πῶς ἔτι προσδοκᾶται ἡ ταύτης ποίησις; καὶ ἀνωτέρω φησί «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». «καὶ ἔλαβε» φησί «χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον». ὁ δὲ χοῦς καὶ σὰρξ οὐδὲν ἕτερόν ἐστιν ἀλλὰ σῶμα. εἶτα μετέπειτα
25«καὶ ἀναστὰς Ἀδὰμ ἀπὸ τοῦ ὕπνου εἶπε, τοῦτο ὀστοῦν ἐκ τῶν ὀσ‐
τῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου». οὔπω δὲ χιτῶνες δερμάτινοι,505 in vol. 2
Haer
.

2

.

506

οὔπω τὸ παρὰ σοῦ ψεῦσμα ἀλληγορούμενον ὑπῆρχεν. ὀστοῦν τοίνυν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, δῆλον ὅτι σώματα ἦσαν καὶ οὐκ ἦν ἀσώματος ὁ Ἀδὰμ καὶ ἡ Εὔα. «καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγεν», ὡς ὑπενοθεύθη ὑπὸ τοῦ ὄφεως καὶ γέγονεν
5ἐν παρακοῇ, «καὶ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβη ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἐν τῷ ξύλῳ». καὶ ὁ θεός φησι τῷ Ἀδάμ «ποῦ εἶ»; ὁ δὲ ἐλεγχόμενος ἀποκρίνεται «τὴν φωνήν σου ἤκουσα καὶ ἐκρύβην, ὅτι γυμνός εἰμι». γυμνὸν δὲ ἄρα ποῖον ἔλεγε; τὴν ψυχὴν ἔλεγεν ἢ τὸ σῶμα; τὰ δὲ φύλλα τῆς
10συκῆς τίνα ἔσκεπε, τὴν ψυχὴν ἢ τὸ σῶμα; «καὶ τίς σοι εἶπε» φησίν «ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοὶ τού‐ του μόνου μὴ φαγεῖν ἀπ’ αὐτοῦ, ἔφαγες»; καί φησιν «ἡ γυνὴ ἣν ἔδωκάς μοι ἔδωκέν μοι, καὶ ἔφαγον». πόθεν δὲ ἐδόθη ἡ γυνὴ ἀλλὰ ἀπὸ τῆς πλευρᾶς τουτέστιν ἀπὸ τοῦ σώματος, πρὶν ἢ τοὺς χιτῶνας
15αὐτοῖς δοθῆναι; καὶ τῇ γυναικί φησι «τί ὅτι τοῦτο ἐποίησας»; ἡ δὲ εἶπεν «ὁ ὄφις ἠπάτησέ με καὶ ἔφαγον καὶ ἔδωκα καὶ τῷ ἀνδρί μου». ὁ δὲ θεὸς τῷ ὄφει ἐπιφέρει τὴν κατάραν καὶ τῇ γυναικὶ τὴν ὀδύνην καὶ τῷ ἀνθρώπῳ τὸ ἐν ἱδρῶτι φαγεῖν τὸν ἄρτον. καὶ μετὰ ταῦτα λέγει «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· μή ποτε ἐκτείνῃ τὴν
20χεῖρα καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα». καὶ μὴ ὑπολάβῃς δέ, ἀκροατά, ὅτι ἀποφαντικῶς εἶπεν ὁ κύριος ὅτι «ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν»· ἐλεγκτικῶς γάρ, τὴν οἴησιν τοῦ Ἀδὰμ πεισθέντος τῇ πλάνῃ τοῦ ὄφεως μεμφόμενος λέγει· μὴ ὃ ἐνόμισε γενέσθαι ἐγένετο, τουτέστιν μὴ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ
25ἡμῶν· ἐπιθυμήσας γὰρ Ἀδὰμ ὑψηλότερος γενέσθαι εἰς τὸ ἧττον ἐξέπεσε. τὸ δέ «ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα» οὐ φθο‐ νῶν ὁ θεὸς λέγει, ἀλλὰ ἐπεμέλετο τοῦ ἐλαττωθέντος σκεύους δι’
ἑαυτοῦ, ἵνα μὴ μείνῃ ἠλαττωμένον εἰς τὸ διηνεκές· ἀλλ’ ὡς ἄριστος506 in vol. 2
Haer
.

2

.

507

κεραμεὺς τὸ βλαβὲν δι’ ἑαυτοῦ ἀγγεῖον ἐπιστρέψας εἰς τὸ ἴδιον φύραμα τὴν γῆν, ἐν τῇ ἀναστάσει ἀναπλάσῃ ἐν μηδενὶ ἠλαττωμένον τὸν δίκαιον, ἐν δόξῃ ἀθάνατον καὶ δυνάμενον ἀπολαύειν τῆς βασι‐ λείας, καὶ τὸν ἄδικον ἐν τῇ τελείᾳ ἀναστάσει δυνάμενον ὑποφέρειν
5τῆς κρίσεως τὴν τιμωρίαν. οὐ γὰρ πονηρόν τι ἐφύτευσεν ὁ θεός· μὴ γένοιτο, ἀλλὰ καὶ αὐτὸ τὸ ξύλον ἐφύτευσε, καιρῷ [δεκτῷ] δέοντι διὰ τοῦ ἰδίου προστάγματος ἐπιτρέπων αὐτῷ λαβεῖν ἀπ’ αὐτοῦ. ἀλλ’ ἐρεῖς δι’ ἐναντίας· πῶς οὖν πληροῦται τό «ἐν ᾗ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», εἴπερ εἶχε φαγεῖν
10ἐξ αὐτοῦ; πάντως γὰρ φαγὼν οἵῳ δή ποτε καιρῷ ἐπλήρου τό «θα‐ νάτῳ ἀποθανεῖσθε». πρὸς δὲ τὸν τοῦτο λέγοντα πάλιν φημί «ὁ θεὸς 〈ὁ〉 εἰδὼς τὰ μέλλοντα πρὶν γενέσθαι, γινώσκων πρὸ τοῦ αὐτοῦ προστάγματος ὅτι ἀπατηθεὶς ἤσθιεν ἀπ’ αὐτοῦ, ὥρισε τὸν θάνατον διὰ τὴν μέλλουσαν ὑπ’ αὐτοῦ παράβασιν γενέσθαι.» ἐν τούτῳ γὰρ
15πλανώμεναι αἱ αἱρέσεις βλασφημοῦσι τὸν θεὸν λέγουσαι «καλὸς ὁ θεὸς τοῦ νόμου ὅτι ἐφθόνησε τῷ Ἀδὰμ καὶ ἐξέβαλεν αὐτὸν λέγων· ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζήσεται εἰς τὸν αἰῶνα». ἐλέγχεται δὲ αὐτῶν ἡ ἄνοια συκοφαντοῦσα. καὶ γὰρ οὐ μόνον οὐκ ἐκώλυσε φαγεῖν ἀπὸ
20τοῦ ξύλου τῆς ζωῆς ἀπ’ ἀρχῆς, ἀλλὰ καὶ προετρέψατο φήσας «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ». ἦν δὲ καὶ τὸ ξύλον τῆς ζωῆς ἓν ἀπὸ πάντων τῶν ξύλων τοῦ παραδείσου 〈τῶν〉 πρὸ ὀφθαλμῶν τοῦ Ἀδάμ. μόνου δὲ τοῦ ξύλου τοῦ εἰδέναι γνωστὸν ἀγα‐ θοῦ τε καὶ κακοῦ εἶπε μὴ φαγεῖν. ἡ δὲ τοῦ Ἀδὰμ ἄπληστος διάνοια
25ἀκέραιος οὖσα καὶ * τῆς γυναικὸς αὐτοῦ Εὔας ἀπὸ τοῦ διαβόλου ἀπα‐ τηθείσης μᾶλλον ἐναντίον τῆς ἐντολῆς εἰργάσατο. ἐπειδὴ οὖν ἐν ἐλαττώματι γέγονεν δι’ ἑαυτοῦ ὁ Ἀδάμ, οὐκ ἠθέλησεν αὐτὸν ὁ θεὸς ζῆν εἰς τὸν αἰῶνα ἐν ἐλαττώματι, ἀλλ’ ὡς ἄριστος κεραμεὺς εἰς τὸ ἴδιον φύραμα τὸ ἀφανισθὲν σκεῦος δι’ ἑαυτοῦ ηὐδόκησε μεταβαλεῖν,
30ἵνα ἐν τῇ παλιγγενεσίᾳ ἐκ τοῦ ἰδίου φυράματος πάλιν ὡς ἐπὶ τὸν507 in vol. 2
Haer
.

2

.

508

τροχὸν μεταβάλλοι, ἀνασκευάσας καὶ ἀνακαινίσας τὸ σκεῦος ἄνευ ἐλαττώματος εἰς τὸ δύνασθαι διηνεκῶς ζῆν. ἔνθεν τὸ πρῶτον μὲν ἀπειλεῖ θάνατον, τὸ δὲ δεύτερον οὐκέτι θάνατον λέγει, ἀλλὰ «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», μὴ παραδεδωκὼς θανάτῳ τὸν ἄνθρωπον. * *
5καὶ μεθ’ ἕτερα «καὶ ἐποίησεν ὁ θεὸς χιτῶνας δερματίνους καὶ ἐνέδυσε τοὺς περὶ τὸν Ἀδὰμ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ παραδείσου». καὶ ὁρᾷς ὅτι μάταιος ἡ παρὰ σοῦ καινοτομουμένη κενοφωνία, Ὠρίγενες. πρὸ πόσου γὰρ χρόνου ἦσαν σώματα τοῖς περὶ τὸν Ἀδάμ. 66. Εἰ δὲ τοῦτό σε ἀνακρίνει καὶ οὐ δύνασαι, ψυχικῶς διανοού‐
10μενος, τοῦ πνεύματος δέξασθαι τὴν χάριν, ἄπιστε καὶ ἐπέκεινα τῶν ἀπίστων τυγχάνων, λέγε μοι ἑκάστην ὑπόθεσιν ἐκ θεοῦ γεγονυῖαν, πόσην ἔχει τὴν θαυματουργίαν καὶ ἔκπληξιν; πόθεν ἐξ οὐκ ὄντων οὐρανὸς τέταται ἐν μετεώρῳ ἀναπεπετασμένος; πόθεν ἐστιλβώθη ἥλιος καὶ ἐκτίσθη ἡ σελήνη καὶ τὰ ἄστρα; ἐκ ποίου πρωτοτύπου
15ὕλης ἐλήφθη ἡ γῆ, ἐξ οὐκ ὄντων γινομένη; ἀπὸ ποίων φύσεων ἐτμήθη τὰ ὄρη; πόθεν ἡ σύστασις ὅλου τοῦ κόσμου, ἡ ἐξ οὐκ ὄντων θεῷ πορισθεῖσα; πόθεν τῶν νεφελῶν ἡ σύστασις, ἣ ὑπὸ θῆξιν σκέπει τὸν οὐρανόν; πόθεν τοῦ κώνωπος καὶ τῆς σκνιφὸς διὰ προστάγμα‐ τος θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ὁ πορισμός; πῶς τὴν ξυλίνην
20ῥάβδον εἰς ὄφιν μετέβαλεν ἐψυχωμένον καὶ ἕρποντα; πόθεν τῇ χειρὶ τοῦ Μωυσέως τὸ εἰς χιόνα μεταβάλλεσθαι; οὕτω καὶ τότε ἠθέλη‐ σεν ὁ θεός, ὦ ἄπιστε, καὶ δερματίνους φύσει χιτῶνας ἄνευ ζῴων ἄνευ τέχνης τινὸς ἀνθρωπίνης καὶ πολυμόρφου ἐργασίας, ἅμα 〈τε〉 θέλων ἐποίησε τοῖς περὶ τὸν Ἀδάμ, ὡς ἀπ’ ἀρχῆς ἅμα ἠθέλησε καὶ
25οὐρανὸς καὶ τὰ πάντα γεγένηται. καὶ περὶ τούτων πολλάκις ἔφη‐ μεν καὶ ἐν ἄλλοις τόποις καὶ ἀνωτέρω. καὶ τοῖς μὲν βουλομένοις
* τὸ ζῆν σύντομος ἡ σωτηρία καὶ εὐθυέλεγκτος ἡ κακοπιστία, τοῖς508 in vol. 2
Haer
.

2

.

509

δὲ μὴ θέλουσι τὸ τῆς σωτηρίας καταδέξασθα. διδασκαλεῖον οὐδὲ ὁ πᾶς αἰὼν πρὸς διαλογὴν ἐξαρκέσειε, «κωφευούσης ἀεὶ τῆς ἀκοῆς δίκην ἀσπίδος 〈κωφῆσ〉 καὶ τὰ ὦτα βυούσης, τοῦ μὴ καταδέξασθαι φωνὴν ἐπᾴδοντος φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ» κατὰ
5τὸν θεῖον λόγον· τοῖς δὲ υἱοῖς τῆς ἀληθείας, οἶμαι, ὠφέλιμος οὐκ ὀλίγως, κἄν τε 〈οὐ〉 διὰ πλάτους ὁ λόγος εἰρημένος ἐνταῦθά μοι κεῖται. 67. Ἐλεύσομαι δὲ εἰς τὸν περὶ ἀναστάσεώς σου ἐκ τοῦ πρώτου ψαλμοῦ λόγον. ὅταν γὰρ ἐξαπατήσῃς τοὺς ἀγνοοῦντας, τὸ σὸν
10φρόνημα ὑποβαλλόμενος, ὦ ματαιοπόνε, καὶ εἴπῃς, 〈ὅτι〉 τινὲς τῶν ἁπλουστέρων νομίζουσι τοὺς ἀσεβεῖς μὴ τεύξεσθαι ἀναστάσεως, καὶ ὕστερον δείξῃς τοὺς αὐτοὺς ἁπλουστέρους πάλιν ἐρωτωμένους ὑπὸ σοῦ ὅτι ποίου σώματος ἔσται ἡ ἀνάστασις καὶ ὡς ἀντεπαπορήσεις διὰ σεαυτοῦ ἐκ προσώπου τῶν ἁπλουστέρων κατὰ σὲ λεγομένων *
15(καὶ γὰρ τοῦτο ἀνάγκη σαφῶς λέγειν), ἀγαθοὺς ἀποκαλεῖν τοὺς ἁπλου‐ στέρους παρὰ σοὶ λεγομένους· οὐ 〈γὰρ〉 διὰ σεαυτοῦ ὁ λόγος οὐδὲ τῷ λόγῳ σου ἡ χάρις, ἀλλὰ τῇ ἀληθείᾳ τῇ ἀναγκαζούσῃ σε λέγειν τῶν δούλων τοῦ θεοῦ βελτιότητός τε καὶ ἀγαθότητος τεκμήρια. καὶ γὰρ καὶ ὁ ἐκτὸς λόγος λέγει «ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας». ἁπλοῦς
20δὲ εἰώθαμεν τοὺς ἀκάκους λέγειν, οἷς ἔπαινος παρὰ τῷ σωτῆρι ἐμ‐ φέρεται ἐν πολλοῖς τόποις, 〈ὡσ〉 τῷ «γίνεσθε ἀκέραιοι ὡς περι‐ στεραί» καὶ τῷ «ἄφετε τὰ παιδία ἐλθεῖν πρός με· τῶν γὰρ τοιού‐ των ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν», τουτέστι τῶν ἁπλουστάτων. ἀπεκρίθησαν δέ σοι οἱ ἁπλούστεροι, ὡς λέγεις, τούτου τοῦ σώμα‐
25τος οὗ περικείμεθα εἶναι τὴν ἀνάστασιν. ἀνταπορούμενοι δὲ ὑπὸ σοῦ καὶ ἐρωτώμενοι· ὅλου ἢ μέρους; αὐτοὶ ἀνταποκρίνονται λέγοντες ὅτι ὅλου τοῦ σώματος. σοῦ δὲ κατὰ τὴν μέθοδον τῆς σου πολλῆς φλυα‐ ρίας φάσκοντος, μηδὲν τοῦτο δύνασθαι διὰ τὰ ἐκ τῶν σωμάτων ἐκρεύσαντα αἵματά τε καὶ σάρκας καὶ τρίχας καὶ τὰ ἄλλα τὰ διὰ
30πτυέλων ἐξ ἡμῶν ῥέοντα καὶ μυκτήρων καὶ σκυβάλων, πολλή σου509 in vol. 2
Haer
.

2

.

510

τῆς ἰατροσοφιστικῆς κακοπίστου γνώμης μαγγανεία, ὡς καὶ ἤδη διὰ πολλῶν ἐξήλεγξέν σου τὴν μυθοποιίαν ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακαριστὸς ἀνὴρ Μεθόδιος. ἀλλὰ καὶ ἀφ’ ἡμῶν τῶν σμικρῶν ὀλίγα ἀκούσῃ. πᾶν γὰρ ἀεὶ τὸ ζητούμενον καθαρώτατον ζητεῖται,
5τὰ δὲ περιττὰ ἐκ τοῦ καθαροῦ ἀποβαλλόμενα ἀκαταζήτητά ἐστιν. τὸ γὰρ ἱμάτιόν ἐστιν ὅλον, ἐξότε τῆς ὑφῆς ἔσχεν τὴν ἱστουργίαν, καὶ αὐτὸ μέν ἐστι τὸ ἀπὸ τοῦ ἱστοῦ τεμνόμενον, οὔτε 〈τινὸσ〉 αὐτῷ προστιθεμένου οὔτε ἀφαιρουμένου. κναφεῖ δὲ διδόμενον οὐχ ἡσσόνως παρὰ τοῦ κναφέως ἀπαιτηθήσεται, ἀλλὰ παρ’ αὐτοῦ τοῦ κναφέως
10τελειότατόν ἐστι κομιζόμενον· ὡς δῆλον πᾶσι καθέστηκεν ὡς αὐτὸ μέν ἐστιν ἐν τελειότητι, οὐδὲν δὲ μεῖον σῶμα γεγένηται πλὴν τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς ἀκαθαρσίας· καὶ οὐ πάντως που ἐπειδὴ τὸν ῥύπον ἀπέβαλεν, τούτου ἕνεκα μετὰ τοῦ ῥύπου ἀπαιτηθήσεται παρ’ ἡμῶν ὁ τεχνίτης, ἀλλὰ αὐτὸ τὸ ἱμάτιον σῷον καὶ ὑγιὲς καὶ
15καθαρώτατον. ἕτερον δὲ πάλιν ὑπόδειγμα· παρὰ σοὶ μὲν γὰρ περὶ τῶν ἐκκρινομένων διὰ φλεβοτομιῶν καὶ νοσημάτων καὶ σκυβάλων καὶ ἐκκρίσεως πτυέλων τε καὶ μυκτήρων τὸ ζήτημα παρηνέχθη, ἀπ’ αὐτῶν δὲ ὧν ἔφης ἀνατραπήσῃ. οὐ μόνον γὰρ τοῦτό ἐστιν ἐν σώ‐ ματι, ἀλλὰ καὶ κνώδαλα ἐξ ἡμῶν φύεται ὡς εἰπεῖν, φθεῖρες καὶ κό‐
20νεις, οὔτε ἐκτὸς τοῦ σώματος ὄντα οὔτε ἀπὸ τοῦ σώματος λογιζό‐ μενα. καὶ οὐδείς ποτε ἐπεζήτησε κόνιν τὴν ἐκ τοῦ σώματος ἐκκρι‐ θεῖσαν εἰς περιποίησιν, ἀλλὰ μᾶλλον εἰς ἀναίρεσιν οὐδὲ φθεῖρα τὴν ἐξ αὐτῆς τῆς σαρκὸς γεγενημένην, οὐδὲ ζημίαν τὴν ταύτης ἀπώλειαν ἡγήσαιτό τις. 〈οὕτως καὶ〉 τὰ ἀφ’ ἡμῶν ῥυέντα, εἰ καὶ † οὕτως
25ὑπάρχει κατὰ τὸν σοῦ λόγον, οὐ μωρῶς παρ’ ἡμῶν ζητηθήσεται οὐδὲ θεὸς ταῦτα εἰς ἡμῶν σύστασιν ἀγάγοι, ἀλλὰ δίκην ῥύπου ἐξ αὐτοῦ τοῦ ἱματίου ὑπάρχοντος, ἀπ’ αὐτοῦ δὲ δι’ εὐκοσμίαν ἀποβληθέντος ἐν δευτέρῳ καταλείψειεν, ἐκεῖνο δὲ σαφῶς τὸ ἐντελὲς ἱμάτιον μήτε λεῖπον μήτε περιττὸν τῇ αὐτοῦ ἀγαθότητι τῆς τέχνης ὁ δημιουργὸς
30ἀγάγοι· πάντα γὰρ αὐτῷ δυνατά. εἰ δὲ οὐχ οὕτως ἦν, ὦ τὰς510 in vol. 2
Haer
.

2

.

511

φρένας ἀδικηθεὶς ἐκ τῆς πολυλόγου σου ἐπινοίας, εἶχεν ἄρα ὁ σωτὴρ ἡμῶν καὶ κύριος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν διὰ 〈τὸ〉 πᾶσαν ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς ποιήσασθαι, τὴν ἡμῶν ἐλπίδα ἐν ἑαυτῷ τε πλεῖ‐ στα ἀνατυπωσάμενος εἰς τὴν τῆς ἀληθείας αὐτοῦ πρὸς ἡμᾶς σύστα‐
5σιν, μέρος αὐτοῦ [εἶχεν] ἀποθέσθαι, μέρος δὲ ἐξεγεῖραι κατὰ τὴν μυ‐ θώδη σου ἀνασκευὴν καὶ πλήθους λογισμῶν ματαίων συλλογήν, ὦ φιλόνεικε. αὐτὸς γὰρ εὐθὺς διελέγχων σου τὸν τρόπον φάσκει λέγων ὅτι «ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ πέσῃ καὶ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει».
10καὶ τίνα ἄρα ἔλεγε κόκκον; παντί τῳ σαφές ἐστι καὶ ὡμολόγηται παντὶ τῷ κόσμῳ ὅτι περὶ ἑαυτοῦ ἔλεγε, τουτέστιν περὶ τοῦ σώματος τῆς σαρκὸς τῆς ἁγίας ἧς ἀπὸ Μαρίας εἴληφε καὶ ὅλης αὐτοῦ τῆς ἐνανθρωπήσεως. τὸ δὲ πεσεῖν καὶ ἀποθανεῖν, ὡς λέγει «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί», περὶ τῆς αὐτοῦ τριημέρου τοῦ
15σώματος κοιμήσεως ἔλεγεν, ὡς καὶ αὐτὸς ὁμολογήσεις· ἡ γὰρ θεότης αὐτοῦ ἀκοίμητος ἄπτωτος ἀκράτητος ἄτρεπτος. ἀπέθανε τοίνυν ὁ κόκκος τοῦ σίτου καὶ ἀνέστη. ὅλος οὖν ὁ κόκκος ἀνέστη ἢ λεῖμμα αὐτοῦ; ἀνέστη ἄλλος κόκκος παρὰ τὸν ὄντα ἢ αὐτὸς ὁ ὢν εἰς τὸ εἶναι; * τὸ διὰ τοῦ Ἰωσὴφ κεκηδευμένον ἐν σινδόνι καὶ ἐν μνήματι
20καινῷ τεθὲν ἀνέστη, πάντως ὅτι οὐκ ἀρνήσῃ. τίνα τοίνυν εὐ‐ ηγγελίζοντο ἐγηγέρθαι οἱ ἄγγελοι ταῖς γυναιξίν; ὥς φασι «τίνα ζητεῖτε; Ἰησοῦν τὸν Ναζωραῖον; ἀνέστη, οὐκ ἔστιν ὧδε. δεῦτε, ἴδετε τὸν τόπον». ὡσεὶ ἔλεγε· δεῦτε, ἴδετε τὸν τόπον καὶ συνετίσατε τὸν Ὠριγένην, ὅτι οὐκ ἔνι λεῖμμα κείμενον ἐνταῦθα, ἀλλὰ ὅλον ἀνέστη.
25καὶ ὅπως γνῷς ὅτι ὅλον ἀνέστη, 〈φησίν〉 «ἀνέστη, οὐκ ἔστιν ὧδε», ἵνα ἀποκρούσῃ σου τὴν φλυαρίαν, ὅτι λεῖμμα αὐτοῦ οὐκ ἐγκατελείφθη, ἀλλ’ αὐτὸ τὸ ἡλωθέν, αὐτὸ τὸ νυχθὲν τῇ λόγχῃ, αὐτὸ τὸ κρατηθὲν ὑπὸ τῶν Φαρισαίων, αὐτὸ τὸ ἐμπτυσθὲν 〈ἀνέστη〉. 68. Καὶ τί μοι τὰ πλήθη λέγειν πρὸς ἔλεγχον τούτου τοῦ ἐλεει‐
30νοῦ τῆς 〈τε〉 ἐν αὐτῷ γενηθείσης φλυαρίας; ἄρα οὖν ὡς ἀνέστη καὶ
ἑαυτοῦ τὸ σῶμα ἤγειρεν, οὕτως καὶ ἡμᾶς ἐγερεῖ. ἀπὸ τούτου γὰρ511 in vol. 2
Haer
.

2

.

512

ἔδειξεν ὁ ἅγιος ἀπόστολος τὴν ἡμῶν ἐλπίδα, φήσας ὅτι «πῶς λέ‐ γουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστι, οὐδὲ Χριστὸς ἐγήγερται. εἰ δὲ Χριστὸς οὐκ ἐγήγερ‐ ται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις ἡμῶν,
5εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι εἴπαμεν ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρε» καὶ τὰ ἑξῆς. καὶ ὕστερον ἐπιφέρει λέ‐ γων «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν»· καὶ οὐκ εἶπε τὸ θνητὸν μόνον οὐδὲ τὸ φθαρτὸν μόνον οὐδὲ τὴν ἀθάνατον ψυχήν, ἀλλὰ τὸ φθαρτὸν
10τοῦτο μετὰ προσθήκης τοῦ τοῦτο καὶ τὸ θνητὸν τοῦτο μετὰ προσ‐ θήκης τοῦ τοῦτο. αὐτὸς οὖν ὅλος ὁ κόκκος αὐτοῦ ἀνέστη καὶ οὐ μέρος ἀνέστη ἀλλὰ ὅλος ἀνέστη καὶ οὐκ ἄλλος κόκκος παρὰ τὸν ὄντα ἀνέστη ἀλλὰ αὐτὸς ὁ πεσὼν ἐν τῷ μνήματι ὅλος ἀνέστη. καὶ πῶς ἰσχύει σου ἡ κενοφωνία; δύο γὰρ κόκκους οἶδεν ἡ θεία
15γραφὴ εἰρημένους, ἕνα ἐν τῷ εὐαγγελίῳ καὶ ἕνα παρὰ τῷ ἀποστόλῳ. καὶ ὁ μὲν εἷς τὴν πᾶσαν σαφήνειαν δηλοῖ κατὰ τὰ τελείως ἐν αὐτῷ ἐνεργηθέντα, ὅπερ ἐστὶ πρωτότυπον τῆς 〈ἡμῶν〉 ἀναστάσεως. τοῦτο γὰρ καὶ διδάσκων καὶ ποιῶν ὁ σωτὴρ τὰ πάντα ἡμῖν εἰς παράστασιν βεβαίως εἰργάσατο. εὐθὺς γὰρ ἔλεγε περὶ τοῦ κόκκου καὶ ἤγειρε τὸν
20κόκκον, ἵνα ἡμῖν τὴν πίστιν τῆς ἐλπίδος βεβαιώσῃ τῆς ἡμῶν ἀνα‐ στάσεως ἐν ἀληθείᾳ. ἀπὸ τούτου διαδεξάμενος ὁ ἀπόστολος, πνεύ‐ ματι ἁγίῳ φερόμενος, τὴν μετὰ τὴν ἀνάστασιν ἐσομένην δόξαν τῶν ἁγίων διηγούμενος ἡμῖν καὶ τὴν 〈ἐλπίδα〉 τῆς ἀπολαύσεως τῶν ἀγα‐ θῶν δείκνυσι πάλιν διὰ τοῦ κόκκου τοῦ σίτου, κατὰ τῶν ἀπίστων
25ἐπικηρυκευόμενος· «ἀλλὰ ἐρεῖς μοι, πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται»; καί φησι πρὸς τὸν τὰ τοιαῦτα λέγοντα
«ἄφρων». ὁ γὰρ ὅλως περὶ ἀναστάσεως ἀμφιβάλλων ἄφρων ἐστὶ καὶ512 in vol. 2
Haer
.

2

.

513

ἀσύνετος. εἶτά φησιν «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἢ τῶν ἄλλων σπερμάτων, καὶ οὐ ζωο‐ γονεῖται, ἐὰν μὴ ἀποθάνῃ. ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέ‐
5λησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα». καὶ ὁρᾷς ὅτι οὐκ ἀλλάσσεται τὸ σῶμα. οὐδεὶς γὰρ σπείρας κριθὰς ζητεῖ σῖτον οὐδὲ μελάνθιόν τις ἔσπειρε καὶ εὗρε κριθήν. ἀλλὰ τὸ σπειρόμενον αὐτό ἐστι τὸ ἐγειρόμενον. ἐὰν δὲ καὶ καταλειφθῇ 〈τι〉 ἐξ αὐτοῦ κάτω ἐν τῇ γῇ καὶ ἀναστῇ ἐξ αὐτοῦ τὸ βλάστημα. ὧδε μὲν ἐν τούτῳ τῷ
10φθαρτῷ σίτῳ καὶ μὴ εἰς κρίσιν ἐρχομένῳ τὸ μὲν καταλειφθὲν ἄχρη‐ στον, τὸ δὲ ἐξ αὐτοῦ ἐγειρόμενον κάλλιον. ἠθέλησε δὲ δεῖξαι τὴν φαιδρότητα διὰ τὴν ἀπιστίαν τῶν μὴ τὴν ἐλπίδα τοῦ θεοῦ καραδο‐ κούντων. τἀληθῆ μὲν γὰρ ὁ κόκκος τοῦ σίτου λεπτότατος. ποῦ δὲ ἐν τῷ τοιούτῳ κόκκῳ τῷ σμικροτάτῳ καὶ ῥίζαι καὶ βάσεις καὶ
15κάλαμοι καὶ [αἱ] γονατίδες καὶ αἱ τοσαῦται σύριγγες καὶ κεφαλίδες καὶ θῆκαι καὶ ἀνθέρικες καὶ κόκκοι πολυπλασιάζοντες; 69. Ἵνα δὲ καὶ σαφέστερον εἴπωμεν τὰ ὅμοια τούτοις διηγού‐ μενοι· πόθεν τῷ Μωυσῇ, υἱῷ τῆς Ἰωχαβέθ, υἱῷ τοῦ Ἀμράμ, τὸ νύξαι πέτραν ἐν ῥάβδῳ καὶ προ[σ]ενεγκεῖν ὕδωρ ἐξ ἀπόρου ὕλης, τὸ ξηρὸν
20εἰς ὑγρὸν μεταβαλεῖν; τὸ πατάξαι θάλασσαν καὶ διαιρεῖν εἰς δώδεκα ὁδοὺς ὁδοιπορίας ἐν θαλάσσῃ τῷ κελεύσματι 〈θεοῦ〉; τὸ ποταμὸν εἰς αἷμα μεταβαλεῖν; τὸ βάτραχον ὑπὸ θῆξιν συναγαγεῖν τοσοῦτον; τὸ τὴν σκνίφα ἐπιπέμψαι Αἰγυπτίοις; τὸ χάλαζαν μῖξαι μετὰ τοῦ πυρός; τὸ νύκτα μέλαιναν καὶ σκοτομήνην Αἰγυπτίοις ἐπικεράσαι ζο‐
25φώδη; τὸ τὰ πρωτοτόκια κτεῖναι τῶν Αἰγυπτίων ἐν θανάτῳ; τὸ στύλῳ πυρὸς καθοδηγεῖν λαὸν δι’ αὐτοῦ ποιμαινόμενον; τὸ ἄρτον ἀγγέλων ἐπενέγκαι εὐχῇ καὶ ἱκεσίᾳ; τὸ ὀρτυγομήτραν ἀνιέναι καὶ
κορεννύειν τοσαύτας μυριάδας ἀνδρῶν διὰ προστάγματος θεοῦ; τὸ513 in vol. 2
Haer
.

2

.

514

ἀκοῦσαι φωνὴν θεοῦ; τὸ καταξιωθῆναι ἀνὰ μέσον τοσούτων μυριά‐ δων θεοῦ φωνῆς ἀκούειν καὶ συνομιλεῖν θεῷ; τὸ διὰ τεσσαράκοντα ἡμερῶν καὶ διὰ τεσσαράκοντα νυκτῶν μὴ ἐπιζητῆσαι τὰ χρειώδη τῶν κατὰ τὴν φύσιν τῆς ἡμετέρας πλάσεως; τὸ μεταβληθῆναι τὴν σάρκα
5εἰς φαιδρότητα ἡλίου καὶ ἀκτῖνα φωτεινήν, στροβοῦσαν λαὸν πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον αὐτοῦ; τὸ τὴν χεῖρα σαρκίνην οὖσαν μεταβληθῆναι εἰς χιόνα; τὸ κελεῦσαι τῇ γῇ χᾶναι τὸ στόμα πρὸς ὑποδοχὴν τῶν περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρὼν καὶ Αὐνᾶν; τὸ ἐπὶ τέλους ἀκοῦσαι «ἀνάβηθι εἰς τὸ ὄρος,
10κἀκεῖ τελεύτα»; τὸ μὴ γινώσκειν ἄνθρωπον τὴν αὐτοῦ ταφήν; ση‐ μαίνοντος τοῦ θείου γράμματος [ὡς] ὑπὸ ἀνθρώπων τὸ σῶμα Μωυ‐ σέως μὴ κεκηδεῦσθαι, ἀλλά, καθὼς ὑποτίθεται ἡ διάνοια, ὑπὸ ἁγίων ἀγγέλων· καὶ πάντα ταῦτα ἔτι ὄντος αὐτοῦ ἐν τούτῳ τῷ κόσμῳ, ἔτι ἐν τῷ ψυχικῷ τούτῳ σώματι καὶ πνευματικῷ ἅμα τελείως γενο‐
15μένῳ. λαβόντες δὲ ἀπ’ ἐντεῦθεν τὸν ἀρραβῶνα * εἰς ὑπόδειγμα τῆς τελείας τότε βλαστήσεως, ὅτε πληροῦται τὸ εἰρημένον «σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει». πῶς γὰρ οὐκ ἀσθενὲς τὸ σπειρόμενον καὶ μὴ γινῶσκον ποῦ σπείρεται; πῶς οὐκ ἄτιμον τὸ ἐν μνήματι βαλλόμενον καὶ κόνιν
20ἐπαμώμενον, λακιζόμενόν τε καὶ θρυπτόμενον καὶ ἀναισθητοῦν; πῶς οὐκ ἔντιμον τὸ ἐγειρόμενον καὶ εἰς αἰῶνα διαμένον καὶ ἐν ἐλπίδι τῆς τοῦ θεοῦ φιλανθρωπίας ἐν οὐρανῷ βασιλείαν κτώμενον, ὅπου λάμψουσιν «οἱ δίκαιοι ὡς ὁ ἥλιος», ὅπου ἔσονται «ἰσάγγελοι», ὅπου μετὰ τοῦ νυμφίου χορεύσουσιν, ὅπου οἱ περὶ Πέτρον «καθέζονται ἐπὶ
25δώδεκα θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ», ὅπου λήψον‐
ται οἱ δίκαιοι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν514 in vol. 2
Haer
.

2

.

515

ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν»; ἡμῶν τοίνυν ἡ ἀνάστασις ἐν θεῷ καὶ παντὸς ἀνθρώπου, δικαίου τε καὶ ἀδίκου, ἀπίστου τε καὶ πιστοῦ, τῶν μὲν ἐγειρομένων εἰς ζωὴν αἰώνιον, τῶν δὲ εἰς κρίσιν αἰώνιον.
5 70. Καὶ σιώπα Βαβυλών, ἡ ἀρχαία πάλιν ἡμῖν ἀνακαινιζομένη σύγχυσις· πεφίμωσο Σόδομα καὶ ἡ τῆς πολλῆς σου δεινότητος πρὸς θεὸν κραυγὴ ἀνερχομένη· «ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀπο‐ στρέψει ἀσεβείας ἀπὸ Ἰακώβ» καὶ «σαλπίσει, καὶ οἱ νεκροὶ ἀναστήσον‐ ται» καὶ «ἡμεῖς ἁρπαγησόμεθα εἰς συνάντησιν αὐτῷ εἰς ἀέρα»· ὡς καὶ
10ὁ καλλίων 〈ἡμῶν πρεσβύτης καὶ〉 μακάριος εἶπε Μεθόδιος, τοῖς δὲ αὐτοῖς καὶ αὐτοὶ 〈ἐπ〉οικοδομοῦντες προσεθήκαμεν. ἀπὸ γὰρ τῶν συνεζευγ‐ μένων ἑκάστης λέξεως ἔστιν ἰδεῖν τὰ ἐπίχειρα. διαιρῶν γὰρ ὁ ἅγιος ἀπόστολος τῶν δύο τρόπων τὸ εἶδος εἰς μίαν ἐλπίδα συνήγαγεν ἀπὸ τοῦ «ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς συνάντησιν αὐτοῦ», ἵνα
15δείξῃ ὄντως τοῦτο τὸ σῶμα καὶ οὐχ ἕτερον παρὰ τοῦτο 〈ἀνιστάμενον〉· ὁ γὰρ ἁρπαγεὶς οὔπω τέθνηκε. δεικνὺς δὲ ὅτι «οὐ φθάσομεν τὴν τῶν νεκρῶν ἀνάστασιν», ἵνα τὸ παρὰ ἀνθρώποις ἄπορον θεῷ εὐ‐ πόριστον καὶ δυνατὸν ἀποδείξῃ («ἡμεῖς γὰρ οἱ ζῶντες οὐ μὴ φθάσω‐ μεν τοὺς κεκοιμημένους καὶ τὴν αὐτῶν ἀνάστασιν»), ἔδειξε τοὺς
20ζῶντας καὶ ἁρπαζομένους, ἵνα ἀπὸ τῶν ζώντων δείξῃ τὰ ἐκείνων σώματα ὁλοσχερῆ ἐγειρόμενα καὶ ἀπὸ τοῦ ἐκείνους πρωτεύειν τῶν περιλειπομένων ζώντων τὸ δυνατὸν τοῦ θεοῦ ἀποδείξῃ. «Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνη‐ μείοις», φησὶν ὁ προφήτης. ἵνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ τοῦ
25προφήτου ἐν τῷ ἰδίῳ ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρα‐
σιωπήσω, καὶ αὐτὰ ἐνταῦθα παραθήσομαι. αἰνιγματωδῶς γὰρ515 in vol. 2
Haer
.

2

.

516

διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως ᾗ κοινωνεῖ ψυχὴ καὶ σῶμα, ὅτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν ἐστρατευ‐ μένους, παγανὸν δὲ οὐκ εἶχεν ἀλλ’ ἢ μόνον δύο, ἕνα χωλὸν καὶ ἕνα τυφλόν, καὶ ἕκαστος 〈αὐτῶν〉 κατ’ ἰδίαν ἐκαθέζετο καὶ κατ’ ἰδίαν
5ᾤκει. γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ τοῦ τυφλοῦ· οἱ δὲ ἠγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβου‐ λὴν ἐργάσασθαι τῷ βασιλεῖ ἐπενόουν. παράδεισον δὲ εἶχεν ὁ βασι‐ λεύς, καὶ ἀπὸ μήκοθεν ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων «πόσον ἦν
10ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν». ὁ δὲ ἕτερος ἠρώτα «ποίῳ τρόπῳ»; ὁ δὲ εἶπεν «ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ παραδείσου». ὁ δὲ εἶπεν «καὶ πῶς δύναμαι, χωλὸς ὢν καὶ μὴ δυνάμενος ἐπισαίνειν»;
15ὁ δὲ τυφλὸς ἔφη «αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχομαι; ἀλλὰ τεχνασώμεθα». τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν «κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με». ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὅτε ἔφθασε λέγει «δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλ‐
20μοί, ἄνωθεν ὁδηγῶν σε δεξιὰ καὶ εὐώνυμα». τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὅμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ. καταλύσαν‐ τες δὲ ἐκ τῶν γάμων οἱ εὐφρανθέντες καταβάντες εἰς τὸν παράδεισον ἐξεπλάγησαν τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν
25τῷ βασιλεῖ, λέγοντες «ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοίνυν ἴχνη παγανῶν ἐν τῷ παρα‐ δείσῳ»; ὁ δὲ ἐθαύμασε, [καὶ] ὡς μὲν ἡ παραβολὴ δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ἄνθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ
30τὸν τυφλὸν καὶ ἠρώτησε τὸν τυφλόν «μὴ σὺ κατῆλθες εἰς τὸν παρά‐
δεισον»; ὁ δὲ ἔφη «οἴμοι, κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὅτι516 in vol. 2
Haer
.

2

.

517

〈οὐχ〉 ὁρῶ ποῦ βαδίζω». εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα «σὺ κατῆλθες εἰς τὸν παράδεισόν μου»; ὁ δὲ ἀποκριθεὶς εἶπεν «ὦ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς ἀδυναμίας βού‐ λει». καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὖν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος;
5ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνή‐ σασθαι. ἑκάτεροι ἀλλήλους ἐλέγχουσιν, ὁ μὲν χωλὸς λέγων τῷ τυ‐ φλῷ «οὐ σύ με ἐβάστασας καὶ ἀπήνεγκας»; καὶ ὁ τυφλὸς τῷ χωλῷ «οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας»; οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ
10ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων [τῶν] γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων. Καὶ ὁρᾶτε οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο, ὡς καὶ
15ὁ ἅγιος προφήτης Δαυὶδ λέγει «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν». πᾶς γὰρ ὁ ἑαυτῷ συνάγων τὸν πόνον τῶν ἀλλοτρίων διανοημάτων ἑαυτῷ τίκτει τὴν ἀδικίαν καὶ τοῖς πειθομένοις· «λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο». ἀλλὰ πρὸς ταῦτα πάντα εἴ τις ἔχει ἀντιλέγειν, ἡκέτω· εἴ τις 〈θέλει〉 θεῷ
20ἀντιπράττειν, τολμάτω. θεὸς γὰρ ἰσχυρὸς «οὐ κοπιάσει οὐδὲ πει‐ νάσει οὐδὲ διψήσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ», ἐν ᾗ τὰ λελυμένα σώματα ἐγείρει, ἐν ᾗ τὸ ἀπολλύμενον σῴζει, ἐν ᾗ τὸ τεθνηκὸς ζωογονεῖ, ἐν ᾗ τὸ φθαρτὸν ἀφθαρσίαν ἀμφιέννυσιν, ἐν ᾗ τὸν κόκκον τὸν πεσόντα εἰς ἀνάστασιν φέρει, ἐν ᾗ τὸν σπαρέντα καὶ
25ἀποθανόντα εἰς περισσοτέραν φαιδρότητα ἄγει ἀνακαινίζων· ὡς ἐν πολλαῖς γραφαῖς ἐμφέρεται, αἰνιττομένης τῆς ἡμῶν ἀναστάσεως. 71. Ἐν δὲ τῷ 〈τοῦ〉 Δαυὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαυὶδ ψαλμῷ ὡς καραδοκῶν ὁ προφήτης καὶ πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον εὐλόγως περὶ ἀναστάσεως ἔφη· «ὑψώσω σε, κύριε, ὅτι ὑπέ‐
30λαβές με, ἀνακαινίζων μου τὸν οἶκον», τουτέστιν τὸ σῶμα τὸ πεσόν,517 in vol. 2
Haer
.

2

.

518

«καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ». καὶ ὁ Σολομῶν ἐν παροι‐ μίαις ὡσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρα‐ σκευάζων προὔτρεπε φάσκων «ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου» (ἔξοδον λέγων τὴν ἀπ’ ἐντεῦθεν ἀπαλλαγήν) «καὶ ἑτοιμάζου» φησίν
5«εἰς τὸν ἀγρόν», ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος τοῖς κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἷς οὐδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη· πόθεν γὰρ λινουργοῖς καὶ ἀργυροχόοις, ποιηταῖς τε καὶ λογογράφοις ἡ κατὰ τὴν ἄρουραν ἑτοιμασία; συλλήβδην γὰρ ὁμοῦ ἡ φωνὴ ἀδιακρίτως τοὺς
10πάντας κέκληκεν ἐπειποῦσα «ἑτοιμάζου εἰς τὸν ἀγρόν», 〈τί〉 ἀλλ’ ἢ τοῦτο αἰνιττομένη, ὅτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπό‐ θεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος; εἶτα μετέ‐ πειτα τὴν αὐτὴν τῆς ἀναστάσεως σημαίνων ἐλπίδα φάσκει «καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου». οὐκ εἶπεν «οἰκοδομήσεις τὸν οἶκον»·
15ἅπαξ γὰρ ᾠκοδομήθη ἐν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὅτε αἱ μητέρες ἐκύϊσκον ἕκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ δὲ τῆς γῆς ἡ ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οἰκοδομουμένῃ ἀλλὰ ἀνοικοδομου‐ μένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώ‐ ματι· ὡς καὶ ὁ σωτὴρ ἔφη «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι‐
20σὶν ἡμέραις ἐγείρω αὐτόν» ἢ οἰκοδομῶ αὐτόν, σοφία ὢν καὶ ἐν τοιαύτῃ «φρονήσει» *, ἧς «οὐκ ἔστιν» ὑπὸ ἀνθρώπων «ἐξεύρεσις», ἐν ᾗ ἐξ ἀπόρων τόπων διαχυθέντων ἡμῶν τῶν σωμάτων, τῶν μὲν εἰς τέφραν τῶν δὲ ἐν θαλάσσῃ τῶν δὲ ὑπὸ σαρκοβόρων οἰωνῶν τῶν
δὲ ὑπὸ θηρίων τῶν δὲ ὑπὸ σκωλήκων φθαρέντων, * φέρει.518 in vol. 2
Haer
.

2

.

519

Εἰ γὰρ τὰ 〈ὄντα〉 ἐξ οὐκ ὄντων ἐποίησεν εἰς τὸ εἶναι, πόσῳ δὴ μᾶλλον τὸ ὂν εἰς τὴν ἰδίαν κατάστασιν εὐχερῶς ἀποκαταστήσει; ἵνα δικαίαν ὁρίσῃ κρίσιν, ἵνα μὴ ἕτερον ἀνθ’ ἑτέρου κρίνῃ, ἵνα μὴ ἀπο‐ στερήσῃ τὸ καμόν. εἰ γὰρ ψυχῆς ἡ ἀπόλαυσις καὶ οὐρανῶν βασι‐
5λείας κληρονομία, μετασχέτω τὸ σῶμα ὧν βούλεται· τρυφάτωσαν οἱ περὶ τὸν Γεδεὼν καὶ μὴ κακουχείσθωσαν «ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι», μὴ μάτην καμνέτω Ἰωάννης ἐκ καμήλων ἔχων τὸ ἔνδυμα, μὴ ἐν ἀναχωρήσει τὴν σάρκα ὑπωπιάσωμεν, μὴ τὰ σώματα ἡμῶν δαμάσωμεν ἐν ἁγνείᾳ. εἰ δὲ ἄρα κοινωνεῖ σῶμα ψυχῇ ἐν πολι‐
10τείαις ἐν ἁγνείᾳ ἐν νηστείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς, «οὐκ ἄδικος ὁ θεὸς» ἀποστερεῖν τὸν κάματον τοῦ κεκμηκότος καὶ μὴ ἀποτῖσαι τὴν μισθαποδοσίαν τῷ ἅμα τῇ ψυχῇ κεκμηκότι σώματι. εὐθὺς γὰρ εὑρεθήσεται ἀργὴ ἡ κρίσις· εἰ γὰρ ἡ ψυχὴ μονωτάτη εὑρεθήσεται, ἀντιλέξειεν κρινομένη ὅτι οὐκ ἀπ’ ἐμοῦ τὸ αἴτιον τῆς ἁμαρτίας,
15ἀλλὰ ἀπ’ ἐκείνου τοῦ φθαρτοῦ καὶ γηΐνου σώματος τὸ πορνεύειν τὸ μοιχεύειν τὸ ἀσελγαίνειν· ἐξότε γὰρ ἀπ’ ἐμοῦ ἀπέστη, οὐδέν μοι τού‐ των πέπρακται, καὶ ἔσται εὐαπολόγητος καὶ παραλύουσα τὴν τοῦ θεοῦ κρίσιν. εἰ δὲ καὶ τὸ σῶμα καθ’ ἑαυτὸ ἀγάγοι ὁ θεός—δύναται γάρ, ὡς καὶ ἄνω μοι διὰ τοῦ Ἰεζεκιὴλ δεδήλωται· εἰ καὶ διὰ παρα‐
20βολῆς τὸ ἔργον γεγένηται, ἀλλὰ τὸ εἶδος εἰς ἀλληγορίαν τῆς τότε παραβολευθείσης ἀληθείας ἐτελειώθη, ὡς συνήχθη ὀστέον πρὸς ὀστέον καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ ξηρῶν ὄντων τῶν ὀστέων καὶ οὐ‐ δέπω ψυχῆς οὐδὲ πνεύματος τοῦ κινοῦντος ἐν αὐτοῖς ὄντος, [καὶ] εὐθὺς τὰ σώματα συνήχθη καὶ κατὰ τὸν τοῦ προφήτου λόγον ἐστε‐
25ρεώθη. καὶ εἰ θέλει ὁ θεός, δυνατός ἐστι τοῦτο ποιῆσαι ἄνευ
ψυχῆς παρεῖναί τε καὶ κινεῖσθαι, ὡς καὶ τὸ τοῦ Ἄβελ αἷμα σῶμα ὂν519 in vol. 2
Haer
.

2

.

520

μετὰ θάνατον ἐφθέγγετο καὶ οὐ ψυχή· οὐ γὰρ ψυχή ἐστι τὸ αἷμα, ἀλλὰ σῶμά ἐστι τὸ φαινόμενον. ἀλλ’ οὐ δυνήσεται σῶμα ἄνευ ψυχῆς κριθῆναι. ἀντιλέξειε γὰρ καὶ αὐτό, λέγον ὅτι οὐκ ἐγὼ ἥμαρ‐ τον, ἀλλὰ ἡ ψυχή· μή, ἐξότε ἀπεκρίθη ἀπ’ ἐμοῦ, μὴ ἐμοίχευσα, μὴ
5ἐπόρνευσα, μὴ εἰδωλολάτρησα; καὶ ἔσται ἀντιλέγον τὸ σῶμα τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ εὐλόγως ἀντιλέγον. τούτου ἕνεκα τοίνυν καὶ δι’ ἄλλα πολλὰ καὶ ἀναγκαῖα ὁ θεὸς ἐν τῇ αὐτοῦ σοφίᾳ τὰ τε‐ θνεῶτα ἡμῶν σώματα καὶ τὰς ψυχὰς εἰς παλιγγενεσίαν φέρει ἐν τῇ αὐτοῦ ὑποσχέσει τῆς φιλανθρωπίας, εἰς τὸ τὸν κεκμηκότα ἐν ὁσιό‐
10τητι ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν ἅμα σώματι. Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενό‐ μενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα * εἰς τὸ στηρίξαι τὴν
15αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βε‐ βαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς
20ἐποίησεν. ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἤγειρε σὺν αὐτῷ πολλὰ σώματα τῶν ἁγίων καὶ εἰσῆλθον μετ’ αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν, ὡς καὶ ἐν ἄλλοις τόποις διηγησάμην. καὶ οὐκ εἶπεν· ἀνέστησαν ἅγιοι, ἵνα μὴ δῶ πρόφασιν τῇ μεθόδῳ τῆς κακοτροπίας, ἀλλὰ φύσει αὐτὸ τὸ παρὰ τοῖς ἀπίστοις ἀμφιβαλλόμενον ἐκεῖνο ἐσπούδασεν * εἰς
25βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων. καὶ οὐ μόνον ὅτι ἤγειρεν, ἀλλὰ καὶ ὅτι ἐνεφάνισαν 〈ἑαυ‐
τοὺσ〉 πολλοῖς ἐν τῇ πόλει, ἐφ’ οἷς ἐπληροῦτο διὰ τῆς αὐτοῦ δυνά‐520 in vol. 2
Haer
.

2

.

521

μεως τό «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ», ἵνα εἴπῃ τὰς ψυχὰς τῶν ἐγηγερμένων σωμάτων. οὗτοι γὰρ ἦσαν οἱ δέσμιοι τῆς παρεμβολῆς, οἱ ἐν Ἅιδῃ πεπεδημένοι· καί φησιν «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις», ἵνα εἴπῃ τὰ σώματα τῶν ἀναστάντων,
5καὶ οὐκ εἶπεν· τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας. ὀφθέντες γὰρ ἐν τῇ πόλει πολλοῖς οἱ πρόσφατον τελευτήσαντες μετὰ τῶν παλαιοτάτων—νομίζω γὰρ ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο τὴν ἀνάστασιν ποιεῖσθαι, οἱ δὲ πρόσφα‐ τοι * τῶν αὐτῶν σωμάτων, * τεθαμμένους αὐτοὺς ἐν τῷ Γολγοθᾷ
10τόπῳ ἐπ’ αὐτὸν * σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον «ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χρι‐ στός», ὁ ἐπάνω σου ἐσταυρωμένος, —καὶ ἄλλων μετ’ αὐτῶν ἐκ τῶν ἰδίων 〈αὐτοὺσ〉 ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς ὁρῶν‐ τας. εἰ γάρ τις συνέτυχε πατὴρ τέκνῳ ἀναστάντι ἢ ἀδελφὸς ἀδελφῷ
15ἢ 〈συγγενὴσ〉 συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ ἐκ τοῦ θαύματος ἐρωτῶντες· οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ταφεὶς ὑφ’ ἡμῶν; πῶς ἀνέστης καὶ ἦλθες; ἀντερωτώμενοι δὲ ὑπὸ τοῦ ἀνα‐ στάντος πάλιν ὅτι· τί ἐπράχθη ἐνταῦθα πρὸ τριῶν ἡμερῶν παρ’ ὑμῖν, ὅτε ἡ γῆ ἐκλονεῖτο, καὶ λέγοντες ὅτι πλάνον τινὰ ἀπατῶντα τὸν
20λαὸν Ἰησοῦν ὀνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ ἐπαύσατο ἡ πλάνη, ἐκείνου δὲ λοιπὸν ὁμολογοῦντος τὴν χάριν τοῦ κυρίου καὶ τὴν ἀλήθειαν καὶ λέγοντος «οὐαὶ ὑμῖν ὅτι τὸν ἀρχηγὸν τοῦ κόσμου τῆς σωτηρίας ἠρνήσασθε καὶ ἐσταυρώσατε· ἐκεῖνος γὰρ ἤγειρεν ἡμᾶς ἐν τῇ αὐτοῦ ἰσχυρᾷ δυνάμει τῆς θεότητος καὶ ἐνανθρωπήσεως», ἐκεῖ
25λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό «ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις». ἀκούοντες γὰρ παρὰ τῶν ἐγηγερ‐ μένων ὅτι διὰ τοῦ κυρίου Ἰησοῦ ἀνέστησαν παρεπικραίνοντο, ἕως θα‐
νάτου ἐπιχειρήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνήσασθαί τε καὶ521 in vol. 2
Haer
.

2

.

522

σταυρῶσαι. τάχα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν θεασαμένων τοὺς ἐγηγερμένους εἰργάσατο ὁ φιλάνθρωπος κύριος. νομίζομεν γὰρ ὅτι θεασάμενοι τοὺς ἐγηγερμένους καὶ κατανυγέντες ὠφελήθησάν τε καὶ ἐπίστευσαν πολλοί. διὸ καὶ ὑμεῖς, Ὠριγενιασταί, πείσθητε καὶ
5πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ. 72. Ἀλλὰ ἀρκέσει μοι ταῦτα πρὸς τὸν ἐθελόσοφον Ὠριγένην, τὸν ματαίως ἑαυτῷ ἐπιθέμενον ὄνομα Ἀδαμαντίου καὶ πρὸς τὴν αὐτοῦ ἀτοπίαν κατὰ τῆς ἀληθείας ἐν πολλοῖς μέρεσι τῆς πίστεως κακῶς ἐπινενοημένον ὀλεθρίαν διδασκαλίαν. παρελθὼν δὲ καὶ τού‐
10του τὴν αἵρεσιν καθεξῆς τὰς ἄλλας διασκέψομαι, ἐπιπόθητοι, θεὸν συνήθως ἐπικαλούμενος ἀρωγὸν τῆς ἡμῶν ἰδιωτείας, πρὸς τὸ δυνη‐ θῆναι ἀντισχεῖν πρὸς πᾶσαν κατὰ τῆς ἀληθείας ἐπεγειρομένην φωνὴν μάταιον καὶ ἡττῆσαι κατὰ τὰ ὑπὸ τοῦ ἁγίου Ἠσαΐου ῥηθέντα ὅτι «πᾶσα φωνὴ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ
15ἔνοχοι ἔσονται ἐν αὐτῇ», ἵν’ οὕτως ἐν θεῷ τὸ ἐπάγγελμα περαιωσά‐ μενοι τοῖς βουλομένοις νουνεχῶς ἐντυγχάνειν εἰς γυμνάσιον ἀληθείας καὶ φάρμακον ἰάσεως περὶ ἑκάστου θηρὸς καὶ ἰοβόλου ἑρπετοῦ, τῶν προσώπων τῶν αἱρέσεών φημι, δίκην ἀντιδότου καὶ ταυτησὶ τῆς τῶν Ὠριγενιαστῶν, φρύνου δίκην μεμορφωμένης ἐκ νοτίδος πολλῆς
20κυκῶντος καὶ φωνῇ μείζονι ἐπικραυγάζοντος, λαβόμενοι τὴν τοῦ
κυρίου ἀνάστασιν προπότιον ὡς εἰπεῖν, ἀποβλύσωμεν τὸ γλισχρῶδες522 in vol. 2
Haer
.

2

.

523

τοῦ ἰοῦ τοῦ φρύνου καὶ ἑρπετώδους μοχθηροῦ τὴν ἀδικίαν. συμ‐ βέβηκε γὰρ αὐτῷ καὶ τοῦτο μετὰ πάντων τῶν πειθομένων αὐτῷ πάσχειν, δι’ ὃ καὶ στενάζω ὑπὲρ αὐτοῦ, ὅτι οἴμοι πῶς ἐβλάβης, πόσους δὲ ἄλλους ἔβλαψας, ὡς ὑπὸ δεινῆς ἐχίδνης δηχθείς, ὑπὸ τῆς
5κοσμικῆς προπαιδείας φημί, καὶ ἄλλοις δηλητήριον γέγονας. Φασὶ γὰρ οἱ φυσιολόγοι τὸν μυωξὸν ἐμφωλεύειν καὶ τὰ γεννή‐ ματα αὐτοῦ ἐπὶ τὸ αὐτὸ πολλὰ τίκτειν, ἕως πέντε καὶ ἔτι, τὰς δὲ ἐχίδνας τούτους θηρᾶσθαι. καὶ ἐὰν εὕρῃ ὅλον τὸν φωλεὸν ἡ ἔχιδνα, μὴ δυναμένη τοὺς ὅλους καταφαγεῖν, ὑπὸ ἓν ἐσθίει εἰς κόρον ἕνα ἢ
10δύο, τῶν δὲ λοιπῶν κατακεντήσασα τοὺς ὀφθαλμοὺς σιτία φέρει καὶ ἀνατρέφει τυφλὰ γεγονότα, ἕως ὅτε βούλεται ἕκαστον αὐτῶν προφέ‐ ρειν καὶ τοῦτον ἐσθίειν. ἐὰν δὲ συμβῇ τινὰς ἀπείρους περιτυχεῖν τοῖς τοιούτοις καὶ λάβωσιν αὐτὰ εἰς ἐδωδήν, δηλητήριον ἑαυτοῖς λαμ‐ βάνουσιν 〈τὰ〉 ἀπὸ τοῦ ἰοῦ τῆς ἐχίδνης ἀνατεθραμμένα. οὕτω καὶ
15σύ, ὦ Ὠρίγενες, ἀπὸ τῆς προειρημένης Ἑλληνικῆς παιδείας τυ‐ φλωθεὶς τὸν νοῦν ἐξήμεσας ἰὸν τοῖς πεισθεῖσί σοι καὶ γέγονας αὐτοῖς εἰς βρῶμα δηλητηρίου, δι’ ὧν αὐτὸς ἠδίκησαι ἀδικήσας τοὺς
πλείους.523 in vol. 2
Haer
.

3

.

2

(12)

Κατὰ Παύλου τοῦ Σαμοσατέως με, τῆς δὲ ἀκολουθίας ξε. 1. Παῦλος ὁ Σαμοσατεὺς καλούμενος τούτους διαδέχεται, γεγονὼς μετὰ Ναυᾶτον καὶ Ὠριγένην, τὸν λοιπὸν ἐν αἱρέσει ἀριθμούμενον, δι’
15ἣν ἠθέλησεν ὑψαυχενίαν ἑαυτῷ ἐπισπάσασθαι καὶ ἐπαρθῆναι κατὰ τῆς ἀληθείας διὰ τῆς κομπώδους αὐτοῦ φλυαρίας καὶ ἐκ διαβόλου ἐπισεσει‐ σμένης ἐννοίας, ὃν πενθεῖν δεῖ ὡς ἀληθῶς «φθόνῳ διαβόλου» ἐξοκείλαντα καὶ ἀπὸ ὕψους παραπεπτωκότα· ἐπ’ αὐτῷ γὰρ πληροῦται τὸ εἰρημένον «βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
20μεταλλεύει νοῦν ἄκακον».2 in vol. 3
Haer
.

3

.

3

Οὗτος δὴ οὖν ὁ ἡμῖν εἰς διήγησιν ἐπιμνημονευόμενος Παῦλος ὁ Σαμοσατεύς, οὗ τοῦ ὀνόματος ἐν ἀρχῇ ἐμνήσθημεν καὶ τῆς αἱρέσεως αὐτοῦ 〈νῦν〉 ποιούμεθα τὴν διήγησιν, ἀπὸ Σαμοσάτων ἦν, τῆς ἐπὶ τὰ μέρη τῆς Μεσοποταμίας καὶ Εὐφράτου· ὃς ἐν τούτῳ τῷ χρόνῳ ἐν ἡμέραις
5Αὐρηλιανοῦ καὶ Πρόβου τῶν βασιλέων ἐπὶ τῆς Ἀντιοχέων καθίσταται ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ἀρθεὶς δὲ τῇ διανοίᾳ ἐξέπεσε τῆς ἀληθείας καὶ ἀνεκαίνισε τὴν αἵρεσιν τοῦ Ἀρτέμωνος, τοῦ ποτε ὄντος ἐν ἀρχῇ πρὸ ἐτῶν πολλῶν καὶ ἐσβεσμένου. Φάσκει δὲ οὗτος θεὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἕνα θεόν,
10ἐν θεῷ δὲ ἀεὶ ὄντα τὸν αὐτοῦ Λόγον καὶ τὸ πνεῦμα αὐτοῦ, ὥσπερ ἐν ἀνθρώπου καρδίᾳ ὁ ἴδιος λόγος. μὴ εἶναι δὲ τὸν υἱὸν τοῦ θεοῦ ἐνυπό‐ στατον, ἀλλὰ ἐν αὐτῷ τῷ θεῷ, ὥσπερ ἀμέλει καὶ ὁ Σαβέλλιος καὶ ὁ
Ναυᾶτος καὶ ὁ Νόητος καὶ ἄλλοι· οὐκ ἴσως δὲ ἐκείνοις οὗτος, ἀλλὰ ἄλλως3 in vol. 3
Haer
.

3

.

4

παρ’ ἐκείνους. ἐλθόντα δὲ τὸν λόγον καὶ ἐνοικήσαντα ἐν Ἰησοῦ ἀνθρώπῳ ὄντι. * καὶ οὕτως, φησίν, εἷς ἐστιν ὁ θεός, καὶ οὐχὶ πατὴρ ὁ πατὴρ καὶ υἱὸς ὁ υἱὸς καὶ ἅγιον πνεῦμα τὸ ἅγιον πνεῦμα, ἀλλὰ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ ἐν αὐτῷ, ὡς λόγος ἐν ἀνθρώπῳ· δῆθεν ἀπὸ τῶν μαρτυριῶν
5τούτων ἑαυτοῦ τὴν αἵρεσιν προβαλλόμενος, ἀπὸ τοῦ εἰρηκέναι τὸν Μωυ‐ σέα «κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν». οὐ φάσκει δὲ οὗτος κατὰ τὸν Νόητον τὸν πατέρα πεπονθέναι, ἀλλά φησιν· ἐλθὼν ὁ Λόγος ἐνήρ‐ γησε μόνον καὶ ἀνῆλθε πρὸς τὸν πατέρα. καὶ πολλὴ παρὰ τούτῳ ἡ ἀτοπία. 2. Ἴδωμεν δὲ εἰ οἱ λόγοι αὐτοῦ συσταθήσονται τοῦ ἠπατημένου.
10φάσκει γὰρ ὅτι εἶπεν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». καὶ αὐτοὶ δέ φαμεν ἐκ πατρὸς θεὸν Λόγον καὶ μετ’ αὐτοῦ ἀεὶ ὄντα ἐξ αὐτοῦ γεγεννη‐ μένον, ἀλλ’ οὐχὶ τὸν πατέρα λέγομεν ἄνευ Λόγου ἐνυποστάτου. ἀλλ’ ὁ λόγος τοῦ πατρός, ὁ μονογενὴς υἱὸς θεὸς λόγος, ὥς φησι «πᾶς ὁ ὁμο‐ λογῶν ἐν ἐμοὶ ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου»·
15τῷ δὲ «ἐν ἐμοὶ ἔμπροσθεν τοῦ πατρός μου», ἔδειξε φύσει ἐνυπόστατον τὸν πατέρα *. οὗτοι δὲ τὸν Ἰουδαϊσμὸν παρεισφέροντες, οὐδὲν περισσό‐
τερον τῶν Ἰουδαίων κεκτημένοι, δεύτεροι Ἰουδαῖοι κληθήσονται καὶ Σαμο‐4 in vol. 3
Haer
.

3

.

5

σατῖται, μηδὲν ἕτερον ὄντες ἢ τῷ ὀνόματι μόνον οἰήσει προϊσχόμενοι. τὸν γὰρ ἐκ θεοῦ θεόν, υἱὸν μονογενῆ καὶ Λόγον, ἀρνούμενοι ἐκεῖνοί εἰσιν ὁποῖοι καὶ οἱ αὐτὸν ἐν τῇ παρουσίᾳ ἀρνησάμενοι, θεοκτόνοι τε καὶ κυριοκτόνοι καὶ ἐπαρνησίθεοι γεγονότες. τἀληθῆ δέ, ὅτι οὔτε
5περιτομὴν ἔχουσιν οὔτε σάββατον φυλάσσουσι, τὰ δὲ ἄλλα πάντα καθάπερ Ἰουδαῖοι *. 3. Καὶ γὰρ τῷ ὄντι καὶ αὐτοὶ οὐ δύο φαμὲν εἶναι θεοὺς οὐδὲ θεότητας, ἀλλὰ μίαν θεότητα· ἐπειδὴ γὰρ οὔτε δύο λέγομεν πατέρας οὔτε δύο υἱοὺς οὔτε δύο πνεύματα ἅγια, ἀλλὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μίαν
10θεότητα, * μίαν δοξολογίαν. οὗτος δὲ οὐ λέγει μόνον θεὸν διὰ τὸ πηγὴν εἶναι τὸν πατέρα, ἀλλὰ μόνον θεὸν 〈αὐτὸν λέγων〉 ἀναιρεῖ ὅσον τὸ κατ’ αὐτὸν τὴν τοῦ υἱοῦ θεότητα καὶ ὑπόστασιν καὶ τοῦ ἁγίου πνεύματος· ἔχων δὲ αὐτὸν τὸν πατέρα ἕνα θεὸν * ἄγονον υἱοῦ, ὡς εἶναι τὰ δύο ἀτελῆ, πατέρα καὶ υἱὸν, τὸν μὲν πατέρα ἄγονον υἱοῦ καὶ ἄκαρπον τὸν Λόγον
15θεοῦ ζῶντος καὶ σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐν καρδίᾳ εἶναι νομίζουσι καὶ σοφίαν, οἵαν ἐν ψυχῇ ἀνθρώπου ἕκαστος ἔχει τὴν ἐκ θεοῦ φρόνησιν [ἐκ θεοῦ] κεκτημένος. διὰ τοῦτο πρόσωπον ἓν τὸν θεὸν ἅμα τῷ λόγῳ φασίν, ὡς ἄνθρωπον ἕνα καὶ τὸν αὐτοῦ λόγον, οὐδὲν πλέον τῶν Ἰουδαίων ὡς ἔφην δοξάζοντες, τυφλώττοντες ἀπὸ τῆς ἀληθείας
20καὶ κεκωφωμένοι ἀπὸ τοῦ θείου λόγου καὶ κηρύγματος τῆς ζωῆς τῆς αἰωνίου. οὔτε γὰρ αἰδοῦνται τὸν ἀληθῆ τοῦ εὐαγγελίου λόγον τὸν λέγοντα «ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν». εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, τὸ
25εἶναι αὐτοῦ οὐ κατὰ τὴν προφορὰν μόνον ἐστίν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν. καὶ εἰ ὁ λόγος ἦν πρὸς τὸν θεόν, οὐχ ὁ Λόγος ἐστὶ πρὸς ὃν ἦν· οὐδὲ γὰρ ὁ πρὸς ὃν ἦν ἔστι λόγος. εἰ γὰρ ἐν καρδίᾳ λόγον θεὸς ἔχει, * καὶ οὐ γεγεννη‐ μένον, πῶς πληροῦται τὸ ἦν καὶ ὅτι θεὸς ἦν ὁ Λόγος; οὐ γὰρ ὁ τοῦ ἀν‐
θρώπου λόγος ἄνθρωπος πρὸς τὸν ἄνθρωπον· οὔτε γὰρ ζῇ οὔτε ὑπέστη,5 in vol. 3
Haer
.

3

.

6

καρδίας δὲ ζώσης καὶ ὑφεστώσης κίνημά ἐστι μόνον καὶ οὐχ ὑπόστασις. λέγεται γὰρ ἅμα καὶ παραχρῆμα οὐκέτι ἐστίν, ἀλλὰ λαλούμενος * δια‐ μένει. τοῦ δὲ θεοῦ ὁ Λόγος *, ὥς φησι τὸ ἅγιον πνεῦμα ἐν στόματι τοῦ προφήτου «ὁ λόγος σου εἰς τὸν αἰῶνα διαμένει». συμφώνως δὲ τούτῳ
5ὁ εὐαγγελιστὴς λέγει, θεὸν ὁμολογῶν φανερωθέντα καὶ παραγενόμενον, οὐ συμπαραλαμβάνων τῇ τοῦ λόγου σαρκώσει τὸν πατέρα· «ὁ Λόγος» γάρ φησι «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ οὐκ εἶπεν, ὁ Λόγος καὶ ὁ πατὴρ σὰρξ ἐγένετο· καὶ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος», καὶ οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ λόγος.
10 4. Καὶ ἵνα μή τινες νομίσωσι, κακοβούλως τὰ φωτεινὰ καὶ ζωτικὰ ῥήματα μεταβάλλοντες εἰς κακίαν ἑαυτῶν καὶ εἰς βλάβην (ἄλλως γὰρ καὶ ἄλλως «ἔγκειται ἡ καρδία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος») καὶ ἄρξωνται λέγειν· «οὐκ εἶπεν· ἐν θεῷ ἦν ὁ Λόγος, ἀλλὰ ὡς καὶ σὺ φῄς, πρὸς θεὸν ἦν ὁ Λόγος· ἄρα γοῦν οὐκ ἔστιν ἐκ τῆς ὑποστά‐
15σεως τοῦ πατρὸς ὁ Λόγος, ἀλλὰ ἐκτὸς θεοῦ ὁ Λόγος», πάλιν ἐπιστρέφει διορθουμένη τοὺς ἑαυτῆς υἱοὺς ἡ ἀλήθεια. ἐξελέγχουσα τὰς διανοίας τὰς κατ’ αὐτῆς πορνευούσας, καί φησιν αὐτὸς ὁ μονογενὴς «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ πάλιν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». ὁ δὲ ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ 〈λαλῶν〉, οὐχ 〈ὡσ〉
20σωματικοὺς ἔχων ὄγκους, νοηματικοὺς δὲ παρέχων λόγους, ὑποκατα‐ βαίνων τὴν ἀσθένειαν τῆς ἀνθρωπότητος εἰς αἴσθησιν παραστάσεως διὰ τῶν ἐν ἡμῖν γινομένων 〈ποιούμενοσ〉 τὴν παράστασιν τοῦ υἱοῦ, ὅτι ἐξ αὐτοῦ ἀληθῶς γεγέννηται, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐκ ἔξωθεν ὤν, ἀλλὰ ἐκ τῆς αὐτοῦ οὐσίας, φάσκει ἐν τῷ Δαυὶδ λέγων
25«ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς οἱ ἑβδομήκοντα ἡρμήνευσαν· ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μέν· ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου, Σύμμαχος δέ· ὡς κατ’ ὄρθρον δρόσου ἡ νεότης σου, Θεοδοτίων δέ· ἐκ μήτρας ἀπὸ πρωῒ νεότητός σου, πέμπτη δὲ ἔκδοσις· ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος ἐν νεότητί σου, ἡ δὲ ἕκτη ἔκδοσις· ἐκ
30γαστρὸς ζητήσουσί σε, δρόσος νεανικότητός σου, ἐν δὲ τῷ Ἑβραϊκῷ·
μηρὲμ μεσσαὰρ λακτὰλ ἰελεδεχέθ, ὅπερ ἐστὶ σαφῶς καὶ ἀναμφιβόλως·6 in vol. 3
Haer
.

3

.

7

ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. τὸ γὰρ μηρὲμ 〈ἐκ〉 γαστρός ἐστι, μεσσαὰρ δὲ τὸ ὀρθριαίτερον πάντων, ὅπερ ἐστὶ πρὸ ἑωσφόρου, λακτάλ, καὶ πρὸ τῆς δρόσου, ἰελεδεχὲθ παιδίον, τουτέστι τὸ ἐγέννησά σε. ὅπως ἐκ τοῦ λόγου γνῴης ὅτι ὁ ἐνυπόστατος θεὸς λόγος ἐκ πατρὸς φύσει ἐστὶ
5γεγεννημένος, ἀνάρχως καὶ ἀχρόνως πρὸ τοῦ τι εἶναι. οὐ γὰρ τὸν ἑωσφόρον μόνον ἔλεγε τὸν ἀστέρα, καίτοι γε πολλῶν ὄντων τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ἐν τῇ τετάρτῃ ἡμέρᾳ γενομένων, προγενομένων δὲ θαλάσσης καὶ ξύλων καὶ καρπῶν, στερεώματός τε γῆς καὶ οὐρανοῦ, καὶ ἀγγέλων ἅμα σὺν τούτοις γεγονότων· εἰ μὴ γὰρ ἅμα οὐρανῷ καὶ γῇ καὶ ἄγγελοι
10ἐκτίσθησαν, οὐκ ἂν ἔλεγε τῷ Ἰὼβ ὅτι «ὅτε ἐγενήθησαν ἄστρα, ᾔνε‐ σάν με πάντες ἄγγελοί μου φωνῇ». τὸ οὖν πρὸ ἑωσφόρου *, ἵνα εἴπῃ πρὸ τοῦ εἶναί τι καὶ κτισθῆναι. ἦν γὰρ ἀεὶ ὁ Λόγος σὺν πατρί· «δι’ αὐτοῦ γὰρ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» 5. Λέξειε δ’ ἄν τις· «ἔδειξας εἶναι πρὸ ἄστρων τοὺς ἀγγέλους, ἅμα δὲ οὐρανῷ καὶ
15γῇ τούτους ἔφης γεγονέναι. πόθεν πεποίησαι τὴν ἀπόδειξιν, λέγε ἡμῖν· οὐχὶ ἄρα πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντως γεγόνασιν; οὐδαμοῦ γὰρ τηλαυγῶς σημαίνει τὸν χρόνον τῆς τῶν ἀγγέλων ποιήσεως. καὶ ὅτι μὲν καλῶς αὐτοὺς ἔδειξας εἶναι πρὸ ἄστρων 〈εὔδηλον〉· εἰ μὴ γὰρ ἦσαν, πῶς ὕμνουν θεὸν ἐπὶ τῇ τῶν ἄστρων ποιήσει;» ἡμεῖς δὲ ἑκάστην
20ζητήματος εὕρεσιν οὐκ ἀπὸ ἰδίων λογισμῶν δυνάμεθα λέγειν, ἀλλὰ ἀπὸ τῆς τῶν γραφῶν ἀκολουθίας. τηλαυγῶς γὰρ σημαίνει ὁ τοῦ θεοῦ λόγος ὅτι οὔτε μετὰ τὰ ἄστρα γεγόνασιν ἄγγελοι οὔτε πρὸ οὐρανοῦ καὶ γῆς, σαφῶς ἀμεταθέτου ὄντος τοῦ ῥητοῦ, τοῦ ὅτι πρὸ οὐρανοῦ καὶ γῆς οὐδὲν ἦν τῶν ἐκτισμένων, ὅτι «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ὡς
25ἀρχῆς οὔσης 〈τῆσ〉 κτίσεως καὶ οὐδενὸς πρὸ αὐτῆς τῶν κεκτισμένων 〈ὑπάρχοντοσ〉. Οὐ δύναται οὖν, ὡς προεῖπον, ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος καλεῖ‐ σθαι, ἀλλὰ λόγος ἀνθρώπου. εἰ δὲ ὁ Λόγος τοῦ θεοῦ θεός ἐστιν, οὐκ ἔστιν ἀνυπόστατος λόγος, ἀλλὰ ἐνυπόστατος θεὸς Λόγος, ἐκ τοῦ θεοῦ γεγεννημέ‐
30νος ἀνάρχως καὶ ἀχρόνως· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός,
πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέ‐7 in vol. 3
Haer
.

3

.

8

κραγε λέγων· «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπρο‐ σθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» «οὗτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.» «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγέ‐ νετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω». ὁρᾷς μονογενῆ Λόγον; ὁρᾷς
5ἐν κόσμῳ παραγενόμενον ἐν ἀνθρώποις καὶ πλήρη ἔχοντα «δόξαν μονο‐ γενοῦς παρὰ πατρός»; οὐχ ὡς τοῦ πατρὸς ὄντος Λόγου, οὐ πατρὸς ἅμα Λόγῳ συναλοιφῇ πεφηνότος, ὡς ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ λόγῳ φαι‐ νόμενος 〈ὅπου〉 καὶ ὁ λόγος αὐτοῦ οὐ δύναται φανῆναι, ἐὰν μὴ παρῇ ὁ φθεγγόμενος τὸν λόγον. τίνι τοίνυν πιστεύσω; τίνι συνθῶμαι; παρὰ
10τίνων λάβω ζωὴν ἐν μαθήμασι; παρὰ τῶν ἁγίων εὐαγγελιστῶν καὶ πνευματοφόρων, τῶν τὸν Λόγον παρὰ πατρὸς ἀπεσταλμένον φησάντων, ἢ 〈παρὰ〉 τούτων τῶν ἀπὸ Παύλου τοῦ Σαμοσατέως, τῶν σὺν τῷ Λόγῳ θεὸν καὶ Λόγον σὺν τῷ θεῷ φασκόντων, τῶν ἓν πρόσωπον πατρὸς πρὸς τὸν λόγον καὶ τοῦ Λόγου πρὸς τὸν πατέρα ὁριζόντων; εἰ δὲ ἓν τὸ πρόσωπον,
15πῶς ὁ μὲν ἀποστέλλει, ὁ δὲ ἀποστέλλεται; «ἀποστελεῖ» γάρ φησιν ὁ προφήτης «τὸν λόγον, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυή‐ σεται ὕδατα», καὶ πάλιν «ἐγὼ ἐξῆλθον ἐκ τοῦ πατρός μου καὶ ἥκω» καὶ «ζῶ ἐγώ, καὶ ζῇ ἐν ἐμοὶ ὁ ἀποστείλας με πατήρ». πῶς οὖν ἀποστέλλεται ὁ ἀποσταλεὶς καὶ διὰ σαρκὸς φαίνεται; «θεὸν γὰρ οὐδεὶς πώποτε ἑώρακεν·
20ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». καί φησιν «ὁ μονογενὴς θεός»· ὁ μὲν γὰρ Λόγος ἐστὶν ἐκ πατρὸς γεννηθείς, ὁ πατὴρ δὲ οὐκ ἐγεννήθη· διὰ τοῦτο μονογενὴς θεός. 6. Προὔλαβε γὰρ ἡ θεία γνῶσις κηρύττουσα ἑαυτῆς τὴν ἀλήθειαν διὰ τὴν αὐτῆς πρόγνωσιν εἰς ἀσφάλειαν τῶν ἡμετέρων ψυχῶν, ἐπει‐
25δήπερ ᾔδει τοῦ Σαμοσατέως τὴν ἄνοιαν καὶ τῶν Ἀρειανῶν τὴν κακο‐ δοξίαν καὶ τῶν Ἀνομοίων τὴν κακουργίαν καὶ τῶν Μανιχαίων τὴν πτῶσιν καὶ λοιπῶν αἱρέσεων τὴν κακομηχανίαν. καὶ διὰ τοῦτο περὶ ἑκάστης λέξεως ἀσφαλίζεται ἡμᾶς ὁ θεῖος λόγος· τὸν μὲν γὰρ πατέρα οὐ λέγει μονογενῆ. πῶς γὰρ μονογενὴς ὁ μὴ γεγεννημένος; τὸν δὲ υἱὸν
30μονογενῆ, ἵνα μὴ ὁ υἱὸς νομισθείη πατήρ, καὶ ἵνα μὴ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου ἀπεικασθῇ ὁ θεὸς λόγος. εἰ γὰρ λόγος λέγεται, διὰ τὴν τοι‐
αύτην χρῆσιν λέγεται, ἵνα μὴ νομίσῃ τις ἀλλότριον εἶναι τῆς τοῦ θεοῦ πατρὸς8 in vol. 3
Haer
.

3

.

9

οὐσίας· καὶ οὐκέτι λόγος ἀνυπόστατος, ἀλλὰ ἐνυπόστατος, διὰ τὸ «μονο‐ γενής, πλήρης χάριτος καὶ ἀληθείας»· καὶ ὁρᾷς πόσα ἐστὶ πρὸς ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς· τὸ γοῦν «θεὸν οὐδεὶς πώποτε ἑώρακεν», ἵνα τὸ ἀόρατον τοῦ πατρὸς σημάνῃ καὶ τῆς αὐτοῦ θεότητος 〈τὸ δὲ «μονογενὴς θεόσ»〉,
5ἵνα τὴν ἰδίαν θεότητα διὰ τῆς σαρκὸς φαινομένην ἐπιβεβαιώσῃ. Πόσα δὲ ἄλλα καὶ ἐπέκεινα τούτων εἰς παράστασιν ἡμῖν ἀναλέξειέ τις καὶ παραστήσειε πρὸς τὴν τοῦ Σαμοσατέως ἄνοιαν; εἰ γὰρ ἦν ἐν τῷ πατρί, ὡς ὁ λόγος ἐν καρδίᾳ ἀνθρώπου, πῶς παραγέγονε διὰ ἰδίας θεωρίας φαινόμενος; ἐν τῷ γὰρ αὐτὸν διηγεῖσθαι τοῖς αὐτοῦ μαθηταῖς φάσκει
10«ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». καὶ οὐκ εἶπεν· ἐγώ εἰμι ὁ πατήρ. ἀλλὰ τὸ ἐμὲ * ἐν τῷ πατρὶ σημαίνει. καὶ οὐκ εἶπεν, ἐγώ εἰμι ἐκεῖνος, ἀλλ’ «ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ πατρός μου καὶ ἐκεῖνός ἐστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ». καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι 〈«ἐγὼ ἐρω‐ τήσω τὸν πατέρα καὶ〉 ἄλλον παράκλητον ὑμῖν ἀποστελεῖ»· ὅρα πῶς
15τὸ ἀποστελεῖ καὶ τὸ ἄλλον 〈καὶ〉 τὸ ἐγώ *, ἵνα δείξῃ πατέρα ἐνυπόστατον, 〈υἱὸν ἐνυπόστατον〉, πνεῦμα ἅγιον ἐνυπόστατον. «ἐκεῖνός με γὰρ δοξάσει», περὶ τοῦ ἁγίου πνεύματος λέγων 〈φησί〉 «ὅτι τοῦ ἐμοῦ λήψεται»· καὶ ποῖόν φησι; τὸ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον. ἀλλὰ καί φησι «δύο μαρτυρίαι ἀνθρώπων σταθήσονται, καὶ ἐγὼ μαρτυρῶ
20περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ ἀποστείλας με πατήρ». πόσα δὲ ἄλλα τοσαῦτα καὶ ἐπέκεινα τούτων *· ἰδοὺ γάρ φησιν «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναὶ ὁ πατήρ, ὅτι οὕτως γέγονεν εὐδοκία ἔμπροσθέν σου. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός
25μου, καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ τὸν πατέρα οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». 〈τὸ〉 «ἀπεκάλυψας γὰρ νηπίοις», καὶ 〈τὸ〉 «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου», ἵνα ἐκκόψῃ τὴν
τούτων ἐπινενοημένην ξενολεξίαν.9 in vol. 3
Haer
.

3

.

10

7. Ἀλλ’ ὅρα τὸν ἀεὶ ἀντιπολεμοῦντα τῇ τῶν ἀνθρώπων φύσει διάβολον, τί ἐν αὐτοῖς ἐνεκίσσησεν ὥσπερ ἀπὸ διαβολικῆς ἐνεργείας τοῦ λέγειν. δῆθεν γὰρ ἀπολογοῦνται πρὸς ταῦτα οἱ τῆς τῶν Ἰουδαίων αἱρέσεως ὑπηρέται, ὑπὲρ τούτου αἰσχυνόμενοι διὰ τὴν τῶν θείων εὐαγ‐
5γελίων σαφῆ ὑφηγήσεως διδασκαλίαν, ἵνα μὴ ὀφθῶσι τελειότατα ἀν‐ τιπράττοντες τῇ τοῦ εὐαγγελίου ἀληθινῇ γνώσει. φάσκουσι γὰρ ὅτι «ἄνθρωπος ἦν ὁ Ἰησοῦς καὶ ἐν αὐτῷ ἐνέπνευσεν ἄνωθεν ὁ λόγος· καὶ ταῦτα περὶ ἑαυτοῦ ὁ ἄνθρωπος λέγει. ὁ πατὴρ γὰρ ἅμα τῷ υἱῷ εἷς θεός, ὁ δὲ ἄνθρωπος κάτωθεν τὸ ἴδιον πρόσωπον ὑποφαίνει· καὶ οὕτως
10τὰ δύο πρόσωπα πληροῦνται». πῶς οὖν ἄνθρωπος θεὸς δύναται εἶναι, ὦ πάντων ἀνθρώπων ἀβέλτερε καὶ ἀπὸ τοῦ ἐπουρανίου φρονήματος τὸν νοῦν ἀπεστραμμένε; πῶς δύναται ἄνθρωπος εἶναι ψιλὸς κατὰ σὲ ὁ λέ‐ γων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»; εἰ γὰρ ὁ ἄνθρωπος ὡς ὁ πατήρ. οὐδὲν διαλλάττει ὁ πατὴρ τοῦ ἀνθρώπου· εἰ δὲ ὁ θεὸς λόγος, ὁ ἐνανθρω‐
15πήσας ἐν τελειότητι τέλειος ὢν ἔστι θεὸς ἄνωθεν ἀπὸ πατρὸς γεγεννη‐ μένος, δικαίως καὶ σαφῶς φθέγγεται περὶ ἑαυτοῦ λέγων ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα,» ὡς καὶ οἱ Ἰουδαῖοί φασι περὶ αὐτοῦ· «οὐ μόνον» γάρ φησιν «ἐζήτουν ἀποκτεῖναι αὐτόν, ὅτι ταῦτα ἐποίει, ἀλλ’ ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον θεῷ ἑαυτὸν φάσκων». τῷ γὰρ εἰπεῖν πάλιν
20«ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» τὸν πατέρα θεὸν ἴσον ἑαυτοῦ φάσκει. οὐκ ἄνθρωπος δέ ἐστιν ἴσος θεῷ, οὐδὲ ὡς θεός, ἀλλὰ 〈ὁ〉 ἐν ἀληθείᾳ γεγεννημένος ἐκ θεοῦ πατρὸς θεὸς υἱὸς μονογενής. φησὶ γὰρ περὶ αὐτοῦ Παῦλος «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»· τὸ μὲν περὶ
25θεοῦ * ἦν ἐν μορφῇ, περὶ δὲ τῆς τοῦ δούλου μορφῆς προσληπτὴν ἀπέφηνε καὶ οὐκ εἶπεν αὐτοῦ 〈ἰδίαν〉 οὖσάν ποτε. πολλάκις δὲ καὶ ἀνθρωπίνως διαλέγεται ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστός, ὁ θεὸς λόγος, καὶ
πολλάκις ἀνθρωποπαθῶς φθέγγεται, ἀλλ’ οὐχ ὅτε λέγει «ἐκ τοῦ πατρός μου10 in vol. 3
Haer
.

3

.

11

ἐξῆλθον καὶ ἥκω»· τοῦτο γὰρ οὐ δύναται ἀπὸ ἀνθρωπότητος λέγεσθαι· ἀλλ’ ὅτε δικαίως ἐπιμαρτυρεῖ λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής», ἵνα δείξῃ τὴν ἑαυτοῦ ἐνανθρώπησιν· καὶ τὸ ἀνάπαλιν περὶ θεότητος λέγων «κἄν τε ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ,
5ἡ μαρτυρία μου ἀληθής ἐστιν», ἵνα δείξῃ ἀληθινὴν θεότητα καὶ ἀληθινὴν ἐνανθρώπησιν. 8. Οὐ δύο τοίνυν θεοί, ὅτι οὔτε δύο πατέρες· οὐδὲ ἀνῄρηται ἡ ὑπό‐ στασις τοῦ λόγου, ὅτι οὐ μία συναλοιφὴ θεότητος υἱοῦ πρὸς πατέρα. οὐ γάρ ἐστιν ἑτεροούσιος ὁ υἱὸς τοῦ πατρός, ἀλλὰ ὁμοούσιος τῷ πατρί·
10οὐ δύναται δὲ εἶναι ἑτεροούσιος τῷ γεγεννηκότι οὐδὲ ταυτοούσιος, ἀλλὰ ὁμοούσιος. οὐδὲ πάλιν λέγομεν αὐτὸν μὴ εἶναι ταὐτὸν τῇ οὐσίᾳ τῷ πατρί· ἔστι γὰρ ταὐτὸν τῇ θεότητι καὶ τῇ οὐσίᾳ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκ ἀλλοῖος παρὰ τὸν πατέρα οὐδὲ ἀπὸ ἄλλης ὑποστάσεως, ἀλλὰ ὡς ἀληθῶς υἱὸς πατρὸς τῇ τε οὐσίᾳ καὶ τῇ ὑποστάσει καὶ τῇ ἀληθείᾳ.
15ἀλλ’ οὐχ ὁ πατήρ ἐστιν ὁ υἱός, οὐδὲ ὁ υἱός ἐστιν ὁ πατήρ, ἀλλὰ υἱὸς ἀληθῶς ἐκ πατρὸς γεγεννημένος. διὸ οὔτε δύο θεοὶ οὔτε δύο υἱοὶ οὔτε δύο ἅγια πνεύματα, ἀλλὰ μία θεότης ἡ τριάς, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, ὁμοούσιος οὖσα. ὅταν γὰρ εἴπῃς ὁμοούσιον, οὐ συναλοιφὴν σημαίνει〈σ〉. τὸ γὰρ ὁμοούσιον οὐχ ἑνός ἐστι σημαντικόν, οὐδὲ τοῦ ὄντος υἱοῦ πρὸς
20πατέρα γνησίου τὴν οὐσίαν διίστησι καὶ τὴν ὑπόστασιν ἀπαλλοτριοῖ διὰ τὸ ὁμοούσιον. οὐ γὰρ ἀρχὰς δύο κηρύττει ὁ θεῖος λόγος, ἀλλὰ μίαν ἀρχήν· «συνελεύσεται, γάρ φησιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν». ὁ τοίνυν ἀρχὰς δύο κηρύττων δύο θεοὺς κηρύττει, καὶ ὁ ἀναιρῶν τὸν Λόγον καὶ τὴν αὐτοῦ ὑπόστασιν Ἰου‐
25δαϊσμὸν ὑποφαίνει. Μαρκίων γὰρ δύο ἀρχὰς ὑποφαίνει, μᾶλλον δὲ τρεῖς ἑαυταῖς ἐναντίας· οἱ δὲ νέοι Ἰουδαῖοι, Σαμοσατῖται οὗτοι, ἀναιροῦσι τὴν ὑπόστασιν τοῦ Λόγου, ἵνα κυριοκτόνοι καὶ αὐτοὶ ἀποφανθῶσι καὶ ἐπαρνησίθεοι τῆς τοῦ κυρίου ἡμῶν σωτηρίας. Μία γοῦν ἡ ἀρχὴ καὶ ἐξ αὐτῆς ὁ υἱός, εἰκὼν ἀκριβής, φύσει ἐκτυ‐
30ποῦσα τὸν ἴδιον πατέρα καὶ ὁμοία κατὰ πάντα τρόπον, ὅτι θεὸς ἐκ θεοῦ καὶ υἱὸς ἐκ πατρός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ καὶ φῶς ἐκ φωτός, μία οὖσα θεότης καὶ ἓν ἀξίωμα. διό φησι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· οὔτε κατ’ εἰκόνα σήν, ἵνα μὴ
διέλῃ, οὔτε κατ’ εἰκόνα ἐμήν, ἵνα μὴ ἀνόμοιον καὶ ἄνισον ἀποφάνῃ, κατ’11 in vol. 3
Haer
.

3

.

12

εἰκόνα δὲ ἡμετέραν. καὶ τὸ ποιήσωμεν, ἵνα μὴ ἀλλότριος ᾖ ὁ πατὴρ τῶν γενομένων ὑπ’ αὐτοῦ, μηδὲ ὁ μονογενὴς ἀλλότριος τῆς δημιουργίας. ἀλλὰ ὁ πατὴρ σὺν τῷ υἱῷ δημιουργεῖ καὶ ὁ υἱός. δι’ οὗ τὰ πάντα γέγονε, συνδημιουργὸς τῷ πατρί· καὶ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱὸν εἷς
5υἱὸς τέλειος ἐκ τελείου πατρὸς καὶ πατὴρ τέλειος τελείου υἱοῦ, τῆς πα‐ τρικῆς τελειότητος ἔχοντος τὴν εἰκόνα, «εἰκὼν θεοῦ τοῦ ἀοράτου», οὐ παράδειγμα εἰκόνος, οὐκ εἰκὼν εἰκόνος, οὐκ ἀνόμοιος, ἀλλ’ εἰκὼν τοῦ πατρός, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς ἀπὸ τοῦ ἀνάρχου καὶ ἀχρόνου γεννήσεως ἐν ἀληθείᾳ.
10 Εἰκὼν τοίνυν ὁ υἱὸς τοῦ πατρός· καὶ γὰρ καὶ οἱ βασιλεῖς οὐ διὰ τὸ ἔχειν εἰκόνα δύο εἰσὶ βασιλεῖς, ἀλλὰ βασιλεὺς εἷς σὺν τῇ εἰκόνι· εἷς θεός, οὐχὶ ἕν τι ἐκ δύο μερῶν ἀτελὲς ὑπάρχον, ἀλλὰ τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα. «ἐγώ, γάρ 〈φησιν,〉 ἐν τῷ πατρί» οὐχ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου, ἀλλὰ πατέρα οἴδαμεν νοητὸν σὺν
15υἱῷ καὶ υἱὸν ἀπὸ πατρὸς γεγεννημένον. καὶ οὐχ ὡς ἐν ἀνθρώπῳ ἐλθόντα, εἰς οἰκητήριον * ὁ θεῖος λόγος καὶ μετὰ τὸ γεγεννῆσθαι ὀφθέντα ἐν αὐτῷ τὸν Λόγον καὶ πάλιν ἐν θεῷ ὑπάρχοντα ἄνω, ὡς ἐν καρδίᾳ ἀν‐ θρώπου λόγος. ταῦτα γὰρ τῆς τοῦ δαίμονος ἐμβροντήσεώς ἐστι καὶ ἐπαρνησιθεΐας πάσης ἔχοντα τοὺς χαρακτῆρας.
20 9. Ταῦτα δὲ τὰ ὀλίγα πρὸς τὴν τούτου αἵρεσιν καλῶς ἔχειν δοκι‐ μάσαντες *. οὐ δυσχερὴς γὰρ ἡ τούτων δύναμις οὔτε μὴ δυναμένη ὑπὸ πάντων συνετῶν ἀνατρέπεσθαι. διὸ καὶ τούτου τὰς ῥίζας τῶν ἀκανθῶν ἐκτεμόντες τῷ τῆς ἀληθείας κηρύγματι καὶ φρονήματι καὶ τὸν ἰὸν ὡς
εἰπεῖν ἀποσβέσαντες καὶ τὸ δηλητήριον τούτου ὑποδείξαντες, τὸν ἀρωγὸν12 in vol. 3
Haer
.

3

.

13

ἐπικεκλημένοι σὺν υἱῷ πατέρα, τὸν ὄντως ὄντα καὶ υἱὸν ὄντως ἐνυπόστα‐ τον γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα ὂν ἐνυπόστατον, καὶ * σωτήριον τῆς οἰκονομίας τῆς ἐνσάρκου πραγματείας, διὰ τοῦ τρο‐ παίου τοῦ κατὰ θανάτου, τοῦ σταυροῦ φημι, τὴν κεφαλὴν τούτου ῥήξαν‐
5τες τοῦ ζητήματος τῶν νέων Ἰουδαίων, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί. Δρυΐνας γάρ τις ἔχις οὕτω καλουμένη τούτῳ ἔοικε τῷ αἱρεσιάρχῃ· ὡς δρυΐνας λέγεται μὲν εἶναι ἔχις, παρὰ δὲ τὰς πόας ἢ καὶ δρύας ἐμφωλεύει συνεχέστατα· διὸ καὶ δρυΐνας καλεῖται, ἀπὸ τοῦ φιλόδεν‐ δρον αὐτὸ εἶναι καὶ ἑαυτὸ παρεικάζειν ἀνὰ μέσον τῶν ἐκ τῶν δένδρων
10ῥιπτομένων φύλλων τῇ ἑκάστου χλωρότητι. οὐ τοσοῦτον δὲ εἶναι ὀδυνηρὸν τὸ ζῷον, ἐὰν δὲ ἐπιμείνῃ, θάνατον ἐμποιεῖν. οὕτως γὰρ καὶ οὗτος καὶ ἡ ἀπ’ αὐτοῦ αἵρεσις πιστῶν ἀριθμῷ ἑαυτὸν ἀπεικάζεται, Χριστοῦ μὲν ὄνομα ἐνδεδυμένος, Ἰουδαίων δὲ τὸ φρόνημα ἐπανῃρημένος, Λόγον Χριστὸν ὁμολογῶν, οὐκ ὄντα δὲ τοῦτον διανοούμενος, καὶ ἐν πολλοῖς
15ἑαυτὸν θριαμβεύων οὐκ αἰσχύνεται· οὗ καὶ τὴν δοκοῦσαν διδασκαλίαν, πλάνην δὲ οὖσαν, ἐν τῷ ὑποδήματι τοῦ Χριστοῦ καταπεπατηκότες καὶ τῇ σμίλῃ τῇ ἰατρικῇ τοῦ εὐαγγελίου τοὺς δεδηγμένους ἀμύξαντες τόν τε ἰὸν ἀπ’ αὐτῶν ἐκκρίναντες, ἐπὶ τὴν τῶν ἑξῆς διήγησιν, ὡς προεῖπον, ἐλευσόμεθα.
19— — —
20
Κατὰ Μανιχαίων μϛ, τῆς δὲ ἀκολουθίας ξϛ. 1. Μανιχαῖοι, 〈οἱ〉 καὶ Ἀκουανῖται λεγόμενοι, διά τινα οὐέτρανον ἀπὸ τῆς μέσης τῶν ποταμῶν ἐλθόντα, Ἀκούαν οὕτω καλούμενον, ἐν
τῇ Ἐλευθεροπόλει ἐνέγκαντα ταύτην τὴν τοῦ δηλητηρίου τούτου πραγ‐13 in vol. 3
Haer
.

3

.

14

ματείαν, οὗτοι κατὰ τὸν καιρὸν ἐκεῖνον τῷ βίῳ [αὐτῶν] ἐκήρυξαν, μέγα τῷ κόσμῳ κακὸν μετὰ τὴν Σαβελλίου ἐπαναστάντες 〈αἵρεσιν〉· ἐν χρό‐ νοις γὰρ οὗτοι Αὐρηλιανοῦ τοῦ βασιλέως γεγόνασι, περὶ ἔτος τέταρτον τῆς αὐτοῦ βασιλείας. ἔστι δὲ ἡ αἵρεσις αὕτη πολυθρύλητος καὶ ἐν πολλοῖς
5μέρεσι τῆς γῆς φημιζομένη, ἐκ Μάνη τινός, ὡς ἔφην, λαβοῦσα τὸ πλα‐ τυνθῆναι ἐν μέρεσι τῆς γῆς. Μάνης δὲ οὗτος ἀπὸ τῆς τῶν Περσῶν ὡρμᾶτο γῆς. Κούβρικος
μὲν τὸ πρῶτον καλούμενος, ἐπονομάσας δὲ ἑαυτῷ τοῦ Μάνη ὄνομα,14 in vol. 3
Haer
.

3

.

15

τάχα οἶμαι ἐκ τῆς τοῦ θεοῦ οἰκονομίας τὸ μανιῶδες ἑαυτῷ ἐπισπασά‐ μενος ὄνομα. καὶ ὡς μὲν αὐτὸς ᾤετο, κατὰ τὴν τῶν Βαβυλωνίων γλῶτταν δῆθεν σκεῦος ἑαυτῷ τὸ ὄνομα ἐπέθετο· τὸ γὰρ Μάνη ἀπὸ τῆς Βαβυλωνίας εἰς τὴν Ἑλληνίδα μεταφερόμενον σκεῦος ὑποφαίνει τοὔνομα· ὡς δὲ ἡ
5ἀλήθεια ὑποφαίνει, τῆς μανίας τὸ ἐπώνυμον κέκτηται, δι’ ἣν ἐνεβροντήθη ὁ ἐλεεινὸς τῷ κόσμῳ ὑποσπεῖραι κακοδιδασκαλίαν. ἦν δὲ οὗτος ὁ Κούβρικος χήρας τινὸς δοῦλος, ἥτις ἄπαις τελευτήσασα κατέλειψεν αὐτῷ χρημάτων ἀσυνείκαστον πλῆθος, χρυσοῦ τε καὶ ἀργύρου καὶ
ἀρωμάτων καὶ ἄλλων. καὶ αὐτὴ δὲ τῆς κληρονομίας τὴν διαδοχὴν15 in vol. 3
Haer
.

3

.

16

ἔσχεν ἐκ Τερβίνθου τινός, δούλου καὶ αὐτοῦ ὑπάρξαντος, μετονομασ‐ θέντος δὲ Βουδδᾶ κατὰ τὴν τῶν Ἀσσυρίων γλῶτταν, ὃς καὶ αὐτὸς δοῦλος ὑπῆρχε Σκυθιανοῦ τινος. ἀπὸ τῆς Σαρακηνίας ὁρμωμένου, κατὰ δὲ τὰ τέρματα τῆς Παλαιστίνης τουτέστιν ἐν τῇ Ἀραβίᾳ, ἀνατραφέντος. οὗτος
5ὁ Σκυθιανὸς ἐν τοῖς προειρημένοις τόποις παιδευθεὶς τὴν Ἑλλήνων γλῶσσαν καὶ τὴν τῶν γραμμάτων αὐτῶν παιδείαν δεινός τε γέγονε περὶ τὰ μάταια τοῦ κόσμου φρονήματα. ἀεὶ δὲ στελλόμενος τὴν πορείαν ἐπὶ τὴν τῶν Ἰνδῶν χώραν πραγματείας χάριν πολλὴν ἐμπορίαν ἐποιεῖτο. ὅθεν πολλὰ κτησάμενος ἐν τῷ κόσμῳ καὶ διὰ τῆς Θηβαΐδος διιών, ὅρμοι
10γὰρ τῆς ἐρυθρᾶς θαλάσσης διάφοροι, ἐπὶ τὰ στόμια τῆς Ῥωμανίας διακεκριμένοι, ὁ μὲν εἷς ἐπὶ τὴν Αἰλᾶν, ἥτις ἐστὶν ἐν τῇ θείᾳ γραφῇ
Αἰλῶν· ἔνθα που ἡ ναῦς Σολομῶντος διὰ τριῶν ἐτῶν ἐρχομένη ἔφερε16 in vol. 3
Haer
.

3

.

17

χρυσὸν καὶ ὀδόντας ἐλεφαντίνους, ἀρώματά τε καὶ ταῶνας καὶ τὰ ἄλλα, ὁ δὲ ἕτερος ὅρμος ἐπὶ τὸ Κάστρον τοῦ Κλύσματος, ἄλλος δὲ ἀνωτάτω ἐπὶ τὴν Βερνίκην καλουμένην, δι’ ἧς Βερνίκης καλουμένης ἐπὶ τὴν Θηβαΐδα φέρονται, καὶ τὰ ἀπὸ τῆς Ἰνδικῆς ἐρχόμενα εἴδη ἐκεῖσε τῇ Θηβαΐδι
5διαχύνεται ἢ ἐπὶ τὴν Ἀλεξανδρέων διὰ τοῦ Χρυσορρόᾳ ποταμοῦ, Νείλου δέ φημι, τοῦ καὶ Γεὼν ἐν ταῖς γραφαῖς λεγομένου, καὶ ἐπὶ πᾶσαν τῶν Αἰγυπτίων γῆν καὶ ἐπὶ τὸ Πηλούσιον φέρεται· καὶ οὕτως εἰς τὰς ἄλλας πατρίδας διὰ θαλάσσης διερχόμενοι οἱ ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ῥω‐ μανίαν ἐμπορεύονται.
10 2. Ταῦτα δέ μοι κατὰ λεπτὸν ἐσπουδάσθη ἱστορίας χάριν παρα‐ δοῦναι, ὅπως καὶ τῶν ῥιζῶν ἑκάστης ὑποθέσεως οἱ ἐντυγχάνειν ἐθέλοντες μὴ ἀμοιρήσωσι. δεῖ γὰρ τὸν ἐπιβαλλόμενον διηγήσει τινὶ κατὰ δύναμιν ἐπιβάλλεσθαι καὶ ἐκ τῆς ῥίζης ποιεῖσθαι τὴν εἰσαγωγήν· ἔνθεν εὑρίσκεται καὶ τὰ τῆς ἀληθείας, κἄν τε ἀπορῇ ὁ λέγων εὐκοσμίας λόγου καὶ εὐεπείας
15φθογγῆς, ὅμως ἀπὸ τῆς ἀληθινῆς ἱστορίας τὸ ζητούμενον τοῖς συνετοῖς ἀπο‐ δειχθήσεται. ἐν ἀρχῇ τοίνυν οὗτος ὁ Σκυθιανὸς πλούτῳ πολλῷ ἐπαρ‐ θεὶς καὶ κτήμασιν ἡδυσμάτων καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς Ἰνδίας καὶ ἐλθὼν περὶ τὴν Θηβαΐδα εἰς Ὑψηλὴν πόλιν οὕτω καλουμένην, εὑρὼν ἐκεῖ γύναιον ἐξωλέστατον καὶ κάλλει σώματος πρόοπτον ἐκπλῆξάν τε
20αὐτοῦ τὴν ἀσυνεσίαν, ἀνελόμενός τε τοῦτο ἀπὸ τοῦ στέγους (ἕστηκε γὰρ ἡ τοιαύτη ἐν τῇ πολυκοίνῳ ἀσεμνότητι) ἐπεκαθέσθη τῷ γυναίῳ καὶ ἐλευθερώσας αὐτὸ συνήφθη αὐτῷ πρὸς γάμον. χρόνου δὲ πολλοῦ προκόπτοντος διὰ τὴν ὑπερβολὴν ἧς εἶχε τρυφῆς οὐκ ἤνεγκεν ὁ ἀλιτήριος, ἀλλὰ ὡς ἀργὸς καὶ ἐθὰς κακῶν ἐκ τοῦ περισσοῦ τῆς τρυφῆς στρήνου
25ἐπενόει λοιπὸν κατὰ τὸν νοῦν τι καινότερον τῷ βίῳ προσοῖσαι καὶ ἀφ’ ἑαυτοῦ διανοηθεὶς ἐπλάσατο ῥήματα τοιαῦτα, οὐκ ἀπὸ τῆς θείας γραφῆς εὑράμενος καὶ πνεύματος ἁγίου φθογγῆς, ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρω‐
πείας φύσεως τῶν δειλαίων φάσκων· τίνι τῷ λόγῳ ἄνισα κεῖται τὰ ἐν17 in vol. 3
Haer
.

3

.

18

παντὶ τῷ ὁρωμένῳ τῆς κτίσεως κύτει, μέλαν καὶ λευκόν, πυρρὸν καὶ χλωρόν, ὑγρὸν καὶ ξηρόν, οὐρανὸς καὶ γῆ, νὺξ καὶ ἡμέρα, ψυχὴ καὶ σῶμα, ἀγαθόν τε καὶ φαῦλον, δίκαιόν τε καὶ ἄδικον, ἀλλ’ ὅτι πάντως ταῦτα ἐκ δύο τινῶν 〈ἀρχῶν〉 συνέστηκεν; ἐνεκίσσα δὲ ἐν τῇ αὐτοῦ διανοίᾳ ὁ
5διάβολος, ἐπὶ πλεῖον στρατεύσας 〈αὐτὸν〉 κατὰ τῆς ἀνθρωπείας φύσεως, τὸ δεινὸν φρόνημα, ὡς ὑπονοεῖν τὸ μὴ ὂν [καὶ] τὸ ὂν μὴ ἐπιγινώσκειν, ἵνα πόλεμόν τινα ἐν ταῖς διανοίαις τῶν ἠπατημένων ἐνστήσηται τοῖς νομίζουσιν εἶναί τι μετὰ τὸν ὄντα καὶ ὡς εἰπεῖν ἐκ δύο ῥιζῶν ἢ δύο ἀρχῶν ἐνεργεῖσθαι τὰ πάντα· ὅπερ ἐστὶ πάντων δυσσεβέστατον
10καὶ μοχθηρότατον. ἀλλὰ περὶ τούτου αὖθις ἐρῶ. ἐν τούτοις γὰρ ὁ προειρημένος Σκυθιανὸς τυφλωθεὶς τὴν διάνοιαν, λαβὼν παρὰ Πυ‐ θαγόρου τὰς προφάσεις οὕτως ἐφρόνησε καὶ βίβλους τέσσαρας ἑαυτῷ πλάσσεται, τῇ μιᾷ ὄνομα θέμενος Μυστηρίων, τῇ δὲ δευτέρᾳ Κεφαλαίων, τῇ τρίτῃ Εὐαγγέλιον, τῇ τετάρτῃ Θησαυρόν· ἐν αἷς τὰ ἰσόζυγα καὶ
15τὰ ἰσόρροπα 〈τῶν〉 δύο ἀρχῶν συζεύξας πρόσωπα καθ’ ἑκάστην ὑπό‐ θεσιν *, οὕτως ὑπολαβὼν ὁ τάλας καὶ οὕτως κατὰ τοῦτο τὸ μέρος ἐφαν‐ τάζετο, ὥς τι μέγα εὑρὼν τῷ βίῳ. καὶ τῷ ὄντι μέγα κακὸν εὕρατο τῷ
βίῳ καθ’ ἑαυτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ πλανωμένων.18 in vol. 3
Haer
.

3

.

19

3. Ἐπειδὴ δὲ ὁ ἀνὴρ ἐν τούτοις ἦν, ἀκηκόει δὲ πῶς οἱ προφῆται καὶ ὁ νόμος προεφήτευον περὶ τῆς τοῦ κόσμου συστάσεως καὶ περὶ τοῦ ἑνὸς καὶ μονάρχου τοῦ ἀεὶ ὄντος καὶ μὴ διαλείποντος τοῦ εἶναι πατρὸς καὶ τοῦ αὐτοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἠθέλησε, περιττοτέρᾳ
5τινὶ φερόμενος ἡδυπαθείᾳ καὶ κατὰ τὸν ἰδιωτικὸν αὐτοῦ νοῦν ἐπιτωθάζων καὶ βαρεῖ στρήνῳ ἐν ἑαυτῷ ἀγόμενος, στέλλεσθαι τὴν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα περὶ τοὺς χρόνους τῶν ἀποστόλων, ὡς δῆθεν ἐκεῖσε ποιού‐ μενος τὸν λόγον πρὸς τοὺς τὰ περὶ μοναρχίας 〈θεοῦ〉 κηρύττοντας καὶ τῶν τοῦ θεοῦ κτισμάτων. ὁ δὲ τάλας ἀνελθὼν ἀντιβάλλειν ἤρξατο
10πρὸς τοὺς ἐκεῖσε πρεσβυτέρους, τοὺς κατὰ τὴν νομοθεσίαν θεοῦ τὴν τῷ Μωυσῇ δοθεῖσαν καὶ προφητικῇ ἑκάστου προφήτου διδασκαλίᾳ * βιοῦντας, ὅτι· πῶς φατε ἕνα θεόν, τὸν ποιήσαντα νύκτα τε καὶ ἡμέραν, σάρκα τε καὶ ψυχήν, ξηρόν τε καὶ ὑγρόν, οὐρανόν τε καὶ γῆν, σκότος τε καὶ φῶς; οἱ δὲ σαφῶς ἐδείκνυον (οὐ γὰρ ἡ ἀλήθεια παρακέκρυπται),
15ὁ δὲ ἀντιλέγων οὐκ ᾐσχύνετο. μηδὲν δὲ δυνάμενος περαιῶσαι, ὅμως τῇ ἀναισχυντίᾳ τῆς χαλεπότητος ἐφέρετο. ὡς δὲ οὐκ ἴσχυσέ τι ἀνύσαι, ἀλλὰ τὸ ἧττον μᾶλλον ἀπηνέγκατο, ἐπετήδευσε δι’ ὧν εἶχε μαγικῶν βιβλίων—καὶ γὰρ καὶ γόης ἦν, ἀπὸ τῆς τῶν Ἰνδῶν καὶ Αἰγυπτίων [καὶ] ἐθνομύθου σοφίας ἐμπορευσάμενος τὰ δεινὰ καὶ ὀλετήρια τῆς γοη‐
20τείας—φαντασίαν τινά· ἐπὶ δώματος 〈γὰρ〉 ἀνελθὼν καὶ ἐπιτηδεύσας, ὅμως οὐδὲν ἰσχύσας, ἀλλὰ καταπεσὼν ἐκ τοῦ δώματος, τέλει τοῦ βίου
ἐχρήσατο. ἦν δὲ διατρίψας ἐκεῖ ἱκανὰ ἔτη. μαθητὴν δὲ ἔχων ἕνα19 in vol. 3
Haer
.

3

.

20

μόνον μεθ’ ἑαυτοῦ, τὸν προειρημένον Τέρβινθον, ᾧ καὶ τὰ ἴδια ἐπίστευσεν ὡς πιστικωτάτῳ καὶ κατ’ εὔνοιαν αὐτῷ ἐξυπηρετουμένῳ· ὃς τελευτήσαντος τοῦ Σκυθιανοῦ κηδεύει μὲν αὐτὸν φιλοφρονέστατα καὶ θάψας σκέπτεται μὴ πρὸς τὸ γύναιον ἀνακάμψαι, τὸ ἤδη ἀπὸ πορνείας ἤτοι αἰχμαλωσίας
5τῷ Σκυθιανῷ συνημμένον, ἀλλὰ ἀποδιδράσκει, λαβὼν πάντα ὅσαπερ εἶχε, χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἄλλα, εἰς τὴν τῶν Περσῶν χώραν, ἀλλάξας ἑαυτοῦ τὸ ὄνομα, ἵνα μὴ κατάφωρος γένηται, ἀντὶ Τερβίνθου, ὡς ἄνω μοι προδεδήλωται, Βουδδᾶ ἑαυτῷ ἐπιθέμενος ὄνομα. οὗτος δὲ πάλιν ἔσχε κακὴν διαδοχὴν κληρονομίας τὰ τέσσαρα βιβλία τοῦ Σκυ‐
10θιανοῦ καὶ τὰ τῆς μαγείας καὶ τῆς μογγανείας ἐπιτηδεύματα· ἦν γὰρ καὶ οὗτος ἐν γράμμασιν ἐπιμελέστατα πεπαιδευμένος. ὡς δὲ καὶ αὐτὸς διαλεγόμενος ἐν τῇ Περσῶν χώρᾳ, καταχθεὶς πρὸς γραῦν τινα
χήραν, καὶ τοῖς τοῦ Μίθρα νεωκόροις τε καὶ ἱερεῦσι τοῦ εἰδώλου, προ‐20 in vol. 3
Haer
.

3

.

21

φήτῃ τινὶ Πάρκῳ καὶ Λαβδάκῳ συζητήσας περὶ τῶν δύο ἀρχῶν, * [καὶ] μὴ δυνηθεὶς μήτε κἂν πρὸς τοὺς τῆς εἰδωλολατρείας πρυτάνεις διαλεχ‐ θῆναι, ἀλλ’ 〈ἐν〉 ἐλέγχῳ καταστὰς παρ’ αὐτῶν καὶ τὸ αἶσχος ἀπενεγ‐ κάμενος, ὡσαύτως τῷ προειρημένῳ Σκυθιανῷ τὰ ὅμοια φρονήσας, ἐπὶ
5τὸ δωμάτιον ἀνελθών, μαγεύειν τι δῆθεν πρὸς τὸ μή τινα αὐτῷ ἀντι‐ λέγειν ἐπιτηδεύσας, ὑπὸ ἀγγέλου καταχθεὶς κατέπεσε, καὶ οὕτως τέ‐ θνηκε δι’ ἣν ἠβούλετο ἐπιχειρῆσαι μαγικὴν ἐνέργειαν. ἡ δὲ γραῦς περιστείλασα τούτου τὸ σῶμα τῶν χρημάτων αὐτοῦ ἐν καθέξει γεγένηται, καὶ μὴ ἔχουσα παῖδα μηδέ τινα τῶν διαφερόντων ἔμεινε πολλῷ τῷ χρόνῳ
10οὕτως. ὕστερον δὲ προσελάβετο πριαμένη τὸν Κούβρικον, τὸν καὶ Μάνην, ἑαυτῇ πρὸς ὑπηρεσίαν. καὶ τελευτῶσα κατέλιπεν αὐτῷ τὰ τῆς κακῆς κληρονομίας, ὡς ἰὸν ἀπὸ ἀσπίδος καταλειφθέντα, εἰς πολλῶν φθορὰν καὶ ἀπώλειαν. 4. Πάλιν οὖν Κούβρικος ὁ ἑαυτὸν ἐπονομάσας Μάνην ἐν αὐτοῖς διῆγε
15καὶ ἐν αὐτοῖς διελέγετο. καὶ ὡς οὐδεὶς αὐτῷ ἐπείθετο, ἀλλὰ ἀκούοντες21 in vol. 3
Haer
.

3

.

22

Μανιχαίου διδασκαλίαν ἐδυσφόρουν μὲν καὶ ἐξενολεκτοῦντο πάντες ἐπὶ τῇ καινοτομίᾳ καὶ δεινῇ μυθοποιίᾳ καὶ κενῇ ἀπάτῃ, ὁ δὲ ὁρῶν τὰ ἴδια τῆς κακομηχανίας ἀνατρεπόμενα τῶν λόγων συνθήματα τὴν διάνοιαν κεπφωθεὶς ἐπενόει ἑαυτῷ πρόφασίν τινα, δι’ ἧς τὸ ἴδιον πλάσμα τῆς
5δεινοποιήσεως ταύτης συστήσειε. καὶ φήμης διαδοθείσης ὡς ὁ υἱὸς τοῦ τῶν Περσῶν βασιλέως ἀλγήματί τινι περιπέπτωκε καὶ κατέκειτο, ἐν τῇ βασιλευούσῃ Περσίδος πόλει—οὐ γὰρ ἐκεῖσε ὁ Μάνης διέτριβεν, ἀλλὰ ἄλλῃ που ἀπὸ πόρρωθεν τῆς τοῦ βασιλέως—ὑπὸ τῆς ἰδίας κακίας τυφλώττων καὶ νομίσας μή πως ἀφ’ ὧν εὗρε βιβλίων τοῦ ἑαυτοῦ δεσπότου
10Τερβίνθου, τοῦ καὶ Βουδδᾶ, διαδόχου δὲ τοῦ Σκυθιανοῦ, δύναται τινὰ ἰάματα ἐνεργῆσα, εἰς τὸν τοῦ βασιλέως υἱόν, ἀπαίρει ἐκ τοῦ ἰδίου τόπου καὶ ὁρμᾷ καὶ τολμήσας μηνύει τὰ περὶ ἑαυτοῦ, ὠφελεῖν ἐπαγγελλόμενος. ἀλλ’ οὐ προεχώρησε τῷ γόητι ἡ τῆς ἐλπίδος φαντασία. ἤμβροτε γὰρ
ἀπὸ τῆς καραδοκίας, τινὰ εἴδη φαρμακευτικῆς προσενέγκας τῷ νοση‐22 in vol. 3
Haer
.

3

.

23

λευομένῳ παιδὶ τοῦ βασιλέως. τέλος γοῦν εἰς τὰς χεῖρας αὐτοῦ θνήσκει τὸ μειράκιον, ἵνα πάντα τὰ μετὰ τοῦ ψεύδους διελέγχηται μάταια ἐπαγγέλ‐ ματα. ὡς δὲ τοῦτο οὕτως ἀπέβη, προστάγματι βασιλικῷ ἐμβάλλεται εἰς τὸ δεσμωτήριον. οὐ γὰρ εὐθὺς οἱ τῶν Περσῶν βασιλεῖς τὰς τιμωρίας
5κατὰ τῶν τὰς μείζους αἰτίας τῶν ἀποπημάτων δρώντων ἐπιφέρουσιν, ἀλλὰ περιττοτέραν τινὰ ἐπινοοῦσι θανατικὴν ψῆφον μετὰ βασάνων τοὺς ἐπαπειλουμένους διατίθεσθαι. καὶ ταῦτα μὲν οὕτως. 5. Ἐπέμενε δὲ 〈ἐν〉 τῇ εἱρκτῇ διατελῶν ὁ Μάνης, ὁ καὶ Κούβρικος,
καὶ ὑπὸ τῶν ἰδίων μαθητῶν ἐπισκεπτόμενος. ἤδη γὰρ ὁ ἀγύρτης συνα‐23 in vol. 3
Haer
.

3

.

24

γήοχεν ἑαυτῷ στρατὸν ὡς εἰπεῖν, οὓς δὴ μαθητὰς ἐκάλει, τὸν ἀριθμὸν ἤδη περὶ δύο καὶ εἴκοσιν. ἐξ ὧν τινας τρεῖς ἐκλεξάμενος, Θωμᾶν τινα οὕτω καλούμενον καὶ Ἑρμείαν καὶ Ἀδδᾶν, διενοήθη *, ἀκηκοὼς περὶ τῶν κατὰ τὴν Ἰουδαίαν καὶ ἐν ὅλῳ τῷ κόσμῳ ἱερῶν βιβλίων, φημὶ δὲ
5〈τῶν〉 Χριστιανικῶν, νόμου τε καὶ προφητῶν, εὐαγγελίων καὶ ἀποστό‐ λων. δοὺς τοίνυν χρυσίον τοῖς προειρημένοις ἐπὶ τὰ μέρη τῶν Ἱερο‐ σολύμων ἀπέστειλε. τοῦτο δὲ ἐποίησε πρὶν ἢ καθειρχθῆναι ἐν τῇ φυλακῇ, ὅτε διαλεγόμενος πολλοῖς τὸ ἴδιον δόγμα οὐκ ἴσχυσε συστῆσαι· ἀκηκοὼς δὲ περὶ ὀνόματος Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων, Χριστιανῶν δέ φημι,
10διεγνώκει διὰ τοῦ ὀνόματος τῆς ὑποθέσεως Χριστοῦ ἀπατῆσαι τοὺς πεπλανημένους. οἱ δὲ ἀπελθόντες ὠνήσαντο. οὐ γὰρ ἀνεβάλλοντο. παλινδρομήσαντες δέ, ὡς οὐ καταλαμβάνουσιν αὐτὸν οὐκέτι ἐν ἐλευθέρῳ ἀέρι, ἀλλὰ ἐν τῷ δεσμωτηρίῳ, κἀκεῖσε εἰσελθόντες, ἐπεδείκνυον αὐτῷ τὰς βίβλους. ὁ δὲ λαβὼν καὶ ἀνερευνήσας ἐρρᾳδιούργησε προσπλέξας
15τῇ ἀληθείᾳ τὸ ἴδιον ψεῦδος, ἔνθα που εὗρε πρόσωπον λόγου ἢ κλῆσιν δυναμένην ἀποτελεῖν ὁμοίωμα τοῦ αὐτοῦ φρονήματος καὶ ἐντεῦθεν λοιπὸν ἐκράτυνε τὸ ἐπίπλαστον τοῦ αὐτοῦ βοσκήματος. ἀλλὰ καὶ μεταξὺ
ἄργυρον προσλιπαρήσας τὸν ἐπὶ τοῦ δεσμωτηρίου δίδωσι πολὺν καὶ φυ‐24 in vol. 3
Haer
.

3

.

25

γὰς ἀπαλλάττεται, καταλείψας τὴν τῶν Περσῶν χώραν, καὶ τῇ Ῥωμανίᾳ προσέβαλε. μέσον δὲ ἤδη τυγχάνων τῆς Μέσης τῶν ποταμῶν καὶ τῆς Περσίδος, περὶ τὰς ἐρημίας ἔτι ὑπάρχων, ἀκούσας τε περὶ μεγάλου τινὸς ἀνδρὸς ἐν θεοσεβείᾳ ἀκροτάτῃ διαπρέποντος, Μαρκέλλου τοὔνομα, κατ‐
5οικοῦντος ἐν Κασχάρῃ πόλει τῆς Μεσοποταμίας, ὃς ἦν ἀνὴρ κατὰ πάντα Χριστιανὸς καὶ ἐν ἔργοις δικαιοσύνης θαυμασιώτατος, χήραις μὲν ἐπαρκῶν καὶ πένησιν, ὀρφανοῖς τε καὶ τοῖς ἐνδεομένοις, διανοεῖται προσπλέξαι πρὸς τὸν ἄνδρα, ἵν’ ὑποχείριον τοῦτον κτησάμενος δυνηθείη δι’ αὐτοῦ κατάρξαι οὐ μόνον τῆς Μεσοποταμίας, ἀλλὰ καὶ τοῦ κλίματος παντὸς τοῦ πρὸς τὴν
10Συρίαν τε καὶ Ῥωμανίαν. γράφει δὲ αὐτῷ ἐπιστολὴν διὰ Τύρβωνος τινὸς τῶν αὐτοῦ μαθητῶν ἀπὸ τοῦ πέρατος τοῦ Στράγγα ποταμοῦ, ἀπὸ καστέλλου Ἀραβίωνος οὕτω καλουμένου, ἥτις ἐπιστολὴ περιεῖχε τάδε. καί μοι λαβὼν ἀνάγνωθι τὸ ἐπιτήδευμα τῆς τοῦ ἀπατεῶνος μοχθηρίας.
6. «Μανιχαῖος ἀπόστολος Ἰησοῦ Χριστοῦ καὶ οἱ σὺν ἐμοὶ πάντες25 in vol. 3
Haer
.

3

.

26

ἅγιοι καὶ παρθένοι Μαρκέλλῳ τέκνῳ ἀγαπητῷ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ δεξιὰ τοῦ φωτὸς διατηρήσῃ σε ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ καὶ τῶν συμπτωμάτων αὐτοῦ καὶ παγίδων τοῦ πονηροῦ, ἀμήν.
5 Τὴν μὲν περὶ σὲ ἀγάπην μεγίστην οὖσαν αἰσθηθεὶς λίαν ἐχάρην, τὴν δὲ πίστιν οὐκ οὖσαν κατὰ τὸν ὀρθὸν λόγον ἠχθέσθην. ὅθεν πρὸς ἐπανόρθωσιν τοῦ τῶν ἀνθρώπων γένους ἀποσταλείς, φειδόμενός τε τῶν ἀπάτῃ καὶ πλάνῃ ἑαυτοὺς ἐκδεδωκότων, ταῦτα τὰ γράμματα πρὸς σὲ ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι· πρῶτον μὲν πρὸς σωτηρίαν τῆς
10σεαυτοῦ ψυχῆς, ἔπειτα δὲ καὶ τῶν ἅμα σοὶ τυγχανόντων, πρὸς τὸ 〈μὴ〉 ἀδιάκριτόν σε ἔχειν τὸν λογισμόν, ὡς οἱ τῶν ἁπλουστέρων καθηγεμόνες διδάσκουσι, λέγοντες τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀπὸ τοῦ αὐτοῦ φέρεσθαι καὶ μίαν ἀρχὴν εἰσηγούμενοι, οὔ〈τι〉 διακρίνοντες οὐδὲ διαιροῦντες ἀπὸ τοῦ φωτὸς τὸ σκότος καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ
15κακοῦ καὶ φαύλου καὶ τὸν ἔξωθεν ἄνθρωπον ἀπὸ τοῦ ἔνδον, ὡς προ‐ είπομεν, ἀλλὰ κιρνῶντες καὶ ἐγκαταμιγνύντες θάτερον θατέρῳ οὐ παύονται. σὺ δέ, ὦ τέκνον, μὴ ἴσα τοῖς πολλοῖς τῶν ἀνθρώπων ἀλογίστως καὶ ἁπλῶς ἀμφότερα, ὡς ἂν τύχοι, ἑνώσῃς, μηδὲ τῷ τῆς
ἀγαθωσύνης θεῷ ἀνατίθεσο. ἀρχὴν γὰρ καὶ τέλος καὶ τὸν τούτων26 in vol. 3
Haer
.

3

.

27

πατέρα τῶν κακῶν ἐπὶ τὸν θεὸν ἀναφέρουσιν «ὧν τὸ τέλος κατάρας ἐγγύς». οὔτε γὰρ τοῖς εἰρημένοις ἐν εὐαγγελίοις παρ’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ πιστεύουσιν, ὅτι «οὐ δύναται δένδρον καλὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ μὴν δένδρον
5κακὸν καλοὺς καρποὺς ποιῆσαι». καὶ πῶς τὸν θεὸν τοῦ σατανᾶ καὶ τῶν κακῶν αὐτοῦ πραγμάτων λέγειν τολμῶσι ποιητὴν καὶ δη‐ μιουργόν, θαυμάζειν μοι ἐπέρχεται. καὶ εἴθε μὲν ἄχρι τούτων ἔφθασεν αὐτῶν ἡ ματαιοπονία, καὶ μὴ τὸν Μονογενῆ, τὸν ἐκ τῶν κόλπων τοῦ πατρὸς καταβάντα Χριστόν, Μαρίας τινὸς γυναικὸς ἔλεγον
10εἶναι υἱόν, ἐξ αἵματος καὶ σαρκὸς καὶ τῆς ἄλλης δυσωδίας τῶν γυναι‐ κῶν γεγεννημένον. καὶ ἵνα μὴ τὰ πολλὰ διὰ τῆσδε τῆς ἐπιστολῆς γράφων εἰς μῆκος χρόνου διασύρω σου τὴν ἐπιείκειαν, οὐκ ἔχων τὰς φυσικὰς φράσεις, ἐπὶ τούτοις ἀρκεσθήσομαι. τὸ δ’ ὅλον γνώσῃ παρόν‐ τος μου πρὸς σέ, εἴ γε τῆς σεαυτοῦ σωτηρίας ἔτι φείδῃ. οὐδὲ γὰρ
15βρόχον τινὶ ἐπιβάλλω, ὡς οἱ τῶν πολλῶν ἀφρονέστεροι ποιοῦσιν. νόει ἃ λέγω, τέκνον τιμιώτατε». 7. Ταύτην ἀναγνοὺς τὴν ἐπιστολὴν ὁ ἀξιολογώτατος Μάρκελλος
καὶ θεοσεβέστατος ἀνὴρ καὶ διαφανὴς ἐθαύμαζε καὶ ἐξεπλήττετο. συμ‐27 in vol. 3
Haer
.

3

.

28

βέβηκε γὰρ Ἀρχέλαον τὸν τῆς πόλεως ἐπίσκοπον οἴκαδε ἅμα αὐτῷ συνεῖναι κατ’ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τὴν ἐπιστολὴν τοῦ Μανιχαίου μετὰ χεῖρας εἴληφεν ὁ τοῦ θεοῦ δοῦλος. ὁ δὲ Ἀρχέλαος γνοὺς τὴν αἰτίαν καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς ἔβρυχε τοὺς ὀδόντας, ὥσπερ λέων ὠρυόμενος, καὶ
5ζῆλον θεοῦ ἀναλαβὼν ἐπειρᾶτο ὁρμῆσαι μᾶλλον ἕως αὐτοῦ καὶ χειρώσασθαι τὸν τοιοῦτον, ὡς ἐπήλυτον ἐκ βαρβάρων, ὅθεν καὶ ὡρμᾶτο πρὸς ἀφανισμὸν τῶν υἱῶν τῶν ἀνθρώπων, ἐπαναστάντα. ὁ δὲ συνετὸς Μάρκελλος τὸν μὲν ἐπίσκοπον ἀξιώσας κατεπράϋνε, Τύρβωνι δὲ παρεκελεύετο δια‐ νύειν τὴν ὁδοιπορίαν πρὸς τὸν Μάνην ἐν τῷ καστέλλῳ Ἀραβίωνος, ἔνθα
10που ἐξεδέχετο τὸν Τύρβωνα (ἔστι δὲ τοῦτο τὸ φρούριον ἀνὰ μέσον τῶν Περσῶν καὶ ἀνὰ μέσον τῆς Μεσοποταμίας)· ὁ δὲ παρῃτήσατο τὴν πρὸς τὸν Μανιχαῖον ἄφιξιν, καὶ μὴ καταναγκάσας τὸν Τύρβωνα ἀποστέλλει τινὰ ταχυδρόμον τῶν ἰδίων, γράψας αὐτῷ ἐπιστολὴν τοιάνδε·
Ἐπιστολὴ Μαρκέλλου πρὸς Μανιχαῖον.
15 «Μάρκελλος ἀνὴρ ἐπίσημος Μανιχαίῳ τῷ διὰ τῆς ἐπιστολῆς δηλουμένῳ χαίρειν. Τὴν μὲν ὑπὸ σοῦ γραφεῖσαν ἐπιστολὴν προσηκάμην, τόν τε Τύρ‐ βωνα προσεδεξάμην κατὰ φιλοφροσύνην ἐμήν, τῶν δὲ γραμμάτων τὸν νοῦν οὐδαμῶς ἔγνων, εἰ μὴ σὺ παραγενόμενος φράσῃς ἡμῖν κατα‐
20λογάδην ἕκαστον, ὡς ὑπέσχου διὰ τῆς ἐπιστολῆς. ἔρρωσο». 8. Ταῦτα γνοὺς ὁ Μάνης ἐσκέπτετο οὐκ ἀγαθὴν εἶναι τὴν τοῦ Τύρ‐ βωνος ἐν καθέξει γενομένου ἀπουσίαν, πολλάκις δὲ καὶ ἑαυτὸν ἠπάτα, ἄλλα παρὰ τὰ ὄντα λογιζόμενος, πληροφορίας τῆς ἑαυτοῦ διανοίας χά‐ ριν· ὅμως διὰ τῆς ἐπιστολῆς λαβόμενος τὴν πρόφασιν δρομαίως ἧκε πρὸς
25τὸν Μάρκελλον. ὁ δὲ ἐπίσκοπος Ἀρχέλαος. ἔχων ἐν ἑαυτῷ μετὰ τοῦ λόγου καὶ τὸ ζηλωτικὸν τῆς πίστεως, ἐβουλεύετο εἰ ἦν δυνατὸν ἐξ αὐτῆς τὸν ἄνδρα, ὥσπερ πάρδαλιν ἢ λύκον ἤ τι ἕτερον τῶν θηρίων ἀγρεύσας, θανάτῳ παραδοῦναι, ἵνα μὴ λυμανθῇ τὰ θρέμματα τοιούτου θηρὸς ἐφόδῳ [τὴν εἴσοδον
κατανοῶν]. ὁ δὲ Μάρκελλος τῇ μακροθυμίᾳ μᾶλλον 〈προσανέχειν〉28 in vol. 3
Haer
.

3

.

29

ἠξίου καὶ ἀνεξικάκως τὸν πρὸς αὐτὸν διάλογον ἀπ’ αὐτοῦ γενέσθαι. ὁ δὲ ἤδη μεμαθηκὼς 〈ἦν〉 τῆς τοῦ Μάνη γνώμης τὴν πᾶσαν ὑπόθεσιν· διηγήσατο γὰρ αὐτοῖς ὁ Τύρβων, αὐτῷ τε καὶ Μαρκέλλῳ, τὴν τῆς αἱρέσεως πᾶσαν κενοφωνίαν· ὡς ὁ μὲν Μάνης δύο ἀρχὰς εἰσηγεῖται ἀνάρχους,
5ἀεὶ οὔσας καὶ μηδέποτε διαλειπούσας τοῦ εἶναι, ἀντικειμένας πρὸς ἀλλήλας, καὶ τῇ μὲν μιᾷ ὄνομα τίθησι τὸ φῶς καὶ ἀγαθόν, τῇ δὲ ἑτέρᾳ σκότος καὶ κακίαν, ὡς εἶναι θεὸν καὶ διάβολον. ποτὲ δὲ καὶ θεοὺς τοὺς ἀμφοτέρους καλεῖ, θεὸν ἀγαθὸν καὶ θεὸν πονηρόν. εἶναι δὲ ἐκ τῶν δύο ἀρχῶν τὰ πάντα καὶ συνεστάναι. καὶ τὴν μὲν μίαν ἀρχὴν τὰ ἀγαθὰ πάντα ποιεῖν,
10τὴν δὲ ἑτέραν ὁμοίως τὰ φαῦλα. μεμῖχθαι δὲ ἐν τῷ κόσμῳ τῶν δύο τούτων ἀρχῶν τὰς ὑποστάσεις, καὶ τὴν μὲν μίαν ἀρχὴν πεποιηκέναι τὸ σῶμα, τὴν δὲ ψυχὴν εἶναι τῆς ἑτέρας· αὐτὴν δὲ εἶναι τὴν ψυχὴν τὴν ἐν ἀνθρώποις καὶ ἐν παντὶ ζῴῳ καὶ πετεινῷ καὶ ἑρπετῷ καὶ κνωδάλῳ· οὐ μόνον ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς τὴν τῆς ζωῆς ἰκμάδα κίνησιν εἶναι ψυχῆς
15φάσκων, ἣν καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχουσαν λέγει. 9. Ἄλλα δὲ ὅσα μυθοποιῶν καὶ διδάσκων φάσκει· τὸν ἐσθίοντα σάρκας ψυχήν φησιν ἐσθίειν τὸν τοιοῦτον, καὶ εἶναι αὐτὸν ἔνοχον τοῦ καὶ αὐτὸν τοιοῦτόν τι γενέσθαι, ὡς εἰ ἔφαγε χοῖρον, χοῖρον αὖθις γενέσθαι ἢ ταῦρον ἢ ὄρνεον ἤ τι τῶν ἐδωδίμων κτισμάτων. διὸ ἐμψύχων οὐ μετέ‐
20χουσιν οἱ τοιοῦτοι. καὶ ἐάν, φησί, τις φυτεύσῃ ἢ συκῆν ἢ ἐλαίαν ἢ ἄμ‐ πελον ἢ συκομορέαν ἢ περσέαν, καὶ αὐτοῦ τελευτήσαντος αὖθις δεσ‐ μεῖσθαι [αὐτοῦ] τὴν ψυχὴν ἐν τοῖς κλάδοις ὧν ἐφύτευσε δένδρων, καὶ μὴ
δύνασθαι ὑπερβαίνειν. καὶ εἴ τις, φησί, γήμῃ γυναῖκα, αὖθις αὐτὸν μετὰ29 in vol. 3
Haer
.

3

.

30

τὴν ἐντεῦθεν ἀπαλλαγὴν μετενσωματοῦσθαι καὶ γίνεσθαι αὐτὸν γυναῖκα, ὅπως καὶ αὐτὸς γαμηθείη. καὶ εἴ τις, φησίν, ἐφόνευσεν ἄνθρωπον, μετὰ τὴν σώματος ἀπαλλαγὴν αὖθις καταστρέφεσθαι τὴν αὐτοῦ ψυχὴν εἰς κελεφοῦ σῶμα ἢ εἰς μῦν ἢ εἰς ὄφιν ἤ τι τοιοῦτον αὖθις ἔσεσθαι, ὁποίους
5καὶ ἐφόνευσεν. ἔφασκε δὲ πάλιν ὅτι ἡ σοφία ἡ ἄνωθεν τοῦ ἀγαθοῦ θεοῦ βουλευομένη τὴν ψυχὴν τὴν ἐν ἅπασι διαχυθεῖσαν *—εἶναι γάρ φησιν αὐτὸς καὶ οἱ ἀπ’ αὐτοῦ Μανιχαῖοι τὴν ψυχὴν μέρος θεοῦ καὶ ἀπ’ αὐτοῦ ἀποσπασθεῖσαν ἐν αἰχμαλωσίᾳ ἀρχόντων τῆς ἀντικειμένης ἀρχῆς τε καὶ ῥίζης 〈κατασχεθῆναι〉 καταβεβλῆσθαί 〈τε〉 ἐν τοῖς σώμασι κατὰ
10τοῦτον τὸν τρόπον, φησί, διὰ τὸ αὐτὴν βρῶμα ὑπάρχειν τῶν αὐτὴν ἁρ‐ παξάντων ἀρχόντων, καὶ * ἰσχύος παρεκτικὴν τοῖς αὐτοῖς καὶ ἐν σώμασι καταμερισάντων—τούτου ἕνεκα, φησίν, ἡ προειρημένη σοφία τοὺς φωστῆρας τούτους κατέθετο ἐν οὐρανῷ, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα, μηχανήν τινα ἐργασαμένη διὰ τῶν δώδεκα στοιχείων ὧν οἱ Ἕλληνες φάσκουσι.
15καὶ ταῦτα τὰ στοιχεῖα διισχυρίζεται ἀνιμᾶσθαι τὰς ψυχὰς τῶν τελευ‐ τώντων ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων, φαεινὰς οὔσας. φέρεσθαι δὲ ἐπὶ τὸ σκάφος· πλοῖα γὰρ θέλει λέγειν ἥλιόν τε καὶ σελήνην· καὶ τὸ μὲν μικρὸν πλοῖον φορτοῦσθαι ἕως ἡμερῶν δεκαπέντε, κατὰ τὴν πλήρωσιν τῆς σελήνης, καὶ οὕτω διαίρειν τε καὶ ἀποτίθεσθαι ἀπὸ πεντεκαιδεκάτης
20εἰς τὸ μέγα πλοῖον τουτέστι τὸν ἥλιον. τὸν δὲ ἥλιον τὴν μεγάλην ναῦν διαπορθμεύειν εἰς τὸν τῆς ζωῆς αἰῶνα καὶ μακάρων χῶρον. καὶ οὕτως τὰς ψυχὰς τὰς διὰ τοῦ ἡλίου καὶ τῆς σελήνης διαπορθμευθείσας *. ἐπὶ γὰρ τῶν ἐν γνώσει λέγει 〈γενομένων〉 τῆς αὐτοῦ χυδαιολογίας ταύτας καθαρθεί‐ σας καταξιοῦσθαι τῆς διαπορθμεύσεως ταύτης τῆς παρ’ αὐτῷ μυθοποιηθεί‐
25σης. πάλιν δὲ ψυχὴν οὐκέτι σῴζεσθαι, εἰ μή τι ἂν τῆς γνώσεως τῆς αὐτῆς μετάσχοι. καὶ πολλή τις ἐστὶν ἡ τῆς ποιήσεως ταύτης τραγῳδία. 10. Ὡς δὲ ταῦτα ἦν οὕτως καὶ ἐν καταλήψει γεγένηται ὑπὸ τοῦ
〈Τύρβωνος τούτων ὁ〉 Ἀρχέλαος, εἰς τὴν ἀντιβολὴν τοῦ ζητήματος ἑτοι‐30 in vol. 3
Haer
.

3

.

31

μότατος ὑπάρχων διὰ τὴν περὶ θεοῦ πολυποίκιλον γνῶσιν τοῦ ἀνδρὸς καὶ δι’ ἣν προεκέκτητο 〈εἴδησιν〉, παρὰ τοῦ Τύρβωνος ἀκριβῶς μεμαθη‐ κὼς τῆς περὶ τὸν ἄνδρα γοητείας τὰ πάντα, ἰδοὺ ὁ Μάνης παρεγένετο μεθ’ ὧν εἶχε μεθ’ ἑαυτοῦ ἀνδρῶν. ἐξ αὐτῆς οὖν καὶ εὐθὺς παρέρχονται
5εἰς συζήτησιν δημοσίᾳ ἐν αὐτῇ τῇ Κασχάρῃ, 〈Μάρκελλός τε καὶ Ἀρχέ‐ λαοσ〉, πρότερον εἰς τὴν αὐτῶν ἀντιβολὴν τοῦ ζητήματος αἱρησάμενοι ὁμοῦ κριτάς, Μάρσιπόν τινα ὀνόματι καὶ Κλαύδιον καὶ Αἰγιαλέα καὶ Κλεόβουλον, τὸν μὲν τῶν ἐκτὸς λόγων φιλόσοφον, τὸν δὲ ἰατροσοφιστήν, τὸν δὲ φύσει γραμματικὸν καὶ τὸν ἄλλον σοφιστήν. καὶ πολλῶν ῥη‐
10μάτων εἰρημένων ἐξ ἑκατέρων τῶν μερῶν, τοῦ τε Μάνη τὰ τῆς μυθώδους διδασκαλίας προβαλλομένου καὶ τοῦ Ἀρχελάου ὥσπερ ἀριστεύοντος ὁπλίτου [καὶ] τῇ ἰδίᾳ αὐτοῦ δυνάμει καθαιροῦντος τὰ βέλη τῶν δι’ ἐναν‐ τίας, τὸ πέρας τὸ ἧττον ἀπενεγκαμένου τοῦ Μάνη καὶ κρινάντων τῶν κριτῶν τὸ βραβεῖον εἶναι τῇ ἀληθείᾳ—ὅπερ οὐκ ἦν θαῦμα, αὐτοσυστάτου
15οὔσης τῆς ἀληθείας καὶ μὴ δυναμένης καθαιρεῖσθαι, κἄν τε ἀντιπράττοι ἡ ἀνομία ἀναισχυντίᾳ φερομένη τῷ τῆς ἀληθείας θεσμῷ, τοῦ ψεύδους μὴ ἔχοντος ὑπόστασιν μηδὲ βάσιν, ὡς καὶ ἡ σκιὰ τοῦ σκότους καὶ τοῦ ὄφεως τὸ σφαλερὸν τῆς ἐπιβάσεως καὶ ἀνέρειστον τῆς τῶν ποδῶν στερή‐ σεως—11. ἐντεῦθεν ὁ Μάνης ἀποδράσας, βουλομένων τῶν δήμων
20αὐτὸν λιθοβολῆσαι, εἰ μὴ ὅτι παρῆλθεν εἰς μέσον Μάρκελλος καὶ τῷ αἰδε‐31 in vol. 3
Haer
.

3

.

32

σίμῳ αὐτοῦ προσώπῳ κατεδυσώπησε τοὺς δήμους, ἐπεὶ ἂν ὁ τάλας νεκρὸς μένων πάλαι ἐτεθνήκει, ἀναχωρήσας τε ἔρχεται εἰς κώμην τινὰ τῆς Καλ‐ χάρων εἰς † Διοδωρίδα καλουμένην, ἐν ᾗ Τρύφων τις ἐπιεικέστατος κατ’ ἐκεῖνο καιροῦ ἐτύγχανε τῶν αὐτόθι πρεσβύτερος. παρ’ ᾧ ὁ Μάνης γενό‐
5μενος πάλιν ἐκύκα καυχώμενος. καταλαβὼν τὸν ἄνδρα, ἀγαθὸν μὲν τἄλλα καὶ θαυμαστὸν τῇ θεοσεβείᾳ, πενιχρὸν δὲ τῷ λόγῳ. ἀλλὰ καὶ ἐν τού‐ τοις οὐχ ὡς ὑπείληφεν ἴσχυσεν ἐπιτωθάζειν τῷ τοῦ Χριστοῦ δούλῳ. ὁ θεὸς γὰρ ἀεὶ τοῖς ἐπ’ αὐτὸν ἐλπίζουσιν ἑτοιμάζει τὰς ἐκ πνεύματος ἁγίου δωρεὰς ἐπιχορηγούμενος, ὡς καὶ ἐπηγγείλατο ἀψευδὴς ὢν ὅτι
10«μὴ μεριμνήσητε τί εἴπητε. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν». ἐντεῦθεν πάλιν βουληθέντος δια‐ λέξασθαι πρὸς Τρύφωνα τὸν πρεσβύτερον καὶ αὐτοῦ ἐν πολλοῖς ἀντει‐ πόντος, γράψαντός τε τῷ Ἀρχελάῳ περὶ τῆς ὑποθέσεως ταύτης ὅτι «ἀνήρ τις ἦλθεν ἐνταῦθα οἷα δὴ λύκος βαρὺς καὶ διολέσαι τὴν μάνδραν
15ἐπιχειρεῖ· ἀλλὰ παρακαλῶ ἀπόστειλόν μοι τί ἂν πρὸς τοῦτον ποιήσωμαι ἢ ποίοις λόγοις ἀντείπω τῇ αὐτοῦ κακοδιδασκαλίᾳ. καὶ εἰ μὲν αὐτὸς καταξιοῖς παραγενέσθαι. ἀμέριμνον ποιήσειας τὴν τοῦ Χριστοῦ μάνδραν καὶ τὰ θρέμματα αὐτοῦ», ὁ δὲ ἀπέστειλεν αὐτῷ δύο λόγους 〈ὡσ〉 ἐν προ‐ χείρῳ καταλαβέσθαι τὸν Μάνη, ἐκδέξασθαι δὲ τὴν αὐτοῦ παρουσίαν
20αὐτῷ ἐσήμανεν. ὁ Μάνης δὲ ἐν τῇ μέσῃ κώμῃ προῆλθεν ὀρθριαίτερον, προσποιούμενος ἐν τῷ συνάρξασθαι προκαλεῖσθαι τὸν Τρύφωνα εἰς λόγους ἥκειν. καὶ τοῦ Τρύφωνος ἰνδαλλομένου, ἀποκριθέντος τε αὐτῷ πρὸς ἔπος ὧν ᾔτησε κατὰ τὴν ἐκ θεοῦ δοθεῖσαν αὐτῷ σύνεσιν καὶ στροβήσαντος τὸν ἀπατεῶνα, ἠρέμα πως ἐν ᾧ ἑαυτῷ ἐνεδοίαζεν, ἀνακύπτει ὁ Ἀρχέλαος
25ὥσπερ ἰσχυρὸς οἰκοδεσπότης τῶν ἰδίων ἐπιμελούμενος καὶ μετὰ παρρησίας
ἐπελθὼν τῷ συλᾶν ἐπιχειροῦντι ἐνεβριμεῖτο. εὐθὺς δὲ ὡς εἶδεν ὁ Μάνης32 in vol. 3
Haer
.

3

.

33

τὸν Ἀρχέλαον, ὑποκοριστικῶς καθ’ ὑπόκρισιν ἔφη «ἔα με πρὸς Τρύφωνα διαλέγεσθαι· ὑπερβαίνει γάρ με τὸ σὸν ἀξίωμα διὰ τὸ ἐπίσκοπόν 〈σε εἶναι〉». ὁ δὲ καὶ μετὰ ἐλέγχου τοῦ λόγου μείζονα αὐτὸν ὑποκριτὴν ὑποδείξας ἀπεφίμωσεν, τῶν δὲ ὑπ’ ἐκείνου προτεθέντων λόγων τὰς ἐπιλύσεις ποιησά‐
5μενος αὖθις εἰς αἰσχύνην αὐτὸν κατέστησε, μηκέτι δυνάμενον διαίρειν στόμα. οἱ δὲ λαοὶ ζῆλον πάλιν ἀνειληφότες ἐπειρῶντο τὸν ἀλιτήριον διαχειρίσασθαι. ὁ δὲ ἀποδρὰς τοὺς δήμους καὶ * εἰς τὸ προειρημένον κάστελλον Ἀραβίωνος πάλιν ἀφικνεῖται. 12. Ἐκεῖθεν δὲ ὁ τῶν Περσῶν βασιλεύς, γνοὺς τὴν τοῦ Μάνη κατα‐
10φυγήν, ἀποστείλας καὶ χειρωσάμενος αὐτὸν ἐν τῷ προειρημένῳ καστέλλῳ, εἰς τὴν Περσίδα ἀτίμως καθείλκυσε καὶ τὸ δέρμα αὐτοῦ καλάμῳ κελεύ‐ σας ἐκδαρῆναι οὕτω τὴν τιμωρίαν αὐτῷ ἀπέδωκεν· ὅθεν καὶ ἐκδαρέντα καλάμῳ καὶ τὸν ἀσκὸν αὐτοῦ ἐμπλησθέντα ἀχύρων ἔτι καὶ δεῦρο ἐν Περ‐ σίδι ἔχουσι· καὶ οὕτω τὸν βίον κατέστρεψε· διὸ αὐτοὶ οἱ Μανιχαῖοι ἐπὶ
15καλάμοις τὰς κοίτας αὐτῶν ποιοῦνται. οὕτω δὲ αὐτοῦ ἀποθανόντος καὶ καταλείψαντος τοὺς ἑαυτοῦ μαθητὰς οὓς εἴπομεν, Ἀδδᾶν καὶ Θωμᾶν καὶ Ἑρμείαν, 〈οἳ〉 πρὶν ἢ αὐτὸν τὴν δίκην ἀπολαβεῖν κατὰ τὸν δεδηλω‐ μένον τρόπον ἦσαν ἀποσταλέντες ὑπ’ αὐτοῦ, ὁ μὲν Ἑρμείας 〈ἦλθεν〉 εἰς τὴν Αἴγυπτον, ᾧ καὶ συνέτυχον πολλοὶ * οὐκ ἔστι γὰρ ἀρχαΐζουσα
20ἡ αἵρεσις, καὶ οἱ συντετυχηκότες τῷ προειρημένῳ Ἑρμείᾳ, μαθητῇ ὄντι
τοῦ Μάνη, ἡμῖν τὰ κατ’ αὐτὸν διηγήσαντο· Ἀδδᾶς δὲ ἐπὶ τὰ ἀνωτερικὰ33 in vol. 3
Haer
.

3

.

34

μέρη, Θωμᾶς δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἐξ ὧν ἐκρατύνθη τὸ δόγμα εἰσέτι δεῦρο. ἔλεγε δὲ ἑαυτὸν ὁ Μάνης εἶναι τὸ πνεῦμα τὸ παράκλητον, καὶ ποτὲ μὲν ἀπόστολον φάσκει ἑαυτὸν Χριστοῦ, ποτὲ δὲ πνεῦμα παράκλητον καὶ πολλὴ τῆς τυφλώσεως τούτου κακόδοξος ἀλλοιοτροπία.
5 13. Ἐντεῦθεν λοιπόν, ἀγαπητοί, χρεία ἡμῖν γίνεταί 〈τινα〉 εἰς τὴν αἵρεσιν εἰπεῖν καὶ εἰς τὴν αὐτῆς ματαιοφροσύνην· τὰ γὰρ παρελθόντα πάντα κατὰ ἱστορίαν ὑφηγησάμην. ὅθεν δὴ ἄρχεται διδάσκειν τε καὶ γράφειν καὶ λέγειν ὁ χαλεπώτατος Μάνης ἐν τῷ περὶ πίστεως αὐτοῦ
λόγῳ. βίβλους γὰρ οὗτος διαφόρους ἐξέθετο, μίαν μὲν ἰσάριθμον 〈τῶν〉34 in vol. 3
Haer
.

3

.

35

εἴκοσι δύο στοιχείων τῶν κατὰ τὴν τῶν Σύρων στοιχείωσιν † δι’ ἀλφαβήτων συγκειμένην· —χρῶνται γὰρ οἱ πλεῖστοι τῶν Περσῶν μετὰ 〈τὰ〉 Περσικὰ στοιχεῖα καὶ τοῖς Σύρων γράμμασι, ὥσπερ παρ’ ἡμῖν πολλὰ ἔθνη τοῖς Ἑλληνικοῖς κέχρηνται, καίτοι γε ὄντων σχεδὸν
5κατὰ ἔθνος ἰδίων γραμμάτων. ἄλλοι δὲ δῆθεν τὴν βαθυτάτην τῶν Σύρων διάλεκτον σεμνύνονται τήν τε κατὰ τὴν Πάλμυραν διάλεκτον, αὐτήν τε καὶ τὰ αὐτῶν στοιχεῖα. εἴκοσι δύο δὲ ταῦτα ὑπάρχει· διόπερ καὶ ἡ αὐτὴ βίβλος εἰς εἴκοσι δύο τμήματα λόγων τέτμηται. —ταύτῃ δὲ ἐπιτίθησιν ὄνομα Μανιχαίου Μυστήρια, ἑτέρᾳ δὲ Θησαυρός. καὶ ἄλλας δὴ βίβλους
10καττύσας φαντάζεται, τὸν μικρὸν δὴ Θησαυρὸν οὕτω καλούμενον, ἄλλην δὲ τὴν περὶ ἀστρολογίας. οὐ γὰρ ἀποδέουσι τῆς τοιαύτης περιεργίας,
ἀλλὰ μᾶλλον αὐτοῖς ἐν προχείρῳ καυχήματος πρόκειται ἀστρονομία καὶ35 in vol. 3
Haer
.

3

.

36

φυλακτήρια, φημὶ δὲ τὰ περίαπτα, καὶ ἄλλαι τινὲς ἐπῳδαὶ καὶ μαγγανεῖαι· ἄρχεται γοῦν ἐν τῇ αὐτοῦ βίβλῳ λέγειν ὁ αὐτὸς Μάνης· 14. «Ἦν θεὸς καὶ ὕλη, φῶς καὶ σκότος, ἀγαθὸν καὶ κακόν, τοῖς πᾶσιν ἄκρως ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ.»
5καὶ οὗτος μέν ἐστιν ὁ πρόλογος τοῦ ἀγύρτου. ἐντεῦθεν ἄρχεται τῆς αὐτοῦ κακομηχανίας. καὶ ἡ μὲν βίβλος ἐν πλάτει κεῖται, τοιαῦτά τινα φαῦλα ἄττα περιέχουσα, ὧν τὴν δυσκολίαν καὶ τὴν ἐναντιότητα τῶν λόγων καὶ ἀπ’ αὐτῆς τῆς ἀρχῆς τοῦ σκοποῦ ἐστι περιληπτέον. εἰ γὰρ καὶ πολλὴ ἡ λοιπὴ φλυαρία καὶ μυθώδης ὑπόθεσις, ἐκ τῆς εἰσαγωγῆς τὸ πᾶν δειχ‐
10θήσεται τῆς αὐτοῦ πονηρίας. τὸ γὰρ «ἦν θεὸς καὶ ὕλη» οὐδὲν ἀποδέον τῆς τῶν Ἑλλήνων ματαίας ὑπονοίας ὑφηγήσατο. εὐάλωτον δὲ καὶ ῥᾴδιον καὶ εὐκατάλυτον τῆς συκοφαντίας τοῦτο τὸ κενοφρόνημα. δύο γὰρ ἐπὶ τὸ αὐτὸ εἶναι σύγχρονά τε καὶ ἀίδια ἐξ εὐλόγων λογισμῶν καὶ συνετῆς εὐνοίας ἀδύνατον εἶναι * παρὰ τῷ κρίνειν εὐλόγως γινώσκοντι.
15καὶ γνωστέον τοῦτο ἔσται παντὶ τῷ σύνεσιν κεκτημένῳ. εἰ γὰρ τὰ δύο σύγχρονα, οὐδὲ κἂν τῷ ὀνόματι διήλλακται. πᾶν γὰρ τὸ σύγχρονον καὶ συναΐδιον, τὸ δὲ συναΐδιον καὶ ἀεὶ ὑπάρχον τοῦτο θεός, μάλιστα ἀπό τινος αἰτίου ἀρχὴν μὴ εἰληφός. οὐδὲν γὰρ ἀίδιον ἢ μόνον θεός. δια‐ φόροις δὲ ὀνόμασι ταύτας τὰς ἀρχὰς ἐξέθου, ὦ βάρβαρε τὴν φρένα καὶ
20πολέμιε τῆς ἀνθρωπείας φύσεως. τὸ μὲν 〈γὰρ〉 ἐξέθου φῶς, τὸ δὲ σκότος, τὸ δ’ αὖ ἀγαθὸν καὶ τὸ ἕτερον κακόν. φάσκεις δὲ ὅτι τοῖς πᾶσιν ἄκρως ἐστὶ ταῦτα ἐναντία, ὡς κατὰ μηδὲν ἐπικοινωνεῖν θάτερον θατέρῳ.
οὐκοῦν χωρίζεις ταῦτα ἀπ’ ἀλλήλων· δῆλον γὰρ ὅτι ἐναντία, ὡς ἔφης. εἰ36 in vol. 3
Haer
.

3

.

37

δὲ συνόντα πέφυκε, φίλα καὶ σύμφωνα τὰ ἀλλήλοις συνόντα εὑρεθήσεται, συνδιατρίβοντά τε καὶ συγκοινωνοῦντα καὶ μηδ’ ὅλως ἀπ’ ἀλλήλων ἀπαλ‐ λαττόμενα δι’ ὑπερβολὴν φιλίας. εἰ δὲ χωρὶς ἀλλήλων ἐστί, πάντως ἕκαστον τούτων πεπέρασται. πᾶν δὲ τὸ πεπερασμένον οὐ τέλειον. ὁρίζεται
5γὰρ διὰ τοῦ πεπεράσθαι. ἄλλως δὲ καὶ ζητηθήσεται ὅριον εἰς δια‐ περασμὸν ἀμφοτέρων, ἵνα μὴ κατὰ τὰ τέρματα ἀλλήλων ἐφαπτόμενα ἀμφότερα τὰ ἴδια διὰ τῶν τερμάτων ἀλλήλοις συνάπτηται καὶ ἐπικοινωνήσειε θάτερον θατέρῳ καὶ τὸν τῆς ἐναντιότητος ἀφανίσῃ ὅρον· καὶ εἰ δῴης τι διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων, οὐκέτι τὸ διεῖργον ὅμοιον ἔσται
10τούτοις, ἀλλ’ οὐθ’ ἕτερον ἔσται τῶν ἀμφοτέρων. εἰ γὰρ ἀπὸ ἑνὸς μέρους ἀφομοιωθήσεται τὸ διεῖργον ἑνὶ τῶν δύο τῶν πρότερον εἰρημένων ἀιδίων, ἀπὸ τοῦ ἀφομοιουμένου οὐκέτι ἀλλότριον εἴη τὸ διεῖργον, ἀλλὰ συναπτόμενον τῷ ἀφομοιουμένῳ, καὶ διὰ τοῦ ἐξισουμένου μέρους ἔσται ἡ συνάφεια καὶ οὐκέτι τερματισθήσεται ἐν τῇ τῶν δύο φύσεων ἀπ’ ἀλλή‐
15λων διαστάσει. εἰ δὲ καὶ ἔστιν οὔτε ὅμοιον τῶν δύο οὔτε μέτοχον ἀπὸ37 in vol. 3
Haer
.

3

.

38

μέρους θατέρου, οὐκέτι δύο ἐστὶ τὰ ἀίδια καὶ ἀεὶ ὄντα, ἀλλὰ λοιπόν ἐστι τρία, καὶ οὐκέτι δύο ἀρχαὶ καὶ δύο ἀλλήλοις ἐναντία τὰ πρῶτα, ἀλλὰ τρίτον ἄλλο, καὶ ἐναντίον τῶν ἀμφοτέρων καὶ ἀνόμοιον τοῖς ἀμφοτέροις καὶ διεῖργον ἀνὰ μέσον τοῖν δυοῖν καὶ μὴ θατέρῳ ἐπικοινωνοῦν διὰ τὸ
5ἀλλόκοτον καὶ οὐδὲν ἀμφοτέρων λαμβάνον τὴν ὁμοίωσιν. καὶ λοιπὸν ἔσται οὐκέτι δύο, ἀλλὰ τρία ταῦτα. ἄλλως δὲ καὶ ζητηθήσεται ἄλλος ὁ μεσιτεύσας καὶ τὸν ὅρον τοῦτον ἐμβαλὼν τέταρτος. οὐ γὰρ ἠδύναντο οἱ δύο ἐκθέσθαι τὸν ὅρον ἢ τὸ τεῖχος, εἰ μὴ ἕτερος εἴη ὁ ὁροθέτης, ὁ τὸ διεῖργον ἀνὰ μέσον τῶν ἀμφοτέρων ἐμβαλών, ἀλλὰ καὶ εἰδήμων τὴν
10ἐπιστήμην καὶ συνετὸς τὸν τρόπον καὶ ἐπιεικὴς καὶ ἐνδοξότερος, ὥστε δύνασθαι πεῖσαι ἀμφοτέρους εἰς συμβιβασμὸν εἰρήνης. ἔσται οὖν εἷς ὁ ὁροθετῶν καὶ ἓν τὸ διεῖργον καὶ δύο τὰ τερματιζόμενα, καὶ οὐκέτι δύο ἀρχαὶ μόνον, ἀλλὰ καὶ τρεῖς καὶ τέσσαρες. καὶ κατὰ τοῦτον τὸν τρόπον ἐπὶ πολλὰς ἀρχὰς τὴν διάνοιαν τρέπειν ἔνεστι καὶ ἐᾶν τὰ ὄντα καὶ φαν‐
15τάζεσθαι τὰ μὴ ὄντα. 15. Ἐν δὲ τῷ ζητεῖν τὸν ἀλιτήριον κακίαν δῆθεν μὴ προσμῖξαι θεῷ—καὶ γὰρ καὶ ἄτοπόν ἐστι 〈κακίαν〉 θεῷ προσάψαι. ὡμολόγηται γὰρ ἐν τῷ χαρακτῆρι τῆς ἐκκλησιαστικῆς διδασκαλίας ἀλλότριον παντάπασι τὸ θεῖον καὶ ἀμιγὲς κακίας ὑπάρχειν. θεὸς γὰρ οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ
20«πάντα καλὰ λίαν», ἀγαθὸς ὢν τὴν φύσιν, ἀκατάληπτος τὴν οὐσίαν, πάντα περιέχων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς περιεχόμενος. οὔτε τοίνυν τὸ κακὸν ἦν ἀεὶ οὔτε ἐκ θεοῦ τὸ κακὸν γεγένηται. μήτε οὖν ὄντος τοῦ κακοῦ [μήτε
ὄντος] ἀεὶ μήτε ἐκ θεοῦ γεγενημένου, λοιπὸν ζητεῖν ἔστι, ποῖον τρόπον38 in vol. 3
Haer
.

3

.

39

τὸ μὴ ὂν ἀεί, ἀρχὴν δὲ ἐσχηκὸς τοῦ εἶναι, λῆγον τε καὶ ἀπολλύμενον καὶ εἰς τέλος μὴ παραμένον, πόθεν 〈τε〉 ἔσχε τὴν ἀρχήν. καὶ ὅταν τοῦτο ζητήσωμεν, πρῶτον διανοητέον ἐστὶν [ὅτι] ὁποῖόν ἐστι τὸ κακὸν καὶ ἐν ποίῳ γίνεται τὸ κακόν, καὶ εἰ ἔστιν ἐμπερίγραφόν τι ἢ σῶμα ὡς εἰπεῖν ἢ ὑπό‐
5στασιν ἔχει ἢ καὶ ῥίζαν δύναται κεκτῆσθαι. καὶ ὅταν ταῦτα ἐν ἑαυτοῖς διασκο‐ πήσωμεν, ἀνυπόστατον εὑρεθήσεται τὸ κακὸν καὶ μηδεμίαν ῥίζαν ἔχον, ἀλλὰ ἕως ἔργων μόνον ἐστὶ πρακτικῆς ἀνθρωπίνης ἐνεργείας ἀποτελεστικόν. ἐν τῷ γὰρ ποιεῖν ἡμᾶς τὸ κακὸν ἔστιν, ἐν δὲ τῷ μὴ ποιεῖν οὐχ ὑπάρχει, τῆς ἐννοίας ἐφευρισκούσης τὸ τί ποτέ ἐστι τὸ πονηρὸν ἐργάσασθαι, οὐκ
10ἀρέσκον θεῷ καὶ οὔτε δυνάμενον ἀντιλέγειν θεῷ οὐδὲ ἀντιμάχεσθαι πρὸς τὸ θεῖον. πᾶν γὰρ τὸ ὑπὸ ἀνθρώπων δυνάμενον ἐκκόπτεσθαι καὶ ἀναι‐ ρεῖσθαι πολλῷ μᾶλλον πρὸς θεὸν ἀντέχειν ἀδύνατον. 16. Ἅμα δὲ καὶ περὶ διαβόλου οὕτως διαληπτέον, οὐκ ἀπὸ κτίσεως φυσικῶς κακοῦ κεκτισμένου, ἀλλὰ ἑαυτῷ μετὰ χρόνον τὸ ποιεῖν κακὸν
15ἐφευραμένου, οὐκ ἀγνοουμένου δὲ ὁποῖος ἔμελλεν ἔσεσθαι, ἀλλὰ κτι‐ σθέντος μὲν ἅμα πᾶσι καλῶς διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης χρη‐ σιμώτατα. τῷ τὸν θεόν, δι’ ὑπερβολὴν ἀγαθότητος πάντας καὶ πάντα
〈καλὰ〉 θελήσαντα εἶναι καὶ τὰ αὐτοῦ ἀγαθὰ πᾶσι προθέμενον, κατὰ39 in vol. 3
Haer
.

3

.

40

συγχώρησιν δὲ αὐτεξουσιότητος συγχωρεῖν τοῖς ἅπασιν ἰδίᾳ βουλήσει χρῆσθαι 〈ἐφ’〉 ᾧ θελήσειαν ἐπιχειρήματι ἕκαστος, ἵνα αὐτὸς μὲν ἀναίτιος τῶν φαύλων εἴη, διάκρισις δὲ ἔσται τῶν εἰς ἀρετὴν προκοπτόντων καὶ πάλιν τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθότητος τὰ βραβεῖα εἰσκομι‐
5ζομένων. ὁ δὲ μανιώδης οὗτος Μάνης, βουλόμενος κακίας ὑπεξαιρεῖν τὸν θεόν, μᾶλλον αὐτῷ κακίαν πρὸς ἴσον ἀντεκατέστησεν. ὁμοῦ δὲ κακίζων τὴν πᾶσαν κτίσιν οὐκ αἰσχύνεται, ἐκ τῶν ἐν ἡμῖν σφαλμάτων γινομένων τὰς προφάσεις ἀπεμπολήσας καὶ εἰς τὴν πᾶσαν δημιουργίαν * τῶν ἰσορρό‐ πων συνυφήνας, ὑπέρμαχος μᾶλλον γεγένηται καὶ ὑπερασπιστὴς ἧς
10φάσκει ἀπαγορεύειν κακίας καὶ ἀντὶ τοῦ πρὸς αὐτὴν μίσους φιλίαν τινὰ καὶ κοινωνίαν πρὸς αὐτὴν ἀσπάζεται, ὁπότε σύστασιν αὐτῇ δίδωσι καὶ ἀιδιάζουσαν αὐτὴν καταγγέλλει, σὺν θεῷ τε ἀεὶ οὖσαν καὶ μηδέποτε λήγουσαν τοῦ εἶναι. ὀνόμασι δέ τισιν αὐτὴν ἀποκαλῶν διὰ πασῶν τῶν ὑποθέσεων
15ἐκπεσὼν τῆς ἀληθείας φωραθήσεται, τῆς πάσης κτίσεως ἐκ θεοῦ καλῶς ἐκτισμένης, ἐξ ὧν αὐτὸς παρατίθεται μαρτυριῶν. 17. Καὶ πρῶτον μὲν ὅτι ὕλην ταύτην κέκληκε, κατὰ δὲ τὸν αὐτὸν νοῦν λογίζεται ταύτην εἶναι φθοράν. καὶ πρῶτον μέν· εἰ ἔστι φθορά, τινὸς ἄρα εἴη φθορά; καὶ εἰ μὲν ἄλλων φθορὰ ὑπάρχει, αὐτὴ δὲ ἐμπαράμονός ἐστιν, ἄρα ἔκπαλαι
20ἔφθειρε τὰ ὄντα καὶ μόνη αὕτη συνέστηκεν, ἐν χρόνῳ τοσούτῳ τὸ τῆς αὐτῆς δυνάμεως ἐνεργητικὸν ἐργαζομένη καὶ μὴ ἐκκοπτομένη. εἰ δὲ ἑαυτῆς ἐστι φθορά, φθείρουσά τε καὶ δαμάζουσα καὶ ἀναλίσκουσα καὶ ἀπόλλουσα, ἀπολλυμένη ἐστὶ καὶ οὐ σταθήσεται, ἑαυτῆς ἀναλωτική τις οὖσα καὶ φθαρτική. πῶς οὖν ἕστηκε τοσοῦτον χρόνον ὑπάρχουσα κατὰ τὸν 〈τοῦ〉
25ἀγύρτου λόγον ἅμα δὲ οὐ συγκοινωνήσει ὅλως τῇ ζωῇ, οὐδὲ ἅμα ζωῆς 〈μέτοχοσ〉 εὑρεθήσεται οὐδὲ ἀγαθότητος; ὁπότε δὲ ἐν ἑκάστῳ τῶν
ὑπ’ αὐτοῦ κακιζομένων κτισμάτων καὶ ἀγαθότης ἔνεστι, διέπεσε παν‐40 in vol. 3
Haer
.

3

.

41

ταχόθεν ὁ περὶ κακίας αὐτοῦ λόγος, διὰ τὸ ἐπικοινωνεῖν θάτερον τῶν ὑπ’ αὐτοῦ λεγομένων θατέρῳ, [ὡς εἰπεῖν περὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἰοβόλων.] ὅσα γάρ ἐστιν ἐπὶ τὸ χρήσιμον κατεσκευασμένα, παρ’ αὐτῷ δὲ τῷ ὀνόματι κακιζόμενα, ἐν αὐτοῖς καὶ τὸ ἀντίθετον τῆς
5κακίας εὑρίσκεται, ὡς εἰπεῖν ἐπὶ ὄφεων καὶ τῶν ἄλλων 〈ἑρπετῶν ἰοβόλων〉. ἐξ ὧν γὰρ ἰὸς εἰς θάνατον, ἐν αὐτοῖς καὶ ἀντίδοτος πρὸς ἀφανισμὸν θα‐ νάτου καὶ κακώσεως † κακιζομένων. καὶ ἡμέρα μὲν εἰς ἐργασίαν ἀνθρώ‐ ποις, ὡς καὶ εἰς τὸ φωτίζεσθαί τε καὶ ὁρᾶν· ἀλλὰ καὶ ἡ νὺξ ἡ παρ’ αὐτῷ ὀνόματι κακιζομένη ἀνάπαυσίς τις εὑρίσκεται ἐκ θεοῦ ἀνθρώποις γε‐
10γονυῖα· καὶ οὕτως τὸ καθ’ ἓν ἀγαθὸν ὑπάρχον εὑρίσκεται καὶ μὴ δυνά‐ μενον ἀπὸ τῶν ἐν ἡμῖν ἁμαρτημάτων τὸ ὄνομα ἔχειν ἢ 〈εἰσ〉 τὸ ἴσον τοῦ κακοῦ τὴν ὁμωνυμίαν φέρειν. 18. Πάντα γὰρ καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον, τῷ 〈λέγοντι〉 «καὶ ἰδού, φησί, πάντα καλὰ λίαν». καὶ οὐδαμοῦ κακίας ἐστὶ ῥίζα. τού‐
15του γὰρ χάριν καὶ ὁ θεὸς ἐξ ὑπαρχῆς, κτίζων τὸν πάντα κόσμον τῇ αὐτοῦ ἀγαθότητι, καθ’ ἕκαστον τῶν κτισμάτων τὸ καλὸν ἐπέφερε, λέγων «καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν», ὅπως τῷ καλῷ μαρτυρήσῃ καὶ ἀνέλοι τὴν τῶν ἐπιβούλων τῆς ἀνθρωπείας φύσεως δεινότητα, τῶν διὰ μύθων πονηρῶν ἐπινοησάντων ἀφανίσαι ἐκ τῶν ἀνθρώπων τὴν ἀλήθειαν. ἐποίησε γὰρ
20τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸ φῶς καὶ τὰ ἐν τῇ γῇ ἐν τῇ πρώτῃ ἡμέρᾳ «καὶ εἶδε, καὶ ἰδοὺ καλόν», φησὶν ἡ γραφή. ἆρα γὰρ οὐκ ᾔδει ὅτι καλὸν ἤμελλεν ἐργάζεσθαι, ὅτι μετὰ τὸ γενέσθαι λέγει «ἰδοὺ καλόν»; καὶ οὕτω καθεξῆς ἐπὶ τῶν ὑδάτων, ἐπὶ τῆς θαλάσσης, ἐπὶ τῶν βλαστημάτων, ἐπὶ τῶν ξύλων, ἐπὶ τῶν φωστήρων ἐν οὐρανῷ, ἐπὶ τῶν κτηνῶν, ἐπὶ τῶν
25πτηνῶν καὶ ἑρπετῶν καὶ ἰχθύων. καθ’ ἕκαστον γὰρ ἔλεγε «καὶ εἶδεν ὁ θεός, καὶ ἰδοὺ καλόν», οὐ τὸ πρότερον ἀγνοῶν οὐδὲ μετὰ τὸ γενέσθαι
〈μαθών〉, ὡς διὰ πείρας ἐσχηκὼς τὸ εἰδέναι ὅτι καλόν, ἀλλὰ ἀπὸ τοῦ41 in vol. 3
Haer
.

3

.

42

εἶναι πάντα καλὰ καὶ οὐδαμοῦ εἶναι κακὸν προεθέσπιζε διὰ τὴν τῶν κακοβούλων δόξαν· τῶν πάντων ἀγαθῶν ὄντων καὶ καλῶν μαρτυρουμένων κατὰ τὴν τοῦ καλοῦ ἀληθεστάτην μαρτυρίαν τὸ 〈«ἰδοὺ〉 καλὸν» ἔλεγε, 〈ὁ〉 στέρησις ὢν παντὸς κακοῦ καὶ πάσης κακίας, [καὶ] ἵνα ἀπὸ τοῦ καλὸν εἶναι
5τὸ πᾶν ἀναιρῆται ὁ περὶ κακίας ἐν ἀνθρώποις ἐπινενοημένος λόγος, ἵνα τὴν πᾶσαν ὑπόληψιν τῶν τὴν κακότροπον διδασκαλίαν παρεισφερόντων παντάπασιν ἀνέλοι. εἶτα ἐλθὼν ἐπὶ τὸν ἄνθρωπον οὐκ εἶπεν ὅτι καλόν, οὐχ ὅτι κακὸν ὁ ἄνθρωπος, τὸ ἐξοχώτατον παρὰ πάντα τὰ ἐπὶ τῆς γῆς ἐκτισμένα, τὸ ἐπὶ τῷ ἄρχειν ἐκ θεοῦ ἐκτισμένον σοφίᾳ ἀρρήτῳ, ᾧ ἔμελλε
10παραδιδόναι θεὸς τὴν δεσποτείαν τῶν ὑπ’ αὐτοῦ πάντων ἐκτισμένων, ὥς φησι «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἑρπετῶν τῆς γῆς καὶ κτηνῶν καὶ θηρίων καὶ πάντων τῶν ὄντων ἐπὶ τῆς γῆς». ἀλλ’ ἐπειδὴ κατ’ εἰκόνα θεοῦ ἐκτίσθη, ἠρκέσθη τὸ θεῖον γράμμα
15τῷ τοσούτῳ ἀξιώματι, μὴ χρείαν ἔχοντι προσθήκης ἔτι. εἰ γὰρ αὐτῆς τῆς ἀγαθότητος εἶχε κεκτημένος τὴν εἰκόνα, φημὶ δὲ τοῦ κυρίου θεοῦ, πάσης κτίσεως δημιουργοῦ καὶ ἀγαθοῦ, ἐξ οὗ πᾶσα πηγὴ ἀγαθωσύνης, ἐξ οὗ τὸ ἀγαθὸν ἐν πᾶσιν ὑπάρχει, πῶς ἔτι χρείαν εἶχε μαρτυρίας 〈τοῦ〉 ἀκοῦσαι ὅτι ἰδοὺ καλόν, ὁπότε τὴν εἰκόνα αὐτοῦ τοῦ καλοῦ εἶχε
20κεκτημένος; ἐς ὕστερον δὲ ἐπὶ τέλει τῶν ὅλων, μετὰ τὸ ποιῆσαι πᾶσαν δημιουργίαν, ἐπισφραγισάμενος ὁ θεῖος λόγος τοῖς πᾶσι τὴν αὐτὴν μαρτυρίαν προὔθετο φάσκων «καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν», μετὰ προσθήκης τοῦ λίαν εἰπών—αὕτη δὲ ἐτύγχανεν ἕκτη ἡμέρα καὶ ἑβδόμη καταπαύσεως—, ἵνα τὴν ῥίζαν τῆς περὶ τοῦ κακοῦ
25〈δόξησ〉 ἀνελὼν μηκέτι εὕροι πρόφασίν τις τοῦτο τολμῆσαι, ἀιδιάζουσαν τὴν κακίαν διανοεῖσθαι. ἀνῄρηται γὰρ ὁ αὐτὸς περὶ ταύτης λόγος. οὐδα‐ μοῦ γὰρ ἦν τὸ κακὸν, πάντων καλῶν ὄντων λίαν καὶ ἐκ θεοῦ ἀγαθοῦ γεγενημένων καὶ μεμαρτυρημένων. 19. Ὕλης δὲ διττὴ ἡ ὀνομασία. τὸ μὲν γάρ, ὡς ἔφην, κατὰ τὸν
30νοῦν τοῦ ἀλιτηρίου ἐστὶν ἐνεργείας καὶ φθορᾶς ἀναλωτικῆς ὄνομα. ὕλην42 in vol. 3
Haer
.

3

.

43

δὲ εἰώθαμεν λέγειν τὴν 〈εἰσ〉 κόσμησιν ἑκάστου πράγματος τοῖς τὰς τέχνας ἐργαζομένοις *, ὡς εἰπεῖν ὕλη ξύλων, ὕλη πηλουργίας, ὕλη χρυσοῦ, ὕλη ἀργύρου. λέγεται δὲ ὕλη 〈καὶ〉 τῆς ἐργασίας ἐν τοῖς σώμασιν ἡ ἀπὸ φθαρμάτων † κακώσεως συναγομένη. λεγέτω τοίνυν ὁ πρόσφατος ἥκων
5μάντις καὶ τὰ πρὸ αἰώνων ἐπαγγελλόμενος * ἐτόλμησε γὰρ ὁ τοιοῦτος καὶ πνεῦμα παράκλητον ἑαυτὸν λέγειν· ἄλλοτε δὲ ἀπό‐ στολον Ἰησοῦ Χριστοῦ ἑαυτόν, ὡς ἔφην, ἐπιφημίζει, οὔτε εἶδος περιστε‐ ρᾶς ποτε ἐνδυσάμενος οὐδὲ τὸ ἀπ’ οὐρανοῦ εἰς ἔνδυμα ἀφθαρσίας δύνα‐ μιν * τοῖς ἀποστόλοις πεμφθὲν πνεῦμα παράκλητον, ὃ ἐπηγγείλατο πέμ‐
10πειν ὁ μονογενής, «οὐ μετὰ πολλὰς ἡμέρας» ἐκεῖνο ὁρισάμενος, ἀλλὰ εὐθὺς αὐτοῦ ἀνελθόντος, ὡς ἔλεγεν «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται». καὶ εὐθὺς ἐν τῷ ὑπερῴῳ «ἐπλήσθησαν πνεύματος ἁγίου», ἐν τῷ ἀνα‐ κάμψαι αὐτοὺς ἀπὸ τοῦ ὄρους τῶν ἐλαιῶν, κατὰ τὸ γεγραμμένον «καὶ ὤφθησαν αὐτοῖς γλῶσσαι πυρὸς διαμεριζόμεναι», καὶ ὁ οἶκος ἐνεπλήσθη
15ὥσπερ πνοῆς βιαίας, καὶ ἐπεκάθισε τὸ πνεῦμα ἐφ’ ἕκαστον αὐτῶν, καὶ ἐλάλουν γλώσσαις τὰ θαυμάσια τοῦ θεοῦ, καὶ ἕκαστος ἤκουσε τῇ ἰδίᾳ γλώσσῃ. ἦσαν δὲ ἀπὸ παντὸς γένους τῶν ὑπὸ τὸν οὐρανόν, καὶ ἕκαστος διὰ τοῦ πνεύματος παρεκαλοῦντο», οἵ τε ἀπόστολοι διὰ τῆς δωρεᾶς καὶ πάντα τὰ ἔθνη διὰ τῆς ἐνηχήσεως τῆς τοῦ θεοῦ θαυμαστῆς διδασκαλίας. εἰ
20γὰρ τὸ πνεῦμα τὸ παράκλητον, ὅπερ ἐπηγγείλατο τοῖς μαθηταῖς ὁ κύριος, ὁ ἀγύρτης οὗτος ἐτύγχανεν, ὁ ἐμμανὴς ἀληθῶς καὶ φερώνυμος τῆς ἑαυτοῦ
ἐπωνυμίας, παρῆλθον οἱ ἀπόστολοι στερηθέντες τῆς ἐπαγγελίας, 〈οἱ〉43 in vol. 3
Haer
.

3

.

44

ἀκούσαντες παρὰ τοῦ ἀψευδοῦς κυρίου «λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας». καὶ εὑρεθήσεται ὁ ἀπα‐ τεὼν τοῦ Χριστοῦ καταψευδόμενος, ὡς μὴ πληρώσαντος τὰ αὐτῷ εἰρη‐ μένα. παρῆλθε γὰρ ἡ γενεὰ τῶν ἀποστόλων, φημὶ δὲ ἀπὸ Πέτρου ἄχρι
5Παύλου καὶ ἄχρι Ἰωάννου, τοῦ καὶ χρονίσαντος ἐν κόσμῳ ἄχρι τῶν Τραϊανοῦ χρόνων, καὶ παρῆλθεν Ἰάκωβος ὁ πρῶτος ἐπισκοπεύσας ἐν Ἱεροσολύμοις, ὁ ἀδελφὸς ἐπικληθεὶς τοῦ κυρίου, παῖς δὲ τοῦ Ἰωσήφ, ἀπὸ τῆς ἰδίας αὐτοῦ γυναικὸς γεννηθεὶς σὺν τοῖς λοιποῖς αὐτοῦ ἀδελφοῖς, οἷς συνανατραφεὶς ὁ κύριος Ἰησοῦς Χριστὸς ὁ ἀπὸ Μαρίας τῆς ἀειπαρ‐
10θένου κατὰ σάρκα γεννηθείς, ἐν τάξει ἀδελφῶν 〈αὐτοὺσ〉 ἔσχε τοῦ κα‐ λεῖσθαι αὐτῶν ἀδελφός, καὶ οἱ σύνθρονοι αὐτοῦ πάντες οἱ ἅγιοι καὶ μετ’ αὐτῶν Συμεών, ὁ υἱὸς τοῦ πατραδέλφου αὐτοῦ, υἱὸς τοῦ Κλωπᾶ, τοῦ ἀδελφοῦ Ἰωσήφ. ὧν τοὺς χρόνους καθεξῆς καὶ καθ’ εἱρμὸν ἀπὸ τοῦ Ἰακώβου τοῦ ἐπισκόπου, 〈φημὶ δὲ〉 τοὺς κατὰ διαδοχὴν ἐπισκόπους
15ἐν Ἱεροσολύμοις [καὶ τοὺς] καθ’ ἕκαστον βασιλέα 〈γενομένουσ〉, ὑπέ‐ ταξα, ἕως τοῦ χρόνου τοῦ προδηλωθέντος Αὐρηλιανοῦ τε καὶ Πρόβου, ἐν ᾧ οὗτος ὁ Μάνης ἐγνωρίζετο, ἄνθρωπός τις ὢν Πέρσης, ἐγγεννήσας τῷ βίῳ ταυτηνὶ τὴν ἀλλόκοτον διδασκαλίαν. καὶ ἔστιν οὕτως· 20. α. Ἰάκωβος, ὃς ξύλῳ πληγεὶς ἐν Ἱεροσολύμοις ἐμαρτύρησε,
20μέχρι Νέρωνος.44 in vol. 3
Haer
.

3

.

45

β. Συμεὼν
ἐπὶ Τραϊανοῦ ἐσταυρώθη. γ. Ἰούδας. δ. Ζαχαρίας.
5ε. Τωβίας. ϛ. Βενιαμίν. ζ. Ἰωάννης
ἕως † δέκα ἐννέα ἔτους Τραϊανοῦ. η. Ματθίας.
10θ. Φίλιππος. ι. Σενέκας. ια. Ἰοῦστος
ἕως Ἀδριανοῦ. ιβ. Λευίς.
15ιγ. Οὐάφρης. ιδ. Ἰωσής. ιε. Ἰούδας
† μέχρι ἑνδεκάτου Ἀντωνίου.45 in vol. 3
Haer
.

3

.

46

Οὗτοι δὲ ἀπὸ περιτομῆς ἐπεσκόπευσαν τῆς Ἱερουσαλήμ. ἐξ ἐθνῶν δὲ οὗτοι· ιϛ. Μάρκος. ιζ. Κασσιανός.
5ιη. Πούπλιος. ιθ. Μάξιμος. κ. Ἰουλιανός. Οὗτοι πάντες μέχρις δεκάτου ἔτους Ἀντωνίνου εὐσεβοῦς. κα. Γαϊανός.
10κβ. Σύμμαχος. κγ. Γάϊος
ἕως ἡμερῶν Οὐήρου, ὀγδόου ἔτους
αὐτοῦ. κδ. Ἰουλιανός.
15κε. Καπίτων. κϛ. Μάξιμος
ἕως ιϛ Οὐήρου. κζ. Ἀντωνῖνος. κη. Οὐάλης.
20κθ. Δολιχιανός
μέχρι Κομόδου. λ. Νάρκισσος. λα. Δῖος
ἕως Σευήρου.
25λβ. Γερμανίων. λγ. Γόρδιος
ἕως Ἀντωνίνου.46 in vol. 3
Haer
.

3

.

47

λδ. Νάρκισσος, ὁ αὐτός,
ἕως Ἀλεξάνδρου υἱοῦ Μαμαίας, οὐ
τοῦ Μακέδονος, ἀλλὰ ἄλλου. λε. Ἀλέξανδρος
5
ἕως Ἀλεξάνδρου τοῦ αὐτοῦ. λϛ. Μαζαβάνος
ἕως Γάλλου καὶ Οὐ〈ο〉λουσιανοῦ. λζ. Ὑμέναιος
ἕως Αὐρηλιανοῦ.
10 Ὁμοῦ ἀπὸ ἀναλήψεως Χριστοῦ ἕως τοῦ Μάνη καὶ Αὐρηλιανοῦ καὶ Πρόβου βασιλέων ἔτη σοϛ κατά τινας χρονογράφους, κατὰ δὲ ἄλλους σμϛ· καὶ ἀπὸ τότε καὶ ἕως δεῦρο ἄλλοι ἐπίσκοποι η· Βάζας, Ἕρμων, Μάκαρις, Μάξιμος, Κύριλλος, Ἑρέννις, Κύριλλος αὖθις, Ἱλαρίων, ὁ νῦν
15κατέχων τὴν ἐκκλησίαν, προσεγκληθεὶς τῇ τῶν Ἀρειανῶν κοινωνίᾳ.47 in vol. 3
Haer
.

3

.

48

Βασιλεῖς δὲ οἱ καθεξῆς, ὧν καὶ οἱ χρόνοι συνημμένοι· Αὐρηλιανοῦ περιλειφθέντος ἔτος α· Τάκιτος μῆνας ἕξ, 〈Πρόβος ἔτη ἕξ,〉 Κᾶρος καὶ Καρῖνος καὶ Νουμεριανὸς ἔτη δύο. Διοκλητιανὸς ἔτη εἴκοσι. Μαξιμιανὸς Λικίνιος Κωνσταντῖνος Κωνστάντιος Ἰουλιανὸς Ἰοβια‐
5νὸς Οὐαλεντινιανὸς Οὐάλης Γρατιανὸς 〈ὁμοῦ ἔτη ογ〉, ὡς εἶναι ἀπὸ τοῦ εἰρημένου Μάνη ἕως τοῦ παρόντος, τουτέστιν Οὐάλεντος μὲν ἔτους ιγ, Γρατιανοῦ δὲ ἔτους θ, Οὐαλεντινιανοῦ δὲ νεωτέρου ἔτους α, Διοκλητιανοῦ δὲ ἔτους Ϟγ, ἔτη ρα * ἵνα ἐν τετάρτῳ ἔτει Αὐρηλιανοῦ καὶ ἐν χρόνοις Ὑμεναίου ἐπισκόπου Ἱεροσολύμων ἐπίπεμπτος ἐξαπο‐
10σταλῇ τῷ κόσμῳ, 〈ὅπως τῇ〉 τοῦ ἐνοικοῦντος ἐν αὐτῷ διαβόλου ἐνεργείᾳ πλάνης καὶ φαντασίας ἀποστήσῃ ἀπὸ τῆς ἀληθείας τοὺς αὐτῷ πεισ‐ θέντας ἀπατήσας. 21. Ἐξελήλεγκται οὖν ἡ αὐτοῦ πανταχόθεν κυβεία, ὥς γε ὁ νοῦς τῶν συνετῶν πάντα ἀκριβῶς γνοὺς καταγνώσεται τῆς αὐτοῦ παραπεποιη‐
15μένης ἐπινοίας. τὰ δὲ ἄλλα πάντα τὰ νομιζόμενα αὐτοῦ σοφίσματα ληρῳδίας ἔμπλεα, λοξά τε καὶ ἄστατα, παρὰ πᾶσι συνετοῖς γελοιαζό‐ μενα· ἅτινα κατὰ λέξιν διελεῖν καὶ τὰ πρὸς ἀντίθεσιν πάντων αὐτῶν γράψαι 〈βουλόμενοσ〉 εἰς πολὺν ὄγκον ἐλάσω τῆς κατ’ αὐτοῦ πραγματείας τὸν ἔλεγχον. ἤδη δὲ ἀνδράσι μεγάλοις θαυμαστῶς κατ’ αὐτοῦ ἀντιρρήσεις
20τοῦ ἐλέγχου πεποίηνται, Ἀρχελάῳ μὲν τῷ ἐπισκόπῳ, ὡς προείρηται,48 in vol. 3
Haer
.

3

.

49

Ὠριγένει δέ, ὡς ἀκήκοα, Εὐσεβίῳ δὲ τῷ Καισαρείας καὶ Εὐσεβίῳ τῷ Ἐμέσης, Σεραπίωνι Θμούεως, Ἀθανασίῳ τῷ Ἀλεξανδρείας, Γεωργίῳ τῷ Λαοδικείας, Ἀπολλιναρίῳ τῷ Λαοδικείας, Τίτῳ, καὶ πολλοῖς τῶν κατ’ αὐτοῦ εἰρηκότων.
5 Οὐδὲν δὲ λυπήσει καὶ ἀπὸ τῆς ἡμῶν πτωχείας ὀλίγα εἰς αἰσχύνην τοῦ ἐλεεινοῦ ἀνθρώπου εἰπεῖν πρὸς ἀνατροπὴν τῆς αὐτοῦ κατὰ πάντα τρόπον πεπλανημένης διανοίας, ὡς καὶ ἤδη προείπομεν. ἠβουλόμην δὲ μὴ αὐστηροῖς ῥήμασι τὸν κατ’ αὐτοῦ ποιήσασθαι ἔλεγχον, ἀλλὰ κατὰ δύναμιν ἐπιεικῶς, εἰ μὴ ὅτι τὸν τῶν πάντων δεσπότην ἀθυρογλώττως
10βλασφημεῖν οὐκ αἰσχύνεται, εὐθὺς αὐτὸν τὸν ποιητὴν ἀρνούμενος, τὸν τόδε τὸ πᾶν κύτος οὐρανοῦ τε καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς καὶ τὰ ἐν τῷ κόσμῳ πάντα δημιουργήσαντα, ἕτερον δέ τινα φανταζόμενος θεὸν τὸν μὴ ὄντα, τὸν δὲ ὄντα καταλιπών. ἐξέπεσε γὰρ τῆς ἀληθείας καὶ συνέβη αὐτῷ τὸ τῆς γελοίου παροιμίας ἐνέργημα, ὡς ὁ κόραξ, βρῶμα
15ἔχων περὶ τὸ στόμα καὶ σκιὰν ἐν ὕδατι τοῦ βρώματος θεασάμενος, βου‐ λόμενος ἑτέρας τροφῆς περιγενέσθαι τὴν οὖσαν ἀπώλεσε καὶ τὴν μὴ οὖσαν οὐκ ἐκτήσατο. τίς δὲ ἀνέξεται τοῦ βλασφήμου; εἰ γὰρ πατέρας ἔχομεν κατὰ σάρκα καὶ οὐ φέρομεν ἀκούειν τὸν τούτων ὑπό τινων ψόγον, πόσῳ γε μᾶλλον, τὸν κύριον θεὸν πάντων ὑπὸ τοῦ χαλεπωτάτου Μά‐
20νεντος βλασφημούμενον ἐὰν ἀκούσωμεν; ὅταν οὖν ἐν τῷ ἐλέει τοῦ θεοῦ ὄμβροι ἀποστέλλωνται κατὰ τὴν αὐτοῦ
ἀγαθότητα, αὐτὸς βλασφημῶν οὐκ αἰσχύνεται φάσκειν μὴ ἐκ θεοῦ τοὺς49 in vol. 3
Haer
.

3

.

50

ὄμβρους εἶναι, ἀλλὰ ἀπὸ ἀπορροίας ἀρχόντων. 22. Τὰ δὲ ἄλλα εἰπεῖν τίς οὐκ ἐκγελάσειεν. ὡς τάχα τὰ τοῦ Φιλιστίωνος εἶναι ἀναγκαιότερα ἢ τὰ τῆς τούτου μιμολογίας; Ὠμοφόρον γὰρ μυθοποιῶν διδάσκει βαστάζοντα τὴν γῆν πᾶσαν, καὶ διὰ ἐτῶν φησὶ τριάκοντα κάμνοντος
5τοῦ ὤμου μεταφέρειν εἰς τὸν ἕτερον ὦμον, 〈καὶ οὕτω〉 τοὺς σεισμοὺς γίνεσθαι. εἰ δὲ ἦν τοῦτο, κατὰ φύσιν ἦν τὸ πρᾶγμα καὶ οὐκέτι ἦν θεσ‐ πέσιον. ἐλέγχουσι δὲ τὸν γόητα οἱ τοῦ σωτῆρος λόγοι, ὃς ἔφη «γίνεσθε ἀγαθοὶ ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς»,
10καὶ τὸ «ἔσονται σεισμοὶ κατὰ τόπον καὶ λιμοὶ καὶ λοιμοί». εἰ δὲ ἐκ φύσεως ἢ κατὰ συνήθειαν οἱ σεισμοὶ ἐγίνοντο, πολλάκις 〈δ’〉 ἔσθ’ ὅτε σεισμοὶ κατὰ χώραν γίνονται. συνέβη δὲ καὶ ἐπ’ ἐνιαυτὸν ὁλοτελῆ καθ’ ἑκάστην νύκτα πολλάκις σαλεύεσθαι τὴν γῆν, ἆρά γ’ οὖν τραυματωθέντων τῶν τοῦ Ὠμοφόρου ὤμων ἀφερεπόνως ἄγεται. ἐνδελεχῆ ποιούμενος τὸν
15σάλον; καὶ τίς ἀνέξεται τῆς τοιαύτης μωρολογίας; τί δὲ ἄλλο 〈ἀ〉πίθανον οὐκ ἐτόλμησεν εἰπεῖν; φάσκει γὰρ ὁ τοιοῦτος ὅτι, φησί, αἱ ἐν γνώσει τῆς αὐτοῦ πλάνης ψυχαὶ γενόμεναι ἀναλαμβάνονται εἰς τὴν σελήνην, φωτεινῆς οὐσίας τῆς ψυχῆς ὑπαρχούσης. διό, φησί, πλήθει ἡ σελήνη καὶ φθίνει, πληρουμένη ἀπὸ τῶν ψυχῶν τῶν τελευτουσῶν ἐν γνώσει
20τῆς ἀπιστίας αὐτοῦ. εἶτα φησὶν ἀπογομοῦσθαι ἀπὸ τῆς σελήνης, τοῦ μικροτέρου 〈ὥσ〉 φησι σκάφους, εἰς τὸν ἥλιον, 〈τὸν ἥλιον〉 δὲ παραλαμ‐ βάνειν καὶ ἀποτίθεσθαι εἰς τὸν τῶν μακάρων αἰῶνα [φησίν]. ἀεὶ δὲ τυφλὴ τυγχάνουσα ἡ κακία τὴν ἑαυτῆς αἰσχύνην ἀγνοεῖ, ὡς ἀπὸ τῶν λόγων αὐτῆς ἐλέγχεται, μὴ δυναμένη τελειῶσαι τῶν ψευσμάτων τὴν
25τελείωσιν. 23. Πρῶτον μὲν γὰρ ὅτι εἷς ἄνθρωπος πέπλασται ὁ Ἀδάμ, ἐξ
οὗπερ γεγένηνται υἱοί τε καὶ θυγατέρες· ἐν τῇ ἀρχῇ δὲ τῆς κοσμοποιίας,50 in vol. 3
Haer
.

3

.

51

περὶ τὸ ἑκατοστὸν ἔτος τοῦ Ἀδὰμ πλείω ἐλάσσω, ἀποκτείνεται Ἄβελ, ὡς ἐτῶν ὑπάρξας λ πλείω ἐλάσσω. μετὰ τοῦτον τὸν πρῶτον ἀποκταν‐ θέντα τελευτᾷ ἐπὶ τῆς γῆς ὁ Ἀδὰμ ὁ πρωτόπλαστος δι’ ἐτῶν ϡλ, τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἄστρων ἀπὸ τετάρτης ἡμέρας ἐν οὐρανῷ
5πηχθέντων καὶ κτισθέντων. τί οὖν εἴπωμεν, ὦ οὗτος; ὁμολογήσωμεν τὸν τῆς ἀνοίας σου ἔλεγχον; πῶς γὰρ ἠδύνατο ἐνακόσια τριάκοντα ἔτη γενέσθαι ἄνευ τοῦ φθίνειν σελήνην καὶ πλήθειν; ποίων τοίνυν ψυχῶν τελευτησασῶν ἐνεπίμπλατο ἡ σελήνη καὶ ἐπληροῦτο; λέγε. ἀλλ’ ἠγνόει Μανιχαῖος ὅτι εἰσὶ συνετοί, οὐ λόγοις ψευδέσι πειθόμενοι, ἀλλὰ ἀλη‐
10θεστάταις ἀποδείξεσιν. εἰ δὲ δῶμεν ὅτι οὕτως ἐστὶν (ὅπερ οὐκ ἔστι· μὴ γένοιτο) καὶ ἀπὸ τῶν ψυχῶν τῶν Μανιχαίων γεμίζεται πλη‐ ρουμένη ἡ σελήνη, πῶς ἔτι συσταθήσεται ἡ τοιαύτη ὑπόθεσις; εἰ γὰρ οὐδεὶς μετὰ τὴν πεντεκαιδεκάτην ἡμέραν τῆς σελήνης Μανιχαίων ἐτε‐ λεύτα, ἀλλὰ προθεσμία ἦν ὡρισμένη ἕως πεντεκαιδεκάτης τῆς σελήνης
15τοὺς Μανιχαίους ἀποθνῄσκειν, μετὰ δὲ πεντεκαιδεκάτην μηκέτι τελευτᾶν, ἕως ἀποτεθῇ ὁ τῆς σελήνης φόρτος, ἵνα ἄρξηται πάλιν ἀπὸ νεομηνίας γομοῦν, πιθανὸν ἄρα ἦν τὸ ψεῦσμα [τῶν] αὐτῶν, νῦν δὲ καὶ ἀπίθανον. καθ’ ἡμέραν γὰρ τελευτῶσι καὶ τὰ ὡρισμένα στοιχεῖα ἐκ θεοῦ τὸν ἴδιον ἐπίστανται δρόμον. καὶ πάλιν οὐ σταθήσεται ὁ περὶ τῶν ψυχῶν ἐν τῇ
20σελήνῃ γενόμενος γόμος. 24. Καὶ τινὲς μὲν αὐτῶν πάλιν βούλονται κατὰ ἐπίνοιαν πανουργίας * φησί, τὴν μητέρα τῶν ὅλων συγχωρῆσαι δύναμιν ἰδίαν ἐξ οὐρανοῦ κατελ‐ θεῖν εἰς τὸ κλέψαι 〈ἀπὸ〉 τῶν ἀρχόντων καὶ ἀποσυλῆσαι ἀπ’ αὐτῶν
ἣν εἴληφαν ἄνωθεν δύναμιν. βούλεται γὰρ λέγειν ὅτι πολεμήσασαι αἱ51 in vol. 3
Haer
.

3

.

52

ἀρχαὶ καὶ ἐξουσίαι τὸν θεὸν τὸν ζῶντα καὶ 〈τὴν〉 μεγάλην καὶ ἀκατά‐ ληπτον * ἥρπασαν παρ’ αὐτοῦ δύναμιν, ἣν καὶ ψυχὴν ὀνομάζει. καὶ ὦ τῆς πολλῆς τούτου ἀτοπίας. πᾶς γὰρ ἁρπαζόμενος καὶ βιοφορούμενος ὑποβέβηκεν. εἰ τοίνυν αἱ ἀρχαὶ ἀπὸ τῆς πανοπλίας καταδυναστεύσασαι
5τὸν ἀγαθὸν θεὸν δύναμιν παρ’ αὐτοῦ ἀπέσπασαν, ἰσχυρότεραι αὗται ὑπὲρ ἐκεῖνον ἔσονται· ἐκεῖνος δὲ τούτοις τὸ πρῶτον ὑποχωρήσας εἰσαῦ‐ θις οὐ δύναται παρ’ αὐτῶν ἀφελέσθαι τὴν ἀπ’ αὐτοῦ ἀφηρπασμένην δύναμιν εἴτ’ οὖν πανοπλίαν, ὁ ἐξ ἀρχῆς ἀντισχεῖν πρὸς τοὺς πολεμίους μὴ δεδυνημένος. καὶ ἄλλως· εἰ δὲ καὶ ποτὲ πάλιν ἐν νίκῃ γενόμενος
10ἀφέληται ἰσχύσας κατὰ τῶν δι’ ἐναντίας τὴν ἀπ’ αὐτοῦ ἀφηρπασμένην δύναμιν, τῆς τοῦ κακοῦ ῥίζης τε καὶ ἀρχῆς ἀνάρχου ἔτι ἐπιμενούσης καὶ παντελῶς μὴ δυναμένης ἀναιρεθῆναι, αὖθις πάλιν κατισχύσει ἐπι‐ στρατεύσασα ἑαυτῇ περισσοτέραν δύναμιν καὶ τὴν πάλιν αὐτοῦ ληφθεῖσαν ἐκ τοῦ ἀγαθοῦ θεοῦ δύναμιν κατά τινα δυναστείαν ἐξισχύσασα πάλιν
15ἀφαιρήσειε· καὶ ἔσται ἀεὶ κατ’ αὐτὸν τὸ κακὸν ἀνθιστάμενον καὶ μηδέ‐ ποτε ἔχον τὴν κατάληψιν, εἰς τὸ διηνεκὲς ἁρπάζον τε καὶ ἁρπαζόμενον. εἰ δὲ καὶ λέξειαν οἱ τὰς φρένας βεβλαμμένοι ἀπατηθέντες 〈τε〉 κατὰ πάντα τρόπον ὅτι, ἐὰν τῆς πανοπλίας ὁ ἀγαθὸς θεὸς τὸ μέρος τὸ ἀπ’ αὐτοῦ ἀφαρπαγὲν καιρῷ ἐλευθερώσῃ, τότε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τῆς
20ἐναντίας δυνάμεως ἀφανίσειε καὶ ἐξολοθρεύσειε, καὶ εἰ ἔτι ἔσται τοῦτο καὶ εἰ ὅλως ἀφανίσει ὁ ἀγαθὸς θεὸς καὶ ἐξολοθρεύσει, ἐξέπεσεν ὁ τοῦ ἀγύρτου
λόγος, ὁ φάσκων μὴ εἶναι δίκαιον τὸν ἀγαθόν, μηδὲ ἐν κρίσει κατακρίνειν52 in vol. 3
Haer
.

3

.

53

τὸν ἁμαρτάνοντα μήτε βασάνοις τινὰ παραδιδόντα μήτε κτείνοντα. εἰ γὰρ ὅλως τὸν διάβολον εἴτ’ οὖν τὴν ἀντικειμένην ἐνέργειαν ἀφανίσαι τε καὶ ἐξολοθρεῦσαι πειρᾶται, ἢ κατ’ αὐτὸν οὐκέτι ἔσται ἀγαθός, ὡς ὁ 〈περὶ〉 αὐτοῦ περιέχει λόγος, ἢ εἰ ἀγαθὸς ὢν τὸ πονηρὸν ἀναλίσκει,
5καὶ ἔσται οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν κύριος, ὡς καὶ ἔστιν ἐν ἀληθείᾳ, 〈δίκαιοσ〉. «ὁ ἑκάστῳ ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτοῦ,» ὁ δι’ ὑπερβολὴν ἀγαθότητος τῷ ἀγαθῷ καὶ κεκμηκότι ἐν ἀγαθότητι παρέχων τὸ ἀγαθὸν καὶ τῷ τὰ φαῦλα δεδρακότι τὸ δίκαιον ἀπονέμων. καὶ παντα‐ χόθεν ἐξελήλεγκται αὐτοῦ ὁ λόγος, ὑποφθείρων καρδίας ἀνθρώπων εἰς
10τὰ ἐναντία. 25. Κατὰ λέξιν δὲ καθεξῆς ὑποτάξω ἁρμοττόντως τὸ αὐτοῦ φρόνημα ἀπὸ τῶν Ἀρχελάῳ πρὸς αὐτὸν πεπραγματευμένων ἐν τῇ πρὸς αὐτὸν ἀντιλογίᾳ, ὡς αὐτὸς ἀπεκάλυψε Τύρβων, εἷς τῶν αὐτοῦ μαθητῶν, περὶ οὗ ἄνω ἐπεμνήσθην. ἐπερωτησάντων τοίνυν τῶν περὶ Ἀρχέλαον τὸν
15ἐπίσκοπον καὶ Μάρκελλον Τύρβωνα περὶ τῆς τοῦ Μάνη διδασκαλίας, ὁ Τύρβων ἀπεκρίνατο λέγων ἅτινα ἐκ τοῦ βιβλίου παρεθέμην. καὶ ἔστιν τάδε·
Ἀρχὴ τῶν τοῦ Μάνεντος ἀθέων δογμάτων. Εἰ τὴν τοῦ Μάνη πίστιν θέλετε μαθεῖν, παρ’ ἐμοῦ ἀκούσατε συν‐
20τόμως. οὗτος δύο σέβει θεοὺς ἀγεννήτους, αὐτοφυεῖς, ἀιδίους, ἕνα53 in vol. 3
Haer
.

3

.

54

τῷ ἑνὶ ἀντικείμενον· καὶ τὸν μὲν ἀγαθόν, τὸν δὲ πονηρὸν εἰσηγεῖται, φῶς τῷ ἑνὶ ὄνομα θέμενος καὶ τῷ ἑτέρῳ σκότος· καὶ τοῦ μὲν φωτὸς εἶναι μέρος τὴν ἐν ἀνθρώποις ψυχήν, τοῦ δὲ σκότους τὸ σῶμα καὶ τὸ τῆς ὕλης δημιούργημα. μῖξιν δὲ ἤτοι σύγκρασιν τούτων
5〈τοῦτον〉 λέγει γεγονέναι τὸν τρόπον, ἀπεικάζων τοὺς δύο 〈θεοὺσ〉 τῷδε τῷ παραδείγματι· καθάπερ δύο βασιλεῖς ἀντιμαχόμενοι πρὸς ἀλλήλους, ὄντες ἀπ’ ἀρχῆς ἐχθροὶ καὶ ἀνὰ μέρος ἑκάστου τὰ ἴδια ἔχοντος, κατὰ δὲ σύμβασιν τὸ σκότος ἐπελθὸν ἐκ τῶν ὁρίων αὐτοῦ προσεμαχήσατο τῷ φωτί. γνόντα δὲ τὸν ἀγαθὸν πατέρα τὸ σκότος
10ἐν τῇ γῇ αὐτοῦ ἐπιδεδημηκὸς προβάλλειν ἐξ αὐτοῦ δύναμιν, λεγομένην54 in vol. 3
Haer
.

3

.

55

μητέρα τῆς ζωῆς, καὶ αὐτὴν προβεβληκέναι τὸν πρῶτον ἄνθρωπον * τὰ πέντε στοιχεῖα· εἰσὶ δὲ ἄνεμος, φῶς, ὕδωρ, πῦρ καὶ † ὕλη. καὶ ταῦτα ἐνδυσάμενον ὡς πρὸς κατασκευὴν πολέμου κατελθεῖν κάτω καὶ πολε‐ μῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες ἀντιπολεμοῦντες αὐτῷ
5ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή. τότε δεινῶς55 in vol. 3
Haer
.

3

.

56

ἐθλίβη ἐκεῖ κάτω ὁ πρῶτος ἄνθρωπος ὑπὸ τοῦ σκότους. καὶ εἰ μὴ εὐξαμένου εἰσήκουσεν ὁ πατὴρ καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προ‐ βληθεῖσαν ὑπ’ αὐτοῦ, λεγομένην ζῶν πνεῦμα, καὶ εἰ μὴ κατελθὼν δέδωκεν αὐτῷ δεξιὰν καὶ ἀνήνεγκεν ἐκ τοῦ σκότους, πάλαι ἂν ὁ πρῶτος
5ἄνθρωπος κατεχόμενος ἐκινδύνευσεν. ἔκτοτε οὖν κατέλειψε κάτω τὴν ψυχήν. καὶ διὰ τοῦτο Μανιχαῖοι ἐὰν συναντήσωσιν ἀλλήλοις, δεξιὰς διδόασιν ἑαυτοῖς σημείου χάριν ὡς ἀπὸ σκότους σωθέντες. ἐν γὰρ τῷ σκότει πάσας τὰς αἱρέσεις εἶναι λέγει. τότε ζῶν πνεῦμα ἔκτισε τὸν κόσμον, καὶ αὐτὸ φορέσαν ἑτέρας τρεῖς δυνάμεις κατελθὸν
10ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν
αὐτῶν σῶμα, ἡ σφαῖρα.56 in vol. 3
Haer
.

3

.

57

26. Τότε πάλιν τὸ ζῶν πνεῦμα ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψανα, καὶ αὐτοὺς ἐποίησε τὸ στερέωμα κυκλεῦσαι. καὶ
πάλιν ἔκτισε τὴν γῆν εἰς εἴδη ὀκτώ. ὁ δὲ Ὠμοφόρος κάτω * βαστάζει57 in vol. 3
Haer
.

3

.

58

καὶ ἐπὰν κάμῃ βαστάζων, τρέμει καὶ σεισμοῦ αἴτιος γίνεται παρὰ τὸν ὡρισμένον καιρόν. τούτου ἕνεκα τὸν υἱὸν αὐτοῦ ἀπέστειλεν ὁ ἀγαθὸς πατὴρ ἐκ τῶν κόλπων 〈αὐτοῦ〉 εἰς τὴν καρδίαν τῆς γῆς καὶ εἰς τὰ ταύτης κατώτατα μέρη, ὅπως αὐτῷ τὴν προσήκουσαν ἐπιτιμίαν
5δῷ. ὁσάκις γὰρ ἂν σεισμὸς γένηται, ἢ τρέμει κάμνων ἢ ἀντιφέρει εἰς τὸν ἕτερον ὦμον. τότε τοίνυν καὶ ἡ ὕλη ἀφ’ ἑαυτῆς ἔκτισε τὰ φυτὰ καὶ συλωμένων αὐτῶν ἀπό τινων ἀρχόντων ἐκάλεσε πάντας τοὺς τῶν ἀρχόντων πρωτίστους καὶ ἔλαβεν ἀπ’ αὐτῶν ἀνὰ μίαν δύναμιν καὶ
κατεσκεύασε τὸν ἄνθρωπον 〈τοῦ〉τον κατὰ τὴν ἰδέαν τοῦ πρώτου58 in vol. 3
Haer
.

3

.

59

ἀνθρώπου ἐκείνου, καὶ ἔδησε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶ τῆς συγκράσεως ἡ ὑπόθεσις. ὅτε δὲ εἶδεν ὁ πατὴρ ὁ ζῶν θλιβομένην τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς· διὰ γὰρ ταύτην
5τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπέστειλεν αὐτόν. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν ἑαυτὸν εἰς ἀνθρώπου εἶδος, καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, μὴ ὢν ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπε‐ λάμβανον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν ποιεῖται τὴν δημιουργίαν πρὸς σωτηρίαν τῶν ψυχῶν, καὶ μηχανὴν συνεστήσατο ἔχουσαν
10δώδεκα κάδους, ἥτις ὑπὸ τῆς σφαίρας στρεφομένη ἀνιμᾶται τῶν
θνῃσκόντων τὰς ψυχάς. καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι59 in vol. 3
Haer
.

3

.

60

λαβὼν καθαρίζει καὶ μεταδίδωσι τῇ σελήνῃ, καὶ οὕτως πληροῦται τῆς σελήνης ὁ δίσκος ὁ παρ’ ἡμῖν προσαγορευόμενος (πλοῖα γὰρ ἤτοι πορθμεῖα εἶναι λέγει τοὺς δύο φωστῆρας)· εἶτα ἐὰν γεμισθῇ ἡ σελήνη, μεταπορθμεύει εἰς ἀπηλιώτην καὶ οὕτως ἀπόκρουσιν ποιεῖται
5τοῦ γόμου ἐλαφρυνομένη· καὶ αὖθις πληροῖ τὸ πορθμεῖον καὶ πάλιν ἀπογομοῖ ἀνιμωμένων ὑπὸ τῶν κάδων τῶν ψυχῶν, ἄχρις οὗ τὸ ἴδιον αὐτοῦ μέρος σώσῃ τῆς ψυχῆς. τῆς γὰρ τοῦ ἀγαθοῦ πατρὸς οὐσίας πᾶσαν ψυχὴν καὶ πᾶν κινούμενον ζῷον μετέχειν λέγει. τῆς οὖν σε‐ λήνης μεταδιδούσης τὸν γόμον τῶν ψυχῶν τοῖς αἰῶσι τοῦ πατρός,
10παραμένουσιν ἐν τῷ στύλῳ τῆς δόξης, ὃς καλεῖται ἀὴρ ὁ τέλειος. ὁ δὲ ἀὴρ οὗτος στῦλός ἐστι φωτός, ἐπειδὴ γέμει ψυχῶν τῶν καθαριζομένων. αὕτη ἐστὶν ἡ αἰτία δι’ ἧς αἱ ψυχαὶ σῴζονται. 27. Ἡ δὲ τοῦ ἀποθανεῖν τοὺς ἀνθρώπους ἔστι πάλιν αὕτη· παρ‐
θένος τις ὡραία κεκοσμημένη, πιθανὴ πάνυ, συλᾶν ἐπιχειρεῖ τοὺς60 in vol. 3
Haer
.

3

.

61

ἄρχοντας τοὺς ἐν τῷ στερεώματι ὑπὸ τοῦ ζῶντος πνεύματος ἀνενεχ‐ θέντας καὶ σταυρωθέντας, φαινομένη δὲ τοῖς ἄρρεσι θήλεια εὔμορφος, ταῖς δὲ θηλείαις νεανίας εὐειδὴς καὶ ἐπιθυμητός. καὶ οἱ μὲν ἄρχοντες ὁπόταν ἴδωσιν αὐτὴν κεκαλλωπισμένην, οἰστροῦνται τῷ φίλτρῳ καὶ
5μὴ δυνάμενοι αὐτὴν καταλαβεῖν δεινῶς φλέγονται, τῷ ἐρωτικῷ πόθῳ61 in vol. 3
Haer
.

3

.

62

τὸν νοῦν ἐξαρπασθέντες. ὅταν οὖν τρεχόντων αὐτῶν ἡ παρθένος ἄφαντος γένηται, τότε ὁ ἄρχων ὁ μέγας προβάλλει τὰς νεφέλας ἐξ αὐτοῦ, ὅπως σκοτίσῃ τῇ ὀργῇ αὐτοῦ τὸν κόσμον καὶ οὗτος ἐὰν θλιβῇ πάνυ, καθάπερ ἄνθρωπος ἱδρῶν ἀποκοποῦται. ὁ δὲ ἱδρὼς αὐτοῦ
5ἐστιν ἡ βροχή. ὁμοῦ καὶ ὁ θερισμὸς ἄρχων ἐὰν συληθῇ ὑπὸ τῆς παρθένου, καταχέει λοιμὸν ἐφ’ ὅλης τῆς γῆς, ὅπως θανατώσῃ τοὺς ἀνθρώπους. τὸ γὰρ σῶμα τοῦτο * κόσμος καλεῖται πρὸς τὸν μέγαν 〈τοῦτον〉 κόσμον καὶ οἱ ἄνθρωποι πάντες ῥίζας ἔχουσι κάτω συνδε‐ θείσας τοῖς ἄνω. ὁπόταν οὖν συληθῇ ὑπὸ τῆς παρθένου, τότε ἄρ‐
10χεται κόπτειν τὰς ῥίζας τῶν ἀνθρώπων. καὶ ὅταν κοπῶσιν αἱ ῥίζαι αὐτῶν, τότε ἄρχεται λοιμὸς γίνεσθαι καὶ οὕτως ἀποθνῄσκουσιν. ἐὰν δὲ τὰ ἄνω τῆς ῥίζης τόνῳ σαλεύσῃ, σεισμὸς γίνεταί τε καὶ ἐπακολουθεῖ, συγκινουμένου μὲν τοῦ Ὠμοφόρου. αὕτη ἡ αἰτία τοῦ θανάτου. 28. Ἐρῶ δὲ ὑμῖν καὶ τοῦτο, πῶς μεταγγίζεται ἡ ψυχὴ εἰς ἕτερα
15σώματα. πρῶτον καθαρίζεται μικρόν τι ἀπ’ αὐτῆς, εἶτα μεταγγίζεται62 in vol. 3
Haer
.

3

.

63

εἰς κυνὸς ἢ εἰς καμήλου ἢ εἰς ἑτέρου ζῴου σῶμα. ἐὰν δὲ ᾖ πεφονευ‐ κυῖα ψυχή, εἰς κελεφῶν σώματα μεταφέρεται· ἐὰν δὲ θερίσασα εὑρεθῇ, εἰς μογγιλάλους. (τῆς δὲ ψυχῆς ἐστι τὰ ὀνόματα ταῦτα· νοῦς, ἔννοια, φρόνησις, ἐνθύμησις, λογισμός.) οἱ δὲ θερισταί, ὅσοι θερίζουσιν,
5ἐοίκασι τοῖς ἄρχουσι τοῖς ἀπ’ ἀρχῆς οὖσιν εἰς τὸ σκότος, ὅτε ἔφαγον63 in vol. 3
Haer
.

3

.

64

ἐκ τῆς τοῦ πρώτου ἀνθρώπου πανοπλίας. διὸ ἀνάγκη αὐτοὺς μετ‐ αγγισθῆναι εἰς χόρτον ἢ εἰς φασήλια ἢ εἰς κριθὴν ἢ εἰς στάχυν ἢ εἰς λάχανα, ἵνα 〈καὶ αὐτοὶ〉 θερισθῶσι καὶ κοπῶσι. καὶ εἴ τις πάλιν ἐσθίει ἄρτον, ἀνάγκη καὶ αὐτὸν βρωθῆναι ἄρτον γενόμενον. εἴ τις
5φονεύσει ὀρνίθιον, 〈καὶ αὐτὸσ〉 ὀρνίθιον ἔσται· εἴ τις φονεύσει μῦν, καὶ αὐτὸς μῦς ἔσται. εἴ τις πάλιν ἐστὶ πλούσιος ἐν τούτῳ τῷ κόσμῳ, [καὶ] ἐὰν ἐξέλθῃ ἐκ τοῦ σκηνώματος αὐτοῦ, ἀνάγκη αὐτὸν εἰς πτωχοῦ σῶμα μεταγγισθῆναι, ὥστε περιπατοῦντα αὐτὸν ἐπαιτῆσαι, καὶ μετὰ ταῦτα ἀπελθεῖν αὐτὸν εἰς κόλασιν αἰώνιον. τοῦ δὲ σώματος τούτου
10ὄντος τῶν ἀρχόντων καὶ τῆς ὕλης ἀνάγκη τὸν φυτεύοντα περσέαν διελθεῖν πολλὰ σώματα, ἕως ἂν καταβληθῇ ἡ περσέα ἐκείνη. εἰ δέ τις οἰκοδομεῖ ἑαυτῷ οἰκίαν, διασπαραχθήσεται εἰς τὰ ὅλα σώματα. εἴ
τις λούεται, εἰς τὸ ὕδωρ τὴν ἑαυτοῦ ψυχὴν πήσσει. καὶ εἴ τις οὐ64 in vol. 3
Haer
.

3

.

65

δίδωσι τοῖς ἐκλεκτοῖς αὐτοῦ εὐσέβειαν, κολασθήσεται εἰς τὰς γεέννας καὶ μετενσωματοῦται εἰς κατηχουμένων σώματα, ἕως οὗ δῷ εὐσεβείας πολλάς. καὶ διὰ τοῦτο εἴ τι κάλλιστον ἐν βρώμασι τοῖς ἐκλεκτοῖς προσ‐ φέρουσι. καὶ ὅταν μέλλωσιν ἐσθίειν ἄρτον, προσεύχονται πρῶτον,
5οὕτω λέγοντες πρὸς τὸν ἄρτον· «οὔτε σε ἐγὼ ἐθέρισα οὔτε ἤλεσα οὔτε ἔθλιψά σε οὔτε εἰς κλίβανον ἔβαλον, ἀλλὰ ἄλλος ἐποίησε ταῦτα, καὶ ἤνεγκέ μοι· ἐγὼ ἀναιτίως ἔφαγον.» καὶ ὅταν καθ’ ἑαυτὸν εἴπῃ ταῦτα, λέγει τῷ κατηχουμένῳ «ηὐξάμην ὑπὲρ σοῦ», καὶ οὕτως ἀφίσταται ἐκεῖνος. ὡς γὰρ εἶπον ὑμῖν πρὸ ὀλίγου, εἴ τις θερίζει, θερισθήσεται,
10οὕτως ἐὰν εἰς μηχανὴν σῖτον βάλλῃ, βληθήσεται καὶ αὐτός, ἢ φυράσας φυραθήσεται ἢ ὀπτήσας ἄρτον ὀπτηθήσεται. καὶ διὰ τοῦτο ἀπείρη‐ ται αὐτοῖς ἔργον ποιῆσαι. καὶ πάλιν 〈φασίν, ὅτι〉 εἰσὶν ἕτεροι κόσμοι τινές, τῶν φωστήρων δυνάντων ἀπὸ τούτου τοῦ κόσμου
† ἐξ ὧν ἀνατέλλουσι. καὶ εἴ τις περιπατεῖ χαμαί, βλάπτει τὴν γῆν65 in vol. 3
Haer
.

3

.

66

καὶ ὁ κινῶν τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων καὶ τῶν ζῴων καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων καὶ τῶν ἑρπετῶν καὶ εἴ τι ἐν κόσμῳ ἐστίν· εἶπον 〈γὰρ〉 ὑμῖν ὅτι τὸ σῶμα τοῦτο οὐκ ἔστι τοῦ θεοῦ, ἀλλὰ τῆς ὕλης ἐστὶ καὶ σκότος ἐστὶ
5καὶ αὐτὸ σκοτωθῆναι δεῖ. 29. Περὶ δὲ τοῦ παραδείσου, ὃς καλεῖται κόσμος· ἔστι δὲ τὰ φυτὰ τὰ ἐν αὐτῷ ἐπιθυμίαι καὶ ἄλλαι ἀπάται διαφθείρουσαι τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκεῖνο δὲ τὸ ἐν παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτό ἐστιν ὁ Ἰησοῦς 〈καὶ〉 ἡ γνῶσις αὐτοῦ
10ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ πονηρόν. ὁ μέντοι κόσμος οὐδ’ αὐτός ἐστι τοῦ θεοῦ, ἀλλ’ ἢ ἀπὸ μέρους τῆς ὕλης ἐπλάσθη καὶ διὰ τοῦτο πάντα ἀφανίζεται. ὃ δὲ ἐσύλησαν οἱ ἄρχοντες ἀπὸ τοῦ πρώτου ἀνθρώπου, αὐτό ἐστι τὸ γεμίζον τὴν σελήνην, τὸ καθαριζόμενον καθημερινὸν ἀπὸ τοῦ κόσμου. καὶ ἐὰν ἐξέλθῃ ἡ ψυχὴ
15μὴ γνοῦσα τὴν ἀλήθειαν, παραδίδοται τοῖς δαίμοσιν ὅπως δαμάσωσιν66 in vol. 3
Haer
.

3

.

67

αὐτὴν ἐν ταῖς γεένναις τοῦ πυρός, καὶ μετὰ τὴν παίδευσιν μεταγγίζεται εἰς 〈ἕτερα〉 σώματα, ἵνα δαμασθῇ, καὶ οὕτω βάλλεται εἰς τὸ μέγα πῦρ ἄχρι τῆς συντελείας. 30. Περὶ δὲ τῶν παρ’ ὑμῖν προφητῶν οὕτως λέγει· πνεύματα εἶναι
5ἀσεβείας ἤτοι ἀνομίας τοῦ σκότους τοῦ ἀπ’ ἀρχῆς ἀνελθόντος, καὶ διὰ τούτων πλανηθέντες 〈ἐν ἀληθείᾳ〉 οὐκ ἐλάλησαν. ἐτύφλωσεν γὰρ αὐτῶν ὁ ἄρχων 〈ἐκεῖνοσ〉 τὴν διάνοιαν. καὶ εἴ τις ἀκολουθεῖ τοῖς λόγοις αὐτῶν, ἀποθνήσκει εἰς τοὺς αἰῶνας, δεδεμένος εἰς τὴν βῶλον, ὅτι οὐκ ἔμαθε τὴν γνῶσιν τοῦ παρακλήτου. ἐνετείλατο δὲ τοῖς ἐκλεκτοῖς αὐτοῦ μόνοις,
10οὐ πλέον ἑπτὰ οὖσι τὸν ἀριθμόν· ἐὰν παύσησθε ἐσθίοντες, εὔχεσθε καὶ βάλλετε ἐπὶ τῆς κεφαλῆς ἔλαιον ἐξωρκισμένον ὀνόμασι πολλοῖς,
πρὸς στηριγμὸν τῆς πίστεως ταύτης. τὰ δὲ ὀνόματά μοι οὐκ ἐφανε‐67 in vol. 3
Haer
.

3

.

68

ρώθη· μόνοι γὰρ οἱ ἑπτὰ τούτοις χρῶνται. καὶ πάλιν τὸ παρ’ ὑμῖν τίμιον καὶ μέγα ὄνομα Σαβαώθ, αὐτὸ εἶναι τὴν φύσιν 〈φησὶν〉 τοῦ ἀνθρώπου καὶ πατέρα τῆς ἐπιθυμίας. καὶ διὰ τοῦτο 〈φησὶν,〉 ἁπλάριοι προσκυνοῦσι τὴν ἐπιθυμίαν, θεὸν αὐτὴν ἡγούμενοι.
5 Περὶ δὲ τοῦ Ἀδὰμ πῶς ἐκτίσθη λέγει οὕτως· ὅτι ὁ εἰπών «δεῦτε, καὶ ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», ἢ καθ’ ἣν εἴδομεν μορφήν, ἄρχων ἐστὶν ὁ εἰπὼν τοῖς ἑτέροις ἄρχουσιν ὅτι δεῦτε, δότε μοι ἐκ τοῦ φωτὸς οὗ ἐλάβομεν, καὶ ποιήσωμεν ἄνθρωπον κατὰ τὴν ἡμῶν τῶν ἀρχόντων μορφὴν 〈καὶ〉 καθ’ ἣν εἴδομεν, ὅ ἐστι 〈ὁ〉
10πρῶτος ἄνθρωπος. καὶ οὕτως ἔκτισαν τὸν ἄνθρωπον. τὴν δὲ Εὔαν ὁμοίως ἔκτισαν, δόντες αὐτῇ ἐκ τῆς ἐπιθυμίας αὐτῶν πρὸς τὸ ἐξαπατῆσαι τὸν Ἀδάμ. καὶ διὰ τούτων γέγονεν ἡ πλάσις τοῦ κόσμου ἐκ τῆς τοῦ ἄρχοντος δημιουργίας. 31. Τὸν δὲ θεὸν μὴ ἔχειν μέρος μετ’ αὐτοῦ τοῦ κόσμου μηδὲ χαί‐
15ρειν ἐπ’ αὐτῷ, διὰ τὸ ἐξ ἀρχῆς σεσυλῆσθαι αὐτὸν ὑπὸ τῶν ἀρχόντων68 in vol. 3
Haer
.

3

.

69

καὶ γενέσθαι αὐτῷ θλίψιν. τούτου χάριν πέμπει καὶ συλᾷ ἀπ’ αὐτῶν τὴν ψυχὴν αὐτοῦ καθ’ ἡμέραν διὰ τῶν φωστήρων τούτων, ἡλίου καὶ σελήνης, ὑφ’ ὧν ὅλος ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις ἁρπάζεται. τὸν δὲ λαλήσαντα μετὰ Μωυσέως καὶ τῶν Ἰουδαίων καὶ τῶν ἱερέων
5τὸν ἄρχοντα λέγει εἶναι τοῦ σκότους· ὥστε ἕν εἰσι καὶ τὸ αὐτὸ οἵ τε Χριστιανοὶ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐθνικοί, τὸν αὐτὸν θεὸν σέβοντες. ἐν γὰρ ταῖς ἐπιθυμίαις αὐτοῦ ἐξαπατᾷ αὐτούς, οὐκ ὢν ἀληθείας θεός. διὰ τοῦτο οὖν ὅσοι ἐπ’ ἐκεῖνον ἐλπίζουσι τὸν θεὸν τὸν μετὰ Μωυσέως λαλήσαντα καὶ τῶν προφητῶν, μετ’ αὐτοῦ ἔχουσι δεθῆναι, ὅτι οὐκ
10ἤλπισαν ἐπὶ τὸν θεὸν τῆς ἀληθείας. ἐκεῖνος γὰρ κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἐλάλησε μετ’ αὐτῶν. μετὰ δὲ πάντα ταῦτα ἐπὶ τέλει λέγει καθὼς αὐτὸς ἔγραψεν·
ὁ † πρεσβύτης ὅταν προφάνῃ αὐτοῦ τὴν εἰκόνα, τότε ὁ Ὠμοφόρος69 in vol. 3
Haer
.

3

.

70

ἀφίησιν ἔξω τὴν γῆν, καὶ οὕτως ἀπολύεται τὸ μέγα πῦρ καὶ ὅλον ἀναλίσκει τὸν κόσμον. εἶτα πάλιν ἀφίησι τὸν βῶλον * μετα〈ξὺ〉 τοῦ νέου αἰῶνος, ὅπως πᾶσαι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δεθῶσιν εἰς τὸν
αἰῶνα. τότε δὲ ταῦτα γενήσεται, ὅταν ὁ ἀνδριὰς ἔλθῃ. αἱ δὲ70 in vol. 3
Haer
.

3

.

71

προβολαὶ πᾶσαι, ὁ Ἰησοῦς ὁ ἐν τῷ μικρῷ πλοίῳ καὶ ἡ μήτηρ τῆς ζωῆς καὶ οἱ δώδεκα κυβερνῆται καὶ ἡ παρθένος τοῦ φωτὸς καὶ ὁ † πρεσβύτης ὁ τρίτος ὁ ἐν τῷ μεγάλῳ πλοίῳ καὶ τὸ ζῶν πνεῦμα καὶ τὸ τεῖχος τοῦ μεγάλου πυρὸς καὶ τὸ τεῖχος τοῦ ἀνέμου καὶ τοῦ
5ἀέρος καὶ τοῦ ὕδατος καὶ τοῦ ἔσωθεν πυρὸς τοῦ ζῶντος * πρὸς τὸν μικρὸν φωστῆρα οἰκοῦσιν, ἄχρις ἂν τὸ πῦρ καταναλώσῃ τὸν κόσμον
ὅλον ἐν ποσοῖς ποτε ἔτεσιν, ὧν οὐκ ἔμαθον τὴν ποσότητα. καὶ μετὰ71 in vol. 3
Haer
.

3

.

72

ταῦτα ἀποκατάστασις ἔσται τῶν δύο φύσεων καὶ οἱ ἄρχοντες οἰ‐ κήσουσι τὰ κατώτερα μέρη ἑαυτῶν, ὁ δὲ πατὴρ τὰ ἀνώτερα, τὸ ἴδιον ἀπολαβών. ταύτην δὲ πᾶσαν τὴν διδασκαλίαν παρέδωκε τοῖς τρισὶν αὐτοῦ μαθηταῖς, κελεύσας ἕκαστον εἰς κλίματα ὁδεύειν· καὶ ὁ μὲν Ἀδδᾶς
5τὰ τῆς ἀνατολῆς μέρη ἔλαχεν, ὁ δὲ Θωμᾶς τὴν Σύρων γῆν κεκλήρωται, Ἑρμείας δὲ ἄλλος τὴν εἰς Αἴγυπτον πορείαν ἐποιήσατο. καὶ μέχρι σήμερον ἐκεῖσε διατρίβουσι, τὴν τοῦ δόγματος ὑπόθεσιν στῆσαι θέλοντες. 32. Ταῦτά ἐστιν ἃ παρεθέμην ἀπὸ τοῦ Ἀρχελάου βιβλίου τοῦ προει‐
10ρημένου. καὶ οὕτω συνέστη〈σε〉 τὸ αὐτοῦ διδασκαλεῖον ζιζανιώδους ἐν κόσμῳ σπορᾶς, [καὶ] τὰ ζιζανιώδη τῆς αὐτοῦ διδασκαλίας ἐξεμέσας. πόσα δέ τις ὑπενέγκοι πρὸς τὴν τοσαύτην διαβολὴν τοῦ μιμολόγου τούτου, ὡς παντί που δῆλον εἴη. κἄν τε μὴ ἐπιξεσθῶσιν αἱ λέξεις πρὸς ἀνατροπήν, ἀρκέσει εἰς αἰσχύνην μόνον τὸ εἰδέναι ὅτι ταῦτα παρ’ αὐτοῖς νομιτεύεται,
15ἀσύστατα ὄντα καὶ μηδεμίαν δύναμιν ἔχοντα. τὰ μὲν γὰρ πρῶτα ἐν τοῖς δευτέροις καταλύει, τὰ δὲ δεύτερα ἕτερα παρὰ τὰ πρῶτα φθέγγεται. ὁτὲ μὲν γὰρ τὸν κόσμον ἐκ θεοῦ θέλει γεγενῆσθαι, ὁτὲ δὲ ἐκ τῶν ἀρχόντων καὶ τὸν θεὸν μὴ ἔχειν εἰς τὸν κόσμον τι αἴτιον, ἀλλὰ ἀπολλύμενον τὸν κόσμον, ποτὲ δὲ τὸ στερέωμα δέρματα εἶναι τῶν ἀρχόντων φάσκει, ποτὲ
20δὲ σταυροῦσθαι αὐτὰ ἄνω ἐν τῷ πόλῳ, κατατρέχειν 〈τε〉 καὶ συννεφεῖν καὶ ὀργᾶν καὶ ἐξοιστροῦσθαι πρὸς τὴν τῆς παρθένου θέαν καὶ πρὸς τὴν ὡραιότητα τοῦ νεανία. 33. Καὶ ὢ πολλῆς αἰσχύνης. τί γὰρ τούτου μοχθηρότερον, ἀηδέ‐ στερόν τε καὶ αἰσχρότερον, τοῦ θήλειαν ἑαυτὸ ἀνατυποῦν τὸ πνεῦμα τῆς
25ἀληθείας, ὁτὲ δὲ ἀρρενοειδῶς ὀπτάνεσθαι τοῖς ἄρχουσιν; αἰσχρὸν μὲν γὰρ παροινεῖν τὸ ἄνδρα θηλιεύεσθαι καὶ ἐν θηλείας μορφῇ ὑπάρχειν·
αἰσχρότατον δὲ πάλιν τὸ τὰ γύναια ἀνδρίζεσθαι καὶ τοῦ ἀνδρὸς φέρειν72 in vol. 3
Haer
.

3

.

73

τὸ σχῆμα. καὶ πῶς οὐχί, ἀρετῆς ὂν πνεῦμα καὶ θεῖον, ὑβριζόμενον μᾶλλον εὑρεθήσεται παρὰ τοῦ πλαστουργοῦ τούτου Μάνη; πῶς δὲ οἱ ἐκδαρέντες οἰστροῦνται; λέγε μοι, ὦ οὗτος. πῶς δὲ μετὰ τὸ σταυρωθῆναι ἐξεδάρησαν; εἰ δὲ καὶ ἐσταύρωνται, πῶς ἐπιτρέχουσι τῇ ἀφαντουμένῃ δυνάμει; τίς
5δὲ ἀνέξεται τοῦ βλασφήμου, τοῦ ἀπὸ ἱδρώτων ἀρχόντων ἡμᾶς τρέφεσθαι ὁριζομένου καὶ ἀπὸ ἐκκρίσεως αἰσχρότητος τὸν ὑετὸν ἡμῖν καταπέμ‐ πεσθαι; πόθεν δὲ αὐτὸς πόμα πίνει, ἐξ ὑετῶν ἀρυόμενος μετὰ τῶν ἰδίων αὐτοῦ μαθητῶν; πῶς δὲ οὐ καταγέλαστος εἴη, ἡττώμενος τῇ τῶν σωμα‐ τικῶν χρείᾳ ἱδρῶτας πίνων; καὶ γὰρ ἁμαρτία διάφορος μὲν ὑπάρχει,
10οὐ τοσαύτη δὲ ἔσται ἡ τιμωρία τῷ ἀκουσίως ἁμαρτάνοντι ὡς τῷ μετὰ ἑκουσίας γνώμης τὸ ἁμάρτημα ἐπιτελοῦντι. οἱ μὲν γὰρ ἄλλοι ἄνθρωποι, εἰ καὶ οὕτως ἦν (ὅπερ μὴ γένοιτο· φαντάζεται γὰρ ὁ ἐμμανής), πλὴν ὅτι ἀγνοοῦντες ἱδρῶτας καὶ ἐκκρίσεις αἰσχρὰσ[, ὅτι] ὑδρεύονται καὶ πίνουσιν, σύγγνωστοι 〈ὄντεσ〉 μᾶλλον ἐλέους τυγχάνουσιν ἤπερ ὁ μετὰ τοῦ συνει‐
15δότος, νενυγμένος μάτην, διὰ τὴν ἧτταν τῆς ἀσθενείας αὐτοῦ ἐκ τῶν αὐτῶν πομάτων ἀρυόμενος καὶ 〈ἐκ〉 τῶν ἄλλων τῶν ἐκ τῆς σαρκὸς χρή‐ σεων. 34. Καὶ πολλὰ ἔστιν ἐν οἷς οὗτος στόματι ψευδηγορίας τοὺς αὐτῷ πεισθέντας ἠπάτησε. ποῖον γὰρ παρ’ αὐτῷ οὐ καταγέλαστον; τὸ ἡγεῖσθαι
20μὲν τὰ σπέρματα βοτανῶν τε καὶ γενημάτων καὶ ὀσπρίων ψυχὰς εἶναι· ὡς καὶ γελοῖόν 〈τι〉 ἐπιχειρήσομεν λέγοντες κατὰ τὴν αὐτοῦ μυθοποιίαν πρὸς ἔλεγχον αὐτοῦ, ὅτι εἰ ψυχαὶ τυγχάνουσαι κόκκοι φακοῦ καὶ φασηλίου καὶ ἐρεβίνθου καὶ τῶν ἄλλων, ψυχὴ δὲ καὶ ταύρου ἡ αὐτή, ἐπαινετοὶ μᾶλ‐ λον οἱ κρεωφαγοῦντες κατὰ τὸν αὐτοῦ λόγον ἤπερ οἱ τὰς πολιτείας ἐξα‐
25σκοῦντες. δέδιε γὰρ κατὰ τὴν αὐτοῦ ῥαψῳδοποιίαν, μή πως μεταλαβὼν ἐμψύχων, ζῴων τε καὶ τῶν ἄλλων, καὶ αὐτὸς ὅμοιος γένηται. τοὐναντίον 〈δὲ〉 μᾶλλον· συνελθόντες γὰρ ἄνδρες πεντήκοντα ἢ καὶ ἑκατὸν ἐξ ἑνὸς ταύρου οἱ πάντες τραφήσονται, ὡς κατὰ τὴν αὐτοῦ ματαίαν συκοφαντίαν *· ὅμως
πρὸς ἔλεγχον λεκτέον ὅτι οἱ πεντήκοντα ἢ οἱ ἑκατὸν ἔνοχοι γίνονται73 in vol. 3
Haer
.

3

.

74

μιᾶς ψυχῆς, ὁ δὲ τοὺς κόκκους τῶν σπερμάτων ἐσθίων μᾶλλον ἐν ἑνὶ βροχισμῷ μεταλήψεως τριάκοντα καὶ τεσσαράκοντα ψυχῶν ἔσται αἴτιος. καὶ πάντα αὐτοῦ μάταια καὶ γελοιώδη. 35. Παντὶ γὰρ τῷ νοῦν ἔχοντι ἐν κυρίῳ * τὰ τῆς ἀληθείας τεκμήρια
5εὔδηλα δήπουθέν ἐστιν ἐξ αὐτῆς τῆς ἀληθινῆς διδασκαλίας· καὶ γὰρ τοῦ σωτῆρος οὐδὲν ἀληθέστερον πρὸς ἀποκάλυψιν ζωῆς ἀνθρώπων. φάσκει γὰρ οὗτος ὁ βάρβαρος ἡμῖν παρελθὼν Πέρσης καὶ δοῦλος τὴν γνώμην— οὐδὲν γὰρ ἐλύπει τὸ δοῦλον αὐτὸν εἶναι κατὰ τὸ σῶμα—φησὶν οὖν ὅτι πᾶσαι αἱ ψυχαὶ ἴσαι εἰσὶν καὶ ἡ μία ἐν ἅπασι τυγχάνει, ἔν τε ἀνθρώποις καὶ κτήνεσι
10καὶ θηρσὶ καὶ πετεινοῖς καὶ ἑρπετοῖς καὶ ζῴοις πτηνοῖς τε καὶ ἐναλίοις, κνωδάλοις τε καὶ ἐν σπέρμασι γενημάτων, ἐν ξύλοις τε καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρατοῖς. καὶ οὐχ οὕτως ὑπέδειξεν ὁ κύριος ἡμῶν. ἦ γάρ, ἐλθὼν σῶσαι τὴν ἀνθρωπότητα, καὶ [τὴν] τῶν κτηνῶν ἐποιεῖτο τὴν τῆς ἰάσεως ἐπιμέλειάν τε καὶ θεραπείαν καὶ ἀνάστασιν τῶν πεπτωκότων ζῴων συνά‐
15γων *; ἀλλ’ οὐχ οὕτως διηγεῖται οὐδὲ οὕτως διδάσκει· μὴ γένοιτο, ἀλλ’ οἶδε μὲν αὐτὸς τὰς ψυχὰς τῶν ἀνθρώπων σῴζειν, ὡς συλλήβδην συνει‐ ληφὼς διὰ τοῦ αἰνίγματος ἔφη «οὐκ ἦλθον, εἰ μὴ διὰ τὸ πρόβατον τὸ ἀπολωλός», ἵνα εἴπῃ πᾶσαν φύσιν ἀνθρωπείαν. καὶ τί φησίν; «ἐθεράπευε πάντας, οὓς ἔφερον αὐτῷ, σεληνιαζομένους καὶ κατεχομένους ἐν ποι‐
20κίλαις νόσοις»· προσέφερον αὐτῷ τυφλούς, κωφούς, κυλλούς, παραλυτι‐ κούς, ἀναπήρους, καὶ ἐπὶ πάντας ἥπλου τὴν αὐτοῦ εὐεργεσίαν τε καὶ ἰατρείαν, οὐδαμοῦ δὲ γέγραπται ὅτι προσήνεγκαν αὐτῷ ζῷα. εἶτα πάλιν «ἐλθὼν εἰς τὰ μέρη τῆς Γεργεσθᾶν», ὡς ὁ Μάρκος λέγει, ἢ «ἐν τοῖς ὁρίοις τῶν Γεργεσηνῶν», ὡς ὁ Λουκᾶς φησιν, ἢ «Γαδαρηνῶν», ὡς ὁ Ματθαῖος,
25ἢ Γεργεσηνῶν, ὡς ἀντίγραφά τινα ἔχει (τῶν γὰρ τριῶν κλήρων ὁ τόπος ἀνὰ μέσον ἦν) «καὶ ἰδοὺ δύο δαιμονιζόμενοι, χαλεποὶ λίαν, ἐκ τῶν μνη‐ μείων ἐξερχόμενοι· καὶ ἔκραζον λέγοντες· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ, ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. ἦν δὲ ἀγέλη χοίρων ἐκεῖ βοσκομένη καὶ παρεκάλουν
30αὐτὸν οἱ δαίμονες λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς ἐκ τῶν ἀνθρώπων, ἀπόστειλον ἡμᾶς εἰς τοὺς χοίρους. καὶ ὥρμησαν εἰς τὴν θάλασσαν καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν». καὶ
ἐν μὲν τῷ Ματθαίῳ περὶ δύο λέγεται δαιμονιζομένων, χοίρους δὲ σημαίνει74 in vol. 3
Haer
.

3

.

75

ἁπλῶς καὶ οὐ τὸν ἀριθμὸν δηλοῖ. ὁ δὲ Μάρκος καὶ τὴν ἀκρίβειαν τοῦ ἀριθμοῦ τῶν χοίρων διηγήσατο, εἰπὼν ὅτι «ἦλθε δὲ εἰς τὰ μέρη τῆς Γεργεσθᾶν, καὶ ἀπήντησεν αὐτῷ δαιμονιζόμενος, ὃς ἐδεσμεῖτο ἁλύσεσι σιδηραῖς καὶ διέσπα τὰ δεσμά, καὶ ἐν τοῖς μνημείοις διῆγε, καὶ ἔκραζεν·
5ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. καὶ ἠρώτησεν αὐτὸν ὁ Ἰησοῦς· τί σοι ὄνομά ἐστι; καὶ εἶπεν ὅτι λεγεών, ὅτι πολλὰ δαιμόνια εἰσῆλθεν εἰς αὐτόν. καὶ παρεκάλουν αὐτὸν μὴ ἀποσταλῆναι ἔξω τῆς χώρας, ἀλλὰ εἰσελθεῖν εἰς τοὺς χοίρους· ἦν γὰρ ἐκεῖ ἀγέλη χοίρων βοσκομένη, καὶ ἐπέτρεψεν αὐτοῖς εἰσελθεῖν εἰς τοὺς
10χοίρους. καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν (ἦσαν γὰρ ὡς δισχίλιοι) καὶ ἐπνίγησαν ἐν τῇ θαλάσσῃ. καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀνήγγειλαν ἐν τῇ πόλει». ἆρα οὖν δι’ ἄγνοιαν ἠρώτα ὁ θεὸς Λόγος ὁ δι’ ἡμᾶς ἄνθρωπος γεγονώς, καὶ οὐκ ᾔδει τὸ ὄνομα τοῦ δαιμονίου πρὶν ἐρωτῆσαι; ἀλλὰ εἴωθε τὸ θεῖον ἐκ στόματος τῶν ἐρωτωμένων τὰς
15προφάσεις ἑκάστης ὑποθέσεως ἐκδήλους παρασκευάζειν. οὕτω καὶ ἐνταῦθα, ἵνα δείξῃ τὸ φοβερὸν καὶ τὸ πλῆθος τῶν δαιμόνων, τὸ ἐρώτημα ποιεῖται, ἵνα ἐκ στόματος ἐκείνων τὸ θαυμαστὸν ἔργον ὑποδειχθήσεται. «καὶ παρεκάλουν αὐτὸν οἱ δαίμονες λέγοντες· μὴ πέμψῃς ἡμᾶς εἰς τὴν ἄβυσσον, ἀλλ’ ἐπίτρεψον ἡμῖν ἵνα εἰσέλθωμεν εἰς τοὺς χοίρους. καὶ
20ἐπέτρεψεν αὐτοῖς. καὶ ἐξῆλθον οἱ δαίμονες καὶ εἰσῆλθον εἰς τοὺς χοίρους καὶ ὥρμησεν ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπώλοντο ἐν τοῖς ὕδασιν». 36. Ὦ μεγάλης θεοῦ φιλανθρωπίας. πῶς τὸ μὲν ψεῦδος ἐλέγχει, τοῖς δὲ δούλοις αὐτοῦ τὴν ἀλήθειαν ὑποδεικνύει δι’ ἔργων καὶ διὰ λόγων καὶ
25διὰ πάσης αὐτοῦ τῆς ἐπιμελείας. ἔργῳ γὰρ ἔδειξεν οὐχὶ τὴν αὐτὴν ψυχὴν εἶναι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς κτήνεσι καὶ ἐν τοῖς ζῴοις. εἰ γὰρ ἡ αὐτὴ ψυχὴ ὑπῆρχε, τίνι 〈τῷ〉 λόγῳ ἕνα μὲν βουλόμενος καθαρίσαι ἢ μίαν ψυ‐ χὴν σῶσαι, τὴν τοῦ ἀνθρώπου τοῦ δαιμονῶντος, δισχιλίας ὁμοῦ ψυχὰς ἀπο‐ λέσαι οὐκ ἐφείσατο; εἰ ἡ αὐτὴ ἦν, πῶς τὸν ἕνα καθαρίζει ἢ τὴν μίαν ψυχὴν
30〈σῴζει〉, εἰς δὲ τὰ ἄλλα σώματα εἴτ’ οὖν ψυχὰς ἐπιτρέπει τοὺς δαίμονας εἰσέρχεσθαι; οὐκ ἔστι δῆλα τὰ τοῦ φωτὸς ἔργα; οὐκ «ἐν φωτί» εἰσιν οὗτοι οἱ λόγοι «εἰργασμένοι»; οὐ τῆς ἀληθείας τὸ πρόσωπον φαιδρόν; οὐχὶ «πάντα λεῖα τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν;» τίς
ταῦτα ἀκούσας καὶ συγκρίνας οὐκ ἐλέγχῃ τὸν Μάνην καττύοντα ἃ μὴ δεῖ75 in vol. 3
Haer
.

3

.

76

εἰς τὸ τὴν διάνοιαν τῶν ἀνθρώπων ἐκ τοῦ ὄντος διαστρέφειν; ἀλλὰ πάλιν οἱ ἀλιτήριοι *. ἀκήκοα γὰρ καί τινος οὕτω διαλεγομένου· ὡς παρ’ ἡμῶν ἤκουσε ταυτηνὶ τὴν πραγματείαν, στραφεὶς ὁ κτηνώδης ἐνόμισε μή πῃ ἄρα 〈τι〉 δύναται κατὰ τῆς τοῦ θεοῦ ἀληθείας καὶ χλεύης ἔμπλεα
5ῥήματα ἑαυτῷ προβαλλόμενος † ἐνόμισε τὰ ἀληθινὰ τῷ ψεύδει * μηχανᾶ‐ σθαι, καὶ φησίν· ἀλλὰ διενήνοχε τοῖς χοίροις τὸ τεθνάναι· ἀπηλλάγησαν γὰρ αἱ ψυχαὶ ἀπὸ τῶν σωμάτων καὶ ἐσώθησαν. 37. Καὶ πολλὴ ἄνοια τῶν μὴ βλεπόντων καὶ τὴν διάνοιαν τυφλωττόν‐ των μηδὲ εἰς αἴσθησιν ἀκοῆς τὰ ὑπ’ αὐτῶν λεγόμενα λαμβανόντων. εἰ
10γὰρ ὅλως τὸ ἀπὸ τοῦ σώματος ἀπαλλαγῆναι τὰς ψυχὰς σωτηρίαν ἡγεῖται, ἔδει μᾶλλον τὸν σωτῆρα ἀποκτεῖναι τὸν δαιμονῶντα ἄνθρωπον, ἵνα σωθῇ ἡ ψυχὴ ἀπὸ σώματος ἀνθρώπου ἀπαλλαγεῖσα. οὐκοῦν ἠγάπα μᾶλλον τὰς ψυχὰς τὰς ἐν τοῖς χοίροις ὑπὲρ τὴν ψυχὴν τὴν τοῦ ἀνθρώπου. τίνι γὰρ τῷ λόγῳ οὐχὶ καὶ τὸν ἄνθρωπον μετὰ τῶν χοίρων ἐπέτρεψεν ἐμ‐
15βληθῆναι εἰς θάλασσαν καὶ ἀποθανεῖν, εἰς τὸ τὰς ψυχὰς ὅλας τοῦ τε ἀνθρώπου καὶ τῶν χοίρων καθαρίσαι καὶ σῶσαι; ἀλλ’ οὐχ οὕτως εἴδομεν, ἀλλὰ Λάζαρον μὲν ἀπὸ μνημείου τεταρταῖον καλεῖ καὶ ἐγείρει καὶ εἰς κόσμον ἐπιστρέφει, οὐ πονηρίαν αὐτῷ προξενῶν οὐδέ τι ἀβέλτερον αὐτῷ ἐργαζόμενος. «ἠγάπα γὰρ τὸν Λάζαρον» φησὶν ἡ γραφή. ὃν ἠγάπα
20τοίνυν, πῶς ἐν τῇ σαρκὶ ἀνακάμψαι ἐποίει, εἴπερ πονηρὰ ἡ σάρξ; πῶς δὲ οὐκ εἴασε μᾶλλον τὸν ἅπαξ ἀποθανόντα καὶ ἀπὸ σώματος σωθέντα; καὶ μή τις νομίσῃ τὸν Λάζαρον εὐθὺς πάλιν τετελευτηκέναι. δείκνυσι γὰρ σαφῶς τὸ ἅγιον εὐαγγέλιον ὅτι ἀνέκειτο ὁ Ἰησοῦς καὶ ὁ Λάζαρος ἀνέκειτο μετ’ αὐτοῦ· ἀλλὰ καὶ ἐν παραδόσεσιν εὕρομεν ὅτι τριάκοντα
25ἐτῶν ἦν τότε ὁ Λάζαρος, ὅτε ἐγήγερται. μετὰ δὲ τὸ ἀναστῆσαι αὐτὸν 〈τὸν κύριον〉 ἄλλα τριάκοντα ἔτη ἔζησε, καὶ οὕτω πρὸς κύριον ἐξεδή‐ μησε. κοιμηθεὶς 〈δὲ〉 ἐκλίθη μετὰ σεμνοῦ ὀνόματος * καθάπερ πάντες ἕως τῆς ὥρας τῆς ἀναστάσεως, ὅτε μέλλει ὁ μονογενὴς ὡς ὑπέσχετο ἀποκαθιστᾶν τὸ σῶμα τῇ ψυχῇ καὶ τὴν ψυχὴν τῷ σώματι, καὶ 〈ἀπο〉‐
30διδόναι «ἑκάστῳ καθὰ ἔπραξεν, ἤτοι ἀγαθὸν ἤτοι φαῦλον.»76 in vol. 3
Haer
.

3

.

77

38—39. Εἰ μὴ γὰρ σωμάτων ἀνάστασις ἦν, πόθεν «βρυγμὸς ὀδόντων»; ἀλλὰ μὴ πάλιν τὰ τῆς φρενοβλαβείας τινὲς εἴπωσιν ὅτι· «ὀδόντες ἐπὶ τὸ μασᾶσθαι ἡμῖν εἰσι κατεσκευασμένοι, ποίαν τοίνυν ἐδωδὴν μέλλομεν ἐσθίειν μετὰ τὴν τῶν νεκρῶν ἀνάστασιν;» εἰ γὰρ μετὰ ἀνάστασιν δεύτερον
5βέβρωκεν ὁ Ἰησοῦς καὶ «ἐξ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίον», καὶ συνηυλίσθη τοῖς μαθηταῖς δι’ ἡμερῶν τεσσαράκοντα, ἆρα οὐκ ἔσται βρῶσις; καὶ περὶ μὲν βρώσεως σαφές ἐστιν ὅτι «μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» καὶ αὐτοῦ τοῦ κυρίου ἡ ὑπόσχεσις ὅτι «ἔσεσθε καθήμενοι ἐπὶ τῆς τραπέζης τοῦ πατρός μου ἐσθίοντες καὶ
10πίνοντες». καὶ τὸ μὲν ἐσθίειν καὶ πίνειν αὐτῷ μόνῳ ἔγνωσται, ἐπειδὴ «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». ἀλλ’ ἐπειδὴ ἐφθάσαμεν ἐπὶ τῷ τόπῳ τούτῳ, τὰς διαφορὰς τῶν ψυχῶν ὑφηγούμενοι, * καὶ ταῦτα ἐξ αὐτῆς τῆς ἀληθείας καὶ τοῦ ὑποδείγματος ἐντελοῦς ὄντος,
15ὅτι ἄλλη μὲν ψυχὴ ἀνθρώπου, ἄλλη δὲ κτήνους, καὶ οὐκ ἦλθε σῶσαι τὴν ψυχὴν τοῦ κτήνους, ἀλλὰ τοῦ ἀνθρώπου, διότι τὰ κτήνη οὐ κρίνεται. ἄνθρωποι μὲν γὰρ κληρονομοῦσι βασιλείαν οὐρανῶν καὶ ἄνθρωποι κρίνον‐ ται. «ἀπελεύσονται γὰρ οὗτοι εἰς κρίσιν αἰώνιον καὶ οὗτοι εἰς ζωὴν αἰώνιον,» φησὶν ὁ μονογενής.
20 40. Τί δὲ οἱ τὰ ζητήματα κατοπτεύοντες; ἐπὰν φθάσωσι καὶ μὴ κατα‐ λάβωσι τοῦ ῥητοῦ τὴν σαφήνειαν, ἀσχάλλουσιν 〈μᾶλλον〉 ἀντίθετα ἑαυτοῖς διανοούμενοι ἤπερ χρήσιμα ἑαυτοῖς θηρώμενοι, ἐπειδὴ γὰρ ὁ Ματθαῖός φησι δύο δαιμονιζόμενοι, ὁ δὲ Λουκᾶς περὶ ἑνὸς διηγεῖται. καὶ γὰρ 〈καὶ〉 εἷς τῶν εὐαγγελιστῶν λέγει ὅτι οἱ λῃσταὶ οἱ συνεσταυρωμένοι
25ἐβλασφήμουν αὐτόν, ὁ δὲ ἄλλος οὐχί, ὅτι 〈οὐ〉 μόνον οὐκ ἐβλασφήμουν οἱ ἀμφότεροι, ἀλλὰ καὶ ἀπολογίαν τοῦ ἑνὸς σημαίνει. καὶ γὰρ «ἐπετίμα τῷ ἑτέρῳ, καὶ ἔλεγεν ὅτι οὐ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι ἐσμέν, οὗτος δὲ ὁ ἅγιος οὐδὲν 〈ἄτοπον〉 ἐποίησε». καὶ πρὸς ἐπὶ τούτοις ἐπεφώνει λέγων «μνήσθητί μου, Ἰησοῦ, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου»,
30[καὶ] τοῦ σωτῆρος πρὸς αὐτὸν εἰπόντος ὅτι «ἀμὴν λέγω σοι, σήμερον77 in vol. 3
Haer
.

3

.

78

μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». ἔοικε δὲ ταῦτα ὡς διαφωνίαν ἔχοντα ἐν τῇ γραφῇ. ἀλλὰ πάντα λεῖα ὑπάρχει. κἄν τε γὰρ ἐν τῷ Ματθαίῳ δύο εἰσὶ δαιμονιζόμενοι, παρὰ τῷ Λουκᾷ οἱ αὐτοὶ ὑπάρχουσιν. ἀλλ’ ἐπειδὴ εἴωθεν ἡ γραφὴ προφάσεις διδόναι τῶν εἰργασμένων, τούτου ἕνεκα οὐ
5μνημονεύει Λουκᾶς τῶν δύο, ἀλλὰ τοῦ ἑνός. δύο μὲν γὰρ ἦσαν οἱ ἀπὸ τῶν δαιμονίων τεθεραπευμένοι, εἷς δὲ παρέμεινε τῇ πίστει, ὁ δὲ ἕτερος ἐξώκειλε. διὰ τοίνυν τὴν παραμονὴν τῆς πίστεως ἠκολούθει τῷ Ἰησοῦ, ὡς ἔχει τὸ εὐαγγέλιον, «εἰς οἷον ἀπήρχετο τόπον». τούτου ἕνεκα τὸν ἕνα παρέλιπε καὶ τοῦ ἑνὸς τοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπεμνήσθη.
10καὶ οὐδὲν ἐναντιοῦται πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν. 41. Ἤδη δὲ καὶ ἑτέραν πρόφασιν ὁμοίαν ταύτης τῆς ὑποθέσεως τὸ εὐαγγέλιον διηγεῖται ὡς περὶ ἑνός. ὁ κύριος δέκα λεπροὺς ἐκαθάρισε καὶ οἱ ἐννέα ἀπελθόντες οὐκ ἔδωκαν δόξαν τῷ θεῷ, ὁ δὲ εἷς ὑποστρέψας ἔμεινεν, ὁ καὶ ὑπὸ κυρίου ἐγκωμιαζόμενος, καθὸ ἔφη «δέκα λεπροὶ ἐκα‐
15θαρίσθησαν. διὰ τί οὐδὲ εἷς ἐξ αὐτῶν ὑπέστρεψε δοῦναι δόξαν τῷ θεῷ, ἀλλὰ μόνος οὗτος ὁ ἀλλογενής;» καὶ ὁρᾷς ὅτι διὰ τὸ εὐαίσθητον καὶ 〈τὸ〉 τῆς εὐγνωμοσύνης ἔργον τοῦ ἑνὸς ἀντὶ τῶν δέκα μνημονεύει. ὡσαύ‐ τως δὲ ἐπειδὴ ὁ εἷς εὐαγγελιστὴς περὶ λῃστῶν ἐμνημόνευσεν. εἰώθαμεν γὰρ τὰ ἑνικὰ πληθυντικὰ λέγειν καὶ τὰ πληθυντικὰ ἑνικά. φάσκομεν γὰρ
20ὅτι «διηγησάμεθα ὑμῖν» καὶ «ἑωράκαμεν ὑμᾶς» καὶ «ἥκαμεν πρὸς ὑμᾶς», καὶ οὐ δύο οἱ λέγοντες, ἀλλὰ εἷς ὁ παρών, ὁ δὲ εἷς κατὰ τὴν συνήθειαν τῆς χρήσεως ἐκ προσώπου πολλῶν πληθυντικῶς διηγεῖται. οὕτω πληθυν‐ τικῶς περιείληφεν ἡ τοῦ εὐαγγελίου ὑπόθεσις, ὁ δὲ ἕτερος διηγεῖται ὅτι εἷς μὲν ἦν ὁ βλάσφημος, ὁ δὲ εἷς ἐξωμολογεῖτο καὶ ἔτυχε σωτηρίας. καὶ
25ὁρᾷς ὡς πάντα τὰ τῆς ἀληθείας σαφῆ ὑπάρχει καὶ οὐδὲν ἐναντίον ἐν τῇ γραφῇ. ἀλλὰ πάντα ταῦτα 〈κατὰ〉 τὴν γραφὴν διεξιόντες εἰς πλάτος ἠλάσαμεν ὡς οἶμαι τοῦ λόγου τὸ διήγημα. καὶ γένοιτο μὲν ἡμᾶς κάμνειν τῷ πλάτει τοῦ λόγου, ἐλέγχειν δὲ τοὺς κατὰ τῆς ἀληθείας *, εὐφραίνειν δὲ τοὺς υἱοὺς ταύτης διὰ τῶν τῆς ἀληθείας ἰατικῶν φαρμάκων.
30 42. Εἶτα πάλιν ἴδωμεν τὰ ἕτερα τοῦ ἀγύρτου. φάσκει γὰρ τὰς δύο διαθήκας ἐναντίας πρὸς ἀλλήλας καὶ τὸν θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ ἕτερον ὄντα παρὰ τὸν θεὸν τοῦ εὐαγγελίου. κἀκείνῳ μὲν ὄνομα ἄρχοντος
τίθησιν, ὧδε δὲ τὸν υἱὸν καὶ τὸν πατέρα * ἀγαθὸν θεὸν ἑαυτοῦ λέγει.78 in vol. 3
Haer
.

3

.

79

καὶ εἴθε ἠλήθευε καὶ οὐ σφαλλόμενος καθ’ ἑαυτοῦ ἐβλασφήμει. τῷ δὲ αὐτῷ λόγῳ καὶ αὐτοὶ συμφωνοῦμεν, ὅτι ἀγαθοῦ πατρὸς τὸ ἀγαθὸν γέννημα, φῶς ἐκ φωτός, θεὸς ἐκ θεοῦ, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ ἦλθε πρὸς ἡμᾶς, ἵνα ἡμᾶς σώσῃ· «εἰς τὰ ἴδια ἦλθε», καὶ οὐκ εἰς τὰ ἀλλότρια·
5«οἱ ἴδιοι 〈δὲ〉 αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἵματος οὐδὲ ἐκ σαρκός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν». καίτοι γε οὐδεὶς ἐν τῷ κόσμῳ ἄνευ σαρκὸς ἐγεννήθη καὶ αἵματος, ἀλλὰ πάντες μέτοχοι σαρκὸς καὶ αἵματος γεγόνασι· τί γὰρ ἦσαν πρὶν ἢ ἐν σαρκὶ γεννηθῶσιν ἢ τί δυνάμεθα εἶναι ἄνευ σαρκός;
10ἐπειδὴ δὲ ὁ κόσμος ἐκ θεοῦ γέγονε καὶ ἡμεῖς κτισθέντες ἐκ σαρκὸς μὲν ἐσμὲν γεγεννημένοι πατέρων καὶ μητέρων, ἦλθεν ὁ κύριος γεννῆσαι ἡμᾶς ἐκ «πνεύματος καὶ πυρός». ἐγεννήθημεν γάρ, καὶ ἔστιν ἀληθές, καὶ οὐ δύναταί τις ἀρνήσασθαι τὴν πρώτην γέννησιν οὐδὲ τὸ ἐκ σαρκὸς εἶναι. τὴν δὲ δευτέραν γέννησιν οὐκ ἐκ σαρκὸς γεγεννήμεθα οὐδὲ ἐξ
15αἵματος, τουτέστιν οὐ τῇ ἀποχρήσει τῆς σαρκὸς κεχρημένοι καὶ τοῦ αἵματος, ἀλλὰ σάρκα καὶ ψυχὴν ἐν πνεύματι κεκτημένοι μηκέτι σαρκικὴν οὖσαν, ἀλλὰ αἷμα καὶ σάρκα καὶ ψυχὴν πνευματικῶς συνηνωμένα· τουτέστιν «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι», τοῖς μεταβάλλουσι τὴν γνώμην καὶ διὰ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς θεῷ εὐαρεστή‐
20σασιν. ὁ γοῦν εἰς τὰ ἴδια ἐλθὼν οὐκ ἀλλότριός ἐστιν, ἀλλὰ δεσπότης πάντων. καὶ διὰ τοῦτο λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι,» καὶ τοῖς Ἰουδαίοις ἔφη «εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε,» καὶ «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλ‐ λιάσατο ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδε καὶ ἐχάρη,» καὶ «οὕτως οἱ πατέρες
25ὑμῶν ἐποίουν τοῖς προφήταις,» καὶ «μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ εἴπωσι καθ’ ὑμῶν πᾶν πονηρὸν ψευδόμενοι. χαίρετε καὶ ἀγαλ‐ λιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωκον τοὺς προφήτας τοὺς πρὸ ὑμῶν», καὶ ἄλλοτε «Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους, ποσάκις ἠθέλησα
30ἐπισυνάξαι τὰ τέκνα σου;» τὸ δὲ ποσάκις δεικνύει διὰ προφητῶν
αὐτοῦ συνάξαι αὐτὴν ἐπιμελησάμενον. εἰ γὰρ «ἀποκτένουσα τοὺς προφή‐79 in vol. 3
Haer
.

3

.

80

τας» λέγει ἐλεγκτικῶς, ἄρα τῶν προφητῶν ποιεῖται τὴν ἐπιμέλειαν. ὁ δὲ τῶν προφητῶν ἐπιμελούμενος οὐκ ἀλλοτρίων ἐπεμελεῖτο, ἀλλὰ τῶν ἰδίων. «καὶ ζητηθήσεται» φησί «τὸ αἷμα τὸ ἐκχυνόμενον ἀπὸ αἵματος Ἄβελ ἄχρι Ζαχαρίου τοῦ δικαίου. τοῦ ἐκκενωθέντος ἀνὰ μέσον τοῦ
5ναοῦ καὶ τοῦ θυσιαστηρίου.» * «καὶ ἄρας πάντα καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ εἶπε, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου», καὶ πρὸς τοὺς περὶ Μαριὰμ καὶ Ἰωσὴφ ἔλεγε «τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» καὶ εὐθὺς ἐπιφέρει τὸ εὐαγγέλιον λέγον ὅτι εἶπε «μὴ ποιεῖτε τὸν οἶκον
10τοῦ πατρός μου οἶκον ἐμπορίου,» ὡς λέγει «καὶ ἐμνήσθησαν οἱ μαθηταὶ ὅτι ἦν γεγραμμένον· ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με». 43. Καὶ πόσα ἔστιν εἰπεῖν διὰ τοιούτων * εὐαγγελίων καὶ τῶν ἀπο‐ στόλων εἰς ἔλεγχον τῆς τοῦ Μάνη μανίας καὶ 〈ἀνατροπήν〉, ὡς βούλεται διαιρεῖν καὶ ἀπαλλοτριοῦν τὴν παλαιὰν διαθήκην ἀπὸ τῆς καινῆς, τῆς
15παλαιᾶς μαρτυρούσης περὶ τοῦ σωτῆρος καὶ τοῦ σωτῆρος ὁμολογοῦντος τὴν παλαιὰν διαθήκην, οὐ μόνον, ἀλλὰ καὶ † αὐτοὶ οἱ ἀπόστολοι, ὡς λέγει Δαυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου. εἰ οὖν κύριον αὐτὸν λέγει, πῶς υἱὸς αὐτοῦ ἐστι;» καὶ πάλιν ἐν ἑτέρῳ λέγει τῶν παίδων κραζόντων ὡσαννὰ τῷ υἱῷ Δαυίδ, «καὶ οὐκ ἐπετίμα αὐτοῖς» 〈καὶ ὡσ〉
20λέγουσιν οἱ Φαρισαῖοι· οὐκ ἀκούεις τί οὗτοι λέγουσι; κώλυσον αὐτά, ὁ δὲ πρὸς αὐτούς «ἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται». υἱὸς μὲν γὰρ Δαυίδ ἐστι κατὰ σάρκα, κύριος δὲ τοῦ Δαυὶδ κατὰ πνεῦμα, τῶν ἀμφοτέρων λέξεων δυνατῶν οὐσῶν καὶ ἀληθευουσῶν. οὐδὲν γὰρ ἔστι παραπεποιημένον 〈ἐν〉 τῇ ἀληθείᾳ.
25Ἀλλὰ ἵνα 〈μὴ〉 μηκύνω τὴν ὑπόθεσιν ταύτην, ἀρκεσθήσομαι ταύ‐
ταις ταῖς μαρτυρίαις, ἐλεύσομαι δὲ εἰς τὰ ἕτερα, ἐξελέγχων τὸν ἀγύρτην.80 in vol. 3
Haer
.

3

.

81

εἰ τὸ σῶμα ἑτέρου θεοῦ, ὦ οὗτος, καὶ ἡ ψυχὴ ἄλλου θεοῦ, τίς κοινωνία τῶν ἀμφοτέρων; καὶ δέδια ὡς εἰς πόσον ὄγκον βυθοῦ διανοημάτων ἐγκύπτειν πειρᾶται ὁ τῆς ἡμῶν βραχύτητος μικρὸς νοῦς. διὸ χαλιναγω‐ γήσω ἐμαυτόν, ἵνα μὴ πολὺν κάματον ποιήσωμαι ἀναγνώσεως τοῖς
5δυναμένοις καὶ ἀπὸ μιᾶς μαρτυρίας ἐξελέγξαι τὸν γόητα. τὸ μὲν γὰρ ἐπὶ τὸ αὐτὸ κοινωνεῖν οὐκ ἔστι διαφερομένων πρὸς ἀλλήλους. ἀλλὰ ἑνὸς τὸ ἔργον ἢ δύο φίλων ἡ ἐργασία. τοῦ σώματος τοίνυν καὶ τῆς ψυχῆς ἐπὶ τὸ αὐτὸ ὄντων ἑνὸς θεοῦ τὸ ἔργον. οὐ γάρ ἐστι διαίρεσις, διὰ τὸ ἀμφότερα συνεργεῖν πρεπόντως καὶ συνδοξάζειν. εἰ δὲ κατὰ τὸν τούτου
10λόγον καταφαγόντες οἱ ἄρχοντες τὴν ψυχὴν ἐποίησαν αὐτῇ δεσμὸν τουτοῒ τὸ σῶμα, πῶς τὴν βεβρωμένην αὖθις ἐγκλείουσιν εἰς σῶμα; πᾶν γὰρ τὸ βιβρωσκόμενον ἀναλίσκεται, τὸ δὲ ἀναλισκόμενον καὶ εἰς τὸ ἀνύπαρκ‐ τον χωρεῖ. τὸ δὲ χωροῦν εἰς τὸ ἀνύπαρκτον καὶ μηκέτι ὂν οὔτε ἔν τινι τόπῳ περικέκλεισται οὔτε ἔστιν οὔτε γενήσεται αὐτῷ τόπος δεσμωτηρίου
15τῷ μὴ ὑπάρχοντι. 44. Πολλάκις δὲ τῆς ἑαυτοῦ διανοίας ἐπιλαθόμενος περὶ ὧν δ’ ἂν εἴποι ἐπιλανθάνεται, καὶ ἅ ποτε κατασκευάζει, τὰ αὐτὰ πάλιν ἀνασκευάζει ἀγνοῶν. ὁτὲ μὲν γὰρ τὴν ψυχὴν φάσκει τὴν βεβρωμένην * ἐγκατάκλει‐ στον ὁριζόμενος ἐν σώμασι τοῖς οὖσιν, ὁτὲ δὲ ἀφηρπάσθαι ἀπὸ τῶν
20ἀρχόντων ἄνωθεν ἐκ τῆς πανοπλίας τοῦ ἀγαθοῦ θεοῦ τὴν αὐτὴν ὁρίζεται, ὡς μηκέτι βεβρῶσθαι, ἀλλὰ ᾐχμαλωτεῦσθαι. ποτὲ δὲ τὴν αὐτὴν αἰχμάλωτον ληφθεῖσαν οὐκέτι συνᾳδόντως * λέγει, ἀλλ’ ἕτερον τρόπον τὴν κατ’ αὐτὴν ὑπόθεσιν διηγεῖται, φάσκων ὡς δέλεαρ αὐτὴν ἑκουσίᾳ γνώμῃ παραβεβλῆσθαι ὑπὸ τῆς ἄνωθεν δυνάμεως, δίκην ἐρίφου ἐν βό‐
25θρῳ βληθέντος εἰς τὸ τὸν θῆρα ἀγρεῦσαι, ἐρεθισθέντα τε καὶ κατελ‐ θόντα τὸν ἔριφον λαβεῖν, καὶ 〈οὕτωσ〉 αὐτὸν τὸν θῆρα θηρευθῆναι. καὶ εἰ μὲν 〈ἀπὸ〉 τῆς ἰδίας δυνάμεως τὸν ἔριφον ἀπέστειλεν ἡ ἄνω δύνα‐ μις, ὅ ἐστιν 〈ὁ〉 ἀγαθὸς θεὸς ἢ τὸ φῶς, ὡς αὐτὸς ὀνομάζει, κἄν τε θηρεύσῃ τὸν θῆρα, τέως πρῶτον ὁ ἔριφος καταβρωθήσεται καὶ μᾶλλον ἑαυτὴν
30βλάψει ἡ ἄνω δύναμις, μέρος αὐτῆς ὑποβάλλουσα εἰς βρῶμα τῷ θηρί,81 in vol. 3
Haer
.

3

.

82

ἵνα δι’ οὗ μέρους αὐτὴ ζημιουμένη δόξῃ, τὸν θῆρα θηρεύσῃ, καὶ οὐκέτι ὡς ἰσχύουσα καὶ ὑπερτάτη καὶ δυνατὴ λόγῳ ἢ θελήματι τὸν θῆρα χει‐ ρώσεται, ἀλλὰ μηχανᾶται πολυτρόπως καὶ πανουργεύεται, ἵνα δυνηθῇ τοῦ θηρὸς περιγενέσθαι. καὶ εἰ ὅλως θηρευθείη ὁ θήρ, ἤδη ἀπὸ τοῦ
5ἰδίου μέρους ἀπεβάλετο τὸν ἔριφον τὸν βεβρωμένον, κἄν τε ὅλως δυνη‐ θείη θηρεῦσαι. εἰ γὰρ τὴν ψυχὴν ἀπέστειλεν ἐνταῦθα ἡ ἄνω δύναμις, ἵνα διὰ τῆς ψυχῆς πεδήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θηρεύουσα, οὐκ ἀπέβη ὁ σκοπὸς τῇ οὕτω βουλευσαμένῃ. κἄν τε γὰρ ἀπέστειλε τὴν ψυχὴν θηρεῦσαι, τεθήρευται, ἢ παγιδεῦσαι, πεπαγίδευται, ἐλθοῦσα ἀπὸ καθα‐
10ρᾶς φύσεως καὶ ὑποπεσοῦσα πρῶτον μὲν δεσμῷ σώματος τῆς ὕλης, εἶτα δὲ καὶ πολλαῖς τῶν ἁμαρτημάτων ἀτοπίαις, καὶ πανταχόθεν δια‐ πίπτει ὁ τοῦ πλάνου λόγος καὶ ἡ τοῦ ἀλιτηρίου διδασκαλία. 45. Φέρε δὴ ἴδωμεν καὶ περὶ τῆς μητρὸς τῆς ζωῆς, ἣν φάσκει 〈ἐκ τῆς ἄνω〉 δυνάμεως προβεβλῆσθαι καὶ αὐτὴν δὲ τὴν
15μητέρα τῆς ζωῆς 〈προβεβληκέναι〉 τόν τε πρῶτον ἄνθρωπον 〈καὶ〉 τὰ πέντε στοιχεῖα, ἅτινά ἐστιν, ὡς ἐκεῖνος. λέγει· ἄνεμος, φῶς, ὕδωρ, πῦρ καὶ † ὕλη. ταῦτα δὲ ἐνδυσάμενον αὐτὸν ὡς πρὸς κατασκευὴν πολέμου κατελθεῖν κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες πολεμοῦντες αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή.
20ὦ ἀγύρτου μιμολογίας, ὦ χλεύης ἀσυνεικάστου καὶ γελοιώδους ὑπο‐ θέσεως † τὰ ἐπίχειρα· πανταχόθεν ἀδυναμίαν προσάπτει τῷ θεῷ, παν‐ ταχόθεν ἄγνοιαν ὁρίζεται τῷ πάντα γινώσκοντι θεῷ. ὁ γὰρ προ‐ βαλὼν τὴν μητέρα τῆς ζωῆς, κατὰ τὸν αὐτοῦ λόγον, ἢ ὅτι ἀγνωσίαν εἶχε, τίνα τὰ ἀπὸ τῆς μητρὸς τῆς ζωῆς ἐπιτελούμενα, ἢ ὅτι ἀποτελεσθέντα
25παρὰ τὴν προσδοκίαν τῆς διανοίας τὰ συμβεβηκότα ἄλλως * εὑρεθέντα, ὄνειδος φέρει. ἄγνοιαν γὰρ ὀφλήσειε ὁ ἕτερα μὲν διανοηθεὶς ἀποβή‐ σεσθαι, ἕτερα δὲ εὑρὼν ἐς ὕστερον γενόμενα οὐ κατὰ τὴν αὐτοῦ θέλησιν. ἡ γὰρ μήτηρ τῆς ζωῆς ἡ παρ’ αὐτῷ δύναμις καλουμένη, * ἐξ αὐτοῦ προ‐ βληθεῖσα, ὡς «αἰσχρόν ἐστι καὶ τὸ λέγειν» [μητέρα ζωῆς]. οὐ γὰρ ὑπο‐
30δέχεται τοῖς τὸν σώφρονα λογισμὸν κεκτημένοις τι θῆλυ ἐν τῇ θεότητι
διανοεῖσθαι. καὶ αὕτη δέ, φησίν, ἡ θήλεια προεβάλετο τὸν πρῶτον ἄν‐82 in vol. 3
Haer
.

3

.

83

θρωπον *, καὶ ὅλως εἰπεῖν τὸν πρῶτον ἄνθρωπον † τὴν φύσιν καὶ τὴν μητέρα τῆς ζωῆς ἐκ τῶν ἐν ἡμῖν γιγνομένων φαντάζεται. ἄνθρωπος γὰρ κέκληται ἐπὶ τῆς γῆς καὶ μήτηρ † ἐκ τῆς γῆς ἡμᾶς γεννήσασα, ἡ ἐκ θεοῦ τῷ Ἀδὰμ κεκτισμένη. φαντάζεται δὲ ἀπὸ τῶν ἰδίων λογισμῶν
5ὁ κτηνώδης ἐν οὐρανῷ τοιαῦτα εἶναι ὁποῖα καὶ ἐπὶ τῆς γῆς ὑπάρχει, ἅτινα οὐκ ἐπιδέχεται, ὡς ὁ θεῖος λόγος πάντη διδάσκει. λέγει γὰρ «σώ‐ ματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ’ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων,» καὶ οὔπω ὅλως τὰ ὑπεράνω τῶν οὐρανῶν 〈ὁ ἀπόστολοσ〉 διηγήσατο, ἀλλὰ περὶ τῶν φαινομένων τούτων τῶν σῶμα
10ὑπαρχόντων, ἡλίου λέγω ἢ σελήνης 〈ἔλεγεν〉 ἢ 〈περὶ〉 τῶν ἐπὶ γῆς ὄντων καὶ τῶν σωμάτων τῶν ἁγίων, ὥς γε διανοούμεθα ταπεινοὶ ὄντες. εἰ δὲ καὶ 〈περὶ〉 τῶν ὑπὲρ οὐρανὸν ἔσται λόγος διὰ τὸ ἐν αὐτῷ τῷ ἀπο‐ στόλῳ τῆς γνώσεως βαθύτατον χώρημα, οὐ πάντως ὁριζόμεθα. ὅμως πολλὰ 〈τὰ ἐπουράνια διαφέρειν〉 τῶν ἐπιγείων λέλεκται, πόσῳ μᾶλλον
15τὰ ὑπεράνω τῶν οὐρανῶν; πόθεν 〈οὖν〉 δύναται τοῖς ἐπιγείοις ἀπεικάζε‐ σθαι, ὦ οὗτος; 46. Τὸν δὲ πρῶτον ἄνθρωπον ὃν φάσκεις πάλιν κατεσκευακέναι ἑαυτῷ πανοπλίας χάριν τὸν ἄνεμον, τὸ φῶς, τὸ πῦρ, τὸ ὕδωρ, τὴν ὕλην, ἵνα * εἰ μὲν ἄνωθέν ἐστιν ὁ πρῶτος ἄνθρωπος καὶ ὧδε ἦλθεν ἑαυτῷ
20κατασκευάσαι τὴν πανοπλίαν καὶ προβάλλειν ἑαυτῷ ταύτην εἰς θωρα‐ κισμὸν ἑαυτοῦ καὶ ἐνδυναμίαν, ἄρα δυνατώτερα τὰ ἐν τῷ κόσμῳ τούτῳ ὑπὲρ τὸν ἄνωθεν ἐλθόντα 〈ἀπὸ〉 τῶν ἐπουρανίων. ὕδωρ γάρ ἐστι τὸ ὁρατὸν καὶ φῶς τὸ φαινόμενον καὶ ὕλη ἡ κατὰ σὲ φθειρομένη καὶ ἄνεμος ὁ ἐν ἡμῖν ἐνηχούμενος καὶ τὸ πῦρ τοῦτο ᾧ ἀκωλύτως οἱ πάντες κεχρή‐
25μεθα ἐν ταῖς χρείαις. καὶ εἰ διὰ τοιούτων τοὺς ἄρχοντας πολεμεῖ, τίς ἡ ἐνέργεια τοῦ πολέμου, λέγε· τίς ἡμῖν σαλπίσειεν, ἀρχηγὸς πολέμου γινόμενος· διατέμωμεν τὰς φάλαγγας, ἐπισυστήσωμεν τὰ πτερὰ τοῦ
πολέμου; τίς βάλοι πρῶτον βέλος κατὰ 〈τὸν〉 τοῦ χαλεπῶς μανέντος83 in vol. 3
Haer
.

3

.

84

〈λόγον〉 κατὰ τῆς ἀρχῶν καὶ ἐξουσιῶν ὑποστάσεως; ἄνεμος πολεμεῖ, ὦ οὗτος; ἀλλὰ ὕλη ἡ κατὰ σὲ φθειρομένη; ἀλλὰ τὸ πῦρ τὸ εἰς χρῆσιν ἡμετέραν κατασκευασθὲν ὑπὸ τοῦ κυρίου; ἀλλὰ τὸ φῶς τὸ ὑποχωροῦν τῷ σκότει ἀνὰ μέρος διαστημάτων τῶν χρόνων ἐκ θεοῦ τεταγμένων;
5ἀλλὰ τὸ ὕδωρ; ποίῳ τρόπῳ; διήγησαι τὰ παρὰ σοὶ κενοφωνούμενα. καὶ γὰρ ὁρῶμεν διὰ τούτων μᾶλλον καὶ ἀγαθὰ καὶ φαῦλα γινόμενα. ἐν τῷ γὰρ πυρὶ θυσίαι γίνονται εἰδώλοις, καὶ οὐ παραιτεῖται τὸ πῦρ οὐδὲ κωλύει τὴν ἁμαρτίαν. τῷ ὕδατι τῆς θαλάσσης σπένδουσιν οἱ τοῖς δαιμο‐ νίοις προσκυνοῦντες, καὶ οὐ κεκώλυταί ποτε ἐν ὕδατι ὁ πειρώμενος
10ἄνοιαν ἐπιτελέσαι. πόσοι δὲ πειραταὶ φόνους εἰργάσαντο ἐν ὕδασι θαλάσσης; καὶ μᾶλλον οὐκ ἐναντίον τὸ ὕδωρ τοῖς ἄρχουσι τῆς πονηρίας, ὡς σὺ λέγεις, ἀλλὰ συνεργητικὸν μᾶλλον τὸ ὕδωρ, οὐκ ὄντος αἰτίου τοῦ ὕδατος, ἀλλὰ αἰτίου ἑκάστου ἀνθρώπου τῆς ἑαυτοῦ ἁμαρτίας. καὶ ὦ τῆς πολλῆς σου φλυαρίας. τί δὲ ὠφέλησεν ἡ κατασκευὴ τῶν ὅπλων καὶ ὁ θωρακισμὸς
15τῶν στοιχείων τὸν πρῶτον κατὰ σὲ ἄνθρωπον, τὸν κατελθόντα πολε‐ μῆσαι καὶ ὑπὸ τοῦ σκότους καταπονηθέντα; φάσκεις γὰρ ὅτι ἐθλίβη ἐκεῖ κάτω ὁ ἄνθρωπος· εὐξαμένου δὲ αὐτοῦ ἤκουσεν ὁ πατήρ, ὡς ἔφης, καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προβληθεῖσαν ὑπ’ αὐτοῦ, λεγομένην πνεῦμα ζῶν. ἔπαρόν σου τὸ προσωπεῖον, ὦ κωμῳδοποιὲ Μένανδρε.
20ἐκεῖνος γὰρ ὢν σεαυτὸν σκεπάζεις, μοιχῶν ἔργα διηγούμενος καὶ μέθης· οὐδὲν γὰρ ἐν σοὶ καθέστηκε. τῶν γὰρ Ἑλλήνων τὰ ποιήματα ἀντὶ τῆς ἀληθείας παρεισφέρων πλανᾷς τοὺς ὑπὸ σοῦ ἠπατημένους. τάχα γὰρ ὑπὲρ σὲ Ἡσίοδος ἐφρόνησε τὰ περὶ τῆς θεογονίας ποιητεύματα διηγη‐ σάμενος, τάχα Ὀρφεύς, τάχα Εὐριπίδης. ἐκεῖνοι γὰρ κἂν καταγέλαστα
25διηγήσαντο, δῆλοί εἰσιν ὅτι ποιηταὶ ὑπάρχοντες ἐποιητεύσαντο τὰ οὐκ ὄντα· σὺ δὲ ὡς ὄντα διηγῇ, ἵνα τὴν πλάνην περισσοτέραν ἐργάσῃ. 47. Τοῦτο φάσκεις τὸ πνεῦμα τὸ ζῶν κατελθὸν κάτω δεδωκέναι δεξιὰν καὶ ἀνε〈νη〉νοχέναι ἀπὸ τοῦ σκότους τὸν πρῶτον λεγόμενον παρὰ σοὶ ἄνθρωπον, τὸν κάτω ἐν τοῖς κατωτέροις κινδυνεύσαντα, τὸν
30κατελθόντα σῶσαι τὴν βεβρωμένην ψυχὴν καὶ μὴ δυνηθέντα σῶσαι, ἀλλὰ αὐτὸν κεκινδυνευκότα· εἰς σωτηρίαν ἀπεσταλμένος ἐκινδύνευσε καὶ ἐπεδεήθη ἑτέρου πάλιν ἀπεσταλμένου πρὸς τὴν τούτου σωτηρίαν.
πόσῳ γε μᾶλλον ἡ ψυχὴ κινδυνεύσειε, δι’ ἣν ὁ ἀπεσταλμένος πρῶτος84 in vol. 3
Haer
.

3

.

85

ἄνθρωπος ἐλθὼν ἐκινδύνευσεν; ἀλλὰ καὶ δεύτερον ἀπεσταλμένον εἰς τὸ σῶσαι. ὅπερ φάσκεις εἶναι αὐτὸ πνεῦμα ζῶν. κατὰ μετάμελον ἄρα ὁ πατὴρ ἀπέστειλε τὸν ἔτι ἰσχυρότερον, ἵνα τοῦ πρώτου ἀνθρώπου σωτὴρ γένηται, ἢ ἠγνόει μὲν ἐκεῖνον ἀδυνατοῦντα τὸν πρῶτον, [καὶ] ὑπολαμ‐
5βάνων ὅτι σώσει, κινδυνεύσαντος 〈δὲ〉 αὐτοῦ ὕστερον διὰ τῆς πείρας ἐγνωκὼς προβάλλεται καὶ ἀποστέλλει; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία, ὦ Μανιχαῖε, καὶ ἀσύστατον τὸ παρὰ σοῦ ληρολόγημα τῆς πάσης διδα‐ σκαλίας. φάσκει δὲ πάλιν ὅτι κατελθὸν τὸ πνεῦμα ἔδωκε δεξιὰν καὶ ἀνήνεγκε τὸν πρῶτον κινδυνεύσαντα ἄνθρωπον. διὰ τοῦτο μυστήριον
10τοῖς ἑαυτοῦ μαθηταῖς παραδέδωκεν [εἰς] τὸ ἐπιδιδόναι δεξιάν, ὅταν ἀλλήλοις συναντήσωσι, σημείου χάριν, ὡς ἀπὸ σκότους σωθέντες. ἐν γὰρ τῷ σκότει πάντα φάσκει εἶναι, πλὴν αὐτοῦ μόνου. καὶ γὰρ οἱ τυφλοὶ χλεύης ἕνεκα μᾶλλον παρὰ τῶν ὁρώντων τὸ κακόφημον ἐκκλίνοντες πολὺ βλέποντες ἀκούουσι.
15 48. Εἶτα φάσκει πάλιν, ἑτέρας τινὰς κατασκευὰς ἡμῖν καὶ ἀρχιτεκ‐ τονίας ἐργαζόμενος, ὡς παρὼν ἐκεῖσε καὶ φανταζόμενος τὰ μὴ ὄντα, ὅτι τότε τοῦτο τὸ ζῶν πνεῦμα ἔκτισε, φησί, τὸν κόσμον. καὶ αὐτὸ τρεῖς ἑτέρας δυνάμεις φορέσαν καὶ κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν 〈σῶμα〉 ἡ σφαῖρα. καὶ
20τῷ μὲν «ἀνήνεγκεν» οὔτε νοεῖ ὁ κτηνώδης πῶς ἑαυτῷ ἀντιμάχεται καὶ τὰ παρ’ αὐτῷ ἐπαινετὰ ψέγει καὶ τὰ ψογιζόμενα εἰς ἔπαινον φέρει, δίκην μεθύοντος καὶ παραφερομένου καὶ ἕτερα ἀνθ’ ἑτέρων παραλαλοῦντος. φάσκει γὰρ τοὺς ἄρχοντας κάτω ὑπάρχοντας ἐν τῷ σκότει πονηρᾶς εἶναι ὑποστάσεως καὶ * φθορᾶς τὸ χωρίον. καὶ εἰ ἐκ ταύτης τῆς φθορᾶς καὶ
25[εἰ] ἐκ τοῦ μέρους τοῦ σκότους τὸ πνεῦμα βιασάμενον τοὺς ἄρχοντας εἰς 〈τὰ〉 ἄνω ἀνήνεγκεν, ἐπὶ τιμωρίᾳ δῆθεν, φαύλων τε χωρίων τὴν μετά‐ στασιν ποιούμενον ἐπὶ τιμωρίᾳ μετέσπασεν εἰς τὰ ἄνω, οὐκέτι ἔσται τὰ ἄνω ἀγαθὰ καὶ ὑποστάσεως ζωτικῆς, ἀλλὰ μᾶλλον θανάτου καὶ τὰ κάτω οὐκέτι τιμωρία, ἀλλὰ ἀγαθῆς τινος οὐσίας· ἐξ οὗ τόπου βουλη‐
30θὲν τὸ πνεῦμα εἰς τιμωρίαν μεταβαλεῖν τοὺς ἄρχοντας ἀπὸ τῶν ἡδέων
καὶ ἀναγκαίων ἐπὶ τὸν τιμωρὸν τόπον μετήγαγεν, ἵν’ οὕτως αὐτοὺς85 in vol. 3
Haer
.

3

.

86

τιμωρήσοιτο. καὶ ἄλλως· εἰ τὸ πνεῦμα τὸν κόσμον πεποίηκε, πῶς πάλιν λέγεις τὸν κόσμον μὴ ὑπὸ θεοῦ γεγενῆσθαι; καὶ εἰ τῶν ἀρχόντων τυγχάνει σῶμα τὸ στερέωμα, ἐν ποίῳ ἄρα σταυρῷ προσέπηξε τοὺς ἄρχον‐ τας; ποτὲ μὲν γὰρ λέγεις αὐτοὺς ἐν τῷ στερεώματι πεπῆχθαι, ποτὲ
5δὲ αὐτὸ τὸ στερέωμα σῶμα τῶν αὐτῶν ὁρίζῃ. καὶ πολλή σου ἡ ἀσυναρ‐ τησία τῶν λόγων, ἥτις οὐδεμίαν ἀκολουθίαν πρὸς τὴν ἀλήθειαν ἔχει· * ὡς ἐν πᾶσιν ἡμῖν ἐπιφοιτήσας πολέμιος, μᾶλλον δὲ ἑαυτῷ καὶ τοῖς σου τὴν γνώμην δεχομένοις. 49. Εἶτα πάλιν φάσκει ὁ αὐτὸς ὅτι μετὰ τὸ ἐσταυρωκέναι τοὺς
10ἄρχοντας ἐν τῇ σφαίρᾳ ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψανα. καὶ οὐ λέγει τὴν ψυχήν, ἀλλὰ τῆς ψυχῆς λείψανα. ὦ ἀσυστάτου δόγ‐ ματος καὶ λόγων ψευδῶν καὶ ἀσυναρτήτων. πᾶν γὰρ τὸ λείψανον μέρος τυγχάνει τοῦ πληρώματος, τὸ δὲ πλήρωμα μεῖζον τυγχάνει τοῦ λειψάνου. εἰ τοίνυν τὰ λείψανά εἰσιν οἱ φωστῆρες, δειξάτω ἡμῖν 〈τι〉 μειζότερον
15τῶν φωστήρων, ἵνα ἴδωμεν τὴν ψυχήν. εἰ δὲ τὸ μὲν πλήρωμα βέβρωται καὶ ἀνάλωται, λείψανον δὲ οἱ φωστῆρες, ἄρα καὶ αὐτοὶ ὑποκάτω τῶν ἐσταυρωμένων ἀρχόντων ὄντες βρωθήσονται, τῶν ἀρχόντων τὴν ἐπα‐ νότητα κεκτημένων. εἰ δὲ διὰ τὸ ἐσταυρῶσθαι μηκέτι δύνανται ἐν καθέξει τῆς ψυχῆς καὶ τῶν φωστήρων εἶναι, διέπεσεν ὁ σοῦ ληρώδης λόγος, ὦ
20Μανιχαῖε. Εἶτα πάλιν ὁ αὐτὸς διδάσκων ὅτι μετὰ τὸ ἐπιτιμῆσαι τῷ Ὠμοφόρῳ ἔκτισε, φησίν, ἑαυτῇ καὶ ἡ ὕλη πάντα τὰ φυτά, καὶ συλωμένων τῶν αὐτῶν ὑπὸ τῶν ἀρχόντων ἐκάλεσεν ὁ μέγας ἄρχων πάντας τοὺς ἄρχον‐ τας καὶ πρωτίστους, καὶ ἔλαβεν ἀπ’ αὐτῶν ἀνὰ μίαν δύναμιν καὶ κατε‐
25σκεύασεν ἄνθρωπον κατὰ τὴν ἰδέαν τοῦ πρώτου ἀνθρώπου ἐκείνου καὶ ἐδέσμευσε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶν ἡ τῆς συγκράσεως ὑπόθεσις. ὅτε δὲ εἶδε, φησίν, ὁ πατὴρ ὁ ζῶν θλιβομένην τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων, ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς. διὰ γὰρ ταύτην τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμο‐
30φόρου ἀπεστάλθαι αὐτὸν φάσκει. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν86 in vol. 3
Haer
.

3

.

87

ἑαυτὸν εἰς ἀνθρώπου εἶδος καὶ ἐφαίνετο τοῖς ἀνθρώποις ὡς ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπέλαβον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν καὶ ποιήσας τὴν δημιουργίαν πρὸς σωτηρίαν τῶν ἀνθρώπων μηχανὴν συνεστήσατο ἔχου‐ σαν δώδεκα κάδους, ἥτις ὑπὸ τῆς σφαίρας στρεφομένη ἀνιμᾶται τῶν
5θνησκόντων τὰς ψυχάς. καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι λαβὼν καθαρίζει καὶ μεταδίδωσι τῇ σελήνῃ· καὶ οὕτω πληροῦται τῆς σελήνης ὁ δίσκος ὁ παρ’ ἡμῖν προσαγορευόμενος. 50. Καὶ ὁρᾷς πόση τούτου τοῦ γόητος ἡ ληρῴδης φλυαρία καὶ μέθης λήθη; τὰ γὰρ ὑπ’ αὐτοῦ λεγόμενα εἰς λήθην μεταδίδωσι καὶ ὅσα δοκεῖ
10λέγειν μετασκευάζει καὶ ἀνασκευάζει, τὰ ἴδια καταλύων δόγματα, ἄλλοτε μὲν ἄλλως καὶ ἄλλως διηγούμενος, καὶ τὰ ὕστερα τὰ πρῶτα καταλύει καὶ ἃ ἐν πρώτοις κατέλυσεν αὖθις πάλιν οἰκοδομεῖ, ὡς ἵνα δείξῃ ὅτι ἀφ’ ἑαυτοῦ οὐ καθέστηκεν, ἀλλὰ ὑπὸ πνεύματος ἀκαθάρτου ἐλαυνόμενος ἄλλα ἀντ’ ἄλλων διηγεῖται, καθάπερ οἱ φρενιτιῶντες. ἤτοι γὰρ τὴν
15παρουσίαν λέγει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ * μετὰ πολλὰ ἔτη τοῦ γενέσθαι τοὺς φωστῆρας ἦλθεν ἡ παρουσία καὶ μετὰ τὴν παρ’ αὐτῷ μηχανὴν καλουμένην τῶν δώδεκα κάδων. ἀεὶ γὰρ ἐν οὐρανῷ ἐξότου γέγονε τυγχάνει τὰ ἄστρα· ἤτοι στοιχεῖα αὐτὰ καλεῖν βούλονται ἤτοι διαστήματα τοῦ οὐρανοῦ καὶ μέτρα, ὅμως ἀπὸ τετάρτης ἡμέρας τῆς
20κοσμοποιίας τὰ πάντα καλῶς τέτακται, οὐκ εἰς βλάβην τῶν ὑπὸ θεοῦ κυριευομένων. ἡ δὲ τοῦ Χριστοῦ παρουσία ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος * ἤρξατο τοῦ κηρύγματος, μετὰ τριακοστὸν ἔτος τῆς αὐτοῦ γεννήσεως, ὅπερ κατήντα εἰς πεντακισχιλιοστὸν πεντακοσιοστὸν ἔνατον ἔτος τῆς κοσμοποιίας καὶ τριακοστὸν τῆς αὐτοῦ ἡλικίας, τριακοστὸν
25δὲ τρίτον ἕως τοῦ σταυροῦ. πῶς οὖν ἀπὸ πρώτης ταῦτα ἐν οὐρανῷ ὑπῆρχε,87 in vol. 3
Haer
.

3

.

88

φωστῆρές τε καὶ ἄστρα; εἰ δὲ λέγει, πρὸ τούτου ἐλθὼν ἐποίησε ταῦτα, ἀσύστατος αὐτοῦ ἡ φλυαρία· πρὶν γὰρ τοῦ εἶναι ἄνθρωπον ἐπὶ τῆς γῆς, ἐγένοντο τὰ κατ’ αὐτὸν καλούμενα στοιχεῖα καὶ οἱ δώδεκα μάτην καλού‐ μενοι κάδοι καὶ ἡ μηχανή, † ἣν βούλεται χαριστικοῖς ὀνόμασι φαντάζειν
5τοὺς ὑπ’ αὐτοῦ πεπλανημένους. 51. Παντὶ γὰρ τῷ σύνεσιν κεκτημένῳ φανερόν ἐστιν ἀπ’ αὐτῆς τῆς γραφῆς καὶ ἀκολουθίας ὅτι πρὶν τοῦ πλασθῆναι τὸν Ἀδὰμ τὸν πρωτό‐ πλαστον ἄνθρωπον γεγόνασιν ἐν τῇ τετάρτῃ ἡμέρᾳ πάντες οἱ ἀστέρες καὶ οἱ φωστῆρες. οὗτος δὲ λέγει ὅτι «ἦλθε, φησί, ποιῆσαι τοὺς δώδεκα
10κάδους, ἐν ἰδέᾳ ἀνθρώπου καὶ ἐφαίνετο τοῖς ἀνθρώποις 〈ὡσ〉 ἄνθρωπος», καὶ ἀγνοῶν κἂν τὴν ἐξ ὑπαρχῆς γεγενημένην οἰκονομίαν νομίζει τι λέγειν καὶ ὡς τυφλὸς ἑαυτὸν ὁδηγῶν τοῖς ὑπ’ αὐτοῦ τυφλωθεῖσι τὰ προχωροῦντα εἰς ψεύσματα ὑφηγεῖται. παρούσης δὲ τῆς ἀληθείας καὶ ἀνοιγούσης τὰ ὄμματα δια〈φανῶσ〉 τῶν συνετῶν εἰς γέλωτα φέρει τὴν αὐτοῦ ληρῳ‐
15δίαν. ποίοις γὰρ ἀνθρώποις ἐφαίνετο τοῖς μὴ ὑπάρχουσι; πῶς δὲ ἐν ἀν‐ θρώπου ἐφαίνετο ἰδέᾳ ὁ μὴ λαβὼν σῶμα; καὶ εἰ μὲν ἐν τῇ ἐνσάρκῳ παρου‐ σίᾳ ἐπλήρου, τοῦτο φαινόμενος καὶ μὴ ὤν, δόκησις ἄρα ἦν τὰ πράγματα. ἄρα οὖν οὐ πέφηνεν οὐδὲ ἦλθεν. εἰ γὰρ ἐλθὼν οὐκ ἦν, οὐδὲ ἦλθεν ἀπ’ ἀρχῆς. εἰ δὲ ἐνομίζετο μὲν ἄνθρωπος, οὐκ ἦν δὲ ἄνθρωπος, τί τὸ ἐπεῖξαν
20τὸν τοῦ θεοῦ Λόγον ἄνθρωπον φανῆναι μὴ ὄντα; εἰ μή τι ἀπὸ δανειστῶν ἑλκόμενος ἠβούλετο ἑαυτῷ σχηματοποιῆσαι ἰδέαν, ἵνα δυνηθῇ λαθεῖν τοὺς αὐτὸν ἐπιζητοῦντας. εἰ δὲ καὶ ἐφαίνετο καὶ οὐκ ἦν, ποία τις ἦν αὕτη ἡ ἀλήθεια; ἐν ἀληθείᾳ γὰρ οὐκ ἔνι ψεῦσμα, ὡς λέγει περὶ αὐτοῦ ὁ μονο‐ γενὴς ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». ἡ δὲ ζωὴ θάνατον οὐκ ἔχει
25καὶ ἡ ἀλήθεια οὐκ ἂν ἀλλοίωσιν ὑπομένοι, ἵνα μὴ τὴν ἀλήθειαν ταράξασα μηκέτι ἀλήθεια γένηται. καὶ διέπεσεν ἐκ παντὸς λόγου ἡ αὐτοῦ τρα‐ γῳδοποιὸς ὑπόθεσις. οὔτε γὰρ μετὰ τὴν παρουσίαν τὰ ἄστρα κέκτισται οὐδὲ πρὸ τοῦ γενέσθαι ἄστρα ἄνθρωποι ἦσαν. καὶ ἐντεῦθεν καὶ ἐκεῖθεν ἐξελήλεγκται ὁ πλάνος Μανιχαῖος, ὡς ἤδη μοι ἄνω δεδήλωται.
30 52. Περὶ δὲ τῆς ὑποθέσεως τῆς σελήνης φάσκει ὅτι ἐκ τῶν ψυχῶν ὁ δίσ‐ κος ἐμπίπλαται. πρὶν δὲ τοῦ ἀποθανεῖν ἄνθρωπον ἐπὶ τῆς γῆς, πόθεν ἐνε‐ πίμπλατο ὁ δίσκος; μετὰ γὰρ ἐνακοσιοστὸν καὶ τριακοστὸν ἔτος τῆς τοῦ
Ἀδὰμ ζωῆς πρῶτος ἀποθανὼν ἐπὶ τῆς γῆς, ἡ μία ψυχὴ πῶς ἐπλήρου88 in vol. 3
Haer
.

3

.

89

τὸν δίσκον; ἢ πῶς τὰ ἐνακόσια τριάκοντα ἔτη ἐκλήθη καὶ 〈οἱ〉 χρόνοι, εἰ μὴ ἡ σελήνη ἐπληροῦτο καὶ ἔφθινε καὶ τὸν αὐτῇ τεταγμένον δρόμον ἐτέλει, οὐκ ἀπὸ ψυχῶν λαμβάνουσα τὴν πλήμμυραν, ἀλλὰ ἀπὸ θεοῦ ἔχουσα τὸ πρόσταγμα τῆς αὐτοῦ σοφίας; πάντα δὲ τὰ ζῷα, φησί,
5γεμίζει τῆς αὐτῆς ψυχῆς, ἵνα ἐξισώσῃ ψυχὴν ἀνθρώπου καὶ μυὸς καὶ σκώληκος καὶ τῶν ἄλλων δυσγενῶν τῇ πλάσει σωμάτων. Τὰ δὲ ἄλλα λοιπὸν τῆς φλυαρίας, ὡς ἡ παρθένος φαίνεται τοῖς ἄρ‐ χουσι, ποτὲ μὲν εἰς ἀνδρὸς σχῆμα, ποτὲ δὲ εἰς θηλείας, τάχα τὸν ἑρμα‐ φρόδιτον τοῦ αὐτοῦ δαίμονος ἰνδαλλόμενος τὰ ἑαυτοῦ πάθη εἰσηγεῖται
10τῆς ἐπιθυμίας. εἶτά φησιν, ὅταν ὁ ἄρχων ὁ μέγας συληθῇ ὑπὸ τῆς λεγομένης παρθένου, προβάλλει αὐτοῦ τὰς νεφέλας καὶ ποιεῖ λοιμὸν καὶ ἄρχεται τέμνειν τὰς ῥίζας καὶ οὕτω θάνατος γίνεται. καὶ οὐκ εἶδεν ὁ κτηνώδης ὅτι ὃν φάσκει θάνατον ψογίζων, μᾶλλον ζωὴν ὤφειλε καλεῖν, διὰ τὸ ἀπὸ σωμάτων ἀπαλλάττεσθαι τὰς ψυχάς. εἰ δὲ ὅλως τὸ εἶναι
15ἐν σώματι τὴν ψυχὴν φυλακὴν ἡγοῦνται οἱ ἄρχοντες, τοῦτο οὐδέποτε ἐπιτελεῖ ὁ ἄρχων, ἵνα ἀπαλλάξῃ ἀπὸ δεσμωτηρίου τὴν ὑπ’ αὐτοῦ κατεχο‐ μένην ψυχὴν κατὰ τὸν αὐτοῦ λόγον. καὶ πόση τις ἀτοπία ἐν ταύτῃ τῇ κυβευτικῇ διδασκαλίᾳ; 53. Τὰ δὲ ἄλλα χλεύης ἔμπλεα, ὡς οἱ ἐκλεκτοὶ αὐτῶν καλούμενοι.
20καὶ τῷ μὲν ὄντι ἐξελέγησαν ὑπὸ τοῦ διαβόλου εἰς κατάκριμα, ὅπως πλη‐ ρωθῇ τὸ εἰρημένον «καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά». ἐκεῖνοι γὰρ καθεζόμενοι κηφῆνες καὶ «μηδὲν ἐργαζόμενοι, ἀλλὰ περιεργαζόμενοι» καὶ μηδὲ γινώσκοντες * οἷς ἐπικηρυκεύεται ὁ ἅγιος ἀπόστολος, [λέγων] ὡς κατὰ προφητείαν γινώσκων ὅτι οὐκ ἐκ τῆς τοῦ θεοῦ διδασκαλίας
25ἐπιφοιτῶσιν, ἀλλὰ ἐκ τοῦ διαβόλου ἐμ〈βε〉βροντημένοι τινὲς ἀργοὶ καὶ αὐθάδεις κακῶν· φάσκει 〈γὰρ〉 λέγων «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω», ἵνα παραχαράξῃ τὴν τῶν παρέργων τούτων ὑπόθεσιν. παρακελεύον‐ ται οὖν τοῖς αὐτῶν κατηχουμένοις τρέφειν αὐτοὺς δαψιλῶς. οἱ δὲ πᾶν ὁτιοῦν ἀναγκαῖον προσφέρουσι τοῖς ἐκλεκτοῖς ἑαυτῶν, ἵνα δῆθεν εὐσεβὴς
30ὀφθείη 〈ὁ〉 τρέφων τὰς ψυχὰς τὰς ἐκλελεγμένας. οἱ δὲ λαβόντες, ὡς
γέλοιόν ἐστιν εἰπεῖν, προφάσει τοῦ εὔξασθαι ὑπὲρ τῶν ἐνηνοχότων, μᾶλλον89 in vol. 3
Haer
.

3

.

90

δὲ σχεδὸν κατάραν αὐτοῖς ἐπιτιθέασιν, ἐπιμαρτυρήσαντες αὐτοῖς κακίαν μᾶλλον ἢ ἀγαθωσύνην. φάσκουσι γὰρ οὕτως· ὅτι ἐγὼ οὐκ ἔσπειρά σε, οὐκ ἐθέρισά σε, οὐκ ἤλεσα, εἰς κλίβανον οὐκ ἔβαλον. ἄλλος ἤνεγκε, καὶ ἔφαγον. ἀναίτιός εἰμι. καὶ μᾶλλον πονηροποιοὺς ὑπέδειξαν τοὺς
5ἑαυτῶν τροφεῖς. καὶ γὰρ ἀληθές. ἔδει γὰρ τὸν ἀρνούμενον τὸν θεὸν τὸν ποιήσαντα 〈τὰ〉 πάντα μηδὲ ἀπὸ τῶν τοῦ θεοῦ τρέφεσθαι 〈ἤπερ〉 κατ’ εἰρω‐ νείαν. αὐτοὶ δὲ οὐ τέμνουσι τὸν βότρυν, ἀλλὰ ἐσθίουσι τὸν βότρυν, ἵνα ἐλεγ‐ χθῶσι παντάπασι μέθην μᾶλλον ἔχοντες ἤπερ ἀληθείας κατάληψιν. ποῖον γάρ ἐστι τὸ δεινότερον; ὁ μὲν γὰρ τρυγῶν ἅπαξ ἔτεμε τὸν βότρυν, ὁ δὲ
10ἐσθίων διὰ τῶν μασητήρων καὶ διὰ τοῦ καταδαμάζειν ἕκαστον κόκκον μᾶλλον πολυπλασίως ἐβασάνισε καὶ ἔτεμε, καὶ οὐχ ὅμοιος οὐκέτι ἔσται τῷ τέμνοντι ἅπαξ ὁ μασησάμενος καὶ καταδαπανήσας. ἀλλ’ ἵνα μόνον δόξωσι * δοξοποιεῖν ὅσον τῆς ἀληθείας ἔχει τεκμήριον. 54. Εἶτα πάλιν ἀθυρογλωττεῖ περὶ τοῦ παραδείσου, ὃν καλεῖ κόσμον.
15ἔστι δέ, φησί, τὰ φυτὰ τὰ ἐν αὐτῷ *, ἃ γὰρ ἡμῖν ἐπαινετά, ταῦτα αὐτὸς ἀρνεῖται, ἵνα δειχθῇ ἀληθῶς ὑπὸ τοῦ ὄφεως ἠπατημένος· καθὼς ἐκείνης παρέφθειρε τὴν ἀκοὴν τῆς ἀκάκου Εὔας, οὕτως ὁ δεινὸς ὄφις καὶ αὐτοῦ παραφθείρει ἀκοάς. τὰ γάρ φησιν ἐν τῷ παραδείσῳ λεγόμενα φυτὰ ἐπιθυ‐ μιῶν εἰσιν ἀπάται, αἳ διαφθείρουσι τὸν λογισμὸν τῶν ἀνθρώπων. τὸ δὲ ἐν
20τῷ παραδείσῳ φυτόν, ἐξ οὗ γνωρίζουσι τὸ καλόν, αὐτός ἐστιν ὁ Ἰησοῦς, ἡ γνῶσις ἡ ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ κα‐ κόν. καὶ ὁρᾷς πῶς πάντα τὰ ὀρθὰ διαστρέφει τοῦ ἀποστόλου διαρρήδην βοῶντος καὶ διδάσκοντος ὅτι «φοβοῦμαι μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁγνότητος
25καὶ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν». καὶ ὅρα πῶς ἀπεφήνατο αὐτὸν
πλάνον καὶ πανοῦργον καὶ ἠπατηκότα τὴν Εὔαν. καὶ πάλιν ἐν ἄλλῳ τόπῳ90 in vol. 3
Haer
.

3

.

91

ὁ αὐτὸς ἀπόστολος «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρ‐ χων». καὶ ὁρᾷς ὡς δόξαν θεοῦ ἔφη τὴν κόμην, ἐπὶ σώματος φερομένην καὶ οὐκ ἐν ψυχῇ; καὶ μετὰ ταῦτά φησιν «Ἀδὰμ οὐκ ἐξηπατήθη, ἀλλ’ ἡ γυνὴ ἐν παραβάσει γενομένη ἡμάρτηκε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας,
5ἐὰν ἐμμείνωσιν ἐν τῇ πίστει». καὶ ὅρα πῶς φύσει τὰ ἀληθινὰ κεκήρυκται ἐν τῇ θείᾳ γραφῇ. καὶ μάτην οὗτος κομποποιεῖ, μᾶλλον δὲ χλεύην ὑφί‐ σταται παρὰ τοῖς τὴν τελείαν φρόνησιν κεκτημένοις. εἶτα πάλιν ἐνταῦθα διηγεῖται μὴ εἶναι τὸν κόσμον τοῦ θεοῦ ἀλλ’ ἢ ἀπὸ μέρους τῆς ὕλης πε‐ πλάσθαι. ἐν τῷ δὲ μὴ ἑαυτῷ στοιχεῖν, ἀλλὰ κατὰ τῶν αὐτῶν φέρεσθαι,
10ἀνασκευὰς καὶ κατασκευὰς ἐπιπλαττόμενον, παντί τῳ σαφές ἐστι λη‐ ροῦντος εἶναι τὸ τοιοῦτον φρόνημα. 55. Μεταγγισμοὺς δὲ ψυχῶν διηγεῖται ἀπὸ σωμάτων εἰς σώματα, ἅτινα τάχα ἢ παρὰ Πλάτωνος ἢ Ζήνωνος τοῦ Στωϊκοῦ ἢ παρά τινος τῶν πεφαντασμένων ἐρανισάμενος τουτὶ τὸ ψεῦσμα εὑρίσκεται. πῶς
15γὰρ οἷόν 〈τέ〉 ἐστιν ἀπὸ σώματος εἰς σῶμα εἰσκρίνεσθαι τὴν ψυχήν; εἰ μὲν γὰρ σώματα πεπλασμένα καὶ ἕτοιμα ἦν καὶ οὕτω τὰς ψυχὰς ὑπε‐ δέχετο, πιθανή τις ἦν ἡ τῆς τραγῳδίας μυθοποιία· εἰ δὲ τὸ σπειρόμενόν ἐστιν ἐκ σταγόνος βραχείας, πῶς ἡ ψυχὴ ἐν τῷ τοσούτῳ μικρῷ σώματι εὗρε τοιαύτην εὔροιαν; οὕτω γὰρ τὰ πλασσόμενα πλάσσεται· καὶ οὐκέτι
20συσταθήσεται αὐτοῦ ὁ λόγος. οὔτε γὰρ ἀπὸ σώματος εἰς σῶμα μεταγ‐ γίζονται αἱ ψυχαί· δίχα γὰρ μίξεως θηλείας πρὸς ἄρρενα καὶ ἄρρενος πρὸς θήλειαν ἐν ἑκάστῳ τῶν ζῴων οὐδέν τι τῶν πλασσομένων γίνεται. ἆρα γοῦν οὕτως ἕστηκεν ἡ ψυχή, ἵνα τῇ συναφείᾳ τῶν δύο σωμάτων τὸ τραγῴδημα τοῦτο τοῦ ἀγύρτου ἐπιτελεσθῇ; καὶ πολλή τίς ἐστιν ἡ ἀτοπία
25ἐν τοῖς τὰ τοιαῦτα κἂν διανοουμένοις. ἡμεῖς δὲ ἵνα μὴ τὰ σεμνὰ μετα‐ βάλλωμεν, ἀρκετῶς ἔσχομεν μόνον ὡς ἀπὸ πόρρωθεν δοῦναι τῆς ὑπο‐ θέσεως τὸ εἶδος. παρελεύσομαι τοίνυν ἀπὸ τῆς τοιαύτης φθοροποιοῦ ὑπονοίας· καὶ γὰρ πάντα ἄτοπα τὰ τοιαῦτα διανοήματα. εἰ γὰρ ἐκ σώμα‐ τος εἰς σῶμα ἡ μεταβολὴ τῶν ψυχῶν καὶ ὁ ποτὲ ἄνθρωπος ὕστερον κύων
30〈γίνεται〉, διὰ τί μὴ ἀπὸ ἀνθρώπου κύων γεννᾶται ἢ ἀπὸ βοός; διὰ τί ὄρνις οὐ τίκτεται; ἀλλ’ εἰ ἄρα συμβαίη χρόνῳ τινὶ ἐν τῷ ἀπλέτῳ αἰῶνι τεράστιόν τι γενέσθαι, σημείου ἕνεκα γίνεται. καὶ ἡ φύσις μὲν ἑαυτῆς
τοὺς ὅρους ἐπίσταται καὶ οὐ μεταλλάσσει φύσιν ἀνθρώπου, ἑτέρως πλασ‐91 in vol. 3
Haer
.

3

.

92

σομένη παρὰ τὴν φύσιν, οὐδὲ ἑκάστου κτήνους, ἀλλ’ ἐν ἑκάστῃ ποιότητι ἡ αὐτὴ ποιότης γίνεται. καὶ εἰ ὅλως σῶμα ἕτερον ἀνθ’ ἑτέρου ἀπὸ σώ‐ ματος οὐ γίνεται, πόσῳ γε μᾶλλον ψυχὴ ἀνθρώπου εἰς ἕτερον σῶμα οὐ μεταβήσεται; καὶ ἵνα τί, φησί, μεταβάλλεται; ἀλλ’ ἵνα εἴ ποτε ἐν ἀν‐
5θρώπῳ μὴ συνεῖσα τὴν τῆς ἀληθείας γνῶσιν, ἐν κυνὶ ἢ ἐν ἵππῳ γενομένη καὶ δαμασθεῖσα καὶ συνεῖσα ἀνακάμψῃ πάλιν εἰς ἀνθρώπου σῶμα, καὶ οὕτως γνοῦσα τὴν γνῶσιν ἀναληφθήσεται εἰς τὸν δίσκον τῆς σελήνης. καὶ ἔστι θαυμαστὸν ἰδεῖν ὅτι ἐν μὲν ἀνθρώπῳ γενομένη, παρ’ ᾧ παι‐ δευτήρια γραμματικοὶ σοφισταί τε καὶ τεχνῶν ἀμύθητα πλήθη καὶ λαλιὰ
10καὶ ἀκοὴ καὶ λογιότης, ἐν ἀγνωσίᾳ ὑπῆρχεν ἡ ψυχή, ἐν δὲ χοίρῳ γενομένη μᾶλλον ἐπέγνω· ἵνα δείξῃ μᾶλλον τὴν αὐτοῦ ἐπαγγελίαν τῆς γνώσεως χοίρων οὖσαν, διὰ τὴν αὐτοῦ πλάνην καὶ ἀσέβειαν. 56. Περὶ δὲ τῆς τοῦ Ἀδὰμ πλάσεως ὁ αὐτὸς διηγούμενος ἕτερα ἀνθ’ ἑτέρων τῇ πλάνῃ συνυφαίνει, ὅτι, φησίν, ὁ εἰπών «ποιήσωμεν ἄνθρωπον
15κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν,» * καὶ προστίθησι λέγων τὸ «δεῦτε ποιήσωμεν», ὅπερ οὐ γέγραπται, ἀλλὰ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». ἐλέγχει δὲ τοῦτον ὁ ἅγιος ἀπόστο‐ λος λέγων, * καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ, ὅτε οἱ Φαρισαῖοι πρὸς αὐτὸν ἔφησαν ὅτι οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μονώτατον καὶ Μωυσῆς
20εἶπε διδόναι βιβλίον ἀποστασίου καὶ ἐκβάλλειν τὴν γυναῖκα, καὶ ὁ κύριος πρὸς τοὺς Φαρισαίους τὸν ἔλεγχον ἐπιφέρων ἔλεγε «Μωυσῆς κατὰ τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως, ἀλλ’ ὁ ποιήσας ἄρσεν καὶ θῆλυ ἐποίησε» καὶ εἶπεν· «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσε‐
25ται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». καὶ εὐθὺς ἐπιφέρει λέγων «εἰ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω», ὁμολογῶν θεόν, τουτέστι τὸν ἴδιον αὐτοῦ πατέρα, τὸν Ἀδὰμ πεποιηκέναι καὶ τὴν Εὔαν, καὶ τὸν γάμον τὸν σεμνὸν ἐξ αὐτοῦ κεκτίσθαι. τῇ δὲ αὐτῇ ἀκολουθίᾳ καὶ ὁ ἅγιος ἀπόστολος, κῆρυξ ὢν τῆς ἀληθείας, λέγει
30«τὸ μυστήριον τοῦτο μέγα ἐστίν. ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλη‐92 in vol. 3
Haer
.

3

.

93

σίαν», ἵνα ἀπὸ τοῦ ὁμοιώματος * τοῦ ὑπὸ τοῦ θεοῦ κεκτισμένου Ἀδάμ τε καὶ τῆς Εὔας· * ὅτι ὁ θεὸς ἔκτισε καὶ εἶπεν ὁ Ἀδὰμ· «τοῦτο ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, καὶ ἀντὶ τούτου κατα‐ λείψει ἄνθρωπος» 〈καὶ τὰ ἑξῆσ〉 καὶ ὅτι ᾠκοδόμησεν αὐτῷ τὴν πλευρὰν
5εἰς γυναῖκα. καὶ οὐκέτι ἕτερον † αὐτῷ φάσκει, ἀλλὰ «μυστήριον μέγα.» καὶ εἰ μὲν ἐν ἀνθρώπῳ καὶ γυναικὶ τὴν πλάσιν * κατὰ δὲ τὴν ἀναγωγὴν δι’ ἀλληγορίας φέρεται, πῶς οὖν οὗτος βδελυκτὰ ἡγεῖται καὶ ἀλλότρια τῆς τοῦ θεοῦ ἀληθείας καὶ ὑπὸ ἄρχοντος * τὰ ὑπὸ θεοῦ κεκτισμένα, βλασφημῶν καὶ παραφέρων τὴν διάνοιαν ἀπὸ τῆς ἀληθείας; εἶτα
10φησίν, ἐπειδὴ ἀπ’ ἀρχῆς ἡ ψυχὴ ἀποσπασθεῖσα ἄνωθεν θλίψιν ἐμποιεῖ τῇ ἄνω δυνάμει, διὰ τοῦτο καθάπαξ ἀποστέλλει καὶ συλᾷ ἀπὸ τῶν ἀρχόντων τὸ λείψανον τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ψυχή, διὰ τουτωνὶ τῶν φωστήρων. μεγάλαι ἡμῶν αἱ ἐλπίδες καὶ μεγάλη ἡμῶν ἡ καραδοκία, ὅτι οὐκ ἰσχύει ὁ θεὸς ὁ ἀγαθὸς καὶ ζῶν καὶ δυνατὸς σῶσαι, οὐ λέγω τὴν ἑαυτοῦ δύναμιν
15τὴν ἐξ αὐτοῦ ἐσπασμένην, ἀλλὰ τὰ ὑπ’ αὐτοῦ γεγενημένα καὶ πεπλασ‐ μένα ἐὰν μὴ δι’ ἄλλου τινὸς τρόπου ἢ διὰ λῃστείας, κρυφῇ συλήσας τὴν ἀπ’ αὐτοῦ ἀπεσπασμένην δύναμιν ἀπὸ τῶν ἐπουρανίων, ὡς ὁ ἀγύρτης οὗτος λέγει, οὐ δύναται [ἡμᾶς] σῶσαι. 57. Καὶ τί ἔτι κατατρίβομαι κατὰ λέξιν τῆς αὐτοῦ ἀτοπίας χρονο‐
20τριβούμενος; ὡς καὶ βλασφημῶν οὐκ αἰσχύνεται ὁ τάλας τὸν λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις ἄρχοντα λέγειν τοῦ σκότους. μακάριαι ἡμῶν αἱ ἐλπίδες, ὅτι ἄρχοντι τοῦ σκότους ὁ Χριστὸς ἐλθὼν προσφέρειν ἠνάγκαζε. καθαρίσας γὰρ τὸν λεπρὸν τὸ ἐν τῷ νόμῳ γραφέν, ὑπ’ αὐτοῦ 〈τοῦ〉 λαλήσαντος [τὸ] ἐν τῷ νόμῳ ἐπιτελεῖσθαι δῶρον 〈κελεύει〉· «ἀπελ‐
25θὼν προσένεγκε τὸ δῶρόν σου,» τῷ καθαρισθέντι ὑπ’ αὐτοῦ λεπρῷ λέγων «καθὼς προσέταξε Μωυσῆς». δῶρον δὲ ἦν ἐπὶ τῆς λέπρας ὄρνις εἰς θυσίαν καὶ σεμίδαλις εἰς ὁλοκαύτωσιν. εἰ δὲ ἄρχων ἦν τοῦ σκότους *, οὐκ ἂν ὁ ἐλθὼν ἄνωθεν Λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν ἐπιστρέψαι τὸν ἄν‐
θρωπον ἀπὸ πλάνης τῶν ἀρχόντων κατὰ τὸν Μανιχαίου λόγον, [οὐκ ἂν]93 in vol. 3
Haer
.

3

.

94

ὑποχείριον τὸν ὑπ’ αὐτοῦ ἰαθέντα λεπρὸν παρεσκεύαζε γενέσθαι, ἀλλὰ μᾶλλον παρεσκεύαζεν ἀποδρᾶναι αὐτόν, τοῦτο μὴ ἐπιτελεῖν διδάσκων. ἀλλ’ ἐπειδὴ οὐκ ἦλθε καταλῦσαι τὸν νόμον (αὐτὸς γὰρ δέδωκε τὸν νόμον) οὔτε 〈τοὺσ〉 προφήτας, ἀλλὰ πληρῶσαι, ἵνα πλήρωσιν τοῦ νόμου καὶ τῶν
5προφητῶν αὐτὸς δείξῃ τὸ ἀπερίσπαστον τοῦ εὐαγγελίου, ὅτι τῷ μὲν αὐτῷ θεῷ οἱ προφῆται προσεκύνησαν καὶ νόμος ὑπ’ αὐτοῦ ἐδόθη, νῦν δὲ οὐ διὰ τῶν αὐτῶν δώρων τῷ αὐτῷ θεῷ προσκύνησις τελεῖται, ἀλλὰ δι’ εὐχῶν καὶ εὐχαριστιῶν καὶ τῆς ἄλλης πραγματείας. ἐκείνοις μὲν γὰρ ὡς δούλοις προσέταττε τὰ βαρέα, διότι οὕτως ἠδύναντο πεισθῆναι, τοῖς
10δὲ ἐν τῷ εὐαγγελίῳ ἐλαφρότερα, ὡς ἐλευθέριος, διὰ τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρωπίας. ἑνὸς δὲ ὁμοστοίχου ὑπάρχοντος θεοῦ τοῦ τε νόμου καὶ τοῦ εὐαγγελίου, μὴ παραλελυμένης μηδ’ ὁποτέρας χρόνων ὑπηρεσίας, ὁ αὐτὸς εἷς θεός ἐστιν, ὁ βασιλεύων τοῦ σύμπαντος αἰῶνος, θεραπευό‐ μενος ἀπὸ τῶν δούλων, καθ’ ἑκάστην δὲ γενεὰν ὡς προσήκει τῇ αὐτοῦ
15φιλανθρωπίᾳ. καὶ ἐλήλεγκται πανταχόθεν ἡ τούτου πλάνη, τοῦ σω‐ τῆρος ἐπιτρέποντος τὰ τοῦ νόμου τελεῖσθαι καὶ μετὰ τὸ ἐπιτρέψαι τὰ τοῦ νόμου τελεῖσθαι λύοντος τὰ τοῦ νόμου, οὐ καταργοῦντος, ἀλλὰ πληροῦν‐ τος, προσφορὰς ἑτέρας ὑπὲρ τῶν ἐν τῷ νόμῳ προσενέγκαι τῷ θεῷ ἐπι‐ τρέποντος, τουτέστιν εὐσεβείας καὶ ἀγαθότητος, ἁγνείας τε καὶ πολιτείας.
20 58. Φάσκει δὲ πάλιν ὅτι ἐλεύσεται ὁ πρεσβύτης καὶ δείξει αὐτοῦ τὴν εἰκόνα ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, καὶ τότε ὁ Ὠμοφόρος ἰδὼν αὐτοῦ τὸ πρόσωπον ἀφίησι τὴν γῆν, καὶ οὕτως τὸ πῦρ τὸ αἰώνιον καταδαπανᾷ τὴν γῆν. καὶ ἐπελάθετο ὁ κτηνώδης πάλιν ὑλώδη αὐτὴν ὑποφαίνων, τὴν πρὸ ὥρας αὐτῷ λεγομένην ἀπὸ τοῦ πνεύματος τοῦ ζῶντος κεκτίσθαι.
25ὁμοῦ γὰρ τὸν πάντα κόσμον πάλιν ὑπὸ τοῦ πυρὸς ἀναλίσκεσθαι ὑποτίθε‐ ται. καὶ τότε, φησί, μετὰ ταῦτα ἡ ἀποκατάστασις τῶν δύο φύσεων ἐπὶ τὸ αὐτὸ εἰς τὸ ἀρχέτυπον παρελεύσεται. ὦ πολλοῦ καμάτου καὶ μετὰ τὸν κάματον οὐδενὸς ἐπὶ διορθώσει φερομένου. εἰ γὰρ μετὰ τὸ κτισθῆναι καὶ γενέσθαι δαπανηθήσεται καὶ ἀφανισθήσεται, ἵνα τὰ ἀρχέτυπα μείνῃ
30πάλιν ἐν ταυτότητι τῶν δύο φύσεων, ἀγαθοῦ τε καὶ κακοῦ, ἔσται πάλιν ἐπιτριβὴ τοῦ πονηροῦ πρὸς τὸ ἐπιστρέψαι πάλιν καὶ πόλεμον ἐνστήσασθαι
καὶ ἁρπάξαι πάλιν ἄλλην δύναμιν, ἵνα πάλιν ἄλλος κόσμος γένηται. εἰ δὲ94 in vol. 3
Haer
.

3

.

95

οὐκέτι τοῦτο γίνεται, ἄρα σωφρονήσει ἡ κακία τοῦ μηκέτι ἐπιτρίβεσθαι πρὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς θεός, πρὸς τὸν ἀγαθὸν μηκέτι πόλεμον ἐγείρων. εἰ δὲ καὶ σωφρονισθήσεταί ποτε, οὐκ ἔσται κακός, ὁπότε ἀπὸ τῆς ἀρχαίας αὐτοῦ φύσεως τῆς κακίας μετήλλακται μετατραπείς. εἰ δὲ
5καὶ τρεπτὴ τυγχάνει ἡ φύσις τοῦ κακοῦ πάντως ὅτι ἀπὸ κακοῦ εἰς ἀγαθὸν μεταβάλλεται, καὶ οὐκέτι ἔσται κακὸν ἡ ἔχουσα τροπὴν ἀγα‐ θότητος φύσις. δύναται γὰρ καὶ σήμερον τραπῆναι καὶ ἔτι περιόντος τοῦ κόσμου εἰς ἀγαθὸν μεταβληθῆναι τὸ πονηρόν. καὶ τίνι τῷ λόγῳ ὁ μέλλων τρέπεσθαι ἤδη οὐ τρέπεται; καὶ εἰ μὲν διὰ τῆς τοῦ θεοῦ μηχανή‐
10σεως ὁ πονηρὸς τρέπεται, τοῦ μηκέτι δύνασθαι τὸ πονηρὸν ἐργάζεσθαι, οὐκέτι παραίτιος ὁ πονηρὸς ἑαυτοῦ τυγχάνει, ἀλλ’ ὁ ἀγαθὸς ὁ δυνάμενος ἀναστεῖλαι αὐτοῦ τὴν κακίαν καὶ μὴ βουληθεὶς πρὸ χρόνου τὰ τοῦ χρόνου ποιῆσαι. εἰ δὲ ἄτρεπτον παντάπασι τὸ κακόν, οὐδέποτε διαλείψειε πολεμοῦν καὶ πολεμούμενον, καὶ οὐδ’ ὅλως ποτὲ ἔσται κατάστασις τῶν
15δύο φύσεων, ἀτρέπτου μένοντος τοῦ κακοῦ καὶ ἐπιτριβομένου τοῦ κακοῦ ἐνδείκνυσθαι τῷ ἀγαθῷ κακίαν καὶ πόλεμον ἐγείρειν κατὰ τῆς ἀγαθό‐ τητος. καὶ εἰ ὅλως ἐπιθυμίᾳ τοῦ ἀγαθοῦ τὸ κακὸν ἀεὶ ἐπεντριβήσεται, ἄρα οὐκέτι κακὸν ἔσται, ἐπειδὴ τοῦ ἀγαθοῦ γλιχόμενος βούλεται ἑαυτῷ τὸ ἀγαθὸν ἐπισπᾶσθαι, ἵνα διὰ τῆς φύσεως τοῦ ἀγαθοῦ καὶ τῆς αὐτοῦ
20πανοπλίας ἐπισπάσας ἑαυτῷ δύναμιν, ἐν ταύτῃ δοκῇ ἑαυτὸν τιμᾶν μὲν καὶ λαμπρύνειν, παραθαρσύνειν τε καὶ ἐνδυναμοῦν. παντὶ γὰρ τῷ βου‐ λομένῳ τὸ ἀγαθὸν πάντως ὅτι ἐξ ἀγαθοῦ † ὑπονοίας ἔγκειται διάνοια, καὶ οὐκέτι παντάπασι πονηρὸν ἔσται τὸ πονηρόν, ὁπότε τοῦ ἀγαθοῦ γλιχόμενον εὑρίσκεται. πᾶν γὰρ τὸ πονηρὸν ἀπέχθειαν ἔχει πρὸς τὸ
25ἀγαθόν, ὡς καὶ τὸ ἀγαθὸν οὐ βούλεται τὸ πονηρόν. εἰ δὲ ἀναμὶξ ὑπάρχει τῶν ἀμφοτέρων ἡ δύναμις, καὶ ὁ ἀγαθὸς μὲν οἶδε συλᾶν τὸ ἴδιον
πολεμεῖν τε καὶ ἐκδέρειν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ποτὲ δὲ ἀναιρεῖν95 in vol. 3
Haer
.

3

.

96

καὶ ἀφανίζειν τὴν ὑπὸ τοῦ πονηροῦ γεγενημένην ὕλην, ποτὲ δὲ ἐξ αὐτῆς πλάσσειν, ποτὲ δὲ ἀφανίζειν, * πονηρία καὶ ἀσύστατος 〈εὑρεθήσεται ἡ〉 διήγησις τῆς 〈ὑπὸ〉 τοῦ ἀλιτηρίου τούτου ἡμῖν ἐπεισενεχθείσης ἀδολεσχίας. 59. Φέρε δὴ εἰπεῖν καὶ περὶ τῆς τοῦ κακοῦ φύσεως πάλιν ἀναλαβόντες
5τὸν λόγον, λέγε ἡμῖν, ὦ οὗτος, ἀπὸ χρόνου Αὐρηλιανοῦ τοῦ βασιλέως καὶ δεῦρο ἐλθὼν καὶ τὰ πρὸ πάντων αἰώνων διηγούμενος, οὔτε που τοῦτο προφητῶν θεσπισάντων οὔτε αὐτοῦ τοῦ σωτῆρος τοῦτο δεδιδαχότος οὔτε ἀποστόλων 〈τινόσ〉, εἰ μή τι ἂν φλυαρήσῃς ἐπίπλαστά τινα ἐξ ὀνόματος ἁγίων βιβλία ἑαυτῷ τιθέμενος καὶ προβαλλόμενος, πόθεν
10οὖν ἥκεις, ὦ οὗτος, τὴν κακοῦ ἀρχαΐζουσαν ἀρχὴν φέρων; ἐρωτώ‐ μενος δὲ ὑφ’ ἡμῶν εἰ ταύτην τρεπτήν τινα φάσκει ἢ ἄτρεπτον, * ἤδη δὲ ἐνηχήθη ἡμῖν ὡς ἄτρεπτον αὐτὴν εἰσηγεῖται καὶ ποτὲ μὲν τρεπτήν, ποτὲ δὲ ἄτρεπτον, εἰς μὲν τὸ πονηρὸν ἄτρεπτον, εἰς δὲ τὸ ἀγαθὸν τρεπομένην, ἵνα ἐκ τῶν δύο ὅρων αἰσχύνην τῷ βίῳ ὀφλήσῃ. εἰ γὰρ ἐν πολλοῖς καὶ
15ἀπλέτοις αἰῶσιν ἄτρεπτος ἦν ἡ κακία, αὐτὸ τοῦτο μόνον ἔχουσα τὸ ὄνομα καὶ οὐδὲν ἕτερον πλὴν τοῦ κακοῦ, τίς ἔστρεψε μετὰ πολλοὺς αἰῶνας τὴν ἄτρεπτον φύσιν κακίας τραπῆναι ἐπὶ τὰ μὴ προσήκοντα; εἰ γὰρ οὔπω ἦν ἁρπάξασα δύναμιν καὶ καταπολεμήσασα μηδὲ λαβοῦσα παν‐ οπλίαν εἰς αὐτῆς δύναμιν καὶ εἰς ἐδωδήν, ἔμενε δὲ ἐν πολλοῖς αἰῶσιν
20ἄτροφος μηδὲ τροφῆς ἐπιδεομένη, τίς ἔστρεψε τὴν ποτὲ μὴ ἐπιδεομένην τροφῆς εἰς τροφὴν ἥκειν καὶ ἐπιζητεῖν ὅπερ ποτὲ οὐκ ἐπεζήτει καὶ ἐπι‐ δέεσθαι οὗπερ ποτὲ οὐκ ἐπεδέετο; ἀλλ’ εἰ ἄρα ἐτράπη τὴν φύσιν, καὶ πῶς ἡ παρὰ σοὶ ἀτρεψία περὶ τοῦ κακοῦ συσταθήσεται; εἰ δὲ καὶ πάλιν εἰς ἰδίαν κατάστασιν ἔλθοι, μηκέτι εὐπορῶν ὃ φάγοι, πῶς ὁ ἅπαξ
25ἐν συνηθείᾳ γεγονὼς κακὸς ἢ πονηρὸς τοῦ βιβρώσκειν καὶ ἐδωδῇ χρῆσθαι δύναται ὑπομένειν εἰς τὸν ἐπιόντα χρόνον ἄνευ ἐδωδῆς διατελῶν; εἰ γὰρ ἐν συνηθείᾳ βρωμάτων μὴ γεγονὼς οὐκ ἠδυνήθη ὑποστῆναι, ἀλλὰ ἐτράπη εἰς ἐδωδὴν ἔρχεσθαι καὶ συλήσας τὴν ψυχὴν βρῶμα ἑαυτῷ περιε‐ ποιήσατο μᾶλλον ἐν συνηθείᾳ βρώματος γεγονὼς ἄσχετος ἔσται τὴν
30φύσιν, καὶ οὐδὲν ἂν τοῦτον παραπείσειε, λίχνον γεγονότα καὶ ἐν πείρᾳ ἐδωδῆς, ἄνευ τούτων διατελεῖν, ὡς ὁ σὸς λόγος ἀσύστατος ὑπάρχων
τοῦτο βούλεται.96 in vol. 3
Haer
.

3

.

97

60. Ἀλλὰ παρελεύσομαι τοῦτον τὸν τόπον, ἐφ’ ἕτερα δὲ πάλιν τῆς αὐτοῦ ληρῳδίας ἐπεκτείνομαι τὴν διήγησιν. πάλιν γὰρ φάσκει ὅτι οἱ ἄρχοντες ἐν τοῖς ἰδίοις μέρεσι τότε ἔσονται καὶ ὁ πατὴρ τὰ ἴδια ἀπο‐ λήψεται μέρη. τίς ἄρα ὁ ἐπιεικὴς οὗτος, ἵνα τὸν ὅρον διχόθεν ἑκάστου
5μέρους γεωμετρήσῃ; πῶς δὲ πεισθήσεται ὁ ἀπ’ ἀρχῆς τῇ ἀληθείᾳ καὶ τῷ ἀγαθῷ μὴ πειθόμενος; εἰ δὲ μετ’ ἀνάγκης παραπείσειεν ὁ ἀγαθὸς τὸν παράνομον ἰδίοις στοιχεῖν καὶ μὴ ἐπεμβαίνειν τῇ τοῦ ἀγαθοῦ μερίδι, διὰ τί μὴ ἀπ’ ἀρχῆς τοῦτο ἠδυνήθη ποιῆσαι, πρὶν ἢ ὅλως ἀπ’ αὐτῆς συληθῆναι τὰ μέρη; πῶς δὲ ἔσονται οἱ δύο ἐπὶ τὸ αὐτό, ἀνὰ μέρος
10ἕκαστος κεκτημένος; εἰ γὰρ ὅλως μέρη ἔχει καὶ τὰ ἕτερα μέρη οὐκ αὐτοῦ, οὐκέτι παντοκράτωρ ὁ παντοκράτωρ κληθήσεται, οὐκέτι θεὸς τῶν ἁπάν‐ των, οὐκέτι ὑποχείριος ὁ κακὸς τοῦ ἀγαθοῦ γενήσεται, ἀλλὰ ἕκαστος αὐτῶν ἔχει τὴν ἰδίαν δεσποτείαν. τίνος δὲ ἄρα ὁ πονηρὸς δεσπότης ἔσται, μηκέτι ὄντος τοῦ κόσμου μήτε τῶν ὑπ’ αὐτοῦ ζῴων τε καὶ ἀν‐
15θρώπων κυριευομένων; εἰ δὲ ὅλως κακός ἐστι καὶ ὕλη καὶ φθορά, πῶς μᾶλλον οὐκ ἐφθάρη; εἰ γὰρ ἔκτοτε οὖσα ἡ κακία φθορὰ ὑπῆρχε καὶ φθείρει μὲν τὰ ἄλλα, αὐτὴ δὲ ἑαυτὴν οὐ φθείρει, οὐκέτι φθειρομένη ὑπάρχει ἡ ἄλλα μὲν φθείρουσα, αὐτὴ μένουσα ἀέναος καὶ μὴ ἀφανιζο‐ μένη. αὐτῆς δὲ μενούσης ἐν στερεᾷ ὑποστάσει, φθειρούσης δὲ τὰ ἄλλα
20καὶ οὐχ ἑαυτήν, οὐδὲν ἔχει ἐᾶσαι, ἀλλὰ πάντως ἡ φθορὰ τῶν ἑτέρων τὰ ἕτερα φθείρει· ἐπιμένουσα δὲ ἡ αὐτῆς ὑπόστασις * καὶ οὐκέτι ἐάσει τι τῶν ὄντων, ἀλλὰ αὐτὴ μόνη μενεῖ, τὰ δὲ φθειρόμενα δι’ αὐτῆς ἀφανίζεται. εἰ δὲ καὶ ἑαυτῇ ἐστι κακὴ καὶ ἑαυτῇ φθορά, οὐκέτι ἡ ὑπό‐ στασις αὐτῆς σταθήσεται· οὐ μόνον ἐν τῷ μέλλοντι εἴποιμι, ἀλλὰ καὶ
25ἔκτοτε ἀφανισθεῖσα 〈ἐξότου〉 ἂν ὑπῆρχεν, ἤδη [δὲ] ἐν ἑαυτῇ ἑαυτὴν φθείρασά τε καὶ ἀφανίσασα. Ἀλλὰ ταῦτα πάντα ἐστὶ τὰ διηγήματα τῆς τοῦ ἄφρονος ματαιολο‐ γίας, ἃ κατανοήσαντες, οἱ συνετοὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πίστεώς τε τοῦ κυρίου. διακρίνατε τὸν ἀγύρτην καὶ καταγελάσατε τῆς
30αὐτοῦ ληρῳδίας. ἐπανελεύσεται δὲ εἰς τὰς κακῶς ἑαυτῷ ἐπινενοημένας97 in vol. 3
Haer
.

3

.

98

προφάσεις καὶ ἀπὸ τῶν θείων γραφῶν ὁμοιώσεις. * καὶ οὐχ οὕτως ἐχού‐ σας, ἀλλὰ οὕτως ὑπ’ αὐτοῦ κακῶς νοουμένας. φέρε οὖν ἐκθώμεθα αὐτὰ δὴ κατὰ λέξιν, ἃ ὑποκλέπτων ἐκ τῶν θείων γραφῶν, ὡς ἔφην. κατὰ τὸν νοῦν αὐτοῦ διηγεῖται, εἰ καὶ μάλιστα πολλάκις τὰ αὐτὰ δια‐
5λαμβάνοντες ἀκρότατα 〈ἤδη〉 διηλέγξαμεν. 61. Πρῶτον μὲν οὖν ὅτι εὑρὼν ἐν ταῖς θείαις γραφαῖς περὶ παρα‐ κλήτου ὀνόματος καὶ ἀγνοήσας τὴν τοῦ ἁγίου πνεύματος δύναμιν, ἑαυτὸν ὑπεισήνεγκε, νομίσας εἶναι τοῦτο. καὶ φάσκει μὲν αὐτῷ τὰ ὑπὸ τοῦ ἁγίου Παύλου εἰρημένα παρακεχωρηκέναι, ὡς τοῦ ἁγίου ἀποστόλου
10φήσαντος «ἀπὸ μέρους γινώσκομεν καὶ ἀπὸ μέρους προφητεύομεν· ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἀπὸ μέρους καταργηθήσεται». τοῦτο δὲ περὶ παρακλήτου οὐδ’ ὅλως ἐκτίθεται ὁ ἅγιος ἀπόστολος, ὁ καταξιωθεὶς αὐτοῦ τοῦ ἁγίου πνεύματος μετὰ τῶν ὁμοίων αὐτοῦ ἀποστόλων, ἀλλὰ περὶ τῶν δύο κόσμων διηγεῖτο, περὶ τοῦ ἐνεστῶτος καὶ μέλλοντος, ὡς
15ἔφη τοῖς βουλομένοις περὶ καιρῶν 〈προ〉καταλαμβάνειν ὅτι «μηδὲν ὑμᾶς πτυρέτω ἐν λόγῳ 〈ἢ〉 ἐν ἐπιστολῇ, ὡς ὅτι ἡ ἡμέρα ἐνέστηκε τοῦ κυρίου. ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀνομίας, ὁ ἄνθρωπος τῆς ἀδικίας» καὶ τὰ ἑξῆς. * καὶ πάλιν συνελθόντων τῶν μαθητῶν πρὸς τὸν σωτῆρα ἠρώτων αὐτὸν περὶ τῆς συντελείας καὶ ἔλεγεν αὐτοῖς «οὐχ
20ὑμῶν ἐστὶ γνῶναι χρόνους καὶ καιρούς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς». καὶ πάλιν ἔλεγεν «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθε, ἀπεκδεχό‐
μενοι τὴν ἐπαγγελίαν τοῦ πνεύματος ἣν ἠκούσατε,» τουτέστι τὸ πνεῦμα98 in vol. 3
Haer
.

3

.

99

τὸ παράκλητον, ὡς ἔφη «ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἐλεύσεται, καὶ ἀναγ‐ γελεῖ ὑμῖν τὰ πάντα». τὸ δὲ «ἀναγγελεῖ ὑμῖν τὰ πάντα,» δι’ ἣν ἔμελλον καταξιοῦσθαι δωρεάν, * ἐνοικήσειν ἐν αὐτοῖς τὸ ἅγιον πνεῦμα, ὅπως τὰ πάντα αὐτοῖς σαφῶς διηγήσηται, ὅσα ἠδύναντο ἐν τῷ αἰῶνι τούτῳ
5χωρῆσαι. καὶ ὧδε μὲν ἐν τῷ αἰῶνι τούτῳ χωρήσαντες τὸ πνεῦμα τὸ παράκλητον ἐπροφήτευσαν, ὡς 〈λέγει ὅτι〉 Ἄγαβος ἐπροφήτευσε περὶ λιμοῦ ἐσομένου, καὶ ὅτι «προφῆται ἀπὸ Ἱεροσολύμων κατέβησαν,» καὶ ὅτι «ἦσαν τέσσαρες θυγατέρες τῷ Φιλίππῳ προφητεύουσαι». ὅταν δὲ προφητεύωσιν, ἀπὸ μέρους προφητεύουσι καὶ ἀπὸ μέρους γινώσκουσι,
10τὸ δὲ τέλειον ἐν τοῖς μέλλουσιν αἰῶσιν ἐλπίζοντες προσδοκῶσιν, «ὅταν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβληθῇ καὶ τὸ θνητὸν εἰς ἀθανασίαν» † ὅταν «τότε πρόσωπον πρὸς πρόσωπον». ἄρτι γὰρ «δι’ αἰνίγματος» 〈δείκνυ‐ ται〉 τὰ πράγματα, ἐκεῖ δὲ «ἑτοιμάζεται ἃ ὀφθαλμὸς ὧδε οὐκ εἶδεν»· ἐκεῖ ἀποκαλύπτεται ἡ τελειότης, ἃ «οὖς ἐνταῦθα οὐκ ἤκουσεν»· ἐκεῖ τὸ μέγα
15χάρισμα τοῖς ἁγίοις, ὃ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» ἐνταῦθα. καὶ ὁρᾷς ὅτι οὐχὶ τῷ Μάνῃ ἐταμιεύετο τὸ εἰδέναι τὰ περιττά. πῶς γὰρ ᾔδει Μάνης, 〈ὁ〉 τοῦ σκοποῦ τοῦ ἰδίου ἐκπεσών; ἐπεβάλετο γὰρ ἵνα τὸν Μάρκελλον χειρώσηται· ἤρχετο πρὸς τὸν Ἀρχέλαον, ἵνα αὐτὸν ἡττήσῃ, καὶ οὐ δεδύνηται. πῶς οὖν ἀγνοῶν τὸ πρόσφατον δύναται εἰδέναι
20περὶ τῶν μειζόνων; πῶς δὲ οὐκ ἔλαθε τὰς χεῖρας τοῦ βασιλέως τῶν Περσῶν, ὡς ὅτε ἁλοὺς ἔδωκε δίκην, ἀλλ’ ἵνα καταφανῇ τοῖς σύνεσιν κεκτημένοις κατὰ πάντα ψευδόμενος. 62. Πάλιν δὲ βούλεται φέρειν μαρτυρίαν, ἵνα παραστήσῃ τὴν παρ’ αὐτῷ λεγομένην δυάδα καὶ διέλῃ ἀνὰ μέσον τῶν δύο ἀρχῶν, κενῶς ἐν
25τῷ εἰπεῖν τὸν σωτῆρα «οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς κακοὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται». καὶ ὅρα μοι τὴν ἐλαφρὰν διάνοιαν καὶ μηδὲν ἐν βάθει τὰ τῆς θείας γραφῆς κατανοοῦσαν. εἰ μὲν γὰρ δένδρα
εἰσίν, ἄρα καὶ γεωργὸν ἔχουσι, καὶ φυτὰ τυγχάνοντα καὶ πάντως ὑπό99 in vol. 3
Haer
.

3

.

100

τινός εἰσι πεφυτευμένα. πᾶν δὲ τὸ πεφυτευμένον οὐκ ἔστιν ἄναρχον, ἀλλὰ ἀρχὴν ἔχει. ἀρχὴν δὲ ἔχον καὶ τέλος ὑφέξει. τοίνυν τὸ σαπρὸν δένδρον οὐκ ἦν ἀεί, ἀλλὰ πεφύτευται, καὶ τὸ ἀγαθὸν δένδρον τοῦτο οὐ περὶ πάσης τῆς ἄνωθεν ἀγαθότητος διηγεῖται—ἐκεῖ γὰρ ἄψευστος
5ἀγαθότης, μεταβολὴν μὴ ἔχουσα καὶ ἐν τιμῇ ἀνεκλαλήτῳ ** τοῦ ὄντος ἁγίου θεοῦ τὸ διανόημα. εἰς δὲ τὴν περὶ φυτῶν ἐνέργειαν ἴδωμεν εἰ οὕτως ἔχει καὶ λάβωμεν λέγειν. εἰ μὲν γὰρ περὶ τοῦ διαβόλου ἐστὶν ὁ λόγος, ἤδη πολλάκις ἐδείξαμεν ὅτι οὐ πονηρὸς γεγένηται· οὐδὲν γὰρ φαῦλον ὁ θεὸς ἐποίησε καὶ τοῦτο τοῖς συνετοῖς ἐστι κατάδηλον. εἰ γὰρ
10κατὰ τῶν αὐτῶν φερόμεθα, οὐδὲν λυπήσει ἀποδεῖξαι καὶ ἐν τῷ παρόντι τὸν περὶ τῆς ἀληθείας λόγον. ἐν τῇ ἀρχῇ τοίνυν φαῦλος οὐκ ἦν, ἀπέβη δὲ φαῦλος. ἰδοὺ οὐ συσταθήσεται ἐν τῷ μέρει τούτῳ ὁ περὶ τοῦ φυτοῦ λόγος. ὁρῶμεν γὰρ καὶ Σαῦλον διώκτην γενόμενον, ὕστερον δὲ διω‐ κόμενον ὑπὲρ τοῦ ὀνόματος οὗ ποτε ἐδίωκεν. ὁρῶμεν τὸν Ἰούδαν ἐκλε‐
15λεγμένον σὺν τοῖς δώδεκα ἀποστόλοις καὶ ὕστερον ἀποβάντα 〈φαῦλον〉 καὶ ἐν μερίδι πονηρᾷ τεταγμένον. ὁρῶμεν Ῥαὰβ τὴν πόρνην ἀλλοτρίαν οὖσαν τοῦ γένους Ἰσραήλ, ὕστερον δὲ μετανοήσασαν καὶ λαβοῦσαν θεοῦ τὸν ἔλεον. ὁρῶμεν τὸν λῃστὴν ἐπὶ κακουργίᾳ ἁλόντα καὶ κρεμασθέντα ἐπὶ τοῦ ξύλου καὶ ἐξομολογησάμενον καὶ ἅμα τῷ κυρίῳ ἐν τῷ παρα‐
20δείσῳ εἰσεληλυθότα. ὁρῶμεν Νικόλαον καλὸν ὄντα καὶ ἐκλελεγμένον, ὕστερον δὲ ἀποβάντα πονηρὸν καὶ ἐν τοῖς αἱρεσιάρχαις ταχθέντα. καὶ τί μοι τὰ πλήθη λέγειν; τί οὖν ἐστι τὸ φυτὸν τοῦτο τὸ πονηρὸν ἀφ’ οὗ ἀγαθὸν οὐ γίνεται; ἀλλὰ † πάλιν πράξεις εἰσὶν ἀνθρώπων. οὐ δύναται γὰρ ἐκ πορνείας ἀγαθότης εἶναι· οὐ δύναται ἐκ φθόνου πονηρίας δικαιο‐
25σύνη, οὐ δύναται ἐκ μοιχείας ἔπαινος γενέσθαι. αὐτὸ γὰρ τὸ τῆς ἁμαρτίας δένδρον οὐ δύναται δι’ ἀγαθότητος γενέσθαι, τουτέστιν οὐ ποιεῖ δένδρον πονηρὸν καρποὺς ἀγαθοὺς, οὐδὲ ἀγαθοῦ δένδρου καρποὺς πονηροὺς
γενέσθαι οἷόν 〈τέ ἐστιν〉· τὸ ἀγαθὸν δένδρον τὸ μὴ ποιοῦν καρποὺς100 in vol. 3
Haer
.

3

.

101

πονηροὺς * ξενοδοχία * γινομένη (κἄν τε ὅσα 〈κακὰ〉 ἀποβῇ ἀπὸ τῆς ξενο‐ δοχίας, οὐχ ἕνεκεν 〈τούτου〉 φαυλότητος ἔχει τὴν δύναμιν) ἐλεημοσύνη, ἁγνεία διὰ θεόν, ἐγκράτεια διὰ τὸν δεσπότην, δικαιοσύνη διὰ τὸν νόμον. Ταῦτα τὰ δύο δένδρα περὶ δικαιοσύνης καὶ περὶ ἁμαρτίας [τοῦτον]
5ἔχει τὸν τρόπον· ὡς δὲ οὗτος ὁ βάρβαρος Μάνης διανοεῖται, περὶ θεοῦ βούλεται λέγειν καὶ περὶ τοῦ διαβόλου. καὶ ὅτι περὶ θεοῦ οὐδεὶς δύναται τολμῆσαι καὶ εἰπεῖν ὅτι κακὸν ποιήσει ποτέ (μὴ γένοιτο), καὶ οὔτε περὶ τοῦ διαβόλου, ὅτι ἀγαθὸν ἐργάζεται, τοῦτο δῆλον. ἀλλὰ διὰ θεοῦ πάντα γίνεται τὰ ἀγαθά. καὶ φαῦλον ἐξ αὐτοῦ οὐδὲν κέκτισται
10οὐδὲ γίνεται. εἰ δὲ ἐκ διαβόλου ἐνεργεῖται πονηρά τινα, ἰδοὺ εὑρήκαμεν καὶ * δι’ αὐτοῦ στέφανον πλεκόμενον ἁγίοις καὶ βραβεῖον διδόμενον τοῖς νενικηκόσι. καὶ διέπεσεν ὁ αὐτοῦ λόγος. τὸ γὰρ σαπρὸν δένδρον καὶ ἀγα‐ θὸν δένδρον περὶ ἀγαθῶν ἔργων τυγχάνει καὶ περὶ φαύλων καὶ οὐκ ἔστι περὶ παλαιᾶς διαθήκης καὶ καινῆς, καθὼς βούλεται ὁ [τοῦ] Μάνη〈σ〉,
15λόγος. 63. Ἔτι δὲ ὁ αὐτὸς βουλόμενος παριστᾶν τὰς περὶ τῶν δύο ἀρχῶν προφάσεις θηρώμενος μεθοδεύεται τὰς αὐτῷ δοκούσας λέξεις 〈οὐχ〉 οὕτως ἐχούσας, ὅτι, φησί, τοῖς Ἰουδαίοις ἔλεγεν «ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ· ἐκεῖνος ἀνθρωποκτόνος ἦν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». βούλε‐
20ται δὲ βλασφημεῖν καὶ λέγειν τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς πατέρα εἶναι τοῦ διαβόλου, μηδαμῶς δυνάμενον ὅλως ἐπὶ τοῦτο τὸ ῥητὸν φέρεσθαι.
εἰ γὰρ ὅλως τοῦ διαβόλου υἱοί εἰσι, διέπεσεν ὁ κατ’ αὐτὸν λόγος καὶ101 in vol. 3
Haer
.

3

.

102

ἑαυτῷ ἀντιμάχεται ὁ Μάνης ἀγνοῶν. ἀφωρίσθησαν γὰρ λοιπὸν αἱ αὐτῶν ψυχαὶ ἐκ διαβόλου γεγενημέναι, καὶ οὐκέτι εἰσὶν ἀπὸ τῆς ἄνωθεν δυνά‐ μεως κατὰ τὸν αὐτοῦ μῦθον ἢ οὔκ εἰσι μέρος τοῦ φωτὸς ἢ πανοπλίας τοῦ αὐτοῦ ἢ τοῦ στύλου τοῦ φωτὸς ἢ μητρὸς τῆς ζωῆς. εἰ δὲ ὅλως αὐτοὶ
5τοῦ διαβόλου 〈εἰσίν〉, ἄρα καὶ ὁ Ἀβραὰμ ὁ τούτων πατήρ, οὗ σπέρμα τυγχάνουσιν αὐτοὶ οἱ Ἰουδαῖοι, καὶ αὐτὸς τοῦ διαβόλου ἐστὶ κατὰ τὸν τοῦ Μάνη λόγον. πῶς οὖν ὁ σωτὴρ 〈ἐ〉λεγκτικῶς λέγει αὐτοῖς «ὑμεῖς οὐκ ἐστὲ τέκνα τοῦ Ἀβραάμ, ἀλλὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου. εἰ γὰρ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα αὐτοῦ ἐποιεῖτε. ὑμεῖς γὰρ ζητεῖτέ
10με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν λελάληκα ὑμῖν. τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε». καὶ ὁρᾷς ὅτι καταχρηστικός ἐστιν ὁ λόγος, αὐτῶν [γὰρ] ὄντων υἱῶν τοῦ Ἀβραὰμ καὶ τοῦ κυρίου ἀπαλλοτριούντων ἑαυτοὺς διὰ τῶν ἔργων, οὐχὶ διὰ τοῦ πλάσματος, ἢ διὰ τῆς ποιήσεως (ἤδη δὲ καὶ ἄνω διηγησάμεθα περὶ τούτου)· πῶς οὖν τὸ μέρος τοῦ αὐτοῦ σπέρματος
15ἔσται ποτὲ μὲν ἀλλότριον καὶ τοῦ διαβόλου, ποτὲ δὲ μέρος θεοῦ; ἀλλὰ τοῦτο ἐγκληματικῶς διηγεῖται. ᾧ γάρ τις ἑαυτὸν ὑποτάσσει, τούτου δοῦλος τυγχάνει κατὰ τὴν ἐνέργειάν τε καὶ διδασκαλίαν, ὡς καὶ ὁ Παῦλός φησι «εἰ γὰρ καὶ πολλοὺς διδασκάλους ἔχετε, ἀλλ’ οὐ πολλοὺς πατέρας. ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα». καὶ
20ὁρᾷς ὅτι τὴν διδασκαλίαν λέγει; καὶ εἰ μὲν ὁ Μάνης ἐδέχετο τὸν Ἀβραάμ, ἐλέγομεν ἂν τὸν μὲν Ἀβραὰμ τοῦ θεοῦ τοῦ φωτός, τοὺς δὲ ὑπ’ αὐτοῦ γεγεννημένους ἄλλου. ἡ δὲ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. ἐμι‐ μοῦντο τὸν φονέα, ἐμιμοῦντο τὴν παράδοσιν τοῦ Ἰούδα, κατεδέξαντο τὴν διαβολὴν τοῦ προδότου, υἱοὶ γεγόνασι τῆς αὐτοῦ ἐπαρνησιθεΐας,
25αὐτὸς ψεύστης ἐγένετο, «τὸ γλωσσόκομον κατέχων καὶ κλέπτων», καὶ λέγων αὐτῷ «χαῖρε Ῥαββί», καὶ ἐλεγχόμενος καὶ ἀκούων, «ἑταῖρε, ἐφ’ ᾧ πάρει;» οὗτος ὁ Ἰούδας ἐμιμήσατο τὸν Κάϊν, ἐπειδὴ ἀνθρωποκτόνος
ἐγένετο, ψευδόμενον ἐναντίον τοῦ κυρίου καὶ λέγοντα «μὴ φύλαξ εἰμὶ102 in vol. 3
Haer
.

3

.

103

τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστι». καὶ αὐτὸς κατὰ μίμησιν υἱὸς 〈τοῦ διαβόλου〉 γεγένηται καὶ κατὰ θεωρίαν τῆς ἐν τῷ ὄφει λαλησάσης ψευδ‐ ηγόρου φωνῆς τῆς λεγούσης «ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν». τοῦτ’ ἔστι τὸ ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ σωτῆρος εἰρη‐
5μένον «ὑμεῖς υἱοί ἐστε τοῦ διαβόλου»· λέγει γάρ «οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην; εἷς ἐξ ὑμῶν ἐστι διάβολος», ἐπειδὴ «ἀπ’ ἀρχῆς ψεύστης ἐστὶ καὶ ἀνθρωποκτόνος, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». καὶ λέλυται ἡ 〈περὶ〉 τούτου ζήτησις. οὐ γὰρ τοῦ διαβόλου ἦσαν τέκνα οἱ Ἰουδαῖοι, μὴ γένοιτο. λέγει γὰρ ἡ Σαμαρεῖτις πρὸς τὸν σωτῆρα ὅτι «ὧδε ἐν τῷ
10ὄρει τούτῳ προσεκύνησαν οἱ πατέρες ἡμῶν, καὶ ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν». εἶτα μετὰ πολλὰ ὁ σωτὴρ 〈πρὸσ〉 αὐτὴν ἔφη ὅτι «ἃ οἴδαμεν λαλοῦμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί». καὶ πάλιν ὁ ἀπόστολος «δῆλον ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν καὶ ἐλέγχειν
15τὴν πλάνην τούτου. 64. Πάλιν δὲ ἐπιλαμβάνεται τῆς λέξεως ταύτης ὅτι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν,» ὅτι, φησίν, ἐδίωκε τὸ σκότος τὸ φῶς, ὡς τῶν πονηρῶν ἀρχόντων διωκόντων καὶ πολεμούντων τὴν θεότητα. εἰ δὲ πολεμούμενον τὸ φῶς διώκεται
20ὑπὸ τοῦ σκότους, ἄρα δυνατώτερόν ἐστι τοῦ φωτὸς τὸ σκότος, ἐπειδὴ ἀποδιδράσκει ἀπὸ προσώπου τοῦ σκότους καὶ οὐχ ὑφίσταται στῆναι ἰνδαλλόμενον διὰ τὸ δυνατώτερον σκότος. ἀλλ’ οὐχ οὕτως ἔχει. οὐδὲ γὰρ τὸ φῶς φεύγει ἀπ’ ἔμπροσθεν τοῦ σκότους, ἀλλὰ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». εἰ δὲ σκοτία οὐ κατέ‐
25λαβε τὸ φῶς, πολὺ τοῦτο διαλλάττει παρὰ τὸν νοῦν τοῦ Μάνη, τοῦ λέ‐ γοντος ὅτι οὐ μόνον κατείληφεν, ἀλλὰ καὶ πανοπλίαν παρ’ αὐτοῦ ἀφήρ‐ πασε. πῶς τοίνυν 〈τὸ〉 παρ’ αὐτῷ καταγγελλόμενον ἡρπακέναι πανοπλίαν οὐδ’ ὅλως κατέλαβε τὸ φῶς; πῶς δὲ τὸ φῶς διωκόμενον αὐτοπροαιρέσει φαίνει ἐν τῷ σκότει; ἀλλ’ ἐπειδὴ ἐσκοτισμέναι ἦσαν αἱ διάνοιαι τῶν
30ἀνθρώπων διὰ τὴν θόλωσιν τῆς ἁμαρτίας, ἀπέστειλεν ὁ θεὸς πρῶτον103 in vol. 3
Haer
.

3

.

104

τὸν νόμον, φωτίζων ὡς ἐν λύχνῳ παραφαίνοντι, ὥς φησιν Πέτρος ἐν τῇ ἐπιστολῇ «προσέχοντες τῷ προφητικῷ λόγῳ ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως φωσφόρος ἀνατείλῃ καὶ ἡμέρα καταυγάσῃ ἐν ταῖς καρδίαις ὑμῶν». ἐκεῖθεν γὰρ τὸ φῶς ἐν τῷ σκότει φαίνει, ὁ νόμος δοθεὶς
5«ἐν χειρὶ μεσίτου» διὰ τοῦ πιστοῦ θεράποντος τοῦ θεοῦ Μωυσέως. διὰ τοῦτο ἐπειδὴ ἀπὸ τῶν ἀνέκαθεν πρῶτον ἦν τὸ φῶς φαῖνον ὥσπερ σπινθὴρ ἐν τῷ νόμῳ τῷ κατὰ φύσιν, ὃ θεασάμενος Ἐνὼχ εὐηρέστησε τῷ κυρίῳ, δι’ οὗ καθοδηγούμενος ὁ Ἄβελ εὐηρέστησε τῷ κυρίῳ, δι’ οὗ εὗρε Νῶε χάριν ἐνώπιον τοῦ θεοῦ κατανοήσας τὴν ὁδόν, δι’ οὗ Ἀβραὰμ ἐπίστευσε
10τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἶτα παρελθὸν τὸ φῶς ἀπὸ σπινθηροειδοῦς τρόπου προσέθετο φαιδρότητι «λύχνου φανέντος ἐν αὐχμηρῷ τόπῳ»· τουτέστι «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει», ἡ ἐντολὴ τοῦ θεοῦ καὶ ἡ κατὰ τὴν ἀγαθότητα διάνοια, φωτίζουσα ἐν καρδίᾳ πιστῶν, ἀνὰ μέσον τῆς τεθολωμένης διανοίας 〈διὰ〉 τῶν ἐν τοῖς ἀνθρώποις γεγονότων
15φαύλων καὶ κακῶν πραγμάτων, εἰδωλολατρείας τε καὶ ἐπαρνησιθεΐας, φόνων τε καὶ μοιχείας καὶ τῶν ἄλλων. ὅτε δὲ ἦλθεν ὁ μέγας φωστήρ, «τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσ‐ μον· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ὁ εἰς τὰ ἴδια ἐλθών, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον· ὅσοι
20δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». καὶ ὁρᾷς τοῦτο τὸ φῶς ἐν ποίᾳ σκοτίᾳ φαίνει καὶ ποία σκοτία αὐτὸ οὐ κατέλα‐ βεν; ὅτι τὸ ἀγαθόν, ἀεὶ παρὰ θεοῦ πεμπόμενον τῇ διανοίᾳ τῶν ἀνθρώπων καὶ φωτίζον ἐν τῷ κόσμῳ, ὑπὸ τῆς ἁμαρτίας οὐχ ἥττηται. 65. Τὸ ὅμοιον δὲ πάλιν ἐπιλαμβάνεται ὁ αὐτὸς Μάνης ἀπὸ τοῦ τὸν
25σωτῆρα εἰρηκέναι «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκο‐ δεσπότῃ, ὃς ἔσπειρε 〈εἰσ〉 τὸν ἀγρὸν αὐτοῦ καλὸν σπέρμα. καὶ καθευ‐ δόντων τῶν ἀνθρώπων ἐχθρὸς ἄνθρωπος ἦλθε καὶ ἔσπειρε ζιζάνια. εἶτα λέγουσιν αὐτῷ οἱ δοῦλοι αὐτοῦ· οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; ὁ δὲ ἔφη, ναί. πόθεν οὖν τὰ ζιζάνια; ὁ δὲ ἀποκρινάμενος εἶπεν,
30ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι πρὸς αὐτὸν εἶπον· θέλεις
οὖν ἀπελθόντες ἐκριζώσωμεν τὰ ζιζάνια; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· οὔ, μή104 in vol. 3
Haer
.

3

.

105

πως ἐκριζοῦντες τὰ ζιζάνια ἐκριζώσητε καὶ τὸν σῖτον. ἀλλ’ ἄφετε ἕως καιροῦ τοῦ θερισμοῦ, καὶ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε τὰ ζιζάνια καὶ δήσατε δεσμάς, τὸν δὲ σῖτον ἀπόθεσθε ἐν τῇ ἀποθήκῃ, καὶ ἑτοι‐ μάσατε τὰ ζιζάνια εἰς τὸ κατακαῆναι πυρὶ ἀσβέστῳ». τῶν δὲ μαθητῶν
5αὐτοῦ ἐπὶ τῆς οἰκίας λεγόντων· «εἰπὲ ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων», ὁ δὲ ἐπιλύει καὶ οὐ κρύπτει, ἵνα μὴ συγχωρήσῃ τῷ ἀπατεῶνι κατὰ τῆς ἀληθείας λαβὴν ἔχειν. ἀποκρίνεται οὖν σαφῶς ὁ κύριος καὶ λέγει «ὁ τὸ καλὸν σπέρμα σπείρας ἐστὶν ὁ θεός. ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος, τὰ ζιζάνιά εἰσιν οἱ πονηροὶ ἄνθρωποι, ὁ ἐχθρὸς ἄνθρωπός ἐστιν ὁ διάβολος, οἱ θερι‐
10σταί εἰσιν οἱ ἄγγελοι, ὁ θερισμός ἐστιν ἡ συντέλεια τοῦ αἰῶνος, ὁ σῖτός ἐστιν οἱ καλοὶ ἄνθρωποι. * ὅτε ἀποστέλλει ὁ κύριος τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάγουσι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῆς αὐτοῦ βασιλείας καὶ παραδι‐ δόασιν αὐτοὺς εἰς τὸ καῆναι». καὶ θεωρεῖτε, υἱοὶ τῆς ἀληθείας, ὅτι αὐτὰ ἃ βούλεται λέγειν καθ’ ἑαυτοῦ προβάλλεται οὗτος ὁ ἀνακαινισθεὶς
15ἡμῖν ἀντὶ τῶν περὶ Ἰαννῆν καὶ Ἰαμβρῆν. αὐτὸς μὲν γὰρ ἀρνεῖται τὸν κόσμον τοῦ θεοῦ εἶναι· ὧδε δὲ ὁ σωτὴρ τὸν κόσμον ἔφη εἶναι τὸν ἀγρόν, τὸν δὲ οἰκοδεσπότην καὶ κύριον τοῦ ἀγροῦ 〈τὸν θεόν〉, τουτέστι τὸν αὐτοῦ πατέρα, καὶ αὐτὸν ἐσπαρκέναι τὸ καλὸν αὐτοῦ σπέρμα. καὶ οὐδὲ διεῖλε ψυχὰς ἀπὸ σωμάτων ἢ σώματα ἀπὸ ψυχῶν, ἀλλὰ τὸν μὲν
20ἐχθρὸν ἄνθρωπον ἔφη ἐσπαρκέναι τὰ ζιζάνια, ἅ εἰσιν οἱ πονηροὶ ἄνθρωποι, ἀνθρώπους δὲ οὐ λέγει σώματα κατ’ ἰδίαν 〈οὐδὲ ψυχὰς κατ’ ἰδίαν〉, ἀλλὰ ὁμοῦ εἶπε πονηροὺς ἀνθρώπους. πάλιν δὲ ὡσαύτως τὸ ἀγαθὸν σπέρμα 〈ὃ〉 ὁ οἰκοδεσπότης ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ, τοὺς ἀγαθούς φησιν ἀνθρώπους. καὶ οὐκ εἶπε τὰς τούτων ψυχάς, ἀλλ’ ἀγαθοὺς 〈ἀνθρώπουσ〉
25σὺν σώματι καὶ ψυχῇ. ἆρα γοῦν διὰ τῆς διδασκαλίας ὁ θεὸς σπείρει τὸ ἀγαθὸν ἐν τοῖς ἀνθρώποις καὶ διὰ τῆς κακομηχανίας ὁ διάβολος ὑποσπείρει τὰ πονηρὰ ἔργα ἐν τοῖς ἀνθρώποις. ἔνθεν δὲ καὶ ἔνθεν οὐ ῥίζαν εὑρή‐ σομεν κακίας, ἀλλ’ ἔργα δι’ ἡμῶν ἐπιτελούμενα· καὶ οὐδὲ ὅλως ὁ θεὸς αἴτιός ἐστι τῶν ἐσπαρμένων ζιζανίων. εὐθὺς γὰρ φράζει λέγων «ἐν τῷ
30καθεύδειν τοὺς ἀνθρώπους», καὶ οὐκ εἶπεν ‘ἐν τῷ καθεύδειν τὸν οἰκο‐ δεσπότην‘. ὅταν γὰρ ἡμεῖς ἀποκοιμηθῶμεν ἀπὸ ἀγαθῶν ἔργων, ὅταν
ἀμελήσωμεν τῆς δικαιοσύνης, ὅταν τὸν νοῦν μὴ ἐγρήγορον ποιήσωμεν105 in vol. 3
Haer
.

3

.

106

πρὸς τὴν τοῦ θεοῦ ἐντολήν, τότε σπείρονται 〈ἐν ἡμῖν〉 τὰ ἁμαρτήματα. ὁρᾷς ὅτι οἱ θερισταὶ ἑτοιμάζουσι τὰς δεσμὰς εἰς τὸ πῦρ τὸ αἰώνιον; λέγε μοι, ὦ Μάνη, ψυχὰς ἐκεῖ δεσμεύουσιν ἢ σώματα ἄνευ ψυχῶν καίουσιν ἢ καὶ τὰς ψυχάς; οὐκέτι γὰρ σταθήσεται ὁ περὶ καθαρισμοῦ σου τῶν ψυχῶν
5λόγος, ὁπότε εἰς τιμωρίαν καὶ κρίσιν παραδοθήσονται. ἀλλὰ ἀρκέσει περὶ τούτων ἕως τῶν ἐνταῦθα. τοῖς γὰρ συνετοῖς φαίνεται τὰ ῥητὰ τῆς ἀληθείας. 66. Ἐπιλαμβάνεται πάλιν ἑτέρου ῥητοῦ, εἰς μέσον φέρων καὶ μὴ νοῶν τὰ ἐν αὐτῷ ἐγκείμενα, ἑτέρως 〈δὲ〉 παρερμηνεύων τῆς σωτηριώδους
10διδασκαλίας τὴν δύναμιν τὸ δὴ εἰρηκέναι τὸν σωτῆρα ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐδὲν τῶν αὐτοῦ εὑρίσκει», 〈καὶ πάλιν· «ὁ ἄρχων τοῦ κόσμου βληθήσεται κάτω»〉 καὶ πάλιν παρὰ τῷ ἀποστόλῳ ὅτι «ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, πρὸς τὸ μὴ καταυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς
15δόξης». ἴδωμεν τοίνυν τὸν ἄρχοντα τοῦ κόσμου τούτου, περὶ οὗ ὁ κύριος λέγει, 〈εἰ〉 βληθήσεται κάτω· 〈ἐπιφέρει γάρ〉 «ἐὰν δὲ ἐγὼ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»· τίνα 〈οὖν〉 λέγει ἄρχοντα τοῦ κόσμου τούτου; καὶ εἰ μὲν τὸν διάβολον λέγει, πῶς ὁ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ σωτῆρος λέγει ὅτι «εἰς τὰ ἴδια ἦλθεν»; ὁρῶμεν γὰρ τὰς δύο λέξεις ταύτας
20ἀντιθέτους πρὸς ἀλλήλας· ὁ ἀπόστολος γάρ φησιν «ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται» καὶ «ἐν τῷ κόσμῳ ἦν» ὁ σωτήρ. πῶς ἄρα οἱ ἀμφό‐ τεροι χωρηθήσονται; εἰ ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, ποῦ τόπος τῷ σωτῆρι ἐν τῷ κόσμῳ ἐστὶν 〈τοῦ〉 εἶναι αὐτὸν «ἐν τῷ κόσμῳ»; καὶ εἰ «ἴδια» τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ τὰ τοῦ κόσμου, ποῖος ἄρχων κυριεύει
25τῶν τοῦ θεοῦ ἰδίων; εἰ δὲ οὐκ ἔστιν ἴδια τοῦ υἱοῦ τοῦ θεοῦ τὰ ἐν τῷ κόσμῳ, ποῖος ἄρχων τοῦ κόσμου συνεχώρει ἴδια εἶναι τοῦ σωτῆρος τὰ ἐν τῷ
κόσμῳ; καὶ εἰ τοῦ υἱοῦ τοῦ θεοῦ τυγχάνει ὁ κόσμος, πῶς συνεχώρει106 in vol. 3
Haer
.

3

.

107

ἄρχοντι τὸν ἴδιον κόσμον κατέχειν; εἰσὶ δὲ πάντες οἱ λόγοι τῆς θείας γραφῆς ἐν σοφίᾳ εἰρημένοι, καθὼς αὐτὸς ὁ κύριος λέγει «ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μὴ ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει. ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδού, ἄν‐
5θρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν· καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς». πῶς δὲ ἡ σοφία ἐδικαιώθη ἀπὸ τῶν τέκνων αὐτῆς; ἀλλὰ τῶν συνιέντων τὰ τῆς σοφίας ῥήματα, ὡς λέγει καὶ ἐν τῷ προφήτῃ «τίς συνετὸς καὶ συνήσει ταῦτα; ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, καὶ ᾧ λόγος σοφίας, καὶ γνώσεται ταῦτα, ἀσεβεῖς δὲ ἀσθενή‐
10σουσιν ἐν αὐταῖς». 67. Ἠσθένησε γὰρ καὶ ἠσέβησεν ὡς ἀληθῶς 〈ὁ Μάνησ〉 μετὰ τῶν ἀσεβῶν ἐν τοῖς θείοις καὶ ἐπουρανίοις λόγοις. ὁ σωτὴρ γὰρ ἔλεγε πρὸ μικροῦ «ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ», καὶ ὧδε πάλιν «ὁ ἄρχων τοῦ κόσμου τούτου βληθήσεται κάτω». καὶ
15εἰ περὶ τοῦ σατανᾶ ἦν ὁ λόγος τοῦ ἤδη πεπτωκότος, τίς ἦν χρεία πάλιν βάλλεσθαι κάτω; ἀλλὰ πάντως ἐρεῖς εἰς τὴν ἄβυσσον. ποῦ οὖν ἔμελλεν ὑψοῦσθαι ὁ κύριος; εἰ μὲν γὰρ ἀπὸ τῆς ἀβύσσου ἔμελλεν ὑψοῦσθαι, * τὸ 〈γὰρ〉 ὅμοιον τῷ ὁμοίῳ παρεκτεινόμενον τὰ ἰσόρροπα τῆς φράσεως ἀπεργάζεται. πότε δὲ ἐν τῇ γῇ ὑψώθη; ἔλεγε γὰρ περὶ τοῦ ὑψώματος
20τοῦ σταυροῦ καὶ περὶ τοῦ εἰς οὐρανὸν ἀνιέναι, ἵνα πάντας ἀνελκύσῃ πρὸς ἑαυτόν. καὶ τίνι λόγῳ ἄνω τυγχάνων οὐκ ἀνείλκυσεν, ἀλλ’ ἐπὶ τῆς γῆς ἐλήλυθεν; ἔδει γὰρ αὐτὸν ἐλθεῖν καὶ τὸ εἶδος τῶν ἀνθρώπων εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα πρῶτον αὐτὸ τὸ σκεῦος τὸ ἅγιον, ὃ ἀπὸ Μαρίας εἴληφεν 〈ὑψώσῃ ἐν ἑαυτῷ〉 ἀναπλάσας ἑαυτῷ τὸ ἅγιον σῶμα, θεὸς ἄνωθεν Λόγος
25ἐλθὼν ἐκ κόλπων πατρῴων, ἵνα ἐν τῷ ἰδίῳ σώματι [ὑψῶσαι ἐν αὐτῷ] ὑψωθεὶς τοὺς ὁμοίους ἑλκύσῃ πρὸς ἑαυτόν. τίς δέ ἐστιν ὁ ἄρχων τοῦ κόσμου τούτου; ἀλλὰ ὡς λέγει «πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται», οὐκ οὐρανὸν λέγων, οὐ τὴν γῆν, οὐχ ἥλιον, οὐ σελήνην, οὐ φυτά, οὐ θάλασσαν, οὐκ ὄρη, οὐκ ἀέρα, οὐ νέφη, οὐκ ἄνεμον, οὐκ ἄστρα, οὐ
30πτηνά, οὐδέν τι τῶν ἐκτισμένων, μὴ γένοιτο, ἀλλ’ ὁ κόσμος * τῶν107 in vol. 3
Haer
.

3

.

108

ἀνθρώπων, ἡ ὑπερηφανία τῆς ἐννοίας, τὸ θράσος τοῦ τύφου, ἡ ἀλαζονεία τῆς τῶν ἀνθρώπων ἐπάρσεως· οὗτος 〈ἦν〉 ὁ ἄρχων τοῦ κόσμου τούτου 〈ὃσ〉 ἐξέπεσε κάτω, 〈ἡ〉 ὑπερηφανία. «ὑμεῖς» γάρ φησι «δόξαν παρὰ ἀλλήλων λαμβάνετε, ἐγὼ δὲ οὐ ζητῶ τὴν ἐμαυτοῦ δόξαν». πῶς γὰρ
5οὐκ ἔπεσεν ἡ ὑπερηφανία, πῶς οὐκ ἐθραύσθη ὁ ἄρχων τοῦ κόσμου, Ἡρῴ‐ δου μὲν φυλάττοντος καὶ κρίνοντος τὸν κριτὴν ζώντων καὶ νεκρῶν καὶ κύριον, Πιλάτου δὲ προκαθεζομένου, ὑπηρέτου ῥαπίζοντος τὴν σιαγόνα, Ἰούδα παραδιδόντος, Καϊάφα δικάζοντος, Ἰουδαίων κατεμπτυόντων, στρατιωτῶν κολαφιζόντων κεφαλὴν τοῦ δυναμένου νεύματι εἰλῆσαι
10οὐρανὸν καὶ γῆν; αὕτη ἡ ὑπερηφανία καὶ τὸ θράσος καὶ ἡ δόξα τῶν ἀν‐ θρώπων τοῦ κόσμου, οὗτος ἦν ὁ ἄρχων τοῦ κόσμου, ὁ πεσὼν χαμαί. πάντες γὰρ οἱ τῶν ἀξιωμάτων ἐν τῷ κόσμῳ τούτῳ ἐν ὑπεροχῇ τυγχά‐ νοντες τὴν ἀρχὴν ἔχουσι διὰ τῶν φρυαγμάτων, διὰ τοῦ θράσους καὶ κύδους καὶ ὑπερηφανίας, ὧν οὐδὲν ἐν τῷ σωτῆρι εὕρηται. «λίνον γὰρ
15τυφόμενον οὐ σβέσει καὶ κάλαμον τεθραυσμένον οὐ κατεάξει.» 68. Καὶ πολλά μοι ἔστι περὶ τούτου λέγειν. πάλιν δέ φησιν ὁ αὐτὸς Μάνης ὅτι «ὁ θεός» φησί «τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, τοῦ μὴ καταυγάσαι εἰς τὸν φωτισμὸν τοῦ εὐαγγελίου». εἰ ἔνι [ὁ] θεὸς τοῦ κόσμου τούτου, τί ἄρα ἐλθὼν ὁ σωτὴρ ἐποίει εἰς τὰ
20ἀλλότρια; καὶ εἰ μὲν τῶν ἀλλοτρίων ἐφίετο, οὐκ ἔστι τοῦτο ἀγαθοῦ οὔτε δικαίου· εἰ δὲ ἕνεκεν τοῦ σῶσαι ἦλθεν οὐκ ἴδια, ἀλλ’ ἀλλότρια, τοῦτο καὶ κόλακος τυγχάνει τινὸς βουλομένου προσεπαίρειν τοὺς τοῦ πέλας. καὶ εἰ ὅλως τὰ τοῦ θεοῦ τοῦ αἰῶνος τούτου ἦλθε σῶσαι, ἄρα αὐτῷ τῷ θεῷ τοῦ κόσμου τὴν χάριν κατατίθεται, ἴδια αὐτοῦ σκεύη πειρώμενος
25σῴζειν. καὶ εἰ ὅλως συγκατατίθεται ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐπὶ τοῖς αὐτοῦ διὰ τοῦ σωτῆρος σῳζομένοις, ἄρα ἀγαθός ἐστιν, εἰ καὶ μὴ δύναται σῴζειν, χαίρων ἐπὶ τῇ τῶν ἰδίων σωτηρίᾳ. καὶ ἔσται λοιπὸν μία κοινωνία τῆς ἀγαθότητος, ὅτι ὁ μὲν δυνάμενος σῴζει, ὁ δὲ μὴ δυνάμενος τὰ ἴδια σῴζειν χαίρει ἐπὶ τοῖς σῳζομένοις, κέρδος τὰ ἴδια ἡγούμενος παρὰ τοῦ
30καλῶς σῴζοντος σῳζόμενα ἔχειν. καὶ εἰ ὅλως οὐκ ἐναντιοῦται τῷ βου‐ λομένῳ τὰ ἴδια σῴζειν, καὶ χάριν ὁμολογήσει. εἰ δὲ χάριν ὁμολογεῖ,
πρῶτον 〈ὁ σωτὴρ〉 αὐτὸν σῴσει οὗ οἱ σῳζόμενοι, ἵνα δείξῃ ἐπ’ αὐτῷ108 in vol. 3
Haer
.

3

.

109

σῳζομένῳ τὴν αὐτοῦ ἀγαθότητα καὶ 〈ὅτι〉 οὐ τοὺς μικροὺς μᾶλλον βούλεται σῴζειν καὶ ἐᾶν τὸν ἀναγκαῖον, ἐξ οὗπερ οἱ σῳζόμενοι γεγόνα‐ σιν. ἢ ἄλλως πάλιν· εἰ μὲν βούλεται αὐτὸν μὴ σῴζειν, τοὺς δὲ ὑπ’ αὐτοῦ 〈γεγενημένουσ〉 σῴζει, ἄρα οὐ τέλειον ἀπεργάζεται, οὐδὲ δύναται
5τὸ ἀγαθὸν ἐργάσασθαι ἐν τελειότητι. εἰ δὲ διὰ τὸ εἶναι αὐτὸν φύσεως μὴ σῳζομένης αὐτὸν μὲν ἀδυνάτως ἔχει σῴζειν, τοὺς δὲ ὑπ’ αὐτοῦ γεγενη‐ μένους σῴζει, πολλῷ μᾶλλον οἱ ἐξ αὐτοῦ γεγενημένοι σαθρότεροι αὐτοῦ ὑπάρχουσι καὶ ἀδυνάτως ἔχουσι πρὸς σωτηρίαν. καὶ ἄλλως δέ· εἰ μὲν ἴδιά τινα μὴ ἔχων σῴζειν εἰς τὰ ἀλλότρια ἦλθεν ἐπιδείξεως χάριν,
10〈τοῦ〉 τὴν αὐτοῦ βοήθειαν δεῖξαι, πολλὴ ἡ ἀπορία ἡ μὴ δυναμένη ἴδια σῴζειν καὶ εἰς τὰ ἀλλότρια ἐπιδημοῦσα, ὅπως ἐνδείξηται τὸ ἔργον, ὃ ἐν τοῖς ἰδίοις ἀδυνάτως ἔσχεν ἐπιδείξασθαι. καὶ ἤδη διέπεσεν ὁ περὶ τοῦ σωτῆρος καὶ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου ὑπὸ τοῦ Μάνη εἰρημένος λόγος, καὶ ἔσται τῷ ὄντι ὁ θεὸς τοῦ αἰῶνος τούτου οὐ θεὸς παρηλλαγμένος
15παρὰ τὸν ὄντα ἄλλος, οὐδὲ ἐνυπόστατος θεὸς ἄλλος, μὴ γένοιτο· θεὸς γὰρ ὁ πάντων δεσπότης, ὁ τὸν κόσμον ποιήσας, εἷς ἐστι θεός, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ οὐδέποτε διαλείπει. 69. Περὶ οὗ δὲ ὁ ἀπόστολος λέγει, ὃν ᾑρέτισαν τὸν θεὸν ἑαυτῶν εἶναι οἱ ἄπιστοι, οὐ μόνον λέγω ἕνα θεὸν εἶναι τοῦ αἰῶνος τούτου, μὴ
20γένοιτο, ἀλλὰ καὶ πολλούς, οἷς ἑαυτοὺς ὑπέταξαν οἱ ἄπιστοι καὶ ἐτυφλώ‐ θησαν τὴν διάνοιαν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει «ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν» καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν» φησίν, εἶτα μετὰ πολλά, ἵνα δείξῃ τίνες εἰσὶν οἱ δύο κύριοι, φησίν «οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». ἄρα
25οὖν ὁ θεὸς θεὸς καὶ μαμωνᾶς θεὸς τοῦ κόσμου. διὰ γὰρ τοῦ μαμωνᾶ καὶ τῆς κοιλίας, τῶν δύο τούτων, ἡ πλείστη φύσις τῶν ἀνθρώπων τυφλώτ‐ τει δελεαζομένη, οὐχ ὑπὸ θεοῦ λαβοῦσα τὴν πρόφασιν, ἀλλὰ διὰ τῆς ἰδίας κακομηχανίας, ὡς ἕκαστος ὀρεγόμενος ἐπὶ τῇ ἀπιστίᾳ ἑαυτὸν παραδίδωσιν ὑποχείριον πάντων. ὅθεν καὶ ὁ ἀπόστολος λέγει «ῥίζα πάν‐
30των τῶν κακῶν ἐστιν ἡ φιλαργυρία». καὶ διὰ τοῦτο ἐπαρᾶται κακῇ προ‐ λήψει θεοποιίας λέγων «τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώ‐ μασιν, ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει», ἐπαρώμενος γαστρὸς
ἐπιθυμίαις. ὁ θεὸς τοίνυν τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα109 in vol. 3
Haer
.

3

.

110

τῶν ἀπίστων, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ εὑρίσκεται ὁ γραμματεὺς † πρῶτος καὶ δεύτερος λέγων «τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ ἔφη· τίμα τὸν πατέρα καὶ τὴν μητέρα κατὰ τὸ γεγραμμένον». οὐ γὰρ ἦν ἀλλό‐ τρια τὰ τοῦ νόμου· ὡς αὐτὸς ὁ κύριος διδάσκει ζωῆς κληρονομίαν εἶναι
5τὴν παραφυλακὴν τοῦ νόμου. εἶτά φησι «ταῦτα πάντα ἐποίησα ἐκ νεότητός μου». καὶ ἀκούσας «ἐχάρη», ἵνα δείξῃ τὰς ἐντολὰς τοῦ νόμου οὐκ ἀλλοτρίας τῆς αὐτοῦ θεότητος ὑπαρχούσας· διὰ γὰρ τοῦ εἰπεῖν ὅτι ἐχάρη συγκατά‐ θεσιν ἐποιήσατο παλαιᾶς διαθήκης πρὸς νέαν διαθήκην. ἀλλά φησι «τί ἔτι ὑστερῶ»; καί φησι πρὸς αὐτὸν «εἰ θέλεις τέλειος γενέσθαι, πώλησον
10τὰ ὑπάρχοντά σοι καὶ δὸς πτωχοῖς, καὶ λάβε τὸν σταυρόν σου καὶ ἀκο‐ λούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. ὁ δὲ ἀπῆλθε λυπούμενος. ἦν γὰρ πλούσιος σφόδρα». εἶτα ὁ κύριος ἔφη «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». οὐ δύνανται γὰρ 〈οἱ πλούσιοι〉 εἰσελθεῖν, ὅτι ἐτυφλώθησαν ὑπὸ τοῦ θεοῦ
15τοῦ αἰῶνος, ἡγησάμενοι τὸν μαμωνᾶν ἑαυτῶν θεὸν καὶ ἑαυτοὺς ὑπο‐ χειρίους πεποιηκότες τῷ θεῷ τοῦ αἰῶνος τούτου τουτέστι τῇ φιλαργυρίᾳ. ὡς λέγει «προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις,» καὶ ἐν ἄλλῳ τόπῳ «ἥτις ἐστὶ φιλαργυρία». καὶ ἵνα δείξῃ ταύτης τὸ ἀπο‐ τέλεσμα καὶ τὸ ἔργον, λέγει «ὁδηγοί εἰσι τυφλοὶ 〈τυφλῶν〉. τυφλὸς δὲ
20τυφλὸν ὁδηγῶν, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται». ἐπειδὴ γὰρ ἐτύ‐ φλωσεν αὐτοὺς ἡ φιλαργυρία, ὁ θεὸς τοῦ αἰῶνος τούτου, καὶ οὐ «κατηύ‐ γασεν ὁ φωτισμὸς τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν,» διὰ τὸ τετυ‐ φλῶσθαι περὶ τὴν φιλαργυρίαν. αὕτη γὰρ καὶ τὸν Ἰούδαν ἐτύφλωσεν, αὕτη καὶ τοὺς περὶ Ἀνανίαν ἀπέκτεινεν, αὕτη πολλοὺς ἠφάνισεν. οὗτός
25ἐστιν ὁ θεὸς τοῦ αἰῶνος τούτου, ὃν αἱρησάμενοι θεὸν οἱ ἄνθρωποι ἐπε‐ λάβοντο τῆς πρὸς αὐτὸν τιμῆς καὶ κατεφρόνησαν τοῦ κυρίου, ὡς λέγει «τοῦ μὲν ἑνὸς ἀνθέξεται, τοῦ δὲ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ». καὶ ὁρᾷς ῥητῶς καὶ σαφῶς τὸ πρᾶγμα ἑρμη‐ νευόμενον· οὐδεὶς γὰρ ἔνι ἕτερος θεός, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῇ γῇ, οὐκ
30ἐν πᾶσι χωρίοις, ἀλλὰ «εἷς πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς κύριος Ἰησοῦς110 in vol. 3
Haer
.

3

.

111

Χριστός, δι’ οὗ τὰ πάντα», καὶ ἓν πνεῦμα τὸ ἅγιον, ἐν ᾧ τὰ πάντα, ἀεὶ οὖσα ἡ τριάς, μία ἡ θεότης καὶ μηδέποτε προσθήκην λαμβάνουσα, οὐδὲ ἀφαίρεσιν ἐνδεχομένη. 70. Ἴωμεν δὲ ἐφ’ ἕτερα πάλιν καὶ τὰ δίκτυα τούτου τοῦ θηρὸς καὶ
5ἐχθροῦ καὶ ἐκδικητοῦ διασπασώμεθα, ἀγαπητοί, ἐπὶ τὴν φράσιν τῆς ἀληθείας τὰ ὑπ’ αὐτοῦ ξενολεκτούμενα φέροντες τοῖς βουλομένοις τὰ τῆς ἀληθείας καταμαθεῖν καὶ ἀποτρέπεσθαι τὸν νοῦν ἀπὸ κακοδιδασκαλίας πάσης αἱρέσεως. ἐπιλαμβάνεται γὰρ τοῦ νόμου πάλιν καὶ τῶν προφητῶν, ἐχθρὸς ὢν τῆς ἀληθείας καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἐν νόμῳ καὶ ἐν
10προφήταις λελαληκότος καὶ [φησι] φύσει χαλάσας γλῶσσαν ὡς καὶ ἀεὶ κατὰ τοῦ θεοῦ τοῦ ποιήσαντος τὰ πάντα, λαλήσαντός τε ἐν νόμῳ καὶ ἐν προφήταις, «πατρὸς ὄντος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καί φησιν· «ἐξ αὐτοῦ ἐπιθυμία καὶ ἐξ αὐτοῦ φόνοι καὶ τὰ ἄλλα πάντα. παρεκελεύετο γὰρ καὶ
15ἱμάτια ἀφαρπάξαι τῶν Αἰγυπτίων, θυσίας δὲ αὐτῷ προσφέρεσθαι καὶ τὰ ἄλλα πάντα ὅσα παρέχει νόμος, φονεύειν δὲ τὸν φονεύοντα, ὡς μηκέτι ἀρκεῖσθαι τῷ πρώτῳ φόνῳ, ἀλλὰ καὶ δεύτερον ἐργάζεσθαι, δῆθεν ἐκ‐ δικοῦντος αὐτοῦ τὸν πρῶτον φόνον· ἐμβάλλει τε ἐπιθυμίας εἰς τὰς δια‐ νοίας τῶν ἀνθρώπων, [καὶ] διηγούμενος 〈περὶ〉 γυναικῶν καὶ τῶν ἄλλων
20πραγμάτων. ἐχεθύμως δέ, φησιν, ὀλίγα περὶ τοῦ Χριστοῦ προεφήτευσεν, ἵνα διὰ τῶν ὀλίγων πιστοποιήσῃ πιθανολογήσας.» καὶ ταῦτα ἦν τὰ ῥήματα τοῦ τολμηροῦ Μάνη, ἃ κατὰ τοῦ ἰδίου δεσπότου ἀθυρογλώττως
φθέγγεται. κατανοήσας δέ τις ἴδοι μηδὲν ἕτερον ἐν τούτῳ φαινόμενον111 in vol. 3
Haer
.

3

.

112

ἀλλ’ ἢ φρενιτιῶντος ἔργα. ὡς γὰρ ὁ τὴν φρενῖτιν ἔχων μάχαιραν καθ’ ἑαυτοῦ ὁπλίζεται καὶ διὰ τὴν ἐπιληψίαν τὰς ἑαυτοῦ σάρκας τέμνων νο‐ μίζει ἐχθροὺς ἀμύνασθαι καὶ οὐκ οἶδεν, οὕτω καὶ οὗτος καθ’ ἑαυτοῦ διοπλίζεται, μὴ νοῶν τὰς λέξεις ἃς καθ’ ἑαυτοῦ ἐφέλκεται. εἰ γὰρ ἐξ
5αὐτοῦ ἡ ἐπιθυμία, καὶ ἐπιθυμίας ἐνεργεῖ, πῶς ἄνω καὶ κάτω κατὰ ἐπι‐ θυμίας γράφει ὁ τὴν ἐπιθυμίαν ἐμβάλλων; ὁ λέγων «μὴ ἐπιθυμήσῃς τὰ τοῦ πλησίον, μηδὲ τὸν βοῦν αὐτοῦ μηδὲ τὸ ὑποζύγιον αὐτοῦ μηδὲ τὴν παιδίσκην αὐτοῦ μηδὲ τὸν ἀγρὸν αὐτοῦ μηδὲ τὴν γυναῖκα αὐτοῦ μηδὲ ὅσα ἐστὶ τῷ πλησίον σου»· εἰ ἀναιρεῖ τὴν ἐπιθυμίαν, οὐκ αὐτὸς τῆς ἐπι‐
10θυμίας ἐστὶ χορηγός. 71. Πῶς οὖν, φησίν, ἐνετείλατο σκυλεῦσαι τοὺς Αἰγυπτίους ἐν τῷ ἐξιέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου; ναί· δίκαιος γάρ ἐστι κριτής, ὡς καὶ ἤδη πολλάκις εἴρηκα περὶ τούτου. καὶ ἵνα δείξῃ ὅτι οὐκ αὐτὸς ἐνδέεται θυσιῶν, φησὶν ἐν τῷ προφήτῃ «μὴ θυσίας προσηνέγκατέ μοι, οἶκος Ἰσραήλ,
15τεσσαράκοντα ἔτη; λέγει κύριος». τίνι οὖν ἦσαν αἱ 〈θυσίαι〉 προσφερόμεναι; αὐτῷ μὲν κατὰ τὴν διάνοιαν τῶν προσφερόντων, αὐτὸς δὲ οὐχ ἕνεκεν τοῦ ἐνδέεσθαι προστέταχεν, ἀλλ’ ἵνα συνεθίσῃ ἀπὸ πολυθεΐας ἕνα θεὸν ἐπι‐ γινώσκειν· ἐπειδὴ γὰρ ἑώρων θυσίας ἐπιτελουμένας τοῖς θεοῖς τῶν Αἰ‐ γυπτίων, ἵνα μὴ διὰ πολυθεΐαν τραπέντα αὐτῶν τὰ νοήματα καταλεί‐
20ψωσι τὸν μόνον ἕνα θεόν. ὅτε δὲ συναγήοχεν αὐτῶν τὴν διάνοιαν ἀπὸ πολυθεΐας διὰ πολλοῦ χρόνου, ἀποσυνεθίσας αὐτοὺς τῆς τοιαύτης ὑπο‐ θέσεως, ἄρχεται παρακόπτειν ἃ μὴ ἤθελε καὶ ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν»; «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» «ταῦτα γὰρ οὐκ ἐξεζήτησα ἐκ τῶν χειρῶν ὑμῶν»,
25ἀλλὰ «ποιεῖν πρὸς τὸν πλησίον δικαιοσύνην καὶ ἀλήθειαν ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτοῦ». καὶ ὁρᾷς ὅτι προϊόντων τῶν χρόνων ἡ ὑπόστασις τῆς δυνάμεως τῶν θείων 〈λόγων〉 ἀποκαλύπτεται, ὡς αὐτὸς πάλιν λέγει τῷ Σαμουήλ «χρῖσον τὸν Σαοὺλ εἰς βασιλέα», ὕστερον δὲ αὐτοὺς ἐλέγχει λέγων «ἐχρίσατε βασιλέα οὐ δι’ ἐμοῦ καὶ ἄρχοντας καὶ ἐγὼ οὐκ ἐνετει‐
30λάμην ὑμῖν». ἀλλ’ ἐπειδὴ ἐζήτησαν τοῦτο αἱ διάνοιαι αὐτῶν, παραμυ‐112 in vol. 3
Haer
.

3

.

113

θούμενος ὁ θεὸς Σαμουὴλ τὸν προφήτην ἔλεγεν «οὐ σὲ ἀπεβάλοντο, ἀλλ’ ἐμέ, λέγει κύριος. πλὴν χρῖσον αὐτοῖς τὸν Σαούλ, υἱὸν Κῖς»· ὥσπερ παι‐ δίοις μικροῖς προσφερόμενον τὸ θεῖον, ἵνα βαστάσῃ τὴν ἀσθένειαν τῶν ἀσθενούντων καὶ ἀναθωπεύσῃ τὸ βρέφος ἀπὸ τῆς αὐτοῦ ἀσθενείας. εἶτα
5λέγει τὸ τελειότατον «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», καὶ «θύσατε τῷ θεῷ θυσίαν αἰνέσεως»· καὶ ὅσα ἔστι περὶ τούτου λέγειν. 72. Εἶτά φησιν ὁ αὐτὸς Μάνης, ἠθέλησε * περὶ Χριστοῦ λόγον ἐκ‐ θέσθαι. * ὁ λαλήσας γὰρ ἐν τῷ νόμῳ μέγας ἀληθῶς, ὁ ἐκθέμενος καὶ
10περὶ τῶν μελλόντων γινώσκων. εἰ γὰρ οἶδε τὰ μέλλοντα, οὐκ ἄμοιρός ἐστι προγνώσεως, ἀλλὰ θεός ἐστι τὰ μέλλοντα εἰδώς· ἔγραψε δὲ αὐτά, ἵνα γένηται. εἰ δὲ ἐναντία αὐτῷ ὑπῆρχεν, ἔγραφε μὲν περὶ αὐτῶν, ἔλυσε δὲ αὐτά, ἵνα μὴ αὐτοῖς πεισθῶμεν. ὁπότε δὲ συνίστησι τὰ μέλλοντα εἰς Χριστὸν τελειοῦσθαι, αὐτὸ ἄρα ἐστὶ τὸ πνεῦμα τὸ λαλῆσαν ἐν νόμῳ
15καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ. μία γάρ ἐστιν ἡ συμφωνία, ὡς διὰ Μωυσέως λέγει «προφήτην 〈ὡς ἐμὲ〉 ὑμῖν ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος», καὶ πάλιν ὁ κύριος λέγει «Μωυσῆς περὶ ἐμοῦ ἔγραψεν», ὁ δὲ Μωυσῆς φησι «πᾶσα ψυχὴ ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται», καὶ πάλιν ὁ κύριος «εἰ τοῖς Μωυσέως γράμμασιν
20οὐ πιστεύετε, πῶς ἂν τοὺς ἐμοὺς λόγους ἀκούσητε;» καὶ πανταχόθεν φαίνεται ἡ ἀλήθεια φωτεινή τις οὖσα καὶ «μὴ ἔχουσα ῥυτίδα». 73. Θανάτου δὲ πάλιν ὁρίζεται τὴν διαθήκην τοῦ νόμου, διὰ τὸ εἰρηκέναι τὸν ἀπόστολον «εἰ δὲ διαθήκη τοῦ θανάτου ἐν γράμμασιν ἐντε‐ τυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ.» καὶ οὐ μόνον τοῦτο εἶπεν ἡ θεία
25γραφή, ἀλλ’ ὅτι «ὁ νόμος δικαίῳ οὐ κεῖται, ἀλλὰ πατραλοίαις καὶ μητρα‐ λοίαις καὶ ἐπιόρκοις, καὶ εἴ τι ἀντίκειται τῇ ὑγιαινούσῃ διδασκαλίᾳ».
ἐπεὶ οὖν ὁ νόμος δικαίῳ οὐ κεῖται, παράνομος ἄρα ἐστὶν ὁ δίκαιος; μὴ113 in vol. 3
Haer
.

3

.

114

γένοιτο. ἀλλ’ ἐπειδὴ προέλαβεν ὁ δίκαιος τὰ τοῦ νόμου τελέσαι, οὐκ ἔστι νόμος κατὰ δικαίου τοῦ πεποιηκότος τὸν νόμον· κεῖται δὲ κατὰ τῶν ἠνομηκότων, δικάζων τοὺς παρανομήσαντας. οὕτως οὖν ἡ διαθήκη 〈θανάτου διαθήκη〉. ἔλεγε γὰρ τὸν φονέα φονεύεσθαι καὶ τὸν μοιχὸν
5ἀποκτένεσθαι καὶ τὸν παρανομήσαντα λιθοβολεῖσθαι. «ἐγένετο δὲ ἐν δόξῃ»· μεγάλη γὰρ ἐγένετο ἡ ταύτης δόξα. περιεκράτησε γὰρ τῆς δόξης τῶν ἀνθρώπων 〈τῆσ〉 ἀπὸ τῆς πρὸς ἀλλήλους ἀδικίας, ἐν φωτὶ στύλου πυρὸς τυπουμένη, ἐν σάλπιγξι φοβεραῖς ἠχούσαις μέγα, καὶ ἐν σκηνῇ τοῦ μαρτυρίου * καὶ ἐν μεγάλῃ τότε γενομένη δόξῃ. ἔδει γὰρ προάγειν
10τὴν διαθήκην τοῦ θανάτου, ἵνα πρῶτον «θανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῇ δικαιοσύνῃ, ὡς Χριστὸς» «τὰς ἀσθενείας ἡμῶν ἐβάστασε καὶ τὰς νόσους ἀνέλαβεν», «ἀνενέγκας πάντα ἐπὶ τῷ σώματι ἐν τῷ σταυρῷ», ἵνα πρῶτον τὰ τοῦ θανάτου, ἔπειτα τὸ τῆς ζωῆς ἐν αὐτῷ δι’ ἡμᾶς πληρωθήσεται. καὶ διὰ τοῦτο πρῶτον ἀποθνῄσκει, ἵνα συστήσῃ τὴν τοῦ θανάτου δια‐
15θήκην. ἔπειτα ἐκ νεκρῶν ἐγήγερται, ἵνα «〈μεταμορφωθῶμεν〉 ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος». ἐν γὰρ τῷ σταυρῷ «ἐθριάμβευσεν ἀρχὰς καὶ ἐξουσίας», ἐν τῷ θανάτῳ «κατέκρινε τὴν ἁμαρ‐ τίαν», ἐν τῷ ταφῆναι ἔθαψε τὴν ἀνομίαν, ἐν τῷ γεύσασθαι θανάτου κατ‐ έκλασε «τὸ κέντρον τοῦ θανάτου», ἐν τῷ κατελθεῖν εἰς τὸν Ἅιδην ἐσκύλευσε
20τὸν Ἅιδην, ἔλυσε τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ, ἔλαβε τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ διαβόλου. καὶ ὅρα πῶς ἡ δόξα αὕτη ἀπὸ Μωυσέως ἄχρι τοῦ κυρίου. πόσῳ γε μᾶλλον ἡ διαθήκη τῆς ζωῆς ἔσται ἐν δόξῃ, λίθου ἀποκεκυλισμένου, πετρῶν ῥηγνυμένων, μνημάτων ἀνοιχθέντων, ἀγγέλων ἐξαστραπτόντων, γυναικῶν εὐαγγελιζομένων, εἰρήνης διδομένης,
25πνεύματος παρ’ αὐτοῦ τοῖς ἀποστόλοις διδομένου, οὐρανῶν βασιλείας καταγγελλομένης, εὐαγγελίου φωτίσαντος τὴν οἰκουμένην; «ὁ καταβὰς αὐτὸς καὶ ὁ ἀναβὰς ἐπάνω πάντων τῶν οὐρανῶν» καὶ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός. οὐκ ἦν θανατοποιὸς ἡ διαθήκη, ἀλλὰ κατὰ τοῦ θανάτου ἡ διαθήκη. ἐν δόξῃ δὲ ἡ τοῦ θανάτου, ἵνα ἡ ὑπερβάλλουσα δόξα
30κατὰ τοῦ θανάτου γένηται. 74. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· «οὐ δύναται ἑνὸς διδασκάλου
εἶναι παλαιὰ καὶ καινὴ διαθήκη. ἡ μὲν γὰρ παλαιοῦται ἡμέραν ἐξ ἡμέρας,114 in vol. 3
Haer
.

3

.

115

ἡ δὲ ἀνακαινίζεται ἡμέραν καθ’ ἡμέραν· πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηρά‐ σκον ἐγγὺς ἀφανισμοῦ γίνεται· ἀλλὰ ἐκείνη ἄλλου θεοῦ καὶ ἄλλου διδασκάλου, καὶ αὕτη ἑτέρου θεοῦ καὶ ἑτέρου διδασκάλου». καὶ εἰ μὲν εἶχε δεῖξαι δύο διαθήκας παλαιάς, ἠδύνατο παρ’ αὐτῷ πιθανὸν εἶναι τὸ λεγόμενον,
5ὡς δύο ὄντων τῶν τότε διαθεμένων. ὡσαύτως δὲ εἰ δύο καινὰς διαθήκας εἶχε δεῖξαι, ἦν εἰς τὴν διάνοιαν λαβεῖν τὸ προειρημένον. εἰ δὲ ἡ μὲν παλαιὰ ἑνὸς καὶ ἡ καινὴ τοῦ ἄλλου, τοῦ τε καλοῦ θεοῦ [εἰ] ἐστιν ἡ καινὴ διαθήκη, πονηροῦ δὲ ἡ παλαιά, ἄρα εἰ μὴ εἶδεν ὁ ἀγαθὸς θεὸς τὸν πονηρὸν δια‐ θέμενον, οὐκ ᾔδει ὅτι χρὴ διαθέσθαι διαθήκην, καὶ ἔσται μᾶλλον παρ’
10αὐτοῦ λαμβάνων τὴν πρόφασιν τῆς διδασκαλίας, [καὶ] ἄπειρος ὢν ἐν τοῖς πράγμασιν· εἰ γὰρ μὴ ἑώρακεν, οὐκ ἂν ἐμιμήσατο. καὶ ἔδει μᾶλλον τὴν παλαιὰν διαθήκην εἶναι τοῦ ἀγαθοῦ, ἵνα κἂν ὁ πονηρὸς μιμηλὸς ἀκούσῃ, ἤπερ ὁ ὢν ἀληθινὸς θεός. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «ὃ ἐὰν βλέπῃ ὁ υἱὸς [πρὸς] τὸν πατέρα ποιοῦντα, οὕτω καὶ αὐτὸς ὁμοίως ποιεῖ».
15καὶ ἵνα μὴ εἴξῃ τῷ συμβουλεύοντι, εἰς τὸ μὴ καυχᾶσθαι τὸν διάβολον καὶ λέγειν διὰ τῆς συμβουλίας αὐτοῦ τι τὸν σωτῆρα πεποιηκέναι, ὥς φησι πρὸς αὐτόν· «εἰπὲ ἵνα οἱ λίθοι ἄρτοι γένωνται», ὁ δὲ οὐκ ἀνέχεται, ἵνα μὴ μαθὼν ὑποληφθείη παρὰ τοῦ διαβόλου λαμβάνων τὴν συμβουλίαν. καὶ ὁρᾷς ὅτι τὰς δύο διαθήκας ἑνὸς λέγει θεοῦ; φησὶ γὰρ ὁ ἀπόστολος «ἡ
20πρώτη διαθήκη ἐκ τοῦ ὄρους Σινᾶ ἐδόθη, εἰς δουλείαν γεννῶσα. τὸ γὰρ ὄρος Σινᾶ ἐστιν ἐν τῇ Ἀραβίᾳ· 〈ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν〉.» εἰ γὰρ δύο εἰσὶ γυναῖκες, ἀλλὰ εἷς ὁ ἀνήρ· οὕτως εἰ καὶ δύο εἰσὶ διαθῆκαι, ἀλλὰ εἷς ὁ θεός, ὁ τὰς δύο θέμενος. καὶ διὰ τοῦτο οὐ δύο κέκληκε καινάς, οὐδὲ δύο παλαιάς, ἀλλὰ μίαν παλαιὰν καὶ
25μίαν καινήν. καί φησι «διαθήκη δὲ ἐπὶ νεκροῖς βεβαία ἐστί, διὸ καὶ ἡ115 in vol. 3
Haer
.

3

.

116

πρώτη ἄνευ αἵματος οὐκ ἐγένετο». «ἔλαβε γὰρ Μωυσῆς τὸ αἷμα τῶν τράγων καὶ ἐρράντισεν αὐτὸ τὸ βιβλίον καὶ τὸν λαόν». διὰ τοῦτο καὶ ἡ δευτέρα ἐπὶ τῷ θανάτῳ τοῦ σωτῆρος ἐδόθη διαθήκη· ὁπότε μάλιστα αἱ ἀμφότεραι ἀλλήλαις συνᾴδουσιν, ἡ μὲν λέγουσα «οὐκ ἐκλείψει ἄρχων
5ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται», ἡ δὲ δευτέρα ὅτι «θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν, διὰ δὲ τὴν συντομίαν ὑπερβήσομαι. 75. Δένδρεσι δὲ ἐξηραμμένοις καὶ γεγηρακόσιν ἀπεικάζει πάλιν νόμον
10καὶ προφήτας, δῆθεν ἀπὸ τοῦ ῥητοῦ οὗ εἴρηκεν «ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου». καὶ οὐδὲν τούτου ἠλιθιώτερον. τίνι γὰρ οὐ σαφὲς ὑπάρχει ὅτι πληρωθέντος τοῦ ὑπὸ τῶν προφητῶν καταγγελλομένου 〈νό‐ μου〉 ἐτελέσθησαν οἱ προφῆται; εἰ γὰρ ἔτι προφῆται ἤρχοντο καταγ‐ γέλλοντες Χριστὸν ἐρχόμενον ἀπὸ Μαρίας, οὔπω Χριστὸς ἐπεδήμησεν.
15ἔοικε γὰρ ἡ ὑπόθεσις αὕτη τοιούτῳ τινὶ πράγματι· ὡς βασιλεὺς μέλλων ἐπιδημεῖν εἰς χώραν προπέμπει ἐνώπιον αὐτοῦ ἐφίππους προετοιμαστὰς προκαταγγέλτορας καὶ ὅσον ἡ παρουσία φθάνει τοῦ βασιλέως, τοσούτῳ πλείους οἱ τῆς παρουσίας κήρυκες, προλαμβάνοντες καὶ ἐν ταῖς πόλεσι τὰ τῆς παρουσίας διαγγέλλοντες· ἐπὰν δὲ φθάσῃ ὁ βασιλεὺς εἰσελθεῖν
20εἰς τὴν πόλιν, τίς ἔτι χρεία κηρύκων, τίς ἔτι χρεία ἐφίππων ἢ τῶν ἄλλων τῶν προκαταγγελλόντων τὴν τοῦ βασιλέως παρουσίαν, ὁπότε αὐτὸς ὁ βασιλεὺς ἔνδον ὑπάρχει; οὕτω καὶ «ὁ νόμος καὶ οἱ προφῆται ἄχρις Ἰωάν‐ νου»· Ἰωάννου δὲ κηρύξαντος φωνὴν ἐν τῇ ἐρήμῳ καὶ δείξαντος ὅτι «οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», οὐκέτι προ‐
25φητῶν ἐστι χρεία, ὅπως ἔλθωσι καὶ κηρύξωσιν ἡμῖν τὴν τοῦ Χριστοῦ ἀπὸ παρθένου παρουσίαν. χρεία δὲ τῶν προκαταγγειλάντων αὐτοῦ τὴν
παρουσίαν, πρὸς βεβαίωσιν τῆς αὐτοῦ παρουσίας, ὅτι προκατήγγελτο.116 in vol. 3
Haer
.

3

.

117

ὡς γὰρ εἴ τις παιδαγωγὸν ἔχοι, καθάπερ καὶ ὁ ἀπόστολος λέγει ὅτι «παιδ‐ αγωγὸς ἡμῶν γέγονεν ὁ νόμος εἰς τὴν τοῦ κυρίου παρουσίαν», ἐπὰν δὲ φθάσῃ 〈ἐφ’〉 ἡλικίας γενέσθαι καὶ καταλάβοι τὸν διδάσκαλον, οὐ πάντως ἀποβάλλεται τὸν παιδαγωγὸν ὡς ἐχθρὸν ὑπάρχοντα. οὕτω καὶ ἡμεῖς
5καθωδηγήθημεν ἐν νόμῳ καὶ ἐν προφήταις ἕως τῆς παρουσίας τοῦ διδα‐ σκάλου· εὑρόντες δὲ τὸν διδάσκαλον οὐκ ἀτιμάζομεν τὸν παιδαγωγόν, ἀλλὰ καὶ χάριν αὐτῷ ὁμολογοῦμεν, ὅτι τὴν ἡμῶν νηπιότητα καθοδηγήσας εἰς τὰ ἐντελέστερα ἡμᾶς μαθήματα προεπέμψατο. ἢ καθὼς ἐάν τις μέλλων πλεῖν ἐν θαλάσσῃ ἔχοι μεγάλην τὴν ναῦν, ἐν ἀκατίῳ δὲ μικρῷ
10ἐπέλθοι τὸ σάλος τὸ παρὰ τὴν ὄχθην τῆς θαλάσσης καὶ διενέγκῃ τὸ ἀκάτιον εἰς τὴν μεγάλην ναῦν τὸν ἄνθρωπον, οὐ πάντως ὁ ἄνθρωπος βυθίζει τὸ ἀκάτιον, ἐπειδὴ εὗρε τὴν μεγάλην ναῦν, ἀλλὰ μετὰ τοῦ χάριν ἔχειν τῷ ἀκατίῳ καταλαμβάνει τὸ μειζότερον τῆς αὐτοῦ σωτηρίας πλοῖον. ἢ καὶ ἑτέρως ἵνα εἴπωμεν, ὡς ἐάν τις ἐκβληθῇ ὑπὸ μητρὸς γεννησάσης,
15ληφθεὶς δὲ ὑπό τινος τοῦ τυχόντος καὶ ἀνατραφεὶς χρόνῳ, εἰσύστερον ἀνδρωθέντος αὐτοῦ ἐπιγνῷ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν κατὰ φύσιν, ἔχοι δὲ ὁ τοιοῦτος σύνεσιν, μὴ ἐπειδὴ ἐπέγνω τὸν ἑαυτοῦ πατέρα καὶ ἐπιλαμ‐ βάνεται τῆς ἰδίας κληρονομίας, παρὰ τοῦτο ἀτιμάζει τὸν ἀναθρέψαντα; οὐ πολλῷ μᾶλλον χάριν ἕξει τῷ ἀναθρέψαντι, ὅτι οὐκ εἴασεν αὐτὸν εἰς
20θάνατον παραδοθῆναι; οὕτω καὶ ἡμεῖς χάριν ἔχομεν θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας, καὶ χάριν ἔχομεν αὐτῷ 〈τῷ〉 καταξιώσαντι ἡμᾶς τῆς τοῦ υἱοῦ αὐτοῦ καινῆς διαθήκης. 76. Φησὶ δὲ ὁ αὐτὸς Μάνης εἶναι ἡμᾶς μορφὰς ἀρχόντων, καὶ ὑπὸ τῶν ἀρχόντων γεγονότας, αὐτοῖς δὲ εἰς κατάβρωμα καταβεβλημένους.
25πολλὴ δὲ ἀγνωσία ἐν τοῖς τοιούτοις λόγοις. ὁρῶμεν γὰρ οὐχ οὕτως τὰ πράγματα συμβαίνοντα. πᾶν γὰρ ὁτιοῦν ἐπὶ τῆς γῆς, κἄν τε 〈τῶν〉 φαυ‐ λοτέρων καὶ ἀγριωτέρων θηρίων ὑπάρχοι, οὐ τῇ ἰδίᾳ μορφῇ ἐπέρχεται,
ἀλλὰ ταῖς ἄλλαις, ὡς οἷον εἰπεῖν, λέοντες λέοντας οὐκ ἐσθίουσι, διὰ τὸ117 in vol. 3
Haer
.

3

.

118

ἴδιον ἐκτύπωμα καὶ ὁμόστοιχον, ἀλλὰ λιμοῦ μεγάλης πιεζούσης ἐν τοῖς ὄρεσι τοὺς θῆρας καὶ ἐπὶ πολλῷ χρόνῳ αὐτῶν μὴ εὑρισκόντων 〈τροφὴν〉 ἤτοι διὰ χιόνα ἢ δι’ ἑτέραν ἔνδειαν, ἀναστρέφουσιν ἐν τοῖς φωλεοῖς καὶ χηραμοῖς αὐτῶν *, λέοντες ἅμα σκύμνοις ὑπάρχοντες καὶ ἅμα λεαίναις.
5καὶ οὐκ ἐπέρχεται θὴρ θηρίῳ, οὐ λύκος λύκῳ, εἰ μή τι ἂν εἰς μανίαν ἔλθοι τὸ ζῷον καὶ λυσσῆσαν ἀγνοεῖ ὃ πράττει. εἰ τοίνυν λύκος λύκον οὐκ ἐσθίει διὰ τὴν ὁμόστοιχον μορφήν, πῶς δύνανται οἱ ἄρχοντες ἡμᾶς ἐσθίειν, εἰ τῆς αὐτῆς ὑπάρχομεν 〈μορφῆσ〉, καὶ οὐ μᾶλλον θωπεύουσιν, ἵνα δόξωσι τὰς ἰδίας αὐτῶν μορφὰς περιποιεῖσθαι; καὶ πανταχόθεν ἐλέγχονται τοῦ
10ἀγύρτου οἱ λόγοι. 77. Εἶτα πάλιν ἀπὸ τοῦ εὐαγγελίου ἐπιλαμβάνεται, ὅτι «οὐ πάντες χωροῦσι τὴν αὐτοῦ διδασκαλίαν, ἀλλ’ οἷς δέδοται». καὶ οὐκ ἦν ὁ λόγος περὶ διδασκαλίας ἐνταῦθα τῷ σωτῆρι, ἀλλὰ περὶ εὐνούχων. εἰ δὲ περὶ τῆς αὐτοῦ διδασκαλίας πληροῦται τὸ «οὐ πάντες χωροῦσιν» ἐνταῦθα τῷ
15σωτῆρι, ἄρα ἐὰν οὐ χωρήσωσι, κατὰ τὴν ἰδίαν γνώμην οὐ χωροῦσιν. ἐπαινετοὶ οὖν ἤτοι ψεκτοὶ οὗτοι ἐπὶ τῷ αὐτεξουσίῳ κληθήσονται, καὶ οὐκέτι κατὰ φύσιν ἔσται τὸ χώρημα· ἐπεὶ τί ἂν ὠφελήσειε τὴν αὐτοῦ καταγγέλλων διδασκαλίαν; ἐξέπεσε δὲ πανταχόθεν αὐτοῦ ὁ λόγος· οὔτε γὰρ 〈διὰ〉 διδασκαλίαν ὁ σωτὴρ τὸν λόγον ἀπεφήνατο, ἀλλὰ δι’
20εὐνουχισμόν· κἄν τε 〈διὰ〉 διδασκαλίαν εἴποι, οὐκέτι σταθήσεται τοῦ Μάνη ὁ λόγος. φησὶ δὲ ὁ αὐτὸς Μάνης· ᾔδειν τοὺς ἡμετέρους· «καὶ γὰρ τὰ ἐμὰ πρόβατα γινώσκει με καὶ γινώσκω τὰ ἐμὰ πρόβατα». ἐν ἅπασι δὲ ψεύδεται· βουλόμενος γὰρ θωπείᾳ ἁρπάσαι ψυχὰς κατὰ τῶν τότε
25παρόντων ἐν τῇ συζητήσει τοῦτον ἐξεῖπε τὸν λόγον, ὑποσπείρων δέλεαρ ὡς εἰπεῖν, ἵνα διὰ τῆς κολακείας δόξωσιν αὐτῷ συνάπτεσθαι· ἵνα ὅταν συναφθῶσιν ἄρξηται κομπάζειν καὶ λέγειν εἰδέναι αὐτοὺς πρὶν ἢ τὴν ἄφιξιν πρὸς αὐτὸν ποιήσονται. γέγονε δὲ αὐτῷ ὡς ὁ τῶν Ἑλλήνων μῦθος κατὰ τὸν Ἀπόλλωνα τὸν μάντιν, μαντευόμενον τοῖς ἄλλοις, ἑαυτῷ δὲ
30μὴ δυνάμενον μαντεύεσθαι, ἀλλὰ ἐκπεπτωκότα αὐτὸν τοῦ μαντείου,118 in vol. 3
Haer
.

3

.

119

ἐρῶντα τῆς Δάφνης καὶ ἐκπεπτωκότα αὐτῆς διὰ σωφροσύνην· οὕτω καὶ οὗτος ὁ Μάνης ἐμαντεύετο μὲν εἰδέναι τοὺς ἰδίους, φύσει δὲ διὰ Μάρ‐ κελλον ἧκεν ὑποχείριον αὐτὸν ληψόμενος. διέπεσε δὲ τὸ αὐτοῦ μαντεῖον. οὔτε γὰρ αὐτῷ Μάρκελλος ἐπείσθη οὐδέ τις ἕτερος κατ’ ἐκεῖνο καιροῦ
5τῶν τότε ἀνθρώπων. 78. Εἶτα ἔφη ὅτι τὰ παλαιὰ ἔτη οὐδεὶς ἐσώθη, ἀλλὰ ἀπὸ τοῦ πεντε‐ καιδεκάτου ἔτους Τιβερίου Καίσαρος ἄχρι τῶν αὐτοῦ χρόνων· Πρόβος δὲ ἦν ὁ κατ’ ἐκεῖνο καιροῦ βασιλεὺς καὶ Αὐρηλιανὸς ὁ πρὸ αὐτοῦ, ὅτε οὗτος ὁ Μάνης ἐνεδήμει. καὶ ἐν τούτῳ πάλιν ἐλέγχεται πάντῃ, τοῦ
10εὐαγγελίου λέγοντος καὶ τῶν ἀποστολικῶν ῥημάτων περὶ τῶν ἤδη πρό‐ τερον σεσωσμένων. ὡσαύτως ὁ κύριος λέγει «ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δικαίου ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου μέχρις αἵματος Ζαχαρίου τοῦ ἐκκεχυμένου ἀνὰ μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου». πόθεν οὖν δίκαιος Ἄβελ, πόθεν Ζαχαρίας,
15εἰ μὴ ὅτι ἦν ἤδη ἡ σωτηρία καὶ ὅτι ἐσώθησαν ἤδη διὰ νόμου καὶ προφητῶν; * φησιν «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως», ὅπως γνῷς ὅτι ἐν Μωυσῇ ἀνεκόπη ὁ θάνατος, οὐ παντάπασιν ἀφανισθείς. ἀπεξε‐ δέχετο γὰρ τὸν «τελειωτὴν» πάντων «Ἰησοῦν», ἵνα ὅταν ἑαυτὸν παραδῴη ὑπὲρ τῆς ἀνθρωπότητος, ὁ ἀθάνατος θανών, ὁ ἀκράτητος κρατητὸς
20γενόμενος, ἡ ζωὴ ἐν σαρκὶ τὸ παθεῖν ὑπομένων, [καὶ] κλάσῃ διὰ τοῦ θανάτου τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸ κέντρον τῆς ἁμαρτίας καὶ τὸν θάνατον· ὅτε λοιπὸν ἐπληροῦτο 〈τὸ〉 «ποῦ σου θάνατος τὸ κέντρον; ποῦ σου Ἅιδῃ τὸ νῖκος»; ἐκεῖ μὲν γὰρ ἐν Μωυσῇ ἀνετράπη ἐπισχε‐ θεὶς ὁ θάνατος, βασιλεύσας ἄχρι Μωυσέως. καὶ πρῶτον μὲν δίκαιοι
25ἦσαν οἱ περὶ Ἄβελ καὶ Ἐνώχ, «ὁ μετατεθεὶς τοῦ μὴ ἰδεῖν θάνατον,119 in vol. 3
Haer
.

3

.

120

καὶ οὐχ ηὑρίσκετο». ἀλλὰ οὔπω 〈ἦν〉 ὁ ἔγγραπτος νόμος, ἀλλὰ ὁ κατὰ φύσιν ἐκ διανοίας καὶ ἐκ παραδόσεως, κατὰ διαδοχὴν πατέρων πρὸς τοὺς υἱούς. ὅτε δὲ τηλαυγῶς ἐξετέθη ὁ νόμος, ἐγένετο ὡς εἰπεῖν μάχαιρα διχάζουσα τὴν δύναμιν τῆς ἁμαρτίας· ὅτε δὲ ὁ σωτὴρ παρεγένετο, συνετρίβη
5τὸ κέντρον τοῦ θανάτου. καὶ πάλιν καταποθήσεται ὁ θάνατος εἰς νῖκος τότε *. καὶ ὅρα πῶς ἔσῳζεν ὁ θεὸς διὰ πολλῶν τρόπων, τὸ δὲ τέλειον τῆς σωτηρίας ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν γεγένηται καὶ γενήσεται, ὡς καὶ τὸ εὐαγγέλιον φάσκει ὅτι «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». καὶ ποῖον, φησί, τὸ πλήρωμα; ἀλλ’ «ὁ νόμος διὰ Μωυσέως
10ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ ἐγένετο». ἐκεῖ μὲν ἐδόθη, ὧδε ἐγένετο. εἰ ἐκ πληρώματος 〈αὐτοῦ〉 ὁ νόμος, ἡ χάρις καὶ ἡ ἀλήθεια 〈διὰ〉 τοῦ Ἰησοῦ, παλαιὰ καὶ καινὴ διαθήκη * ἐν τῷ νόμῳ καὶ χάριτι καὶ ἀληθείᾳ. 79. Ἑτέρᾳ δὲ πάλιν λέξει κέχρηται ὁ αὐτὸς Μάνης φάσκων ὅτι
15«ὁ Χριστὸς ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». λεγέτω τοίνυν ποίοις ἀργυρίοις ἡ ἀγορασία γεγένηται, ποῖον τὸ τίμημα ὃ δέδοται, ἵνα ἡμᾶς ἀγοράσῃ. οὐ γὰρ εἶπεν ὅτι «ἠγόρασεν», ἀλλ’ «ἐξηγόρασεν». ἀλλὰ τὴν μὲν ἀγορασίαν ἐπίσταται, τὸ δὲ τίμημα ἀγνοεῖ· ἡ δὲ ἀλήθεια τὰ ἀμφότερα ὁμολογεῖ. ἐξηγόρασε
20γὰρ ἡμᾶς καὶ ἠγόρασεν ἀληθῶς «ἀπὸ κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». καὶ πῶς ἠγόρασεν ἡμᾶς, εὐθὺς ἐπιφέρει ὁ διδάσκαλος τῆς ἐκκλησίας φάσκων ὅτι «τιμῆς ἠγοράσθητε», «τιμίῳ αἵματι ἀμνοῦ
ἀμώμου καὶ ἀσπίλου Χριστοῦ». εἰ τοίνυν τῷ αἵματι ἠγοράσθημεν, οὐχ120 in vol. 3
Haer
.

3

.

121

ὑπάρχεις τῶν ἠγορασμένων, ὦ Μάνη, ἐπειδὴ τὸ αἷμα ἀρνῆσαι. πόθεν δὲ ἡμᾶς ἠγόρασε; λέγε. ἀλλοτρίους ὄντας ὠνήσατο; ἄρα ἠπόρησεν ὁ πρότερον ἡμῶν δεσπότης καὶ ἐπιδεόμενος τοῦ ἡμῶν τιμήματος, λαβὼν ἀπέδοτο ἡμᾶς Χριστῷ; καὶ εἰ ἀπεδόθημεν Χριστῷ οὐκέτι ἐσμὲν τοῦ
5προτέρου. εἰ τοίνυν ὁ πρότερος οὐκέτι ἡμᾶς κέκτηται, ἄρα τῆς αὐτοῦ περιουσίας ἔξω ἐγένετο καὶ ἐν τοῖς ἰδίοις τόποις οὐκ ἔχει ἐξουσίαν. πῶς οὖν «ἐνεργεῖται ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», κατὰ τὸ γεγραμμένον; ἀλλ’ οὔτε πῶς ἠγόρασεν οὔτε πῶς ἠγοράσθημεν οὔτε πῶς κατάρα ὑπὲρ ἡμῶν γέγονε, νοεῖ ὁ κατὰ πάντα μανείς, ἀνοίξας αὐτοῦ τὸ στόμα καὶ
10μὴ δυνάμενος «περὶ ὧν λέγει διαβεβαιοῦσθαι». ἰδοὺ γὰρ αὐτοὺς ὁρῶμεν λέγοντας ἐν τῇ παλιγγενεσίᾳ τῆς αὐτοῦ παρουσίας καὶ κράζοντας, «ἐν τῷ σῷ ὀνόματι ἐφάγομεν καὶ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν». «καὶ ἐρεῖ πρὸς αὐτούς· ἀπέλθετε ἀπ’ ἐμοῦ κεκατηραμένοι, οὔπω ἔγνων ὑμᾶς». πῶς οὖν αὐτὸν ὁμολογοῦσι, καὶ αὐτὸς αὐτοὺς καταρᾶται;
15τί δὲ ἦν ἡ κατάρα τοῦ νόμου; ἀλλὰ κατάρα τοῦ νόμου σταυρὸς διὰ τὰς ἁμαρτίας. ἐὰν γάρ τις καταληφθῇ ἐν παραπτώματι, ἔλεγεν ὁ νόμος «καὶ κρεμάσητε αὐτὸν ἐπὶ ξύλου· οὐ μὴ δύνῃ ὁ ἥλιος ἐπ’ αὐτῷ ἐπὶ τῷ θνησιμαίῳ αὐτοῦ, ἀλλὰ καθελόντες καθελεῖτέ τε αὐτὸν καὶ θάψαντες θάψατε αὐτὸν πρὸ δύσεως τοῦ ἡλίου, ὅτι ἐπικατάρατος πᾶς ὁ κρεμάμενος
20ἐπὶ τοῦ ξύλου». ἐπεὶ οὖν διὰ τὴν σταύρωσιν ἡ κατάρα προσετέτακτο, ἐλθὼν δὲ αὐτὸς «τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ ξύλου», «ὑπὲρ ἡμῶν ἑαυτὸν δεδωκώς», τὸ αἷμα αὐτοῦ ἡμᾶς ἠγόρασε, τὸ σῶμα αὐτοῦ ἡμῶν τὰς κατάρας ἔλυσε, τουτέστι λύσας τὰς ἁμαρτίας διὰ τῆς τοῦ σταυροῦ μετανοίας καὶ τῆς αὐτοῦ παρουσίας. οὔτε οὖν ὁ νόμος κατάρα (μὴ γέ‐
25νοιτο), οὔτε τὸ εὐαγγέλιον ἔλαβε τὴν κατάραν οὔτε ὁ κύριος, ἀλλὰ διὰ τῆς προφάσεως τοῦ αὐτοῦ θανάτου λέλυται ὁ θάνατος ὁ κατὰ τῆς ἁμαρτίας. 80. Εἶτά φησιν ὅτι ὁ νόμος «διακονία ἦν τοῦ θανάτου». ἤδη 〈δὲ〉 περὶ τούτου πολλὰ εἴπομεν, ὅτι οὐκ αὐτὸς ἦν διάκονος θανάτου. οὔτε γὰρ ἔλεγε φονεύειν, ἀλλ’ ἐκέλευσε λέγων «μὴ φονεύσῃς». ἐπειδὴ δὲ
30ἐφόνευσε τὸν φονεύοντα, ἵνα ἀναιρεθῇ διὰ τοῦ ἑνὸς τοῦ φονευθέντος ἡ τοῦ φόνου ἐνέργεια καὶ δι’ ἕνα φοβηθέντες πολλοὶ κατάσχωσι τὴν ἀδικίαν τοῦ μηκέτι φονεύειν, ἡ διακονία ἦν θανάτου, οὐχ ἵνα θάνατον
διακονήσῃ, ἀλλ’ ἵνα θάνατον τῷ φονευτῇ ἐργάσηται, ἵνα μηκέτι φονευταὶ121 in vol. 3
Haer
.

3

.

122

πολλοὶ γίνωνται. ἐλθὼν δὲ ὁ σωτήρ, ἐπειδὴ λοιπὸν ἐσωφρόνισεν ὁ παιδ‐ αγωγὸς τὸ πλεῖστον τοῦ χρόνου, τὰ ἐντελέστερα μαθήματα δεικνὺς μετὰ τῆς συμφωνίας τοῦ νόμου, τοῦ μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευ‐ δομαρτυρήσῃς, ἔφη ὅτι «τῷ ῥαπίζοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον
5αὐτῷ καὶ τὴν ἄλλην», ἵνα ζωῆς γένηται ἡ διακονία, ἀναιρουμένου παν‐ τάπασι τοῦ φόνου. ὁ γὰρ τυπτόμενος τὴν σιαγόνα παροξυσμὸν οὐκ ἐργάζεται φόνου, ἀλλὰ λύει τὴν χεῖρα τοῦ φονευτοῦ, τῇ ταπεινοφροσύνῃ θωπεύων τὴν ἐν αὐτῷ κακίαν. καὶ οὕτως πάντα συμφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη.
10 81. Εἶτα πάλιν ἐπιλαμβάνεται, ἵνα παρεισενέγκῃ δύο προσώπων ἀγωγὴν πρὸς σύστασιν τῆς παρ’ αὐτῷ λεγομένης δυάδος, τῶν τε δύο φύσεων ἀρχῶν τε ἀνάρχων καὶ ῥιζῶν 〈περὶ〉 ὧν ἤδη πρότερον εἰρήκαμεν, τὰ ὅμοια βουλόμενος λέγειν ἐπὶ διαιρέσει τῶν πραγμάτων, διαιρεῖν οὕτως τολμῶν οὐκ αἰδεῖται λέγων ὅτι ἡ παλαιὰ εἶπεν «ἐμὸν τὸ χρυσίον καὶ
15ἐμὸν τὸ ἀργύριον»· ἡ δὲ καινὴ διαθήκη λέγει «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». ἀλλ’ οὐκ οἶδεν ὅτι καὶ ἡ παλαιὰ πάλιν λέγει «πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε». καὶ ἡ καινὴ διαθήκη 〈ἐπὶ〉 τὸ αὐτὸ συμφωνεῖ, μακαρίζουσα μὲν τοὺς πτωχοὺς φύσει πτωχούς, ἄλλοτε
20δὲ τοὺς πτωχοὺς τῷ πνεύματι, ἵνα τὰ ἀμφότερα ἐξισχύσῃ· ἵνα καὶ καυχώ‐ μενοι οἱ περὶ Πέτρον δείξωσι τὴν ἀληθινὴν πτωχείαν, ὅτι «ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι, ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἀνάστα καὶ περιπάτει»· ἵνα φύσει τὸν μακαρισμὸν τῶν πτωχῶν σημάνῃ μὴ ἀντίθετον ὑπάρχοντα πρὸς τὸν μακαρισμὸν τῶν
25πτωχῶν κατὰ πνεῦμα, οἵτινες μέν εἰσι κεκτημένοι τινὰ μετὰ δικαιοσύνης,
πτωχοὶ δέ εἰσι ταπεινοφρονοῦντες· περὶ ὧν ἔλεγεν «ἐπείνασα καὶ ἐδώ‐122 in vol. 3
Haer
.

3

.

123

κατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς. εἶτα φράζει λέγων ὅτι «οὗτοι ἐποίησαν ἐκ τῶν ὑπαρχόντων αὐτοῖς»· καὶ θεωρεῖς ἓν καὶ τὸ αὐτὸ πνεῦμα, ἐν παλαιᾷ πτωχὸν δεικνύον καὶ πλούσιον, ἅμα καὶ ἐν καινῇ διαθήκῃ τὸ αὐτό, ὡς καὶ ὁ σωτὴρ ἐπαινεῖ τὰ ἀμφότερα
5προσέχων γὰρ τῷ γαζοφυλακίῳ εἶδε τοὺς βάλλοντας εἰς τὸν κορβωνᾶν, καὶ οὐκ ἀπηγόρευσε πλουσίων τὰ δόματα, ἐπῄνεσε δὲ καὶ τὴν τὰ δύο λεπτὰ βεβληκυῖαν χήραν, διὰ τὴν προειρημένην πτωχείαν, ἵνα πληρωθῇ τὸ γεγραμμένον «πλούσιος καὶ πένης συνήντησαν ἀλλήλοις, ὁ δὲ κύριος τοὺς ἀμφοτέρους ἐποίησε». καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει, καὶ ὅτι
10τὸ αὐτό ἐστι πνεῦμα παλαιᾶς τε καὶ καινῆς διαθήκης, ὅρα τὸν ἀπόστολον λέγοντα περὶ ἀρχαίων προφητῶν «ἐπιλείψει μοι ὁ χρόνος διηγουμένῳ περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυὶδ καὶ λοιπῶν προφητῶν», «οἵτινες περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, κακουχούμενοι στενοχωρούμενοι θλιβόμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος». εὑρήκαμεν
15γὰρ καὶ Ἠσαΐαν ἐνδεδυμένον σάκκον καὶ Ἠλίαν ὡσαύτως. καὶ ὁρᾷς πῶς μακαρίζονται ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ οἱ πτωχοὶ δι’ εὐσέβειαν καὶ μακαρίζονται πλούσιοι διὰ δικαιοσύνην; 82. Εἶτα πάλιν λέγει ὁ αὐτὸς Μάνης· ἡ παλαιὰ διαθήκη, φησί, κελεύει σαββατίζειν, καὶ εἴ τις οὐκ ἐσαββάτισε, λίθοις κατελιθοβολεῖτο,
20ὡς καὶ φορτίον ξύλων τις συλλέξας 〈θανάτῳ〉 παρεδόθη. ἡ δὲ καινὴ διαθήκη, τουτέστιν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔφη ὅτι «ἐγὼ ἐργάζομαι καὶ ὁ πατήρ μου ἐργάζεται», καὶ ἐν τῷ σαββάτῳ ἔτιλλον στάχυας οἱ μα‐ θηταὶ καὶ ἐν τῷ σαββάτῳ ἐθεράπευσε. καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ
«ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, ἔλεγε». καὶ123 in vol. 3
Haer
.

3

.

124

ὦ πολλῆς ἀγνωσίας. οὐδὲν γὰρ χειρότερον τῆς ἀπειρίας· πολλοὺς γὰρ ἐτύφλωσεν ἡ ἀγνωσία. πότε γὰρ τὸ σάββατον ἐπὶ ἀγαθῇ προφάσει οὐ λέλυται; πότε δὲ οὐκ ἐδεσμεύθη ἀπὸ πονηρίας οὐ μόνον τὸ σάββατον, ἀλλὰ πᾶσα ἡμέρα; Ἰησοῦς γὰρ ὁ τοῦ Ναυῆ, ὁ διάδοχος Μωυσέως, ὁ
5ἐν προφήταις κατηριθμημένος, ὁ ἐκλεκτὸς παρὰ θεῷ, ὁ δι’ εὐχῆς κατασχὼν τὸν ἥλιον καὶ τὴν σελήνην, ὡς ἔφη «στήτω ὁ ἥλιος κατὰ Γαβαών, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰαλών», εὐθὺς εὑρίσκεται τὸ σάββατον λύων ἐπὶ ἀγαθοεργίᾳ. ἐπὶ ἑπτὰ ἡμέραις γὰρ κυκλοῖ τὰ τείχη Ἱεριχῶ ὁ Ἰησοῦς· ὁπότε οὐκ ἐξῆν βαδίζειν ἐν σάββασιν ὑπὲρ τὸ μέτρον τῶν ἓξ σταδίων
10τῶν ὡρισμένων. τὸ δὲ περίμετρον τῆς Ἱεριχῶ ὑπὲρ σταδίους εἴκοσι τυγχάνει. ἐπὶ ἑπτὰ δὲ ἡμέραις κυκλωσάντων αὐτῶν πάντως ὅτι ὑπέπιπτε τὸ σάββατον ἐν μιᾷ τῶν ἡμερῶν. ἦν δὲ τοῦτο πρόσταγμα θεοῦ, ἵνα δείξῃ αὐτοῦ τὸ θέλημα τῆς θαυματουργίας. οὔτε γὰρ μηχαναὶ οὔτε μάγγανα ἦν, οὐ κριοί, οὐχ ἑλεπόλεις, ἀλλὰ μόνῃ φωνῇ σάλπιγγος κερατίνης καὶ
15εὐχῇ δικαίου ἐκλίθησαν καταπεσόντα τὰ τείχη τῶν ὑπεναντίων. ἔδει γὰρ αὐτοὺς τιμωρηθῆναι, ἐπειδὴ ἐπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμορ‐ ραίων. 83. Δικαστὴς γὰρ ἦν ὁ νόμος κατὰ τῆς ἀδικίας καὶ ἑκάστῳ ἀπεδίδου κατὰ τὰ ἴδια ἔργα· [καὶ] ἐπειδὴ ἐν ἁμαρτίαις ἐτύγχανον οἱ Ἀμορραῖοι,
20ἐν παραβάσει γεγονότες καὶ ἀρνησάμενοι τὸν ὅρκον ὃν ὤμοσαν, ὡς καὶ ἤδη ἄλλῃ πού μοι εἴρηται, οὐδὲν δὲ λυπήσει καὶ ἐνταῦθα τὰ αὐτὰ παρα‐ θέσθαι. ταῦτα γάρ ἐστι τὰ πρόχειρα τῆς τοῦ Μάνη δεινότητος, ὅτι «καλὸς ὁ θεὸς τοῦ νόμου, ὃς ἐσκύλευσε μὲν τοὺς Αἰγυπτίους, ἐξέβαλε δὲ Ἀμορραίους καὶ Γεργεσαίους καὶ τὰ ἄλλα ἔθνη, καὶ ἔδωκε τὴν γῆν
25αὐτῶν τοῖς υἱοῖς Ἰσραήλ· ὁ λέγων ‘μὴ ἐπιθυμήσῃσ‘ πῶς ἔδωκεν αὐτοῖς τὰ ἀλλότρια». καὶ οὐκ οἶδεν ὁ ἰδιώτης ὅτι τὴν ἰδίαν γῆν ἀπείληφαν διηρ‐ πασμένην ἀπ’ αὐτῶν καὶ ἐξεδικήθη τὰ μεταξὺ ἀλλήλων γινόμενα ἐν ὅρῳ ἀληθείας καὶ ὅρκῳ. Νῶε γάρ, σωθεὶς ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἡ αὐτοῦ σύμβιος σὺν τοῖς τρισὶν υἱοῖς αὐτοῦ καὶ τρισὶ νύμφαις, μόνος
30διαιρῶν τὸν πάντα κόσμον, τοῖς τρισὶν υἱοῖς αὐτοῦ, τῷ Σὴμ καὶ Χὰμ124 in vol. 3
Haer
.

3

.

125

καὶ Ἰάφεθ, διεῖλε βαλὼν τοὺς κλήρους ἐν Ῥινοκορούροις, ὡς καὶ ἡ ἀκο‐ λουθία ἔχει, καὶ οὐδὲν κενόφωνον οὐδὲ παραπεποιημένον. Ῥινοκόρουρα γὰρ ἑρμηνεύεται Νέελ, καὶ οὕτω φύσει οἱ ἐπιχώριοι αὐτὴν καλοῦσιν· ἀπὸ δὲ τῆς Ἑβραΐδος ἑρμηνεύεται κλῆροι, ἐπειδήπερ ὁ Νῶε ἐκεῖ ἔβαλε
5τοὺς κλήρους τοῖς τρισὶν υἱοῖς αὐτοῦ. καὶ 〈τῷ μὲν Χὰμ〉 ὑπέπεσεν ὁ κλῆρος ἀπὸ Ῥινοκορούρων ἄχρι Γαδείρων, Αἴγυπτον ἔχων καὶ Μάρειαν λίμνην καὶ Ἄμμωνα, Λιβύην τε καὶ Μαρμαρίδα, Πεντάπολιν, Μακάτην Μακρόνην τε καὶ Λεπτιμάγνην Σύρτιν Μαυριτανίαν, ἄχρι τῶν Ἡρακλεω‐ τικῶν στηλῶν λεγομένων καὶ τῆς ἔσω Γαδείρων. ταῦτα τὰ πρὸς νότον.
10ἀπὸ δὲ Ῥινοκορούρων τὰ πρὸς ἀνατολήν, τήν τε Ἰδουμαίαν καὶ Μαδια‐
νῖτιν, τήν τε Ἀλαβαστρῖτιν καὶ Ὁμηρῖτιν καὶ Ἀξωμῖτιν καὶ Βουγαίαν125 in vol. 3
Haer
.

3

.

126

καὶ Δίβαν, ἄχρι τῆς τῶν Βάκτρων χώρας. ὁ δὲ αὐτὸς κλῆρος διορίζει ἀνὰ μέσον τοῦ Σὴμ τὰ πρὸς ἀνατολήν. τῷ δὲ Σὴμ ὑπέπεσεν ὁ κλῆρος πρὸς πλάτος, ἡ Παλαιστίνη καὶ Φοινίκη καὶ Κοίλη, Κομμαγηνή, Κιλικία, Καππα‐ δοκία, Γαλατία, Παφλαγονία, [Θρᾴκη, Εὐρώπη, Ῥοδόπη], Λαζία, Ἰβηρία,
5Κασπία, Καρδυαία ἄχρι τῆς Μηδίας πρὸς βορρᾶν. ἐντεῦθεν οὗτος ὁ κλῆρος διορίζει τὸν Ἰάφεθ τὰ πρὸς βορρᾶν. πρὸς δὲ τὴν δύσιν 〈ὑπέπεσεν τῷ Ἰάφεθ ὁ κλῆροσ〉 ἀπὸ τῆς Εὐρώπης ἄχρι τῆς Ἱσπανίας καὶ Βρεττανίας, 〈Θρᾴκη, Εὐρώπη, Ῥοδόπη〉 ἐκεῖθέν τε τὰ παρακείμενα ἔθνη. Ἔ〈ν〉ητες καὶ Δαύνεις Ἰάπυγες Καλαβροὶ Λατῖνοι Ὀππικοὶ Μάγαρδες ἕως διακατοχῆς τῆς Σπανίας
10καὶ τῆς Γαλλίας, τῆς τε τῶν Σκόττων καὶ Φράγγων ἄνω χώρας. 84. Ὅτε οὖν οὕτως διῃρέθησαν οἱ κλῆροι, συγκαλεσάμενος Νῶε τοὺς τρεῖς υἱοὺς ὥρισεν αὐτοῖς ὅρκῳ, ἵνα μηδεὶς ἐπιβῇ τῷ κλήρῳ τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πλεονεκτήσῃ τὸν ἀδελφὸν αὐτοῦ. Χαναὰν δὲ πλεο‐ νέκτης ὤν, ὁ υἱὸς τοῦ Χάμ, ἐπῆλθε τῇ Παλαιστινῶν γῇ καὶ κατέσχεν
15αὐτὴν καὶ ἐπεκλήθη ἡ γῆ Χαναάν, διότι ἐν αὐτῇ κατῴκησε, καταλείψας τὸν ἴδιον κλῆρον διὰ τὸ δοκεῖν εἶναι καυματινόν. καὶ καθίσας ἐν τῇ γῇ τοῦ Σήμ, τῇ νῦν καλουμένῃ Ἰουδαίᾳ, ἐγέννησε τοὺς υἱοὺς τούτους, τόν τε Ἀμορραῖον καὶ Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Ἰεβουσαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ Χετταῖον καὶ Ἀσεναῖον καὶ Σαμαραῖον καὶ Σιδώνιον
20καὶ Φιλιστιαῖον. διὰ τοῦτο καὶ ὁ κύριος λέγει ἐν τῷ νόμῳ, δεικνὺς ὅτι αἱ ἁμαρτίαι αὐτῶν ἐν τῷ ὅρκῳ ἐπληροῦντο, ὡς λέγει «οὔπω ἐπληρώ‐
θησαν αἱ ἁμαρτίαι τῶν Ἀμορραίων». διὰ τοῦτο παρέμειναν ἐν τῷ ὄρει126 in vol. 3
Haer
.

3

.

127

χρονοτριβούμενοι ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐτοκατακρίτους ἑαυτοὺς ποιήσωσι καὶ ἐπέλθωσι πρὸς πόλεμον τοῖς υἱοῖς τοῦ Σὴμ τοῖς ἠδικημένοις, Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν Κηνᾶ, Κηνᾶ τὸν Σαλᾶ, Σαλᾶ τὸν Ἔβερ, Ἔβερ τὸν Φαλέκ, Φαλὲκ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν
5Σερούχ, Σεροὺχ τὸν Ναχώρ, Ναχὼρ τὸν Θάρρα, Θάρρα τὸν Ἀβραάμ, Ἀβραὰμ τὸν Ἰσαάκ, Ἰσαὰκ τὸν Ἰακώβ, Ἰακὼβ τὸν Ἰούδαν, Ἰούδας τὸν Φαρές, Φαρὲς τὸν Ἐσρώμ, Ἐσρὼμ τὸν Ἀράμ, Ἀρὰμ τὸν Ἀμινα‐ δάβ, Ἀμιναδὰβ τὸν Ναασσών. ἐν χρόνοις Ναασσὼν τοῦ φυλάρχου τοῦ Ἰούδα καὶ ἐν χρόνοις Ἰησοῦ τοῦ Ναυῆ ἔλαβον 〈οἱ〉 υἱοὶ τοῦ Σὴμ
10τὴν ἰδίαν γῆν, μηδεμιᾶς ἀδικίας ἐν μέσῳ ὑπαρχούσης, ἀλλὰ δικαιοκρι‐ σίας. ἔπεσεν οὖν τὰ τείχη Ἰεριχῶ αὐτόματα· ἡ γὰρ δικαιοσύνη ἐκδικεῖ τὴν ἀδικίαν. ἐν ἑπτὰ ἡμέραις περιεκύκλουν τὰ τείχη καὶ ἐλύετο τὸ σάββατον, ἵνα πληρωθῇ ἡ δικαιοσύνη. 85. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ ἑπτὰ λύχνους ἔσχεν ἡ λυχνία τοῦ ἁγιάσ‐
15ματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ καθ’ ἑκάστην ἡμέραν οἱ ἑπτὰ λύχνοι ἥπτοντο ἴσως καὶ οὐδ’ ὅλως ἐν μιᾷ ἡμέρᾳ ἤργει εἷς αὐτῶν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν τὸ αὐτὸ φῶς ἦν. οὐ γέγονε γὰρ τὸ σάββατον εἰς ἀπόκλεισιν, ἀλλὰ εἰς ἔργον ἀγαθόν. μηδενὸς δὲ ὅλως ἐργαζομένου ἐν ταῖς δώδεκα φυλαῖς μόνον τὸ θυσιαστήριον οὐκ ἤργει, καθὼς λέγει
20ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «οἱ ἱερεῖς ὑμῶν βεβηλοῦσι τὸ σάββατον ἐν τῷ ναῷ καὶ εἰσὶν ἀναίτιοι». τὸ δὲ «βεβηλοῦσι τὸ σάββατον» τουτέστι λύουσι. λύουσι δὲ πῶς ἀλλ’ ἢ θυσίαν προσφέροντες τῷ θεῷ, ἵνα μὴ ἀργήσῃ τὸ θυσιαστήριον; οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἥλιος ἀνατέλλει καὶ δύνει, καὶ σελήνη αὔξει καὶ φθίνει, καὶ ἄνεμοι πνέουσι καὶ καρποὶ βλαστάνουσι
25καὶ μητέρες γεννῶσι, καὶ πάντα γίνεται ἐν σαββάτῳ. διὰ τοῦτο καὶ
ὁ κύριος ἐλθὼν οὐκ ἐτεκτόνευσεν ἐν σαββάτῳ, οὐκ ἐχάλκευσεν, οὔ τι127 in vol. 3
Haer
.

3

.

128

ἕτερον 〈ἐποίησεν〉, ἀλλὰ θεὸς ὢν θεοῦ ἔργον εἰργάσατο. καί φησιν «ἆρον τὸν κράββατόν σου καὶ περιπάτει», ἵνα ἀπὸ τοῦ βαστάζοντος φανῇ τὸ ἔργον τὸ γινόμενον, ἵνα πάντες ἐπιγνώσονται τὸν ἀπ’ οὐρανοῦ ἐλθόντα πρὸς βοήθειαν υἱοῖς τῶν ἀνθρώπων. καὶ γὰρ τῷ μὲν ὄντι
5ἦλθε λῦσαι τὸ σάββατον, οὐκ ἠδύνατο δὲ λῦσαι αὐτό, εἰ ἀλλότριον αὐτοῦ ὑπῆρχεν. οὐδεὶς γὰρ ἀλλότριον λύει ἔργον, εἰ μή τι ἂν ἐκλήπτωρ ἀλλο‐ τρίων ὁ τοιοῦτος γένηται καὶ ἀλλοτριοεπίσκοπος, δίκας ἑαυτῷ ἐξαγοραζό‐ μενος. ἐπειδὴ δὲ ἴδιον αὐτοῦ ὑπάρχει τὸ σάββατον, διὰ τοῦτο λέγει ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου», καί φησιν «οὐχ
10ὁ ἄνθρωπος διὰ τὸ σάββατον γεγένηται, ἀλλὰ τὸ σάββατον διὰ τὸν ἄν‐ θρωπον». εἰ τοίνυν ἐποίησεν ὁ θεὸς τὸ σάββατον διὰ τὸν ἄνθρωπον καὶ προετίμησε τὸν ἄνθρωπον παρὰ τὸ σάββατον, * ἵνα ὁ ἄνθρωπος γινώσκῃ τὴν * ἀνάπαυσιν καὶ τῶν μελλόντων τὴν ἀνάπαυλαν· ἀντίτυπα γάρ ἐστι ταῦτα τῶν ἐπουρανίων. ἐνταῦθα γὰρ ἀπὸ μέρους, ἐκεῖνα δὲ
15ἡ πᾶσα τελειότης. τὸ σάββατον οὖν τὸ ἐν νόμῳ ἕως τῆς αὐτοῦ παρουσίας· ἔλυσε δὲ ἐκεῖνο τὸ σάββατον καὶ ἔδωκεν ἡμῖν τὸ μέγα σάββατον, ὅπερ ἐστὶν αὐτὸς ὁ κύριος, ἡ ἀνάπαυσις ἡμῶν καὶ ὁ σαββατισμός. Οὐδὲν οὖν διοίσει παλαιὰ ἀπὸ καινῆς διαθήκης οὔτε καινὴ ἀπὸ παλαιᾶς· μία γάρ ἐστι καὶ ἡ αὐτὴ συμφωνία. ὁ δὲ ἀμαθὴς καὶ ἄπειρος, ἐὰν ἴδῃ
20δύο ἀντλητῆρας ἀπὸ μιᾶς πηγῆς ἀντλοῦντας, νομίσῃ δὲ διὰ τὴν διαφορὰν τῶν ἀντλητήρων διάφορα εἶναι καὶ τὰ ὕδατα, ἀκούσει [δὲ] παρὰ τῶν συνετῶν τὴν ἀλήθειαν, «ὅτι γεῦσαι τῶν δύο ἀντλητήρων καὶ ἴδε ὅτι δύο μὲν οἱ ἀντλητῆρες, μία δὲ ἡ πηγὴ ὑπάρχει». οὕτως εἷς κύριος, εἷς θεός, ἓν πνεῦμα λαλῆσαν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίῳ.
25διὰ τοῦτο γὰρ οὐ δύο παλαιαὶ διαθῆκαι καὶ οὔτε δύο καιναὶ διαθῆκαι, ἐπειδὴ οὐκ εἰσὶ δύο οἱ διαθέμενοι, ἀλλ’ εἷς ὁ τὴν παλαιὰν [τῶν] παλαιῶν καὶ τὴν καινὴν ἀνακαινίζων, οὐ τὴν παλαιὰν καταργῶν εἰς ἀφανισμόν, ἀλλὰ τὴν παλαιὰν καταπαύων καὶ τῇ δευτέρᾳ προστιθέμενος περιουσίας
κληρονομίαν.128 in vol. 3
Haer
.

3

.

129

86. Ἄλλην δὲ πάλιν λέξιν ὁ αὐτὸς Μάνης παρεισφέρει λέγων ὅτι «οἶδα πνεῦμα σῳζόμενον ἄνευ σώματος. τοῦτο γάρ, φησί, διδάσκει ὁ ἀπόστολος λέγων ὅτι· ‘ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορ‐ νεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ
5ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας. ἐγὼ μὲν ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα τὸν τὸ ἔργον τοῦτο κατεργασάμενον, συνελθόντων ὑμῶν καὶ τοῦ κυρίου μετὰ τοῦ ἐμοῦ πνεύματος, παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.‘
10ὄλεθρος δὲ ἐπὶ σαρκὸς ὁ παντάπασίν ἐστιν ἀφανισμός. πῶς οὖν ἀφανι‐ ζομένης τῆς σαρκὸς ἐν χειρὶ τοῦ διαβόλου καὶ σῳζομένου τοῦ πνεύματος, ἔτι ἔσται ἀνάστασις σωμάτων ἢ σαρκός;» καὶ οὐκ οἶδεν ὁ ἄπειρος κατὰ πάντα ὅτι «τὰ ἔργα τῆς σαρκὸς πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ τούτοις ὅμοια καὶ 〈ὅτι〉 οὐ περὶ αὐτῆς τῆς σαρκὸς λέγει, ἀλλὰ τῶν ἔργων
15τῆς σαρκός. ὅτε μὲν ἐργάσεται πορνείαν, ἡ σὰρξ ἐργάζεται· ἐὰν δὲ κτή‐ σηται ἐγκράτειαν, οὐκέτι ἡ σὰρξ σάρξ ἐστιν, ἀλλὰ ἡ σὰρξ μεταβέβληται εἰς πνεῦμα, ὡς καὶ ὁ ἀπόστολος λέγει ὅτι «ὁ ἀπ’ ἀρχῆς συζεύξας τὰ ἀμφότερα» εἶπεν, «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα
20μίαν· ὡς ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι καὶ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». ἄρα οὖν ὁ τὴν πορνείαν ἐργαζόμενος σὰρξ γεγένηται· οὐ μόνον αὐτὴ ἡ σάρξ, ἀλλὰ καὶ πάντα, καὶ ψυχὴ καὶ τὰ ἄλλα, σὰρξ γίνεται. κολληθεὶς γὰρ τῇ πόρνῃ σὰρξ ἐγένετο, καὶ ὢν σαρκικὸς σὰρξ ὅλως καλεῖται. «ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι», τουτέστι σῶμα καὶ ψυχὴ
25καὶ πάντα εἴ τι ἔστιν ἐν τῷ ἀνθρώπῳ, ἓν πνεῦμα ἐν τῷ κυρίῳ. καὶ περὶ τούτου νομοθετῶν ὁ αὐτὸς ἀπόστολός φησιν «ὁ θεὸς ἔθετο ἐν σώματι πάντα τὰ μέλη, ἕκαστον καθὼς ἠθέλησε». καὶ ὅρα πῶς ὁμολογεῖ τὸν θεὸν ποιητὴν τοῦ σώματος καὶ θέτην τῶν ἐν ἡμῖν μελῶν, [καὶ] καθὼς ἠθέλησε τῇ ἰδίᾳ σοφίᾳ καὶ ἀγαθότητι. εἶτα πάλιν ἀντὶ τοῦ παρα‐
30δείγματος τοῦ ἡμετέρου σώματος * τοῦ Χριστοῦ 〈λέγων〉 «ὡς καὶ ἡμεῖς σῶμα Χριστοῦ ἐσμεν καὶ μέλη ἐκ μέλους», καὶ «ἡ ἐκκλησία τοῦ θεοῦ,
ἥτις ἐστὶ σῶμα Χριστοῦ». εἰ σῶμα τοίνυν θεοῦ ἡ ἐκκλησία, κεκολλη‐129 in vol. 3
Haer
.

3

.

130

μένη 〈δὲ〉 τῷ πνεύματι τουτέστι τῷ κυρίῳ, ἓν πνεῦμά ἐστιν, ὁ ἀπ’ αὐτῆς τοίνυν ἁμαρτάνων πνεύματος ἐκπεσὼν σὰρξ γεγένηται ὅλως, ψυχῇ καὶ σώματι καὶ εἴ τι ἔστιν ἐν αὐτῷ. ἐπεὶ πῶς ἐδύνατο μέρος παραδοθῆναι τῷ σατανᾷ καὶ μέρος μὴ παραδοθῆναι; οὐ γὰρ εἶπε παραδοθῆναι τὴν
5σάρκα τῷ σατανᾷ, ἀλλὰ παραδοῦναι «τὸν τοιοῦτον». ὁ δὲ λέγων «τὸν τοιοῦτον», ὁλοσχερῆ ἄνθρωπον σὺν ψυχῇ καὶ παντὶ τῷ ἀνθρώπῳ παρα‐ δέδωκεν. εἰ δὲ ὅλον παραδέδωκεν, ὅλον σάρκα ἀπεφήνατο· τὸ πνεῦμα δὲ ἐδήλου σῴζεσθαι εἰς τὴν ἡμέραν κυρίου, ἵνα μὴ ὑπὸ αἰτίαν γένηται ἡ ἐκκλησία τοῦ σφάλματος τοῦ σφαλέντος ἀνθρώπου καὶ μολυνθῇ ὅλη ἡ
10ἐκκλησία τῷ παραπτώματι τοῦ ἑνός· 〈διὸ〉 λέγει «παράδοτε τὸν σφαλέντα. ἵνα τὸ πνεῦμα, τουτέστιν ὅλη ἡ ἐκκλησία, σωθῇ.» 87. Ἀλλά, φησί, γέγραπται, «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρο‐ νομήσουσι», καὶ νομίζει ἐν τούτῳ λέγειν τι. καὶ γὰρ τῷ ὄντι οὐ δύναται πορνεία κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐδὲ μοιχεία οὐδὲ ἀσέλγεια οὐδὲ
15εἰδωλολατρεία, τουτέστι σὰρξ καὶ αἷμα. εἰ δὲ περὶ σαρκὸς καὶ αἵματος τοῦτο νομίζεις, εἶναι αὐτὴν τὴν σάρκα, πῶς ἔτι πληροῦται τὸ εἰρημένον «καὶ ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ σαρκὸς ἐγεννήθησαν, ἀλλ’ ἐκ θεοῦ»; τίς ἐν κόσμῳ γεγέννηται ἄνευ σαρκός; ἀλλ’ ἐπειδὴ μετεβλήθησαν αἱ γνῶμαι,
20(οὐ γὰρ αἱ φύσεις τῶν γεννωμένων ἀπὸ μητέρων καὶ πατέρων σαρκὸς καὶ αἵματος) καὶ ἐγεννήθησαν τὴν δευτέραν γέννησιν τὴν τῆς ἀπὸ τοῦ κυρίου γεννήσεως διὰ πνεύματος καὶ πυρός, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. ὡς οὖν ἐνταῦθα ἐκ σαρκὸς ἐγεννήθησαν καὶ ἐξ αἵματος, * καὶ οὐκέτι λογίζεται ἐκ σαρκὸς καὶ αἵματος ἡ γέννησις διὰ τὴν μετα‐
25βολὴν τῆς δικαιοσύνης, καίτοι γε ἐν σαρκὶ καὶ αἵματι * ὡς λέγει «ἐν
σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα»· ἄρα οὖν ἔνι130 in vol. 3
Haer
.

3

.

131

σὰρξ οὐ κατὰ σάρκα στρατευομένη· καὶ διὰ τοῦτο λέγει σάρκα καὶ αἷμα μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, οὐ περὶ τῆς σαρκὸς ταύτης 〈λέγων〉 τῆς καμούσης, τῆς ἁγιασθείσης, τῆς τῷ θεῷ εὐαρεστησάσης, ἀλλὰ περὶ τῆς ἐν ἁμαρτίαις ἐξετασθείσης· ἐπεὶ πῶς ἂν πληροῦται τὸ εἰρημένον «δεῖ
5γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐν‐ δύσασθαι ἀθανασίαν»; τηλαυγέστερον δὲ περὶ τούτου ὁ αὐτὸς ἀπόστο‐ λος σημαίνων. ἵνα μή τινες πλανηθῶσι καὶ ἀντὶ τῶν φαύλων ἔργων τὴν τοῦ σώματος πλάσιν ἀπελπίσωσιν [ἐκ] τῆς ἀναστάσεως, λέγει «νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία μοιχεία ἀσέλγεια» καὶ τὰ
10ἑξῆς * ἀλλ’ ἄκουε καὶ τοὺς ὀφθέντας τοῖς Γαλιλαίοις καὶ λέγοντας ὅτι «τοῦτον τὸν Ἰησοῦν ὃν ἑωράκατε ἀφ’ ὑμῶν ἀναλαμβανόμενον, οὕτως ἐλεύσεται ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον.» 88. Ἀπὸ δὲ τῶν εἰρημένων πάντων δύνανται οἱ νουνεχεῖς τὸν νοῦν ἐπιστῆσαι ἐπὶ πᾶσι τοῖς τῆς ἀληθείας λόγοις καὶ τοῖς ἀπὸ τοῦ ψεύσματος
15τοῦ προειρημένου λεγομένου Μανιχαίου, ἵνα, εἰ καί 〈που〉 οὐκ ἐπεμνήσθην τινὸς μαρτυρίας, ἀπὸ τῶν δύο ἢ τριῶν μαρτυριῶν ὧν εἴπομεν τὰ πάντα αὐτοῦ φωραθῇ ψευδῆ. ἡμεῖς δὲ πολλὴν ἐπιβεβηκότες ὁδὸν τραχεῖαν καὶ κινδυνώδεις τόπους μόλις ταυτησὶ τῆς ἀμφισβαίνης καὶ θηρὸς ὀλετηρίου τῆς κεγχρίτιδος, ἀπὸ πολλῶν ὁμοιωμάτων πεποικιλμένης πρὸς ἀπάτην
20τῶν ὁρώντων, ἐχούσης δὲ κεκρυμμένην κάτω τὴν κεντρώδη καὶ ἰοβόλον πηγὴν τῆς ἐκ πάντων ὁρμωμένης * ἐπειδὴ γὰρ μετὰ Ἑλλήνων Ἕλλην ἐστίν, ἥλιον προσκυνῶν καὶ σελήνην καὶ τὰ ἄστρα καὶ δαίμονας, * ὁ ἀνήρ, ἀγαπητοί, τυγχάνει καὶ ἡ αὐτοῦ αἵρεσις τὰ τῶν Ἑλλήνων ὑφη‐ γεῖται, * τὰ μάγων ἐπίσταται καὶ ἐν αὐτοῖς ἐγκυλινδεῖται, ἀστρονόμους
25ἐπαινεῖ, τὰ αὐτῶν περιεργαζόμενος, μόνον Χριστοῦ σεμνύνεται ὄνομα131 in vol. 3
Haer
.

3

.

132

λόγῳ, ὡς καὶ αὐτὴ ἡ κεγχρῖτις κρύπτει μὲν τὸν ἰόν, ἀπατᾷ δὲ διὰ τῆς ποικιλίας, ἐν μέσῳ ὑλῶν πολλῶν γενομένη καὶ ἀφομοιουμένη μετὰ τῶν ὄντων· ἐν δὲ τῇ τοῦ θεοῦ δυνάμει τῷ ξύλῳ τῆς ἀληθείας καὶ αἵματι Χριστοῦ καὶ σώματι τῷ ἀπὸ Μαρίας, τῷ ἀληθινῶς γεγεννημένῳ, καὶ
5τῇ τῶν νεκρῶν ἀναστάσει καὶ τῇ ὁμολογίᾳ τῆς μιᾶς ἑνότητος συντρί‐ ψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῖς ὕδασι, τὴν πολυκέφαλον ταύτην αἵρεσιν εἰς τοὐπίσω 〈τε〉 στρέψαντες καὶ τὴν κεφαλὴν κατα‐ θλάσαντες, εὐχάριστοι μὲν θεῷ διατελέσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς αἱρέσεις προελθεῖν σπεύσωμεν, θεὸν ἐπικαλούμενοι βοηθὸν τῆς ἡμῶν ἀσθενείας,
10ὅπως τὰ ἐπηγγελμένα ἐν θεῷ περαιώσαντες τελείως θεῷ εὐχαριστή‐ σωμεν.
11
— — — Κατὰ Ἱερακιτῶν μζ, τῆς δὲ ἀκολουθίας ξζ. 1. Μετὰ τὴν μοχθηρὰν ταύτην καὶ ἰοβόλον ὑπὲρ πᾶσαν αἵρεσιν καὶ
ἑρπετώδη τοῦ Μάνη βαρβαρικὴν θηριοβολίαν τῆς διδασκαλίας ἀνέστη τις132 in vol. 3
Haer
.

3

.

133

Ἱερακᾶς ὀνόματι, ἀφ’ οὗπερ Ἱερακῖται. οὗτος ἐν τῇ Λεοντῷ τῇ κατ’ Αἴγυπτον ὑπῆρχεν, ἐν προπαιδείᾳ οὐ μικρᾷ ὑπάρξας, Ἑλληνικῶν τε πάντων λόγων ἐπιτηδεύμασιν ἀσκηθείς, ἰατροσοφιστικῇ τε καὶ τοῖς ἄλλοις τοῖς τῶν Αἰγυπτίων καὶ Ἑλλήνων μαθήμασιν ἀκριβῶς ἐπιστάς·
5τάχα δὲ καὶ ἀστρονομίας καὶ μαγείας ὁ ἀνὴρ παρήψατο. ἐμπειρότατος γὰρ ὑπῆρχε πολλῶν λόγων καὶ ἐν ἐξηγήσει, ὡς ὑποφαίνουσιν οἱ αὐτοῦ λόγοι *, πάνυ δὲ τὴν τῶν Αἰγυπτίων ἐπιστάμενος γλῶσσαν (Αἰγύπτιος γὰρ ὁ ἀνὴρ ἦν), ἀλλὰ καὶ τῇ τῶν Ἑλλήνων τετρανωμένος οὐ μικρῶς, ὀξὺς κατὰ πάντα τρόπον. ὑπῆρχε δῆθεν Χριστιανός, ἀλλ’ οὐκ ἐνέ‐
10μεινε τῇ τοῦ Χριστοῦ πολιτείᾳ· παρέπεσε γὰρ καὶ ὀλισθήσας ἐξώκειλεν. οὗτος μὲν γὰρ παλαιὰν καὶ καινὴν διαθήκην σαφῶς εἰπεῖν ἀποστη‐ θίζων καὶ εἰς αὐτὰ ἐξηγησάμενος, ἐδογμάτισε παρ’ ἑαυτῷ ἀπὸ κενο‐ φωνίας ἑαυτοῦ, ὅπερ αὐτῷ ἔδοξε καὶ ὃ ὑπεισῆλθεν αὐτῷ. Βούλεται γὰρ καὶ οὗτος τὴν σάρκα μὴ ἀνίστασθαι τὸ παράπαν, ἀλλὰ
15τὴν ψυχὴν μονωτάτην. πνευματικὴν δὲ τὴν ἀνάστασιν φάσκει. καὶ ὅσα ἔστιν 〈εὑρεῖν〉 ἀπὸ τῶν θείων γραφῶν εἰς ἑαυτοῦ νοῦν ἀναλεξάμενος, οὕτως ἑαυτῷ ἐπεσώρευσεν, ἀτόπως πλάσματα ἄττα φαῦλα ἑαυτῷ μηχα‐ νησάμενος πρὸς σύστασιν τῆς αὐτοῦ αἱρέσεως. ἦν δὲ ὁ ἀνὴρ ἔκπληκτος τῇ αὐτοῦ ἀσκήσει καὶ δυνάμενος πεῖσαι ψυχάς· αὐτίκα πολλοὶ τῶν ἀσ‐
20κητῶν τῶν Αἰγυπτίων αὐτῷ συναπήχθησαν. οἶμαι γὰρ ὅτι περὶ ἀναστάσεως νεκρῶν [ὡς] ἠρνήσατο τὴν τῆς σαρκὸς ἀνάστασιν, ἀπὸ Ὠριγένους τὰς προφάσεις εἰληφὼς ἢ ἀφ’ ἑαυτοῦ τῆς διανοίας τοῦτο ἐξεμέσας. οὐ παραδέχεται οὗτος γάμον, φάσκων εἶναι τοῦτο παλαιᾶς διαθήκης. τοὺς μὲν γὰρ περὶ τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωυσέα καὶ
25Ἀαρὼν καὶ πάντας τοὺς ἁγίους, Ἠσαΐαν καὶ Ἰερεμίαν, ὁμοίως δέχεται
καὶ προφήτας ἡγεῖται, καὶ συγκεχωρῆσθαί φησιν ἐν τῇ παλαιᾷ διαθήκῃ133 in vol. 3
Haer
.

3

.

134

τῷ γάμῳ συνάπτεσθαι, ἀπὸ δὲ τῆς ἐνδημίας τοῦ Χριστοῦ μηκέτι 〈δεῖν〉 τὸν γάμον παραδέχεσθαι, μήτε δύνασθαι αὐτὸν κληρονομεῖν βασιλείαν οὐρανῶν. τί γάρ, φησίν, ἦλθε ποιεῖν καινὸν ὁ λόγος; ἢ τί καινὸν ἦλθε κηρῦξαι ὁ μονο‐ γενὴς καὶ κατορθῶσαι; εἰ μὲν γὰρ περὶ φόβου θεοῦ, τοῦτο εἶχεν ὁ νόμος· εἰ δὲ
5περὶ τοῦ γάμου, κεκηρύχασιν αἱ γραφαί· εἰ δὲ περὶ φθόνου καὶ πλεονεξίας καὶ ἀδικίας, ταῦτα πάντα περιεῖχεν ἡ παλαιὰ διαθήκη. ἓν δὲ μόνον τοῦτο κατορθῶσαι ἦλθε, τὸ τὴν ἐγκράτειαν κηρῦξαι ἐν τῷ κόσμῳ καὶ ἑαυτῷ ἀναλέξασθαι ἁγνείαν καὶ ἐγκράτειαν· ἄνευ δὲ τούτου μὴ δύνασθαί 〈τινα〉 ζῆν. 2. Τὰς δὲ προφάσεις τούτων πανταχόθεν ἀναλέγεται, 〈ὡσ〉 ὅταν
10εἴπῃ ὅτι «καὶ τὸν ἁγιασμὸν ὑμῶν, οὗ χωρὶς τὸν θεὸν οὐδεὶς ὄψεται». ἐὰν δὲ εἴπωσιν αὐτῷ· πῶς ὁ ἀπόστολος ἔφη «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαν‐ τος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός», * καὶ εὐθὺς ἐπιφέρει αὖθις λέγων *, ὑπερβὰς δὲ ὀλίγον λέγει ὅτι «ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἡ παρθένος· ἡ δὲ γαμήσασα μεριμνᾷ πῶς ἀρέσει
15τῷ ἀνδρί, καὶ μεμέρισται». εἰ τοίνυν ἔστι μερισμός, πῶς δύναται ὅπου μερισμὸς ἐπὶ τὸ αὐτὸ κοινωνῆσαι; καὶ εἰ θεῷ οὐκ ἀρέσκει, ἀλλὰ τῷ ἀνδρί, πῶς δύναται παρὰ θεῷ κεκτῆσθαι τὴν κληρονομίαν; «διὰ γὰρ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω», 〈φησὶν ὁ ἀπόστο‐ λοσ〉 οὐκ ἐπαινῶν, φησί, γάμον μετὰ τὴν παρουσίαν, ἀλλὰ συμβαστάζων,
20ἵνα μὴ εἰς περιττὸν ὄλεθρον ἐμπέσωσιν. «εἰσὶ γὰρ εὐνοῦχοι οἱ ἑαυτοὺς εὐνουχίσαντες διὰ τὴν βασιλείαν τῶν οὐρανῶν», καὶ «θέλω, φησί, πάντας εἶναι ὡς ἐμαυτόν», καὶ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρ‐ θένοις, πέντε μωραῖς καὶ πέντε φρονίμοις»· φρόνιμοι παρθένοι, μωραὶ παρθένοι, πλὴν παρθένοι, βασιλείᾳ οὐρανῶν ἀπεικάζονται, καὶ οὐκ εἶπεν
25ἔγγαμοι. πολλὰ δὲ τοιαῦτα ἑαυτῷ ἐπισωρεύει, ἵνα δῆθεν παρεκβάλῃ γάμον. Οὐ δέχεται δὲ τοὺς παῖδας τοὺς τελευτῶντας πρὸ γνώσεως, ἀλλ’ ἀπο‐
βάλλει αὐτοὺς τῆς νομιζομένης ἐλπίδος. φάσκει γὰρ τούτους μὴ κλη‐134 in vol. 3
Haer
.

3

.

135

ρονομεῖν βασιλείαν οὐρανῶν, ἐπειδή, φησίν, οὐκ ἠγωνίσαντο. «ἐὰν γὰρ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ·» εἰ γὰρ καὶ ὁ ἀθλῶν οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως, πόσῳ γε μᾶλλον οἱ μηδέπω εἰς ἀγῶνα κεκλημένοι; οὐ πιστεύει δὲ πάλιν οὗτος παράδεισον εἶναι αἰσθητόν,
5ὥσπερ ἀμέλει καὶ Ὠριγένης, οὐδέ, ὡς ἔφην, νεκρῶν ἀνάστασιν τὴν διὰ σαρκός, ἀλλ’ ἀνάστασιν μὲν νεκρῶν λέγει, ἀνάστασιν δὲ τὴν τῶν ψυχῶν καὶ πνευματικήν τινα φάσκων μυθολογίαν. οὐδεὶς δὲ μετ’ αὐτῶν συνάγεται, ἀλλὰ εἰ εἴη παρθένος ἢ μονάζων ἢ ἐγκρατὴς ἢ χήρα. περὶ δὲ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὐ φάσκει κατὰ τὸν
10Ὠριγένην, ἀλλὰ πιστεύει ὄντως τὸν υἱὸν ἐκ πατρὸς γεγεννημένον, (3.) καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς εἶναι 〈δέχεται〉. φάσκει δὲ οὗτος, ὡς ἄνω μοι ἐν τῇ τῶν Μελχισεδεκιανῶν αἱρέσει δεδήλωται, περὶ τοῦ ἁγίου πνεύματος ὅτι αὐτός ἐστιν ὁ Μελχισεδέκ, διὰ τό, φησίν, εἰρηκέναι 〈τὸν ἀπόστολον〉 ὅτι «ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἡμῶν».
15καὶ τίς ἐστιν οὗτος, ἀλλὰ 〈ὁ «ἀφωμοιωμένος τῷ υἱῷ τοῦ θεοῦ, ὃσ〉 μένει ἱερεὺς εἰς τὸ διηνεκές»; τὸ δὲ «ἱερεὺς εἰς τὸ διηνεκές» διὰ τὸ ὑπερεν‐ τυγχάνειν. τοῦτο δὲ τὸ πνεῦμα συνηντηκέναι τῷ Ἀβραὰμ κατ’ ἐκεῖνο καιροῦ, ἐπειδὴ γὰρ ὅμοιόν ἐστι τῷ υἱῷ. καὶ διὰ τοῦτο, φησίν, 〈λέγει〉 ὁ ἀπόστολος «ἀπάτωρ ἀμήτωρ ἀγενεαλόγητος»· ἀμήτωρ, φησίν, ὅτι οὐκ
20ἔχει μητέρα· ἀπάτωρ, φησίν, ὅτι ἐπὶ γῆς οὐκ ἔσχε πατέρα, «ἀφωμοιω‐ μένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». καὶ πολλὰ φλυαρῶν περὶ τοῦ ἁγίου πνεύματος διεξῆλθε περὶ τούτου πολλὴν πραγματείαν. βούλεται δὲ τὴν τελείαν αὐτοῦ σύστασιν ποιεῖσθαι ἀπὸ τοῦ Ἀνα‐ βατικοῦ Ἠσαΐου, δῆθεν ὡς ἐν τῷ Ἀναβατικῷ λεγομένῳ ἔλεγεν ἐκεῖσε
25ὅτι «ἔδειξέ μοι ὁ ἄγγελος περιπατῶν ἔμπροσθέν μου, καὶ ἔδειξέ μοι καὶ135 in vol. 3
Haer
.

3

.

136

εἶπε· τίς ἐστιν ὁ ἐν δεξιᾷ τοῦ θεοῦ; καὶ εἶπα· σὺ οἶδας, κύριε· λέγει· οὗτός ἐστιν ὁ ἀγαπητός. καὶ τίς ἐστιν ὁ ἄλλος ὁ ὅμοιος αὐτῷ ἐξ ἀριστερῶν ἐλθών; καὶ εἶπα· σὺ γινώσκεις. 〈λέγει·〉 τοῦτό ἐστιν τὸ ἅγιον πνεῦμα τὸ λαλοῦν ἐν σοὶ καὶ ἐν τοῖς προφήταις. καὶ ἦν, φησίν,
5ὅμοιον τῷ ἀγαπητῷ.» ἐκ τούτου βούλεται συνιστᾶν τὸ εἰρημένον «ἀφω‐ μοιωμένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές». Πόσα τοίνυν δυνήσεται ὁ ἡμέτερος νοῦς καὶ περὶ τούτου διαλαμβάνειν πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πολλῆς παραπεποιημένης διανοίας; οὗτος δὲ γηραλέος ἐτελεύτα. συνεγράψατο δὲ Ἑλληνικῶς τε καὶ Αἰγυπτιακῶς,
10ἐξηγησάμενος καὶ συντάξας 〈περὶ〉 τῆς ἑξαημέρου, μύθους τινὰς πλασά‐ μενος καὶ κομπώδεις ἀλληγορίας. εἰς ἄλλα δὲ πόσα ἀπὸ τῆς γραφῆς συνέταξε, ψαλμούς τε πολλοὺς νεωτερικοὺς ἐπλάσατο. ἐμψύχων τε πολλοὶ ἐξ αὐτῶν οὐ μετέχουσι † τῶν ἀληθινῶν αὐτῶν τοῦ δόγματος. ὁ δὲ Ἱε‐ ρακᾶς αὐτὸς τῷ μὲν ὄντι πολλὴν εἶχε τὴν ἄσκησιν, οἱ δὲ μετ’ αὐτὸν αὐτοῦ
15μαθηταὶ καθ’ ὑπόκρισιν· ἐκεῖνος μὲν ἀπείχετο πάντων βρωμάτων καὶ ἠσκεῖτο καὶ ἀπὸ οἴνου· φασὶ δέ τινες περὶ αὐτοῦ ὅτι ὑπὲρ ἐνενήκοντα ἔτη βιώσας ἕως τῆς ἡμέρας ἧς ἐτελεύτα ἐκαλλιγράφει (καλλιγράφος γὰρ ἦν)· ἔμενε γὰρ αὐτοῦ συνεστὼς ὁ ὀφθαλμός. 4. Φέρε δὲ διασκοπήσωμεν καὶ τὰ τούτου ζιζάνια· ποίᾳ διανοίᾳ
20λόγου θεϊκοῦ συνάψωμεν καὶ ἐξαφανίσωμεν τὸ ἰοβόλον τοῦτο ἑρπετόν, σκορπίου δίκην ἔμπροσθεν καὶ κατόπιν παῖον, ἀπὸ δύο διαθηκῶν ἑαυτῷ ἐπισωρεῦον τὰ πρὸς βλάβην, οὐχ ὡς ἔχουσιν οἱ θεῖοι λόγοι, ἀλλ’ ὡς ἡ παραπεποιημένη αὐτοῦ ἔννοια τὰ φωτεινὰ σκοτεινῶς διενοεῖτο; οὐ μεμ‐ πτὸν γὰρ τὸ μέλι οὔτε πικρότατον, οὐδὲ αἱ ἐδωδαὶ ἐκ θεοῦ ἐκτισμέναι
25αἱ καλλίους, διδόμεναι δέ τινι πυρέττοντι πικραὶ ἐν τῷ στόματι αὐτοῦ φαίνονται, οὐ τῶν ἡδέων πεπικραμμένων, ἀλλὰ τοῦ γεύματος τοῦ πυρέτ‐ τοντος πικράναντος τὰ αὐτῷ διδόμενα. οὕτω καὶ πᾶς τις ἀπὸ τῆς ἀλη‐ θείας πεσὼν οὐκ ἀπὸ τῆς ἀληθείας ἠπάτηται, ἀλλὰ τὴν ἀλήθειαν πικροῖς διανοήμασιν ἐγεύσατο, καὶ εἰς πικρίαν αὐτῷ μετεβλήθη. ἴδωμεν δέ,
30περὶ τῶν παίδων, τί εἴπωμεν, περὶ τῶν ἀποκτανθέντων εὐθὺς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας διὰ Χριστόν; ἆρα βασιλείας οὐρανῶν εἰσιν ἀμέτοχοι οἱ τοιοῦτοι ἢ μετέχουσι; μετέχουσι μὲν οὖν ὄντες ἄμεμπτοι. εἰ γὰρ οὐκ εἰσὶ μέτοχοι,
ἄρα παραίτιος αὐτῶν ὁ κύριος γεγένηται· δι’ αὐτὸν γὰρ ἀπεκτάνθησαν.136 in vol. 3
Haer
.

3

.

137

εἰ δὲ ἀπεκτάνθησαν δι’ αὐτόν, μὴ φθάσαντες ἀγωνίσασθαι μήτε λαβεῖν τὸ βραβεῖον, ἄρα ἡ αὐτοῦ παρουσία γενομένη 〈εἰς σωτηρίαν,〉 μᾶλλον εἰς βλάβην τῷ κόσμῳ γέγονεν, ἐπειδὴ γὰρ αἰτία γέγονε τοῦ ἄωρα τὸν βίον τὰ βρέφη μεταλλάττειν, τιμωρηθέντα καὶ βασιλικῇ ἀπειλῇ ὑποπεσόντα,
5τοῦ μὴ φθάσαι εἰς ἀγῶνα, ὅπως κομίσωνται τὰ βραβεῖα. Ἴδωμεν δὲ καὶ ἄλλας θεωρίας. κάλει μοι Σαλομῶντα τὸν μακάριον καὶ σοφώτατον πρὸς ἔλεγχον τοῦ Ἱερακᾶ τούτου. δεῦρο, προφητῶν μακαριέστατε, «ὁ λαβὼν παρὰ κυρίου χύμα καρδίας καὶ σοφίας, ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης», τί ἂν περὶ τῶν παίδων φρονοίης;
10καὶ φησί «γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὔτε ἀριθμῷ ἐτῶν μεμέ‐ τρηται. πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκη‐ λίδωτος, γενόμενος ἄμεμπτος θεῷ ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ἡρπάγη, μὴ ἡ κακία αὐτοῦ ἀλλάξῃ σύνεσιν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς
15ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.» καὶ ὅτι μὲν οὖν περὶ παίδων λέγει ἑξῆς ἐπιφέρει λέγων «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν 〈χρόνους μακρούσ〉», ἵνα εἴπῃ, τελευτήσας νέος ἐπλήρωσε χρόνους μακρούς. «ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας.» καὶ τῷ Ἰερεμίᾳ φησὶν ὁ κύριος «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε,
20καὶ πρὸ τοῦ ἐξελθεῖν σε ἐκ μήτρας, ἡγίακά σε». 5. Ἴδωμεν δὲ αὐτὸν τὸν σωτῆρα, τὸ ἀψευδὲς στόμα, τὸ γινῶσκον τὰ πάντα· δεῦρο, κύριε, βοήθει τῇ διανοίᾳ ἡμῶν, ἔλεγξον δὲ τὸν Ἱερακᾶν καὶ τὴν αὐτοῦ προπέτειαν. «προσῆλθον αὐτῷ» φησι «τὰ παιδία, ἵνα θῇ χεῖρας ἐπ’ αὐτὰ καὶ εὐλογήσῃ. οἱ δὲ μαθηταὶ ἀπωθοῦντο αὐτὰ καὶ
25ἐκώλυον. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» καὶ ἵνα μὴ μόνον παιδαρίων νοηθῇ ἡ βασιλεία τῶν οὐρανῶν καὶ οὐχὶ ἐπὶ πᾶσαν ἡλικίαν *, ἀπ’ αὐτῶν μὲν τὴν ἀρχὴν ποιεῖται, τοῖς δὲ ὁμοίοις αὐτῶν δεδώρηται μετ’ αὐτῶν ἔχειν τὴν κληρονομίαν. εἰ γὰρ οἱ κατ’ αὐτοὺς
30βασιλεύειν ἔχουσι, πόσῳ γε μᾶλλον οἱ ἀρχέτυποι τῶν κατ’ αὐτοὺς ὑπαρ‐ χόντων; καὶ πέπτωκεν αὐτοῦ ὁ μυθώδης λόγος. πάντας γὰρ ἐλεᾷ
ὁ κύριος. «φυλάσσων γὰρ τὰ νήπια ὁ κύριος», καὶ «αἰνεῖτε, παῖδες, κύριον»,137 in vol. 3
Haer
.

3

.

138

καὶ τὰ παιδία ἐκήρυξαν «ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχό‐ μενος ἐν ὀνόματι κυρίου», καὶ «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». καὶ πόσα ἐστὶ τὰ τοιαῦτα. 6. Περὶ δὲ σαρκὸς ἀναστάσεως, πῶς οὐχὶ σαρκὸς ἔσται ἀνάστασις,
5ὦ ἐθελόσοφε Ἱερακᾶ; αὐτὴ γὰρ ἡ ὀνομασία τῆς φράσεως δείκνυσι τὴν δύνα‐ μιν. ἀνάστασις γὰρ οὐ καλεῖται τοῦ μὴ πεπτωκότος. ποῖον δέ ἐστι τὸ πεσόν; ποῖον τὸ ταφέν; ποῖον τὸ λυθὲν ἀλλ’ ἢ τὸ σῶμα, καὶ οὐχ ἡ ψυχή; ψυχὴ τοίνυν οὐ πίπτει, οὔτε θάπτεται. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; ψυχῆς γὰρ οὐ καλεῖται ἀνάστασις, ἀλλὰ σῶμά ἐστι τὸ ἐγειρόμενον. περὶ δὲ τῆς ἀναλο‐
10γῆς, ἧς ἦλθεν ὁ σωτὴρ ἀναλέξασθαι παρθενίαν καὶ ἐγκράτειαν καὶ ἁγνείαν, τίνι οὐκ ἔστι δῆλον ὅτι ἔστιν ἐκλογὴ καὶ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολι‐ κῆς ἐκκλησίας καύχημα * καὶ τοὺς ἐν σεμνῷ γάμῳ· «ἕκαστον γὰρ κατὰ τὸ ἴδιον τάγμα» σῴζειν εἴωθε. πῶς γὰρ οὐκ ἔσται «τίμιος ὁ γάμος» καὶ ἐν θεῷ ἔχων τὴν τῶν οὐρανῶν βασιλείαν, ὁπότε κέκληται ὁ σωτὴρ εἰς
15γάμους, ἵνα εὐλογήσῃ γάμον; εἰ μὲν γὰρ παρῃτήσατο εἰς γάμον εἰσιέναι, ἄρα γάμου ἦν καταλύτης καὶ οὐκ ἀποδεχόμενος ἕκαστον κατὰ συγγνώ‐ μην τῆς αὐτοῦ ἀσθενείας. τίμιος τοίνυν ὁ γάμος, ὅτι αὐτὸς αὐτὸν ὥρισε. διὸ παραγίνεται εἰς γάμον, ἵνα φράξῃ τὰ στόματα τῶν λεγόντων κατὰ τῆς ἀληθείας. ἐκεῖ γὰρ πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς
20Γαλιλαίας τὸ ὕδωρ οἶνον ποιήσας. ὡς γὰρ ἀνέτειλεν ἀπὸ παρθένου, ἵνα δείξῃ τὸ φῶς ἀπὸ παρθένου ἀνατεῖλαν τῇ οἰκουμένῃ, οὕτω καὶ τὸ πρῶτον σημεῖον εἰς γάμους πεποίηκεν ἐν Κανᾷ τῆς Γαλιλαίας, ἵνα τὴν μὲν παρθενίαν τιμήσῃ διὰ τῆς ἀποκυήσεως καὶ φωτὸς βολῆς τῆς δι’ αὐτῆς ἀνατειλάσης, τὸν δὲ σεμνὸν γάμον τιμήσῃ διὰ τῶν θεοσημείων,
25ἐν τοῖς γάμοις πρῶτον ἐπιτελέσας, τὸ ὕδωρ εἰς ἄκρατον μεταβαλών. ὡσαύτως δὲ εἰ ἀλλότριος ἦν ὁ γάμος, πῶς παραγγέλλει ὁ τῶν ἐθνῶν διδάσκαλος, ὡς λέγει «νεωτέρας χήρας παραιτοῦ. μετὰ γὰρ τὸ κατα‐ στρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν ἐθέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώ‐ την πίστιν ἠθέτησαν». τί οὖν φησιν; «ἀλλὰ γαμείτωσαν τεκνογονείτωσαν
30οἰκοδεσποτείτωσαν». εἰ τοίνυν ταῦτα παραδέχεται, πῶς παρὰ σοί,138 in vol. 3
Haer
.

3

.

139

Ἱερακᾶ, ὁ γάμος ἐστὶν ἐκβαλλόμενος μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρου‐ σίαν; 7. Περὶ δὲ τοῦ Μελχισεδὲκ ὅτι φάσκεις ὅτι αὐτός ἐστι τὸ πνεῦμα· τοίνυν ἦλθε τὸ πνεῦμα καὶ ἔλαβε σάρκα. οὐκέτι οὖν ὁ μονογενὴς μόνος
5γεγέννηται κατὰ σάρκα, ἀλλὰ καὶ τὸ πνεῦμα. εἰ δὲ γεγέννηται κατὰ σάρκα τὸ πνεῦμα, ἰδού, ἡ Μαρία ἡ γεννήσασα τὸν σωτῆρα· λεγέτω Ἱερακᾶς ποῦ ἐστιν ἡ γεννήσασα τὸ πνεῦμα. καὶ τῷ εἰπεῖν «ἀφωμοιω‐ μένος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές» οὐκέτι περὶ πνεύματος ἁγίου ὁ λόγος. οὐ γὰρ εἶπεν ὅμοιον τῷ υἱῷ τοῦ θεοῦ, ἀλλ’ ἀφωμοιωμένον.
10τὸ δὲ ἀφωμοιωμένον μετέπειτα ἔχει τὴν ἀγωγήν. εἰ δὲ μετὰ τὸν χρόνον τοῦ Ἀβραὰμ τὸ πνεῦμα ἀφομοιοῦται τῷ Χριστῷ, ἄρα οὐκ ἦν ποτε καὶ διὰ τοῦτο ἀφομοιοῦται τῷ υἱῷ τοῦ θεοῦ. καὶ ἀπάτωρ πῶς δύναται εἶναι; εἰ μὲν γὰρ αὐτουπάρχον ἐστὶ τὸ πνεῦμα καὶ οὐκ ἔστιν ἐκ τῆς οἰκείας οὐσίας τῆς θεότητος, εἰκότως ἀπάτωρ δειχθείη. καὶ γὰρ τῷ μὲν ὄντι
15μονογενὴς ὁ υἱὸς καὶ ἀδελφὸν οὐκ ἔχει, υἱὸς δὲ θεοῦ· ἀλλὰ κἄν τε οὐ λέγομεν τὸ πνεῦμα γεννητόν, ἐπειδὴ μονογενὴς ὁ υἱός, ἀλλὰ πνεῦμα «τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», φησὶν ὁ Χριστός. τὸ γοῦν ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον, ἀπάτωρ οὐ δύναται εἶναι. κἄν τε εἴπῃ· ἀμήτωρ ἐν οὐρανῷ καὶ ἀπάτωρ ἐπὶ
20τῆς γῆς—δύναται γὰρ τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λέγεσθαι—πῶς οὖν ἐπὶ τέλει ὁ ἀπόστολος φράζει λέγων «ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραὰμ τὸν πατριάρχην». τὸ γὰρ «ἐξ αὐτῶν» ἀκριβείας ἐστὶ δηλωτικόν· ὁπότε γάρ, ἐκ τῶν υἱῶν Ἰσραὴλ μὴ γενεαλογούμενος, ἐξ ἄλλων πάντως ἐθνῶν εἶχε τὴν γενεαλογίαν. διὰ δὲ τὸ μὴ γεγράφθαι τὴν αὐτοῦ
25μητέρα ἢ πατέρα, ἄλλα ἀντὶ ἄλλων φαντάζονται οἱ συκοφάνται τῆς ἀληθείας. ἡμεῖς δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐν παραδόσεσιν εὕρομεν καὶ τὸν πατέρα. ἦν γὰρ οὗτος τῶν γενῶν Σιδῶνος καὶ τῶν Χαναναίων. διέπεσε τοίνυν ὁ μυθώδης αὐτοῦ λόγος· καὶ μάτην αὐτοῦ καὶ ἡ πολιτεία· οὐ γὰρ τὸ ἀψύχοις ἀρκεῖσθαι μετὰ κακοπιστίας, τοῦτο ζωῆς ἐστι καὶ ἐλπίδος
30διδασκαλεῖον σωτηρίας. «πάντα», γάρ φησιν, «εἰς δόξαν θεοῦ γινέσθω.»139 in vol. 3
Haer
.

3

.

140

8. Ἀλλὰ περὶ τούτων καὶ αὐτόθι ἀρκεῖσθαι ἡγοῦμαι. συνετρίψαμεν γὰρ τοῦ σκορπίου τὰς πτέρυγας, καὶ κατεσπάσαμεν αὐτοῦ τὰς δυνάμεις. ὄφις γὰρ πτερωτὸς οὗτος καὶ σκορπίος, πτέρυγας ἔχων κατὰ πολλοὺς τρόπους καὶ πετόμενος, καὶ μιμούμενος μὲν τῆς ἐκκλησίας τὴν παρ‐
5θενίαν, οὐκ ἔχων δὲ καθαρὰν τὴν συνείδησιν. ἐπὶ γὰρ τούτῳ καὶ τοῖς ὁμοίοις αὐτοῦ πληροῦται τὸ «κεκαυτηριασμένων τὴν συνείδησιν, καὶ κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς εἰς μετάληψιν ἐποίησεν· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ ζῶντος καὶ ἐντεύξεως, ὅτι πάντα καλὰ καὶ ἡδέα, καὶ οὐδὲν ἀπόβλητον παρὰ θεῷ». χλευάζονται δὲ τελειό‐
10τατα δι’ ἃς κέκτηνται ἕκαστος συνεισάκτους γυναῖκας, [δι’] ἃς εἴωθαν φιλοτιμεῖσθαι ἔχειν εἰς ὑπηρεσίαν. ἀλλὰ καὶ τούτου, ὡς ἔφην, τὰς πτέρυ‐ γας κατασπάσαντες καὶ τὴν κεφαλὴν καταθλάσαντες τῷ ξύλῳ τῆς ζωῆς, τουτέστι τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἐπικαλούμενοι αὐτὸν τὸν θεὸν βοηθόν, πρὸς τὴν τῶν λοιπῶν
15αἱρέσεων ἀντίρρησίν τε καὶ ἀνατροπὴν τῶν παρ’ αὐτοῖς ματαίως τῷ κόσμῳ ὑποβαλλομένων.
16
— — — 〈Κατὰ〉 τοῦ Μελιτίου σχίσματος τοῦ Αἰγυπτίου μη, τῆς δὲ
ἀκολουθίας
ξη. 1. Μελιτιανῶν τι τάγμα ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ὑπάρχει, ἀπὸ
20Μελιτίου τινὸς ἐπισκόπου ἐν τῇ Θηβαΐδι, γενομένου τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς ὀρθῆς πίστεως· οὐ γάρ τι μετήλλαττεν ἡ πίστις αὐ‐ τοῦ ἐν καιρῷ τινι τῆς ἁγίας καθολικῆς ἐκκλησίας. οὗτος ὁ Μελίτιος σύγχρονος ἦν καὶ συνακμαστὴς τοῦ προειρημένου Ἱερακᾶ τε καὶ καθεξῆς
διαδεξάμενος, ὃς ἦν καὶ τοῦ ἁγίου Πέτρου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου140 in vol. 3
Haer
.

3

.

141

σύγχρονος. καὶ οὗτοι πάντες ἐπὶ τοῦ διωγμοῦ ἦσαν τοῦ γενομένου ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ. ἡ δὲ κατὰ τὸν Μελίτιον ὑπόθεσις τοῦτον ἔσχε τὸν τρόπον. Σχίσμα ἐποίησεν, οὐ μὴν μετηλλαγμένως τὴν πίστιν γεγένηται.
5οὗτος ἐν καιρῷ τοῦ διωγμοῦ ἅμα Πέτρῳ τῷ ἁγίῳ ἐπισκόπῳ καὶ μάρτυρι καὶ τοῖς ἄλλοις μάρτυσι συλληφθεὶς ὑπὸ τῶν ἐπὶ τούτῳ ὑπὸ τοῦ βα‐ σιλέως ἐπιτεταγμένων, τῶν κατ’ ἐκεῖνο καιροῦ ἡγεμόνων τῆς Ἀλεξαν‐ δρείας καὶ Αἰγύπτου (Κουλκιανὸς μὲν ἦν ἔπαρχος τῆς Θηβαΐδος, Ἀλεξαν‐ δρείας δὲ Ἱεροκλῆς)· καὶ ὁ μὲν Μελίτιος ἐν τῷ δεσμωτηρίῳ καθειρ‐
10〈γ〉μένος ἦν, αὐτός τε καὶ οἱ προειρημένοι μάρτυρες ἅμα τῷ προειρημένῳ Πέτρῳ τῷ τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπῳ. ἐδόκει δὲ καὶ ὁ Μελίτιος τῶν [τὴν] κατὰ τὴν Αἴγυπτον * προήκων καὶ δευτερεύων τῷ Πέτρῳ κατὰ τὴν ἀρχιεπισκοπήν, ὡς [δι’] ἀντιλήψεως αὐτοῦ χάριν, ὑπ’ αὐτὸν δὲ ὢν καὶ ἐπ’ αὐτὸν τὰ ἐκκλησιαστικὰ ἀναφέρων. τοῦτο γὰρ ἔθος
15ἐστί, τὸν ἐν τῇ Ἀλεξανδρείᾳ ἀρχιεπίσκοπον πάσης τε Αἰγύπτου καὶ Θηβαΐδος, Μαρεώτου τε καὶ Λιβύης, Ἀμμωνιακῆς, Μαρμαρίδος τε καὶ Πενταπόλεως ἔχειν τὴν ἐκκλησιαστικὴν διοίκησιν. ἐπεὶ οὖν συλλη‐ φθέντες οὗτοι πάντες μαρτυρίου χάριν ἐν τῇ φυλακῇ ἔπραττον, χρόνῳ δὲ ἱκανῷ ἐπέμειναν καθειργμένοι—ἄλλοι δὲ πρὸ αὐτῶν παραδοθέντες
20ἐμαρτύρησαν καὶ τὸ τέλος τοῦ βραβείου ἀπείληφαν καὶ ἐκοιμήθησαν· οὗτοι δὲ ὡς ἀκραίμονες καὶ μείζους ἐς ὕστερον ἐτηροῦντο—2. καὶ ἐπειδὴ τινῶν μὲν μαρτυρησάντων, ἄλλων δὲ τοῦ μαρτυρίου ἐκπεσόντων, καὶ τὴν ἀθεμιτουργίαν τῆς τῶν εἰδώλων θρῃσκείας πραξάντων, οἳ κατ’ ἀνάγκην καὶ θυσιῶν ἐφήψαντο, παραπεσόντες οὖν καὶ θύσαντες καὶ
25παραβάντες προσῆλθον τοῖς ὁμολογηταῖς τε καὶ μάρτυσιν, ὅπως τύχωσιν ἐλέους διὰ μετανοίας, οἱ μὲν ἀπὸ στρατιωτῶν ὄντες, οἱ δὲ ἀπὸ κληρικῶν ὑπάρχοντες διαφόρου κλήρου, πρεσβυτερίου τε καὶ διακονίας καὶ ἄλλων,
κίνησις ἐγένετο ἀνὰ μέσον τῶν μαρτύρων καὶ τάραχος οὐχ ὁ τυχών,141 in vol. 3
Haer
.

3

.

142

τῶν μὲν λεγόντων τοὺς ἅπαξ παραπεσόντας καὶ ἀρνησαμένους καὶ ἐν ἀνδρειότητι μὴ παραμείναντας μηδὲ ἀγωνισαμένους μὴ δεῖν ἀξιοῦσθαι εἰς μετάνοιαν, ἵνα μὴ καὶ οἱ ἔτι περιλειφθέντες ἔλαττον φροντίσαντες τῆς ἐπιτιμίας διὰ τὴν τοιαύτην θᾶττον γενομένην αὐτοῖς συγχώρησιν
5ἐκτραπῶσι, καὶ εἰς ἐπαρνησιθεΐαν καὶ ἀθεμιτουργίαν Ἑλληνισμοῦ ἔλ‐ θωσι. καὶ ἦν εὔλογον τὸ παρ’ αὐτῶν τῶν ὁμολογητῶν λεγόμενον. ἦσαν δὲ οἱ τοῦτο λέγοντες Μελίτιος καὶ Πηλεὺς καί τινες ἄλλοι πλείους τῶν μαρτύρων καὶ ὁμολογητῶν ἅμα αὐτοῖς. ζῆλον τοίνυν τὸν ὑπὲρ θεοῦ ἀναδεδειγμένοι δῆλον ὅτι † ἔπασχον ταῦτα λέγοντες. ἔφασκον δέ, εἰ
10ἄρα μετὰ τὸ παύσασθαι τὸν διωγμὸν μετὰ χρόνον ἱκανὸν δίδοσθαι τοῖς προειρημένοις μετάνοιαν ἐν καιρῷ γενομένης εἰρήνης, ἐὰν ἐπ’ ἀληθείας μετανοήσωσι καὶ καρπὸν τῆς μετανοίας αὐτῶν ἐπιδείξωνται, οὐ μὴν ἵνα ἕκαστος δεξιωθῇ ἐν τῷ ἰδίῳ κλήρῳ, ἀλλὰ μετὰ χρόνου διάστημα συνάγεσθαι ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν τῇ κοινωνίᾳ, ἐν τῷ τάγματι 〈δὲ τῶν
15λαϊκῶν〉 καὶ οὐκ ἐν κλήροις. καὶ ἦν φιλάληθες καὶ ζήλου πλῆρες τοῦτο. 3. Ὁ δὲ ἁγιώτατος Πέτρος, εὔσπλαγχνος ὢν καὶ ὡς πατὴρ πάντων ὑπάρχων, ἐδέετο καὶ καθικέτευε λέγων· δεξώμεθα αὐτοὺς μετανοοῦντας καὶ τάξωμεν αὐτοῖς μετάνοιαν εἰς τὸ παρακαθέζεσθαι τῇ ἐκκλησίᾳ, καὶ μὴ ἀποστρέψωμεν αὐτοὺς μήτε τῶν κλήρων (ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν
20λόγος περιέχει), μή ποτε εἰς αἰσχύνην 〈αὐτοῖς γένηται〉 καὶ διὰ παρολκὴν τοῦ χρόνου οἱ ἅπαξ ἀπὸ ἀνανδρίας καὶ ἀσθενείας ὑπὸ διαβόλου ἐπισει‐ σθέντες καὶ παρασαλευόμενοι τελείως ἐκτραπῶσι καὶ μὴ ἰαθῶσιν, ὡς κατὰ τὸ γεγραμμένον «μὴ ἐκτραπῆναι τὸ χωλόν, ἰαθῆναι δὲ μᾶλλον». καὶ ἦν μὲν τοῦ Πέτρου ὁ λόγος ὑπὲρ ἐλέους καὶ φιλανθρωπίας καὶ τοῦ
25Μελιτίου καὶ τῶν ἅμα αὐτῷ ὑπὲρ ἀληθείας καὶ ζήλου. ἐντεῦθεν διὰ τοῦ προσώπου τῆς ἀπὸ ἀμφοτέρων δοκούσης εὐσεβοῦς ὑποθέσεως τὸ σχίσμα
γεγένηται, τῶν μὲν τοῦτο φασκόντων, τῶν δὲ τοῦτο. ὅτε γὰρ εἶδεν ὁ142 in vol. 3
Haer
.

3

.

143

ἀρχιεπίσκοπος Πέτρος, ὅτι ἀντέστησαν τῇ βουλῇ τῆς αὐτοῦ φιλανθρωπίας οἱ περὶ τὸν Μελίτιον, ζήλῳ θεϊκῷ περισσοτέρως φερόμενοι, καταπέτασμα αὐτὸς ὁ Πέτρος ἐποίησε μέσον τῆς φυλακῆς, ἱμάτιον ἐκπετάσας τουτέστι λωδίκιον εἶτ’ οὖν παλλίον καὶ κηρύξας 〈διὰ〉 διακόνου ὅτι οἵτινές εἰσι
5τῆς ἐμῆς γνώμης παρελθέτωσαν πρός με καὶ οἵτινες τῆς Με‐ λιτίου γνώμης τυγχάνουσι πρὸς Μελίτιον. καὶ διῃρέθη τὸ μὲν πλῆθος ἅμα Μελιτίῳ, ἐπισκόπων τε καὶ μοναχῶν καὶ πρεσβυτέρων καὶ ἄλλων ταγμάτων· ὀλίγοι δὲ παντελῶς ἅμα Πέτρῳ τῷ ἀρχιεπισκόπῳ 〈ἐγίνοντο〉, ἐπίσκοποί τε καὶ ἄλλοι ὀλίγοι. καὶ λοιπὸν οὗτοι κατ’ ἰδίαν ηὔχοντο καὶ οὗτοι
10κατ’ ἰδίαν, καὶ τὰς ἄλλας ἱερουργίας ὡσαύτως ἕκαστος ἰδίᾳ ἐπετέλει. Γίνεται δὲ Πέτρον μαρτυρῆσαι, καὶ ἐτελειώθη ὁ μακάριος, διάδοχον καταλείψας Ἀλέξανδρον ἐν τῇ Ἀλεξανδρείᾳ. αὐτὸς γὰρ διαδέχεται τὸν θρόνον μετὰ τὸν προειρημένον Πέτρον. Μελίτιος δὲ καὶ ἄλλοι πολλοὶ ἐξορισμῷ ὑπέπεσον, ὑπερορισθέντες ἐν τοῖς Φαινησίοις μετάλλοις. καὶ
15τότε λοιπὸν οἱ συρόμενοι ὄντες ὁμολογηταὶ * ἅμα Μελιτίῳ, καὶ αὐτὸς Μελίτιος ἐν τῇ εἱρκτῇ κατά 〈τε〉 τὴν ὁδοιπορίαν, καθ’ ἑκάστην χώραν καὶ καθ’ ἕκαστον τόπον διερχόμενος καθίστα κληρικούς, ἐπισκόπους τε καὶ πρεσβυτέρους καὶ διακόνους, καὶ ᾠκοδόμει ἐκκλησίας ἰδίας, καὶ οὔτε οὗτοι τούτοις ἐκοινώνουν οὔτε ἐκεῖνοι τούτοις. ἐπέγραφον δὲ ἕκαστος
20ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ οἱ μὲν ἀπὸ τοῦ Πέτρου διαδεξάμενοι ἔχοντες τὰς οὔσας ἀρχαίας ἐκκλησίας, ὅτι «ἐκκλησία καθολική», οἱ δὲ ἀπὸ Μελιτίου «ἐκκλησία μαρτύρων». ὅθεν καὶ ἐν Ἐλευθεροπόλει καὶ ἐν Γάζῃ καὶ ἐν Αἰλίᾳ παρελθὼν ὁ αὐτὸς Μελίτιος πολλοὺς οὕτως ἐχειροτόνησε. καὶ γέγονεν αὐτὸν χρονοτριβῆσαι ἐν τοῖς προειρημένοις μετάλλοις· ἀλλὰ
25μεταξὺ ἀπολύονται τῶν μετάλλων οἱ ὁμολογηταί, οἵ τε τοῦ μέρους Πέτρου (ἦσαν γὰρ ἔτι πολλοί) καὶ οἱ τοῦ Μελιτίου. οὔτε γὰρ ἐν τοῖς μετάλλοις ἀλλήλοις ἐκοινώνουν ἢ συνηύχοντο. γίνεται δὲ τὸν Μελίτιον ἔτι δια‐ τρῖψαι ἐν κόσμῳ χρόνον, ὥστε συνακμάσαι καὶ Ἀλεξάνδρῳ τῷ τοῦ Πέτρου διαδόχῳ, τὰ φίλα τε ἔχειν 〈πρὸς αὐτόν〉· ἐμερίμνα τε τὰ περὶ τῆς
30ἐκκλησίας καὶ πίστεως. ἔφην γὰρ πολλάκις ὅτι οὐδὲν εἶχεν παρηλλαγμένον.143 in vol. 3
Haer
.

3

.

144

4. Αὐτὸς γὰρ οὗτος ὁ Μελίτιος ἐν Ἀλεξανδρείᾳ γενόμενος κἀκεῖσε διατρίβων χρόνον, ἔχων ἰδίαν τὴν σύναξιν σὺν τοῖς ἰδίοις, τὸν Ἄρειον ἐφώρασεν, ἀνενέγκας ἐπὶ τὸν Ἀλέξανδρον, ὡς ἐνηχήθη [δὲ] τὸν Ἄρειον ἐν ταῖς αὐτοῦ ἐξηγήσεσιν ἔξω τοῦ προκειμένου τῆς πίστεως βεβη‐
5κότα. ἦν γὰρ οὗτος ἐν Βαυκάλει τῇ ἐκκλησίᾳ οὕτω καλουμένῃ Ἀλεξαν‐ δρείας πρεσβύτερος. καθ’ ἑκάστην γὰρ εἷς πρεσβύτερός ἐστιν ἀποτετα‐ γμένος (ἦσαν γὰρ πολλαὶ ἐκκλησίαι, νῦν δὲ πλείους) καὶ αὐτῷ ἡ ἐκκλησία ἐγκεχείριστο, κἄν τε ἄλλος σὺν αὐτῷ ἦν· ὧν ἕνεκα γενόμενοι ἐν τῷ τόπῳ λέξομεν κατὰ λεπτότητα, ὅτε χρεία περὶ τούτου ἔσται. ἐπεὶ οὖν ἐφώρασε
10τὸν Ἄρειον σπουδαίως Ἀλέξανδρος, συγκαλέσας ἐπισκόπους καὶ 〈ποιή‐ σασ〉 σύνοδον ἐζήτει ἀξιῶν περὶ πίστεως καὶ ἀπαιτῶν τὸν Ἄρειον 〈λόγον〉 περὶ τῆς ἐν αὐτῷ ἐγκισσηθείσης λύμης τῆς κακοδοξίας. ὁ δὲ Ἄρειος οὐ μὴν ἠρνήσατο, ἀλλὰ καὶ μετὰ τετριμμένου προσώπου ὡς εἶχεν οὕτως ἀπεκρίνατο· καὶ ἐξεοῖ μὲν Ἀλέξανδρος αὐτὸν τῆς ἐκκλησίας,
15ἐξεοῦται δὲ ἅμα αὐτῷ πλῆθος πολύ, οἱ ἀπ’ αὐτοῦ κεχραμμένοι παρθε‐ νευουσῶν καὶ ἄλλων κληρικῶν. ὁ δὲ Ἄρειος ἀποδράσας ἐπὶ τὴν Παλαιστι‐ νῶν στέλλεται τὴν πορείαν, ἐν Νικομηδείᾳ τε ἀνελθὼν κἀκεῖθεν γράψας ἐπιστολὰς Ἀλεξάνδρῳ, οὐχ ὑπερέβαινε τῆς αὐτοῦ κακοδοξίας τὴν μα‐ νιώδη διάνοιαν. ἀλλὰ μεταξὺ ὀλίγου τοῦ χρόνου, τοῦ αὐτοῦ Ἀλεξάν‐
20δρου τοῦ ἁγίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιμελησαμένου καὶ κινήσαν‐ τος τὸν μακάριον Κωνσταντῖνον, συνεκρότησε σύνοδον ἐν [τῇ] Νικαίᾳ τῇ πόλει. καὶ ἀναθεματίζεται μὲν ἡ Ἀρείου αἵρεσις· μετὰ 〈δὲ〉 τὸ ἀπο‐ θανεῖν αὐτὸν *. τὸ πρῶτον μὲν γὰρ ἠρνεῖτο εἰς πρόσωπον τοῦ μακαρίου βασιλέως Κωνσταντίνου καὶ δι’ ὅρκων προσεποιεῖτο εἰρωνείᾳ τὰ τῆς
25ὀρθοδοξίας ῥήματα. φήσαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὅτι εἰ μὲν144 in vol. 3
Haer
.

3

.

145

δικαιότατα ἀπόμνυσαι, πιστωθείη ὁ σὸς ὅρκος, καὶ ἀθῷος ἔσῃ· εἰ δὲ δολίως, 〈ὁ θεός,〉 καθ’ οὗ ὤμοσας, ποιήσαι τὴν κατὰ σοῦ ἐκδικίαν. ὅπερ οὐκ εἰς μακρὰν αὐτῷ γέγονεν, ὡς ὕστερον ἐροῦμεν. συμπράττων τοίνυν οὗτος ὁ Ἄρειος Εὐσεβίῳ τῷ ἐπισκόπῳ Νικομηδείας τὰ αὐτὰ
5αὐτῷ φρονοῦντι προσηνέχθη τῷ αὐτῷ βασιλεῖ ὡς δῆθεν ἀρνούμενος καὶ ἀναθεματίζων τὴν αὐτοῦ αἵρεσιν. ὅθεν κελεύει καὶ ἐπιτρέπει Εὐσε‐ βίῳ τὸν αὐτὸν συνάξαι ἐν Κωνσταντινουπόλει ἐπὶ Ἀλεξάνδρου ἐπισκό‐ που, ὁμωνύμου τοῦ ἐν Ἀλεξανδρείᾳ ἐπισκόπου, ὄντος δὲ ἐπισκόπου Κωνσταντινουπόλεως.
10 5. Ἤδη δὲ ὁ μακαρίτης Ἀλέξανδρος ὁ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν τελευτὴν Μελιτίου τοῦ προειρημένου ὁμολογητοῦ ζῆλον ἀνειληφὼς κατὰ τοῦ σχίσματος τῆς ἐκκλησίας πάντῃ τοὺς ἰδίᾳ συνάγοντας ὑπὸ δὲ Μελι‐ τίου καταλειφθέντας ἐδόκει ταράσσειν τε καὶ συνέχειν βιάζεσθαί τε ὅπως μὴ ἀφηνιάσωσι τῆς μιᾶς ἐκκλησίας. οἱ δὲ μὴ βουλόμενοι ἐτάραττον
15καὶ ταραχὰς ἐνήργουν. ἐκ τούτου πιεζόμενοι καὶ συνεχόμενοι ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου ἐπιχειροῦσί τινες ἐξ αὐτῶν ἀκραίμονες καὶ τὰ πρωτεῖα ἀποφερόμενοι ἔν τε εὐσεβείᾳ καὶ ἐν βίῳ καὶ στέλλονται ἐπὶ τὸ κομητάτον ἐντυχίας ἕνεκα, τοῦ ἐντυχεῖν καὶ ἀνεθῆναι τοῦ συνάγειν ἰδίᾳ καὶ μὴ κωλύεσθαι. ἦν δὲ Παφνούτιός τις μέγας ἀνὴρ ἀναχωρητὴς
20καὶ αὐτὸς υἱὸς ὁμολογητρίας τυγχάνων παραψάμενός 〈τε〉 καὶ αὐτὸς ποσῶς τῆς ὁμολογίας, Ἰωάννης τε ἐπίσκοπος τῶν αὐτῶν, ἀνὴρ καὶ αὐτὸς τιμιώτατος, Καλλίνικός τε ὁ ἐν Πηλουσίῳ ἐπίσκοπος καὶ ἄλλοι τινὲς οἱ τοῦτο ποιησάμενοι· οἵτινες ἀπελθόντες καὶ ἐντυχόντες τῷ βασιλεῖ ἀπετρέποντο καὶ ἐξεβάλοντο. οἱ γὰρ ἐν τῷ παλατίῳ ἀκούσαντες Μελι‐
25τιανῶν ὄνομα, καὶ ἀγνοοῦντες τί ἂν εἴη τὸ τοιοῦτον, οὐ συνεχώρουν αὐτοῖς ἐντυχεῖν τῷ βασιλεῖ. 6. Καὶ ἐν τούτῳ συμβέβηκε χρονοτριβῆσαι τοὺς περὶ Παφνούτιον καὶ Ἰωάννην καὶ 〈τοὺσ〉 λοιποὺς ἐπὶ τὰ μέρη τῆς Κωνσταντινουπόλεως καὶ Νικομηδείας. τότε δὲ φιλιοῦνται ἐπισκόπῳ Νικομηδείας τῷ Εὐσεβίῳ
30καὶ ἀναφέρουσιν αὐτῷ τὰ κατὰ τὴν αὐτὴν ὑπόθεσιν (ᾔδεισαν γὰρ αὐτὸν145 in vol. 3
Haer
.

3

.

146

πρὸς τὸν βασιλέα Κωνσταντῖνον παρρησίαν ἔχειν) ἀξιοῦσί τε αὐτὸν δι’ αὐτοῦ τῷ βασιλεῖ γνωρισθῆναι. ὁ δὲ μετὰ τὸ ὑποσχέσθαι αὐτοὺς ἀνοίσειν τῷ βασιλεῖ καὶ ποιῆσαι αὐτοῖς τὸ πρᾶγμα τῆς δεήσεως, αἰτεῖται παρ’ αὐτῶν τὸ αἴτημα τοῦτο, ὅπως δέξωνται Ἄρειον μετ’ αὐτῶν εἰς κοινωνίαν,
5δῆθεν προσποιητῶς αὐτὸν καὶ εἰρωνείᾳ μετανοοῦντα. οἱ δὲ ὑπισχνοῦνται αὐτῷ· καὶ ἐντεῦθεν προσφέρει αὐτοὺς τῷ βασιλεῖ, καὶ τὰ κατ’ αὐτοὺς Εὐσέβιος ἀναδιδάσκει καὶ συγχωρεῖται τοῖς Μελιτιανοῖς ἔκτοτε καθ’ ἑαυτοὺς συνάγειν καὶ μὴ ὑπό τινων ὀχλεῖσθαι. ὡς εἴθε μᾶλλον οἱ αὐτοὶ οἱ τὴν ἀκροδικαιοσύνην τῆς ἀληθείας ἀναδεδεγμένοι Μελιτιανοὶ μετὰ τῶν
10παραπεσόντων μετὰ μετάνοιαν ἐκοινώνησαν ἤπερ Ἀρείῳ καὶ τοῖς ἀπ’ αὐτοῦ. γέγονε γὰρ αὐτοῖς τοῦτο κατὰ τὴν παροιμίαν ὅτι φεύγοντες τὸν καπνὸν εἰς πῦρ ἐνέπεσον. οὔτε γὰρ Ἄρειος ἠδύνατο ἔχειν στάσιν καὶ παρρησίαν, εἰ μὴ διὰ τῆς τοιαύτης ὑποθέσεως, ἥτις γέγονεν αὐτοῖς καὶ εἰς δεῦρο κακὴ συνάφεια. συνεμίγησαν γὰρ οἱ καθαρεύοντές ποτε καὶ
15ἀκροδίκαιοι τῇ πίστει Μελιτιανοὶ μετὰ τῶν τοῦ Ἀρείου μαθητῶν. καὶ οἱ πλείους μὲν ἤδη ἐχράνθησαν τῇ τοῦ Ἀρείου κακοπιστίᾳ, ἀπὸ τῆς πίστεως ἐκτραπέντες ἐν τούτοις τοῖς χρόνοις· τινὲς δὲ εἰ καὶ ἔμειναν ἔχοντες τὴν ἀληθινὴν πίστιν, ἔχουσι μέν, οὐ μὴν δέ εἰσιν ἀπηλλαγμένοι τῆς βορ‐ βορώδους ῥυπαρίας διὰ τὴν πρὸς τὸν Ἄρειον καὶ Ἀρειανοὺς κοινωνίαν.
20ἀπὸ δὲ τῆς προειρημένης ὑποθέσεως ἔσχεν ἡ πρὸς τούτους συνάφεια Μελιτίου τε καὶ Μελιτιανῶν προφάσεις. Ἀλλὰ μεταξὺ ὀλίγου χρόνου (καθὼς 〈γὰρ〉 ὑπεσχόμην εἰπεῖν τὴν ὑπόθεσιν ἐνταῦθα διηγήσομαι) ἀναγκαζομένου Ἀλεξάνδρου τοῦ τῆς Κων‐ σταντινουπόλεως ἐπισκόπου συνάξαι τὸν Ἄρειον καὶ αὐτοῦ εὐχομένου
25καὶ στενάξαντος καὶ κλίναντος τὰ γόνατα περὶ ὥραν ἐνάτην τῷ σαββάτῳ ἐνώπιον τοῦ θυσιαστηρίου, τοῦ Εὐσεβίου λέγοντος ὅτι εἰ μὴ βουληθείης ἑκὼν τοῦτον αὐτὸς συνάξαι, ἄκοντός σου σὺν ἐμοὶ εἰσελεύσεται τῇ αὔριον ἡμέρᾳ, κυριακὴ δὲ ἐπέφωσκεν—ὡς δὲ ἔφην εὐξαμένου τοῦ Ἀλεξάνδρου καὶ δεηθέντος τοῦ κυρίου ἡμῶν ἢ αὐτὸν ἐπᾶραι, ἵνα μὴ συμμολυνθῇ τῷ
30Ἀρείῳ τῷ κατὰ τοῦ κυρίου βλασφημήσαντι, ἢ ποιῆσαι παράδοξόν τι, ὡς εἴωθεν ἐν γενεᾷ καὶ γενεᾷ παραδοξοποιεῖν, οὐκ εἰς μακρὰν ἡ εὐχὴ τοῦ ἁγίου
ἐπληροῦτο. κατὰ τὰς νύκτας εἰσελθὼν ὁ Ἄρειος εἰς θᾶκον πρὸς 〈τὸ〉146 in vol. 3
Haer
.

3

.

147

τὰς αὐτοῦ χρείας παρασκευασθῆναι, ἐλάκησε, καθάπερ καὶ Ἰούδας ποτέ. καὶ οὕτως τὸ τέλος αὐτοῦ γέγονεν ἐν τόπῳ δυσώδει τῆς ἀκαθαρσίας. 7. Μετὰ δὲ τοῦτον τὸν χρόνον λοιπὸν ἐκαττύετο παρὰ τῶν τούτου μαθητῶν τὰ κατὰ τὴν συσκευὴν τῆς ἐκκλησίας. ἐτελεύτα δὲ Ἀλέξανδρος ὁ
5Ἀλεξανδρείας μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον. οὐ παρῆν δὲ Ἀθανάσιος μετὰ τὸν θάνατον Ἀλεξάνδρου· διάκονος γὰρ ἦν κατ’ ἐκεῖνο καιροῦ ὑπὸ Ἀλέξανδρον καὶ ἀπεστάλη ὑπ’ αὐτοῦ εἰς τὸ κομητάτον. Ἀλεξάνδρου δὲ ἐντειλαμένου μηδένα κατασταθῆναι, εἰ μὴ Ἀθανάσιον, ὡς αὐτός τε καὶ οἱ τοῦ κανόνος ἐμαρτύρουν καὶ πᾶσα ἡ ἐκκλησία, λαβόμενοι καιροῦ οἱ κατὰ Μελίτιον
10ἐπίσκοπον τῆς Αἰγύπτου, ἐπισκόπου μὴ παρόντος τῆς Ἀλεξανδρείας (οὐ γάρ ποτε ἡ Ἀλεξάνδρεια δύο ἐπισκόπους ἔσχεν, ὡς αἱ ἄλλαι πόλεις), καθιστῶσι τοίνυν ἀντὶ Ἀλεξάνδρου Θεωνᾶν τινα ὀνόματι, ὃς μῆνας τρεῖς ποιήσας ἐτελεύτα. καὶ παρεγένετο Ἀθανάσιος μετ’ οὐ πολὺ μετὰ τὴν τελευτὴν Θεωνᾶ. καὶ ἐκ πανταχόθεν συνεκροτήθη ὀρθοδόξων σύνοδος. καὶ οὕτως
15κατάστασις γέγονεν αὐτοῦ καὶ ἀπεδόθη αὐτῷ ὁ θρόνος τῷ ἀξίῳ καὶ ᾧ ἦν ἡτοιμασμένος κατὰ τὴν θεοῦ βούλησιν καὶ κατὰ τὴν 〈τοῦ〉 μακαρίου Ἀλεξάνδρου μαρτυρίαν τε καὶ ἐντολήν. Ἐντεῦθεν ἄρχεται Ἀθανάσιος βιοφορεῖσθαί τε καὶ λυπεῖσθαι διὰ τὸν μερισμὸν τῆς ἐκκλησίας, τῶν τε Μελιτιανῶν καὶ τῆς καθολικῆς
20ἐκκλησίας. ἔπειθε, παρεκάλει, καὶ οὐκ ἠνείχοντο· ἠνάγκαζεν, ἐβιάζετο *. ἐπισκεπτόμενος δὲ πολλάκις ἐγίνετο τὰς σύνεγγυς ἐκκλησίας, μάλιστα τὰς κατὰ τὸν Μαρεώτην. καὶ ποτὲ Μελιτιανῶν συναγόντων γέγονεν ἐκ τοῦ πλήθους τοῦ μετὰ Ἀθανασίου διάκονόν τινα ἐπεισελθόντα, μετὰ καί τινων τῶν ἀπὸ τοῦ λαοῦ, κατεᾶξαι κανδήλαν ὡς ἔχει ὁ λόγος καὶ μάχην
25γενέσθαι. ἐντεῦθεν ἡ κατὰ Ἀθανασίου συσκευὴ γέγονε, τῶν Μελιτιανῶν
κατηγορησάντων καὶ συκοφαντησάντων αὐτόν, ἕτερα ἀνθ’ ἑτέρων147 in vol. 3
Haer
.

3

.

148

〈λέγοντεσ〉, Ἀρειανῶν δὲ συσκευαζομένων καὶ συνεπιδόντων ἑαυτοὺς διὰ τὸν πρὸς τὴν ἁγίαν θεοῦ πίστιν καὶ ὀρθοδοξίαν φθόνον. καὶ ἀνακοινοῦνται τῷ βασιλεῖ Κωνσταντίνῳ. Εὐσέβιος δὲ ἦν, ὁ προειρημένος τῆς Νικο‐ μηδείας, ὁ ὑπουργὸς τοῦ παντὸς αὐτῶν συστήματος καὶ συσκευαστὴς τῆς
5κατὰ τὴν ἐκκλησίαν τε καὶ τὸν πάπαν Ἀθανάσιον βλάβης. οἱ κατήγοροι οὖν προσῆλθον τῷ βασιλεῖ, σκεῦός τι μυστηρίων λέγοντες εἶναι, ὅπερ καν‐ δήλαν τινὲς ἔφασαν ὡς προεῖπον. ἄλλα τέ τινα κατηγόρουν, φάσκοντες πρεσβύτερόν τινα τοῦ Μαρεώτου Ἀρσένιον τετυπτῆσθαι, τούτου τε τὴν χεῖρα μαχαίρᾳ ὑπὸ τῶν τοῦ Ἀθανασίου λαῶν εἴτ’ οὖν αὐτοῦ Ἀθανασίου
10τετμῆσθαι. ἐπεφέροντο γὰρ καὶ χεῖρα ἐν τῷ κομητάτῳ καὶ ἐπεδείκνυον, ἥτις ἦν ἐν γλωσσοκόμῳ. 8. Ταῦτα ὁ βασιλεὺς ἀκούσας αἴρεται μὲν θυμῷ. εἶχε γὰρ ζῆλον θεϊκὸν ὁ μακαρίτης· οὐ μὴν ᾔδει ὅτι συκοφάνται ἦσαν, δι’ ὃν προεῖπον ζῆλον τῶν Ἀρειανῶν κατὰ τῆς ὀρθοδοξίας. κελεύει δὲ συγκροτηθῆναι σύνο‐
15δον κατὰ τὴν Φοινίκην ἐν Τύρῳ τῇ πόλει. ἐκέλευσε δὲ δικάζειν Εὐσέβιον τὸν Καισαρείας καὶ ἄλλους τινάς· ἦσαν δὲ προσκεκλιμένοι οὗτοι ποσῶς μᾶλλον τῇ τῶν Ἀρειανῶν χυδαιολογίᾳ· καὶ ἐκλήθησαν ἐπίσκοποι τῆς Αἰγύπτου τῆς καθολικῆς καὶ ὑπὸ Ἀθανάσιον 〈ὄντεσ〉, ἀκραίμονές τινες ἄνδρες καὶ μείζους καὶ ἐν θεῷ ἔχοντες διαφανῆ τὸν βίον, ἐν οἷς ἦν ὁ μακα‐
20ρίτης Ποτάμων ὁ μέγας, ὁ τῆς Ἡρακλέους ἐπίσκοπος καὶ ὁμολογητής· ἀλλὰ καὶ οἱ τῶν Μελιτιανῶν, μάλιστα οἱ τοῦ Ἀθανασίου κατηγοροῦντες. ζηλωτὴς δὲ ὢν ὑπὲρ ἀληθείας καὶ ὀρθοδοξίας ὁ προειρημένος Ποτάμων ὁ μακαρίτης, ἐλευθεροστομῶν, ὃς οὐδέποτε εἴληφε πρόσωπόν τινος (τὸν ὀφθαλμὸν γὰρ ἐν τῷ διωγμῷ διὰ τὴν ἀλήθειαν ἐτυφλώθη), ἑωρακὼς τὸν
25Εὐσέβιον καθεζόμενον καὶ δικάζοντα καὶ Ἀθανάσιον ἑστῶτα, κατα‐
πονηθεὶς τῇ λύπῃ καὶ δακρύσας, οἷα γίνεται παρὰ τοῖς ἀληθέσιν, ἀπετεί‐148 in vol. 3
Haer
.

3

.

149

νατο φωνῇ μεγάλῃ Εὐσεβίῳ λέγων «σὺ καθέζῃ, Εὐσέβιε, καὶ Ἀθανάσιος ἀθῷος ὢν παρὰ σοῦ κρίνεται; τίς ἐνέγκοι τὰ τοιαῦτα; λέγε δέ μοι σύ· οὐ σὺν ἐμοὶ ἦσθα ἐν τῇ φυλακῇ ἐπὶ τοῦ διωγμοῦ; κἀγὼ μὲν ὀφθαλμὸν ἀπε‐ βαλόμην ὑπὲρ ἀληθείας, σὺ δὲ οὔτε φαίνῃ λελωβημένον τι ἔχων ἐν τῷ
5σώματι οὔτε ἐμαρτύρησας, ἀλλὰ ἕστηκας ζῶν μηδὲν ἠκρωτηριασμένος. πῶς ἀνεχώρησας ἀπὸ τῆς φυλακῆς, εἰ μὴ ὅτι ὑπέσχου τοῖς τὴν ἀνάγκην τοῦ διωγμοῦ ἡμῖν ἐπενέγκασι τὸ ἀθέμιτον πρᾶξαι ἢ ἔπραξας;» ταῦτα ἀκούσας Εὐσέβιος αἴρεται μὲν εἰς ἀγανάκτησιν καὶ ἀναστὰς διέλυσε τὸ δικαστήριον λέγων ὅτι «εἰ ἐνταῦθα ἤλθετε καὶ πρὸς ἡμᾶς τὰ τοιαῦτα
10ἀντιλέγετε, ἄρα οὖν ἀληθεύουσιν οἱ κατήγοροι ὑμῶν. εἰ γὰρ ὧδε τυραν‐ νεῖτε, πολλῷ μᾶλλον ἐν τῇ ὑμῶν πατρίδι». 9. Εἶτα ἐπεχείρησεν Εὐσέβιος καὶ οἱ μετ’ αὐτοῦ, καὶ ἀποστέλλουσι δύο τινὰς τῶν ἀπὸ Παννωνίων ἐπισκόπων τὰ Ἀρείου φρονοῦντας, Οὐρ‐ σάκιόν τε καὶ Οὐάλεντα, εἴς τε τὴν Ἀλεξάνδρειαν καὶ Μαρεώτην, ἔνθα
15ἔλεγον γεγενῆσθαι τὰ προειρημένα, τοῦ τε σκεύους καὶ τῶν ἄλλων πραγ‐ μάτων τῆς μάχης. οἱ δὲ ἀπελθόντες οὐκ ἐκεῖνα ἀνήνεγκαν ὅσα ἦν ἀληθῆ, ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων † παραχωρήσαντες ἐψεύσαντο καὶ ἐσυκοφάντησαν τὸν μακαρίτην πάπαν Ἀθανάσιον. κἀκεῖνα δὲ ὡς ἀληθῆ ὄντα πλασάμενοι ἐγγράφως ἐνέγκαντες ἀνέφερον ἐπὶ τὴν σύνοδον τῶν περὶ Εὐσέβιον καὶ
20τοὺς ἄλλους, ὡς εἰσύστερον ἔδειξαν μετανοοῦντες Οὐρσάκιος καὶ Οὐάλης μετὰ λιβέλλων προσελθόντες τῷ μακαρίτῃ Ἰουλίῳ τῷ ἐπισκόπῳ Ῥώμης, ὑπεραπολογούμενοι τοῦ αὐτῶν σφάλματος· ὅτι ἐσυκοφαντήσαμεν τὸν πάπαν Ἀθανάσιον, ἀλλὰ δέξαι ἡμᾶς εἰς κοινωνίαν καὶ εἰς μετάνοιαν. καὶ πρὸς αὐτὸν δὲ τὸν Ἀθανάσιον ταῖς αὐτῶν ἐχρήσαντο ἐγγράφοις διὰ
25μετανοίας συστάσεσιν. ὁρῶντος δὲ τοῦ πάπα Ἀθανασίου ὄντος ἐν τῇ Τύρῳ βαρεῖαν τὴν τότε συσκευὴν ἐκ πανταχόθεν, πρὶν ἢ εἰσελθεῖν εἰς τὸ δικαστήριον ἢ εἰς πρόσωπον τὰ συκοφαντούμενα ἐξ ἀντικαταστάσεως γένηται, νύκτωρ ἀναχωρήσας ἀνέρχεται πρὸς Κωνσταντῖνον εἰς τὸ
κομητάτον καὶ προσφέρει αὐτῷ τὰ κατ’ αὐτὸν ἀναδιδάσκων. ὁ δὲ ἔτι149 in vol. 3
Haer
.

3

.

150

λύπῃ φερόμενος καὶ νομίζων μή πη ἄρα ἀληθεύουσιν οἱ κατηγορήσαντες, ψεύδεται δὲ ὁ ἀπολογούμενος, ἔτι ἐχαλέπαινε. χαλεπαίνοντος δὲ αὐτοῦ ὁ πάπας Ἀθανάσιος λόγον βαρὺν τῷ βασιλεῖ ἐπετείνετο· ὡς ὅτι δικάσει κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὁποῖα καὶ αὐτὸς συμφωνεῖς τοῖς συκοφαντοῦσι
5τὴν ἡμετέραν μετριότητα. ἐντεῦθεν συμβαίνει αὐτὸν ἐξορίᾳ ὑποπεσεῖν, ἀπό τε τῶν γραφέντων ἀπὸ τῆς συνόδου τῷ βασιλεῖ (ἀπόντος γὰρ αὐτοῦ καθαίρεσιν ποιοῦνται αὐτοῦ), καὶ ἐξ ὧν ὁ βασιλεὺς παροξυνθεὶς πρὸς αὐτὸν ἐλυπεῖτο, καὶ μένει ἐν τοῖς μέρεσι τῆς Ἰταλίας ἐπὶ ἔτεσι πλείω δώδεκα ἢ δεκατέσσαρα.
10 10. Πολὺς δὲ μετέπειτα ᾄδεται λόγος ὡς Ἀρσένιος, ὁ πάλαι ἐν τεθνεῶσι παρὰ τῶν συκοφαντῶν καταγγελλόμενος καὶ τὴν χεῖρα τετμῆσθαι λεγόμενος, εὕρηται ἐν τοῖς μέρεσι τῆς Ἀραβίας, καὶ ὡς ἀνήγγειλεν ἑαυτὸν ὅλως ὁ Ἀρσένιος τῷ πάπᾳ Ἀθανασίῳ ὄντι ἐν τῇ ἐξορίᾳ· καὶ τοῦ πάπα Ἀθανασίου λεληθότως αὐτὸν μεταστειλαμένου, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα
15φήμη περιέχει, καὶ αὐτοῦ Ἀρσενίου πρὸς τὸν αὐτὸν μακαρίτην Ἀθα‐ νάσιον γενομένου, ὁμοῦ τε ἐπὶ τοῖς περὶ Κώνσταν καὶ Κωνστάντιον τοὺς υἱοὺς Κωνσταντίνου γενομένοις ἅμα 〈ἐλθόντων αὐτῶν〉. ὁ μὲν Ἀθανάσιος τὸν Ἀρσένιον ἐδείκνυε ζῶντά τε καὶ δύο χεῖρας ἔχοντα, συκοφαντίας τε λοιπὸν οἱ κατήγοροι αἴτιοι οὐ μόνον ηὑρίσκοντο, ἀλλὰ καὶ τυμβωρυχίας,
20διὰ τήν ποτε περιφερομένην νεκρὰν χεῖρα. ἐντεῦθεν τὸ μὲν πᾶν γελοῖον ἦν καὶ ἔκπληξις τοῦ τοιούτου καὶ τοσούτου δραματουργήματος καὶ ἀπορία τὸ τί ἄν 〈τισ〉 εἴποι περί τε τῶν κατηγορησάντων περί τε τοῦ κατη‐ γορουμένου καὶ περὶ [τε] τῶν ἄλλων πάντων, ἃ κατὰ μέρος 〈βουλόμενοσ〉 εἰπεῖν πολὺν ἀναλώσω χρόνον. τελευτήσαντος δὲ Κωνσταντίνου, τοῦ
25πάπα Ἀθανασίου ἐν πολλῇ παρρησίᾳ 〈γενομένου〉 καὶ εὐδοκιμήσει καὶ δεξιώσει 〈ἐπὶ〉 Ῥώμης τε καὶ πάσης Ἰταλίας καὶ πρὸς αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ παῖδας Κωνστάντιον καὶ Κώνσταν, ἀποστέλλεται ἐκ τῶν δύο βασιλέων, μετὰ τὴν τοῦ μεγάλου Κωνσταντίνου τελευτήν, Κων‐ σταντίου ὄντος ἐπὶ τῆς Ἀντιοχείας καὶ συνευδοκοῦντος 〈δι’〉 ἰδίων τε
30καὶ ἐγγράφων ἐπιστολῶν, * παρὰ τῶν τριῶν βασιλέων ἔγνωμεν γρα‐150 in vol. 3
Haer
.

3

.

151

φεισῶν τοῖς Ἀλεξανδρεῦσι καὶ αὐτῷ τῷ πάπᾳ Ἀθανασίῳ· καὶ καθ‐ έζεται πάλιν εἰς τὸν θρόνον μετὰ τὸν διαδεξάμενον αὐτὸν 〈τὸν〉 ὑπὸ τῶν Ἀρειανῶν πεμφθέντα Γρηγόριον, ὅτε ἦν ἐν τῇ ἐξορίᾳ Ἀθανάσιος. 11. Πάλιν δὲ συνεσκευάσθη πρὸς Κωνστάντιον ἀπὸ τῶν περὶ Στέ‐
5φανον καὶ ἐξεώθη. καὶ μετέπειτα πάλιν συνεσκευάσθη ἀπὸ τῶν περὶ Λεόντιον τὸν ἀπόκοπον καὶ τῶν ἅμα αὐτοῖς. ἔνθεν ἐγίνετο αὐτὸν ἐκ‐ βάλλεσθαι καὶ πάλιν εἰσφέρεσθαι· Γεώργιος γὰρ ὑπὸ Κωνσταντίου ἀπο‐ στέλλεται καὶ ὑποχωρεῖ Ἀθανάσιος, κρυβεὶς χρόνον τινά, ἕως ὅτε ὁ Γεώργιος ἀνῃρέθη, ἐν ᾧ χρόνῳ ἐβασίλευσεν Ἰουλιανὸς καὶ εἰς Ἑλλη‐
10νισμὸν ἐτράπη μετὰ τὴν τελευτὴν Κωνσταντίου. Ἀλεξανδρέων γὰρ μῆνιν τηρησάντων τῷ Γεωργίῳ τοῦτον ἀπέκτειναν, καὶ καύσαντες καὶ τέφραν ποιήσαντες εἰς ἀνέμους ἐσκόρπισαν. ἀποθανόντος δὲ τοῦ Ἰου‐ λιανοῦ ἐν τῇ Περσίδι καὶ διαδεξαμένου τὸ βασίλειον Ἰοβιανοῦ τοῦ μακα‐ ρίτου, μετὰ πολλῆς τιμῆς καὶ ἀξιοπίστων γραμμάτων γράψαντος τῷ
15ἐπισκόπῳ Ἀθανασίῳ καὶ μεταστειλαμένου περιπτυξαμένου τε αὐτὸν καὶ ἀποστείλαντος εἰς τὸν ἴδιον θρόνον, πάλιν ἀπολαβούσης τῆς ἁγίας ἐκκλησίας τὸν ἐπίσκοπον καὶ πρὸς ὀλίγον παρακληθείσης, τελευτήσαντος τοῦ Ἰο‐ βιανοῦ, ἐν τοῖς αὐτοῖς πάλιν ὁ μακάριος Ἀθανάσιος διωγμοῖς καὶ φήμαις καὶ ταραχαῖς ἐφέρετο. οὐ μὴν ἀπὸ τῆς ἐκκλησίας καὶ τοῦ θρόνου μετε‐
20κινήθη, Ἀλεξανδρέων δὲ πρεσβευσαμένων ὑπὲρ αὐτοῦ καὶ πάσης τῆς πόλεως ἀξιωσάσης, μετὰ τὸ Λούκιον τὸν καὶ νῦν 〈ὄντα, τὸν〉 Ἀρειανὸν κατασταθῆναι 〈ἐπίσκοπον Ἀλεξανδρείασ〉 ἐπὶ ξένης, τάχα δὲ ἐν Ἀν‐ τιοχείᾳ καὶ πολλάκις παρακαλέσαντα τὸν βασιλέα Οὐάλεντα ἀποστα‐ λῆναι εἰς τὸν τῆς Ἀλεξανδρείας θρόνον * [καὶ] αὐτοῦ διὰ τὴν τῶν λαῶν
25ταραχὴν μὴ βουληθέντος αὐτὸν ἐξεῶσαι. πέρας γ’ οὖν ὅτε ἐτελεύτα ὁ πάπας Ἀθανάσιος, ἀπεστάλη Λούκιος, πολλὰ κακὰ ἐνδειξάμενος τῇ τε ἐκκλησίᾳ τῇ τε πόλει τοῖς λαοῖς τοῖς ἐπισκόποις τοῖς κληρικοῖς, τοῖς ὑπὸ Ἀθανάσιον οὖσι καὶ αὐτὸν ἐν ἑκάστῃ ἐκκλησίᾳ ἀποδεξαμένοις, καὶ Πέτρῳ τῷ μετὰ Ἀθανάσιον κατασταθέντι διαδόχῳ αὐτοῦ ἐν Ἀλεξαν‐
30δρείᾳ.151 in vol. 3
Haer
.

3

.

152

Ταῦτα ἕως τῆς δεῦρο πέπρακται, τῶν μὲν ἐξορισθέντων, ἐπισκόπων τε καὶ πρεσβυτέρων καὶ διακόνων, ἄλλων δὲ κεφαλικὴν τιμωρίαν ὑποστάν‐ των ἐπὶ τῆς Ἀλεξανδρείας, ἑτέρων δὲ θηριομαχησάντων, παρθενευ‐ ουσῶν δὲ ἀποκτανθεισῶν καὶ πολλῶν ἄλλων ἀπολομένων. ἐν τούτοις ἔτι
5δεῦρο φέρεται ἡ ἐκκλησία τοῦ θεοῦ, ἀπὸ τῆς προειρημένης ὑποθέσεως τῶν Μελιτιανῶν καὶ τῶν Ἀρειανῶν, τῶν διὰ τοιούτων τρόπων ἐσχηκότων τὴν στάσιν καὶ 〈τὴν πρόφασιν〉 τοῦ ἐνισχῦσαι τὸ αὐτὸ σύστημα τῆς κακο‐ δοξίας, φημὶ δὲ Ἀρειανῶν. ἐν δὲ τῷ κατὰ Ἀρείου ἐλέγχῳ κατὰ λεπτὸν περὶ πάντων διηγησόμεθα. ὑπερβήσομαι δὲ καὶ ταύτην τὴν ὑπόθεσιν,
10ἐπὶ δὲ αὐτὴν τὴν τῶν Ἀρειανῶν αἵρεσιν παρελεύσομαι, θεὸν ἐπικαλούμενος βοηθὸν τῷ φοβερῷ τούτῳ καὶ πολυκεφάλῳ ἑρπετῷ πρὸς μάχην πελάζειν παρερχόμενος. Κατὰ τῶν Ἀρειομανιτῶν μθ, τῆς δὲ ἀκολουθίας ξθ. 1. Τούτους τοὺς 〈τῶν〉 περὶ τὸν Μελίτιον καὶ τοῦ ἁγίου Πέτρου
15Ἀλεξανδρείας ἐπισκόπου χρόνους καθεξῆς διαδέχεται Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ Ἀρειανοί, ἐν χρόνοις ἀκμάσας Ἀλεξάνδρου τοῦ ἁγίου ἐπισκόπου, τοῦ διαδόχου Πέτρου, τοῦ καθελόντος τὸν αὐτὸν Ἄρειον διὰ πολλῆς κινήσεως καὶ μεγάλης συνόδου. ἀπεκίνησε γὰρ αὐτὸν καὶ ἐξέβαλε τῆς ἐκκλησίας τε καὶ τῆς πόλεως, ὡς μέγα κακὸν φοιτῆσαν τῷ βίῳ. φασὶν δὲ αὐτὸν Λίβυν τῷ γένει,
20ἐν Ἀλεξανδρείᾳ δὲ πρεσβύτερον γεγονότα, ὃς προΐστατο τῆς ἐκκλησίας τῆς Βαυκάλεως οὕτω καλουμένης. ὅσαι γὰρ ἐκκλησίαι τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ ὑπὸ ἕνα ἀρχιεπίσκοπον 〈τυγχάνουσιν〉 οὖσαι καὶ κατ’ ἰδίαν ταύταις ἐπιτεταγμένοι εἰσὶ πρεσβύτεροι, διὰ τὰς ἐκκλησιαστικὰς χρείας τῶν οἰκητόρων πλησίον ἑκάστης ἐκκλησίας * αὐτῶν, 〈τῶν〉
25καὶ ἀμφόδων ἤτοι λαυρῶν ἐπιχωρίως καλουμένων ὑπὸ τῶν τὴν152 in vol. 3
Haer
.

3

.

153

Ἀλεξανδρέων κατοικούντων πόλιν. ἐγένετο δὲ οὗτος ὁ Ἄρειος ἐν χρόνοις Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαρίτου βασιλέως, υἱοῦ Κωνσταντίου γέροντος, γενομένου υἱοῦ Οὐαλεριανοῦ βασιλέως, 〈τοῦ〉 καὶ αὐτοῦ συμ‐ βασιλεύσαντος Διοκλητιανῷ καὶ Μαξιμιανῷ καὶ τοῖς ἄλλοις. πάντες
5δὲ τὸν Κωνσταντῖνον, τὸν πατέρα τῶν περὶ Κωνστάντιον καὶ Κώνσταν καὶ Κρίσπον, ἴσασιν ἐκθειαζόμενον ἐν Χριστιανισμῷ καὶ πίστει τῇ τῶν πατέρων ἀποστολικῇ τε καὶ προφητικῇ, ἐν ταῖς ἐκκλησίαις ἕως αὐτοῦ τοῦ Ἀρείου μὴ νοθευθείσῃ. συμβέβηκε δὲ τοῦτον ἀποσχίσαι πλῆθος. 2. Τὸν δὲ Ἄρειον τοῦτον πρεσβύτερον ὄντα Ἀλεξάνδρου τοῦ προει‐
10ρημένου ὑπεισῆλθε πνεῦμα σατᾶν, κατὰ τὸ γεγραμμένον, καὶ ἐπέσεισεν αὐτὸν κατὰ τῆς ἐκκλησίας κονιορτὸν ἐγεῖραι, 〈ὡσ〉 καὶ ἐξαφθῆναι ἐξ αὐτοῦ πῦρ οὐ τὸ τυχόν, ὃ κατείληφε πᾶσαν τὴν Ῥωμανίαν σχεδόν, μάλιστα τῆς ἀνατολῆς τὰ μέρη, ὡς ἔτι καὶ δεῦρο πολεμοῦσα ἡ αὐτοῦ αἵρεσις τὴν ἀληθινὴν πίστιν καὶ τὴν ἐκκλησίαν οὐ διέλιπε. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον
15ἐδόκει πρεσβύτερος εἶναι ὁ Ἄρειος καὶ γεγόνασι πολλοὶ αὐτοῦ συμπρεσβύτε‐ ροι καθ’ ἑκάστην ἐκκλησίαν· εἰσὶ τοίνυν πλείους τὸν ἀριθμὸν ἐν τῇ Ἀλεξαν‐ δρείᾳ σὺν τῇ νῦν κτισθείσῃ τῇ Καισαρίῳ καλουμένῃ, ὃ πρότερον Ἀδριανὸν ἐτύγχανεν, ὕστερον Λικινιανὸν γέγονε γυμνάσιον εἴτ’ οὖν βασίλειον. μετέπειτα δὲ ἐν χρόνοις Κωνσταντίου ἔδοξεν αὐτὸ οἰκοδομηθῆναι ἐκκλη‐
20σίαν, Γρηγορίου τοῦ Μελιτιανοῦ καὶ Ἀρειανοῦ ἀρξαμένου, τελειώσαντος δὲ Ἀθανασίου τοῦ μακαρίου καὶ πατρὸς τῆς ὀρθοδοξίας, καυθείσης δὲ ἐπὶ Ἰουλιανοῦ καὶ αὖθις ἀνακτισθείσης ὑπ’ αὐτοῦ τοῦ μακαρίτου Ἀθανα‐ σίου τοῦ ἐπισκόπου. ἄλλαι δέ εἰσι πλείους, ὡς ἔφην, Διονυσίου καλουμένη ἐκκλησία καὶ ἡ τοῦ Θεωνᾶ καὶ ἡ Πιερίου καὶ Σεραπίωνος καὶ ἡ τῆς
25Περσαίας καὶ ἡ τοῦ Διζύας καὶ ἡ τοῦ Μενδιδίου καὶ ἡ Ἀννιανοῦ καὶ ἡ τῆς
Βαυκάλεως καὶ ἄλλαι. ἐν μιᾷ δὲ τούτων Κόλλουθός τις ὑπῆρχεν, ἐν ἑτέρᾳ153 in vol. 3
Haer
.

3

.

154

δὲ Καρπώνης, ἐν ἄλλῃ δὲ Σαρματᾶς, καὶ Ἄρειος οὗτος ὁ προειρημένος, μίαν τῶν προειρημένων κατέχων ἐκκλησίαν. ἕκαστος δὲ τούτων δῆλον κατὰ τὴν εἰθισμένην σύναξιν τὸν αὐτῷ πεπιστευμένον λαὸν διδάσκων, ἐν ταῖς ἐξηγήσεσιν ἔριν τινὰ ἐνέβαλον ἐν τῷ λαῷ. καὶ οἱ μὲν προσεκλίθησαν
5Ἀρείῳ, ἕτεροι δὲ Κολλούθῳ, ἄλλοι δὲ Καρπώνῃ, ἕτεροι δὲ Σαρματᾷ. ὡς οὖν ἐξηγεῖτο ἕκαστος ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ ἄλλος ἄλλο τι καὶ ἄλλος ἄλλο, ἐκ τῆς προσκλίσεως καὶ ἐπαίνου δὲ τοῦ παρ’ αὐτῶν οἱ μὲν Κολλου‐ θιανοὺς ἑαυτοὺς ὠνόμασαν, ἄλλοι δὲ Ἀρειανούς. καὶ γὰρ 〈καὶ〉 ὁ Κόλ‐ λουθός τινα παρατετραμμένα ἐδίδαξεν, ἀλλ’ οὐκ ἐνέμεινεν ἡ τούτου
10αἵρεσις, ἀλλ’ εὐθὺς διεσκορπίσθη· ὡς εἴθε καὶ ἡ τοῦ Ἀρείου ἐμβεβρον‐ τημένη πίστις, μᾶλλον δὲ ἀπιστία, ἔτι δὲ μᾶλλον κακοπιστία. 3. Ἐπάρματι γὰρ ἀρθεὶς ὁ γέρων τοῦ προκειμένου ἐξέστη. ἦν δὲ τὴν ἡλικίαν ὑπερμήκης, κατηφὴς τὸ εἶδος, ἐσχηματισμένος ὡς δόλιος ὄφις, ὑποκλέψαι δυνάμενος πᾶσαν ἄκακον καρδίαν διὰ τοῦ αὐτοῦ πανούργου
15προσχήματος. ἡμιφόριον γὰρ ὁ τοιοῦτος ἀεὶ καὶ κολοβίωνα ἐνδιδυσκό‐ μενος, γλυκὺς ἦν τῇ προσηγορίᾳ, πείθων ἀεὶ ψυχὰς καὶ θωπεύων. διόπερ αὐτίκα μάλα, τί γὰρ ἀλλ’ ἢ ἑπτακοσίας παρθενευούσας τὸν ἀριθμὸν τῆς ἐκκλησίας ὑπὸ ἓν παρείλκυσε καὶ ἀποσπάσαι τὸν αὐτὸν ἔχει λόγος πρεσβυτέρους τε ἑπτὰ καὶ διακόνους δώδεκα. ἄχρι δὲ
20καὶ ἐπισκόπων εὐθὺς ἔφθασε τὸ αὐτοῦ δηλητήριον· Σεκοῦνδον γὰρ τὸν Πενταπόλεως καὶ ἄλλους ἔπεισεν ἅμα αὐτῷ συναπαχθῆναι. ἐγίνετο δὲ ταῦτα ἐν τῇ ἐκκλησίᾳ ἀγνοοῦντος τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἕως ὅτε Μελίτιος ὁ τῆς Αἰγύπτου ἀπὸ Θηβαΐδος, δοκῶν εἶναι καὶ αὐτὸς ἀρχιεπίσκοπος, ὁ ἤδη μοι προειρημένος (οὔπω γὰρ
25τὰ κατὰ τὸν Μελίτιον εἰς ἔχθραν ἀτοπίας ἐλήλακε)—ζήλῳ τοίνυν
ἐνεχθεὶς ὁ Μελίτιος (οὐδὲν γὰρ ἦν διηλλαγμένος τῇ πίστει ἢ μό‐154 in vol. 3
Haer
.

3

.

155

νον προσχήματι ἐθελοδικαιοσύνης, 〈δι’〉 ὅπερ καὶ αὐτὸς δεινόν τι ἐπειργά‐ σατο τῷ βίῳ, ὡς ἤδη καὶ περὶ αὐτοῦ εἴπομεν)—ἀνήνεγκε τοίνυν εἰς τὰ ὦτα τοῦ ἀρχιεπισκόπου Ἀλεξάνδρου ὁ ἀρχιεπίσκοπος Μελίτιος ὁ κατὰ τὴν Αἴγυπτον, ὑπὸ δὲ χεῖρα Ἀλεξάνδρου δοκῶν εἶναι· σύγχρονος
5δὲ οὗτος ὁ Μελίτιος γέγονε Πέτρου τοῦ μακαρίτου ἐπισκόπου καὶ μάρ‐ τυρος, ὡς ἔφην. ὡς οὖν ἐσήμανε τὰ κατὰ τὸν Ἄρειον πάντα, ὡς ἐκτὸς βέβηκε τῆς ἀληθείας καὶ ὡς πολλοὺς ἔχρανε καὶ ἠφάνισεν, ὑποφθείρας ἀπὸ τῆς ὀρθῆς πίστεως τοὺς αὐτῷ πεισθέντας, τότε μεταστειλάμενος ὁ ἐπίσκοπος αὐτὸν τὸν Ἄρειον, ἠρώτα περὶ τῶν ἐνηχηθέντων εἰ ταῦτα
10οὕτως ἔχει. ὁ δὲ οὔτε ἐδίστασεν οὔτε ἐδειλίασεν, ἀλλ’ ἐξ ὑπαρχῆς παρα‐ τρίψας τὸ μέτωπον τὴν πᾶσαν αὐτοῦ ἐξήμεσε κακοδοξίαν, ὡς αἱ αὐτοῦ ἐπιστολαὶ δεικνύουσι καὶ ἡ κατ’ αὐτὸν γενομένη τότε ἐξέτασις. συγκαλεῖται τοίνυν τὸ πρεσβυτέριον ὁ Ἀλέξανδρος καὶ ἄλλους τινὰς ἐπισκόπους παρόντας, καὶ ἀνέτασιν τούτου ποιεῖται καὶ ἀνάκρισιν. ὡς δὲ οὐκ ἐπείσθη
15τῇ ἀληθείᾳ, ἐξεοῖ αὐτὸν τῆς ἐκκλησίας καὶ ἐκκήρυκτον ποιεῖ ἐν τῇ πόλει. σὺν αὐτῷ δὲ ἀπεσπάσθησαν αἱ προειρημέναι παρθενεύουσαι καὶ κληρικοὶ οἱ προειρημένοι καὶ ὄχλος ἄλλος πολύς. 4. Διατρίβοντος δὲ Ἀρείου πολὺν χρόνον ἐν τῇ πόλει, εὐθὺς τελευτᾷ ὁ ὁμολογητὴς Μελίτιος καὶ μάρτυς. σχίσματα οὖν ποιῶν ὁ αὐτὸς Ἄρειος
20καὶ ἕκαστον ὑποκλέπτων πολλοὺς ἠφάνισεν. ἐς ὕστερον δέ, ἐπειδὴ ἐφωράθη καὶ εἰς ἔλεγχον ἦλθεν ἐν τῇ πόλει καὶ ἐκκήρυκτος γεγένηται, ἀποδιδράσκει ἀπὸ τῆς Ἀλεξανδρέων καὶ ἐπὶ τὴν Παλαιστίνην στέλλεται 〈τὴν〉 πορείαν. ὃς ἐλθὼν προσεπέλαζεν ἑκάστῳ τῶν ἐπισκόπων μετὰ θωπείας τε καὶ κολακείας, ἵνα ἑαυτῷ πολλοὺς ποιήσῃ συνεργούς. καὶ
25δέχονται μὲν αὐτόν τινες, ἄλλοι δὲ αὐτὸν ἀπώσαντο. μετέπειτα δὲ εἰς ὦτα ἔρχεται τοῦ ἐπισκόπου Ἀλεξάνδρου καὶ γράφει ἐπιστολὰς ἐγκυκλίους, αἵτινες παρὰ φιλοκάλοις ἔτι σῴζονται, ὡς τὸν ἀριθμὸν ἑβδομήκοντα, τῶν ἐπισκόπων ἑκάστῳ, Εὐσεβίῳ εὐθὺς τῷ ἐν Καισαρείᾳ (περιῆν γάρ), καὶ Μακαρίῳ Ἱεροσολύμων, Ἀσκληπιῷ ἐν Γάζῃ, Λογγίνῳ ἐν Ἀσκά‐
30λωνι, Μακρίνῳ τῷ ἐν Ἰαμνίᾳ καὶ ἄλλοις, ἔν τε τῇ Φοινίκῃ Ζήνωνί τινι ἀρχαίῳ ἐν Τύρῳ καὶ ἄλλοις, ἅμα καὶ 〈τοῖσ〉 ἐν τῇ Κοίλῃ Συρίᾳ. ὡς οὖν ἀπεστάλησαν αἱ ἐπιστολαί, μεμφόμεναι τοὺς αὐτὸν ὑποδεξαμένους, ἕκαστος ἀντέγραψε τῷ μακαρίῳ Ἀλεξάνδρῳ ἀπολογούμενος. καὶ οἱ μὲν εἰρωνείᾳ γεγράφασιν, ἄλλοι δὲ ἐν ἀληθείᾳ, οἱ μὲν λέγοντες μὴ ὑπο‐
35δέχεσθαι τοῦτον, ἄλλοι δὲ κατὰ ἄγνοιαν ὑποδέχεσθαι, ἕτεροι δὲ φάσ‐155 in vol. 3
Haer
.

3

.

156

κοντες, ὡς διὰ τῆς ὑποδοχῆς κερδῆσαι αὐτόν, ἀπολογούμενοι. καὶ πολλή τίς ἐστιν ἡ περὶ τούτων ὑπόθεσις. 5. Μετέπειτα δὲ ὡς ἔγνω ὁ Ἄρειος ὅτι ἐπιστολαὶ ἠνέχθησαν τοῖς ἐπισκόποις πάντη καὶ λοιπὸν πανταχόθεν ἀπηλαύνετο καὶ οὐκέτι τις
5αὐτὸν προσελαμβάνετο ἢ οἱ αὐτοῦ συνεργοί (Εὐσέβιος γὰρ ὁ παλαιὸς γέρων Νικομηδεὺς † ὁ λόγος αὐτῷ ὑπῆρχεν, ἅμα Λουκιανῷ ἐν Νικομη‐ δείᾳ συμβεβιωκώς, ἀλλὰ καὶ Λεόντιος ὁ ἀπόκοπος ἐν Ἀντιοχείᾳ, οὔπω τὴν ἐπισκοπὴν πεπιστευμένος, καὶ ἄλλοι τινές· ἐπεὶ οὖν ἐκ τῆς αὐτῆς [τοῦ] δηλητηρίου φρατρίας οὗτοι πάντες ἦσαν, ὑποδέχεται μὲν αὐτὸν
10Εὐσέβιος χρόνῳ ἱκανῷ)—ὅθεν δὴ ἐπιστολὰς πάσης φλυαρίας ἐμπεπλησ‐ μένας, περιεχούσας πᾶσαν αὐτοῦ τὴν κακόδοξον πίστιν, γράψας ὁ αὐτὸς Ἄρειος Εὐσεβίῳ τῷ ἐν Νικομηδείᾳ, μηδέπω φθάσας πρὸς αὐτὸν ἐν Νικομηδείᾳ, οὐδὲν πλέον ἀλλ’ ἢ τὰ αὐτὰ ὁποῖα καὶ ἐφρόνει ἐν αὐταῖς ἐντάξας, κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπραγματεύσατο, ἐξ ὧν μίαν ἐλθοῦσαν
15εἰς τὰς ἡμετέρας χεῖρας ἐνταῦθα ἀναγκαῖον ἡγησάμην παραθέσθαι, ὅπως ἴδοιεν οἱ ἐντυγχάνοντες ὅτι οὔ τι κατά τινος σεσυκοφαντημένως εἰρή‐ καμεν ἢ λέγομεν. καὶ ἔστιν ἥδε· 6. Κυρίῳ ποθεινοτάτῳ ἀνθρώπῳ θεοῦ πιστῷ ὀρθοδόξῳ Εὐ‐ σεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου πάπα ἀδίκως διὰ τὴν
20πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν. Τοῦ πατρός μου Ἀμμωνίου εἰς τὴν Νικομήδειαν ἀφικομένου εὔλογον καὶ ὀφειλόμενον ἐφάνη μοι προσαγορεῦσαί σε δι’ αὐτοῦ, ὁμοῦ τε καὶ ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις πρὸς τοὺς ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως
25ἡμᾶς ἐκπορθεῖ καὶ διώκει καὶ πᾶν κακὸν κινεῖ καθ’ ἡμῶν ὁ ἐπίσκοπος, ὥστε ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεὸς ἀεὶ υἱός, ἅμα πατὴρ
ἅμα υἱός, συνυπάρχει ὁ υἱὸς ἀγεννήτως τῷ θεῷ, ἀειγενής, ἀγενη‐156 in vol. 3
Haer
.

3

.

157

τογενής, οὔτ’ ἐπινοίᾳ οὔτ’ ἀτόμῳ τινὶ προάγει ὁ θεὸς τοῦ υἱοῦ, ἀεὶ θεός, ἀεὶ υἱός, ἐξ αὐτοῦ τοῦ θεοῦ ὁ υἱός. καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρη‐ γόριος καὶ Ἀέτιος καὶ πάντες οἱ κατὰ τὴν ἀνατολὴν λέγουσιν ὅτι
5προϋπάρχει ὁ θεὸς τοῦ υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα Φιλο‐ γονίου καὶ Ἑλλανικοῦ καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατη‐ χήτων, τὸν υἱὸν λεγόντων οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολὴν ἀγένητον. καὶ τούτων τῶν ἀσεβ〈ει〉ῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν ἐπαπειλῶσιν οἱ αἱρετικοί. ἡμεῖς δὲ τί λέγομεν καὶ φρο‐
10νοῦμεν καὶ ἐδιδάξαμεν καὶ διδάσκομεν; ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγένητος οὐδὲ μέρος ἀγενήτου κατ’ οὐδένα τρόπον, ἀλλ’ οὔτε ἐξ ὑποκειμένου τινός, ἀλλ’ ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων, πλήρης θεὸς μονογενής, ἀναλλοίωτος, καὶ πρὶν γεννηθῇ ἤτοι κτισθῇ ἤτοι ὁρισθῇ ἢ θεμελιωθῇ, οὐκ ἦν. ἀγένητος γὰρ οὐκ
15ἦν. διωκόμεθα δέ, ὅτι εἴπομεν· ἀρχὴν ἔχει ὁ υἱός, ὁ δὲ θεὸς ἄναρχός ἐστι. διὰ τοῦτο διωκόμεθα καὶ ὅτι εἴπομεν· ἐξ οὐκ ὄντων ἐστίν. οὕτως δὲ εἴπομεν, καθότι οὐδὲ μέρος θεοῦ ἐστιν οὐδὲ ἐξ ὑποκειμένου τινός· διὰ τοῦτο διωκόμεθα. λοιπὸν σὺ οἶδας. ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν, συλλουκιανιστὰ ἀληθῶς Εὐσέβιε.
20 7. Ἀλλὰ καὶ ἄλλην, ἀπὸ Νικομηδείας τῷ ἁγιωτάτῳ πάπᾳ Ἀλεξάν‐ δρῳ ἀπολογίας χάριν δῆθεν γραφεῖσαν καὶ χείρω πάλιν τῆς αὐτοῦ ἰοβολίας ἀπαραλείπτως βλασφήμων ῥημάτων ἐμπεπλησμένην καὶ ὑπ’ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ ἀπεσταλμένην, ὑπετάξαμεν. καὶ ἔστιν ἥδε· Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι
25καὶ οἱ διάκονοι ἐν κυρίῳ χαίρειν.157 in vol. 3
Haer
.

3

.

158

Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀΐδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, μόνον κριτὴν πάντων
5διοικητὴν οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης * τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι’ οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ λοιπὰ πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλ’ ἀληθείᾳ, ὑποστή‐ σαντα δὲ ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ
10τέλειον, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεννημάτων, οὐδ’ ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ’ ὡς ὁ Μανιχαῖος μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ’ ὡς Σαβέλλιος ὁ τὴν μονάδα διαιρῶν υἱο‐ πάτορα εἶπεν, οὐδ’ ὡς Ἱερακᾶς λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα
15εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον, ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, ἐν μέσῃ τε ἐκκλησίᾳ καὶ συνε‐ δρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας, ἀλλ’ ὥς φαμεν, θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, συνυ‐
20ποστήσαντος αὐτῷ τοῦ πατρός· οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν 〈τοῦ〉 τὸ ἀγένητον ἔχειν ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. 8. Ὥστε τρεῖς εἰσιν ὑποστάσεις, πατὴρ υἱὸς καὶ ἅγιον πνεῦμα. καὶ ὁ μὲν θεός, αἴτιος τῶν πάντων τυγχάνων, ἐστὶν ἄναρχος μονώ‐
25τατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθείς, οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ μόνου τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀΐδιος ἢ συναΐδιος ἢ συναγένητος τῷ πατρί· οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγενήτους ἀρ‐
30χὰς εἰσηγούμενοι, ἀλλὰ ὡς μονὰς καὶ ἀρχὴ τῶν πάντων, οὕτως158 in vol. 3
Haer
.

3

.

159

ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ Χριστοῦ ἐστιν, ὡς παρὰ σοῦ μεμαθήκαμεν, 〈ἐν〉 μέσῃ τῇ ἐκκλησίᾳ κηρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει 〈τοῦ〉 καὶ τὸ ζῆν καὶ τὰς δόξας καὶ πάντα αὐτῷ παρα‐ σχόντος κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ, ὡς
5θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ 〈ἔχων τὸ〉 εἶναι διὰ τὸ ἐξ αὐτοῦ. καὶ εἰ τὸ «ἐκ γαστρός» καὶ τὸ «ἐκ πατρὸς ἐξῆλθον καὶ ἥκω», ὡς μέρος τοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς, καὶ σῶμα κατ’ αὐτοὺς καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων, ὁ ἀσώματος θεός. ἐρρῶσθαί
10σε ἐν κυρίῳ εὔχομαι, μακάριε πάπα. Ἄρειος, Ἀειθάλης, Ἀχιλλᾶς, Καρπώνης, Σαρματᾶς, Ἄρειος, πρεσβύτεροι· διάκονοι Εὐζώϊος, Λούκιος, Ἰούλιος, Μηνᾶς, Ἑλλάδιος, Γάϊος· ἐπίσκοποι Σεκοῦνδος Πενταπόλεως, Θεωνᾶς Λίβυς, Πιστός· ὃν κατέστησαν εἰς Ἀλεξάνδρειαν οἱ Ἀρειανοί. 9. Ὡς οὖν οὕτω παρεκινεῖτο τὰ πράγματα, Ἀλέξανδρος Κωνσταν‐
15τίνῳ τῷ βασιλεῖ γράφει. ὁ δὲ μακαρίτης βασιλεὺς συγκαλεσάμενος τὸν Ἄρειον καί τινας ἐπισκόπους ἀνέκρινεν. ὁ δὲ τοὺς συμμύστας 〈συνερ‐ γοὺσ〉 ἔχων τὸ μὲν πρῶτον ἠρνεῖτο εἰς πρόσωπον τοῦ βασιλέως, ἔσωθεν δὲ εἰργάζετο τὴν συσκευὴν τῆς ἐκκλησίας. ὡς οὖν συνεκαλέσατο αὐτὸν ὁ μακάριος Κωνσταντῖνος, ὡς καὶ ἐκ μέρους 〈ἀπὸ〉 πνεύματος ἁγίου
20ἐνεπνεύσθη, λόγον αὐτῷ προσεφθέγξατο λέγων ὅτι πεπίστευκα τῷ θεῷ, εἰ δολίως ἔχεις τι κεκρυμμένον καὶ ἀρνῆσαι, τάχιον ὁ πάντων δεσ‐ πότης ἐλέγξαι σε ἔχει, μάλιστα καθ’ οὗ ὤμοσας. ὅθεν καὶ ἐφωράθη τὰ αὐτὰ φρονῶν, καὶ εἰς πρόσωπον τοῦ βασιλέως ἠλέγχθη. πάλιν δὲ ὡσαύτως ἠρνεῖτο, καὶ πολλοὶ αὐτοῦ ὑπερασπισταὶ ὑπερεδέοντο διὰ Εὐσε‐
25βίου τοῦ Νικομηδείας. ὁμοῦ δὲ ζήλῳ ἐπαρθεὶς ὁ βασιλεὺς [καὶ] ἐπιστολὴν μεγάλην ἐγκύκλιον ὅλῃ τῇ Ῥωμανίᾳ γέγραφε κατὰ Ἀρείου καὶ τῆς αὐτοῦ πίστεως, πάσης σοφίας ἔμπλεων καὶ ἀληθινῶν ῥημάτων· ὡς καὶ αὕτη εἰς ἔτι δεῦρο παρὰ φιλοκάλοις σῴζεται, περιέχουσα τὴν ἀρχήν·
«Κωνσταντῖνος σεβαστὸς μέγιστος Ἀρείῳ καὶ Ἀρειανοῖς. Κακὸς ἑρ‐159 in vol. 3
Haer
.

3

.

160

μηνεὺς αὐτόχρημα εἰκών τε καὶ ἀνδριάς ἐστι τοῦ διαβόλου.» εἶτα μεθ’ ἕτερα καὶ μετὰ τὸ πολλὴν πρὸς αὐτὸν ἐκθέσθαι ἐκ θείων λογίων ἀντιλο‐ γίαν, καὶ ἔπος ἀπὸ τῶν Ὁμήρου πρὸς αὐτὸν σχετλιασμοῦ ἕνεκα ἀποτει‐ νόμενος παρέθετο, ὅπερ καὶ αὐτὸ ἀναγκαῖον ἐνταῦθα παραθέσθαι ἡγη‐
5σάμην· καὶ ἔστιν· «ἄγε δή, Ἄρες Ἄρειε, ἀσπίδων χρεία, μή γε σὺ τοῦτο ποιήσῃς, ἱκετεύομεν· ἐπισχέτω δέ σε γοῦν ἡ τῆς Ἀφροδίτης ὁμιλία.» 10. Βουλομένου τοίνυν τοῦ Ἀρείου ἐν τῇ Κωνσταντινουπόλει ὁμοῦ συναχθῆναι, Εὐσεβίου ἀναγκάζοντος καὶ τὰ μεγάλα παρὰ βασιλεῖ ἰσχύον‐ τος καὶ παρενοχλοῦντος τῷ ἐν Κωνσταντινουπόλει ἐπισκόπῳ κατ’ ἐκεῖνο
10καιροῦ, κἀκείνου μὴ βουλομένου μετ’ αὐτοῦ συναχθῆναι μηδὲ εἰς κοινω‐ νίαν αὐτοῦ ἐλθεῖν καὶ βιοφορουμένου καὶ στένοντος, τοῦ δὲ Εὐσεβίου λέγοντος· εἰ μὴ βούλει ἰδίᾳ τῇ προαιρέσει, τῇ αὔριον ἡμέρᾳ κυριακῆς ἐπιφωσκούσης σὺν ἐμοὶ εἰσελεύσεται, καὶ τί δύνασαι ποιῆσαι; ὁ δὲ εὐλα‐ βέστατος ἐπίσκοπος καὶ θεὸν φοβούμενος Ἀλέξανδρος, ὁ τῆς αὐτῆς
15ἀρίστης πόλεως ἐπίσκοπος (ὁμώνυμος γὰρ ἦν καὶ οὗτος τῷ ἐν Ἀλεξαν‐ δρείᾳ) δι’ ὅλης τῆς ἡμέρας ἐξότου ἤκουσε καὶ τῆς νυκτὸς στενάζων καὶ στυγνάζων διετέλεσεν εὐχόμενος καὶ παρακαλῶν τὸν θεὸν ἢ αὐτοῦ τὴν ψυχὴν παραλαβεῖν, ἵνα μὴ συμμιανθῇ τῇ τοῦ Ἀρείου κοινωνίᾳ, ἢ ποιῆσαί τι παράδοξον· ὅπερ καὶ ἐγένετο τούτῳ. τοῦ γὰρ Ἀρείου
20προελθεῖν κατὰ τὰς νύκτας ἐπειχθέντος ἐπὶ τὸ 〈τὰς χρείασ〉 παρασκευα‐ σθῆναι, διέρχεται μέχρι τοῦ ἀφεδρῶνος καὶ ἔνδον ἐν τοῖς ἀβάτοις καθε‐ ζόμενος εὑρέθη λακήσας καὶ ἔκπνους γεγονώς. ὃς δὲ οὕτω κατείληπται ἐν τῷ δυσώδει τόπῳ ἀποδοὺς αὐτοῦ τὰ τέλη, καθάπερ καὶ ἐξήμεσεν ἀκάθαρτον κακοπιστίαν.
25 11. Ὡς οὖν ταῦτα ἐτελέσθη, ὁ βασιλεὺς μέριμναν συνενεγκάμενος τῇ ἐκκλησίᾳ, διὰ τὸ ἤδη πολλάκις πολλοὺς εἰς ἀλλήλους διαφέρεσθαί τε καὶ σχίσματα πολλὰ εἶναι, συνεκρότησεν οἰκουμενικὴν σύνοδον ὧν καὶ τὰ ὀνόματα εἰς ἔτι δεῦρο σῴζεται τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκό‐ πων· καὶ ἀναθεματίζουσι τὴν Ἀρείου πίστιν ἐν τῇ Νικαέων πόλει καὶ
30ὁμολογοῦσι τὴν τῶν πατέρων ὀρθόδοξον πίστιν καὶ ἀκλινῆ [καὶ] ἀπὸ τῶν ἀποστόλων καὶ προφητῶν παραδοθεῖσαν. ὑπογραψάντων δὲ τῶν ἐπισκόπων εἰς ταύτην καὶ ἀναθεματισάντων τὴν Ἀρειομανίτιδα αἵρεσιν,
οὕτω * γεγένηται. ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ κανόνας τινὰς ἔθηκαν ἐν τῇ160 in vol. 3
Haer
.

3

.

161

συνόδῳ ἐκκλησιαστικούς· ὁμοῦ δὲ καὶ περὶ τοῦ πάσχα ὥρισαν μίαν ἕνωσιν καὶ ὁμόνοιαν 〈κατὰ〉 τὴν ἁγίαν θεοῦ πανάρετον ἡμέραν γίνεσθαι, ἐπειδὴ διαφόρως παρά τισιν ἐφυλάττετο· οἱ μὲν γὰρ προελάμβανον, οἱ δὲ ἐμέ‐ σαζον, οἱ δὲ μετέπειτα ἐπετέλουν. καὶ ἁπλῶς πολλὴ στάσις ἦν κατ’
5ἐκεῖνο καιροῦ. τούτων δὲ ὁ θεὸς τὸ κατόρθωμα διὰ τοῦ μακαρίτου Κωνσταν‐ τίνου ἐβράβευσεν εἰρήνης χάριν. ὡς οὖν ἀνεθεματίσθη ὁ Ἄρειος καὶ ταῦτα οὕτως ἐπράχθη, ἐν τῷ αὐτῷ ἔτει παύεται Ἀλέξανδρος τοῦ βίου καὶ διαδέχεται αὐτὸν Ἀχιλλᾶς. ἦν δὲ καὶ Θεωνᾶς κατασταθεὶς ὑπὸ τῶν Μελιτιανῶν. τότε διαδέχεται Ἀχιλλᾶν τὸν ἐπίσκοπον ποιήσαντα
10μῆνας τρεῖς Ἀθανάσιος ὁ μακαρίτης, ὢν τότε διάκονος Ἀλεξάνδρου καὶ ὑπ’ αὐτοῦ ἀπεσταλμένος ἐπὶ τὸ κομητάτον, ᾧ ὁ Ἀλέξανδρος μέλλων τελευτᾶν παρήγγειλεν ἀποδοθῆναι τὴν ἐπισκοπήν. ἔθος δὲ ἐν Ἀλεξαν‐ δρείᾳ μὴ χρονίζειν μετὰ τελευτὴν ἐπισκόπου τοὺς καθισταμένους, ἀλλ’ ἅμα * γίνεσθαι εἰρήνης ἕνεκα, τοῦ μὴ παρατριβὰς γενέσθαι ἐν τοῖς
15λαοῖς, τῶν μὲν τόνδε θελόντων, τῶν δὲ τόνδε. κατέστησαν δὲ δι’ ἀνάγκην μὴ παρόντος Ἀθανασίου Ἀχιλλᾶν. ὁ δὲ θρόνος ἦν καὶ ἡ ἱερωσύνη ἑτοιμα‐ ζομένη τῷ ἐκ θεοῦ κεκλημένῳ καὶ ἀπὸ τοῦ μακαρίτου Ἀλεξάνδρου ὡρισμένῳ. ἐπεὶ οὖν ἐλθόντος Ἀθανασίου καὶ κατασταθέντος, ὄντος περὶ τὴν πίστιν ζηλωτοῦ σφόδρα καὶ τῆς ἐκκλησίας ὑπερασπίζοντος,
20ἤδη συνάξεων πάντῃ καὶ ἀποσπάσματος τῶν λαῶν γινομένων ὑπὸ τῶν Μελιτιανῶν καλουμένων, δι’ ἣν ἐν τῇ περὶ Μελιτίου ὑποθέσει αἰτίαν προδεδήλωκα, καὶ βουλομένου τὴν συνένωσιν τῆς ἐκκλησίας ποιήσασθαι, ἐνεκάλει καὶ ἠπείλει ἐνουθέτει τε καὶ οὐδεὶς ἠνείχετο. ὅθεν πάντα τὰ κατ’ αὐτοῦ κινηθέντα ἐκ τοῦ ὑπερβάλλοντος ἐν αὐτῷ θεόθεν ζήλου
25ἐπράχθη τε καὶ συνεσκευάσθη· ὥστε καὶ ἐξορίας αὐτὸν ὑπομεῖναι161 in vol. 3
Haer
.

3

.

162

διὰ τῆς τῶν Ἀρειανῶν μετὰ δυναστείας ἀδικωτάτης ἀκοινωνησίας. ἀλλὰ περὶ τοῦ μακαρίτου Ἀθανασίου ἕως ἐνταῦθα ἐχέτω. ἐρρήθη γὰρ τὰ κατ’ αὐτὸν κατὰ λεπτότατον ἄνω ἐν τῇ Μελιτίου ὑποθέσει. 12. Ἄρειος τοίνυν οὗτος ἐνεπνεύσθη ὑπὸ διαβολικῆς ἐνεργείας
5καὶ ἀθυρογλώττως ἀναισχυντὶ φερόμενος ἐπῆρεν αὐτοῦ τὴν γλῶτταν κατὰ τοῦ ἰδίου δεσπότου, ἐξ ἀρχῆς δῆθεν τὴν παρὰ τῷ Σολομῶνι ἐν ταῖς αὐτοῦ παροιμίαις λέξιν ἑρμηνεῦσαι βουλόμενος, τό «ὁ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελ‐
10θεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτῷ ἡ εἰσαγωγὴ τῆς πλάνης γεγένηται, [καὶ] οὐκ ᾐδέσθη 〈αὐτὸσ〉 καὶ οἱ αὐτοῦ μαθηταὶ κτίσμα ἀποκαλεῖν τὸν τὰ πάντα κτίσαντα, τὸν ἐκ πατρὸς ἀχρόνως καὶ ἀνάρχως γεγεννημένον λόγον. λοιπὸν δὲ ἀπὸ τοῦ ἑνὸς τούτου λόγου εἰς πολλὰς καὶ κακὰς τρίβους ἐλάσας
15τὴν ἑαυτοῦ κακότροπον γνώμην, 〈αὐτὸσ〉 καὶ οἱ ἀπ’ αὐτοῦ διάδοχοι, μυρία καὶ ἐπέκεινα εἰς τὸν υἱὸν τοῦ θεοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα βλασφη‐ μῆσαι ἐπεχείρησαν. παρέλυσαν δὲ ὡς εἰπεῖν τὸ στῖφος καὶ τὴν ὁμόνοιαν τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως καὶ ἐκκλησίας· οὐ διὰ τῆς αὐτῶν δυνά‐ μεως ἢ σοφίας· ὀλίγοι γὰρ οἱ προσκλιθέντες ἠπατημένοι, πολλοὶ δὲ
20οἱ ὑποκρίσει ὑπεισδύνοντες, πολλοὶ δὲ καὶ κατὰ βίαν μὴ ἔχοντες * οὕτως κοινωνοὶ τοῖς αὐτοῖς τυγχάνουσιν. οὐδεὶς δὲ * τούτων πρόξενος, ἀλλὰ πρῶτον μὲν 〈ἀ〉δοκιμασία πιστῶν, βασιλέων δὲ ὑπερασπισμός. ἀρχὴ μὲν 〈ἀπὸ〉 Κωνσταντίου τοῦ βασιλέως, τὰ μὲν ἄλλα πάντα πρᾴου καὶ ἀγαθοῦ, ὡς υἱοῦ τοῦ μεγάλου καὶ τελείου Κωνσταντίνου τοῦ θεοσεβοῦς
25καὶ πίστιν ὀρθὴν ἀκλινῶς πεφυλαχότος, καὶ αὐτοῦ δὲ τοῦ Κωνσταντίου θεοσεβοῦς ὄντος καὶ ἀγαθοῦ κατὰ πολλοὺς τρόπους· ἐν τούτῳ δὲ μόνον, ἐν τῷ μὴ κατὰ τὴν πίστιν τοῦ πατρὸς αὐτοῦ ὡδευκέναι ἐσφάλη, οὐκ ἀφ’ ἑαυτοῦ αἰτίας, ἀλλὰ ἀπὸ τῶν μελλόντων δοῦναι λόγον εἰς ἡμέραν
κρίσεως, τῶν δοκήσει ἐπισκόπων λεγομένων, παραφθειράντων δὲ τὴν162 in vol. 3
Haer
.

3

.

163

θεοῦ ἀληθινὴν πίστιν· οἵτινες ἔχουσι δοῦναι λόγον καὶ ὑπὲρ τῆς πίστεως καὶ ὑπὲρ τῶν διωγμῶν τῆς ἐκκλησίας καὶ τοσούτων κακῶν καὶ φόνων τῶν ἐν ταῖς ἐκκλησίαις ἕνεκεν αὐτῶν γεγενημένων καὶ τῶν λαῶν τῶν ἐν ὑπαίθρῳ ἔτι δεῦρο τοσούτων μυριάδων θλῖψιν ὑπομενουσῶν καὶ ὑπὲρ
5αὐτοῦ τοῦ μακαρίτου Κωνσταντίου τοῦ ὑπ’ αὐτῶν πεπλανημένου καὶ ἀγνοήσαντος τὴν πίστιν τῆς ὀρθοδοξίας καὶ ὑπείξαντος αὐτοῖς ὡς ἱερεῦσι κατὰ ἄγνοιαν, ἀγνοήσαντος τὴν ἐν αὐτοῖς πλάνην τῆς τυφλώσεως καὶ κακοπιστίας γενομένην ἐκ διαβόλου παρασκευῆς. 13. Δεύτερον ἔτι ἐνίσχυσε τὸ τούτων ἑρπετῶδες ἐργαστήριον δι’
10Εὐδοξίου τοῦ ὑπεισδύντος καὶ παραφθείραντος τὴν ἀκοὴν πάλιν Οὐά‐ λεντος τοῦ θεοσεβοῦς βασιλέως καὶ εὐλαβεστάτου καὶ θεοφιλοῦς. ἐπειδὴ γὰρ παρ’ αὐτοῦ τὸ λουτρὸν ἐκομίσατο, διὰ τοιαύτης ὑποθέσεως ἠδυνή‐ θησαν οὗτοι στῆναι. ἐπεὶ ἂν ἔκπαλαι καὶ ὑπὸ γυναικῶν καὶ παιδαρίων, οὐ λέγω περὶ τῶν ἐντελεστέρων τῶν τὴν πᾶσαν ἀκρίβειαν τῆς θεοσεβείας
15καὶ πίστεως τῆς ὀρθῆς ἐπιγινωσκόντων, ἀλλὰ καὶ ὑπὸ τῶν τι ἀπὸ μέρους κἂν τὸ τυχὸν τῆς ἀληθείας ἐπισταμένων 〈ἐλέγχοντο〉 καὶ ἐλεγχόμενοι ἀπὸ τῶν παλαιῶν ἐδιώκοντο, ὡς βλάσφημοι δεσπότου καὶ δεύτεροι κυριοκτόνοι τινὲς καὶ ἀθετηταὶ τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐνθέου τε‐ λειότητος· διὰ 〈δὲ〉 τῆς τοῦ βασιλέως προστασίας, ὅπερ ἐστὶν ὑπερ‐
20ασπισμὸς αὐτῶν, * εἰς τὸ ἐπιχειρεῖν πάντα τὰ κακὰ ὅσα γέγονε καὶ ἔτι δι’ αὐτῶν γίνεται ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Νικομηδείᾳ, ἐν Μεσοποταμίᾳ, ἐν Παλαιστίνῃ τῇ τοῦ αὐτοῦ παρόντος βασιλέως προστασίᾳ. 14. Ἐκ ταύτης οὖν τῆς λέξεως τῆς ἐν τῷ παροιμιαστῇ γεγραμμένης ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», λοιπὸν τὰ πάντα
25αὐτοῖς ἐπινοεῖται· ὅσα τε δύναται σύμφωνα τῷ λόγῳ εἶναι καὶ ἰσορροπῆ καὶ δύναται συνᾴδειν 〈ἐκ τῶν γραφῶν συνάγουσιν〉, οὔτε αὐτοῦ τοῦ λόγου οὔτε τῶν ἄλλων ῥημάτων περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτόν τι φασκόντων. ἀλλὰ λοιπὸν ὅσα ἐστὶ τούτοις ὅμοια, τὸ ἐν τῷ
ἀποστόλῳ γεγραμμένον τὸ «δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν,163 in vol. 3
Haer
.

3

.

164

πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ 〈τὸ〉 ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γεγραμμένον ὅτι «οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν, ὅτι ὁ ὀπίσω μου ἐρχό‐ μενος ἔμπροσθέν μου γέγονε», καὶ τὸ ἐν ταῖς Πράξεσι γεγραμμένον ὅτι «γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν
5ἐσταυρώσατε, καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε» καὶ ἄλλα τούτοις ὅμοια, † ὅπου γὰρ εἰς παρατήρησιν, εἰς ἐχθρῶν ἄμυναν. ἐχθροὶ γάρ εἰσιν ὡς ἀληθῶς καὶ ἐπίβουλοι. τάχα γὰρ περὶ αὐτῶν γέγραπται καὶ τῶν αὐτοῖς ὁμοίων ὅτι «ἀναστήτω ὁ θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ». δοκοῦσι δὲ καὶ οἰκειακοὶ εἶναι (οὐδεὶς δὲ χείρων
10οἰκειακῶν ἐχθρῶν) «ἐχθροὶ γὰρ τοῦ ἀνθρώπου ἅπαντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ». καὶ τοῦτο τάχα καὶ περὶ τούτων πληροῦται. 15. Ἀναπηδῶσι γὰρ ὡς λυσσητῆρες κύνες εἰς ἐχθρῶν ἄμυναν καί φησι· «πῶς λέγεις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ;» ταῦτα γὰρ αὐτῶν ἐστι τὰ τεχνάσματα τῆς εἰσαγωγῆς τοῦ δηλητηρίου αὐτῶν πρὸς τοὺς ἀφελεῖς. καὶ
15«τί ἔνι μετὰ ταῦτα, μετὰ τὸ λέγειν υἱὸν θεοῦ;» ὦ «συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐπιγνώμονες ἐνώπιον αὐτῶν» καὶ ἐπιστήμονες δοκοῦντες εἶναι. τί ἔτι προσθείη τις τῷ ὀνόματι Ἰησοῦ, εἰ μὴ ὅτι υἱὸν γνήσιον λέγοι, ἐκ πατρὸς ὄντα καὶ οὐκ ἠλλοιωμένον; εἶτα εὐθὺς χλευαστικῶς ἀναπηδῶσι λέγοντες· «πῶς δύναται εἶναι ἐκ θεοῦ;» ἐρωτώμενοι δὲ ὅτι· «οὐκ ἔστιν υἱός;» τὸ
20μὲν υἱὸς ὀνόματι ὁμολογοῦσι, τῇ δὲ δυνάμει καὶ διανοίᾳ ἀρνοῦνται, νόθον αὐτὸν παντάπασι βουλόμενοι λέγειν καὶ οὐκ ἀληθινόν. εἰ γάρ, φησίν, ἐκ θεοῦ ἐστι καὶ ἐγέννησεν ἐξ αὐτοῦ ὁ θεὸς 〈υἱόν〉, ὡς εἰπεῖν, ἐξ ἰδίας ὑποστάσεως φύσει ἢ ἐκ ἰδίας οὐσίας, οὐκοῦν ὠγκώθη ἢ τομὴν ἐδέξατο ἢ ἐν τῷ γεννᾶν ἐπλατύνθη ἢ συνεστάλη ἤ τι τῶν κατὰ τὰ πάθη τὰ σωματικὰ ὑπέστη.
25καὶ τὸ πᾶν εἰσὶ χλευαζόμενοι, τὰ ἑαυτῶν εἰς τὸν θεὸν ἀναλογοῦντες καὶ ἀφ’ ἑαυτῶν εἰκάσαι τὸν θεὸν βουλόμενοι. ἐν γὰρ θεῷ οὐδὲν ἔνι τῶν
τοιούτων· «πνεῦμα γὰρ ὁ θεός», καὶ ἀφ’ ἑαυτοῦ ἐγέννησε τὸν μονογενῆ164 in vol. 3
Haer
.

3

.

165

ἀρρήτως καὶ ἀκαταλήπτως καὶ ἀχράντως. πῶς οὖν, φησίν, εἰ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστιν, οὐκ οἶδε τὴν ἡμέραν, ὡς λέγει, καὶ τὴν ὥραν, «περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» «πῶς δὲ εἰς σάρκα ἦλθεν,
5εἰ ἔστιν ἐκ τοῦ πατρός; πῶς δὲ ἐδύνατο ἡ ἀχώρητος ἐκείνη φύσις σάρκα ἐν‐ δύσασθαι, εἰ ἦν ἐκ τοῦ πατρὸς κατὰ φύσιν;» 16. Καὶ οὐκ οἴδασι πῶς εἰς ἑαυτῶν αἰσχύνην τοὺς λογισμοὺς τούτους ἐπισυνάγουσιν. εἰ γὰρ διὰ τὸ ἠλλοιῶσθαι αὐτὸν παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐνεδύσατο σάρκα καὶ ἐν αὐτῇ πέπονθε καὶ ἐσταυρώθη, δειξάτω‐
10σαν ἡμῖν, τί τῶν ἄλλων πνευματικῶν, κτισμάτων καίτοι γε ὄντων, ἐνε‐ δύσατο σάρκα. οὐ γὰρ δύνα〈ν〉ται μὴ οὐχ ὁμολογεῖν τὸν υἱὸν ὑπὲρ πάντα. κἄν τε κτίσμα αὐτὸν λέγοιεν, ὁμολογοῦσιν αὐτὸν ὑπὲρ ὅλα τὰ κτίσματα αὐτοῦ. ἀλλὰ καὶ ὡς χαριζόμενοι αὐτῷ βούλονται αὐτὸν θεραπεύειν λόγῳ, ὥσπερ χειρὶ μιᾷ μὲν παίοντες, τῇ δὲ ἄλλῃ ἀλείφοντες.
15τοῦτο γὰρ θέλουσιν ὥσπερ ἐξ ἰδίας προαιρέσεως αὐτῷ προσχαρίσασθαι καὶ λέγουσι· «κτίσμα μὲν λέγομεν, ἀλλ’ οὐχ ὡς ἓν τῶν κτισμάτων, καὶ ποίημα, καὶ οὐχ ὡς ἓν τῶν ποιημάτων, καὶ γέννημα, καὶ οὐχ ὡς ἓν τῶν γεννη‐ μάτων», ἵνα ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν γεννημάτων», ἀποστερήσωσιν αὐτὸν τῆς κατὰ φύσιν γεννήσεως, καὶ ἐν τῷ εἰπεῖν, «οὐχ ὡς ἓν τῶν κτισ‐
20μάτων», [ἵνα] ἀληθινὸν κτίσμα αὐτὸν ἀποφάνωσιν. οἷον γὰρ ἐὰν ᾖ κτίσμα, κτίσμα ὑπάρχει, κἄν τε μυριονταπλάσιον ἐπάνω εἴη ὄνομα ἔχον, τὸ αὐτό ἐστι τοῖς πᾶσι κτίσμασιν ἐξισαζόμενον. οὐ γὰρ ὅτι ἥλιος φαιδρότερος τῶν ἄλλων ἐστί, δύναται μὴ εἶναι κτίσμα, ὥσπερ καὶ ὁ λίθος· οὐδὲ ὅτι ἡ σελήνη ὑπερπαίει τὰ ἄστρα, παρὰ τοῦτο οὐκ ἔστι τῶν κτισμάτων.
25«ἰδοὺ γὰρ τὰ σύμπαντα δοῦλα σά». ὅσα γὰρ ἔστιν, ἐξ αὐτοῦ ἐστιν ἐκτισ‐ μένα καὶ δοῦλα. ὁ δὲ μονογενὴς ἀλήθειά ἐστι καὶ ὁ λόγος αὐτοῦ ἀλη‐
θινὸς ὑπάρχει, ὡς ἔφη· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς165 in vol. 3
Haer
.

3

.

166

μαθηταὶ μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευ‐ θερώσει ὑμᾶς.» εἰ δὲ ὁ λόγος αὐτοῦ ἀλήθεια ὑπάρχει καὶ ἐλευθεροῖ τοὺς ἐλευθερουμένους, πόσῳ γε μᾶλλον αὐτὸς ἐλεύθερος ὑπάρχει, ἀλήθεια ὢν καὶ ἐλευθερῶν τοὺς αὐτῷ πειθομένους ὄντας δούλους; διὰ τὸ σύμ‐
5παντα δοῦλα εἶναι αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος [αὐτοῦ]. 17. Εἶτα πάλιν λέγουσι· «πῶς ἐνεδήμησεν εἰς σάρκα, εἰ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας;» εἴπωσι τοίνυν ἡμῖν, πῶς ἄγγελοι σάρκα οὐκ ἔλαβον ὄντες δοῦλοι αὐτοῦ; πῶς ἀρχάγγελοι; πῶς στρατιαί; πῶς τὰ ἄλλα πάντα τὰ
10πνευματικά; ἀλλὰ καὶ ὑποδεέστερόν φασιν εἶναι οἱ τοιοῦτοι τὸ πνεῦμα καὶ κτίσμα κτίσματος, ὡς αὐτοῦ τοῦ λόγου 〈ποίημα〉. πῶς οὖν τὸ πνεῦμα οὐκ ἔλαβε σάρκα, δυνάμενον ἔχειν πρόσωπον τρεπτὸν ὑπὲρ τὸν υἱὸν κατὰ τὸν αὐτῶν λόγον; ἀλλ’ ἐπειδὴ σοφία ἦν τοῦ πατρός, ηὐδόκησε δι’ ἑαυτοῦ τῆς τελειότητος τὸ ἡμέτερον ἀσθενὲς ἀναλαβεῖν, ἵνα δι’ ἑαυτοῦ πᾶσα
15σωτηρία τῷ κόσμῳ γένηται. τὰ δὲ ἀγαθὰ εἰς κακὰ μετατρέποντες ἀχαρι‐ στοῦσιν, ἀχάριστοι καὶ ἀγνώμονες καὶ δεσπότου ἰδίου ὑβρισταὶ καὶ βλάσφημοι. τὰ δὲ ἄλλα λοιπὸν ὅσα λέγουσιν ἠλαττωμένως φρονοῦσι· «πῶς δὲ ἐπείνασεν, εἰ ἦν τῆς τοῦ πατρὸς οὐσίας;» περὶ γὰρ τοῦ θεοῦ γέγραπται «οὐ πεινάσει, οὐδὲ διψήσει, οὔτε ἔστιν ἐξεύρεσις τῆς φρονήσεως
20αὐτοῦ». οὗτος δὲ καὶ ἐπείνασε καὶ ἐδίψησε. πῶς κέκμηκεν ἐκ τῆς ὁδοι‐ πορίας καὶ ἐκάθισε 〈ὅπου γέγραπται〉 καὶ ὅτι ὁ θεὸς «οὐ κοπιάσει». πῶς δέ, φησιν, εἶπεν· «ὁ ἀποστείλας με πατήρ μου μείζων μου ἐστίν; ἄλλος γὰρ ὁ ἀποστέλλων, ἄλλος δὲ ὁ ἀποστελλόμενος.» καὶ δῆλον ὅτι ὁ πατὴρ οὐκ ἔστιν ὁ υἱὸς καὶ ὁ υἱὸς οὐκ ἔστιν ὁ πατήρ. οὐ γὰρ κατὰ τὸν Σαβέλλιον
25ἡμεῖς λέγομεν, τὸν λέγοντα υἱοπάτορα εἶναι. εἰ μὴ γὰρ εἶπεν ὅτι «ἄλλος ἐστὶν ὁ ἀποστείλας με» καὶ «ἀπέρχομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν, πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν» * εἶπε, * καὶ οὐκ ἐκ τῆς τοῦ θεοῦ οὐσίας οἱ μαθηταὶ κατὰ φύσιν ἐγεννήθησαν. 〈διὸ〉 καὶ ἔλεγεν αὐτοῖς· «πατέρα ὑμῶν.»
30Πολλὴ δὲ φρενοβλάβεια τῶν τὰ τοιαῦτα λεγόντων. εἰ γὰρ ὀνόματι
μόνον 〈υἱὸσ〉 καλεῖται καὶ οὐκ ἔστι κατὰ φύσιν, οὐδὲν διαφέρει166 in vol. 3
Haer
.

3

.

167

τῶν ἄλλων πάντων κτισμάτων, κἄν τε ἐν ὑπεροχῇ ἀξιώματος ὑπάρχει. οὐ γὰρ ὅτι ὁ βασιλεὺς ὑπερέχει τῶν ἐπάρχων καὶ στρατηλατῶν, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ὁμοιοπαθὴς τῶν ἄλλων καὶ σύνδουλος τῆς αὐτῆς κτίσεως, θνητός τις ὤν, ὥσπερ καὶ οἱ ὑπ’ αὐτοῦ ἀρχόμενοι. καὶ οὐχ ὅτι ὁ ἥλιος
5ὑπερέχει τῶν ἄλλων ἄστρων καὶ ἡ σελήνη ἐν μέρει, οὐ παρὰ τοῦτο οὐκ εἰσὶν ὑποτεταγμένα στοιχεῖα καὶ τῇ τοῦ ἑνὸς διατάξει δημιουργοῦ τε καὶ κτιστοῦ, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὑπείκοντα. καὶ οὐχ ὅτι ἄγγελοι ὑπερέχουσι τῶν ὁρατῶν καὶ ἐν τάξει τῶν ἄλλων μείζους πάντων εἰσίν, οἷα δὴ ἀόρατοι κτισθέντες καὶ τὸ πρῶτον γέρας τῆς τοῦ
10θεοῦ θεραπείας ἀποκαρπούμενοι ἐν ὕμνοις διηνεκέσι, καὶ ἀθάνατοι κατὰ χάριν ὑπ’ αὐτοῦ κτισθέντες καὶ οὐ κατὰ φύσιν, ἀθάνατοι δὲ φύσει ἐξ αὐτοῦ τοῦ ἀθανάτου καὶ ὄντος ἐν ἑαυτῷ ζωὴ καὶ ἀθανασία καταξιωθέντες γενέσθαι, οὐ παρὰ τοῦτο οὐκ εἰσὶ φόβῳ καὶ τρόμῳ καὶ ὑπὸ ἀπολογίαν καὶ ἐξέτασιν καὶ κέλευσιν καὶ προσταγὴν τῆς ἁγίας θεότητος δεδου‐
15λωμένοι. 18. Ἔνθεν γάρ ἐστι * τὸ ζητούμενον τῆς ἀληθείας ἀκρίβασμα, τὸ υἱὸν μὲν λέγειν, λέγειν δὲ καὶ ἔχειν οὐχ ἁπλῶς ὀνόματι, ἀλλὰ υἱὸν κατὰ φύσιν υἱόν. καὶ ἐν ἡμῖν γὰρ πολλοὶ καλοῦνται υἱοί, μὴ ὄντες ἡμῶν υἱοὶ κατὰ φύσιν. οἱ δὲ ἀληθινοὶ υἱοὶ οἱ γνήσιοι καλοῦνται, οἱ κατὰ φύσιν ὑφ’
20ἡμῶν γεγεννημένοι. καὶ εἰ μὲν οὖν υἱὸς μόνον ἐκαλεῖτο, ὡς καὶ πάντες ἐκλήθησαν υἱοὶ θεοῦ, ἄρα οὐδὲν διαλλάττει τῶν ἄλλων. καὶ πῶς ὡς θεὸς προσκυνεῖται; ἔδει οὖν καὶ τὰ ἄλλα πάντα, ἐφ’ οὓς τὸ ὄνομα τῆς υἱο‐ θεσίας ἐπικέκληται, κατ’ αὐτὸν προσκυνεῖσθαι, ἐπειδὴ υἱοὶ θεοῦ προσα‐ γορεύονται. ἀλλὰ ἡ ἀλήθεια οὐκ ἔχει οὕτως, ἀλλ’ οἶδεν ἀεὶ ἕνα μονογενῆ
25υἱὸν θεοῦ, ᾧ πάντα λατρεύει καὶ προσκυνεῖ, «καὶ πᾶν γόνυ κάμψει ἐπου‐ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». ἀλλ’ οὔτε τὸ ἅγιον πνεῦμα ἐξισοῦται τοῖς ἄλλοις πνεύμασιν, ἐπειδὴ ἕν ἐστι τὸ πνεῦμα τοῦ θεοῦ, πνεῦμα ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ
30υἱοῦ λαμβάνον. οὗτοι δὲ βούλονται αὐτὸ εἶναι κτίσμα κτίσματος. φασὶ γὰρ ὅτι «πάντα δι’ αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἄρα, φασί, καὶ τὸ πνεῦμα ἐκ τῶν ποιημάτων ὑπάρχει, ἐπειδὴ «πάντα δι’ αὐτοῦ γέγονε». καὶ ἀγνοοῦσιν οἱ μάτην ἑαυτῶν τὴν ψυχὴν ἀπολέσαντες ὅτι ἄλλα
ἐστὶ τὰ κτίσματα καὶ ἄλλα τὰ 〈ἄ〉κτιστα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον167 in vol. 3
Haer
.

3

.

168

πνεῦμα, εἷς θεός, τριὰς ἐν ἀληθείᾳ καὶ μονὰς ἐν ἑνότητι. διὰ τοῦτο γὰρ [ὅτι] εἷς θεός, ὅτι οὐ δύο πατέρες οὔτε δύο υἱοὶ οὔτε δύο πνεύματα ἅγια καὶ ἐπειδὴ οὐκ ἀλλότριος ὁ υἱὸς τοῦ πατρός, ἀλλ’ ἐξ αὐτοῦ γεγεννημένος καὶ οὐκ ἀλλότριον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ὁ μὲν υἱὸς μονογενὴς γεγεν‐
5νημένος ἀνάρχως 〈καὶ〉 ἀχρόνως, τὸ δὲ ἅγιον πνεῦμα, ὡς οἶδεν αὐτὸς ὁ πατὴρ καὶ ὁ μονογενής, οὔτε γεννητὸν οὔτε κτιστὸν οὔτε ἀλλότριον πατρὸς καὶ υἱοῦ, ἀλλ’ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. «τὸ πνεῦμά μου» γάρ φησιν, «ἐφέστηκεν ἐν μέσῳ ὑμῶν», καὶ «ἔχρισε τὸν Χριστὸν ἐν πνεύματι ἁγίῳ.» εἰ αὐτὸς ὁ μονογενὴς χρίεται ἐν πνεύματι, τίς ἐγκαλέσει
10τῇ ἁγίᾳ τριάδι; 19. Εἶτα πάλιν φησὶν ὁ μανιώδης Ἄρειος· «πῶς εἶπεν ὁ κύριος, «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθὸς ὁ θεός», ὡς αὐτοῦ ἀρνουμένου τὴν ἀγαθότητα· καὶ τίς ἄλλος οὕτως ἀγαθὸς ὡς ὁ μονογενής, ὃς ἔδωκεν ἑαυτὸν ἀντίλυτρον τῶν ἡμετέρων ψυχῶν; καὶ οὐκ οἴδασι θεοῦ τὴν δύναμιν
15καὶ τὴν ἀγαθότητα οὔτε τὴν οἰκονομίαν τῆς τοῦ θεοῦ σοφίας, ψυχικοὶ ὄντες καὶ σαρκικοί, ἀνακρινόμενοι ἀπὸ ἁγίου πνεύματος, κοῦφοι ὄντες ἀπ’ αὐτοῦ, μὴ ἔχοντες τὴν τοῦ ἁγίου πνεύματος δωρεάν, τὴν σοφίζουσαν πάντα ἄνθρωπον. πάλιν δὲ αἰτοῦνται αὐτόν, φησίν, οἱ υἱοὶ Ζεβεδαίου διὰ τῆς αὐτῶν μητρὸς τὸ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἕνα καθίσαι ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύ‐
20μων, καὶ ἔφη αὐτοῖς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; αὐτῶν δὲ φησάντων, ναί, ἔφη πρὸς αὐτούς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἀριστερῶν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός». εἶτά φησιν ὁ ἀπόστολος «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν», ὡς αὐτοῦ χρείαν ἔχοντος τοῦ ἐγείραντος
25αὐτόν. καὶ ὅτι, φησίν, «ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν, ὅτε ἐν ἀγωνίᾳ γέγονε, καὶ ἵδρωσε καὶ ὁ ἱδρὼς αὐτοῦ γέγονεν αὐτῷ ὡς θρόμ‐ βοι αἵματος, ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτε ἀπελθὼν ηὔχετο μέλλων παραδίδοσθαι». «καὶ πάλιν ἐν τῷ σταυρῷ, φησίν, ἔλεγεν· Ἠλί, Ἠλί, λημᾶ
σαβαχθανί, τουτέστι, Θεέ μου, Θεέ μου ἵνα τί με ἐγκατέλιπες; καὶ ὁρᾷς,168 in vol. 3
Haer
.

3

.

169

φησίν, ὡς ἐπιδέεται βοηθείας;» ἀλλὰ περὶ τοῦ λέγειν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» * καὶ τὸ «οἱ δύο ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἓν ὦσιν», * ὥστε οὖν τὸ ἓν εἶναι πάντως οὐ κατὰ φύσιν λέγει, ἀλλὰ κατὰ ὁμόνοιαν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἀρνοῦνται ψυχὴν αὐτὸν ἀνθρωπείαν εἰλη‐
5φέναι, αὐτὸ τοῦτο προκατασκευάζοντες. σάρκα γὰρ ὁμολογοῦσιν ἀλη‐ θινὴν ἀπὸ Μαρίας αὐτὸν ἐσχηκότα καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ ἀνθρώπῳ χωρὶς ψυχῆς, ἵνα ὅταν ἀκούσῃς περὶ πείνης ἢ δίψης ἢ καμάτου ἢ ὁδοι‐ πορίας, ἢ ἱδρῶτος, ἢ ὕπνου ἢ ἐμβριμήσεως καὶ εἴπῃς ὅτι διὰ τὴν ἐναν‐ θρώπησιν τούτων ἐπεδέετο, λέξουσί σοι ὕστερον ὅτι σὰρξ καθ’ ἑαυτὴν
10ταῦτα οὐκ ἐνεργεῖ, ἐὰν μὴ ἔχῃ τὴν ψυχήν. καὶ γὰρ τῷ μὲν ὄντι οὕτως ἐστί. τί οὖν ἐστι, φησίν, ἀλλ’ ὅτι ἡ θεότης αὐτοῦ ἐπεδέετο, ἵνα ὅταν εἴ‐ πωσι τὴν θεότητα αὐτοῦ ἐπιδεομένην, ξένον ἀποφάνωσιν αὐτὸν καὶ ἀλλό‐ τριον τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως ἀληθινῆς. νομίζω δὲ 〈παντὶ〉 τῷ σύνεσιν κεκτημένῳ ἀπὸ μιᾶς ἢ δύο μαρτυριῶν ἢ πέντε τῶν κακῶς παρ’
15αὐτοῖς ἐπινενοημένων καὶ ἐλεγχομένων καὶ ἀνατρεπομένων, * τῆς πάσης ἀληθείας κηρυττομένης καὶ σαφῶς ἐν τῇ πίστει τῆς ὀρθοδοξίας βεβαιου‐ μένης, ἐλεγχθήσονται παρὰ τοῖς προειρημένοις νοῦν θεϊκὸν κεκτημένοις, κἄν τε μετὰ ταύτας τὰς ἐπιλύσεις ἐπινενοημένας λέξεις μυρίας ἄλλας ἐνέγκωσιν. ἀπὸ γὰρ τῶν ὀλίγων αἱ πλεῖσται λυθήσονται τὴν ἴσην δύναμιν φέρουσαι.
20 20. Καὶ ἄρξομαι πρῶτον τοῦ λέγειν, ὅθεν διέλαβον κακῶς φυτεύειν τῆς πικρίας αὐτῶν ῥίζαν, 〈ἀπὸ〉 τοῦ λόγου τοῦ ὑπὸ Σολομῶντος εἰρημένου, ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ οὐ πάντως που ἐβεβαίωσε γραφὴ οὐδὲ ἐμνήσθη τις τῶν ἀποστόλων τῆς λέξεως ταύτης, ἵνα παραγάγῃ αὐτὴν εἰς ὄνομα Χριστοῦ. ὥστε οὖν οὐ πάντως περὶ τοῦ
25υἱοῦ τοῦ θεοῦ λέγει, κἄν τε εἴπῃ ὅτι «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην». πόσαι γάρ εἰσι καταχρηστι‐
κῶς λεγόμεναι θεοῦ σοφίαι; μία δὲ ὁ μονογενής, οὐχὶ καταχρηστικῶς169 in vol. 3
Haer
.

3

.

170

λεγόμενος, ἀλλ’ ἐν ἀληθείᾳ. τὰ πάντα γὰρ θεοῦ σοφία, καὶ ὅσα ἐστὶν ἀπὸ τοῦ θεοῦ, σοφία ἐστίν. ἄλλη δὲ ἰδιάζουσα καὶ ὑπὲρ πάντα οὖσα, τουτέστιν ὁ μονογενής, ὁ μὴ καταχρηστικῶς ὢν σοφία, ἀλλ’ ἀληθείᾳ, ὁ σὺν πατρὶ ἀεὶ ὤν, ὁ «δύναμις ὢν θεοῦ καὶ σοφία» κατὰ τὸ γεγραμμένον
5«ἡμῖν δὲ Χριστὸς δύναμις θεοῦ καὶ θεοῦ σοφία», «ἔστι δὲ σοφία πένητος ἐξουθενημένη», καὶ «ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος τὸν θεόν, ηὐδόκησε διὰ τῆς μωρίας τοῦ εὐαγγελίου σῶσαι τοὺς πιστεύον‐ τας», καὶ «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», καὶ «ἔδωκεν ὁ θεὸς καρδίαν τῷ Σολομῶντι ὡς τὸ χύμα τῆς θαλάσσης, καὶ ἐσοφίσατο
10ὑπὲρ τοὺς υἱοὺς Ἐνάκ», καὶ «ἔδωκεν ὁ θεὸς τῷ Βεσελεὴλ σοφίαν καὶ ἐνέ‐ πλησεν ὁ θεὸς σοφίας τὸν Οὐρί». Καὶ πολλά ἐστι περὶ σοφίας λέγειν, καὶ «ποῖος ἐστὶ τόπος φρονή‐ σεως, καὶ ἡ σοφία πόθεν εὑρέθη;» κἄν τε οὖν αὕτη ἡ ᾀδομένη σοφία λέγῃ «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκα‐
15λεσάμην. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ δι’ ἐμοῦ μεγιστᾶνες μεγα‐ λύνονται, καὶ δυνάσται γράφουσι δικαιοσύνην, καὶ τύραννοι κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, καὶ οἱ ἐμὲ ζητοῦντες εὑρήσουσί με πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. ἐν ὁδῷ δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέ‐
20φομαι, ἵνα μερίσω τοῖς ἀγαπῶσί με ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνη‐ μονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν πηγὰς
25τῶν ὑδάτων, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» καὶ τὰ ἑξῆς, δηλονότι βουλομένων τινῶν ἀντιλέγειν τῇ λέξει ἀνθ‐ υποφορᾷ χρῶνται οἱ δι’ ἐναντίας διὰ τοῦ ὀνόματος τῆς σοφίας καὶ τῆς ἀκολουθίας τοῦ λόγου τοῦ λέγοντος «κύριος ἔκτισε με», σὺν τῷ εἰπεῖν «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν»· ὅτι «ἰδού, 〈φησίν〉, ἡ σοφία ἀπ’ ἀρχῆς
30ἑαυτὴν ὀνομάσασα καὶ προβαίνουσα καθ’ ἑξῆς ἑαυτὴν σημαίνει λέγουσα· κύριος ἔκτισέ με. ἰδοὺ γὰρ λέγει ἄνω· ἐγὼ ἡ σοφία, καὶ κάτω λέγει· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος
ἀριθμῆσαι. καὶ τί φησι· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ;»170 in vol. 3
Haer
.

3

.

171

21. Ἔφημεν δὲ ὅτι πολλαί τινες αἱ καταχρηστικῶς 〈λεγόμεναι〉 κατὰ καιρὸν ἐκ θεοῦ δοθεῖσαι σοφίαι, ὅτι πάντα ὁ θεὸς ἐν σοφίᾳ ἐπιτελεῖ. μία δέ ἐστιν ἡ οὖσα σοφία τοῦ πατρὸς ὁ ἐνυπόστατος θεὸς λόγος. αὐτὸ γὰρ τὸ ῥῆμα οὐ πάντως ἀναγκάζει με περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λέγειν· οὐ
5γὰρ 〈γραφὴ〉 ἐδήλωσεν οὐδέ τις τῶν ἀποστόλων ἐμνημόνευσεν, ἀλλ’ οὔτε τὸ εὐαγγέλιον. εἰ δὲ ἄρα περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦτο ἐλαμβάνετο, οὐκ ἔστι ταὐτὸν τὸ ῥῆμα οὔτε πρὸς εὐθεῖαν κρίσιν κείμενον. ὅλη γὰρ ἡ βίβλος παροιμίαι εἰσί. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταὐτόν ἐστι τῇ δυνάμει, ἀλλὰ ἄλλῃ μὲν ῥήσει διηγεῖται, ἄλλῃ δὲ δυνάμει ἀλληγορεῖται.
10εἰ τοίνυν τοῦτο λέγει καὶ τολμῶσι τινὲς ἐπὶ τὸν υἱὸν τοῦ θεοῦ τοῦτο φέ‐ ρειν, —μὴ γένοιτο· ἐπὶ τῇ θεότητι αὐτοῦ τοῦτο οὐ φέρεται τὸ ῥῆμα. εἰ δὲ δύναται ἐν τῇ ἐνσάρκῳ αὐτοῦ πληροῦσθαι παρουσίᾳ (ἐπειδὴ γὰρ αὐτὴ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ τὸν οἶκον») καὶ εἰ ἄρα ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως εὐσεβῶς λεχθείη, ὡς ἡ ἔνσαρκος αὐτοῦ παρου‐
15σία περὶ τῆς αὐτοῦ θεότητος φάσκει ὅτι «κύριος ἔκτισέ με» (τουτέστιν ᾠκοδόμησέ με ἐν γαστρὶ Μαρίας) «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» (ἀρχὴ γὰρ ὁδῶν τῆς καθόδου Χριστοῦ εἰς τὸν κόσμον τὸ σῶμα τὸ ἐκ Μαρίας ληφθὲν ἐν τῷ ἔργῳ αὐτοῦ τῆς δικαιοσύνης καὶ σωτηρίας), ἀλλὰ πάντως προπηδήσειεν ὁ τὴν καρδίαν βεβλαμμένος καὶ τὴν δεινὴν ταύτην
20πληγὴν πεπληγμένος, περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ἔχων τὴν ἔχθραν ἐν τῇ δια‐ νοίᾳ, «ὅτι, φησίν, εἶπεν· ‘ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι‘, καὶ ὁρᾷς ὅτι ἐξ αἰῶνος λέγει, ἡ δὲ ἔνσαρκος θεοῦ παρουσία μετὰ ἑξήκοντα δύο γενεὰς κατὰ τὸν Ματ‐ θαῖον ἦλθε· πῶς οὖν δύναται τὰ ἐξ ἀρχῆς αἰῶνος τούτῳ λέγεσθαι;»
25 22. Καὶ οὐκ οἴδασιν οἱ τὴν πᾶσαν ὁδὸν τῆς ἀληθείας πεπλανημένοι, ὅτι ἀεὶ ἡ θεία γραφὴ πάντα ὅσα βούλεται διδάσκειν, 〈εἰ〉 ἄρχεται διη‐ γεῖσθαι, οὐκ εὐθὺς εἰς τὸ ἀρχαΐζον καὶ ὡς εἰπεῖν εἰς τὸ κεφάλαιον ἐπιβάλ‐ λεται, ἀλλ’ ἀπὸ τῶν ἐγγυτάτων ἄρχεται, ἵνα τὸ προὸν ἔσχατον σημάνῃ. διὰ τοῦτο γὰρ καὶ εἶπεν «ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα»,
30ἀπὸ τούτων δὲ «μνημονεύ〈σ〉ω καὶ τὰ ἐξ αἰῶνος»· ὡς καὶ τῷ Μωυσῇ ἐσήμανεν ὁ θεὸς πρῶτον τὸ πῦρ καιόμενον καὶ ἐν πυρὶ βάτου γέγονεν ἡ
ὀπτασία τὸ ἔναγχος· ἄγγελος δὲ αὐτῷ λελάληκεν εὐθέως, μετέπειτα δὲ171 in vol. 3
Haer
.

3

.

172

κύριος ἀπὸ τῆς βάτου. ὁ δὲ πρὸς αὐτοῦ εὐθὺς οὐ τὰ ὁρώμενα ζητεῖ, ἀλλὰ τὰ ἀπ’ ἀρχῆς ἐρωτᾷ· «δεῦρο γάρ, φησίν, ἀποστείλω σε πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς, ὅτι ὁ θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με. ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», πρὸ γενεῶν
5τοῦ Μωυσέως πέντε ἢ ἓξ ὀνομάσας τοὺς περὶ Ἀβραάμ, καὶ ἐπειδὴ εἶπεν «θεὸς τῶν πατέρων», τὸ ἀρχαῖον ἀπεφήνατο· ὁ δὲ Μωυσῆς συνέσει ἐκ θεοῦ κεχαριτωμένος ἠρώτα οὐ ταῦτα, ἀλλὰ καὶ τὸ ἔτι ἀνώτατον, ὅτι «ἐὰν ἀπέλθω πρὸς αὐτοὺς καὶ εἴπωσι πρός με· τί αὐτῷ ὄνομα; τί ἐρῶ πρὸς αὐτούς;» ὁ δὲ λοιπὸν ἀποκαλύπτει· «ἐγώ εἰμι ὁ ὤν». καὶ τὰ μὲν πρῶτα
10ἀπὸ τῶν ἐγγυτάτων ἤρξατο, εἰς ἔσχατον δὲ τὸ ἀνώτατον ἐδήλου. ἀλλὰ καὶ ὁ Λουκᾶς ἄρχεται ἀπὸ τῶν κάτω καὶ ἐγγυτάτω, ὅτι «ἦν αὐτὸς ὁ Ἰησοῦς ἀρχόμενος ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσήφ, τοῦ Ἠλί, τοῦ Ματθᾶν, τοῦ Νάθαν, τοῦ Δαυίδ, τοῦ Ἰούδα, τοῦ Ἰακώβ, τοῦ Ἀβραάμ, τοῦ Ναχώρ, τοῦ Νῶε, τοῦ Λάμεχ, τοῦ Ἐνώχ, τοῦ Σήθ, τοῦ
15Ἀδάμ, τοῦ θεοῦ». καὶ ὁρᾷς πῶς τὴν ἔνσαρκον παρουσίαν πρῶτον ἔδειξεν, ἔπειτα τὸ ἔσχατον. διὸ καὶ Ματθαῖος κατὰ τὴν ἔνσαρκον γενεαλογίαν βουλόμενος καταγαγεῖν τὴν Χριστοῦ παρουσίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, οὐκ εὐθὺς εἶπεν ὅτι γένεσις Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, ἀλλὰ υἱοῦ Δαυὶδ πρῶτον, εἶτα υἱοῦ Ἀβραάμ, ἵνα τὸ πρόσφατον ὁρώμενον
20καὶ τὸ ἔγγιστα συγκροτούμενον καὶ τὸ ἔτι ἀνώτερον ὑποδεικνύων, τὸ ἔτι ὑπὲρ πᾶσαν κτίσιν σημάνῃ ἀναφαίρετον. 23. Διὸ καὶ ὁ Ἰωάννης ἐλθὼν ὁ μακάριος καὶ εὑρὼν τοὺς ἀνθρώπους ἠσχολημένους περὶ τὴν κάτω Χριστοῦ παρουσίαν, [καὶ] τῶν μὲν Ἐβιω‐ ναίων πλανηθέντων διὰ τὴν ἔνσαρκον Χριστοῦ γενεαλογίαν ἀπὸ Ἀβραὰμ
25〈ὑπὸ Ματθαίου〉 καταγομένην καὶ Λουκᾶ ἀναγομένην ἄχρι τοῦ Ἀδάμ, εὑρών τε τοὺς Κηρινθιανοὺς καὶ Μηρινθιανοὺς ἐκ παρατριβῆς αὐτὸν λέγοντας εἶναι ψιλὸν ἄνθρωπον καὶ τοὺς Ναζωραίους καὶ ἄλλας πολλὰς αἱρέσεις, ὡς κατόπιν ἐλθὼν (τέταρτος γὰρ οὗτος εὐαγγελίζεται) ἄρχε‐ ται ἀνακαλεῖσθαι ὡς εἰπεῖν τοὺς πλανηθέντας καὶ ἠσχολημένους περὶ
30τὴν κάτω Χριστοῦ παρουσίαν καὶ λέγειν αὐτοῖς ὡς κατόπιν βαίνων καὶ ὁρῶν τινας εἰς τραχείας ὁδοὺς κεκλικότας καὶ ἀφέντας τὴν εὐθεῖαν καὶ ἀληθινήν, ὡς εἰπεῖν· ποῖ φέρεσθε; ποῖ βαδίζετε οἱ τὴν τραχεῖαν ὁδὸν
καὶ σκανδαλώδη καὶ εἰς χάσμα φέρουσαν βαδίζοντες; ἀνακάμψατε. οὐκ172 in vol. 3
Haer
.

3

.

173

ἔστιν οὕτως, οὐκ ἔστιν ἀπὸ Μαρίας μόνον ὁ θεὸς λόγος, ὁ ἐκ πατρὸς ἄνωθεν γεγεννημένος, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Ἰωσὴφ τοῦ ταύτης ὁρμαστοῦ, οὐκ ἔστιν ἀπὸ τῶν χρόνων Σαλαθιὴλ καὶ Ζοροβάβελ καὶ Δαυὶδ καὶ Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Νῶε καὶ Ἀδάμ, ἀλλὰ «ἐν ἀρχῇ
5ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος». τὸ δὲ ἦν καὶ ἦν καὶ ἦν οὐχ ὑποδέχεται τὸ μὴ εἶναί ποτε. καὶ ὁρᾷς πῶς εὐθὺς τὰ ἐγγυ‐ τάτω πρῶτον σημαίνει, πῶς Ματθαῖος μὲν τὴν ὁδὸν ἔδειξε διὰ τῆς γενεα‐ λογίας καὶ οὐδὲ αὐτὸς 〈πάντα〉 ἠκρίβωσεν, ἀλλ’ ἐπὶ τὰ ἄνωθεν ἔφερε καίτοι γε τὴν γενεαλογίαν, πῶς τε ὁ Μάρκος περὶ τῶν ἐν τῷ κόσμῳ πεπραγ‐
10ματευμένων 〈διηγήσατο〉 καὶ φωνῆς βοώσης ἐν τῇ ἐρήμῳ, περί 〈τε〉 τοῦ κυρίου τοῦ διὰ προφητῶν πεπροφητευμένου καὶ νόμου, πῶς τε ὁ Λουκᾶς ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ἀνῆγεν, ἐς ὕστερον 〈δὲ〉 ἐλθὼν τέταρτος ὁ Ἰωάννης τὴν κορωνίδα καὶ τὸ ἀκραιφνὲς τῆς ἄνω τάξεως καὶ ἀεὶ οὔσης θεότητος τὸ ὕστερον ἐδήλωσεν, οὕτως καὶ ὁ Σολομῶν παροιμιωδῶς
15λέγων τὴν ἀρχὴν τῶν ὁδῶν *, εἴ γε κἂν εὐσεβῶς θελήσαιέν τινες λέγειν περὶ τῆς ἐνσάρκου οἰκονομίας, ὡς αὐτῆς φασκούσης περὶ τῆς τοῦ Χριστοῦ θεότητος ὅτι «αὐτὴ ἡ θεότης ἔκτισε τὸν οἶκον», ὅτι αὐτὴ ἡ θεότης τὴν σάρκα καὶ τὴν ἐνανθρώπησιν εἰργάσατο, «ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ ἀγαθότητος, εἶτα εὐθὺς μετέπειτα,
20ἔτι προκοπτόντων τῶν πραγμάτων λέγει «ἐθεμελίωσέ με ἐν ἀρχῇ». ἆρα γοῦν ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα κτισθεὶς ὕστερον ἐθεμελιώθη; λεγέτωσαν ἡμῖν οἱ μηχανικοί, οἱ τῶν ἄνω κατοπτευταί, ποίᾳ τέχνῃ ἐκ‐ τίσθη ἡ σοφία, ποίῳ ἐργαλείῳ ἐθεμελιώθη. ἀλλὰ εἰ ὅλως διανοεῖσθαι χρή, φεύγωμεν ἀπὸ τοσούτου βυθοῦ τῆς βλασφημίας, τοῦ μὴ προσψαύειν
25τῇ θεότητι τοῦ μονογενοῦς, τῇ ἀεὶ σὺν πατρὶ ὑπαρχούσῃ καὶ γεγεννημένῃ ἐξ αὐτοῦ. ἀεὶ γὰρ ἦν ὁ λόγος σὺν πατρί, ἀεὶ ἡ σοφία, ἀεὶ θεὸς ἐκ θεοῦ 〈ὁ〉 κύριος, ἀεὶ φῶς ἀληθινὸν καὶ οὐ νόθον, ἀεὶ τὸ εἶναι ἐξ αὐτοῦ ἔχων καὶ ἀλήθεια ὢν καὶ ζωὴ ὑπάρχων. 24. Καὶ τί μοι τὰ πολλὰ λέγειν περὶ τούτου; εἶτά φησιν «ἐθεμελίωσέ
30με ἐν ἀρχῇ». ἄρα ἔστιν ἰδεῖν εὐσεβέσ〈ι〉, ὅτι τὴν ψυχὴν τὴν ἀνθρω‐
πείαν ἐνταῦθα σημαίνει. τὸ μὲν γὰρ «κύριος ἔκτισέ με» ἡ ἐνανθρώπησις173 in vol. 3
Haer
.

3

.

174

λέγει ἡ ἔνσαρκος, ἐάν γε καὶ οὕτω νοοῖτο. τὸ δὲ «ἐθεμελίωσεν», ὡς ἐν τῇ ψυχῇ ἐθεμελιώθη. τὸ δὲ «πρὸ πάντων βουνῶν γεννᾷ με», ἵνα δείξῃ τὴν γέννησιν ἄνωθεν. καὶ ταῦτα εἴπομεν, οὐχ οὕτως πάντως ὁριζόμενοι, εὐσεβῶς δὲ μᾶλλον εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες. εἰ καὶ
5χρὴ οὕτω λέγειν, ὅμως οὐδεὶς ἡμᾶς ἀναγκάσειε πάντως περὶ τοῦ Χριστοῦ λέγειν τὸ ῥῆμα τοῦτο. εἰ δὲ περὶ τοῦ Χριστοῦ ῥηθήσεται, ἔχει καὶ τὴν αὐτοῦ δύναμιν, οὐ κατὰ μαντείαν λεγομένην, ἀλλὰ κατὰ τὸ εὐσεβὲς τοῦ λογισμοῦ, τοῦ μὴ λογίζεσθαι εἰς υἱόν τι ἐλαττώματος 〈μήτε〉 ὑποβεβη‐ κυῖαν νομίζειν αὐτὸν θεότητα παρὰ τὴν τοῦ πατρὸς ἔχειν οὐσίαν. καὶ
10γάρ τινες τῶν πατέρων ἡμῶν καὶ ὀρθοδόξων ἀπέδωκαν τοῦτο εἰς τὴν ἔνσαρκον παρουσίαν διανοηθέντες, εἰ καὶ χρὴ οὕτω λέγειν τὸ περὶ τοῦ «κύριος ἔκτισέ με, καὶ ἐθεμελίωσέ με». καὶ 〈ὅτι〉 οὗτός ἐστιν εὐσεβὴς λογισμός, μεγάλοι πατέρες τοῦτο ὑφηγήσαντο. καὶ εἰ μή τις βουλη‐ θείη τῶν ὀρθοδόξων καταδέξασθαι, οὐ καταναγκασθήσεται, πρὸς δὲ τοὺς
15ξένους τῆς πίστεως καὶ ἀλλοτρίους εἰς οὐδέν ἐστιν ἡ βλάβη. οὔτε γὰρ τοῦτο ἡμῖν ἐνσκήψει εἰς 〈υἱόν〉 τι ἐλαττώματος *, τῆς θεότητος ἐλευθέρας οὔσης καὶ ἀεὶ οὔσης σὺν τῷ πατρί. καὶ ὅ τι μὲν πέπονθεν ὁ Χριστός, πέπονθεν, ἀλλ’ οὐκ ἐτράπη τὴν φύσιν, ἔμεινε δὲ ἐν τῇ αὐτοῦ ἀπαθείᾳ ἡ αὐτοῦ θεότης. διὸ θελήσας παθεῖν ἰδίᾳ εὐδοκίᾳ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώ‐
20πων, (ἐπειδὴ οὐκ ἐδύνατο ἡ θεότης παθεῖν, καθ’ ἑαυτὴν ἀπαθὴς οὖσα) ἔλαβε τὸ ἡμέτερον παθητὸν σῶμα, σοφία ὤν, ἵνα ἐν αὐτῷ συνευδοκήσῃ τοῦ παθεῖν καὶ ἀναδέξηται τὰ ἡμέτερα πάθη ἐν σαρκί, συνούσης τῆς θεότητος. καὶ γὰρ ἡ θεότης οὐ πάσχει. πῶς γὰρ ὁ λέγων «ἐγώ εἰμι ἡ ζωή», ἀποθανεῖν δυνήσεται; ἀλλὰ ἀπαθὴς διαμένει ὁ θεός, συμπάσχει δὲ τῇ σαρκί, ἵνα
25τὸ πάθος εἰς τὴν θεότητα λογισθῇ, μὴ πασχούσης τῆς θεότητος, εἰς τὸ εἶναι ἡμῖν ἐν θεῷ τὴν σωτηρίαν. ἐν σαρκὶ δὲ τὸ πάθος, ἵνα μὴ παθητὸν θεὸν ἔχωμεν, ἀλλὰ ἀπαθῆ, ἐλλογοῦντα εἰς ἑαυτὸν τὸ πάθος, κατὰ προαί‐ ρεσιν καὶ οὐ κατὰ ἀνάγκην. 25. Ὅμως δὲ καὶ οὗτοι τὰς λέξεις τὰς Ἑβραϊκὰς οὔτε ψηλαφήσαντες
30οὔτε γνόντες οὔτε 〈νοοῦντεσ〉 πῶς ἔχει ἡ τούτων δύναμις, προαλῶς καὶ προπετῶς ἀνέκυψαν δεινοὶ ἐχθροί, ζητοῦντες πρόφασιν πόθεν τὴν πίστιν
λωβήσουσι, μᾶλλον δὲ ἑαυτούς· οὐ γὰρ τὴν ἀλήθειαν. καὶ ἐπειδὴ εὗρον,174 in vol. 3
Haer
.

3

.

175

τὸ «ὁ κύριος ἔκτισέ με», ῥιψοκινδύνως ὥσπερ φανταζόμενοι ὀνειροπο‐ λοῦσι, τὰ μηδὲν χρήσιμα ἐπεισενέγκαντες τῷ βίῳ καὶ ταράξαντες τὴν οἰκουμένην. τὸ δὲ Ἑβραϊκὸν οὐχ οὕτως ἔχει· ὅθεν Ἀκύλας λέγει «κύριος ἐκτήσατό με». ἀεὶ δὲ οἱ γεννῶντες παῖδας λέγουσιν· ἐκτησάμην υἱόν.
5ἀλλ’ οὔτε Ἀκύλας τὴν δύναμιν ἡρμήνευσε· καὶ γὰρ τὸ «ἐκτησάμην υἱόν» ὡς πρόσφατόν ἐστιν ἐν θεῷ δὲ οὐδὲν ἔνι πρόσφατον. κἄν τε ὁμολογῇ τις ὅτι γεγέννηται ὁ υἱὸς ἐκ τοῦ πατρὸς καὶ οὐκ ἔκτισται, γεγέννηται δὲ ἀχρόνως καὶ ἀνάρχως. οὔτε γὰρ ἔνι χρόνος ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἵνα μὴ χρόνος τις † ὑπὲρ πλείω γένηται τοῦ υἱοῦ. εἰ γὰρ δι’ αὐτοῦ τὰ
10πάντα, ἄρα καὶ οἱ χρόνοι. χρόνου δὲ ὑπάρχοντος 〈πρὸ〉 τοῦ πρὸ πάντων ὄντος, πῶς ἔσται τοῦτο; ἀλλὰ εἰ ἄρα, ζητηθήσεται ἄλλος υἱός, δι’ οὗ πρὸ τοῦ υἱοῦ γέγονε χρόνος. καὶ πολλά ἐστιν ἃ εἰς ἄπειρον ἀπορίαν ἄγει τὰ τῶν «περιεργαζομένων καὶ μηδὲν ἀγαθὸν ἐργαζομένων» ἀνθρώ‐ πων φρονήματα. ἐν δὲ τῷ Ἑβραϊκῷ λέγει· «ἀδωναΐ,» ὃ λέγεται κύριος,
15«κανανί,» 〈ὃ〉 δύναται λέγεσθαι καὶ «ἐνόσσευσέ με» καὶ «ἐκτήσατό με». τὸ δὲ ἀκριβέστατον λέγεται· «ἐνόσσευσέ με». ποῖος δὲ νοσσὸς οὐκ ἀπὸ φύσεως τοῦ γεγεννηκότος γεννᾶται; καὶ ὧδε μὲν ἐν τοῖς σωματικοῖς πλαστίοις διὰ συνδυασμῶν ἄρρενός τε καὶ θηλείας τὰ νοσσευόμενα γίνεται ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πετεινῶν καὶ τῶν ἄλλων. διόπερ ὁ μονο‐
20γενής, τὰ πάντα σοφία ὢν τοῦ πατρὸς καὶ βουλόμενος ἐπὶ διορθώσει τὰ πάντα ἐργάσασθαι, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ἃ μὴ ἔστι καὶ ἐκπέσῃ τῆς ἀληθείας, ἐνδημήσας τῷ τῶν ἀνθρώπων γένει καὶ φύσει ἀπὸ γυναικὸς γεννηθεὶς, καὶ ἐν μήτρᾳ παρθένου ἀνακλιθεὶς τὸν τῶν κυοφοριῶν χρόνον, οὐκ ἀπὸ σπέρματος ἀνδρὸς συνελήφθη, ἵνα μὴ συνδυασμὸς καὶ παρα‐
25πλοκὴ [καὶ] ἐν τῇ ἐνσάρκῳ γεννήσει γένηται, ἀλλ’ ἐκ μητρὸς μονοειδῶς ἔλαβε τὴν σάρκα καὶ εἰς ἑαυτὸν ἐπλήρωσε τελείαν τὴν ἑαυτοῦ ἐνανθρώπησιν, οὐκ ἐλλιπῆ οὖσαν, ἀλλὰ ἀληθινήν. καὶ οὐχ ὅτι ἀπὸ σπέρματος ἀνδρὸς οὐκ ἦν, εἶχέ τι ἐλλιπές· πάντα γὰρ τελείως ἔσχε τὰ πάντα ἔχων, σάρκα καὶ νεῦρα καὶ φλέβας καὶ τὰ ἄλλα πάντα ὅσα ἐστί, ψυχὴν δὲ ἀληθινῶς, καὶ οὐ
30δοκήσει, νοῦν δὲ καὶ τὰ πάντα ὅσα ἐστὶν ἐν τῇ ἀνθρωπότητι, χωρὶς ἁμαρ‐ τίας, ὡς γέγραπται «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς
ἁμαρτίας,» ἵνα ἐν τῷ μονοειδῶς ἐνταῦθα ἀπὸ μητρὸς κατὰ σάρκα γεγεν‐175 in vol. 3
Haer
.

3

.

176

νῆσθαι τελείως καὶ οὐκ ἐλλιπῶς δείξῃ τοῖς βουλομένοις ὁρᾶν τὴν ἀλή‐ θειαν καὶ μὴ τυφλώττειν τὸν ἴδιον νοῦν, ὅτι καὶ ἄνω ἐκ πατρὸς τελείως γεγέννηται ἀχρόνως καὶ ἀνάρχως καὶ κάτω ἐκ μητρὸς μόνης γεγέννηται ἀχράντως καὶ ἀμολύντως.
5 26. Ἵνα δὲ καὶ ἑρμηνεύσωμεν τὴν τοῦ «ἀδωναῒ καννανὶ» λέξιν, ὅπερ ἐστὶ «κύριος ἐνόσσευσέ με». πᾶν γὰρ τὸ γεννῶν ὅμοιόν τι γεννήσει. ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος γεννᾷ κατὰ σάρκα, θεὸς δὲ κατὰ πνεῦμα. καὶ οἷος ὁ γεννῶν ἄνθρωπος, τοιοῦ‐ τος καὶ ὁ ὑπ’ αὐτοῦ γεννώμενος. εἴσω παθῶν περιεχόμενος ὁ γεννήσας
10ἄνθρωπος 〈γεννᾷ〉 τὸν ἴδιον υἱὸν καὶ ὁ ἀπαθὴς θεὸς τὸν ὑπ’ αὐτοῦ γε‐ γεννημένον υἱὸν ἀπαθῶς ἐγέννησεν, ἀληθινῶς καὶ οὐ δοκήσει, ἀπὸ ἑαυτοῦ καὶ οὐκ ἔξωθεν ἑαυτοῦ, πνεῦμα ὢν ἀπαθὲς καὶ γεννῶν πνεῦμα ἀπαθῶς, θεὸς ὢν ἀπαθὴς θεὸν ἀληθινὸν γεννήσας ἀπαθῶς. εἰ γὰρ αὐτὸς ἔκτισε τὰ πάντα καὶ ὁμολογεῖς, ὦ Ἄρειε, ὅτι κέκτικεν ὁ θεὸς τὰ πάντα, αὐτὸς
15καὶ τὸν υἱὸν ἐγέννησεν. εἰ δὲ λέγεις· ἐὰν ἐγέννησεν, ἔπαθε γεννήσας, καὶ ἡμεῖς πρὸς σὲ ἐροῦμεν ὅτι εἰ γεννῶν ἔπαθε, κέκμηκε κτίσας. ἀλλ’ ἅμα πάντα ἃ βούλεται, πάντα ἔχει ἐν ἑαυτῷ ἐν τελειότητι, καὶ οὔτε ἐν τῷ κτίζειν εἰς τὸν υἱὸν πάθος ἐνσκήψει οὔτε πάθει συνέχεσθαι τὸ θεῖον διὰ τὴν ἄχραντον τοῦ υἱοῦ γέννησιν νοηθήσεται. ἄτρεπτος γὰρ ὁ πατήρ,
20ἄτρεπτος ὁ υἱός, ἄτρεπτον τὸ πνεῦμα τὸ ἅγιον, μία οὐσία, μία θεότης. Ἀλλὰ πάντως ἐρεῖς μοι· θέλων ἐγέννησεν ἢ μὴ θέλων; καὶ οὐκ εἰμὶ κατὰ σέ, ὦ φιλόνεικε, ἵνα ἕν τι τοιοῦτον εἰς θεὸν διανοηθῶ. εἰ μὲν γὰρ μὴ βουλόμενος ἐγέννησεν, ἄκων ἐγέννησε. καὶ εἰ βουλόμενος ἐγέννησεν, ἄρα ἦν τὸ βούλημα πρὸ τοῦ υἱοῦ, καὶ ἔσται κἂν ῥοπὴ χρόνου μεταξὺ υἱοῦ
25διὰ τοῦ βουλήματος. ἐν θεῷ δὲ οὐ χρόνος εἰς βουλὴν οὐ βούλησις εἰς διανόησιν. οὔτε οὖν θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει. φύσις γὰρ αὐτῷ ἐστι θεότητος οὔτε βουλῆς ἐπιδεομένη οὔτε ἄνευ βουλῆς τι πράττουσα, ἀλλ’ ἅμα ἐξ αὐτῆς τὰ πάντα ἔχουσα καὶ οὐδὲν λείπουσα τῶν ὄντων.
30 27. Ἔτι δὲ πάλιν ὁ αὐτὸς Ἄρειος θηρᾶται λέξεις, περινοστῶν ἀεὶ τὰ πάν‐ τα καὶ περιεργαζόμενος ἑαυτῷ τὰ μοχθηρά, οὐχ ὡς ἔχει τὸ θεῖον γράμμα, ἀλλ’ ὡς αὐτὸς νοσῶν περὶ τὰς ζητήσεις καὶ λογομαχίας εἰς οὐδὲν χρήσιμον, ἀλλ’ ἐπὶ καταστροφῇ ἑαυτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ πεπλανημένων *, ἐπιλαμ‐
βάνεταί 〈τε〉 τοῦ ῥητοῦ, οὗ ὁ κύριος εὐλογῶν τοὺς μαθητὰς ἔφη «πάτερ,176 in vol. 3
Haer
.

3

.

177

δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γι‐ νώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀλλ’ ἤδη μοι πεπραγμάτευται περὶ τούτων πάντων ἐν τῷ μεγάλῳ περὶ πίστεως λόγῳ, ᾧ πάλιν κατὰ τὴν ἡμῶν μετριότητα καὶ ἀσθένειαν ἀναγ‐
5κασθέντες ὑπὸ τῆς τῶν ἀδελφῶν προτρεπτικῆς παρακλήσεως γεγράφαμεν περὶ πίστεως, ᾧ λόγῳ ἐπεθέμεθα ὄνομα Ἀγκυρωτόν. καὶ γὰρ καθάπερ ὁ ἡμέτερος ἐξίσχυσε πτωχὸς νοῦς διὰ τῆς τοῦ θεοῦ βοηθείας ἐκ πάσης γραφῆς συνάγοντες τὰ ἀληθινὰ τῆς τοῦ θεοῦ διδασκαλίας, ἄγκυραν ὥσπερ τοῖς βουλομένοις 〈κατέχειν〉 τὴν ἁγίαν πατέρων πίστιν ἀποστο‐
10λικήν τε καὶ προφητικὴν καὶ ἀπ’ ἀρχῆς ἄχρι τοῦ δεῦρο ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ κεκηρυγμένην, σαφῶς παρεθέμεθα, εἰς τὸ κατέχεσθαι τὴν διάνοιαν καὶ ἀσφαλίζεσθαι, 〈τοῦ〉 μὴ ταῖς ἐπινοίαις τοῦ διαβόλου ῥιπίζεσθαι μηδὲ κλυδωνισμῷ παραβλάπτεσθαι τῷ ἀπὸ τῶν αἱρέσεων ἐν κόσμῳ πολυβλύστως κεκινημένῳ. οὕτω γὰρ καὶ ὁ κύριος ἐδίδαξε
15τοὺς ἑαυτοῦ μαθητὰς λέγων, ὅτι «ἐὰν ὅπερ ἀπ’ ἀρχῆς ἠκούσατε, μείνῃ ἐν ὑμῖν καὶ ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἠκούσατε † ἀπ’ ἀρχῆς, ὑμεῖς ἐν ἐμοὶ μενεῖτε καὶ ἐγὼ ἐν ὑμῖν, κἀγὼ ἐν τῷ πατρὶ καὶ ὑμεῖς ἐν ἐμοί». ὥστε οὖν τὰ ἀπ’ ἀρχῆς ἀκουσθέντα ἀπὸ τοῦ κυρίου ἀληθινὰ τῆς πίστεως μένει ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ διὰ τοῦτο μένει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία
20καὶ ὀρθόδοξος πίστις ἐν κυρίῳ καὶ ὁ κύριος ὁ μονογενὴς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ἡμεῖς ἐν αὐτῷ διὰ τοῦ ἁγίου πνεύματος, ἐὰν γενώ‐ μεθα ναοὶ χωροῦντες τὸ ἅγιον αὐτοῦ πνεῦμα· καθὼς εἶπεν ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος ὅτι «ὑμεῖς ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν». ἄρα γοῦν θεὸς ἐκ θεοῦ τὸ πνεῦμα, δι’ οὗ πνεύματος ἁγίου ναοὶ
25καλούμεθα, ἐὰν κατοικίσωμεν τὸ αὐτοῦ πνεῦμα ἐν ἡμῖν. πνεῦμα γὰρ Χριστοῦ 〈τὸ〉 πνεῦμα, 〈ἐκ〉 πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμ‐ βάνον, ὡς αὐτὸς ὁ μονογενὴς ὁμολογεῖ. 28. Ταῦτα οὖν πάντα ἐν τῷ περὶ πίστεως λόγῳ προειρημένῳ ὑφηγη‐ σάμεθα ἐν τῷ, ὡς εἶπον, γραφέντι εἰς τὰ μέρη τῆς Παμφυλίας καὶ Πισιδίας.
30ἐνταῦθα δέ, ἐπειδὴ ἐφθάσαμεν εἰς τὰς ἑξῆς ζητουμένας λέξεις, ἀναγκαίως
πάλιν ἐπιμνημονεῦσαι ἐσπουδάσαμεν τὰ αὐτά, ὡς εἰπεῖν, διὰ τὸν προ‐177 in vol. 3
Haer
.

3

.

178

κείμενον αἱρεσιάρχην Ἄρειον καὶ τοὺς ἀπ’ αὐτοῦ Ἀρειανοὺς, ἵνα ἐκλύσω‐ μεν τὰς αὐτῶν κακίας τὰς «τὸ γλυκὺ εἰς πικρὸν» μεταβαλλούσας καὶ «τὸ ἀγαθὸν εἰς φαῦλον καὶ τὸ φῶς εἰς σκότος». τοῖς γὰρ τοιούτοις τελείως ὑπὸ τοῦ κυρίου διὰ τοῦ ἁγίου Ἠσαΐου τὸ οὐαὶ ὁρίζεται, «τοῖς
5τὰ ἀγαθὰ εἰς κακὰ μεταβάλλουσι». καὶ θεὸς οὐδαμοῦ αἴτιος τῶν τοι‐ ούτων, ἀλλ’ ἕκαστος τούτων ἢ κατὰ κενοδοξίαν ἢ κατὰ πρόληψιν ἢ κατὰ ἐθελοσοφίαν ἢ κατὰ οἴησιν δαιμονιώδη ἐξέπεσε τῆς ἀληθείας καὶ τῷ κόσμῳ παρεισήγαγε θλῖψιν, τὴν αὐτοῦ μοχθηρίαν. Φέρε γοῦν διὰ ταύτης τῆς λέξεως διαλάβωμεν, ἵνα γνῶμεν τὰ ὑπὸ
10κυρίου λελαλημένα, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «καὶ ἡμεῖς πνεῦμα θεοῦ ἔχομεν, ἵνα γνῶμεν τὰ ὑπὸ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν» καὶ τὰ ἑξῆς. φησὶ γοῦν ὁ κύριος «δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν».
15 29. Ἀναπηδᾷ δὲ κυκῶν οὗτος ὁ Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ καὶ λέγουσι· τῷ ὅλως εὔξασθαι τῷ θεῷ καὶ λέγειν «πάτερ δὸς αὐτοῖς ζωὴν ἔχειν ἐν ἑαυτοῖς», οὐκ ἔστιν ἴσος τῷ παρέχοντι τὴν ζωήν. εἰ γὰρ ἦν ἐκ τῆς τοῦ πατρὸς οὐσίας, αὐτὸς ἂν ἐχαρίζετο τὴν ζωὴν καὶ οὐκ ἂν ᾐτεῖτο τὸν πα‐ τέρα δοῦναι τοῖς λαμβάνουσι τὰ ὑπ’ αὐτοῦ διδόμενα δι’ αἰτήσεων. καὶ
20οὐκ ἴσασιν οἱ καθ’ ἑαυτῶν τὴν διάνοιαν διαστρέψαντες ὅτι τὰ πάντα ὁ μονογενὴς ἦλθεν, ἵνα γένηται ἡμῖν ὑπογραμμὸς καὶ σωτηρία, μέσος ἑστὼς τοῦ κόσμου ὡς ἐπὶ θεάτρου ἀθλητοῦ δίκην διαλύων πάντα τὰ κατὰ τῆς ἀληθείας ἐπαναστάντα ἔκ τε τῆς ἀπιστίας καὶ συκοφαντίας καὶ πλάνης διαβόλου, πῆ μὲν διὰ εἰδωλολατρείας πῆ δὲ διὰ Ἰουδαϊκῆς
25οἰήσεως πῆ δὲ δι’ ἀπιστίας πῆ δὲ διὰ τῆς ἐπάρσεως τῆς τῶν ἀνθρώπων ὑπολήψεως, ἵνα διδάξῃ τοὺς ἀνθρώπους ταπεινοφρονεῖν, τοῦ μή τινα ἑαυτὸν ἡγήσασθαί τι ἄνθρωπος ὤν, ἀλλ’ εἰς τὸν πατέρα τῶν ὅλων ἀνα‐ φέρειν τὸ πᾶν. καὶ διὰ τοῦτο καίπερ ὢν ζωή, ὡς λέγει «ἐγώ εἰμι ἡ ζωή», δυνάμενος παρέχειν τὴν ζωὴν οὐ βούλεται ταράξαι τὸ δίκαιον, ἀλλὰ
30〈ὡσ〉 ἦλθεν εἰς μίαν ἀρχήν, εἰς μίαν θεότητα, εἰς μίαν ἀλήθειαν, εἰς μίαν ὁμόνοιαν, εἰς μίαν δοξολογίαν, συναγαγεῖν τῶν ἀνθρώπων σωτη‐ ρίαν τε καὶ διάνοιαν, καὶ ἐνώπιον τῶν μαθητῶν τὸν πατέρα αἰτεῖται.
τίς γὰρ υἱὸς παρὰ πατρὸς οὐκ αἰτεῖται; τίς δὲ πατὴρ υἱῷ οὐ δίδωσι;178 in vol. 3
Haer
.

3

.

179

ποῖος δὲ υἱὸς ἀλλοῖος τυγχάνει παρὰ τὴν τοῦ πατρὸς φύσιν; καὶ διὰ τοῦτο 〈ὁ〉 υἱὸς «μονογενὴς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας» οὐκ ἐπεδέετο τοῦ πληρώματος, οὐκ ἐλλιπὴς 〈ὢν〉 τῆς ἀληθείας, ἀλλὰ πλήρης χάριτος καὶ ἀληθείας. ὁ δὲ πλήρης ὢν καὶ δίδωσι καὶ δύναται δοῦναι· βούλεται
5δὲ πάντα ἀνάγειν ἐπὶ τὸν πατέρα. δοξάζει γὰρ υἱὸς τὸν πατέρα, δοξάζει ὁ πατὴρ τὸν μονογενῆ· «ἐγὼ γάρ σε ἐδόξασα ἐπὶ τῆς γῆς», ἔλεγεν ὁ υἱὸς τῷ πατρί, καὶ ὁ πατὴρ ἔλεγε τῷ υἱῷ «ἐδόξασά σε, καὶ πάλιν δοξάσω». οὐκ ἔνι γὰρ διάστασις, οὐκ ἔνι φθόνος θεότητος. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς». ὁ ζωὴ ὢν ζωὴν θέλει παρὰ πατρὸς λαμβάνειν καὶ
10διδόναι τοῖς μαθηταῖς, αὐτὸς ὢν ζωή, ἵνα μὴ διέλῃ τὴν μονάδα, ἵνα μὴ σκῶλος γένηται τοῖς Ἰουδαίοις, ἵνα ἀκούσωσιν οἱ Ἰουδαῖοι παρὰ τοῦ πατρὸς αἰτοῦντα καὶ διδόντα τοῖς αὐτοῦ μαθηταῖς. 30. Πῶς οὖν αἰτεῖ τὸν πατέρα ὁ υἱός; ὡς μὴ ἔχων καὶ αἰτῶν; οὐχί, ἀλλὰ τὴν μονάδα τῆς τριάδος σημαίνων, τελείως παρέχουσαν τῷ λαμ‐
15βάνοντι τὰ δῶρα ἀξίως. ἵνα δὲ σημάνῃ ὅτι μία ἐστὶν ἡ θεότης, πάλιν ἐν ἄλλῳ τόπῳ οὐκέτι αἰτούμενος δίδωσιν, ἀλλ’ αὐθεντίᾳ τὰ ἴδια, ὡς πηγὴ ὢν ἀπὸ πηγῆς καὶ θεὸς ὢν ἐκ θεοῦ· «ἐνεφύσησεν 〈γὰρ〉 εἰς τὸ πρόσ‐ ωπον αὐτῶν καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον», καὶ ἄλλοτε «ἐπῇρε τὰς χεῖρας καὶ εἶπε λάβετε πνεῦμα ἅγιον»· καὶ ἔχει ἐν ἑαυτῷ ζωήν, ἵνα ᾧ
20βούλεται δοῦναι δῷ. «ὡς γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ ὁ υἱὸς ἔχει ζωὴν ἐν ἑαυτῷ». καὶ ὁρᾷς ὅτι ἕνεκεν τιμῆς πρὸς τὸν πατέρα καὶ ἕνεκεν μιᾶς ἑνότητος καὶ μιᾶς δοξολογίας καὶ τοῦ μὴ τοὺς μαθητὰς νομίσαι, μὴ ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ τῶν προφητῶν παρεκκλίνειν ὁ μονογενὴς ἦλθε τὰς διανοίας τῶν πιστευόντων, τούτου ἕνεκα, θεὸς
25ὢν καὶ προγινώσκων τὴν τῶν ἀνθρώπων κακοήθειαν, τὸν λόγον ὡς πρὸς τὸν πατέρα πέμπει καὶ τὴν δόξαν ἀναφαίρετον τῷ πατρὶ δίδωσιν, ἵνα Μανιχαῖος καταισχυνθῇ ἀρνούμενος τὸν πατέρα, ἵνα οἱ μαθηταὶ μάθωσιν, ὅτι αὐτή ἐστιν ἡ θεότης ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἵνα οἱ Ἰουδαῖοι ἐντραπῶσιν ὅτι οὐκ ἦλθεν ὁ μονογενὴς διδάξαι ἄλλον θεόν, ἀλλὰ ἀπο‐
30καλύψαι αὐτοῦ τὴν θεότητα καὶ πατρὸς αὐτοῦ τοῦ ἐπουρανίου. «δὸς οὖν αὐτοῖς ἔχειν ζωὴν ἐν ἑαυτοῖς,» καίτοι γε αὐτὸς ἐκήρυττε ταύτην τὴν ζωήν. πῶς οὖν τὸν πατέρα ᾔτει, ἵνα δῷ αὐτοῖς ὃ αὐτὸς ἐδίδασκε καὶ ἐδίδου; τὴν γὰρ ζωὴν ὕστερον ἀπεφήνατο λέγων «αὕτη, φησίν, ἐστὶν
ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν».179 in vol. 3
Haer
.

3

.

180

31. Εἶτα ὁ Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ ἀναπηδῶσι διὰ τῆς λέξεως, ὥς τι κατὰ τῆς ἀληθείας εὑράμενοι, ὅτι εἶπε «τὸν μόνον», φησί, «ἀλη‐ θινὸν θεόν». ὁρᾷς τοίνυν ὅτι μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός. ἐρω‐ τῶμεν δὲ ὑμᾶς καὶ αὐτοί, τί οὖν φατέ; μόνος ἐστὶν ὁ πατὴρ ὁ ἀληθινός, ὁ δὲ
5υἱὸς τί ἄρα ἔσται; οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός; εἰ οὐκ ἔστιν ἀληθινὸς ὁ υἱός, «ματαία ἡ πίστις ἡμῶν, μάταιον τὸ ἐν ἡμῖν κήρυγμα», εὑρεθήσεσθε ἀπεικάζοντες τὸν υἱὸν τοῦ 〈θεοῦ〉, βλασφημοῦντες καθ’ ἑαυτῶν, τοῖς ἀνωνύμοις καὶ ἀθεμίτοις εἰδώλοις, οἷς εἴρηκαν οἱ προφῆται * ἐκ προ‐ σώπου τῶν ἠπατημένων, ὡς ἕκαστος τῶν προφητῶν τῆς λέξεως ταύτης
10ἐπεμνήσθη * λέγων καὶ ὅτι «ψευδεῖς ἐποίησαν ἑαυτοῖς θεοὺς οἱ πατέρες ἡμῶν καὶ ψευδεῖς ἐγένοντο οἱ βουνοί». ἄρα οὖν καὶ ὁ μονογενὴς παρ’ ὑμῖν οὕτως κρίνεται, καὶ οὕτως αἰσχρῶς περὶ τοῦ «ἐξαγοράσαντος ὑμᾶς», εἴ γε ἐξηγόρασε, διανοεῖσθε. οὐκέτι δὲ τῆς αὐτοῦ ἐπαύλεώς ἐστε, ἀρνού‐ μενοι τὸν ὑμῶν σωτῆρα [καὶ] τὸν ἀγοράσαντα ὑμᾶς. εἰ γὰρ οὐκ ἔστιν
15ἀληθινὸς [ὁ] θεός, οὔτε προσκυνητός ἐστι, καὶ εἰ ἔστι κτιστός, οὐ θεός. καὶ εἰ οὐκ ἔστι προσκυνητός, πῶς ἄρα θεολογεῖται; παύσασθε οἱ πάλιν τὴν φύσιν * ἐργαζόμενοι τὴν Βαβυλωνίαν, οἱ τὴν εἰκόνα καὶ τὸν τύπον ἐγείραντες τοῦ Ναβουχοδονόσορ, οἱ τὴν πολυθρύλητον ταύτην σάλπιγγα 〈εἰσ〉 ἕνωσιν τῶν πολεμούντων * σαλπίζοντες, οἱ ἐν μουσικοῖς καὶ ἐν κυμ‐
20βάλοις καὶ ἐν ψαλτηρίῳ διὰ τῶν πεπλανημένων ὑμῶν ῥημάτων εἰς πτῶσιν τοὺς λαοὺς φέροντες, εἰκόνι μᾶλλον δουλεῦσαι παρασκευάζοντες ἤπερ θεῷ καὶ ἀληθείᾳ. καὶ τίς ἀληθινὸς ἕτερος ὡς ὁ υἱὸς τοῦ θεοῦ; «τίς γὰρ ἐξισωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ,» φησιν ἡ γραφὴ καὶ «ἕτερος πρὸς αὐτὸν οὐ λογισθήσεται». καὶ τίνα φησίν; ἵνα ἴδῃς ὅτι περὶ τοῦ
25υἱοῦ λέγει, καθεξῆς διηγούμενός φησι «ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν 〈Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ
ὑπ’ αὐτοῦ〉. καὶ μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανε‐180 in vol. 3
Haer
.

3

.

181

στράφη.» πῶς οὖν οὐκ ἀληθινῶς πρὸς αὐτὸν ταῦτα εἴρητοι; * ὁ καὶ λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια». 32. Ἀλλ’ ἐρεῖς μοι· πῶς εἶπεν ὁ μονογενὴς ἀληθινὸς θεὸς «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἵνα μὴ πολυθεΐα νομισθείη,
5ἵνα μὴ διαίρεσις γένηται τῆς ζωτικῆς γνώσεως; εἰ γὰρ μόνος ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς ὁ υἱός, ἐκ πατρὸς ἀληθινῶς γεγεννημένος. «τι‐ μῶν γὰρ τὸν ποτέρα» καὶ μόνον αὐτὸν θεὸν ἀληθινὸν ἀποκαλύπτων ἑαυτὸν ἔδειξεν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον. διὰ τοῦτο ἀληθινὸς θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱὸς ὁ μονογενής. καὶ πόθεν τοῦτο
10δεικτέον; ἀλλ’ ὅρα μοι τὰς λέξεις ἐνταῦθα, ὡς μόνον ἀληθινὸν θεὸν φάσκει ἐνταῦθα τὸν πατέρα· ἐν δὲ τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι, φησίν, «ἦν τὸ φῶς τὸ ἀληθινόν». καὶ ποῖον φῶς ἀληθινὸν ἀλλ’ ἢ ὁ μονο‐ γενής; καὶ πάλιν, αἱ γραφαί φασι περὶ τοῦ θεοῦ ὅτι «φῶς ὁ θεός», καὶ οὐκ εἶπε φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ
15ὅτι φῶς ἀληθινὸν ὁ μονογενής. περὶ δὲ τοῦ πατρὸς θεὸς ἀληθινός, καὶ οὐκ εἶπεν ὅτι φῶς ἀληθινὸν ὁ θεός· περὶ δὲ τοῦ υἱοῦ ὅτι θεός, καὶ ἐπὶ τοῦ θεὸς ὁ υἱός, οὐ προσέθετο τὸ ἀληθινόν. καὶ ὅπου φῶς ὁ θεός, οὐ προσέθετο φῶς ἀληθινόν. τί οὖν λέγωμεν περὶ τοῦ πατρός; ὅτι μὲν γὰρ φῶς ἀληθινὸν ὁ θεός, * καὶ οὐκ ἄρα ἐλλιπὲς ποιήσομεν τὸ θεῖον.
20καὶ ἐπειδὴ οὐκ ἔστι γεγραμμένον τὸ φῶς τὸ ἀληθινόν, 〈καὶ〉 εἴπο〈ι〉μεν ἁμαρτάνοντες, ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καὶ ἐπειδὴ ὁ υἱὸς γέγραπται ὅτι θεός ἐστι καὶ ἦν [ὁ] θεὸς πρὸς τὸν ὄντα πατέρα (καὶ γὰρ «ἦν θεὸς ὁ λόγος», καὶ οὐκ εἶπεν ὅτι θεὸς ἐγένετο ὁ λόγος, ἀλλὰ θεὸς ἦν), ἐκ δὲ τῶν δύο τὰ ἰσόρροπα δειχθήσεται· ἐκ τοῦ μὲν θεὸς ἀληθινὸς ὁ πατὴρ
25καὶ φῶς ἀληθινὸν ὁ υἱὸς τὰ ἰσόζυγα φανεῖται τῆς ἀξίας καὶ ἐκ τοῦ θεὸς ὁ υἱὸς καὶ φῶς ὁ θεὸς τὰ ἰσόρροπα τῆς δοξολογίας εὑρεθήσεται. καὶ οὐδὲν διοίσει οὐδὲ ἀντιλέξειέ τις τῇ ἀληθείᾳ, ἀλλὰ ἀληθινὸς θεὸς ὁ πατὴρ καὶ ἀληθινὸς θεὸς ὁ μονογενής. 33. Ἔτι δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἀναγκάζομαι τοῦ λέγειν
30ἐνταῦθα, ἵνα μὴ παραλείψας τι δῶ τοῖς βουλομένοις 〈ἀντιλέγειν〉 ἐχθροῖς181 in vol. 3
Haer
.

3

.

182

τὰς αὐτῶν ἔχειν * πρόφασιν. οὕτω γὰρ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς αὐτὸς ὁ κύριος μαρτυρεῖ λέγων «τὸ πνεῦμα τῆς ἀληθείας», «τὸ πνεῦμα τοῦ πατρός», ὁ δὲ ἀπόστολος «πνεῦμα Χριστοῦ». ἄρα γοῦν τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα ἀληθείας, πνεῦμα θεοῦ, ὡς θεὸς ἀληθινός, ὡς φῶς ἀλη‐
5θινόν, ὡς πνεῦμα πατρός, ὡς πνεῦμα υἱοῦ. μία γάρ ἐστιν ἡ τριάς, μία ἡ δοξολογία, μία ἡ θεότης, μία ἡ κυριότης. πατὴρ πατήρ, υἱὸς υἱός. ἅγιον πνεῦμα ἅγιον πνεῦμα, οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστῶσα τῆς ἰδίας αὐτῆς μονάδος, οὐκ ἐλλιπὴς τῆς τελειότητος, οὐκ ἀλλοία τῆς ἰδίας ἰδιότητος, ἀλλὰ πάντα τελειότης, τρία τέλεια, μία θεότης. καὶ πέπτωκεν ἡ τῶν
10δι’ ἐναντίας μάχαιρα. καὶ γὰρ οὕτω γέγραπται ὅτι «βέλος νηπίων ἐγενή‐ θησαν 〈αἱ πληγαὶ αὐτῶν〉». καὶ γὰρ τὰ νήπια, κἄν τε θέλῃ λαμβάνειν βέλη, ἀνίσχυρα τυγχάνει, μὴ δυνάμενα ἐν χερσὶν αὐτῶν τι πράττειν. ἐὰν δὲ καὶ παραταραχθῇ τὰ νήπια, μᾶλλον ἑαυτὰ σφάζει καὶ ἑαυτὰ ἀδικεῖ, μὴ δυνάμενα ἄλλοις ἐπιχειρεῖν τοῦ βέλους τὸ ἐπιχείρημα, ὡς καὶ οὗτοι
15καθ’ ἑαυτῶν ἐπεστράτευσαν τὴν πλάνην, οὐδὲν δὲ ἐνσκήψουσιν εἰς τοὺς υἱοὺς τῆς ἀληθείας. 34. Παρελεύσομαι δὲ καὶ εἰς ἑτέρας λέξεις πάλιν τὰς ὑπ’ αὐτῶν ἐπινοουμένας. καὶ πρῶτον μὲν ἐκπλήξεώς ἐστι τὸ ἔργον, ὡς εἰρωνείᾳ κέχρηνται πρὸς ἀπάτην τῶν ἀφελῶν καὶ ἀκεραίων φύσει· ὡς ὁ ὄφις ἠπά‐
20τησε τὴν Εὔαν ἀκεραίαν οὖσαν, τῷ αὐτῷ τρόπῳ καὶ οὗτοι, ἐὰν θέλωσι περιποιήσασθαι, τὸ πρῶτον μὲν κολακείαις πολλαῖς καὶ δαψιλείᾳ καὶ προσοχῇ, ὑποσχέσει τε ἅμα καὶ φοβερισμοῖς, ὅτι «τοῖς βασιλικοῖς προσ‐ τάγμασι καὶ τῷ τοῦ βασιλέως Οὐάλεντος θυμῷ ἐναντιοῦσθε», τοῖς μὴ βουλομένοις κατὰ τὴν αὐτῶν πίστιν φέρεσθαι *. καὶ τί φασι; «τί γάρ
25ἐστιν ὃ λέγομεν; αὐτή ἐστιν ἡ πίστις, μόνον δὲ ὅτι κενοδοξεῖτε.» ἴδωμεν οὖν, εἰ ἡ αὐτή ἐστι πίστις. φησὶν οὖν· ὁμολογοῦμεν τὸν γεγεννημένον υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀρνούμεθα. ἀλλὰ δεῖ ἡμᾶς, φησι, καὶ τὸ κτίσμα ὁμολογεῖν καὶ τὸ ποίημα. οὐδὲν δὲ ἠλιθιώτερον. πᾶν γὰρ τὸ κτιζόμενον οὐχ ὅμοιον τυγχάνει τῷ γεγεννημένῳ οὔτε τὸ γεννώμενον ὅμοιον τῷ
30κτιζομένῳ, μάλιστα πρὸς ἐκείνην τὴν μίαν ἀκραιφνῆ καὶ τελείαν οὐσίαν. πάντα γὰρ ὑπὸ θεοῦ κέκτισται, μόνος δὲ ὁ υἱὸς τοῦ θεοῦ γεγέννηται καὶ μόνον τὸ ἅγιον πνεῦμα ἐκ πατρὸς προῆλθε καὶ τοῦ υἱοῦ ἔλαβε. τὰ
δὲ ἄλλα πάντα κτιστὰ καὶ οὔτε προελθόντα ἐκ πατρὸς [προῆλθεν] οὔτε182 in vol. 3
Haer
.

3

.

183

τοῦ υἱοῦ λαμβάνοντα, ἀλλὰ ἐκ τοῦ πληρώματος τοῦ υἱοῦ, καθὼς γέγραπται· «τῷ γὰρ λόγῳ τοῦ θεοῦ τὰ πάντα ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» ἀλλά, φησι, δεῖ ὁμολογεῖν καὶ τὸ κτίσμα, ἐπειδὴ εἶπεν ἡ γραφὴ τροπικώτερον λεγόμενον τὸ κτίσμα
5καὶ τροπικῶς λεγόμενον τὸ γέννημα. κἄν τε γὰρ εἴπωμεν γέννημα, οὐχ ὡς ἓν τῶν γεννημάτων ἐροῦμεν. ἄρα οὖν ἐν ᾧ ἐροῦσι τὸ γέννημα καὶ οὐκ ἀληθινὸν τὸ γέννημα, τοὺς ἀκεραιοτέρους ἀπατῶσι. καὶ τὸ κτίσμα δὲ ὁμολογοῦμεν, φασίν· ἐπειδὴ γὰρ καὶ θύρα κέκληται ὁ Χριστὸς καὶ ὁδὸς καὶ στύλος καὶ νεφέλη καὶ πέτρα καὶ ἀρνίον καὶ ἀμνὸς καὶ χείμαρρος
10καὶ μόσχος καὶ λέων καὶ πηγὴ καὶ σοφία καὶ λόγος καὶ υἱὸς καὶ ἄγγελος καὶ Χριστὸς καὶ σωτὴρ καὶ κύριος καὶ ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου καὶ λίθος ἀκρογωνιαῖος καὶ ἥλιος καὶ προφήτης καὶ ἄρτος καὶ βασιλεὺς καὶ οἰκοδόμος καὶ γεωργὸς καὶ ποιμὴν καὶ ἄμπελος καὶ ὅσα τοιαῦτα. οὕτω, φασί, καὶ τὸ κτίσμα λέγομεν καταχρηστικῶς. δεῖ γὰρ ἡμᾶς ὁμο‐
15λογεῖν. 35. Φεῦ γε τῆς τοιαύτης κακῆς ὑπονοίας καὶ πανουργίας. μὴ δῴη κύριός τινι τῶν τῆς ἀληθείας υἱῶν ὑπαχθῆναι τῇ τοιαύτῃ εἰρωνείᾳ, ἵνα διὰ τῶν τοιούτων ὑποθέσεων καὶ τὸ τοῦ κτίσματος ὄνομα εἰς τὸν υἱὸν τοῦ θεοῦ εἰσδεξάμενος πεισθῇ καὶ οὕτως ὁμολογεῖν. δότωσαν γὰρ ἡμῖν
20τούτου τὴν χρῆσιν καὶ * τὴν τῶν λογισμῶν ἀπόδοσιν. πάντα γὰρ ἐκεῖνα καταχρηστικῶς εἴρηται, οὐδὲν εἰς τὴν θεότητα τοῦ υἱοῦ ἐνσκήπτοντα, οὔτε ἐλλιπῆ ποιούμενα πρὸς τὸν πατέρα * τῆς αὐτοῦ οὐσιότητος. κἄν τε θύρα λεχθείη, ἐπειδὴ δι’ αὐτοῦ εἰσερχόμεθα, κἄν τε ὁδός, ἐπειδὴ δι’ αὐτοῦ βαδίζομεν, κἄν τε στύλος, ἐπειδὴ αὐτός ἐστιν ἑδραίωμα τῆς ἀληθείας,
25κἄν τε νεφέλη, ἐπειδὴ ἐσκέπασε τοὺς υἱοὺς Ἰσραήλ, κἄν τε στύλος, διὰ τὸ φωτεινὸν τοῦ πυρός, ὃ ἐφώτισεν ἐν τῇ ἐρήμῳ, κἄν τε μάννα, ἐπειδὴ ἠρνήσαντο αὐτὸν ἄρτον ἐπουράνιον, κἄν τε ἄρτος, ἐπειδὴ δι’ αὐτοῦ ἰσχυρο‐ ποιούμεθα, κἄν τε ἄγγελος, ἐπειδὴ μεγάλης βουλῆς ἄγγελος, (ὁμώνυμον γάρ ἐστι τὸ τοῦ ἀγγέλου ὄνομα· ἐδέξατο γὰρ ἡ Ῥαὰβ τοὺς ἀγγέλους
30καὶ οὐκ ἦσαν ἄγγελοι οἱ ἀπεσταλμένοι ἀλλ’ ἢ οἱ ἀναγγείλαντες περὶ τοῦ
τόπου· οὕτω καὶ ὁ μονογενής, ἐπειδὴ ἀνήγγειλε τὸ θέλημα τοῦ πατρὸς183 in vol. 3
Haer
.

3

.

184

τοῖς ἀνθρώποις, μεγάλης βουλῆς ἄγγελος, ἐν τῷ κόσμῳ ἀναγγέλλων τὴν μεγάλην βουλήν) καὶ λίθος, οὐκ ἀναίσθητος ὁ λίθος, ἀλλὰ καταχρηστι‐ κῶς, διὰ τὸ πρόσκομμα γεγονέναι Ἰουδαίοις, ἡμῖν δὲ θεμέλιον σωτηρίας, καὶ ἀκρογωνιαῖος λίθος, διὰ τὸ ἐπισφίγξαι παλαιὰν καὶ νέαν διαθήκην,
5περιτομήν τε καὶ ἀκροβυστίαν εἰς μίαν ἕνωσιν· ἀμνὸς δὲ διὰ τὸ ἄκακον καὶ τὸ δι’ αὐτοῦ τὴν ἁμαρτίαν ἀπὸ τῶν ἀνθρώπων ἠφανίσθαι ἐν τῷ αὐτὸν τῷ πατρὶ προσενηνέχθαι πρόβατον εἰς σφαγήν, ἐπειδὴ ἦλθεν ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθής, ἵνα ἡμεῖς σωθῶμεν, καὶ εἴ τί ἐστιν ἕτερον ταῖς αὐταῖς χρήσεσι συμβαλλόμενον εἰς σωτηρίαν υἱῶν τῶν ἀνθρώπων,
10καταχρηστικῶς ἀπὸ τῆς θείας γραφῆς εἰς αὐτὸν ἀναφέρεται. 36. Τί οὖν τὸ κτίσμα ὠφελήσειεν ἢ ποίαν χρῆσιν ποιεῖται πρὸς τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν τοῦ θεοῦ λόγου ἔνσαρκον δοξολογίαν καὶ τελείαν θεότητα; τί ὠφελεῖ ἡμᾶς τὸ λέγειν αὐτὸν κτίσμα; τί κτίσμα ταῖς κτίσεσιν ἐργάζεται; τί κτίσμα ὠφελεῖ τὰς κτίσεις; πῶς δὲ ἔκτισεν
15ὁ θεὸς 〈υἱόν〉, θεὸν εἰς προσκύνησιν 〈αὐτὸν〉 διδούς, ὁπότε λέγει «μὴ ποιήσῃς σεαυτῷ πᾶν ὁμοίωμα μήτε ἐπὶ γῆς μήτε ἐν οὐρανῷ καὶ μὴ προσ‐ κυνήσεις αὐτῷ;» πῶς οὖν ἔκτισεν ἑαυτῷ υἱὸν καὶ ἐπέταξε προσκυνεῖσθαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος «καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». μωρὸν γὰρ τὸ κτίσιν θεολογεῖν, ἀθετεῖν
20δὲ πρώτην ἐντολὴν τὴν λέγουσαν «κύριον τὸν θέον σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». διὸ ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία οὐ κτίσμα προσκυνεῖ, ἀλλὰ υἱὸν γεννητόν, πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι. ἀλλὰ ναί, φησιν· ἐὰν γὰρ μὴ εἴπω ὅτι κτίσμα, φησίν, ἐλάττωσιν προσφέρω τῷ πατρί. τὸ γὰρ κτιστὸν οὐκ ἐλαττοῖ τὸν κτίσαντα, τὸ δὲ
25γεγεννημένον ἐκ φύσεως ἢ συστολὴν ἐργάζεται ἢ πλατυσμὸν ἢ μείωσιν ἢ τομὴν ἤ τι τῶν τοιούτων παθῶν προσάπτει τῷ γεγεννηκότι. πολλὴ δὲ μωρία τῶν τοιαῦτα λογιζομένων, ὡς ἀφ’ ἑαυτῶν τὸ θεῖον εἰκάζειν καὶ τὰ εἰς αὐτοὺς πάθη τῷ θεῷ προσάπτειν βουλομένων, τοῦ θεοῦ ἀπαθοῦς ὄντος παντελῶς καὶ ἐν τῷ γεννᾶν καὶ ἐν τῷ κτίζειν. ὡς γὰρ ἡμεῖς πάσχο‐
30μεν γεννῶντες, ἐπειδὴ κτιστοί ἐσμεν, οὕτω καὶ κάμνομεν κτίζοντες. καὶ εἰ πάσχει ὁ πατὴρ γεννῶν, ἄρα καὶ κτίζων κάμνει. πῶς δὲ περὶ θεοῦ
πάθος ἐστὶν εἰπεῖν καὶ τὸ κάμνειν, εἴπερ κτίζει; ἀλλ’ οὐ κάμνει, μὴ γένοιτο.184 in vol. 3
Haer
.

3

.

185

«οὐ κοπιάσει» γάρ φησιν ἡ γραφή. «πνεῦμα οὖν ὁ θεὸς» καὶ 〈κατὰ〉 πνεῦμα ἀνάρχως καὶ ἀρχόνως τὸν υἱὸν ἐγέννησεν, «θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ κτισθέντα». 37. Παρελεύσομαι δὲ καὶ τοῦτο τὸ ῥητόν, ἐφ’ ἕτερα δὲ πάλιν ἑαυτοὺς
5ἐπιδῶμεν τῶν ὑπ’ αὐτῶν ἐν κακαῖς ὑπονοίαις λεγομένων τε καὶ ᾀδομένων, ἄνω δέ μοι προτεταγμένων. καὶ γὰρ πάλιν χυδαίως φασὶ τοῦτο τὸ ῥητὸν παρερμηνεύοντες τὸ «δέξασθε τὸν ἀρχιερέα ὑμῶν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν». καὶ πρῶτον μὲν τὴν ἐπιστολὴν ταύτην, τὴν πρὸς Ἑβραίους φημί, ἀπωθοῦνται, φύσει αὐτὴν ἀναιροῦντες ἀπὸ τοῦ ἀποστόλου καὶ λέγοντες μὴ
10εἶναι [τοῦ] αὐτοῦ. τὸ δὲ ῥητὸν διὰ τὴν ἰδίαν νόσον εἰς ἑαυτούς, ὡς προεῖπον, * κακῶς ἐκδέχονται, δῆθεν ἀπὸ τοῦ εἰρημένου ὅτι «πιστὸν ὄντα τῷ ποιή‐ σαντι αὐτόν» τὸ κτίσμα παρεισφέροντες. ἐρωτήσειε δ’ ἄν τις αὐτοὺς σύνεσιν κεκτημένος, καὶ ἀπορήσουσι, μὴ ἔχοντες τί ἀποκριθήσονται, ὅτι τὸ «ἀρχιερέα» πότε προσελάβετο ὁ κύριος ἡμῶν ὄνομα αὐτῷ καλεῖ‐
15σθαι; οὐδαμοῦ γὰρ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ταῦτα ἔσχε τὰ ὀνόματα, τὸ λίθον καλεῖσθαι, τὸ πρόβατον εἰς σφαγὴν φερόμενον, τὸ ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, τὸ ἀετὸν καὶ ἀρνίον καὶ τὰ ἄλλα πάντα, ὅσαπερ εἰς αὐτὸν μετὰ τὴν ἔνσαρκον παρουσίαν ἀναφέρεται, ὡς καὶ 〈τὸ〉 ἀρχιερέα αὐτὸν καλεῖσθαι, δι’ ἣν ὁ νόμος ἐκήρυττε περὶ αὐτοῦ ὑπόθεσιν,
20ὅτι «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἐγερεῖ κύριος ὁ θεὸς ὑμῖν». ἄρα γοῦν τὸ «προφήτην» καὶ «ἀρχιερέα» καὶ «τὸ ἐξ αὐτῶν» μετὰ τὴν ἐνταῦθα κατακωχὴν ἑρμηνεύει σαφῶς ὁ λόγος, ὡς καὶ ἀραρότως ἔστιν ἰδεῖν, πῶς πάλιν ἡ ἀνίκητος τοῦ θεοῦ δύναμις καὶ προγνωσία «εἰς τὸ φράξαι πᾶν
στόμα» ἐπεγειρόμενον κατὰ τῆς ἀληθείας πάντα μετὰ θαυμαστῆς φωτα‐185 in vol. 3
Haer
.

3

.

186

γωγίας προεθέσπισε καὶ ἠσφαλίσατο. φάσκει γὰρ οὕτως ἐν τῇ αὐτῇ ἀκολουθίᾳ ὅτι «πᾶς ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας, δυνάμενος μετριοπαθεῖν. ἀνάγκην γὰρ ἔχει καὶ περὶ τῶν ἰδίων ἁμαρτιῶν 〈προσφέρειν〉, ὁ δὲ μὴ ἔχων
5ἁμαρτίαν ἑαυτὸν προσήνεγκε τῷ πατρί». καὶ τὸ μὲν «ἐκ τῶν ἀνθρώπων» διὰ τὴν ἐνδημίαν, τὸ δὲ «οὐκ ἐξ ἀνθρώπων» 〈καὶ〉 τὸ «μὴ ἔχων ἁμαρτίαν» διὰ τὴν θεότητα. καὶ περὶ τῆς αὐτοῦ θεότητός φησι «καίπερ ὢν υἱός», περὶ δὲ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας «ἔμαθεν ἐξ ὧν ἔπαθε», φησί. 38. Καὶ ὁρᾷς ὅτι πάντα τοῦ Χριστοῦ λεῖα καὶ οὐδὲν ἐν αὐτοῖς στραγγα‐
10λιῶδες. τὸ γὰρ «ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν» οὐδὲ τὴν αὐτὴν πλάσιν ἐνταῦθα διηγεῖται τοῦ σώματος οὐδὲ τῆς αὐτοῦ ἐναν‐ θρωπήσεως, οὐ περὶ κτίσεως ὅλως φάσκει, ἀλλὰ μετὰ τὴν ἐνδημίαν τοῦ ἀξιώματος τὸ χάρισμα· ὡς καὶ τὸ εἰρημένον «ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». καὶ οὐ πρώην τοῦτο ἐπληροῦτο ἐν τῇ θεότητι, ἀλλὰ
15〈ἐν〉 τῇ νῦν παρουσίᾳ, ἐπειδήπερ ἡ αὐτοῦ ἐνανθρώπησις ἡ ἐκ Μαρίας ἔλαβεν ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, 〈τὸ〉 σὺν τῷ θεῷ λόγῳ καλεῖσθαι υἱὸν θεοῦ. καὶ διὰ τοῦτο καὶ δι’ αὐτοῦ τοῦ ἀποστόλου ἐνταῦθα πάλιν εἴρηκε «τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον», ἵνα ὁ δεσπότης
20ἀγγέλων καὶ ποιητὴς παρ’ ἀγγέλους ἠλαττωμένος φανείη, ὁ φρικτὸς καὶ φοβερὸς τοῖς ἀγγέλοις καὶ ἐξ οὐκ ὄντων αὐτοὺς κτίσας σὺν τῷ πατρὶ καὶ σὺν τῷ ἁγίῳ πνεύματι ἠλαττωμένος λέγοιτο, καὶ φανείη σαφῶς ὅτι οὐ περὶ θεότητος ἐνταῦθα φάσκει, ἀλλὰ περὶ τῆς αὐτοῦ σαρκός. πάθημα γὰρ θανάτου οὐ πρὸ σαρκὸς εἰς τὸν λόγον ἀναλογεῖται, ἀλλὰ μετὰ τὴν
25ἔνσαρκον παρουσίαν, τοῦ αὐτοῦ ἀπαθοῦς ὄντος καὶ παθητοῦ, ἀπαθοῦς μὲν ὄντος ἐν τῇ θεότητι, πάσχοντος δὲ ἐν τῇ 〈ἐν〉ανθρωπήσει, ὡς καὶ τὰ ἀμφότερα 〈ἐν〉 ἑνὶ πληροῦται, τὸ υἱὸς ἀνθρώπου ἐν ταὐτῷ καὶ υἱὸς θεοῦ ἐν ταὐτῷ. ὁμοῦ γὰρ Χριστὸς ἐν τοῖς ἀμφοτέροις ὁ υἱὸς καλεῖται. 39. Τί οὖν ἐποίησεν αὐτόν; οἱ φιλονεικοῦντες μάθωσιν ἀπὸ τῶν
30προειρημένων πάντων ὅτι οὐδὲν εἰς τὴν θεότητα ἐν τῷ ῥητῷ τούτῳ ἀνα‐ λογεῖται, ἀλλὰ εἰς τὴν ἔνσαρκον παρουσίαν καὶ οὐδὲ ὡς περὶ ποιήσεως ἢ κτίσματος, ἀλλ’ ὡς περὶ ἀξιώματος μετὰ τὴν παρουσίαν τὸ «ἐποίησεν αὐτόν». ἐρωτήσας γάρ τις τινὰ βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ, ὅτι «τί σοι
πέφυκεν οὗτος», καὶ ἀκούσει παρ’ αὐτοῦ ὅτι «υἱός μου ἐστί». «γνήσιος οὖν186 in vol. 3
Haer
.

3

.

187

σοι ὑπάρχει ἢ νόθος;» ὁ δέ φησι· «γνήσιος ἐξ ἐμοῦ ὑπάρχει.» «τί οὖν αὐτὸν ἐποίησας»; «βασιλέα αὐτὸν ἐποίησα.» δῆλον μηδὲν παρηλλαγμένον τῆς τοῦ πατρὸς αὐτοῦ ἀξίας. καὶ οὐχὶ πάντως διὰ τὸ εἰρηκέναι, ἐποίησα αὐτὸν βασιλέα, παρὰ τοῦτο ἔκτισα αὐτόν, λέγει ὁ βασιλεύς. οὐ γὰρ τὴν γέννησιν
5ἠρνήσατο, ἣν ὡμολόγησεν 〈φάσκων〉 γεγεννηκέναι, ἐν τῷ εἰπεῖν ἐποίησα, ἀλλ’ ἐκείνην μὲν σαφῶς ἀπεφήνατο, τὸ δὲ ἐποίησα περὶ ἀξίας ἐδήλω‐ σεν. οὕτω καὶ ὁ υἱὸς υἱὸς τοῦ πατρὸς ἀναμφιβόλως τοῖς ζωὴν ἐθέλουσι 〈περιποιήσασθαι〉 πιστεύεταί τε καὶ προσκυνεῖται. τὸ δὲ ἀρχιερέα γενέσθαι, διότι ἐν τῷ σώματι αὐτοῦ τῷ πατρὶ ἑαυτὸν προσήνεγκεν ὑπὲρ
10τῆς ἀνθρωπότητος, αὐτὸς ἱερεύς, αὐτὸς ἱερεῖον· ἑαυτὸν μὲν προσήνεγκεν, ὑπὲρ πάσης δὲ κτίσεως ἀρχιερατεύων, ἀναβὰς δὲ πνευματικῶς καὶ ἐνδόξως ἐν αὐτῷ τῷ σώματι «ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός», «γεγονὼς ἀρχιερεὺς εἰς τὸ διηνεκὲς» καὶ «διεληλυθὼς τοὺς οὐρανοὺς» ἐφ’ ἅπαξ, ὡς μαρτυρεῖ περὶ αὐτοῦ ἐν ταῖς καθεξῆς λέξεσιν ὁ αὐτὸς ἅγιος ἀπόστολος.
15καὶ ἐξέπεσε πάλιν τούτων ἡ προφασιστικὴ διαλογὴ τῆς θείας γραφῆς, ζωτικῆς οὔσης καὶ μηδὲν ἐχούσης εἰς πρόσκομμα πιστοῖς ἢ εἰς ἐλάττωμα βλασφημίας πρὸς τὸν λόγον. 40. Εἶτα μέμνη〈ν〉ται πάλιν ἑτέρου ῥητοῦ ὡς Ἰωάννης ἑστὼς ἐν τῇ ἐρήμῳ καὶ θεασάμενος αὐτὸν ἐρχόμενον ἔλεγεν «οὗτός ἐστιν, ὃν εἶπον
20ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν». καὶ πρῶτον μὲν αὐτὰς τὰς λέξεις ὡς καρηβαροῦντες ἀλλάσσουσι τῇ διανοίᾳ καὶ λέγουσι· πῶς τοῦτο πληροῦται ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὅτι οὐκ ἦν πρὸ Ἰωάννου ἐν γαστρὶ Μαρίας συνειλημμένος; ἀλλά, ὥς φησιν ὁ εὐαγγελιστής· «ἐν δὲ τῷ ἕκτῳ μηνὶ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ
25εἰς πόλιν τῆς Γαλιλαίας, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ. καὶ εἰσελθὼν πρὸς αὐτὴν ἔφη· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ,» καὶ τὰ λοιπὰ τῆς ἀκολουθίας. ὡς οὖν ἡ παρθένος ἐπὶ τῷ ἀσπασμῷ ἐταράσσετο, ἔφη πρὸς αὐτήν· «ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» «καὶ ἰδοὺ ἡ συγγενής
30σου Ἐλισάβετ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ». καὶ ὁρᾷς, φησιν, ὅτι πρὸ ἓξ μηνῶν
τοῦ εὐαγγελισθῆναι Μαρίαν ἤδη προυπῆρχεν ὁ Ἰωάννης. πῶς οὖν τὸ187 in vol. 3
Haer
.

3

.

188

«πρὸ ἐμοῦ ἐγένετο» ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ Χριστοῦ πληρωθήσεται; τίς δὲ τῶν ἀκεραίων καὶ μὴ ἐν διανοίᾳ ἐναργῶς ἑδραιωμένων ἀκούσας τὸ ῥητὸν οὐ ταραχθήσεται; † λέγει γὰρ τὰ ἀναγκαῖα καὶ ἀκέραια καὶ ζωτικὰ [τὰ] τῆς θείας γραφῆς τοῖς τὰ πονηρὰ ἑαυτοῖς ἐπισπωμένοις
5μᾶλλον βλαβερώτερα φαίνεται, τῶν ῥητῶν πάντῃ ἐν πνεύματι ἁγίῳ κατηυγασμένων. τί γὰρ παραλέλειπται τῷ ῥητῷ πρὸς ἀσφάλειαν; ἰδοὺ γὰρ λέγει ὅτι «οὗτός ἐστι», τὸ ὁρατὸν σημαίνων καὶ ὑποδεικνύων τοῖς ὁρῶσιν, «ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται». καὶ τίς ἔρχεται ἀλλ’ ἢ «ἀνήρ»; οὐδεὶς δὲ τῶν σύνεσιν κεκτημένων ἄνδρα ψιλὸν νομίσειε τὸν
10κύριον ἡμῶν, ἀλλὰ αἱ ἄνω αἱρέσεις αἱ ἤδη σημανθεῖσαι, οἱ περὶ Κήριν‐ θον καὶ Μήρινθον καὶ Ἐβίωνα. ἀλλὰ μετὰ τοῦ «ἀνὴρ» πάντως ὅτι ἠσφα‐ λισμένως καὶ κύριον αὐτὸν ἴσασιν οἱ ἀληθινοὶ πιστοί, ὡς καὶ Ἰωάννης μαρτυρεῖ «ὃ ἀκηκόαμεν ἀπ’ ἀρχῆς», ἵνα εἴπῃ τὸν ἀπ’ ἀρχῆς ὄντα, τὸν ἀόρατον θεὸν λόγον, ὃν ἠκούσαμεν ἐν θείαις γραφαῖς, ἐν προφήταις
15καταγγελλόμενον, ἐν οὐρανῷ ἐξυμνούμενον. καὶ διὰ τοῦτο 〈τὸ〉 «ὃ ἐν ἀρχῇ ἠκούσαμεν καὶ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς», ἵνα ἄνω τὸ ἀκηκοέναι θεὸν ὁμολογήσῃ ἐξ ὑπαρχῆς, τὸ δὲ ἑωρακέναι ἄνθρωπον σημάνῃ, ὃν καὶ ὁ βαπτιστὴς Ἰωάννης ἔφη ὅτι «ὀπίσω μου ἔρχεται ἀνήρ»· καὶ τὸ «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν», ἵνα θεὸν ἄνωθεν σημάνῃ καὶ ἄνθρωπον ὁρατὸν
20ὑποδείξῃ ἀπὸ Μαρίας γεγεννημένον καὶ ἐκ νεκρῶν ἀναστάντα τέλειον, μὴ ἀποβαλλόμενον τὸ ἅγιον σκεῦος ὃ εἴληφε καὶ τὴν τελείαν αὐτοῦ ἐναν‐ θρώπησιν, ἀλλὰ διὰ τοῦ ἐψηλαφηκέναι τὴν πλευρὰν τόν τε τύπον τῶν ἥλων τὰ τρία ὁμολογήσῃ ἀπαρασαλεύτως. οὕτω μοι καὶ ἐνταῦθα νόει τὸ ὅτι «οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὅτι ὀπίσω μου ἔρχεται ἀνήρ», ἵνα τὴν
25ἔνσαρκον σημάνῃ παρουσίαν, 〈καὶ τὸ〉 ὅτι «πρῶτός μου ἦν,» ἵνα τὴν θεότητα ὑποδείξῃ, «ὅτι πρὸ ἐμοῦ ἐγένετο». «ἐν τῷ κόσμῳ γὰρ ἦν», φησι τὸ ἅγιον εὐαγγέλιον, «καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» 41. Εἰ δὲ ἐν κόσμῳ ἦν πρὸ τοῦ Ἰωάννην γεννηθῆναι καὶ συλληφθῆναι,
30πρὸ αὐτοῦ γέγονεν ἐν κόσμῳ, οὐ περὶ κτίσεως, οὐ περὶ ποιήσεως σημαίνων, ἀλλὰ κατὰ τὴν χρῆσιν, 〈καθ’〉 ἣν ὁμωνύμως εἰώθασιν οἱ ἄνθρωποι λέγειν· ἐγενόμην ἐν Ἱεροσολύμοις, ἐγενόμην ἐν Βαβυλῶνι, ἐγενόμην ἐν Αἰθιοπίᾳ,
ἐγενόμην ἐν Ἀλεξανδρείᾳ, οὐ κτίσιν σημαίνων ἐνταῦθα, ἀλλὰ ἐπίβασίν188 in vol. 3
Haer
.

3

.

189

τε καὶ παρουσίαν. τί γὰρ ἐγενόμην ἐν Βαβυλῶνι ἢ ἐν ἑτέρῳ τόπῳ 〈σημαί‐ νει〉, ὅτι ἦλθον. «πρὸ ἐμοῦ οὖν ἐγένετο», ἵνα δείξῃ ἐπὶ τῆς γῆς τὴν τοῦ λόγου ἀεὶ ἐπίβασιν, καὶ τὸ «πρῶτός μου ἦν,» ἵνα δείξῃ τὴν θεότητα ἀεὶ οὖσαν. τὸ δὲ «ὀπίσω μου ἐρχόμενον», ἵνα δείξῃ τὴν σύλληψιν μετὰ τὸν
5Ἰωάννην. καὶ διὰ τοῦτο «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», ἑτοιμαστικὴ φωνὴ τῆς τῶν ἀνθρώπων ἀκοῆς. πρῶτον γὰρ ἀδιάρθρωτον εἰώθασιν οἱ φωνοῦντες ἀποδιδόναι φωνὴν ἐχήεσσαν, ἀπὸ μήκοθεν καλοῦντες τούς τι ἔχον‐ τας παρ’ αὐτῶν ἀκούειν, καὶ ἐπὰν ἐκεῖνοι τῆς φωνῆς ἀκούσωσι μόνης καὶ δώσωσι τὸν νοῦν τοῦ ἀκούειν καὶ ἑτοιμάσωσι τὴν ἀκοήν, τότε ὁ τὴν
10ἠχήεσσαν φωνὴν ἀποδοὺς λοιπὸν διαστέλλει τὸν λόγον, ὅνπερ ἠβουλήθη εἰπεῖν. οὕτω καὶ Ἰωάννης φωνὴ ἐγένετο ἑτοιμάζουσα τὴν ἀκοὴν τῶν ἀνθρώπων. οὐ γὰρ ἦν αὐτὸς ὁ λόγος, ἀλλὰ μετ’ αὐτὸν ἦλθεν ὁ λόγος, δι’ ὃν ἡ ἑτοιμαστικὴ φωνὴ γέγονε. καὶ διὰ τοῦτο λέγει «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὰς ὁδοὺς κυρίου». ἡ γὰρ φωνὴ ἑτοιμάζει,
15ὁ δὲ κύριος ἐπιβαίνει ταῖς ὁδοῖς ταῖς ἡτοιμασμέναις. καὶ ἡ φωνὴ λαλεῖ 〈εἰσ〉 τὴν ἀκοήν· ὅταν δὲ ἡ ἀκοὴ σχολάσῃ, τότε ὁ λόγος ἐν τῇ ἀκοῇ κατα‐ βάλλεται τῶν δεχομένων. οὐδαμοῦ τοίνυν ἐπιλήψεται Ἄρειος καὶ οἱ ἀπ’ αὐτοῦ τῆς τοῦ θεοῦ ἀληθείας, ἀεὶ καταυγαζούσης καρδίας πιστῶν εἰς τὸ μὴ ἐκτραπῆναι ἀπὸ τῆς ἐν τῷ λόγῳ υἱῷ θεοῦ ἐν ἀληθείᾳ ἀκτίστῳ
20καὶ ἀγενήτῳ σωτηρίας. 42. Προκοπτόντων δὲ πάλιν ἡμῶν καὶ ἐπὶ τὰς ἑξῆς βαινόντων, οὐδὲν παραλείψομεν τῶν ἄνω προτεταγμένων εἰς ἐπίλυσιν, ἀλλ’ αὖθις πάλιν ἐπιληψόμεθα τῆς ἀκολουθίας. προφασίζονται γὰρ πάλιν ἑτέραν πρό‐ φασιν, τὴν ὑπὸ τοῦ ἁγίου Πέτρου ἐν ταῖς Πράξεσιν εἰρημένην ὅτι «φανερὸν
25ἔστω ὑμῖν πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε καὶ κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε». καὶ λέγουσι πάλιν ὅτι ἐνταῦθα τὸ «ἐποίησε» γέγραπται, καὶ οὐχ ὁρῶσι τὸ ῥητόν (αὐτὸ γὰρ ἑαυτὸ τὸ ῥητὸν ἑρμηνεύει) «τοῦτον γὰρ τὸν Ἰησοῦν», ἵνα σημάνῃ τὴν ἐνανθρώπησιν κυρίου. ἀπὸ τοῦ γὰρ «τοῦτον τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε»
30φανερόν τί ἐστιν * ὅτι ἣν ἐσταύρωσαν σάρκα· σάρκα γὰρ ἐσταύρωσαν. καὶ διὰ τοῦτο ὁ κύριος ἐν τῷ εὐαγγελίῳ «νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον,
ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου» *, ἀλλ’189 in vol. 3
Haer
.

3

.

190

οὐ τῆς ἐνανθρωπήσεως διορίζων τὴν θεότητα. οὔτε γὰρ ἐκτὸς τῆς ἐναν‐ θρωπήσεως ὑπῆρχεν ἡ θεότης, ὁπηνίκα ἔμελλε πάσχειν, οὔτε ἐν τῷ πάσχειν ἐγκατελείφθη ὑπὸ τοῦ λόγου ἡ ἔνσαρκος παρουσία. ἀλλ’ οὔτε ὁ ἀπαθὴς λόγος πέπονθε τὸ πρότερον 〈ἀλλ’ ἢ〉 ἐν σαρκὶ ὢν τῇ πασχούσῃ. ἀληθὲς
5γάρ ἐστιν ἐπ’ ἀμφοτέρων τὸ ἓν ὄνομα, ἔν τε τῇ θεότητι καὶ ἐν τῇ 〈ἐν〉αν‐ θρωπήσει. Χριστὸς γὰρ ἡ ἐνανθρώπησις αὐτοῦ τοῦ λόγου καὶ Χριστὸς κύριος ἐν αὐτῇ τῇ ἐνσάρκῳ παρουσίᾳ. ἀλλὰ τὸ μὲν παθεῖν ἐν σαρκί, καθὼς εἶπε Πέτρος ὅτι «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί», ἵνα δείξῃ τὴν ἀπάθειαν τῆς θεότητος, καὶ πάλιν «ἀποθανὼν ἐν σαρκί, ζωογονηθεὶς
10δὲ τῷ πνεύματι». «τοῦτον οὖν τὸν Ἰησοῦν ὃν ἐσταυρώσατε», ἵνα μὴ παρα‐ λειφθῇ ἡ ἁγία ἔνσαρκος οἰκονομία ἀπὸ τοῦ ἀπαθοῦς καὶ ἀκτίστου λόγου, ἀλλὰ συνενωθῇ ἄνω τῷ ἀκτίστῳ λόγῳ διὰ τοῦτο καὶ «κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε» τὸ ἐκ Μαρίας συλληφθέν, τὸ ἐν θεότητι συνενωθέν· οὐ γὰρ ἡ Μαρία θεὸς κατὰ φύσιν, διὰ τοῦτο ἑξῆς τὸ «ἐποίησεν» ἐπιφέρει,
15ὡς καὶ ὁ ἄγγελος Γαβριήλ φησιν, ἐρωτησάσης αὐτῆς ὅτι «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω» φησί, «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». ὅταν δὲ εἴπῃ «καὶ τὸ γεννώμενον», ἔδειξεν ἀκατα‐ ζητήτως περὶ θεοῦ λόγου, ὅτι υἱός ἐστιν ἀναμφιβόλως, οὐ κτισθείς, οὐ
20ποιηθείς. περὶ δὲ τῆς ἀπὸ Μαρίας ἐνσάρκου οἰκονομίας, μετὰ προσθήκης 〈τοῦ〉 «καὶ τὸ γεννώμενον 〈ἅγιον κληθήσεται υἱὸς θεοῦ» ἔδειξεν ὅτι καὶ τὸ γεννώμενον〉 [τὸν] Χριστὸν καὶ κύριον ἐποίησεν· ὡς ἐπὶ τοῖς ἄλλαις ῥήσεσι πάντα σαφῶς ἐπληρώθη καὶ οὐδὲν καμάτου περιέχουσιν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται καὶ οὐδεμία ἔστι
25παρεκτροπὴ τοῖς τῆς ἰδίας ζωῆς ἐπιμελουμένοις. ζῶν γὰρ ὁ λόγος ἀπὸ ζῶντος πατρός, υἱὸς τοῦ πατρός, καὶ οὐ κτιστός. πάντα δὲ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ πεπλήρωται, ἵνα μήτε φάντασμα νομισθείη μήτε ὁμοούσιος ἡ σὰρξ τῇ ἄνω θεότητι, ἀλλὰ συνηνωμένη ἡ ἐνανθρώπησις αὐτοῦ εἰς μίαν ἀπάθειαν, μάλιστα μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. «οὐκέτι γὰρ
30ἀποθνήσκει, φησί, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.» ἔστι γὰρ εἷς κύριος, εἷς Χριστός, εἷς βασιλεύς, ἐν δεξιᾷ πατρὸς καθήμενος, τὸ σωματικὸν
καὶ πνευματικὸν μία ἕνωσις, μία θεότης πνευματική, τὰ ἀμφότερα φω‐190 in vol. 3
Haer
.

3

.

191

τεινὰ καὶ ἔνδοξα. ἔτι δὲ ὑπερβήσομαι τὸ ῥητὸν ἱκανῶς ἑρμηνευόμενον νομίζων καὶ ἐπὶ τὰ ἕτερα τῆς αὐτῶν * εἰς ἀνατροπὴν τῶν ἀκουόντων ἐπινενοημένης * τοῦ λέγειν ἐπιλάβοιμι. 43. Φασὶ γὰρ πάλιν· εἰ ἔστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, πῶς οὐκ
5οἶδε τὴν ὥραν καὶ τὴν ἡμέραν, ἀλλὰ ἰδίῳ λόγῳ ὁμολογεῖ τοῖς μαθηταῖς μὴ εἰδέναι ἃ ὁ πατὴρ ἐπίσταται, φήσας ὅτι «περὶ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι ἐν οὐρανῷ οὔτε ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος;» εἰ τοίνυν, φασίν, ὁ πατὴρ οἶδε καὶ αὐτὸς οὐκ οἶδε, πῶς δύναται ἡ αὐτὴ θεότης πατρὸς καὶ υἱοῦ ὑπάρχειν, ὁπότε ἃ οἶδεν ὁ πατὴρ
10ὁ υἱὸς ἀγνοεῖ; ὅσα δὲ μυστικῶς καὶ ἐν τῇ ἐνθέῳ αὐτοῦ σοφίᾳ πρὸς ἀσφάλειαν γνώσεως ἀληθεστάτης ὁ μονογενὴς διδάσκων ὑφηγεῖτο, οὗτοι ἀγνοοῦντες τὰ ἀνθρωποπαθῆ, πάντα εἰς ἑαυτῶν βλάβην, ὥσπερ δεινὰ ἑρπετὰ καὶ εἰς ἑαυτῶν λύμην [τὰ] ὑπὸ τοῦ πανούργου θηρευτοῦ δεδελεασμένα ἀφαρπά‐ ζουσιν, οὐκ εἰδότες ὅτι τὸ ψεῦδος οὐδαμοῦ σταθήσεται, ἡ δὲ ἀλήθεια
15πάντη τοὺς ἰδίους αὐτῆς υἱοὺς διορθοῦται καὶ ἐξελέγχει τὸ ψεῦδος. εἴπω〈σι〉 γὰρ ἡμῖν οἱ τὴν κακὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ κεκτημένοι ἀπ’ ἀρχῆς, τί μεῖζον ἐστὶ κατὰ φύσιν καὶ πρὸς τὴν εἴδησιν, ὁ θεὸς ὁ πάντων δεσπότης καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ ἡ ἡμέρα ὑπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἀγομένη τε καὶ γινομένη καὶ ἡ ὥρα ἐκείνη;
20πάντως δὲ ἐρωτώμενοι ἀναγκασθήσονται ἀπ’ αὐτῆς τῆς ἀληθείας τὸν πατέρα μείζονα λέγειν, ὡς καὶ ἔστιν. εἰ τοίνυν φάσκει ὁ υἱὸς λέγων «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ οὐδεὶς οἶδε τὸν υἱόν, εἰ μὴ ὁ πατήρ», ὁ τὸ μεῖζον γινώσκων τουτέστι τὸν πατέρα, πῶς τὸ ἧσσον ἀγνοεῖ; ἀλλὰ ἔστι θεῖα τὰ ῥήματα, πνεύματι ἁγίῳ λεγόμενα, ἄγνωστα δὲ τοῖς
25μὴ εἰληφόσι πνεύματος ἁγίου δωρεὰν καὶ χάριν. τοιοῦτοι γὰρ ὄντες οἱ προειρημένοι, ἄστατον ἔχοντες καὶ τὸ φρόνημα ἠλίθιόν τε τὴν διάνοιαν, εἰς ἐπιβλαβεῖς καὶ εἰς ἥσσονας παρεκτροπὰς ὀλισθαίνουσαν. 44. Προϋπαντήσεται γὰρ αὐτοῖς τὸ ὑπ’ αὐτοῦ τοῦ κυρίου εἰρημένον ὅτι «γίνεσθε ἕτοιμοι, 〈ἔστωσαν〉 αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ αἱ
30λαμπάδες ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔσεσθε ὡς καλοὶ δοῦλοι, προσ‐ δοκῶντες τὸν ἴδιον δεσπότην. ὡς γὰρ λῃστὴς ἐν νυκτί, οὕτως παρα‐
γίνεται ἡ ἡμέρα». καὶ ὁ ἅγιος ἀπόστολός φησιν «οὐκ ἐστὲ σκότους191 in vol. 3
Haer
.

3

.

192

τέκνα, ἀλλὰ ἡμέρας, ἵνα ἡ ἡμέρα ὑμᾶς μὴ ὡς κλέπτης καταλάβῃ». εἰ τοίνυν οἱ υἱοὶ τῆς ἡμέρας οὐχ ὑπὸ σκότους καλύπτονται, ἀλλὰ ἕτοιμοι γίνονται, ὅτι «ᾗ οὐκ οἴδασιν ἡμέρᾳ καὶ ᾗ οὐ προσδοκῶσιν ὥρᾳ ὁ δεσ‐ πότης αὐτῶν παραγίνεται,» ἄρα οὐ διαλλάξει παρὰ τοὺς αὐτοῦ δούλους
5καὶ υἱοὺς τῆς ἡμέρας 〈ὁ〉 διὰ τὴν αὐτοῦ φωτεινὴν ὑπόστασίν τε καὶ θεότητα αὐτὸς αἴτιος αὐτοῖς τούτων τυγχάνων; ἢ ὅτι ὡς οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ μὴ ἑτοιμασθέντες καταληφθήσεται ἀγνοῶν καὶ ὑπ’ ἐλαττώσει τυγχάνων; τίς δὲ 〈μὴ〉 μεμηνὼς ταῦτα περὶ κυρίου λογίσαιτο, ὅτι αὐτὸς ἔσται ὡς οἱ ὑπ’ αὐτοῦ δεσποζόμενοι ἄνθρωποι καὶ μεμαθη‐
10τευμένοι ἢ ὡς οἱ χείρους διὰ τὴν αὐτῶν ἀνετοιμασίαν καὶ ἄγνοιαν; καὶ τὸ ὅλον ἐστὶν ἠλίθιον. εἰ τοίνυν ταῦτα οὐ δύναται πληροῦσθαι, ὁ δὲ λόγος παρεκτεινόμενος ἀντίθετος τῇ χρήσει εὑρεθήσεται, ἄρα ζητητέον ἐστι, τίνα τὸν λόγον εὕρωμεν, ἵνα ἀναντιθέτως τῶν ἀμφοτέρων σῳζομένων μὴ ἐκτραπῶμεν τῆς ἀληθείας. ἀδύνατον γὰρ τὸν κύριον
15ψεύδεσθαι καὶ ἀδύνατον αὐτὸν μάτην τὰς ἐξηγήσεις εἰς ἡμετέραν ζωὴν ποιεῖσθαι. γινώσκει τοίνυν ὁ πατήρ, γινώσκει ὁ υἱός, γινώσκει τὸ ἅγιον πνεῦμα. οὐδὲν γὰρ ἐν πατρὶ διηλλαγμένον παρὰ τὸν υἱόν, οὐδὲ ἐν υἱῷ παρηλλαγμένον παρὰ τὸ πνεῦμα, ὡς ἐν ἑκάστῃ τῶν προειρη‐ μένων αἱρέσεων ἐν χρείᾳ καταστάντες ἀπεδείξαμεν ἐξ ἀληθινῶν συστά‐
20σεων τὴν τριάδα εἶναι μίαν θεότητα καὶ μηδὲν ἔχειν ἐν ἑαυτῇ παρηλλαγμένον, ἀλλὰ τὸ πᾶν τελειότης, τρία τέλεια, μία δοξολογία καὶ μία κυριότης. 45. Ἀλλ’ ἐρεῖς μοι· τίνι τοίνυν τῷ λόγῳ εἴρηκε τοῦτο; καὶ ἤδη μὲν ἄλλῃ μοι περὶ τοῦ λόγου τούτου πέφρασται. οὐδὲν δὲ κωλύσει τοῖς αὐτοῖς προσθεῖναι καὶ τὰ αὐτὰ ἀληθινὰ ῥήματα λέγειν· «ἐμοὶ μὲν οὐκ ὀκνη‐
25ρόν,» τοῖς δὲ ἐντυγχάνουσιν «ἀσφαλὲς ἔσται», τοῖς δὲ 〈δι’〉 ἐναντίας εἰς ἔλεγχον. ἡ γὰρ ὑπόθεσις τοῦτον ἔχει τὸν τρόπον. τρία γὰρ τάγματα ἐν ταὐτῷ ὑπεισήνεγκεν ἐν μέσῳ, πατέρα καὶ ἑαυτὸν καὶ πάντας ἀγγέλους ἐν οὐρανῷ. καὶ τῷ μὲν πατρὶ ἀπέδωκε τὸ εἰδέναι, οὐ μόνον εἴδησιν ὑποδεικνύων καὶ γνῶσιν, ἀλλὰ καὶ τὰ ἀεὶ παρὰ πατρὶ καὶ παρὰ
30υἱῷ ἀναμφιβόλως κεκρατυμμένα τε καὶ γεγενημένα καὶ εἰργασμένα. καὶ ὁ μὲν πατὴρ οἶδε τὴν ἡμέραν, 〈ἅμα〉 οἶδεν αὐτὴν καὶ εἰργάσατο καὶ πέπραχε καὶ ἔκρινεν, ὡς ἔφη ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὅτι «ὁ πατὴρ οὐδένα κρινεῖ, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ». ἐν γὰρ
τῷ δεδωκέναι κέκρικεν· κρίνας τοίνυν ἔγνω· γνοὺς οἶδε πότε ἔρχεται.192 in vol. 3
Haer
.

3

.

193

«ὁ γὰρ μὴ πιστεύων εἰς τὸν υἱὸν ἤδη κέκριται», οὐ τῆς κρίσεως παρελθούσης, ἀλλὰ τῶν τότε μελλόντων ἔσεσθαι ἤδη ἀποδεικνυμένων, ὡς καὶ ἐπὶ τούτῳ τὸ τοιοῦτον πληροῦται. οἶδε γὰρ ἡ γραφὴ εἴδησιν καὶ εἴδησιν, ὡς καὶ πολλάκις εἰς τὸ συνεκτικὸν κατερχόμενοι ἀπὸ ὁμοιωμάτων καὶ
5παραδειγμάτων τῶν ἤδη πεπραγματευμένων τὴν σαφήνειαν καὶ τὴν φράσιν ἑκάστης ὑποθέσεως παριστῶντες οὐ διελείψαμεν. 46. 〈Ἀνα〉λάβωμεν τοίνυν ἐξ ὑπαρχῆς αὖθις καὶ περὶ τούτων εἴπωμεν. τί φατέ, ὦ οὗτοι; ᾔδει Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ πρὸ τῆς παρα‐ κοῆς καὶ παραβάσεως ἢ οὐκ ᾔδει; καὶ οὐ δύνασθε ἀντειπεῖν τῇ ἀληθείᾳ.
10ἐὰν γὰρ μὴ θελήσητε ὀρθοποδῆσαι πρὸς τὸν τοιοῦτον νοῦν ἐλεγχθήσεσθε. «ἦσαν γάρ» φησι «γυμνοὶ καὶ οὐκ ᾐσχύνοντο». γυμνῶν δὲ αὐτῶν ὄντων καὶ οὐ τυφλωττόντων *. οὔτε γὰρ τοῦτο ἀρνήσασθαι δύνασθε, μὴ βλέ‐ ποντας αὐτοὺς ὁμολογῆσαι. «εἶδε» γάρ, φησιν, «Εὔα τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι.» ἄρα γοῦν εἶδον καὶ ᾔδεισαν.
15εἰδότες δὲ καὶ ὁρῶντες ἀλλήλους ἐπεγίνωσκον. ἦν 〈δὲ〉 μετὰ πολὺν χρόνον 〈ὅτε〉 φησὶν ἡ γραφή, «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ». ἀλλὰ τὴν μὲν πρώτην εἴδησιν καὶ βλέψιν περὶ εἰδήσεως δι’ ὁράσεως συνι‐ σταμένης λέγει καὶ διὰ ἐννοίας, περὶ δὲ τῆς δευτέρας γνώσεως περὶ εἰδή‐ σεως διὰ χρήσεως ἀπαγγέλλει· ὡς καὶ περὶ Δαυὶδ γηράσαντος λέγει
20ἡ θεία γραφή· «καὶ ἐγήρασε Δαυὶδ καὶ οὐκ ἐθερμαίνετο, καὶ εἶπον αὐτοῦ οἱ παῖδες αὐτῷ· ζητηθήτω τῷ βασιλεῖ παρθένος, καὶ εὑρέθη Ἀβισὰκ ἡ Σωμανῖτις.» καί φησιν «ἔθαλπεν αὐτὸν, καὶ συνεκοιμᾶτο αὐτῷ, καὶ οὐκ ἔγνω αὐτὴν Δαυίδ». τὴν σύσσωμον καὶ σύμπλευρον πῶς οὐκ ᾔδει; ἀλλ’ ἐνταῦθα εἴδησιν οὐ τὴν δι’ ἐννοίας διηγεῖται, ἀλλὰ
25τὴν διὰ χρήσεως. καὶ γὰρ καὶ ἐπὶ τοῦ Ἰακώβ· ὅτι μὲν γὰρ ἑπτὰ ἔτη ἐτύγχανε ποιμαίνων μετὰ Ῥαχὴλ καὶ Λείας, καὶ ᾔδει αὐτάς. ὅτε δὲ περὶ τῆς συναφείας τῆς τοῦ σεμνοῦ αὐτῶν γάμου διηγεῖται, φησίν «ἔγνω Λείαν τὴν γυναῖκα αὐτοῦ». ὅτι ἡ μὲν πρώτη εἴδησις δι’ ἐννοίας
ἦν καὶ δι’ ὁράσεως, ἡ δὲ δευτέρα γνῶσις καὶ εἴδησις διὰ χρήσεως καὶ193 in vol. 3
Haer
.

3

.

194

ἐνεργείας. οὕτω καὶ ἐν τῇ θείᾳ γραφῇ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», οὐχ ὡς ἀγνοοῦντος τοὺς μὴ ὄντας, ἀλλὰ τὸ ἐνεργὲς τῆς τοῦ κυρίου ἀντι‐ λήψεως σημαίνει. καὶ «ἀπόστητε ἀπ’ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας, οὔπω ἔγνων ὑμᾶς». ἆρα οὐκ ᾔδει αὐτοὺς κατὰ εἴδησιν; ἀλλ’ ἐπειδὴ οὐκ
5ἦσαν ἄξιοι αὐτοῦ, τὸ πρακτικὸν ἀπ’ αὐτῶν ἀναιρεῖ. καὶ ἐν ἄλλῳ τόπῳ «ὑμᾶς ἔγνων ἐκ πάντων ἐθνῶν». ἆρα γὰρ τὰ ἔθνη πάντα καὶ ὁ ἀριθμὸς πάσης ἀνθρωπότητος ἀπὸ τῆς αὐτοῦ γνώσεως παραλέλειπται, καὶ οὐχὶ μᾶλλον αἱ τρίχες ἑκάστης κεφαλῆς ἀνθρώπου, τῶν τε αὐτῷ δουλευόντων καὶ τῶν αὐτῷ ἀπειθούντων, 〈ὑπ’ αὐτ〉οῦ γινώσκονται; καὶ «ὁδοὺς γὰρ
10τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός». ἆρα γὰρ ἀγνοεῖ τὰς ἐξ ἀριστερῶν; καὶ πόσα ἐστὶ τοιαῦτα εἰπεῖν περὶ εἰδήσεως καὶ εἰδήσεως; 47. Οὕτω καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. ἐπειδὴ γάρ 〈φησιν〉 «ὁ πατὴρ τὴν κρίσιν δέδωκε τῷ υἱῷ», τὴν τῆς γνώσεως καὶ χρήσεως γνῶσιν ἀπέδωκεν ἤδη τῷ πατρί. ὅτι «οὐδεὶς οἶδε τὴν ἡμέραν εἰ μὴ ὁ πατήρ»
15κατὰ δύο τρόπους· ὅτι οἶδε, πότε ἔρχεται (καὶ γὰρ ἐπὶ τῇ αὐτοῦ ἐξουσίᾳ ἡ ἡμέρα καὶ ὥρα ἔρχεται), καὶ οἶδεν αὐτὴν 〈κατὰ πρᾶξιν〉· ἤδη γὰρ πέπρακται αὐτῷ, παραδεδομένη ἡ κρίσις τῷ μονογενεῖ. οὕτω καὶ ἐν τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ, θεῷ ὄντι καὶ μηδὲν ἀπὸ πατρὸς παρηλλαγ‐ μένῳ, ἡ αὐτὴ εἴδησις. αὐτὸς γὰρ οἶδεν αὐτήν, καὶ αὐτὸς ἄγει αὐτὴν καὶ
20φέρει καὶ τελεῖ καὶ κρίνει καὶ ἄνευ αὐτοῦ οὐκ ἔρχεται. οὔπω δὲ ἔγνω αὐτὴν κατὰ πρᾶξιν, τουτέστιν οὔπω ἔκρινεν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄδικοι πλεονεκτοῦσι καὶ πόρνοι καὶ μοιχοὶ καὶ εἰδωλολάτραι ἀνο‐ μοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ αἱρέσεις ἐπανίστανται καὶ ἡ πλάνη ἐργάζεται, ἕως ἐνέγκῃ αὐτὴν τὴν ἡμέραν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ
25καὶ τὸ δίκαιον ἑκάστῳ ἀπονείμῃ· καὶ * γνώσεται αὐτήν, τουτέστι πράξει αὐτὴν δυνάμει. καὶ ἐν μὲν πατρὶ κατὰ δύο τρόπους πεπλήρωται, ἐν δὲ τῷ υἱῷ κατὰ εἴδησίν ἐστι καὶ οὐκ ἀγνοεῖται, κατὰ δὲ πρᾶξιν οὔπω ἐτε‐ λέσθη, ἐπειδὴ οὔπω κέκρικεν. ἀπὸ δὲ τῶν ἁγίων ἀγγέλων κατὰ δύο τρόπους παραλέλυται, * καὶ ἐν τῷ μηδέπω κατὰ πρᾶξιν ἐγνωκέναι αὐτούς,
30τουτέστιν ἐπιτελέσαι. οὔπω γὰρ προσετάχθησαν ἐξελθεῖν καὶ συνα‐ γαγεῖν τοὺς ἀσεβεῖς, ὡς τὰ ζιζάνια, δεσμὰς δεσμάς, καὶ ἑτοιμάσαι εἰς
τὸ πῦρ κατακαῆναι. καὶ ὁρᾶτε, ὦ ἀγαπητοὶ καὶ τοῦ θεοῦ δοῦλοι, ὅτι194 in vol. 3
Haer
.

3

.

195

μάτην ἕκαστος τῶν κατά τινα πρόληψιν ἑαυτοῖς τὰ δεινὰ ἐπισπωμένων ἐστρατεύσατο, διαφόρως ἕκαστος καθ’ ἑαυτοῦ εἰς τὸν υἱὸν τοῦ θεοῦ τὰ ἥσσονα καὶ ἠλαττωμένα βλασφημεῖν ἐπιχειροῦντες. 48. Ἀλλὰ καὶ ταύτης ἱκανῶς τὴν φράσιν πεποιημένοι ἐπ’ ἄλλας
5πάλιν αὐτῶν λέξεις δῶμεν τὸν νοῦν σὺν τῇ τοῦ θεοῦ δυνάμει. οἱ γὰρ γεννάδαι καὶ εἰς πάντα εὔτολμοι, καίτοι γε ὁμολογοῦντες οὐχὶ κατὰ τοὺς Μανιχαίους οὐδὲ κατὰ ἄλλας πολλὰς αἱρέσεις, ἀλλὰ κἂν τὸ κατὰ σάρκα ἀληθὲς κατέχοντες, καὶ αὐτὸ δὲ ἐλλιπῶς καὶ οὐ πληρέστατα· ὁμολογοῦσι γὰρ τὸν σωτῆρα σάρκα ἀληθινῶς ἐσχηκέναι, ἀκούοντες δὲ ἀπ’ αὐτοῦ
10τοῦ εὐαγγελίου ὅτι κέκμηκεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοιμήθη, καὶ ἀνέστη, ταῦτα πάντα συνάξαντες εἰς τὴν θεότητα ἀναφέρουσι τὴν αὐτοῦ, βουλόμενοι τὴν θεότητα αὐτοῦ ὡς ἐκ τῶν τοιού‐ των ὑποθέσεων ἀπαλλοτριοῦν τῆς τοῦ πατρὸς οὐσίας. ὅτι «εἰ ἔστι» φησίν «ἐκ τοῦ πατρός, τοῦ πατρὸς μὴ κοπιῶντος μηδὲ διψῶντος μήτε
15πεινῶντος, καθὼς ἡ θεία γραφὴ λέγει, ‘οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει οὔτε ὑπνώσει οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ‘· τούτων δὲ οὕτως εἰς τὸν υἱὸν τελειωθέντων, ἀλλότριος ἄρα,» φησίν, «ὑπάρχει τῆς τοῦ πατρὸς οὐσίας τε καὶ φύσεως.» καὶ ὅτι μὲν ταῦτα εἰς τὸν μονογενῆ οὐκ ἐπληροῦτο πρὸ τῆς ἐνσάρκου παρουσίας, καὶ αὐτοὶ ὁμολογήσουσιν·
20ὅταν δὲ ὁμολογήσωσιν ἀναγκαζόμενοι, ἔλθωσι δὲ εἰς τὰ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τετελειωμένα καὶ ἀκούσωσι διόπερ ἔλαβε σῶμα, διὰ τοῦτο ταῦτα εὐλόγως ἐπετέλει, ἐνδιδοὺς ὥσπερ ἡνίοχος τῷ ἅρματι εἰς τὰς εὐλόγους χρείας, ὅτι κατὰ ἀλήθειαν σάρκα ἐνεδύσατο καὶ οὐ κατὰ δόκησιν, τότε φάσκουσι μὴ ἐκ σαρκὸς εἶναι ταῦτα μόνης.
25 49. Καὶ γὰρ τῷ μὲν ὄντι καθ’ ἑαυτὴν οὔτε διψήσει οὔτε κοπιάσει. οὐκ ἴσασι δὲ οἱ τὴν ὁδὸν καταλελοιπότες καὶ ἐπὶ τὰς ἐναντίας τρίβους ἐκτραπέντες ὅτι οὐ μόνον σάρκα ὁ υἱὸς τοῦ θεοῦ ἔλαβεν ἐλθών, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου διὰ
30πνεύματος ἁγίου 〈ἀληθῶς γεννηθείσ〉. οὐ βούλονται καταδέξασθαι
ψυχὴν αὐτὸν εἰληφέναι * διὰ τὸν τοιοῦτον πρὸς αὐτοὺς ἔλεγχον, ὅπερ195 in vol. 3
Haer
.

3

.

196

ἐστὶν εὐχερέστερον ἁπάντων πρὸς ἀντίθεσιν τῆς αὐτῶν ματαιολογίας. αὐτὸς γὰρ ὁμολογεῖ ἀληθὴς θεὸς (〈ὁ〉 λέγων περὶ αὐτοῦ, ὅτι «ἐγώ εἰμι ἡ ἀλήθεια») ὅτι «ἡ ψυχή μου τετάρακται» καὶ «περίλυπός ἐστιν ἡ ψυχή μου» καὶ «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ λαβεῖν αὐτήν», [καὶ]
5ἵνα δείξῃ ἑαυτὸν θεὸν μὲν εἶναι ἔχοντα τὴν ἐξουσίαν *. ἀνθρώπου γὰρ οὐκ ἔστιν οὗτος ὁ λόγος· οὐδεὶς γὰρ ἔχει ἐξουσίαν τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ λαβεῖν αὐτήν. ὅταν δὲ περὶ ψυχῆς διηγεῖται, δείκνυσιν ἑαυτὸν ἀληθινῶς ἐνανθρωπήσαντα καὶ μὴ δοκήσει. καὶ πάλιν «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων»· καὶ ἵνα δείξῃ
10ἀληθινὰ ταῦτα ὄντα, ἐπὶ τοῦ σταυροῦ ἔλεγε τῷ πατρὶ «εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου» καὶ «ἐλθόντων, φησί, τῶν στρατιωτῶν, εὗρον αὐτὸν ἤδη ἐκπεπνευκότα». καὶ πάλιν «καὶ κράξας φωνῇ μεγάλῃ» εἶπεν «ἠλὶ ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου θεέ μου, ἵνα τί με ἐγ‐ κατέλιπες;» ὡς ἤδη καὶ ταύτην τὴν δύναμιν τοῦ λόγου ἐφράσαμεν καὶ
15«ἐξέπνευσε» φησὶ τὸ εὐαγγέλιον. τὸ δὲ «ἐξέπνευσε» καὶ «εἰς χεῖράς σου» καὶ τὸ «ἡ ψυχή μου τετάρακται» καὶ τὰ ἄλλα πάντα τῆς ἀληθείας λεγούσης, τίς 〈οὕτωσ〉 ἠλίθιος εἴη πεισθῆναι μὲν τοιούτῳ ἐργαστηρίῳ ἀνθρώ‐ πων μυωπαζόντων καὶ ὀνειροπολουμένων καὶ καταλεῖψαι αὐτὰς τὰς τοῦ θεοῦ λόγου εὐλόγους ῥήσεις τῆς ἀληθείας;
20 50. Ἀλλὰ λοιπὸν λεξιθηροῦντες τὰ καλῶς καὶ ὀρθῶς εἰρημένα ἀπὸ ἑκάστης γραφῆς, δίκην πειρατῶν ἀνδρῶν σώματα ὑγιῆ ἀκρωτηριαζόντων, μαρτυρίᾳ τινὶ κέχρηνται, ᾗ τροπικώτερον πολλάκις ἡ γραφὴ κεχρη‐ μένη διηγεῖται. καὶ τὸ μὲν τροπικῶς εἰρημένον ἀληθείᾳ φέρειν εἴωθαν, τὸ δὲ ἀληθῶς καὶ ἀπαρεμφάτως κεκηρυγμένον εἰς ἕτερον πρόσωπον
25ἀλληγοροῦσιν. εὐθὺς γὰρ ἀναπηδῶσιν ἀπὸ τοῦ ἁγίου Ἠσαΐου φέροντες ῥῆσιν ὅτι ἐκ προσώπου τοῦ πατρὸς εἴρηται, ὅτι «ἰδοὺ συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ’ ὃν εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου», ὡς τοῦ πατρὸς εἶναι ταύτην τὴν λέξιν. καὶ γὰρ ἀληθές. «πῶς οὖν; καὶ ὁ πατήρ, φησί, ψυχὴν εἴληφεν;» ἐὰν δὲ εἴπωμεν ὅτι «μὴ γένοιτο», τί οὖν, φησίν, ἀλλ’
30ὅτι τροπικώτερον εἴρηται; ἄρα οὖν, φασίν, καὶ τὸ ἀπὸ τοῦ υἱοῦ εἰρημένον
τροπικώτερον εἴρηται. καὶ νομίζουσιν ἐν τούτῳ κατὰ τῆς ἀληθείας196 in vol. 3
Haer
.

3

.

197

[εὑρίσκειν] θηρᾶσθαι πρόφασιν, ὅπερ αὐτοῖς οὐ δοθήσεται. ἀκαλλώπιστος γὰρ οὖσα ἡ ἀλήθεια καθ’ ἑαυτὴν ἕστηκε, μήτε ἡττωμένη μήτε καλλω‐ πισμοῦ ἐπιδεομένη. ἴδωμεν γὰρ τῶν ἀμφοτέρων τὴν δύναμιν. εἰ μὲν γὰρ ὁ πατὴρ ἦλθεν εἰς σῶμα καὶ σάρκα ἐνεδύσατο καὶ εἴρηκε τὸν λόγον
5τοῦτον, ἀληθινῶς ψυχὴν ἔσχεν. εἰ δὲ σάρκα ὁ πατὴρ οὐκ ἐνεδύσατο, εἴρηκε δὲ ὅτι «ἡ ψυχή μου», τροπικῶς τοῦτο περὶ τοῦ θεοῦ ᾄδεται, ἵνα ἐνασφαλίσηται τὸ γνήσιον καὶ δείξῃ τὴν πρὸς τὸν υἱὸν γνησιότητα. ἀλλ’ οὐκέτι περὶ τοῦ υἱοῦ τὰ αὐτά ἐστιν ἐν τούτῳ λέγειν. ὁ μὲν γὰρ πατὴρ οὐκ ἔλαβε σάρκα, ὁ δὲ υἱὸς ἐνεδύσατο σάρκα. ὁ πατὴρ ἄνθρωπος
10οὐ γέγονεν, ὁ δὲ υἱὸς γέγονεν ἄνθρωπος. τὸ ὅμοιον γὰρ ἐπὶ τῷ πατρὶ ῥητέον. ὡς γὰρ ἐνταῦθα λέγει «ἠγάπησεν αὐτὸν ἡ ψυχή μου». οὕτως λέγει «εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου», καὶ «ἡ καρδία μου πόρρω ἀπέχει ἀπ’ αὐτῶν». εἰ τοίνυν διὰ τὸ τροπικώτερον εἰρῆσθαι, ὅτι ἠγάπησεν ἡ ψυχή μου, δεχόμεθα τὸ περὶ ψυχῆς, ἄρα γοῦν
15καὶ τὸ περὶ καρδίας τροπικώτερον εἴρηται. καὶ δῆλον ὅτι καὶ παντὶ τῷ σύνεσιν κεκτημένῳ σαφὲς εἴη. εἰ τοίνυν τροπικῶς λέγει περὶ ψυχῆς ὁ πατὴρ καὶ περὶ καρδίας ἧς οὐκ ἔλαβεν (οὐ γὰρ ἐφόρεσε σάρκα), τροπι‐ κώτερον εἰς τὸν πατέρα τὰ τοιαῦτα ἀναλογεῖται. οὐκέτι δὲ ταὐτὸν περὶ τοῦ υἱοῦ ἡγητέον· ὁ υἱὸς γὰρ ἔλαβε σάρκα καὶ πᾶσαν τὴν ἀνθρωπείαν
20θέσιν. 51. Ἔσται γὰρ τοῦτο ἐναντίον τῷ περὶ υἱοῦ τροπικώτερον λέγοντι [περὶ τῆς] ἐκ προσώπου 〈τῆσ〉 ἐνανθρωπήσεως, * κἂν ἔν τινι μέρει λό‐ γου * γενομένης ὑποθέσεως διὰ τὸ ἀληθινῶς ἐνανθρωπῆσαι. εἰ γὰρ ἀλληγορεῖται τὸ περὶ ψυχῆς υἱοῦ καὶ τροπικώτερον περὶ αὐτῆς ὑποληπτέον,
25ἄρα καὶ περὶ καρδίας τοιαῦτα λελέχθω. καὶ δώσομεν λοιπὸν τὰ πάντα δόκησιν εἶναι καὶ οὐκ ἀλήθειαν. τροπικῶς 〈ἄρα〉 εἴρηται καὶ περὶ σαρ‐ κὸς κατὰ τὸν φιλόνεικον Ἀρείου λόγον καὶ οὐκέτι καρδίαν ἔσχεν ἐλθὼν ὁ λόγος οὔτε ἧπαρ οὔτε σάρκα οὔτε ἔγκατα οὔτε ὀστέα οὔτε τι τῶν τοιού‐ των, ἀλλὰ πάντα λοιπὸν ἀλληγορεῖται καὶ τροπικώτερον λέγεται· ἢ ὅτι
30ὅλως φυρτὸν ἔλαβε σῶμα, μηδὲν τῶν ἐντοσθίων ἔχον. πῶς οὖν ἤσθιε καὶ
ἔπινεν; ἀλλὰ ἄπαγε. εἰ δὲ ὁ πατὴρ λέγει καρδίαν καὶ ψυχήν, δύναται δὲ εἰς197 in vol. 3
Haer
.

3

.

198

αὐτὸν ἀλληγορεῖσθαι καὶ τροπικῶς λέγεσθαι, * καὶ εἰς τὸν υἱὸν τροπικῶς, διὰ τὸ ἀρνεῖσθαι αὐτὸν εἰληφέναι ψυχήν. εἰ δὲ τὸ περὶ καρδίας πιεζόμενοι οὐ δύνανται ἀρνήσασθαι, διὰ τὸ ὁμολογεῖσθαι παρ’ αὐτῶν πᾶσαν τὴν θέσιν τοῦ σώματος τὸν κύριον εἰληφέναι, ἀπὸ τοῦ 〈ὁμολογεῖσθαι〉 καρδίαν καὶ καρ‐
5δίαν, τὴν μὲν ἀληθινῶς ὁμολογουμένην, τὴν δὲ ἀλληγορουμένην, οὕτω καὶ περὶ ψυχῆς ὁ λόγος ἀληθὴς ὑπάρχει καὶ οὐκ ἀλληγορεῖται οὔτε τροπικῶς λέγεται. οὔσης δὲ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως ἐν παντὶ τετελειωμένης, σώματι καὶ ψυχῇ καὶ νῷ καὶ καρδίᾳ καὶ εἰς πάντα ὅσα ἐστὶν ἄνθρωπος χωρὶς ἁμαρτίας, γέγονε [δὲ] αὐτῷ τὰ ἀνθρώπινα εὐλόγως πράττεσθαι
10καὶ ἐν θεότητι τελείως † ἐν σωτηρίᾳ ἐπιτελεῖσθαι· οὐκέτι ἡ αὐτοῦ θεότης ἀδοξήσει παρὰ τὴν τοῦ πατρὸς τελειότητα, ἀλλὰ διὰ τὴν ἔνσαρκον ἐναν‐ θρώπησιν καὶ τὸ διψῆσαι καὶ τὸ πεινᾶσαι καὶ τὸ πιεῖν καὶ ἐσθίειν καὶ τὸ ὑπνοῦν καὶ ἀδημονεῖν πληρωθήσεται, ἀπαθοῦς οὔσης τῆς αὐτοῦ θεότητος. καὶ διέπεσεν αὐτῶν πάλιν ὁ περὶ τούτου λόγος, ἐπειδὴ ἦλθεν εἰς σάρκα
15θεὸς ὤν. 52. Λεγόντων αὐτῶν ὅτι εἰ ἦν ἐκ τοῦ πατρός, πῶς εἰς σάρκα ἦλθεν; φήσειεν ἄν τις πρὸς αὐτούς, περὶ τῶν ἀγγέλων τί φατε; παντί τῳ δῆλόν ἐστιν ὅτι ὁμολογοῦσι τοὺς ἀγγέλους ὑπὸ τοῦ υἱοῦ γεγονέναι. καὶ γὰρ καὶ περὶ τοῦ πνεύματος βλασφημοῦσι καὶ τολμῶσι λέγειν κεκτίσθαι ὑπὸ
20τοῦ υἱοῦ, ὅπερ ἐστὶν ἄκτιστον ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. εἰ οὖν εἰς τὸ πνεῦμα τὸ ἅγιον τολμῶσι τοῦτο λέγειν, πόσῳ γε μᾶλλον περὶ τῶν ἀγγέλων οὐ δυνήσονται ἀρνήσασθαι ὅτι ἐκ τοῦ μονο‐ γενοῦς ἐσχήκασι τὸ εἶναι κεκτισμένοι γεγονότες; εἰ τοίνυν οἱ ὑπ’ αὐτοῦ γεγονότες ἄγγελοι πνευματικοὶ μὲν γεγονότες, πλὴν κτίσματα αὐτοῦ
25ὄντες καὶ ὑποβεβηκότες πολὺ ἀπείρως τῆς αὐτοῦ οὐσίας, ὡς ἔργον αὐτοῦ ὄντες, ὅμως σάρκα μὴ εἰλήφασι, τί ἐροῦμεν; ἆρα μείζους εἰσὶ τοῦ υἱοῦ ὑπ’ αὐτοῦ κτισθέντες; ἢ καὶ τὸ πνεῦμα τὸ ἅγιον; διὰ τί μὴ εἰς σάρκα ἦλθε καὶ σάρκα ἐφόρεσε καὶ ἐνηνθρώπησεν, ἢ τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἤ τις τῶν ἀγγέλων; οὐ γὰρ πάντως διὰ τὸ ἠλαττῶσθαι τὸν υἱὸν
30παρὰ τὸν πατέρα, τούτου ἕνεκα σάρκα ἐνεδύσατο, (ἐπεὶ ἂν ὤφειλον καὶ198 in vol. 3
Haer
.

3

.

199

οἱ ἄγγελοι πάντως σάρκα ἐνδύσασθαι ἢ καὶ τὸ πνεῦμα), ἀλλ’ ἐπειδὴ [ἡ] σοφία ὢν τοῦ πατρὸς καὶ δύναμις καὶ λόγος αὐτὸς τὰ πάντα ἐδημιούρ‐ γησε σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι, ἵνα δείξῃ ὅτι τὸ αἴτιον ὁ Ἀδὰμ τῆς παραβάσεως οὐκ ἀπὸ τοῦ πεπλακέναι οὐδὲ ἀπὸ τοῦ πεποιηκέναι τὸ ἁμαρ‐
5τὲς ἢ τὸ τῆς παρακοῆς ἔσχεν, ἀλλ’ ἀπὸ ἰδίας προαιρέσεως, ἵνα τὴν δικαίαν κρίσιν εἰς τέλος διεξαγάγοι, ὡς εἶπεν ὁ Ἠσαΐας «κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἐξαγάγοι τὴν κρίσιν εἰς νῖκος, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καθάπερ καὶ Δαυὶδ περὶ αὐτοῦ εἴρηκε τὸ «καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε». ἐκρίθη γάρ, ἵνα κρίνων
10δικαίως φράξῃ τὰ στόματα τῶν μελλόντων ἀντιλέγειν. οὐ γὰρ δυνήσεταί τις ἀντιλέγειν τῇ αὐτοῦ δικαίᾳ κρίσει. ἐφόρεσε γὰρ τὸ σῶμα, ἄχραντον αὐτὸ συντηρήσας. οὐ γὰρ ὃ γέγονεν ἐν τῷ ἀνθρώπῳ ἀπ’ ἀρχῆς τουτέστιν ἐν τῷ Ἀδάμ, πάντως εἰς τοῦτο ἐκ τοῦ δημιουργοῦ, τοῦ ἀναιτίου τῆς τοῦ Ἀδὰμ ἁμαρτίας, τὸ ἁμαρτεῖν γέγονε καὶ διὰ τοῦτο ἥμαρτεν, ἀλλὰ τὸ
15αὐτεξούσιον αὐτῷ ἀπέδωκεν καὶ αἴτιος ἑαυτῷ ἕκαστος γίνεται ἁμαρτίας. διά τοι τοῦτο ἀναίτιος 〈ὢν〉 ὁ δημιουργὸς θεὸς λόγος, ὁ σὺν πατρὶ κτίσας τὸν ἄνθρωπον καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀθάνατος καὶ ἄχραντος, ἰδίᾳ δοκήσει ἀρρήτῳ τινὶ σοφίας μυστηρίῳ ἐνηνθρώπησε, τελείως τὰ πάντα ἀναδεξάμενος ὑπὲρ τοῦ ἰδίου πλάσματος δι’ ὑπερβολὴν φιλαν‐
20θρωπίας, οὐ μετὰ ἀνάγκης, ἀλλ’ ἑκουσίᾳ γνώμῃ, ἵνα «ἐν τῇ σαρκὶ κατα‐ κρίνῃ τὴν ἁμαρτίαν» καὶ ἐπὶ τῷ σταυρῷ διαλύσῃ τὴν κατάραν καὶ ἐν τῷ μνήματι καταφαίρετον ποιήσῃ τὴν φθορὰν καὶ ἐν τῷ Ἅιδῃ σὺν τῇ ψυχῇ κατελθὼν ἐν τῇ θεότητι κλάσῃ «τὸ κέντρον τοῦ θανάτου» καὶ διαλύσῃ τὴν πρὸς τὸν Ἅιδην διαθήκην. οἱ δὲ ἀχάριστοι παντάπασι τὰ ἀγαθὰ
25εἰς κακὰ μετατρέποντες, ἀνθ’ ὧν εὐχαριστῆσαι 〈ἔδει〉 τῷ φιλανθρώπῳ καὶ τελείῳ καὶ ἀγαθῷ ἐξ ἀγαθοῦ πατρὸς ὑπάρχοντι οὐκέτι εὐχαριστοῦσιν, ἀλλ’ ἀχαριστοῦσι μᾶλλον, πάθη τῇ αὐτοῦ θεότητι προσάπτοντες, ἃ μὴ δύνανται συνιστᾶν, τῆς ἀληθείας φανερᾶς πᾶσιν ὑπαρχούσης. 53. Καὶ τούτων οὕτως ἑρμηνευομένων πάλιν ἐπ’ ἄλλας λέξεις ἐφεξῆς
30ἐλεύσομαι. λέγουσι γὰρ τὸ ῥητὸν τοῦ εὐαγγελίου κακῶς ἑρμηνεύοντες
ὅτι «ὁ ἀποστείλας με πατὴρ μείζων μού ἐστι». καὶ πρῶτον μὲν «ὁ ἀποστείλας199 in vol. 3
Haer
.

3

.

200

με πατήρ» φάσκει, καὶ οὐχ «ὁ κτίσας με». πᾶσαι γὰρ αἱ θεῖαι γραφαὶ τὴν αὐτοῦ πρὸς πατέρα γνησιότητα σημαίνουσιν. «ἐγέννησάς με» φησὶ «πάτερ», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ὁ ἀποστείλας με πατήρ»· καὶ οὐδαμοῦ ὁ κτίσας,
5οὐδαμοῦ ὁ ποιήσας εἴρηκε. καὶ πῶς οὗτοι τὰ μὴ ὄντα ἑαυτοῖς ἐπισωρεύ‐ ουσιν; «ὁ» δὲ «ἀποστείλας με πατὴρ μείζων μου ἐστί.» τί τούτου κυριώτερον; καὶ τί τούτου ἀναγκαιότερον; καὶ τί τούτου γνησιώτερον; καὶ τί τούτου πρεπωδέστερον; τίνι γὰρ πρέπει δοξάζειν πατέρα, ἀλλὰ υἱῷ ἀληθινῷ, τῷ ἐξ αὐτοῦ γεγεννημένῳ; ὁ πατὴρ γὰρ δοξάζει τὸν υἱὸν καὶ ὁ υἱὸς δοξάζει
10τὸν πατέρα, καὶ τούτου ἕνεκα εἰς ἡμῶν ὑπογραμμὸν καὶ 〈ἕνεκεν〉 τῆς πρὸς τὸν πατέρα δόξης ὑπ’ αὐτοῦ ἀναφερομένης εἰς μίαν ἑνότητα καὶ εἰς μίαν δόξαν, δοξάζει ὁ υἱὸς τὸν πατέρα, ἵνα ἡμᾶς διδάξῃ τὴν αὐτοῦ τιμὴν τοῦ πατρὸς εἶναι, καθὼς εἴρηκεν ὅτι «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ’ αὐτὸν μένει». «μείζων» δὲ κατὰ ποῖον
15τρόπον οὗτοι λογίζονται; κατὰ ὄγκον; ἀλλὰ κατὰ χρόνον; ἀλλὰ κατὰ ὕψωμα; ἀλλὰ κατὰ ἡλικίαν; ἀλλὰ κατὰ ἀξίαν; τί τούτων ἐστὶν ἐν θεῷ, ἵνα τοῦτο διανοηθῶσιν; οὔτε γὰρ χρόνῳ ὑποπίπτει τὸ θεῖον, ἵνα ὑπο‐ δεέστερος νοηθῇ 〈ὁ〉 ἀχρόνως ἐκ πατρὸς γεγεννημένος· οὔτε προκοπῆς ἔχεται τὸ θεῖον, ἵνα ὁ μὲν υἱὸς προκόψας μὴ φθάσῃ τὴν τοῦ πατρὸς μεγα‐
20λειότητα. εἰ γὰρ κατὰ προκοπὴν ὁ υἱὸς τοῦ θεοῦ υἱὸς θεοῦ καλεῖται, ἄρα πολλοὶ ἦσαν ἴσοι αὐτῷ, καὶ τούτου ἕνεκεν αὐτὸς προέκοψε μείζων μὲν τῷ ἀξιώματι κληθείς, ἐλάττων δὲ τοῦ πρὸ αὐτοῦ ἐν ἀξιώματι ὄντος. ἀλλὰ φησὶν ἡ γραφή «τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;» ὡς τῶν πάντων καταχρηστικῶς λεγομένων, τούτου δὲ μόνου ὄντος υἱοῦ
25κατὰ φύσιν, καὶ οὐ κατὰ χάριν, ἐπειδήπερ «ἐφεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ οὐδεὶς αὐτῷ ἐξισωθήσεται». ἀλλὰ τί φασιν; ἐν ὑψώματι ὑπερέχει ὁ πατὴρ τοῦ υἱοῦ. ἐν ποίῳ τοίνυν μέρει τάττεται τὸ θεῖον; ἢ τοπικῶς περιορίζεται; ἵνα τῇ περιγραφῇ τὸ μεῖζον σημαν〈θ〉ῇ. * «πνεῦμα γὰρ ὁ θεός». καὶ ἐκ πανταχόθεν διαπίπτει ἡ αὐτῶν ἐπινενοημένη ξενολογία.
30καὶ τοῦτο δὲ παρελθόντες ἐπὶ τὰς ἑξῆς αὐτῶν λέξεις ἴωμεν, ὦ ἀγαπητοί. 54. Φασὶ γὰρ ὅτι οὐκ ἔστιν ὁ ἀποστέλλων ὅμοιος τῷ ἀποστελλομένῳ,
ἀλλὰ ἄλλος ἐστὶν ὁ ἀποστέλλων τῇ δυνάμει καὶ ἄλλος ἐστὶν ὁ ἀποστελλό‐200 in vol. 3
Haer
.

3

.

201

μενος, ὅτι ὁ μὲν πέμπει, ὁ δὲ πέμπεται. καὶ εἰ κατ’ αὐτοὺς ἦν ἡ τῆς ἀληθείας διάνοια, οὐκέτι ἐπὶ μίαν ἑνότητα ἀληθείας καὶ δυνάμεως καὶ θεότητος ἀνεφέρετο ἡ πᾶσα τῆς γνώσεως ὑπόθεσις. δύο γὰρ ἀπαντώντων ἢ δύο πεμπόντων οὐκέτι υἱὸς ὁ υἱὸς ἦν, ἀλλ’ ἀδελφός, συναδέλφου συνόντος,
5οὐκέτι πατρός· ἀλλὰ ἢ κατὰ συναλοιφὴν ἢ κατὰ υἱοθεσίαν, ἢ αὐτὸς ἑαυτὸν ἦν ἀποστέλλων, ἢ οἱ δύο ἅμα ἀποστέλλοντες ἢ παραγινόμενοι, δύο θεότητας ἐσήμαναν καὶ οὐχὶ μίαν ἑνότητα. ἐνταῦθα οὖν ὁ ἀποστείλας καὶ ὁ ἀποστελλό‐ μενος, ἵνα δείξῃ τῶν πάντων ἀγαθῶν μίαν εἶναι τὴν πηγήν, τουτέστι τὸν πα‐ τέρα, καθεξῆς δὲ τῆς πηγῆς οὐχ ἑτερωνύμως, ἀλλὰ κατὰ 〈τὸ〉 τοῦ υἱοῦ
10ὄνομα καὶ τοῦ λόγου ὢν μία πηγὴ ἐκ πηγῆς, ὁ υἱὸς προελθὼν, ἀεὶ ὢν παρὰ τῷ πατρί, γεγεννημένος * «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς»· καὶ ἵνα δείξῃ καὶ περὶ τοῦ ἁγίου πνεύματος, 〈ἐπιφέρει〉 «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς», ἵνα δείξῃ φῶς τὸν πατέρα καὶ φῶς τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ φῶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ πηγὴν ἐκ πηγῆς, ἐκ τοῦ πατρὸς καὶ τοῦ μονο‐
15γενοῦς, τὸ πνεῦμα τὸ ἅγιον· «ποταμοὶ γὰρ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον»· «ἔλεγε δὲ τοῦτο περὶ τοῦ ἁγίου πνεύ‐ ματος», φησὶ τὸ εὐαγγέλιον. καὶ πάλιν φησί, δεικνύων τοῖς αὐτοῦ μαθη‐ ταῖς περὶ τῆς πρὸς τὸν πατέρα αὐτοῦ ὁμοουσιότητος, λέγων· «ἐάν τις ἀνοίξῃ μοι, εἰσελθὼν ἐγὼ καὶ ὁ πατήρ μου μονὴν παρ’ αὐτῷ ποιήσομεν».
20καὶ οὐκέτι εἶπεν ἀποσταλήσομαι ὑπὸ τοῦ πατρός μου· ἀλλ’ «ἐγὼ καὶ ὁ πατὴρ 〈μονὴν ποιήσομεν〉 παρ’ αὐτῷ», ὡς κρούοντος τοῦ υἱοῦ καὶ τοῦ πατρὸς σὺν αὐτῷ εἰσερχομένου, ὡς ἀεὶ εἶναι καὶ μηδέποτε διαλιπεῖν πατέρα ἀπὸ υἱοῦ καὶ υἱὸν ἀπὸ τοῦ ἰδίου πατρός. διὸ καὶ ἐν ἑτέρῳ τόπῳ λέγει «ἐγώ εἰμι ἡ ὁδὸς καὶ δι’ ἐμοῦ εἰσελεύσονται πρὸς τὸν πατέρα». καὶ
25ἵνα μή τινες ἥσσονα 〈αὐτὸν〉 πρὸς τὸν πατέρα νομίσωσι διὰ τὸ δι’ αὐτοῦ πρὸς τὸν πατέρα εἰσιέναι, φησίν, «οὐδεὶς ἐλεύσεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν». ὁ πατὴρ οὖν φέρει πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς φέρει πρὸς τὸν πατέρα, εἰσφέρει δὲ ἐν πνεύματι ἁγίῳ. ἀεὶ γὰρ πάντοτε ἡ τριὰς ἐν μιᾷ ἑνότητι θεότητος, τρία τέλεια, μία θεότης.
30καὶ διέπεσεν ὁ τούτων λόγος. 55. Πάλιν δὲ φάσκουσι, τίνι τοίνυν τῷ λόγῳ εἴρηκεν ὁ Χριστὸς τοῖς
ἑαυτοῦ μαθηταῖς ὅτι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν201 in vol. 3
Haer
.

3

.

202

καὶ θεόν μου καὶ θεὸν ὑμῶν;» εἰ τοίνυν θεὸν αὐτοῦ ὁμολογεῖ, πῶς ἔτι ἔσται ἴσος αὐτῷ ἢ ὑπ’ αὐτοῦ γνησίως γεγεννημένος; ἵνα δείξωσιν ἐν πᾶσιν ἀγνωσίαν θεοῦ αὐτοὺς ἔχειν καὶ ἐν μηδενὶ εἶναι «φωτισμῷ τοῦ εὐαγγελίου κατηυγασμένους». ψηλαφήσας γάρ τις καὶ ἀνερευνήσας
5ἀπὸ τοῦ αἰῶνος καὶ κατὰ γενεὰν εἴσεται τῆς ἀληθείας τῆς τοῦ σωτῆρος ἡμῶν τελείας γνώσεως καὶ πρὸς τὸν πατέρα ἰσότητος τὴν δύναμιν. κνί‐ ζονται δὲ οὗτοι Ἰουδαϊκῷ φρονήματι περιβεβλημένοι καὶ ἀγανακτοῦσι τῷ υἱῷ τοῦ θεοῦ, καθάπερ ἐκεῖνοι ἔλεγον· ὅτι «δι’ οὐδὲν πονηρόν σε λιθά‐ ζομεν, ἀλλ’ ὅτι ἄνθρωπος ὢν υἱὸν θεοῦ σεαυτὸν ὀνομάζεις, ἴσον τῷ
10θεῷ ποιῶν σεαυτόν.» οὕτω καὶ οὗτοι τῷ αὐτῷ πάθει τῶν Φαρισαίων καὶ Ἰουδαίων περιπεσόντες ἀγανακτοῦσι, μὴ θέλοντες λέγειν τὸν υἱὸν ἴσον τῷ γεγεννηκότι. ὅρα γάρ μοι τὴν τῶν γραφῶν ἀκρίβειαν, ὅτι οὐδαμοῦ εἴρηκεν ἡ θεία γραφὴ τὸν λόγον τοῦτον πρὸ τῆς ἐνσάρκου παρουσίας, ἀλλ’ ὁ πατὴρ τῷ υἱῷ «ποιήσωμεν ἄνθρωπον» λέγει, συνδημιουργὸν καλῶν
15τὸν υἱὸν καὶ γνήσιον δεικνὺς κατ’ ἰσότητα. καὶ οὐδαμοῦ εἴρηκεν ὁ υἱὸς «θεόν μου καὶ θεὸν ὑμῶν» * «καὶ ἤκουσεν Ἀδὰμ τῆς φωνῆς τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ», καὶ «〈ἐλάλησεν ὁ θεὸς τῷ Νῶε·〉 ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων», καὶ «ἔβρεξε κύριος παρὰ κυρίου», καὶ «εἶπε κύριος πρὸς Μωυσῆν· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ
20ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ», καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου»· καὶ οὐδαμοῦ εἶπεν ὁ κύριος «θεόν μου καὶ θεὸν ὑμῶν». ὅτε δὲ ἔλαβε τὸ ἡμέτερον σῶμα «καὶ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη» καὶ ἐν ἡμῖν κατελογίσθη, τότε πρὸς τοὺς αὐτοῦ μαθητάς, πρὸς οὓς ὤφειλε κατὰ πάντα ὁμοιωθῆναι χωρὶς
25ἁμαρτίας, θεόν μου ἔλεγε καὶ θεὸν ὑμῶν, καὶ πατέρα μου καὶ πατέρα ὑμῶν· πατέρα μου μὲν κατὰ φύσιν ἐν τῇ θεότητι καὶ πατέρα ὑμῶν διὰ χάριν δι’ ἐμὲ ἐν τῇ υἱοθεσίᾳ, θεόν μου δέ, ὅτι τὸ ὑμέτερον σαρκίον εἴληφα, καὶ θεὸν ὑμῶν κατὰ φύσιν καὶ ἀλήθειαν. καὶ οὕτω πάντα ἐστὶ σαφῆ καὶ διαυγῆ καὶ οὐδὲν ἐναντίον οὐδὲ θανάτου παραπλοκῆς ἔχον εἶδος ἐν
30τῇ θείᾳ γραφῇ, ὡς οὗτοι προφασίζονται, πονηρὰ ἑαυτοῖς ἐπινοοῦντες. νομίζω δὲ πάλιν καὶ πρὸς τοῦτο ἱκανῶς ἔχειν τὴν φράσιν, ἐπὶ δὲ τὰ ἄλλα
λοιπὸν ἐπελεύσομαι.202 in vol. 3
Haer
.

3

.

203

56. Τὸ ἅγιον γὰρ πνεῦμα κτίσμα πάλιν κτίσματός φασιν εἶναι διὰ τὸ «διὰ τοῦ υἱοῦ τὰ πάντα γεγενῆσθαι», ὡς εἶπεν ἡ γραφή, ἀσυνέτως τινὰς διαρπάζοντες, οὐ καθὼς εἴρηται τὸ ῥητὸν ἔχοντες, ἀλλὰ κακῶς ὑπονοοῦντες καὶ ἀπὸ ῥητοῦ τὸ καλῶς εἰρημένον κατὰ τὴν κακὴν αὐτῶν
5ὑπόνοιαν παρερμηνεύοντες. οὐ γὰρ τὸ θεῖον εὐαγγέλιον περὶ τοῦ πνεύ‐ ματος ἔφη, ἀλλὰ περὶ πάντων τῶν κεκτισμένων, ὅτι εἴ τι κτιστόν, διὰ τοῦ λόγου γεγένηται καὶ ὑπὸ τοῦ λόγου. τὸ γὰρ «πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· παρεκτεινομένης τῆς ἀναγνώσεως ἔχει «ὃ γέγονεν», ἵνα οὕτω γνωσθῇ ὅτι πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χω‐
10ρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. εἶτα πάλιν «ἐν αὐτῷ ζωὴ ἦν»· ἔδει γὰρ καὶ ἐν τούτῳ πληρωθῆναι τὴν τοῦ ἁγίου Ἰωάννου ἀκολουθίαν, ἐν τῷ ὄντι τὰ 〈μὴ〉 ὄντα † πεπληρωμένος ἀεὶ ὁμολογοῦντος. «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». ἐπειδὴ ἦν καὶ ἦν καὶ ἦν, καὶ τὸ «ἐν αὐτῷ ζωὴ ἦν» καὶ 〈τὸ〉 «ἦν τὸ φῶς τὸ ἀληθινὸν» καὶ τὸ
15«ἐν τῷ κόσμῳ ἦν» καὶ ὅσα *, διὰ τούτου «ἦν» ἐκ πνεύματος ἁγίου σαφηνίζει ὁ μακάριος Ἰωάννης τὸ «πάντα δι’ αὐτοῦ ἐγένετο τὰ γενόμενα»· ἀνωτέρω δὲ τῶν γενομένων αὐτὸς ὁ τὰ πάντα ποιήσας. λέγει δὲ ἡ γραφὴ δι’ αὐτοῦ πάντα γεγονέναι, οὐκ ὠνόμασε δὲ ποῖα ἔστι τὰ γεγονότα. ὑπόνοια γὰρ οὐδαμοῦ ἦν πονηρίας, ἵνα μή τινες ὑπονοήσωσι τὰ μὴ ὄντα καὶ βλασφημή‐
20σωσι τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον ἅγιον θεοῦ πνεῦμα. δι’ αὐτοὺς γάρ φησι ὁ κύριος ὅτι «ἐάν τις εἴπῃ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφε‐ θήσεται αὐτῷ· ἐὰν δέ τι εἴποι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ὧδε οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι». ἠλίθιον γάρ ἐστι τὸ πᾶν τοῦ αὐτῶν λόγου. κατὰ δὲ τὴν βλάσφημον αὐτῶν ὑπόνοιαν ἀντιλέξειέν τις αὐτοῖς καὶ εἴποι·
25ὦ γενναῖοι σοφισταὶ καὶ τῶν λόγων διαστροφεῖς, οἱ βουλόμενοι σὺν τοῖς γεγονόσιν ἀριθμεῖν τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ, διὰ τὸ ῥητὸν τὸ «δι’ αὐτοῦ τὰ πάντα ἐγένετο», ἀπὸ τοῦ εἰπεῖν ὅτι «πάντα», μηδαμοῦ ὄντος σὺν πᾶσιν ἀριθμουμένου τοῦ ἁγίου πνεύματος. ἄρα γοῦν καὶ διανοηθῆναι ὀφείλετε, ἢ καὶ ἄλλος τις χείρων ὑμῶν ἕτερος, καὶ τὸν πατέρα διὰ τοῦ υἱοῦ γεγονέναι
30κατὰ τὴν βλάσφημον ὑμῶν ὑπόνοιαν. ὁμοῦ γὰρ συμπεριληπτικός ἐστιν
ὁ λόγος φάσκων τὰ πάντα δι’ αὐτοῦ γεγονέναι. εἰ δὲ βλάσφημον περὶ203 in vol. 3
Haer
.

3

.

204

τοῦ πατρὸς λογίζεσθαι τὸ τοιοῦτον καὶ μωρόν, τὸ ὅμοιον καὶ ἐπὶ τοῖς διανοουμένοις περὶ τοῦ ἁγίου πνεύματος τοῦ σὺν πατρὶ ἀριθμουμένου καὶ υἱῷ. εἰ γὰρ ἦν τῶν γεγονότων, οὐκ ἂν τῷ ἀκτίστῳ πατρὶ καὶ υἱῷ ἀκτίστῳ συνηριθμεῖτο, ἀλλ’ ὅτι ἄκτιστόν ἐστιν συναριθμεῖται· εἶπε
5γὰρ «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος». πῶς δὲ κτιστὸν εἴη τὸ πνεῦμα τὸ μαρτυρούμενον ὅτι «ἐκ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «ἐκ τοῦ ἐμοῦ λαμβάνει», δι’ οὗ καὶ ἡ τελεία τῶν ἀνθρώπων σωτηρία καὶ ἔνσαρκος οἰκονομία εἰς πᾶσαν δικαίωσιν ἐπληρώθη. «ἔχρισε γὰρ αὐτὸν πνεύματι ἁγίῳ» φησὶν ἡ γραφὴ περὶ τοῦ
10κυρίου. οὐκ ἂν δὲ τὴν ἔνσαρκον οἰκονομίαν σὺν τῷ θεῷ λόγῳ ἡνωμένην εἰς μίαν θεότητα ἔχρισεν ὁ πατὴρ κτίσματι, ἀλλ’ ἐπειδὴ μία ἐστὶν ἡ τριάς, τρία τέλεια, μία θεότης, ἔδει ἐν τῷ υἱῷ οἰκονομικῶς τοῦτο γενέσθαι, ἵνα παντάπασι δοξαζομένη ἐν ἅπασι 〈μία〉 νοηθῇ ἡ τρίας, καθάπερ κατὰ πασῶν τῶν αἱρέσεων περὶ πνεύματος διηγούμενοι οὐ μίαν, οὐ δύο μαρ‐
15τυρίας εἰσενέγκαμεν, ὅτι θεοῦ ἐστι πνεῦμα σὺν πατρὶ καὶ υἱῷ δοξαζό‐ μενον, ἄκτιστον καὶ ἄτρεπτον καὶ τέλειον ὄν. ἐξέπεσε δὲ καὶ ὁ περὶ τούτου τῶν φιλονεικούντων λόγος ὁ καθ’ ἑαυτῶν 〈ἐπινενοημένοσ〉. 57. Πάλιν δὲ εἰς τὰς ἄλλας αὐτῶν λέξεις ἑαυτοὺς ἐπιδῶμεν. φασὶ γὰρ πάλιν, τὸ ῥητὸν οὐκ εὐλόγως κατέχοντες, ὅτι αὐτὸς ἔφη ὁ σωτὴρ
20«τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός, ὁ θεός,» καὶ ἀφώρισεν ἑαυτὸν ἐντεῦθεν ἀπὸ τῆς τοῦ πατρὸς οὐσίας τε καὶ ὑποστάσεως. τὸ δὲ πᾶν ἐστι γελοιῶδες. εἰ γὰρ ὁ τοσαῦτα ἡμῖν ἀγαθὰ πεποιηκὼς οὐκ ἀγαθὸς παρ’ αὐτοῖς κρίνεται, καὶ τίς ἔτι 〈ἀγαθός; τί δὲ〉 τούτου μοχθηρότερον εἴη, ὅτι ὁ δεδωκὼς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὁ τῇ ἑκουσίᾳ γνώμῃ
25ἐλθὼν εἰς τὸ παθεῖν, [ὁ] ἀπαθὴς θεὸς ὤν, ὅτι ὁ τὴν δωρεὰν ἡμῖν ποιησά‐ μενος τῶν ἁμαρτημάτων, ὅτι ὁ τὰς ἰάσεις ἐπιτελέσας ἐν παντὶ Ἰσραήλ, ὁ ἐκ τῆς αὐτοῦ ἀγαθότητος τοσοῦτον γένος τῶν ἀνθρώπων πατρὶ συνα‐ γαγὼν ἐν ἀγαθότητι, ὁ τῆς ἀγαθότητος πρύτανις καὶ τῆς εἰρήνης δεσ‐ πόζων, ὁ ἄνω ἐκ πατρὸς ἀγαθὸς λόγος ἐκ τοῦ ἀγαθοῦ πατρὸς γεγεννη‐
30μένος, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὁ ἐνεργήσας ἀνθρώποις καὶ πᾶσι τοῖς ὑπ’ αὐτοῦ γεγενημένοις πᾶσαν ἀγαθότητα, οὐκ ἀγαθὸς παρ’ αὐτοῖς
κρίνεται. καὶ οὐκ ἴσασιν οἱ λήθην ἑαυτοῖς περιποιούμενοι, ὅτι πρὸς τὸν204 in vol. 3
Haer
.

3

.

205

ἐρωτήσαντα ἀνθυπήνεγκε τὸν λόγον, ὅπως καθέλῃ τῆς ἐν αὐτῷ ἐπάρ‐ σεως τὸ φρύαγμα. αὐχῶν γὰρ ἦν ἀπὸ γραμματέων ὁρμώμενος, ὡς τὰ δικαιώματα τοῦ νόμου ἀκριβῶς φυλάξας, δικαιοσύνην τε καὶ ἀγαθότητα περὶ ἑαυτοῦ σεμνυνόμενος [καὶ] ἔλεγε «διδάσκαλε ἀγαθέ, τί ποιήσας
5ζωὴν αἰώνιον κληρονομήσω;» καὶ ἐπειδὴ εἶχε περὶ ἑαυτοῦ ὡς περὶ * τηλικαύτης δικαιοσύνης, ὁ κύριος βουλόμενος θεῷ ἀναφέρειν τὴν πᾶσαν ἀγαθότητα, ὅτι οὐδεὶς ἀγαθὸς πλὴν αὐτοῦ, ἵνα μηδεὶς σάρκα φορῶν τῦφόν τινα ἑαυτῷ ἐπισπάσηται, τούτου ἕνεκεν ἔλεγε «τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», ἵνα ὁ τοιοῦτος καὶ τοσοῦτος τὸν τοιοῦτον
10λόγον εἰπὼν καθέλῃ τὴν ἐν τῷ εἰπόντι φυσίωσιν, περὶ δικαιοσύνης τὴν οἴησιν κεκτημένῳ, καὶ ἵνα ἐλέγξῃ αὐτοῦ τὴν καρδίαν, ἀγαθὸν μὲν διδάσ‐ καλον χείλεσιν αὐτὸν λέγοντα, μὴ ἐμμένοντα δὲ ἐν τῇ ἀγαθῇ αὐτοῦ διδασκαλίᾳ. καὶ ὅτι μὲν ἀγαθὸς τυγχάνει, αὐτὸς διδάσκει λέγων «πολλὰ καλὰ ἐποίησα ἐν ὑμῖν, περὶ ποίου οὖν αὐτῶν ἔργου λιθάζετέ με;» τίνι
15γὰρ τοῦτο οὐκ ἔστι σαφὲς καὶ φανερώτατον, μάλιστα πολλῶν ἀγαθῶν τῶν αὐτοῦ κτισμάτων ὄντων καὶ καλουμένων, ὥς φησιν ἡ θεία γραφή. ἰδοὺ γὰρ περὶ πολλῶν ἀγαθῶν διηγεῖται τὸ θεῖον γράμμα· «ἦν ἀγαθός» φησὶ «Σαούλ, υἱὸς Κίς, ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος δὲ παν‐ τὸς τοῦ λαοῦ, ὑπὲρ ὠμίαν καὶ ἐπάνω», καὶ ἦν «ἀγαθὸς Σαμουὴλ μετὰ
20τοῦ θεοῦ καὶ ἀνθρώπων», καὶ «ἀγαθὴ ἐσχάτη λόγου ὑπὲρ τὴν ἀρχήν», καὶ «ἄνοιξόν σου τὸν θησαυρὸν τὸν ἀγαθόν, τὸν οὐράνιον». τούτων δὲ κτισμάτων ὄντων καὶ ἀγαθῶν δηλουμένων, δι’ αὐτοῦ τε καὶ ὑπ’ αὐτοῦ γεγονότων, πῶς οὐκ ἀναμφιβόλως ἔστιν ἀγαθὸν εἶναι ὁμολογεῖν τὸν τούτων γενεσιάρχην; ἀλλ’ ἵνα 〈μὴ〉 μηκύνω τὸν περὶ τούτου λόγον
25(πάντη γὰρ διὰ πλάτους περὶ τούτου εἰρήκαμεν), αὖθις πάλιν εἰς τὰ ἑξῆς παρελεύσομαι, τὴν ἐπίλυσιν ἑκάστης λέξεως ποιούμενος. 58. Ἐπιφέρουσι δὲ πάλιν τινὰ ῥητὰ οἱ πάντολμοι, ἐλαττωμάτων ὑπο‐ νοίας ὑποσπείροντες εἰς τὸν αὐτοὺς ἀγοράσαντα, εἴπερ ἠγοράσθησαν. ἐν γὰρ τῷ προσελθεῖν τὴν μητέρα τῶν υἱῶν Ζεβεδαίου καὶ παρακαλέσαι τὸν
30ἕνα καθίσαι υἱὸν ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμων, ὅταν ἔλθῃ ἐν τῇ205 in vol. 3
Haer
.

3

.

206

βασιλείᾳ αὐτοῦ, ἔφη πρὸς αὐτούς· «οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν; οἱ δὲ εἶπον; ναί, δυνάμεθα. εἶπε δὲ αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ
5τοῦ πατρός μου». ὁρᾷς, φησί, πῶς οὐκ ἔχει ἐξουσίαν πάρεξ τοῦ πατρός, τοῦ ἔχοντος τὴν ἐξουσίαν παρέχειν ᾧ βούλεται; καὶ τίς οὕτως τῶν εὖ φρονούντων νοήσειεν; εἰ γὰρ ὁ υἱὸς οὐκ ἔχει ἐξουσίαν, καὶ τίς ἔχει ἐξου‐ σίαν; «ὁ γὰρ πατήρ» φησί «ζωογονεῖ τοὺς νεκρούς, καὶ οὕτως ἔδωκε καὶ τῷ υἱῷ, ἵνα ὃν θέλει ζωογονῇ», καὶ «τὰ τοῦ πατρὸς ἐμά ἐστι», καὶ
10«πάντα 〈μοι〉 παρεδόθη ὑπὸ τοῦ πατρός μου». τίς οὖν ἔτι ἀμφιβάλλοι; τοῦτο δὲ βούλεται παριστᾶν ὁ θεῖος αὐτοῦ καὶ σοφὸς λόγος, ὅτι οὐ κατὰ προσωποληψίαν γίνεται πρᾶγμα, ἀλλὰ κατὰ ἀξίαν. κυρίου μὲν γάρ ἐστι τὸ παρέχειν, παρέχει δὲ ἑκάστῳ κατ’ ἀξίαν. ἕκαστος δὲ ἐργασάμενος τὸ δίκαιον λαμβάνει κατὰ τὸν ἴδιον κόπον 〈παρὰ τοῦ κυρίου〉 καὶ οὐκέτι
15αὐτῷ μόνῳ ἐστὶ τὸ δοῦναι, ἀλλὰ τῷ ἑαυτὸν ἄξιον πεποιηκότι. τολμῶ γὰρ λέγειν ὅτι οὔτε αὐτοῦ ἐστι, καίπερ δυναμένου δοῦναι, μὴ βουλομένου δέ, οὔτε τοῦ ἁγίου πνεύματος, καίπερ δυναμένου τοῦ ἁγίου πνεύματος δοῦναι κατὰ τὸ εἰρημένον ὅτι «ᾧ μὲν δίδοται σοφία διὰ τοῦ πνεύματος, τῷ δὲ γένη γλωσσῶν ἐν τῷ αὐτῷ πνεύματι, τῷ δὲ
20ἑρμηνεία γλωσσῶν, τῷ δὲ δύναμις, τῷ δὲ διδασκαλία, ἓν δέ ἐστι τὸ πνεῦμα τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται». καὶ οὐκ εἶπε καθὼς προστάσσεται, ἀλλὰ καθὼς βούλεται. καὶ «ὁ υἱὸς ὃν θέλει ζωογονεῖ» καὶ ὁ πατὴρ «καλεῖ ὃν θέλει πρὸς τὸν υἱόν». καὶ πάλιν οὔτε ὁ πατὴρ καὶ ὁ υἱὸς οὔτε ἅγιον πνεῦμα κατὰ προσωποληψίαν καλεῖ ἢ δίδωσιν ἢ παρέχει ἢ ἀξίαν δίδωσιν,
25ἀλλὰ καθὼς ἑαυτὸν ἄξιον ἕκαστος εὐτρεπίζει· τουτέστιν οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ ἐὰν κάμητε, ἔσται ὑμῖν ἡτοιμασμένον παρὰ τοῦ πατρός μου. τὸ δὲ τέλειον * ὅτι «ἐγώ εἰμι ἡ ζωή». καὶ ἔτι ὑπερβήσομαι εἰς τὰ ἕτερα. 59. Φασὶ δέ· «πῶς λέγετε αὐτὸν ἐκ τῆς τελείας τοῦ θεοῦ θεότητος;
30ἰδοὺ γὰρ λέγει περὶ αὐτοῦ ὁ ἀπόστολος ὅτι ‘ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ
νεκρῶν‘. ὁ δὲ ἐπιδεηθεὶς βοηθείας τοῦ θεοῦ τοῦ ἐγεῖραι αὐτὸν ἐκ νε‐206 in vol. 3
Haer
.

3

.

207

κρῶν, ἄρα ἕτερός ἐστιν ὁ ἐγείρων τῇ δυνάμει, ἕτερος δὲ ὑποβεβηκὼς ὁ ἐγειρόμενος διὰ τῆς τοῦ δυνατοῦ δυνάμεως». καὶ ἕως πότε κατατρί‐ βομαι περὶ τὰ ληρώδη νοήματα τῶν κακῶς παρατριψάντων ἑαυτῶν τὸ μέτωπον; τίς οὖν ἤγειρε τὸν Λάζαρον; τίς ἤγειρε τὸν υἱὸν τῆς χήρας
5τῆς ἐν Ναΐν; τίς εἶπε τῇ θυγατρὶ τοῦ ἀρχισυναγώγου «κοῦμι ταλιθά», τουτέστιν ἀνάστηθι ἡ παῖς; τίνος τὸ ὄνομα ἐπεκαλοῦντο οἱ ἀπόστολοι καὶ οἱ νεκροὶ ἠγείροντο; νομίζω δέ, ἐπειδὴ οἱ ἀπόστολοι Ἰουδαίοις προσδιελέγοντο, διὰ τὸ νομίζειν ἀποστασίαν κηρύσσειν τοὺς ἀποστό‐ λους ἀπὸ τοῦ θεοῦ τοῦ νόμου καὶ διὰ τὸ † πρὸς τὸ γνωστὸν τοῦ ἁγίου
10πνεύματος, τοῦ γινώσκοντος ὅτι ἤμελλον αἱρέσεις ἀφηνιάζειν τὸν Χριστὸν ἀπὸ τοῦ πατρῴου θελήματος, τούτου ἕνεκα εἰς τὴν μίαν θεότητα τὰ πάντα ἀναφέροντες οἱ αὐτοὶ ἀπόστολοι *, ὅτι εὐδοκίᾳ [παρὰ] πατρὸς ἐγένοντο τὰ πάντα, βουλήσει τοῦ υἱοῦ σὺν εὐδοκίᾳ πνεύματος ἁγίου· μὴ ἄρα κατὰ ἐλάττωσιν ἢ κατὰ ἀσθένειαν ἢ ἀλλοτρίωσιν τῆς τοῦ θεοῦ λόγου παρὰ
15τὴν τοῦ πατρὸς οὐσίαν τοῦτο εἴρηται. καὶ οὐχ οὕτως. ὅρα γὰρ τὰ πρω‐ τότυπα, πῶς διηγεῖται ὁ ἄγγελος φάσκων ταῖς περὶ Μαρίαν «τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» ὁρᾷς, ὁ ζῶν ἐν ἰδίᾳ θεότητι καὶ σαρκὶ ἀνέστη, οὐκ ἦν δὲ μετὰ τῶν νεκρῶν. καὶ τί φησιν αὐταῖς «ἀνέστη, οὐκ ἔστιν ὧδε;» καὶ οὐκ εἶπεν· ἤγειρεν αὐτὸν ὁ θεὸς, καὶ οὐκ ἔστιν ὧδε;
20ἀλλ’ ἵνα δείξῃ τὸ δυνατόν, ὅτι καὶ ζῶν ἀνέστη. καὶ αὐτὸς πάλιν ἔλεγε πρὸ τοῦ παθεῖν αὐτὸν τοῖς αὐτοῦ μαθηταῖς «ἰδού, ἀναβαίνομεν εἰς Ἱερο‐ σόλυμα καὶ παραδοθήσεται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὸ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». καὶ οὐκ εἶπεν, ἀναστήσει αὐτὸν 〈ὁ θεόσ〉. σαφῶς δὲ περὶ τούτου τὸ ἐξουσιαστικὸν τῆς αὐτοῦ δυνάμεως
25προεδείκνυε λέγων «ἐξουσίαν ἔχω τὴν ψυχήν μου θεῖναι, καὶ λαβεῖν αὐτήν». ὁ δὲ ἐξουσίαν ἔχων, πῶς ἑαυτὸν ἐγείρειν οὐκ ἠδύνατο; ὁ ἀπό‐ στολος δὲ γράφων, ἵνα δείξῃ μηδὲν ἄνευ θελήματος πατρὸς ἐν τῇ τῆς σωτηρίας οἰκονομίᾳ γεγενῆσθαι, ἔφη «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». καὶ γὰρ καὶ ἐν ἄλλῳ τόπῳ λέγει αὐτὸς ὁ ἀπόστολος ὅτι «εἰ καὶ ἀπέθανεν
30ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνάμεως». ἤθελον δὲ πυθέσθαι τὸν νοῦν τῶν207 in vol. 3
Haer
.

3

.

208

τὰ ἀκριβῆ τῶν γραφῶν γινωσκόντων, ποίαν ἀσθένειαν εἶχεν ὁ μονογενής, δι’ οὗ ὁ οὐρανὸς ἥπλωται [ἢ παρ’ οὗ ὁ οὐρανὸς κέκτισται], δι’ οὗ ὁ ἥλιος ἐστιλ‐ βώθη, δι’ οὗ ἔλαμψαν τὰ ἄστρα, δι’ οὗ ἐξ οὐκ ὄντων τὰ πάντα γεγένηται. ἄρα τὴν ἀσθένειαν ποίαν λέγει; ἆρ’ οὐχ ἣν ἀνεδέξατο ἐλθὼν ὁ λόγος ἐν τῇ
5ἡμετέρᾳ σαρκί, ἐνδυσάμενος ταύτην, ἵνα τὴν ἡμῶν ἀσθένειαν βαστάσῃ; ὡς καὶ ᾄδει περὶ αὐτοῦ ὁ προφήτης λέγων «τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν». ἀπέθανεν οὖν διὰ τὴν ἡμῶν ἀσθένειαν ὁ ζωὴ ὢν καὶ ἀπαθὴς θεὸς ἐν τῇ ἐξ ἡμῶν ἀσθενεστέρᾳ σαρκί, ζῇ δὲ ἐκ δυνάμεως. «ζῶν γάρ ἐστιν ὁ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ
10πᾶσαν μάχαιραν δίστομον». ἀπέθανεν οὖν ἐξ ἀσθενείας, ζῇ δὲ ἐκ δυνά‐ μεως τῆς αὐτοῦ θεότητος, ζῇ δὲ ἐν τῇ ἡμετέρᾳ σαρκί, ἐν ᾗ τὸ πάθος ἀνεδέξατο. καὶ διὰ τὴν τοιαύτην οἰκονομίαν τὴν εὐδοκίαν πατρὸς σημαί‐ νων ὁ ἀπόστολος ἔφη ὅτι «ὁ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν». 60. Ἐπιφέρουσι δὲ καὶ ἄλλο ῥητὸν ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου,
15ὅπερ ἐστὶ θεσπέσιον καὶ ἐξαίρετον καὶ εἰς πάντα χρησιμώτατον. ποῖον δέ ἐστι τὸ ῥητόν; ἀλλ’ ἢ ὁπηνίκα γὰρ ἔμελλεν ὁ κύριος ἰδίᾳ βουλήσει ἐπὶ τὸ πάθος ἥκειν, παραλαβὼν τοὺς μαθητὰς ἐν τῷ ὄρει κατὰ τὴν ὥραν ἐκείνην, «διέστη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ ἀπελθὼν ηὔχετο καὶ ἔλεγε· πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ, ἵνα
20μὴ αὐτὸ πίω· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλ’ ὃ σύ». καὶ πρῶτον μὲν πάλιν προφασίζονται οἱ αὐτοὶ λέγοντες ὅτι, ὁρᾷς πῶς ὑποκοριστικῶς λέγει καὶ βούλημα διηλλαγμένον ὑποφαίνει λέγων, οὐχ ὃ ἐγὼ θέλω, ἀλλ’ ὃ σύ; πῶς οὖν ἡ αὐτὴ οὐσία τυγχάνει, φασίν, ὁπότε ἐν αὐτῷ ἕτερόν ἐστι βούλημα, ἐν δὲ τῷ πατρὶ ἕτερον; καὶ ἀγνοοῦσι τὴν πᾶσαν δύναμιν. διὰ
25τοῦτο γὰρ καὶ ὁ ἀπόστολος ἔφη «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ». πῶς γὰρ ἴδιον βούλημα ἔφη παρὰ τὸ τοῦ πατρὸς βούλημα, ὁπότε αὐτὸς σημαίνει πρὸς τοὺς μαθητὰς ὅτι «τετάρακται ἡ ψυχή μου· καί, τί εἴπω; πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης»· ὡς προκατασκευαστι‐ κῶς τὸ ῥητὸν διηγούμενος καὶ ἐπαμφιβόλως τῇ λέξει κεχρημένος «ὅτι
30〈τί〉 εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης». τοῦτο, φησίν, εἴπω; «ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην». ἦλθε δὲ οὐκ ἄκων, ἀλλ’ ἑκών. ἀνωτέρω γὰρ λέγει ὅτι «ποτήριον ἔχω πιεῖν, καὶ τί σπεύδω ἕως
οὗ πίω αὐτό; καὶ βάπτισμα ἔχω βαπτισθῆναι, καὶ τί θέλω εἰ ἤδη ἐβαπτί‐208 in vol. 3
Haer
.

3

.

209

σθην»; εἰ τοίνυν θέλει καὶ σπεύδει καὶ λέγει εἰς τοῦτο ἥκειν, πῶς ἄλλο βούλημα τὸ αὐτοῦ ὑποφαίνει καὶ ἄλλο τὸ τοῦ πατρός; ἀλλ’ ἐπειδὴ ἤμελλε διὰ τοῦ Ἰσραὴλ παραδίδοσθαι, φιλάνθρωπος ὢν καὶ φειδόμενος τοῦ σπέρματος Ἀβραάμ, ἐποιεῖτο ὑπὲρ τοῦ λαοῦ λόγον. τὸ δὲ βούλημα
5ἦν τοῦ πατρός, τὸ τὴν οἰκονομίαν οὕτω πληρωθῆναι 〈διὰ〉 τῶν υἱῶν Ἰσραήλ, παραιτίων ἑαυτοῖς ὄντων τῆς τοῦ υἱοῦ προδοσίας καὶ οὐχ ὑπὸ θεοῦ ἀναγκαζομένων· καὶ οὐχ ἕτερον βούλημα ἦν τὸ τοῦ υἱοῦ παρὰ τὸν πατέρα. ἀλλ’ ἔδει αὐτὸν καὶ ἐν τούτῳ ταῦτα δεικνύειν, ἵνα τὸ πᾶν τῆς μονότητος ἐπὶ τὸν πατέρα ἀναγάγοι, πρὸς τὸ μὴ μερισθῆναί τι τῆς μιᾶς
10ἑνώσεως καὶ οἰκονομίας. 61. Καὶ καθεξῆς δὲ ἐπιφέρει λέγων, ἐν τῷ εὔχεσθαι αὐτόν, ὅτι γε‐ νόμενος ἐν ἀγωνίᾳ, 〈ὡσ〉 ἐμφέρεται ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἵδρωσέ» φησι «καὶ ἐγένετο αὐτοῦ ὁ ἱδρὼς ὡσεὶ θρόμβοι αἵματος κατερ‐ χόμενοι ἐπὶ τῆς γῆς. καὶ ἐφάνη ἄγγελος κυρίου ἐνισχύων αὐτόν». προ‐
15πηδήσαντες τοίνυν οἱ λεξίθηρες εὐθύς, ὡς πρόφασιν κατὰ ἐχθροῦ εὑρά‐ μενοι, ἐπιφέρουσι λέγοντες· ὁρᾷς ὅτι ἐπεδέετο καὶ ἰσχύος ἀγγέλων; ἐνίσχυσε γὰρ αὐτὸν ἄγγελος· ἐν ἀγωνίᾳ γὰρ αὐτὸς ἐγένετο. καὶ οὐκ ἴσασιν ὅτι ἐὰν μὴ ἔχῃ πάντα ταῦτα καὶ τὸ «μὴ τὸ ἐμὸν βούλημα, ἀλλὰ τὸ σὸν» καὶ ἐὰν μὴ ἀγωνιάσῃ καὶ ἐὰν μὴ ἱδρὼς αὐτῷ γένηται ἐκ σώ‐
20ματος προχεόμενος, ἄρα δόκησις ἦν ἡ ἔνσαρκος Χριστοῦ παρουσία, καὶ εὐλόγως παρὰ Μανιχαίων καὶ Μαρκιωνιστῶν ἡ περὶ φαντασίας [δόκησις] τῆς ἐνσάρκου παρουσίας ὑπόθεσις ᾄδεται, 〈ὅτι δόκησις ἦν〉 καὶ οὐκ ἀληθεστάτη. ταῦτα δὲ πάντα 〈ἐποίει〉, ἐπασφαλιζόμενος ἡμῶν τὴν ζωήν, 〈ὅτι〉 τὰ 〈ἡμέτερα〉 ὅλα ἀνεδέξατο, οἰκονομικῶς ἀνθρωποπαθῆ
25τινα διηγήματα ἔχων, οὐκ εἰρωνείᾳ, ἀλλ’ ἀληθείᾳ, 〈ὡσ〉 τὸ «οὐκ ἐμὸν
θέλημα», ἵνα δείξῃ σαρκὸς ὑπόστασιν ἀληθινήν, καὶ ἵνα ἐλέγξῃ τοὺς209 in vol. 3
Haer
.

3

.

210

λέγοντας νοῦν μὴ ἐσχηκέναι αὐτὸν ἀνθρώπινον καὶ ἐλέγξῃ τοὺς μὴ λέ‐ γοντας σάρκα αὐτὸν ἐσχηκέναι. πᾶς γὰρ θεῖος λόγος ἀνὰ μέσον τῶν υἱῶν τοῦ σκότους ἑστὼς ἐλέγχει μὲν τὸ σκότος, φωτίζει δὲ τοὺς υἱοὺς τῆς ἀληθείας. ὅρα γὰρ πόσα χρήσιμα ἐν τῷ λόγῳ τούτῳ. ἀπὸ ἀσωμάτων
5οὐ προέρχεται ἱδρώς. ἐν δὲ τῷ τοῦτο γενέσθαι ἔδειξεν ἀληθινὴν σάρκα καὶ οὐ δόκησιν. ἀπὸ σαρκὸς 〈δὲ〉 ἐν θεότητι συνηνωμένης χωρὶς ψυχῆς καὶ νοὸς οὐ γίνεται ἀγωνία. ἀγωνιάσαντος δὲ αὐτοῦ ἔδειξε ψυχὴν καὶ σῶμα καὶ νοῦν ἐπὶ τὸ αὐτὸ πεφορηκέναι, ὅθεν ἡ ἀγωνία φαίνεται. καὶ πάλιν ἐν τῷ εἰπεῖν «μὴ τὸ ἐμὸν θέλημα, ἀλλὰ τὸ σὸν» ἔδειξεν ἀληθῶς
10νοῦν ἀνθρώπινον, ἀλλ’ ἀναμάρτητον. ἡ γὰρ θεότης αὐτοῦ πάντοτε ἐν πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ καὶ ὁ υἱὸς ἐν ἁγίῳ πνεύματι, τὰ πάντα τετε‐ λειωμένως ἔχων, καὶ οὐδὲν διαλλάττει φρόνημα υἱοῦ πρὸς πατέρα οὐδὲ πατρὸς πρὸς υἱὸν οὐδὲ τοῦ ἁγίου πνεύματος πρὸς πατέρα καὶ υἱόν. εἰ γὰρ ἃ μὴ θέλει πατὴρ βούλεται υἱός, ἄρα καὶ αὐτὸς ἔσται καθ’ ἡμᾶς
15ψιλὸς ἄνθρωπος θελήματι πατρὸς κατὰ ἐλάττωσιν 〈ὑποτασσόμενοσ〉. ἀλλ’ οὐχ οὕτως ἐστί, μὴ γένοιτο. τῷ δὲ ἀνθρωποπαθῆ διηγεῖσθαι τὸ ἀληθινὸν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας καὶ τὸ τέλειον τῆς αὐτοῦ ἐναν‐ θρωπήσεως δείκνυσιν, ἵνα εἰς πάντα ἡμῶν σωτηρία γένηται, εἰς τὸ μὴ ἕτερα ἀνθ’ ἑτέρων νοεῖν καὶ ἐκπίπτειν τῆς ἀληθείας.
20 62. Περὶ δὲ τοῦ ὑπὸ ἀγγέλων αὐτὸν θεωρηθῆναι ἐνισχυόμενον, καὶ τί τούτου κυριώτερον; τί δὲ τούτου ἀναγκαιότερον; ἰδοὺ γὰρ εὑρή‐ καμεν πληρούμενον τὸ ῥητὸν τῆς μεγάλης ᾠδῆς τῆς παρὰ Μωυσῇ γεγραμ‐ μένης, ὅπου λέγει «προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου»· καὶ μετ’ οὐ πολλὰ εἰπὼν πάλιν φησί· «προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ
25θεοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ»· οὐχ ἵνα δῶσιν αὐτῷ ἰσχὺν οἱ ἄγγελοι· οὐ γὰρ ἐπεδέετο τῆς τῶν ἀγγέλων ἐνισχύσεως· ἀλλ’ ἐνισχύσωσιν αὐτῷ, τουτέστιν ἀποδόντες αὐτῷ τὸ ἴδιον τῆς ἰσχύος αὐτοῦ ὁμολογήσωσιν. καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ὄντες πολλάκις θεὸν
ηὐλογήσαμεν, πολλάκις θεὸν ἐνισχύσαμεν, οὐχ ὅτι θεὸς ἐπιδέεται τῆς210 in vol. 3
Haer
.

3

.

211

ἡμῶν εὐλογίας, ἀλλ’ ὁμολογοῦντες αὐτοῦ τὸ τῆς εὐλογίας κράτος· καὶ διὰ λεπτολογίας ἐροῦμεν «σή ἐστιν ἡ δύναμις, σὸν τὸ κράτος, σή ἐστιν ἡ τιμή, σή ἐστιν ἡ δόξα, σή ἐστιν ἡ εὐλογία, σή ἐστιν ἡ ἰσχύς, σή ἐστιν ἡ δύναμις». μὴ ἡμεῖς ἰσχὺν παρέχομεν τῷ θεῷ, ἐὰν εἴπωμεν· σή ἐστιν ἡ ἰσχύς, σή
5ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ εὐλογία, μὴ ἡμεῖς δύναμιν αὐτῷ δεδώκαμεν, μὴ ἡμεῖς τὸν θεὸν ηὐλογήσαμεν· ἀλλ’ ἐνισχύσαντες καὶ ἐνδυναμώσαντες θεοῦ τὴν δύναμιν ὡμολογήσαμεν καὶ θεῷ τὴν ἰσχὺν ἀποδεδώκαμεν. οὕτω καὶ ὁ ἄγγελος κατ’ ἐκείνην τὴν ὥραν θαυμάσας καὶ ἐκπληττόμενος τὴν ὑπερβολὴν τῆς τοῦ ἰδίου δεσπότου φιλανθρωπίας, ὅτι θεὸς ὢν
10καὶ σὺν πατρὶ προσκυνούμενος ἐν οὐρανῷ, καὶ θεραπευόμενος ὑπὸ ἰδίων ἀγγέλων αὐτοῦ, εἰς τοσοῦτον * ὑπέμεινεν ἰδίᾳ βουλήσει ἑκουσίως ἐλθεῖν καὶ ἐνδύσασθαι σάρκα· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἄχρι τοῦ παθεῖν ὑπὲρ τοῦ ἰδίου πλάσματος, τῆς ἀνθρωπείας φύσεως * ὑπομένει καὶ ἄχρι σταυροῦ παραδοθῆναι, γευσάμενός τε «θανάτου, θανάτου δὲ σταυροῦ», ὅπως
15δι’ αὐτοῦ τρόπαιον μὲν κατὰ τοῦ θανάτου ἡ ἀνθρωπότης λάβοι, «καταρ‐ γήσῃ δὲ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τουτέστι τὸν διάβολον» καὶ «θριαμβεύσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν». διὸ καὶ θαυμάζων καὶ ἐκπλητ‐ τόμενος ὁ ἄγγελος ἔλεγεν αὐτῷ, δοξολογῶν καὶ εὐφημῶν τὸν ἴδιον δεσ‐ πότην ἐπὶ τῷ τοιούτῳ σκάμματι καὶ παραδοξοποιίᾳ ἑστῶτα· ὅτι σή
20ἐστιν ἡ προσκύνησις, σόν ἐστι τὸ κράτος, σή ἐστιν ἡ δύναμις, σή ἐστιν ἡ ἰσχύς, ἵνα πληρώσῃ τὸ παρὰ Μωυσῇ γεγραμμένον ὅτι «ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ». καὶ ὁρᾶτε, Χριστοῦ θεράποντες καὶ υἱοὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὀρθοδόξου πίστεως, ὅτι οὐδὲν ἐν τῇ θείᾳ γραφῇ σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ τὰ πάντα θαυμασίως
25εἰς τὴν ἡμετέραν σωτηρίαν γέγραπται καὶ τετελείωται. οἱ δὲ προειρη‐ μένοι, ἐν ἔχθρᾳ ὄντες πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ πρὸς τὸ ἅγιον πνεῦμα, πάντα ὡς ἐχθροὶ διανοοῦνταί τε καὶ σοφίζονται. ἡμῖν δὲ μὴ γένοιτο ἀνθρωπίνοις σοφίσμασι προσανέχειν, ἀλλ’ ἔχειν τὸν ἑαυτῶν νοῦν ἐρρωμένον, ὅπως τὸν μὲν ἡμῶν δεσπότην δοξάσωμεν, μηδὲν δέ τι
30ἠλαττωμένον ἐν αὐτῷ διανοηθῶμεν. εἰ γὰρ ὁ τὰ πάντα ἐλθὼν σῶσαι ἔχει ἐλαττώματός τι ἐν ἑαυτῷ, πῶς σωθήσεται ἡ κτίσις ἀπὸ τῶν ἰδίων ἐλαττωμάτων; 63. Πάλιν δὲ ἐπιλαμβάνονται ὥσπερ ἀντίδικοι (καὶ γάρ εἰσιν Ἰου‐
δαϊκῷ φρονήματι ἐγκείμενοι καὶ μηδὲν ἐκείνων διαλλάττοντες, πλὴν211 in vol. 3
Haer
.

3

.

212

τοῦ ὀνόματος μόνον) οἱ πάλιν ἡμῖν ἐπιφύοντες νέοι Ἰουδαῖοι, ζητοῦντες κατὰ τοῦ σωτῆρος λέξεις τινάς, «ὅπως παγιδεύσωσιν αὐτὸν ἐν λόγῳ», καθὼς ἔφη τὸ ἅγιον εὐαγγέλιον, καί φασιν· ἔλεγεν ἐν τῷ σταυρῷ «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;»
5καὶ ὁρᾷς, φασίν, οἰκτρῶς αὐτὸν παρακαλοῦντα καὶ ἀποδυρόμενον καὶ λέγοντα· «ἵνα τί με ἐγκατέλιπες;» καὶ οὐκ ἴσασιν οἱ ἀπὸ τοῦ δηλητηρίου τούτου τῆς τοῦ Ἀρείου μανίας καρηβαροῦντες τῇ διανοίᾳ καὶ τῆς τοῦ θεοῦ γνώσεως λειπόμενοι, ὅτι δεῖ τὰ ἀνθρωποπαθῆ πάντα ἐν τῷ κυρίῳ ὁμολογεῖσθαι ἐν τῇ ἐνσάρκῳ αὐτοῦ ἀληθινῇ παρουσίᾳ. καὶ πρῶτον
10μὲν τὰ περὶ αὐτοῦ ὡς φρονοῦσιν ἀπὸ ἑτέρων εἰς ἕτερα μεταπηδῶντες ἐπιλανθάνονται, μίαν μὴ ἔχοντες κατάστασιν. πῶς γὰρ δύνανται οἱ τῇ διανοίᾳ μὴ σωφρονοῦντες; ποτὲ μὲν γὰρ λέγειν σωτῆρα βούλονται αὐτὸν καὶ κύριον καὶ Χριστὸν καὶ πρὸ πάντων αἰώνων 〈ὄντα〉 καὶ δεσπότην ἀγγέλων καὶ ἀρχαγγέλων, δι’ οὗ τὰ ὅλα γεγένηται, ἀρχαί τε καὶ ἐξουσίαι,
15ἄγγελοί τε καὶ ἀρχάγγελοι, οὐρανοὶ καὶ τὰ πάντα, γῆ τε καὶ πάντες ἄνθρωποι καὶ πάντα τὰ ἐπὶ γῆς, θάλασσά τε καὶ τὰ ἐν αὐτῇ. καὶ ὦ πολλῆς ἠλιθιότητος τῶν τὰ τοιαῦτα περὶ αὐτοῦ δοξαζόντων καὶ ἐνταῦθα μὴ νοούντων ὅτι οὐ δύναται ὁ πρὸ τῶν αἰώνων 〈ὢν〉 κατὰ τὴν αὐτοῦ θεό‐ τητα, δι’ οὗ ὁ οὐρανὸς καὶ γῆ γεγένηται, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ
20ἁπαξαπλῶς τὰ σύμπαντα, ὁρατά τε καὶ ἀόρατα, ταύτην τὴν φωνὴν ἐκ προσώπου τῆς αὐτοῦ θεότητος λέγειν «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέ‐ λιπες;» πότε γὰρ ἐγκατελείφθη υἱὸς ἀπὸ πατρός, πότε δὲ οὐχ ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν υἱῷ; ἐπὶ γῆς μὲν γὰρ ὁ υἱὸς καὶ [ὁ] θεὸς λόγος βεβήκει, οὐρανοῦ δὲ ἥπτετο καὶ πάντες ἐχθροὶ ἐπληροῦντο τῆς αὐτοῦ
25δόξης. καὶ ἐν Μαρίᾳ ἐτύγχανε καὶ ἄνθρωπος ἐγένετο, ἀλλὰ τῇ δυνάμει αὐτοῦ ἐπλήρου τὰ σύμπαντα. πῶς οὖν ὁ τοιοῦτος καὶ τηλικοῦτος κατὰ τὴν αὐτοῦ θεότητα οἰκτρῶς ἔλεγεν «ἠλί, ἠλί, λημᾶ σαβαχθανί, τουτέστι θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» καίτοι αὐτοῦ λέγοντος «πάλιν ἀπέρχομαι, καὶ οὐκ ἀφίω ὑμᾶς ὀρφανούς, ἀλλ’ ἔρχομαι πρὸς ὑμᾶς»,
30καὶ πάλιν 〈ἐν〉 ἑτέρῳ τόπῳ λέγει «ἀμὴν λέγω ὑμῖν, πάντες ὑμεῖς σκαν‐ δαλισθήσεσθε ἐν τῇ νυκτὶ ταύτῃ ἐν ἐμοὶ καὶ καταλείψετέ με πάντες μόνον, ἀλλ’ οὐκ εἰμὶ μόνος, ἀλλ’ ἔστι μετ’ ἐμοῦ ὁ γεννήσας με πατήρ»
καὶ πάλιν «ἀπέρχομαι, καὶ ἀποστελῶ ὑμῖν τὸ πνεῦμα τὸ ἅγιον, τὸ παρά‐212 in vol. 3
Haer
.

3

.

213

κλητον, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον», καὶ πάλιν ἐν ἄλλῳ τόπῳ «ἐγὼ κρούω, καὶ ἐάν τίς μοι ἀνοίξῃ, εἰσελευσόμεθα πρὸς αὐτόν, ἐγὼ καὶ ὁ πατήρ μου, καὶ μονὴν ποιήσομεν παρ’ αὐτῷ», ὡς αὐτοῦ ἐκ τοῦ πατρὸς μὴ ἐγκαταλιμπανομένου, ἀλλ’ ὄντος καὶ τοῦ
5πατρὸς ἀεὶ σὺν τῷ υἱῷ, ὡς τοῦ ἁγίου πνεύματος σὺν πατρὶ καὶ υἱῷ. 64. Τί οὖν, φασίν, ἔστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ὅτι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» τίνι δὲ οὐ σαφὲς εἴη ὅτι ἀπὸ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρωποπαθῶς προβάλλεται τὸ ῥῆμα; ἡ γὰρ αὐτοῦ ἐνανθρώπησις, οὐ κατ’ ἰδίαν τις οὖσα (οὐ γὰρ ἀπὸ κεχωρισμένης
10τῆς θεότητος καὶ χωρὶς οὔσης τῆς ἐνανθρωπήσεως ἔλεγεν ὡς ἄλλου καὶ ἄλλου 〈ὄντοσ〉, ἀλλὰ συνηνωμένης τῆς ἐνανθρωπήσεως τῇ θεότητι, μιᾶς οὔσης ἁγιαστείας καὶ ἤδη ἐν αὐτῇ τὰ τελειότατα ἐπισταμένης), οἷα δὴ ἐν θεῷ συνηνωμένη καὶ εἰς μίαν θεότητα συνημμένη, ὁρῶσα ἤδη τὴν θεότητα σὺν τῇ ψυχῇ κινουμένην ἐπὶ τὸ καταλεῖψαι τὸ ἅγιον
15σῶμα ἀπὸ προσώπου αὐτοῦ τοῦ κυριακοῦ ἀνθρώπου, τουτέστι τῆς αὐτοῦ ἐνανθρωπήσεως 〈προεβάλετο〉. ἤμελλε γὰρ ἡ θεότης τελειοῦν τὰ πάντα τὰ κατὰ τὸ μυστήριον τοῦ πάθους καὶ σὺν τῇ ψυχῇ κατελθεῖν ἐπὶ τὰ καταχθόνια ἐπὶ τὸ ἐργάσασθαι τὴν ἐκεῖ τῶν προκεκοιμημένων σωτηρίαν, φημὶ δὲ ἁγίων πατριαρχῶν. ὡς οὖν ἡ κίνησις οὕτως ἐγένετο, ἀπὸ προ‐
20σώπου τῆς ἐνανθρωπήσεως ἡ φωνὴ ἔλεγεν αὐτῇ τῇ ἰδίᾳ θεότητι «θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» ἀλλ’ ἔδει τοῦτο γενέσθαι, ἵνα πληρωθῶσι δι’ αὐτοῦ αἱ θεῖαι γραφαὶ διὰ τῶν ἰδίων αὐτοῦ προφητῶν περὶ αὐτοῦ προκεκηρυγμέναι· ἵνα πληρώσῃ καὶ τὰ κατὰ τοῦ Ἅιδου ἐν τῇ ἰδέᾳ τοῦ ἀνθρώπου πρὸς τὸν Ἅιδην, ἵνα ὁ ἄρχων, ὁ Ἅιδης καὶ ὁ θά‐
25νατος, χειρώσασθαι ἄνθρωπον θελήσας, κατὰ ἄγνοιαν ἀγνοῶν τὴν ἐν τῇ ψυχῇ 〈κεκρυμμένην καταλάβῃ ἁγίαν〉 θεότητα καὶ μᾶλλον 〈γένηται〉 αὐτὸν τὸν Ἅιδην χειρωθῆναι καὶ τὸν θάνατον καταλυθῆναι καὶ πληρω‐ θῆναι τὸ εἰρημένον «οὐκ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν». οὔτε γὰρ κατέλιπεν ὁ ἅγιος θεὸς λόγος
30τὴν ψυχὴν οὔτε ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ ἐν Ἅιδῃ. πάντα γὰρ οἰκονομεῖ τὰ τῆς τοιαύτης μεγάλης μυσταγωγίας ἡ τριὰς ἀπαραλείπτως, ὁ πατὴρ
καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τοῦ μὲν υἱοῦ ἐνσάρκου 〈γενομένου〉,213 in vol. 3
Haer
.

3

.

214

τοῦ γὲ πατρὸς ἀσωμάτου ὑπάρχοντος, εὐδοκίᾳ δὲ ἰδίᾳ καὶ βουλήσει πνεύματος ἁγίου τοῦ ἀσωμάτου 〈τοῦ〉 υἱοῦ [δὲ] ἐνσωμάτου γενομένου, ἀλλὰ ἀτρέπτου. τὰ δὲ ὅλα ἀπὸ τῆς τριάδος ᾠκονομεῖτο σωτήρια τοῖς ἀνθρώποις. 66. Διὰ τοῦτο πάλιν ἐν ἑτέρῳ φησίν, ἐπειδὴ εἶπεν «ἵνα τί ἐγκατέλιπές
5με;» ὧδε λέγων «οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω». ἔδει γὰρ γενέσθαι τὸ τριήμερον 〈τὸ〉 σῶμα ἐν τῷ μνήματι, ἵνα πληρωθῇ τὸ εἰρημένον «καὶ ἐγενόμην ἐν νεκροῖς ἐλεύθερος» καὶ 〈τὸ〉 «ἀπέρριψάν με τὸν ἀγαπητόν, ὡσεὶ νεκρὸν ἐβδελυγμένον», καὶ ἵνα πληρωθῇ 〈τὸ〉 «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν», ἵνα δείξῃ τὸ ὅσιον διὰ τοῦ σώματος καὶ 〈τὸ «οὐκ
10ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅιδην»〉, ἵνα δείξῃ μήτε ψυχὴν ἐγκατα‐ λειφθεῖσαν ἐν Ἅιδῃ· ἐν αὐτῇ γὰρ διὰ τῆς κατακωχῆς ἐν τῷ Ἅιδῃ ἦν ὁ θεὸς λόγος, ἵνα πληρώσῃ τὸ εἰρημένον παρὰ τῶν ἀποστόλων «ἀδύνατον γὰρ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ Ἅιδου». καὶ τίνος ἕνεκα τὸ ἀδύνατον λέγει, ἀλλ’ ὅτι ἔσπευδε μὲν ὁ θάνατος καὶ ὁ Ἅιδης κατασχεῖν ψυχήν,
15ἀδύνατον δὲ ἦν τὴν ψυχὴν αὐτοῦ κατασχεθῆναι διὰ τὴν θεότητα; εἰ δὲ ἀδύνατον ἦν κατασχεθῆναι διὰ τὴν θεότητα, πῶς ἄρα ἐκ προσώπου τῆς αὐτοῦ θεότητος ἠδύνατο ῥηθῆναι τὸ «θεέ μου, θεέ μου, ἵνα τί ἐγκατέ‐ λιπές με;» ἀλλ’ οὗτος ἐκ προσώπου τῆς αὐτοῦ ἐνανθρωπήσεως ἀνθρω‐ ποπαθῶς ἐδείκνυτο ὁ λόγος, ἵνα μάθωμεν ἀληθινῶς εἶναι τὴν ἔνσαρκον
20παρουσίαν καὶ οὐ δοκήσει ἢ φαντασίᾳ παρ’ αὐτοῦ οἰκονομηθεῖσαν. ἀνέστη δὲ ἀπὸ τῆς γῆς ποῖον ἀλλ’ ἢ τὸ κοιμηθέν; «ἀνέστη», γάρ φησιν, «οὐκ ἔστιν ὧδε». τί δὲ τὸ ἀναστὰν ἀλλ’ ἢ τὸ σῶμα; σῶμα δὲ ἄρα τὸ ἐν τῷ μνήματι, [καὶ] ἡ ψυχὴ δὲ συναπῆλθε τῷ θεῷ λόγῳ. καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἐπλήρου τὴν τελείαν ἀνάστασιν ἐν τῇ αὐτῇ θεότητι, ἐν τῇ αὐτῇ ψυχῇ, ἐν τῷ αὐτῷ ἁγίῳ σώ‐
25ματι, συνενώσας λοιπὸν τὴν πᾶσαν οἰκονομίαν εἰς μίαν ἕνωσιν πνευ‐ ματικήν, εἰς μίαν ἕνωσιν θεότητος, εἰς μίαν οἰκονομίαν, εἰς μίαν τελειό‐ τητα, ὡς λέγει ἐν τῷ Ϟβ ψαλμῷ «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύ‐ σατο», ἵνα δείξῃ τὴν εἴσοδον τοῦ θεοῦ λόγου ἀπὸ τῶν ἐπουρανίων εἰς τὸν κόσμον, ἐνδυομένου εὐπρέπειαν, τουτέστι τὴν σάρκα, τὴν ἀπὸ παρ‐
30θένου γεγεννημένην· ἐπειδὴ γὰρ ἐδόκει εὐτελής τις τοῖς ὁρῶσιν ἀπίστοις,214 in vol. 3
Haer
.

3

.

215

αὐτῷ δὲ 〈ἦν〉 εὐπρέπεια λογιζομένη, ἵνα δείξῃ τὸ αὐτοῦ ἰσχυρὸν διὰ τῆς δοκούσης ἀσθενείας τῆς σαρκὸς καταργοῦν τὸν τὸ κράτος ἔχοντα * τῆς ἁμαρτίας λύσας, τουτέστι τὸν θάνατον, τὴν πᾶσαν οἰκονομίαν τῆς σωτηρίας ἡμῶν εὐπρεπῶς ποιήσας καὶ τὴν φθορὰν ἀφανίσας καὶ τὴν
5κατάραν, ἐξαλείψας καὶ τὸ καθ’ ἡμῶν χειρόγραφον καὶ τὴν πρὸς τὸν Ἅιδην διαθήκην λύσας καὶ πάντα οἰκονομήσας ἀνθρώποις εἰς σωτηρίαν. εὐθὺς γὰρ μετὰ τὸ εἰπεῖν «ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο» προστίθησι πάλιν καὶ δευτεροῖ λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιε‐ ζώσατο», ἵνα δείξῃ τὸ πρῶτον ἔνδυμα ἀπὸ Μαρίας, τὴν δὲ ἐπιδευτερου‐
10μένην πάλιν ἔνδυσιν ἀπὸ τῆς ἀναστάσεως τῶν νεκρῶν. καὶ γὰρ «πρωτότοκός ἐστιν ἐκ τῶν νεκρῶν», ὡς εἶπεν ἡ θεία γραφή. διὰ τοῦτο προστίθησι ταύτῃ τῇ δευτέρᾳ ἐνδύσει περισσοτέραν τινὰ ἀσφάλειαν, λέγων «ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο». 67. Ὥσπερ γὰρ ὁ ἐπὶ τῇ ὀσφύϊ διαζωννύμενος ἐπισφίγγει τὸ ἔνδυμα
15ἐπὶ τὴν ὀσφύν, περισσότερον στερεῶν τὸ εἶδος καὶ συνενῶν τῷ χρωτὶ τῷ ἰδίῳ, οὕτω τὸ πρῶτον εὐπρέπειαν διὰ τὴν ἔνσαρκον ἐνταῦθα ἐνδημίαν. τὸ δὲ δεύτερον, φησί, δύναμιν ἐνεδύσατο, ἀναστὰς ἐκ τῶν νεκρῶν· οὐκέτι εἰς πάθος ἡ ἐνανθρώπησις αὐτοῦ ἔρχεται, οὐκέτι εἰς μάστιγας, οὐκέτι σταυροῦται, ὡς εἶπε περὶ αὐτοῦ ὁ ἀπόστολος «ἀνέστη, οὐκέτι ἀποθνήσκει,
20θάνατος αὐτοῦ οὐκέτι κυριεύει». διὰ τοῦτό φησι τὸ «διεζώσατο», συνε‐ νώσας τὴν αὐτοῦ σάρκα εἰς μίαν θεότητα, εἰς μίαν ἑνότητα, εἰς 〈ἓν〉 πνεῦμα, τὸ θεϊκὸν καὶ σωματικὸν εἰς ἓν πνευματικὸν τελούμενον, [καὶ] μὴ ἔχον διάλυσιν, ὡς εἰσῆλθε λοιπὸν θυρῶν κεκλεισμένων, τὸ παχυμερὲς λεπτομερές, τὸ παθητὸν ἀπαθὲς 〈ἀποδείξασ〉, ἐν σαρκὶ πεπονθώς, μένων
25δὲ ἐν ἀπαθείᾳ· καίπερ μετὰ τὸ εἰσελθεῖν δεικνύων ὀστέα καὶ σάρκα, τύπον λόγχης καὶ τύπον ἥλων, ψηλαφώμενος ὑπὸ τοῦ Θωμᾶ, ὁρώμενος ὑπὸ τῶν μαθητῶν, εἰσερχόμενος δὲ θυρῶν κεκλεισμένων, ἵνα δείξῃ ὅτι εἰς μίαν ἕνωσιν πνευματικὴν τὸ πᾶν ᾠκονόμησε τῆς αὐτοῦ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους σωτηρίας. καὶ τί μοι περὶ τὸν τοσοῦτον λόγον κατατρί‐
30βεσθαι; πολλάκις γὰρ «τὰ αὐτὰ» λέγειν «ἡμῖν μὲν οὐκ ὀκνηρόν», τοῖς δὲ ἐντυγχάνουσιν * ἀσφαλείας χάριν φροντίσαντες πολλάκις διηγησάμεθα, ἵν’ οὕτως διαπεράσαντες τὴν τοῦ Ἀρείου θηριοβολίαν τῶν φρονημάτων
τε καὶ λόγων καὶ διανοημάτων,215 in vol. 3
Haer
.

3

.

216

68. Ἱκανῶς τε περὶ ταύτης τῆς λέξεως ὡσαύτως διαλαβόντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἵνα πανταχόθεν τὰ πλεῖστα τὰ τῇ διανοίᾳ ἡμῶν ἀπὸ τῆς ἐκείνων ἐρεσχελίας ὑποπίπτοντα σαφηνίσαντες δείξωμεν ἀπὸ τῶν ὀλίγων ἢ καὶ πλειόνων ὅτι πάντα ἐν τῇ θείᾳ γραφῇ τῷ κεκτημένῳ πνεῦμα ἅγιον καὶ
5νοῦν ἐγρήγορον παρὰ κυρίου εἰληφότι οὐδέν ἐστι σκολιὸν ὑπονοῆσαι ἢ πάθους εἶδος εἰς τὸν πατέρα ἢ εἰς τὸν υἱὸν οὐδὲ εἰς τὸ ἅγιον πνεῦμα, ἀλλὰ πάντα τελειότατα, οἰκονομικῶς δὲ εἰς ἑκάστην χρείαν καὶ ἐν ἑκάστῳ τόπῳ πρὸς τὸ ὑποκείμενον ἐν ἀληθείᾳ ἐν ταῖς θείαις γραφαῖς εἴρηται ὑπ’ αὐτοῦ τοῦ κυρίου καὶ τῶν αὐτοῦ ἀποστόλων καὶ τῶν ἁγίων προ‐
10φητῶν τῶν ὑπ’ αὐτοῦ ἀπεσταλμένων. καὶ γὰρ περὶ τούτου προεφήτευσε φήσας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον «ἠλί, ἠλί, λημᾶ † σαβαχθανί»· ὃ κατὰ ἀκολουθίαν ἐπλήρου ὁ κύριος ἐπὶ τοῦ σταυροῦ, τὰ εἰς αὐτὸν πεπρο‐ φητευμένα λέγων «ἠλί, ἠλί» Ἑβραϊκῇ τῇ λέξει, ὡς ἦν προγεγραμμένον, καὶ οὐκέτι Ἑβραϊκῇ, ἀλλὰ Συριακῇ διαλέκτῳ τὸ συζυγοῦν ῥῆμα ἀπο‐
15τελῶν ἔλεγε «λημᾶ σαβαχθανί», ἵνα τῇ ἀρχῇ μὲν χρήσηται, ὡς ἦν περὶ αὐτοῦ γεγραμμένον, εἰς ἑτέραν δὲ γλῶσσαν τὸ λεῖπον τῷ ῥητῷ 〈κατὰ〉 τὴν διήγησιν μεταβάλλοι· καὶ αὐτὸ ποιῶν δι’ ἀγαθὴν οἰκονομίαν, εἰς τὸ ὁμολογεῖν τὸ ῥητὸν περὶ αὐτοῦ εἰρῆσθαι ὑπὸ τοῦ προφήτου διὰ τοῦ «ἠλί, ἠλί» λέγειν, τὸ δὲ ὑπόλοιπον οὐκέτι Ἑβραϊκῇ λέξει, ἀλλὰ Συριακῇ,
20ὅπως καθέλοι 〈τὸν τῦφον〉 τῶν αὐχούντων τὴν Ἑβραΐδα καὶ καταξιώσῃ καὶ ἑτέρας γλώσσας εἰς πλήρωσιν τῶν περὶ αὐτοῦ ῥητῶν· ἔμελλε γὰρ ἤδη ἁπλοῦν τὴν αὐτοῦ γνῶσιν ἐπὶ πάντα τὰ ἔθνη καὶ οὐκ ἐπὶ τοὺς Ἑβραίους μόνον, ὡς ἔχει ἡ πᾶσα αὕτη ἀκολουθία ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἀπὸ προσώπου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας τὰ ἀνθρωποπαθῆ πάντα αὐτοῦ
25δηλοῦσα. αὐτὸς δὲ ἐλθὼν ἐπλήρου, ὡς καὶ 〈πάντα〉 ἔστιν ἀκόλουθα ἐν ὅλῳ τῷ ψαλμῷ εἰς τὴν τῆς ὑφηγήσεως ταύτης ἔνσαρκον παρουσίαν Χριστοῦ, τελειότατα τὸ διήγημα, ὥς φησι «καὶ ἐμερίσαντο τὰ ἱμάτιά μου», καὶ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με». καὶ ὅσα ἐστὶ τοιαῦτα λεγόμενα, ἃ οὐκ ἐνδέχεται πληροῦσθαι
30εἰς τὴν θεότητα, ἀλλ’ ἐν σαρκί, τῆς θεότητος οἰκονομούσης τὰ πάντα ἐν ἀπαθείᾳ καὶ ἐν ἀληθείᾳ. 69. Ἀναπηδῶσι δὲ πάλιν, ὡς οἱ ἐμμανεῖς κύνες λύσσῃ τινὶ κατε‐
χόμενοι, τὸν αὐτῶν δεσπότην διὰ τὴν λύσσαν ἀγνοοῦντες καὶ αὐτῷ πρῶτον216 in vol. 3
Haer
.

3

.

217

ἐπερχόμενοι, καὶ λέγουσι πάλιν, ὅταν ἀκούσωσι παρ’ ἡμῶν, ὡς ἔστιν ἀληθές, ὡς τοῦ κυρίου λέγοντος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν αὐτοῦ μαθητῶν «οὓς δέδωκάς μοι, πάτερ, ἐφύλαξα αὐτοὺς ἐν τῷ κόσμῳ», καὶ πάλιν «ποίησον αὐτοὺς ἵνα ὦσιν ἐν ἐμοί, ὡς κἀγὼ καὶ σὺ ἕν ἐσμεν», καὶ λέγουσιν
5«ὁρᾷς τὸ ὑπ’ αὐτοῦ λεγόμενον, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ καὶ οἱ δύο ἕν ἐσμεν», ὅτι οὐ περὶ ἰσότητος λέγει, ἀλλὰ περὶ ὁμονοίας; πῶς γὰρ ἠδύναντο οἱ μαθηταὶ ἐν αὐτῷ εἶναι κατὰ ἰσότητα, ἀλλὰ κατὰ τὴν ὁμόνοιαν, καὶ εὐθὺς πάντη ἐλέγχει αὐτοὺς ἡ τοῦ θεοῦ ἀλήθεια, ὡς οὔτε οἱ μαθηταὶ ἠδύναντο τοῦτο πληροῦν οὔτε περὶ αὐτῶν τοῦτο ῥηθῆναι,
10εἰ μὴ ἐκοινώνησε τῆς αὐτῶν σαρκὸς ἐλθὼν ὁ λόγος καὶ συνάψας αὐτοὺς ἐν αὐτῷ εἰς υἱοθεσίαν. διὰ τοῦτο γὰρ καὶ πάντη ἐν τῷ ᾄσματι τῶν ᾀσ‐ μάτων τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν «πλησίον» καλεῖ, προσφωνῶν αὐτῇ διὰ τῆς ἁγίας αὐτοῦ φωνῆς τῆς ἀνεγερτικῆς καὶ προτρεπτικῆς λέγων ὅτι «ἀνάστα, ἐλθέ, πλησίον μου, καλή μου, περιστερά μου». καὶ ὁρᾷς ὡς
15«πλησίον» αὐτὴν καλεῖ; οὐκ ἠδύνατο δὲ ἡ ἐκκλησία «πλησίον Χριστοῦ» καλεῖσθαι, εἰ μὴ ἄνωθεν ἦλθε καὶ ἐπλησίασεν αὐτῇ, δι’ ἧς ἔλαβε σαρκὸς ὁμοιοπαθοῦς, ἵνα τὴν πλησιάσασαν αὐτῷ ἀνθρωπότητα, συναγαγὼν τοὺς ἐν ὑπακοῇ γενομένους πλησίον ἑαυτῷ, καλέσῃ τὴν ἁγίαν καὶ ἄσπιλον νύμφην. καὶ διὰ τοῦτο ἐνταῦθα τὸν πατέρα αἰτεῖ ὁ λόγος, ὁ κύριος ἡμῶν ὁ μονο‐
20γενής, περὶ τῶν μαθητῶν, ἵνα ὦσιν ἐν ἑαυτῷ, ἵνα τὴν συγγένειαν τὴν εἰς αὐτὸν διὰ τῆς σαρκὸς γενομένην εὐδοκίᾳ πατρὸς ἁγιασθέντων τῶν μαθητῶν εἰς ἑνότητα εὐδοκίας καὶ υἱοθεσίας συνάψῃ, ἵνα ἔχωσιν ἐν τῷ πρωτοτόκῳ τοῦ πατρὸς «τὴν ἀπογραφὴν τῶν πρωτοτόκων ἐν οὐρανῷ». καὶ ἵνα μή τινες νομίσωσι τὸν υἱὸν ἀπαλλοτριοῦσθαι τῆς τοῦ πατρὸς
25δόξης διὰ τὸ πεφορηκέναι σάρκα, ἐπασφαλιζόμενος τὴν πίστιν καὶ τὴν τῆς ἀληθείας αὐτοῦ γνῶσιν, 〈ὅπωσ〉 μὴ ἐν ὑπονοίᾳ τινὶ γένηταί 〈τισ〉 τῶν αὐτοῦ δούλων καὶ τῆς ἐλπίδος ἐκπέσοι ὁ τοιοῦτος, φησίν, «ἵνα [ὦσιν] ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἓν ὦσιν. ἐγὼ μὲν γὰρ καὶ σὺ ἕν ἐσμεν», διὰ τὸ θεὸν ἐκ θεοῦ καὶ ὁμοούσιον ἐν θεότητι 〈αὐτὸν εἶναι〉.
30καὶ τὸ «ἕν ἐσμεν» οὐχ ἑνικὸν σημαίνει. οὐκ εἶπε γὰρ ὅτι ἐγὼ εἷς εἰμι, ἀλλ’ ἐγὼ καὶ σύ· καὶ τὸ «ἕν ἐσμεν», ἵνα ἐλέγξῃ Σαβέλλιον καὶ τὴν αὐτοῦ σχολήν,
τὸν νομίζοντα τὸν υἱὸν καὶ τὸν πατέρα συναλοιφὴν εἶναι καὶ τὸν πατέρα217 in vol. 3
Haer
.

3

.

218

πρὸς τὸ ἅγιον πνεῦμα ὡσαύτως. διὰ τοῦτο γὰρ λέγει, ἕν ἐσμεν, καὶ οὐκ εἶπεν, εἷς εἰμι. δύο μὲν γὰρ τέλεια, πατὴρ καὶ υἱός, ἓν δὲ διὰ τὴν ἰσότητα, διὰ τὴν 〈μίαν〉 θεότητα καὶ μίαν δύναμιν καὶ μίαν ὁμοιότητα. ἐν τῇ οὖν θεότητι πατὴρ καὶ υἱὸς ἕν, ἐν τῇ ἀνθρωπήσει υἱὸς καὶ οἱ μα‐
5θηταὶ ἕν, προσαγομένων [τῶν] διὰ τὴν καταξίωσιν τῆς κλήσεως τῶν μαθητῶν ἐπὶ τὸ ἀνεκδιήγητον τῆς αὐτοῦ φιλανθρωπίας, εἰς μίαν ἑνό‐ τητα υἱοθεσίας, διὰ τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εὐδοκίαν. καὶ πάλιν ἐλήλεγκται ἡ πλάνη τῶν ματαίως περὶ τοῦ ἰδίου αὐτῶν δεσπότου κακῶς φρονούντων.
10 70. Παρελθὼν δὲ καὶ ταύτην τὴν λέξιν τὰς ἑξῆς διασκοπήσω. προπη‐ δῶσι δέ τινας λέξεις ἑαυτοῖς ἐφευρίσκοντες οἱ σοφισταί, περὶ συλλογισμοὺς ἐσχολακότες καὶ λογισμοὺς ματαιοφροσύνης, ἄνθρωποι ὄντες τὸν θεὸν συλλογίσασθαι πειρώμενοι, ὡς καὶ ὁ προφήτης αὐτοὺς ἐλέγχει φάσκων «εἰ πτερνιεῖ τις θεόν, ὅτι ὑμεῖς πτερνίζετέ με;» τί γὰρ πάλιν φασὶν οἱ
15γεννάδαι; ὡς καὶ τὴν ἄλλην λέξιν ἄνω ἑρμηνευθεῖσαν ἐτάξαμεν, ὑπ’ αὐτῶν δὲ ἡμῖν πρὸς πεῦσιν ἐκτεινομένην, τὸ «θέλων ἐγέννησε τὸν υἱὸν ἢ μὴ θέλων», ὡς ἐν θεῷ ἐδείξαμεν ὅτι οὐδέν τι μελλητικὸν τυγχάνει αὐτῷ, ἀλλ’ ἅμα πάντα ἐν αὐτῷ ἐστι τέλεια καὶ οὐ πρῶτον βούλεται πρὶν ἢ ποιῆσαι οὐδὲ ποιεῖ ἄνευ βουλεύματος καὶ οὐ βουλεύεται, ἵνα τι ἑτοι‐
20μάσῃ, οὐδὲ ἡ ἑτοιμασία αὐτοῦ βουλῆς ἐπιδέεται· ὥστε παρ’ αὐτῷ τὸ γέννημα ἀεὶ γεγέννηται καὶ μὴ ἐν χρόνῳ ἀρξάμενον, ἀλλ’ ἀεὶ σὺν πατρὶ γεγεννημένον ὑπάρχει καὶ οὐδέποτε διαλείπει, ὡς καὶ ἐνταῦθα πάλιν δευτερώσας τὴν λέξιν πάλιν τίθημι, ὅτι οὔτε θέλων ἐγέννησεν οὔτε μὴ θέλων, ἀλλὰ ἐν τῇ ὑπὲρ βουλὴν φύσει· φύσεως γάρ ἐστιν 〈γέννημα〉 ὁ
25υἱὸς ὑπὲρ βουλὴν καὶ πᾶσαν ἔννοιαν καὶ ὑπόνοιαν. 71. Ὁμοίαν δὲ ταύτῃ λέξει, ὡς ἔφην, ἄλλην ἡμῖν ἐφευρίσκουσιν οἱ νέοι Ἀριστοτελικοί. ἐκείνου γὰρ ἀπεμάξαντο τὴν ἰοβολίαν καὶ κατέ‐ λιπον τοῦ ἁγίου πνεύματος τὸ ἄκακον καὶ τὸ πρᾶον, ὡς λέγει ὁ κύριος «μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε
30ταῖς ψυχαῖς ὑμῶν ἀνάπαυσιν». οὗτοι δὲ τὴν πραότητα καταλελοιπότες δει‐ νότητι μᾶλλον ἑαυτοὺς ἐκδεδώκασιν, ἐνδυσάμενοι Ἀριστοτέλην τε καὶ τοὺς ἄλλους τοῦ κόσμου διαλεκτικούς, ὧν καὶ τοὺς καρποὺς μετίασι,
μηδένα καρπὸν δικαιοσύνης εἰδότες μηδὲ πνεύματος καταξιωθέντες218 in vol. 3
Haer
.

3

.

219

δωρεὰν ἔχειν ἐν ἑαυτοῖς, οἱ φιλόνεικοι. λέγουσι γοῦν πρὸς ἡμᾶς, ὅταν εἴπωμεν αὐτοῖς ὅτι ὁ ὢν υἱὸς πρὸς τὸν ὄντα πατέρα ἦν (ἐπειδὴ γὰρ τῷ Μωυσῇ εἶπεν ὁ πατὴρ ὅτι «ἐρεῖς πρὸς αὐτούς· ὁ ὢν ἀπέσταλκέ με», καὶ πάλιν τὸ εὐαγγέλιον περὶ τοῦ υἱοῦ φάσκει ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ
5ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»), ἐὰν εἴπωμεν ὅτι ὁ ὢν ἦν πρὸς τὸν ὄντα, λέγουσι πρὸς ἡμᾶς· τὸ ὂν τοίνυν ἐγεννήθη ἢ τὸ μὴ ὂν ἐγεννήθη; εἰ γὰρ ἦν, πῶς ἐγεννήθη; εἰ δὲ ἐγεννήθη, πῶς ἦν; καὶ ἔστι 〈τοῦτο〉 τῆς αὐτῆς ματαιοφροσύνης τῆς περὶ ζητήσεις ἀσχολου‐ μένης καὶ τὰ μετέωρα ἐμβατευούσης καὶ τὰ ἄνω «περιεργαζομένης καὶ
10μηδὲν ἀγαθὸν ἐργαζομένης». ἐροῦμεν γὰρ πρὸς αὐτούς· πόθεν ὑμῖν ἡ ὑπόνοια αὕτη τοῦ ταῦτα διανοηθῆναι; ἐὰν δὲ εἴπωσιν ὅτι οὕτως ἀπαιτεῖ τὸ φρόνημα ἐξετάζειν, λέγομεν καὶ αὐτοί· οὐκοῦν λέγετε ἡμῖν, ὦ οὗτοι, τὰ ἑαυτῶν λογίζεσθε ἢ τὰ τοῦ θεοῦ; εἶτά φασιν· ἀφ’ ἑαυτῶν, ὡς λογικοί, τὰ τοῦ θεοῦ λογιζόμεθα. οὐδὲν οὖν διαλλάττει θεὸς τῆς ὑμῶν ἕξεως,
15φύσεώς τε καὶ οὐσίας; ναί, φασίν. εἰ τοίνυν διαλλάττει φύσις θεοῦ παρὰ τὴν ὑμῶν φύσιν, πρῶτα μὲν οὐ δύναται ἡ ὑμῶν φύσις περὶ θεοῦ κατα‐ λαμβάνειν τὰ ἀκατάληπτα· δεύτερον δὲ ὅτι ἀσεβές ἐστι θεὸν ἀφ’ ὑμῶν ἀπεικάζεσθαι κατὰ τὴν ὑμῶν οὐσίαν. ἐν ἡμῖν γὰρ τὸ μὴ ὂν γεννᾶται, ἐπειδὴ αὐτοὶ οὐκ ἦμέν ποτε, γεγεννήμεθα δὲ ἀπὸ τῶν ἡμῶν πατέρων,
20τῶν καὶ αὐτῶν ποτε μὴ ὑπαρχόντων, καὶ ἐξ ὑπαρχῆς ἄχρι τοῦ Ἀδὰμ διαληπτέον. Ἀδὰμ δὲ ἀπὸ τῆς γῆς ἐγένετο, οὐκ ὢν ποτέ, ἡ δὲ γῆ ἐγένετο ἐξ οὐκ ὄντων, ὅτι οὐκ ἦν ἀεί· θεὸς δὲ πατὴρ ἦν ἀεί. καὶ ὁποῖος ἦν τῇ φύσει, τοιοῦτον ἐγέννησε τὸν υἱόν. ἐγέννησε δὲ αὐτὸν ἀεὶ ὄντα, οὐ συνά‐ δελφον, ἀλλ’ ἐξ αὐτοῦ γεγεννημένον, ὅμοιον αὐτῷ κατὰ φύσιν, κύριον
25ἐκ κυρίου, θεὸν ἐκ θεοῦ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ. καὶ ὁποῖα λογίζεταί τις περὶ πατρός, οὕτω καὶ περὶ υἱοῦ λογιστέον· ὁποῖα πιστεύει περὶ τοῦ υἱοῦ, οὕτω 〈καὶ〉 εἰς τὸν πατέρα ἡγητέον. οὕτω γάρ φησιν «ὁ μὴ πιστεύων εἰς τὸν υἱὸν ὡς πιστεύει εἰς τὸν πατέρα, καὶ τιμᾷ τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ’ αὐτόν», ὡς ἔχει τὸ
30θεῖον εὐαγγέλιον. καὶ διέπεσε πάλιν ἡ αὐτῶν συλλογιστικὴ διάνοια. θεὸς γὰρ ἀκατάληπτος ὢν θεὸν ἀκατάληπτον ἐγέννησε πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ χρόνων, καὶ οὐκ ἔστι διάστημα ἀνὰ μέσον υἱοῦ καὶ πατρός, ἀλλ’ ἅμα νοεῖς πατέρα, ἅμα νοεῖς υἱόν, ἅμα ὀνομάζεις υἱόν, ἅμα δεικνύεις πατέρα. ἀπὸ γὰρ τοῦ πατρὸς υἱὸς νοεῖται καὶ ἀπὸ υἱοῦ
35πατὴρ γινώσκεται. πόθεν γὰρ υἱός, εἰ μὴ πατέρα ἔχει; καὶ πόθεν πατήρ,219 in vol. 3
Haer
.

3

.

220

εἰ μὴ ἐγέννησε τὸν μονογενῆ; πότε γὰρ δύναται μὴ καλεῖσθαι πατὴρ πατὴρ ἢ υἱὸς υἱός, ἵνα τινὲς νοήσωσι πατέρα ἄνευ υἱοῦ καὶ ὕστερον ὡς εἰς προκοπὴν ἐληλυθότα καὶ γεγεννηκότα τὸν υἱόν, ἵνα μετὰ τὸ γέννημα κληθῇ πατὴρ υἱοῦ ὁ πατήρ, προκόπτων ἐν τῇ θεότητι ὁ τέλειος καὶ μηδέ‐
5ποτε ἐπιδεόμενος τελειώσεως; 72. Πάλιν δὲ προφασίζονται τὸ ἰατικὸν τοῦτο φάρμακον καὶ σωτη‐ ριῶδες ἀντίδοτον ἀφ’ ἑαυτῶν ἀποβάλλεσθαι βουλόμενοι, τὸ στερέμνιον τῆς πίστεως τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, λέγοντες· πόθεν τὸ τῆς οὐσίας ὄνομα ἡμῖν φέρεται; διὰ τί ὁμοούσιος ὁ υἱὸς τῷ πατρὶ λέγεται;
10ποία γραφὴ εἶπε περὶ ὁμοουσιότητος; ποῖος τῶν ἀποστόλων οὐσίαν εἶπε θεοῦ; οὐκ ἴσασι δὲ ὅτι καὶ ὑπόστασις καὶ οὐσία ταὐτόν ἐστι τῷ λόγῳ. * ἔστι γὰρ κύριος ἐν τῇ ὑποστάσει αὐτοῦ, καὶ τὸ «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». οὐσία οὖν ἐστιν· οὐχὶ περιουσία, ἀλλὰ αὐτὸ τοῦτο ὄν, ὥς φησι Μωυσῆς «ὁ ὢν ἀπέσταλκέ με» εἰπὼν τοῖς
15υἱοῖς Ἰσραήλ. ὁ ὢν οὖν ἐστι τὸ ὄν, τὸ δὲ ὂν ἡ οὖσα οὐσία τυγχάνει. τὸ δὲ ὁμοούσιον οὐχ ἕνα πάλιν σημαίνει, ἀλλ’ ἀπὸ τοῦ ὁμο δύο σημαίνει τέλεια· ἀλλ’ οὐκ ἀλλοῖα ἀλλήλων ἐστὶν οὐδὲ ἀλλότρια τῆς αὐτῶν ἑνότητος. εἰ δὲ ἐχρησάμεθα εὐσεβείας χάριν τινὶ λέξει 〈μὴ γεγραμμένῃ〉 διὰ τὸν σύνδεσ‐ μον τῆς ἀληθείας (ἄνευ γὰρ τοῦ ὁμολογεῖν ὁμοούσιον πάντως αἱρέσεων οὐ
20δύναται εἶναι ἔλεγχος. ὥσπερ γὰρ μισεῖ ὁ ὄφις τὴν ὀσμὴν τῆς ἀσφάλτου καὶ τὴν πνοὴν τῆς ἐλάφου καὶ τὸ θυμίαμα τοῦ γαγάτου λίθου καὶ τὸ κάπνισμα τοῦ στύρακος, οὕτω καὶ Ἄρειος καὶ Σαβέλλιος μισεῖ τὸν λόγον τῆς ἐν ἀληθείᾳ ὁμολογίας τοῦ ὁμοουσίου), ἀλλὰ καὶ αὐτοῖς ἐροῦμεν· εἰ καὶ μὴ ἦν ἡ λέξις ἐν ταῖς θείαις γραφαῖς, (ἔστι δὲ καὶ σαφῶς ἔγκειται
25ἐν νόμῳ καὶ παρὰ ἀποστόλοις καὶ τοῖς προφήταις· «ἐκ γὰρ δύο μαρτύρων ἢ τριῶν σταθήσεται πᾶν ῥῆμα»), ὅμως ἐξὸν ἦν ἡμῖν δι’ εὐσέβειαν χρή‐ σασθαι λέξει χρησίμῃ, ἐπασφαλιζομένοις τὴν ἁγίαν πίστιν. ὑμεῖς δὲ τί φατε; λέγετε γὰρ ἡμῖν, ὦ οὗτοι· τί λέγετε περὶ τοῦ πατρός; ἄκτιστος ὁ πατήρ; πάντως ὅτι ναί. τίς γὰρ 〈οὕτωσ〉 ἠλίθιος ἵνα ἀμφιβάλλοι περὶ
30τούτου; ποῖος δὲ ἐμβρόντητος λογίσασθαι μὴ εἶναι ἄκτιστον τὸν θεὸν καὶ
πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; πάντως γὰρ καὶ αὐτοὶ ὁμολογεῖτε220 in vol. 3
Haer
.

3

.

221

ὅτι ἀγέννητος καὶ ἄκτιστος καὶ ἀγένητος. οὐ γὰρ ἔχει πρὸ αὐτοῦ πατέρα, οὐδὲ ὁρισμὸν ἐτῶν οὐδὲ «ἀρχὴν ἡμερῶν» κατὰ τὸ γεγραμμένον. εἰ τοίνυν οὔτε ἀρχὴ χρόνου αὐτῷ οὔτε τέλος, ὡμολόγηται ὅτι ἄκτιστος καὶ ἀναμ‐ φίβολόν ἐστιν· οὐδαμοῦ δὲ περὶ αὐτοῦ τοῦτο γέγραπται. εὐσεβείας δὲ
5χάριν ἀναγκαζόμεθα ταῦτα εὐσεβῶς περὶ αὐτοῦ φρονεῖν τε καὶ λέγειν, κἄν τε μὴ ᾖ γεγραμμένον. οὕτως τὸ περὶ τοῦ ὁμοουσίου ἀναγκαζόμεθα λέγειν, εἰ καὶ μὴ ἦν γεγραμμένον, κατὰ τὴν ἰδίαν γλῶσσαν μετὰ στενω‐ πῆς τῶν λόγων, εἰ καὶ δόξειεν τοῦτο εἶναι ὑπὲρ ἡμᾶς καὶ ὑπὲρ τὴν ἡμῶν φύσιν τὸ περὶ θεοῦ διαλέγεσθαι. ἀλλ’ ὅμως αὐτὸς ὁ κύριος συγγνω‐
10μονήσειεν ἡμῖν, βουλομένοις οὐχ ὑπὲρ θεότητος ἀπολογεῖσθαι, τῆς ἀνενδεοῦς οὔσης τῆς ἡμῶν συστάσεως· ἀλλὰ δεῖ εὐσεβῶς λέγειν καὶ εὐσεβῶς νοεῖν, ἵνα μὴ ἀπολώμεθα. 73. Τοίνυν ἀποκρίθητε ἡμῖν οἱ τοῦ Ἀρείου μαθηταί· ἀγέννητον λέγομεν πάντες ὁμοῦ τὸν πατέρα καὶ ἄκτιστον, καὶ θαυμαστὴ ἡ λέξις
15δηλονότι· ποῦ τοίνυν γέγραπται τοῦτο; δείξατε τὸν τόπον. οὔτε γὰρ νόμος εἴρηκεν οὔτε προφῆται οὔτε εὐαγγέλιον οὔτε ἀπόστολοι. εἰ τοίνυν εὐσεβῶς λέγομεν λέξιν μὴ γεγραμμένην καὶ ἐστὶν ἀποδεκτὴ ὑπὲρ δόξης θεοῦ λεγομένη, τίς ἡμῖν ἐγκαλέσειεν, εἰ μὴ〈ν〉 καὶ μὴ ἦν τὸ ὁμοούσιον γεγραμμένον· εὑρόντων ἡμῶν λόγον, δι’ οὗ λόγου δυνησόμεθα τὸ ἀσφαλὲς
20ὁμολογῆσαι τῆς ἡμῶν σωτηρίας; ἀλλ’ εἰσὶ μαρτυρίαι μετὰ καὶ τοῦ εὐσε‐ βοῦς λογισμοῦ, αἵ τε προτεταγμέναι καὶ ἄλλαι πλείους. παρελεύσομαι δὲ καὶ ταύτην τὴν λέξιν, καὶ τὰς ἄλλας αὐτῶν τοῦ δελεασμοῦ κατὰ τῶν ἀκεραίων λεγομένας ἐν θεῷ ἀναξανῶ ῥήσεις τε καὶ ἐπινοίας. 74. Λέγουσι γὰρ πάλιν οἱ αὐτοὶ μετὰ πασῶν, ὧν ἀπὸ τοῦ ἀποστόλου
25καὶ τῶν εὐαγγελίων κατὰ τὸν νοῦν αὐτῶν παραφθείρουσι κακῶς ὑπονοοῦντες λέξεις, καὶ ταύτην εἰς μέσον φέροντες ἀπὸ τοῦ ἀποστόλου, ὡς εἴρηται ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ, ἐν τῷ περὶ νεκρῶν ἀναστάσεως κεφαλαίῳ, ὡς καθεξῆς φησιν «εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
30δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑπο‐
ταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν».221 in vol. 3
Haer
.

3

.

222

ἐπιλαμβάνονται τοίνυν τοῦ ῥητοῦ καὶ τῷ ἔθει τῆς αὐτῶν ἔχθρας πρὸς τὸν μονογενῆ ἀνασκευάζοντες τὴν αὐτοῦ ἄφραστον καὶ ἔνδοξον θεότητα, ὡς καὶ πολλάκις εἶπον, ἀνοίᾳ φερόμενοι, [καὶ] φασίν· ὁρᾷς ὅτι λέγει «εἶτα τὸ τέλος ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταρ‐
5γήσῃ 〈πᾶσαν ἀρχὴν καὶ〉 πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. τὸ δὲ δεῖ καὶ ἄχρι καὶ ὅταν παραδιδῷ τὴν βασιλείαν χρόνου ἐστὶν ὁρισμός.» καὶ βλασφημοῦντές φασι, παύσεως καὶ καταλύσεως τοῦ βασιλεύοντός ἐστι ταῦτα δηλωτικά, * ἕως οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ
10πατρί. καὶ οὐκ ἴσασιν ἐξ ὑπαρχῆς τὸν νοῦν τῆς ἀληθείας, ὅτι διὰ τὸ μετεσχηκέναι τὸν μονογενῆ σαρκὸς καὶ αἵματος τὰ ἀνθρωποπαθῆ περὶ αὐτοῦ καὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας προσληπτικὰ τῆς δόξης ᾄδεται καὶ λέγεται, ἀλλ’ οὐκ ἐκτὸς τῆς τελείας ἀεὶ καὶ ἐνδόξου αὐτοῦ θεότητος τῆς μηδὲν ἐνδεομένης προ〈σ〉λαβέσθαι δόξαν, ἐχούσης δὲ τὸ αὐτοδεδο‐
15ξασμένον καὶ τὸ αὐτοτέλειον· ὡς αὐτὸς περὶ τῶν δύο ἀπολογεῖται μερῶν, φάσκων περὶ μὲν τοῦ προσφάτου «δόξασόν με, πάτερ, ἐν τῇ δόξῃ ᾗ εἶ‐ χον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι». ὁ δὲ πατὴρ τῶν δύο σχέσεων ἀπαγγέλλων τὴν δόξαν, περὶ μὲν τῆς πρώτης κατὰ τὸ πνεῦμα, «ὅτι ἐδό‐ ξασα», ἵνα δείξῃ τὸ ἀόριστον, περὶ δὲ τοῦ προσφάτου διὰ τὴν ἔνσαρκον
20παρουσίαν, ὅτι «καὶ πάλιν δοξάσω»· 75. ἵνα καὶ ἐνταῦθα τὸ σαφὲς ἀποδειχθείη περὶ ὧν καὶ ὁ ἀπόστολος εἴρηκε, περὶ αὐτοῦ διττῶς τὴν ἀλήθειαν ὑποτιθέμενος *, καὶ τὸ «ἄχρις οὗ παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», διὰ τὴν ἀπὸ χρόνου ἀρχὴν γενομένην ἐνσάρκου παρουσίας. ἡ γὰρ θεότης τοῦ μονογενοῦς ἦν ἀεὶ
25σὺν πατρί, ὅπερ ἐστὶ μονογενὴς θεὸς λόγος ἐκ πατρὸς προελθὼν ἀνάρχως καὶ ἀχρόνως. ἐπεὶ πῶς πληρωθήσεται τὸ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου τὸ «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι;» ἐπειδήπερ ἔλεγεν αὐτῇ «τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», ἵνα δείξῃ ἄνωθεν τὸν θεὸν λόγον κατεληλυθότα καὶ ἐν μήτρᾳ τῆς αὐτῆς
30παρθένου σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα 〈καὶ〉 ἵνα μὴ διορίσῃ222 in vol. 3
Haer
.

3

.

223

τὴν ἔνσαρκον τελείωσιν ἀπὸ τῆς ἐνθέου τελειώσεως, μετὰ προσθήκης τοῦ «καὶ» ἔλεγεν αὐτῇ «διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». εἶτα «δώσει αὐτῷ, 〈φησίν〉, ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασι‐
5λείας αὐτοῦ οὐκ ἔσται τέλος». ἀντιδιαστελλομένων τοίνυν τούτων θατέρου πρὸς θάτερον, ὅτι «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ» καὶ «βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας», (καὶ οὐκ εἶπεν εἰς τὸν αἰῶνα μόνον, ἀλλ’ εἰς τοὺς αἰῶνας), καὶ πάλιν τοῦ «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί», ἀντιπαρατιθεμένου τῷ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ
10ἔσται τέλος», ἀμφοτέρων δὲ τὰ τοιαῦτα περὶ κυρίου καὶ Χριστοῦ φησάντων ἀξιοπίστων 〈τε〉 ἁπάντων ὄντων, τοῦ μὲν ἀγγέλου Γαβριὴλ ἁγίου ὄντος, τοῦ δὲ ἁγίου ἀποστόλου πνευματοφόρου ὄντος, τί ἂν φαίησαν οἱ τῆς ζωτικῆς πραγματείας ἄγνωστοι; μὴ ἄρα ἀντίζετος εἴη ἡ γραφὴ πρὸς ἑαυτὴν τὰ πάντα ἀεὶ ἀληθεύουσα; μὴ γένοιτο. ἀλλ’ ὡς ἀπ’ ἀρχῆς εἴπομεν,
15διὰ τὸ προσληπτικὸν τῆς ἐνανθρωπήσεως τὰ πάντα ἔχει τῆς εὐλόγου ἀκολουθίας. εἰ γὰρ παραδίδωσι τὸ βασίλειον χρόνῳ, ἄρα νῦν οὐδὲ βασι‐ λεύει· εἰ δὲ οὔπω βασιλεύει, πῶς εὑρίσκεται προσκυνούμενος ἀεὶ ὑπὸ τῶν ἀγγέλων καὶ ἀρχαγγέλων πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, ὡς ἡ γραφὴ λέγει περὶ αὐτοῦ ὅτι «ὅταν εἰσαγάγῃ
20τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγουσα, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ πάλιν «ἐκάθισεν ἐν δεξιᾷ τοῦ παρτός», καὶ πάλιν «αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχ‐ θονίων». ἄρα οὖν βασιλεύει ἀεὶ ὁ 〈ὑπὸ〉 πάντων προσκυνούμενος. τί οὖν εἴπωμεν, τοῦ υἱοῦ ἀεὶ βασιλεύοντος ἀπὸ τῶν ἀνέκαθεν καὶ νῦν καὶ
25εἰς τὸ ἑξῆς, ἐπεὶ μηδέπω παρέδωκε τὴν βασιλείαν τῷ πατρί; ἆρα ἐκτός ἐστι τοῦ βασιλεύειν ὁ πατήρ; μὴ γένοιτο. ἔστι γὰρ ἅμα πατρὶ βασιλεύων, καὶ πατὴρ ἅμα υἱῷ καὶ ἁγίῳ πνεύματι. ἀλλὰ τί λέγουσιν; «ὅταν παραδῷ τὸ βασίλειον τῷ θεῷ καὶ πατρὶ» παύεται αὐτὸς τοῦ βασιλεύειν; μὴ γένοιτο. ἐπεὶ πῶς πληροῦται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος;» ἀλλ’
30ἵνα δείξῃ ὅτι οὐδὲν ἐν τῷ υἱῷ πεπλήρωται οὔτε πληροῦται ἀφηνιάζον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἑνώσεως, καὶ 〈τοῦ〉 ἑνὸς θελήματος πατρὸς
καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ὁρῶμεν γὰρ καὶ ἐνταῦθα ὡς περὶ αὐτοῦ223 in vol. 3
Haer
.

3

.

224

τοῦ υἱοῦ εἴρηται ὅτι «ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν», ὡς αὐτοῦ τοῦ υἱοῦ παραδιδόντος τὴν βασιλείαν καὶ καταργοῦντος πᾶσαν ἀρχὴν καὶ τὰ ἑξῆς, καὶ τὸ «δεῖ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ
5τοὺς πόδας αὐτοῦ», ὡς τοῦ υἱοῦ τὰ πάντα ποιοῦντος καὶ αὐθεντοῦντος καὶ ἐξουσιάζοντος καὶ τῷ πατρὶ παραδιδόντος σὺν τῇ βασιλείᾳ τοὺς ὑπο‐ τασσομένους. 76. Εἶτα λοιπὸν μεταβαίνει εἰς πρόσωπον ἕτερον πάλιν τοῦ πατρός, ὑποτάσσοντος πάντα τῷ υἱῷ, καί φησι «πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας
10αὐτοῦ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». οὐκέτι δὲ ἀπὸ προσώπου πατρὸς μόνον, οὐδὲ ἀπὸ προσώπου υἱοῦ μόνον, ἀλλὰ μεσαίτατα τῶν προσώπων πατρὸς καὶ υἱοῦ φησιν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. ὅταν δὲ εἴπῃ, ὅτι πάντα αὐτῷ ὑποτέτακται» 〈καὶ τὰ ἑξῆσ〉. ἤθελον 〈οὖν〉 ἐρωτῆσαι τοὺς αὐτούς, ἀπὸ προσώπου τίνος τὸ «εἴπῃ» λέγει. τὸ γὰρ
15βάθος τῶν μυστηρίων τοῦ θεοῦ πνευματικῶς τοὺς σαρκικοὺς κρίνει. «ὁ γὰρ σαρκικὸς οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν». ἐνταῦθα γὰρ 〈τὸ〉 «ὅταν εἴπῃ ὅτι πάντα αὐτῷ ὑποτέτακται», εἰ μὲν ὁ πατὴρ λέγει πρὸς τὸν υἱόν, ἐλλιπὴς ἡ πραγματεία· ὑπέταξε γὰρ ὁ υἱὸς τὰ πάντα τῷ πατρί· εἰ δὲ ἀπὸ προσώπου υἱοῦ τὸ «ὅταν εἴπῃ 〈ὅτι〉 τὰ πάντα
20αὐτῷ ὑποτέτακται» λέγεται, ἐλλιπὲς τὸ φρόνημα, ὅτι μελλητικά τινα ἐν θεῷ, ἢ ἐν πατρὶ ἢ ἐν υἱῷ λογίζεται. τίς δέ ἐστιν ὁ λέγων ὅτι πάντα ὑπο‐ τέτακται; οὐ γὰρ εἶπεν, ὅταν εἴπωσιν· εἰ γὰρ ἦν τοῦτο [τοῦ υἱοῦ] τὸ ὅταν εἴπωσι λεγόμενον, ἠδύνατο πληροῦσθαι ἢ ἐπὶ τοὺς ἀγγέλους ἢ ἐπὶ τοὺς ὑποταγέντας. ἐπειδὴ δὲ ἄνω ἐσήμανε τὸν υἱὸν ὑποτάσσοντα τῷ πατρὶ
25καὶ παραδιδόντα, καὶ τὸν πατέρα ὑποτάσσοντα τῷ υἱῷ τὰ πάντα, περιε‐ λείπετο δὲ τοῖς λεξιθήρεσι τὸ τοῦ πνεύματος ἁγίου πρόσωπον· τούτου ἕνεκα ἀπαρεμφάτως μετὰ τὸ πρόσωπον τοῦ υἱοῦ καὶ τὸ πρόσωπον τοῦ πατρὸς τὸ πρόσωπον ὑπέφαινε τοῦ ἁγίου πνεύματος, τοῦ ἀναγγέλλοντος ἀεὶ τὰ πατρὸς καὶ υἱοῦ καὶ διδάσκοντος, ἵνα μὴ ἐλλιπῆ ποιήσῃ τὴν τε‐
30λείαν γνῶσιν τῆς [περὶ] τριάδος καὶ τῆς ἐνσάρκου προσληπτικῆς δόξης παρουσίας. εἶτά φησιν· «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». ὁ δὲ καταργηθεὶς πεπέδηται, οὐκέτι ἐνεργῶν ὃ ἐνεργεῖ οὐδὲ ἔτι ὑπάρχων·
καὶ γὰρ κατήργηται.224 in vol. 3
Haer
.

3

.

225

77. Τί οὖν οἱ τὸ συνιέναι τὰς γραφὰς ἀγνοοῦντες ἔχουσι περὶ τούτου λέγειν; δεῖ ἡμᾶς ἄρα λογίσασθαι περὶ τοῦ υἱοῦ ὅτι ἀργήσει τοῦ βασιλεύειν, εἰ οὕτως ἄρα εἶχεν ἡ λέξις, ἀλλὰ ἀσεβήσομεν καὶ 〈τολμήσομεν〉 αὐτὸν μετὰ τῶν ὑποτασσομένων ἐναριθμῆσαι, μάλιστα μετὰ τὸ ἐνεργεῖν οὗ
5ἐνήργει παυόμενον. ἀλλὰ μὴ γένοιτο· οὐδεὶς γὰρ τῶν εἰς Χριστὸν πιστευόν‐ των καὶ ἐλπιζόντων ἐν ἀληθείᾳ διανοηθήσεται ἀπρεπῶς τῇ αὐτοῦ δόξῃ λέγειν ἢ ἀκούειν, ὡς οὗτοι ματαίως φρονοῦσι. πάντα δὲ ἡ θεία γραφὴ διδάσκει, 〈λέγουσα〉 «ὅταν εἴπῃ πάντα αὐτῷ ὑποτέτακται, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα,
10τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ὅπως τὸ ἀπ’ ἀρχῆς ὑπὸ τοῦ ἀγγέλου σημανθὲν καὶ ἐνταῦθα διὰ τοῦ ὁμοιώματος τοῦ λόγου συζευχθὲν τὴν φράσιν πᾶσαν τῆς δυνάμεως τοῦ λόγου ἀποφάνῃ ἀκολούθως τε καὶ τηλαυγῶς, ὡς καὶ ὁ ἄγγελος τὸ ὅμοιον ἔλεγεν, ἄνωθεν μὲν σημάνας τὸν υἱόν, εἶτα μετὰ προσθήκης περὶ τῆς
15ἐνσάρκου παρουσίας τὴν συνένωσιν δηλῶν, ὅτι «διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ (μετὰ προσθήκης τοῦ καί) ἅγιον κληθήσεται υἱὸς θεοῦ». διά τοι τοῦτο καὶ τὰ τοιαῦτα, ἐπειδὴ καὶ τὸ «διὸ καὶ τὸ γεννώμενον κληθήσεται υἱὸς θεοῦ», τούτου ἕνεκα «αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ἵνα μηκέτι τὸ σαρκικὸν σαρκικὸν εἴη τῇ δυνάμει, ἀλλὰ
20συνηνωμένον τῇ θεότητι, τὸ σαρκικὸν εἰς μίαν ἕνωσιν συνηνωμένον, σὺν πατρὶ βασιλεῦον καὶ ἁγίῳ πνεύματι, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». καὶ ἐξότε μὲν ἀνέστη, ἀρχὴν ἔλαβεν τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι». συνήνωται γὰρ ὁμοῦ εἰς μίαν τὴν αὐτοῦ θεότητα πνευματικῶς τὸ σαρ‐ κικόν. ἐπειδὴ δὲ λέγει «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, ἕως τῆς
25παρουσίας τοῦ υἱοῦ τοῦ ἀνθρώπου», καὶ «οὕτως ὄψεσθε αὐτόν, ὃν τρόπον εἴδετε αὐτὸν ἀναλαμβανόμενον», τότε λοιπὸν πάντων τελειωθέντων καὶ μηδενὸς ἔτι πρὸς πλήρωσιν ὑπολειπομένου τῶν ἐπὶ τὴν αὐτοῦ θεό‐ τητα † ἀναφέρειν * τὸ «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». * ἔστι σημαινό‐ μενον, ἵνα μὴ εἴη διαίρεσις· οὐ γὰρ ἔστιν, ἵνα μὴ νομισθῇ πολυθεΐα· μία
30γάρ ἐστιν ἡ δοξολογία. οὔτε γὰρ νῦν ὡς τυραννῶν ὁ υἱὸς οὐχ ὑποτέτακται
τῷ πατρὶ οὔτε ὑποτέτακται ὡς δοῦλος καὶ ἐξουσίαν μὴ ἔχων, (〈ὁ〉 ἐκ225 in vol. 3
Haer
.

3

.

226

πατρὸς γεγεννημένος, τῆς αὐτῆς φύσεως καὶ τῆς αὐτῆς θεότητος), οὔτε τότε κατὰ ἔλλειψιν οὔτε κατὰ ὑπόβασιν οὔτε κατὰ ἀνάγκην ἢ κατὰ λῆξιν ὑποτάσσεται τῷ πατρί, ἀλλ’ ὡς υἱὸς γνήσιος μονογενής, σὺν πατρὶ βασι‐ λεύων ἀεί, εἰς μίαν ἑνότητα καὶ εἰς ἓν γέρας τιμῆς ἀνάγων τὴν πᾶσαν
5κτίσιν καὶ διδάσκων αὐτοῦ τὴν ἐκκλησίαν, «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν», ἐπειδὴ μία ἐστὶν ἡ θεότης, μία ἡ κυριότης, μία δοξολογία πατρὸς υἱοῦ καὶ ἁγίου πνεύματος, πρεπόντως τιμωμένου τοῦ πατρὸς ὑπὸ τοῦ υἱοῦ ὡς γνησίου υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς οὐκ ἀλλοτρίου ὄντος πατρὸς καὶ υἱοῦ. καὶ ἀποκλειέσθωσαν τῶν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ
10τοῦ ἁγίου πνεύματος βλασφημούντων αὐτοὶ οἱ λόγοι καὶ τὰ ἐπινοήματα τῆς πρὸς τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἔχθρας. καὶ ἔτι πάλιν τὰ κακῶς ὑπ’ αὐτῶν ἐπινοούμενα φωράσαντες ἀνετρέψαμεν. 78. Πάλιν 〈ἀνα〉λέγουσι τῶν ἐκ τοῦ εὐαγγελίου λέξεις τινὰς καί φασιν· διὰ τί «οὐ δύναται ποιεῖν οὐδὲν ὁ υἱὸς ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ
15ἴδῃ τὸν πατέρα ποιοῦντα;» καὶ οὐ νοοῦσιν ἀπ’ ἀρχῆς τὰ λεγόμενα, ὅτι καίτοι γε ὁ πατὴρ οὐ πρότερον ἐποίησε καὶ ὕστερον ὁ υἱὸς ἐτεχνάσατο. ποῖον γὰρ οὐρανὸν ἐποίησε καθ’ ἑαυτὸν ὁ πατήρ, ἵνα ἀπὸ τοῦ τύπου τοῦ πρώτου οὐρανοῦ λαβὼν τὸ ὁμοίωμα ὁ υἱὸς οὕτως ἐργάσηται; ἀλλ’ οὐδεὶς τοῦτο δύναται δεῖξαι τῶν τὴν κακίαν ἐπινοούντων. «ἐν ἀρχῇ γὰρ ἐποίη‐
20σεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». ἀλλ’ ἅμα ἐν ἀρχῇ ἐν τῇ κοσμοποιίᾳ φάσκει «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», καὶ οὐκ εἶπε, δεῦρο ποιήσω καὶ ὑποδείξω πῶς ἐργάσῃ. ἔπειτα δὲ «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον», καὶ οὐκ εἶπεν, ἐποίησε καὶ ἔδειξε τῷ υἱῷ πῶς δεῖ ποιεῖν τὸν ἄνθρωπον. οὔτε γὰρ ἐν ἀγνοίᾳ ἦν ὁ υἱός, ἵνα μετὰ
25τὸ μαθεῖν τέχνην τότε τὰ ἐξ αὐτῆς ἐργάσηται. ἀλλ’ ἐπειδὴ πάλιν ἐλθὼν ὁ κύριος ἡμῶν τὴν σάρκα ἐνεδύσατο καὶ ἄνθρωπος ἐγένετο καὶ ἐν ἡμῖν συνανεστράφη, εἶχε δὲ πρὸς τοὺς Ἰουδαίους τὸν λόγον, οἵτινες ἐνόμιζον αὐτὸν τὰ τοῦ πατρὸς καταλύειν, βουλόμενος ἀναγαγεῖν αὐτῶν τὴν διάνοιαν, τοῦ μὴ προσέχειν τῇ αὐτοῦ ἐνανθρωπήσει μόνον, ἔλεγεν «οὐδὲν ποιεῖ
30ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα», ἵνα δείξῃ τὸ ἔργον τοῦ υἱοῦ εἶναι ἔργον τοῦ πατρὸς καὶ τὸν πατέρα εὐδοκοῦντα ἐπὶ τῇ αὐτοῦ τῆς πάσης ἐργασίας οἰκονομίᾳ. οὕτω καὶ κατὰ ἀκολουθίαν καὶ 〈περὶ〉 τὰς ἄλλας λέξεις προσκόπτοντες ὡς θῆρες καὶ ἐλεγχόμενοι ἀπὸ προσώπου
τῆς τοῦ λόγου ἀστραπῆς, τῆς ἀληθείας, διωχθήσονται. «ἄστραψον ἀστρα‐226 in vol. 3
Haer
.

3

.

227

πὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.» 79. Πρόσκειται γὰρ ταύτῃ τῇ λέξει, ἃ ἀναλέγουσι καθ’ εἱρμὸν καὶ λέγουσιν ἀπὸ τοῦ εὐαγγελίου «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα
5δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε», καὶ πάλιν «ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ. ὁμοίως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ», καὶ πάλιν «οὐδένα γὰρ ὁ πατὴρ κρινεῖ, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα». ὅρα δέ μοι λοιπόν, Ἄρειε, τὸ πέρας
10τῆς πρὸς σὲ διαλογῆς, ποῦ ἀπετέλεσεν ὁ λόγος. οὐκ εἶπε τινὰς ναὶ καὶ τινὰς οὔ, ἀλλ’ «ἵνα πάντες τιμῶσι τὸν υἱόν, ὡς τιμῶσι τὸν πατέρα». μὴ ἀτίμαζε τοίνυν τὸν υἱόν, ἵνα μὴ ἀτιμάσῃς τὸν πατέρα. εἰ γάρ τι εἰς τὸν υἱὸν λογίζῃ ὑποβεβηκὸς ἢ ἐλάττωμα διανοεῖσθαι, οὐκοῦν καὶ ἐπὶ τὸν πατέρα ἀναβαίνει σου ἡ διάνοια; τῆς γὰρ αὐτῆς σοι τολμηρίας ἐστὶ τὸ
15εἰς τὸν υἱὸν 〈ἐλαττόνωσ〉 διανοεῖσθαι καὶ μὴ τιμᾶν αὐτόν, καθάπερ τιμᾷς τὸν πατέρα. ἵνα 〈τί〉 γὰρ καὶ δίδωσιν αὐτῷ ὁ πατήρ, λέγε μοι, ὦ γεννάδα, τί λέγει; «ἵνα ὃν θέλῃ ὁ υἱὸς ζωογονήσῃ»· οὐκ εἶπεν ὃν κελεύεται. ἔδει δὲ ταῦτα πάντα τὸν υἱὸν δέξασθαι παρὰ πατρός, ἀλλ’ οὐκ ἐλάττονα εἶναι παρὰ τὸν πατέρα, μάλιστα κατὰ δύο τρόπους· πρῶτον μὲν διὰ τὸ
20ἀναγαγεῖν ἡμῶν τὴν διάνοιαν εἰς μίαν ἕνωσιν θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μὴ εἰς μερισμοὺς καὶ πολυθεΐαν καταγαγεῖν τὸν τῶν ἀνθρώπων λογισμόν, ἀλλ’ ἀναφέρειν εἰς μίαν ἑνότητα· δεύτερον δὲ καὶ εἰς τὴν τῆς ἐνσάρκου παρουσίας μεταβολὴν δόξης καὶ συνένωσιν τῆς αὐτοῦ θεότητος. ἐπειδὴ γὰρ ἦλθε τοὺς μαθητὰς αὐτοῦ εὐφρᾶναι
25διὰ τῆς ὑποσχέσεως ἧς εἶπεν ὅτι «εἰσὶ τῶν αὐτοῦ ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ», «καὶ τῇ ὀγδόῃ ἡμέρᾳ», ὡς λέγει τὸ εὐαγγέλιον, ἢ ὡς τὸ ἕτερον λέγει «μετὰ ἓξ ἡμέρας», —οὐ τῶν εὐαγγελιστῶν ἕτερα ἀνθ’ ἑτέρων λεγόντων, ἀλλὰ μιᾶς οὔσης τῆς ἀκριβείας, ἀεί ποτε δὲ ἀσφαλι‐
30ζομένης, ἵνα μὴ πρόφασις γένηται τὸ τοὺς ἀνθρώπους προσκόπτειν ἐν
τοῖς ἀναγκαίοις, ἐπειδήπερ «ἔγκειται ἡ ἔννοια τοῦ ἀνθρώπου ἐπὶ τὰ227 in vol. 3
Haer
.

3

.

228

πονηρὰ ἐκ νεότητος ἐπιμελῶς». διὰ τοῦτο εἷς εὐαγγελιστὴς τῇ ὀγδόῃ ἡμέρᾳ εἶπεν. ἦν γὰρ μέρος τι τῆς ἡμέρας ὑπολειπόμενον, ὅτε τὸν λόγον ἔφη, καὶ συνηρίθμησεν ἀπ’ ἐκείνης τῆς ἡμέρας καὶ τῆς ὥρας, εἰ ἦν ἡ ἡμέρα κεκλικυῖα περὶ ἐνάτην ὥραν ἢ δεκάτην· καὶ πάλιν ἐν τῇ ὀγδόῃ
5ἡμέρᾳ περὶ τὴν τρίτην ἢ τετάρτην ὥραν τοῦ πράγματος γεγονότος, ὀγδόη αὕτη ἐκαλεῖτο. ὁ δὲ ἄλλος εὐαγγελιστὴς ἀσφαλίζεται καὶ λέγει μετὰ ἓξ ἡμέρας. οὐκ ἠρίθμησε γὰρ ἐν ᾗ τὸν λόγον ἔφη τοῖς μαθηταῖς οὐδὲ ἐν ᾗ τὸ ἔργον ἐπετέλεσεν, ἀλλὰ τὰς μέσον ἓξ πληρεστάτας ἡμέρας. 80. Ὧδε δὲ περὶ τὸν λόγον γενόμενος τὴν φράσιν ὑποδείξω, ὅπως
10«παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνήνεγκεν αὐτοὺς εἰς τὸ ὄρος καὶ μετεμορφώθη καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος», τὸ ἐν σαρκὶ πρόσωπον συνὸν [ἐν] τῇ θεότητι, «καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς χιών», δηλονότι ἡ σὰρξ ἡ ἀπὸ Μαρίας οὖσα καὶ ἐκ τοῦ ἡμετέρου γένους τυγχάνουσα· καὶ μετεμορφοῦτο εἰς δόξαν, δόξαν ἐπικτωμένη τῆς θεότητος,
15τὴν τιμήν τε καὶ τελειότητα καὶ δόξαν τὴν ἐπουράνιον, ἣν μὴ εἶχεν ἡ σὰρξ ἀπ’ ἀρχῆς, ἐνταῦθα δὲ 〈ἦν〉 λαβοῦσα ἐν τῇ συνενώσει τοῦ θεοῦ λόγου. οὕτω καὶ τὰ προειρημένα νόει, ὅτι «τὴν πᾶσαν κρίσιν δέδωκε τῷ υἱῷ» ὅτι ἔδωκεν αὐτῷ ἐξουσίαν, «ἵνα ὃν θέλει ζωογονήσῃ», ἵνα τὴν μὲν πρώτην ἀρχὴν δείξῃ τὴν ἕνωσιν τῆς μιᾶς θεότητος καὶ τὸ ἓν θέλημα,
20ἐπὶ τὸν πατέρα φέρων τὰ ὅλα τῆς ἀγαθωσύνης καὶ ἐπὶ τὴν μίαν ἀρχὴν καὶ θεότητα, [τῶν] τριῶν οὐσῶν τελείων ὑποστάσεων, μιᾶς δὲ θεότητος, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ τῆς ἐνσάρκου πάλιν παρουσίας προσλαμβανούσης μετὰ τῆς θεότητος τὴν ἀπὸ πατρὸς καὶ υἱοῦ κεχαρισ‐ μένην αὐτῇ τοῦ ἀξιώματος δωρεάν τε καὶ ἐξουσίαν καὶ τελειότητα, καὶ
25εἰς μίαν θεότητος πνευματικὴν συνένωσιν 〈συνηνωμένησ〉. 81. Καὶ μάλα μόλις διεδράσαμεν τὸ δυσθαλάττιον τοῦτο χωρίον καὶ τὴν πᾶσαν ταύτην θηριοβολίαν, ἄγριά τε κυμάτων κυρ〈τ〉ώματα, ἀφρισμοὺς δὲ καὶ σάλους δεινούς, βέλη τε ἐναντίων καὶ θυρεοὺς κατακαύ‐ σαντες κατὰ τὸν ὀρθὸν λογισμὸν ἐν διανοίᾳ, τόξα τε τῶν δι’ ἐναντίας
30κατακλάσαντες, * ἐπὶ τὸ ἑρπετὸν τοῦτο τὸ πολυκέφαλον ὕδρας ἄμορφον κατάστημα, λαβόντες ἐκ θεοῦ τὴν δύναμιν καὶ τὴν χάριν
οἱ ἀνίκανοι, ὥστε ἐν θεῷ ἰσχύσαντας τὴν ἐπινίκιον ᾄδειν φωνὴν228 in vol. 3
Haer
.

3

.

229

〈τὴν〉 λέγουσαν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν», καὶ συντρίψαντες τὴν κεφαλὴν τοῦ δράκοντος ἐπάνω τοῦ ὕδατος τοῦ «ἡσύχως πορευομένου», οὗ οὐκ ἠθέλησαν τὴν μετοχὴν ἔχειν οἱ νέοι μετὰ Ἰουδαίων κληρονομίαν κεκτημένοι, πρὸς
5οὓς ἀποτεινόμενος ὁ προφήτης ἔλεγε «διὰ τὸ μὴ θέλειν ὑμᾶς ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν ὑμᾶς τὸν Ῥαασσὼν τὸν βασιλέα καὶ τὸν Ταβεὴλ υἱὸν Ῥομελίου, ἰδοὺ ἐπάγει κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρόν, τὸν βασιλέα τῶν Ἀσσυρίων» καὶ τὰ ἑξῆς. ἡμεῖς δὲ λαβόντες ἐν κυρίῳ τὴν βοήθειαν καὶ τὸ ἀπὸ ἀληθινῆς
10σαρκὸς «πτύσμα ἐπὶ τῆς γῆς βεβλημένον» καὶ τὸ μετὰ τοῦ πτύσματος «φύραμα τοῦ πηλοῦ ἐν τοῖς ὀφθαλμοῖς» ἡμῶν κεχαραγμένον, ἵνα οἵ ποτε ἐν ἀγνοίᾳ νῦν τὴν ἀλήθειαν γνῶμεν, ἀπελθόντες καὶ νιψάμενοι ἐν τῷ Σιλωάμ, τῷ ἀπεσταλμένῳ ἑρμηνευομένῳ, τουτέστιν ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ καὶ ἐν θεότητι τελειότητος, καὶ λοιπὸν ἑωρακότες οὐκέτι ἀρνού‐
15μεθα τὸν κύριον, εἰ καὶ ἀποσυναγώγους ἡμᾶς ποιήσωσιν οἱ τῆς Ἀρείου φατρίας καὶ Ἰουδαίων διάδοχοι· ἔθεντο γὰρ καὶ οὗτοι, καθάπερ κἀκεῖνοι, πάντα τὸν ὁμολογοῦντα τὸν κύριον «ἀποσυνάγωγον αὐτῶν γενέσθαι», ἵνα δείξωσι τὸν ἀναβλέψαντα ἔλεγχον γεγονότα τῶν ἀβλεπτούντων. εἰ μὴ γὰρ ἦν ἡ συναγωγὴ αὐτῶν τυφλὴ ὅλη, οὐκ ἂν οὗ ἠνοίχθησαν οἱ
20ὀφθαλμοὶ ἀποσύνακτον ἐποίουν. εὐχαριστήσωμεν τοίνυν τῷ κυρίῳ, ὅτι καὶ ἀνεβλέψαμεν καὶ ὁμολογοῦμεν τὸν κύριον καὶ ἐθεραπεύσαμεν τὰ σίνη, ἐὰν καὶ τὸ ἔργον τῶν ἐντολῶν αὐτοῦ πράξωμεν, καὶ κατεπα‐ τήσαμεν τὸν ὄφιν καὶ συνετρίψαμεν τὴν κεφαλὴν τοῦ δράκοντος ἐν τῇ τοῦ θεοῦ δυνάμει· ᾧ ἡ δόξα, τιμή, κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρί,
25σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Καταλείψαντες δὲ τὴν νενεκρωμένην ταύτην ὕδραν, τὴν ἑπτακέφαλον καὶ πολύσχιδον, ἐπὶ τὰς ἑξῆς συνήθως προέλθωμεν, ἀγαπητοί, θεὸν τὸν ἀεὶ βοηθὸν ἐπικαλούμενοι τὴν αὐτὴν ἡμῶν ποιήσασθαι ἐπιμέλειαν καὶ τῶν βουλομένων τούτῳ τῷ πονήματι ἐντυγχάνειν, εἰς ἴασιν τῶν
30δεδηγμένων καὶ εἰς διόρθωσιν τῶν [μὴ] ἐν κακοῖς ἤδη ἐξετασθέντων.229 in vol. 3
Haer
.

3

.

232

(16)

Περὶ τοῦ σχίσματος τῶν Αὐδιανῶν ν, τῆς δὲ ἀκολουθίας ο. 1. Αὐδιανοὶ εἴτ’ οὖν Ὠδιανοὶ τάγμα εἰσίν *. οὗτοι δὲ ἐν μοναστηρίοις τὴν κατοίκησιν κέκτηνται ἀναχωροῦντες, [τάγμα ὄντες] ἐν ἐρημίαις τε
καὶ πλησιαίτερον πόλεων ἐν προαστείοις τε καὶ ὅπου τὰς ἑαυτῶν μονὰς232 in vol. 3
Haer
.

3

.

233

ἤτοι μάνδρας ἔχουσιν. οὗτος ὁ Αὔδιος τούτων ἀρχηγὸς γεγένηται ἐν χρόνοις Ἀρείου, ὁπηνίκα συνεκροτήθη κατὰ Ἀρείου ἡ σύνοδος τῶν αὐτὸν καθελόντων. ἦν δὲ ὁ ἀνὴρ ἀπὸ τῆς Μέσης τῶν ποταμῶν ὁρμώμενος, διαφανής τις κατὰ τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ ἀκραιφνὲς τοῦ βίου καὶ
5κατὰ θεὸν ζήλου καὶ πίστεως· ὃς πολλάκις θεώμενος τὰ ἐν ταῖς ἐκκλησίαις γενόμενα εἰς πρόσωπον ἐπισκόπων τε καὶ πρεσβυτέρων ἐλεγκτικῶς ἀντετίθει τοῖς τοιούτοις λέγων· οὐ χρὴ ταῦτα οὕτως γενέσθαι, οὐκ ὀφείλει ταῦτα οὕτως πράττεσθαι, ὡς ἀνὴρ ἀληθεύων καὶ ὁποῖα φιλεῖ ὑπὸ τῶν φιλαλήθως ἐλευθεροστομούντων ἀνδρῶν 〈γενέσθαι〉, μάλιστα τῶν τὸν
10βίον ἀκρότατα βιούντων. διὸ τοιαῦτα ὁρῶν ὡς προεῖπον ἐν ταῖς ἐκκλη‐ σίαις λαλεῖν ἠναγκάζετο πρὸς ἔλεγχον, καὶ οὐκ ἐσιώπα. εἴ τινα γὰρ εἶδε τῶν φιλοχρηματούντων τοῦ κλήρου, ἢ ἐπίσκοπον ἢ πρεσβύτερον ἢ ἕτερόν τινα τοῦ κανόνος, πάντως ἐφθέγγετο. καὶ εἰ ἑώρα τινὰ ἐν τρυφῇ καὶ σπατάλῃ 〈βιοῦντα〉 ἤ τινα παραχαράττοντα τὰ ἐν τῷ ἐκκλησιαστικῷ
15κηρύγματι καὶ θεσμῷ τῆς ἐκκλησίας, μὴ φέρων ὁ ἀνὴρ προεβάλλετο ὡς ἔφην τὸν λόγον. καὶ ἦν τοῦτο τοῖς μὴ τὸν βίον δεδοκιμασμένον ἔχουσιν ἐπαχθές. ὑβρίζετο δὲ ἕνεκεν τούτου καὶ ἀντελέγετο, ἐμισεῖτο, ἔφερε κλυδωνιζόμενός τε καὶ ὠθούμενος καὶ ἀτιμαζόμενος, ἕως χρόνου ἱκανοῦ ἐν ταῖς ἐκκλησίαις συναγόμενος, ἕως ὅτε δεινῶς ἐνέγκαντές τινες ἐξεοῦσι
20τὸν ἄνδρα διὰ τὴν τοιαύτην αἰτίαν. ὁ δὲ οὐκ ἠνείχετο, ἀλλ’ ἐβιάζετο μᾶλλον ἀλήθειαν μὲν λέγειν, μὴ ἀναχωρεῖν δὲ τοῦ συνδέσμου τῆς μιᾶς ἑνώσεως τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ὡς δὲ ἐτύπτετο αὐτός τε καὶ οἱ ἅμα αὐτῷ πολλάκις τὰ δεινά τε ἔπασχε, βαρυστονήσας σύμβουλον λαμ‐ βάνει ἑαυτοῦ τὴν ἀνάγκην τῶν ὕβρεων. ἑαυτὸν γὰρ ἀφορίζει τῆς ἐκκλησίας,
25πολλοί τε ἅμα αὐτῷ ἀφηνιάζουσι, καὶ οὕτως τὴν διαίρεσιν εἰργάσατο, οὔ τι ἔχων παρηλλαγμένον τῆς πίστεως, ἀλλ’ ὀρθότατα μὲν πιστεύων αὐτός τε καὶ οἱ ἅμα αὐτῷ· εἰ καὶ χρὴ τὰ μάλιστα λέγειν ἐν μικρῷ τινι αὐτὸν φιλονείκως φέρεσθαί τε καὶ τοὺς ἅμα αὐτῷ. 2. Μετὰ γὰρ τοῦ ὁμολογεῖν περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
30θαυμαστῶς ὡς ἔχει ἡ καθολικὴ ἐκκλησία ὀρθοδοξότατά τε φυλάττειν
τά τε ἄλλα πάντα τοῦ βίου 〈εἶχε〉 θαυμαστά· ταῖς γὰρ ἰδίαις χερσὶν233 in vol. 3
Haer
.

3

.

234

ἐργαζόμενος αὐτός τε καὶ οἱ ὑπ’ αὐτὸν ἐπίσκοποί τε καὶ οἱ πρεσβύτεροι καὶ οἱ λοιποὶ πάντες διατρέφονται· ὕστερον δὲ μετὰ τὸ ἐξεωθῆναι τῆς ἐκκλησίας, ἀπὸ ἄλλου ἐπισκόπου τὰ αὐτὰ συζητοῦντος καὶ ἀναχωρή‐ σαντος τῆς ἐκκλησίας χειροτονεῖται οὗτος ἐπίσκοπος. περὶ 〈δὲ〉 οὗ
5ἐπελαβόμην λέγειν (ἐπειδήπερ ἐν παρεκβάσει γεγένημαι, αὖθις ἐπανα‐ λαβὼν διέξειμι τὴν ὑφήγησιν), φημὶ δὲ περὶ τῆς ὡς ἐπὶ τὸ σκληρότατον καὶ ἰδιωτικὸν καὶ φιλόνεικον [τῆς] παρ’ αὐτῷ ᾀδομένης λέξεως ἀπὸ τῆς θείας γραφῆς. τὸ γὰρ κατ’ εἰκόνα οὗτος καὶ οἱ μετ’ αὐτοῦ, ὅπερ ὁ θεὸς δεδώρηται τῷ Ἀδάμ, ἀποκρότως βούλεται ὁρίζειν, εἶναι τοῦτο
10πληρούμενον κατὰ τὸ σῶμα, ἀπὸ τοῦ δῆθεν λεγομένου ῥητοῦ τοῦ «ποιή‐ σωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». καὶ εἶτα ἐπιφέρει λέγων ὁ θεῖος λόγος ὅτι «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς». ἐπειδή, φησίν, εἶπεν 〈ὅτι ἐποίησεν〉 ἄνθρω‐ πον ἀπὸ τῆς γῆς, ὅρα ὅτι ἀληθέστατα ὅλον τὸ χοϊκὸν εἶπεν ἄνθρωπον·
15ἄρα γε αὐτὸ τὸ χοϊκὸν προέλεγεν ἔσεσθαι κατ’ εἰκόνα θεοῦ. καὶ ἔστι τοῦτο ἀπόκροτον, ὡς ἔφην, καὶ ἰδιωτικόν, τὸ ὁρίζεσθαι 〈κατ’〉 ἄνθρωπον ἐν ποίῳ μέρει τέτακται τοῦ ἀνθρώπου τὸ κατ’ εἰκόνα (εἰ χρὴ ὅλως μέρος λέγειν), διὰ τὰ πολλὰ τὰ ἀντιπίπτοντα τῇ τῶν ἀνθρώπων ἐννοίᾳ κατὰ τὸ ῥῆμα τοῦτο καὶ ἔχοντα ζητημάτων πληθύν. ἢ γὰρ ποιήσομεν τὸν
20θεὸν ὁρατόν τε καὶ σωματικόν, εἴπερ ἐν τῷ σώματι τὸ κατ’ εἰκόνα πληροῦται σωματικῶς καὶ 〈οὐκ〉 ἐσχηματισμένως, ἢ ἄνθρωπον τῷ θεῷ ἐξισοῦμεν τοῦτο φάσκοντες. διὸ οὐ χρὴ πάντως ὁρίζειν ἢ διισχυρίζεσθαι ἐν ποίῳ μέρει τὸ κατ’ εἰκόνα πληροῦται, ἀλλ’ ὁμολογεῖν μὲν τὸ κατ’ εἰκόνα εἶναι ἐν τῷ ἀνθρώπῳ, ἵνα μὴ τὴν χάριν τοῦ θεοῦ ἀθετήσωμεν καὶ ἀπιστήσωμεν
25θεῷ. ὅσα μὲν γὰρ λέγει ὁ θεός, ταῦτα ἀληθῆ τυγχάνει, εἰ καὶ ἐξέφυγε τὴν ἡμῶν ἔννοιαν ἐν ὀλίγοις λόγοις. ἀρνήσασθαι οὖν τοῦτο τὸ κατ’ εἰκόνα οὐ πιστὸν οὔτε τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας. ἔστι γὰρ πᾶς ἄνθρωπος σαφῶς κατ’ εἰκόνα, καὶ οὐδεὶς τῶν ἐχόντων εἰς θεὸν τὴν ἐλπίδα ἀρνήσεται, εἰ μὴ ἄν τινες ἑαυτοῖς μύθους πλάσσουσιν ἐκβαλλόμενοι τῆς ἐκκλησίας
30καὶ τῆς τῶν πατέρων ἐκ προφητῶν τε καὶ νόμου καὶ ἀποστόλων καὶ
εὐαγγελιστῶν παραδόσεως.234 in vol. 3
Haer
.

3

.

235

3. Ὥστε οὖν ἐκεῖνοι φιλονεικότερον ἐν τούτῳ διακείμενοι ἐκτὸς καὶ αὐτοὶ βαίνουσι τῆς κατὰ τὴν ἐκκλησιαστικὴν ὑπόθεσιν παραδόσεως, τῆς πιστευούσης κατ’ εἰκόνα μὲν εἶναι πάντα ἄνθρωπον, μὴ ὁρίζειν δὲ 〈ἐπιχειρούσησ〉 ἐν ποίῳ τέτακται τὸ κατ’ εἰκόνα, μήτε ἐχόντων τῶν
5μυθωδῶς περὶ τούτων διαλαμβανόντων εἴτ’ οὖν ἀρνουμένων δεῖξαι. οἱ μὲν γὰρ λέγουσιν ἐν τῇ ψυχῇ πληροῦσθαι τὸ κατ’ εἰκόνα, νομίζοντες τὸ κατὰ τὴν σάρκα μόνον συλλογίσασθαι δύνασθαι, καὶ οὐκ ἴσασιν οἱ τοιοῦτοι ὅτι τὸ κατὰ ψυχὴν συλλογίζεται, εἰ χρὴ συλλογισμοῖς προσέχειν καὶ μὴ ἁπλῶς ἁπλῇ τῇ διανοίᾳ θεῷ προσιέναι καὶ πιστεύειν, ὅτι
10τὰ ὑπὸ θεοῦ εἰρημένα ἐστὶν ἀλήθεια, αὐτῷ δὲ μόνῳ ἐγνωσμένα τῷ τὴν πᾶσαν ἀλήθειαν εἰδότι. ἄλλοι δὲ λέγουσιν οὔτε ἐν ψυχῇ οὔτε ἐν σώματι, ἀλλὰ ἀρετὴν εἶναι τὸ κατ’ εἰκόνα. ἕτεροι δὲ φάσκουσι μὴ εἶναι τὴν ἀρετήν, ἀλλὰ τὸ βάπτισμα καὶ τὸ χάρισμα τὸ ἐν τῷ βαπτίσματι, δῆθεν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ
15φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». ἄλλοι δὲ πάλιν τοῦτο οὐ βούλονται, ἀλλὰ θέλουσι λέγειν τότε μὲν εἶναι τὸ κατ’ εἰκόνα ἐν τῷ Ἀδάμ, ἕως ὅτε ἐν παρακοῇ γέγονε καὶ βέβρωκεν ἀπὸ τοῦ ξύλου καὶ ἐξεώθη. ἀφ’ οὗ δὲ ἐξεώθη, ἀπώλεσε τὸ κατ’ εἰκόνα. καὶ πολλή τίς ἐστι τῶν ἀν‐ θρώπων μυθοποιία, οἷς οὐ χρὴ «οὐδὲ πρὸς ὥραν εἶξαι», οὔτε τούτοις
20οὔτε ἐκείνοις, τοῖς οὕτω ἢ οὕτω λέγουσιν, ἀλλ’ εἶναι μὲν πιστεύειν ἐν τῷ ἀνθρώπῳ τὸ κατ’ εἰκόνα, ἐν παντὶ δὲ μάλιστα καὶ οὐχ ἁπλῶς 〈ἔν τινι μέρει〉. ποῦ δέ ἐστιν ἢ ποῦ πεπλήρωται τὸ κατ’ εἰκόνα, αὐτῷ μόνῳ ἔγνωσται τῷ θεῷ, τῷ κατὰ χάριν τῷ ἀνθρώπῳ δωρησαμένῳ τὸ κατ’ εἰκόνα. οὔτε γὰρ ἀπώλεσεν ὁ ἄνθρωπος τὸ κατ’ εἰκόνα, ἀλλ’ εἰ ἄρα
25ἐχυδαίωσε τὸ κατ’ εἰκόνα, μολύνας ἑαυτὸν ἐν ἀδιαφόροις πράγμασι καὶ ἀνηκέστοις ἁμαρτίαις. ἰδοὺ γὰρ μετὰ τὸν Ἀδὰμ τῷ Νῶε λέγει «ἰδοὺ δέδωκά σοι πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε, μὴ φάγε σάρκα ἐν αἵματι ψυχῆς, ὅτι ἐγὼ ἐκζητήσω τὰς ψυχὰς ὑμῶν. πᾶς ὁ ἐκχέων αἷμα ἀνθρώπου ἐπὶ τῆς γῆς, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται τὸ
30αἷμα αὐτοῦ, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον, καὶ ἐγὼ ἐκζητήσω τὸ αἷμα ὑμῶν ἐκ παντὸς τοῦ ἐκχέοντος αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς». καὶ ὁρᾷς ὅτι ἐν τῷ ἀνθρώπῳ λέγεται τὸ κατ’ εἰκόνα μετὰ δεκάτην γενεὰν
τοῦ τὸν Ἀδὰμ πλασθῆναι; ἅμα δὲ καὶ Δαυὶδ μετὰ πολὺν χρόνον λέγει235 in vol. 3
Haer
.

3

.

236

〈ἐν〉 πνεύματι ἁγίῳ· «τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· 〈μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος»,〉 ἀλλὰ καὶ καθεξῆς μετὰ τοῦτον ὁ ἀπόστολός φησιν «ἀνὴρ οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων», ἀλλὰ καὶ μετὰ τοῦτον Ἰάκωβος φάσκει λέγων περὶ
5τῆς γλώσσης ὅτι «ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου· ἐν αὐτῇ εὐλογοῦμεν τὸν θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώ‐ πους, τοὺς κατ’ εἰκόνα θεοῦ γεγονότας· οὐ χρὴ ταῦτα οὕτως γίνεσθαι, ἀδελφοί μου». καὶ ὅρα ὅτι ἐξέπεσεν ὁ λόγος τῶν λεγόντων τὸν Ἀδὰμ τὸ κατ’ εἰκόνα ἀπολωλεκέναι.
10 4. Τῶν δὲ πάλιν λεγόντων τὴν ψυχὴν εἶναι τὸ κατ’ εἰκόνα ὁ λόγος ἐστὶ τοιόσδε καὶ ἡ ἀπολογία· ὅτι, φησίν, ἔστιν ἀόρατος ὡς ὁ θεός ἐστιν ἀόρατος, ἐνεργητική ἐστι, κινητική ἐστι, διανοητική ἐστι, λογιστική ἐστι, καὶ τούτου ἕνεκα αὐτή ἐστι τὸ κατ’ εἰκόνα, ἐπειδὴ θεὸν ἐπὶ γῆς μιμεῖται, κινοῦσά τε καὶ πράττουσα καὶ τἄλλα ποιοῦσα ὅσαπερ κατὰ τὸ λογιστικὸν
15πράττει ὁ ἄνθρωπος. εὑρίσκονται δὲ καὶ οὗτοι συλλογιζόμενοι. καὶ γὰρ εἰ διὰ ταῦτα καλεῖται κατ’ εἰκόνα ψυχή, οὐκέτι δύναται εἶναι κατ’ εἰκόνα. ὁ γὰρ θεὸς ἐπέκεινα μυριονταπλάσιον παρὰ τὴν ψυχὴν καὶ ἔτι περιττότερόν ἐστιν ἀκατάληπτος καὶ ἀπερινόητος, πάντα εἰδώς, τὰ προόντα καὶ τὰ παρόντα, καὶ 〈τὰ〉 ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, πέρατα
20γῆς καὶ πυθμένας ἀβύσσου, ἄκρα οὐρανῶν καὶ πάντα τὰ ὄντα, αὐτὸς περιέχων τὰ πάντα, ὑπ’ οὐδενὸς δὲ περιεχόμενος. ἡ δὲ ψυχὴ περιέχεται μὲν ἐν σώματι, ἀγνοεῖ δὲ ἀβύσσου τοὺς πυθμένας, οὐκ ἐπίσταται τὸ εὖρος τῆς γῆς τέρματα τῆς οἰκουμένης ἀγνοεῖ, ἄκρα οὐρανῶν οὐ κατεί‐ ληφε, * πόσα μέλλει ἔσεσθαι ἢ πότε γίνεται πόσα τε πρὸ αὐτῆς γεγένηται.
25καὶ πολλά ἐστι περὶ αὐτῆς καὶ τῶν τοιούτων λέγειν. ἅμα δὲ καὶ μερισμοὺς ἔχει, θεὸς δὲ ἀμέριστός ἐστι. φησὶ γὰρ ὁ ἀπόστολος «ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος μέχρι μερισμοῦ ψυχῆς καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυ‐ μήσεων καὶ ἐννοιῶν. καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνάπιον αὐτοῦ» καὶ
30τὰ ἑξῆς. καὶ ὁρᾷς ὅτι διέπεσε καὶ τούτων ὁ λόγος. 5. Καὶ πάλιν τῶν λεγόντων τὸ σῶμα εἶναι κατ’ εἰκόνα διαπίπτει [πάλιν] ὁ λόγος. πῶς γὰρ δυνατὸν εἶναι τὸ ὁρατὸν τῷ ἀοράτῳ παραπλήσιον; πῶς τὸ σωματικὸν τῷ ἀσωμάτῳ; πῶς τὸ ἁφὴν ἔχον τῷ ἀκαταλήπτῳ;
ὁρῶμεν γὰρ ἡμεῖς ἀπὸ τῶν ἔμπροσθεν οἷς ἔχομεν ὀφθαλμοῖς, τὰ κατόπιν236 in vol. 3
Haer
.

3

.

237

δὲ ἀγνοοῦμεν, ἐν θεῷ δὲ οὐ πάθος, οὐκ ἐλάττωμα, μὴ γένοιτο, ἀλλὰ πανταχόθεν ἐστὶ φῶς, πανταχόθεν ὀφθαλμός, πανταχόθεν δόξα, πνεῦμα ὢν ὁ θεὸς καὶ πνεῦμα ὑπὲρ πνεῦμα καὶ φῶς ὑπὲρ πᾶν φῶς. πάντα γὰρ τὰ ὑπ’ αὐτοῦ γενόμενα ὑποβέβηκε τὴν αὐτοῦ δόξαν· μόνη δὲ ἡ τριὰς ἐν
5ἀκαταληψίᾳ καὶ ἐν δόξῃ ἀνεικάστῳ καὶ ἀκαταλήπτῳ. τῶν δὲ πάλιν λεγόντων τὴν ἀρετὴν εἶναι 〈τὸ〉 κατ’ εἰκόνα, ἀρετὴ δὲ ἄνευ φυλακῆς ἐνταλμάτων οὐ δύναται εἶναι, πολλοὶ δὲ ἐν ἀρετῇ δια‐ φερέστεροι ἀλλήλων. ἀρετῆς γάρ ἐστιν εἴδη πολλά. οἴδαμεν γὰρ αὐτοὶ καί τινας ἀπὸ ὁμολογητῶν ὑπάρχοντας, οἵτινες ἑαυτῶν τὸ σῶμα δεδώκασι
10καὶ τὴν ψυχὴν ὑπὲρ τοῦ ἑαυτῶν δεσπότου ἐν ὁμολογίᾳ, ἐν ἁγνείᾳ διατελέσαν‐ τες πίστιν τε ἀληθεστάτην ἐκτήσαντο, εὐσεβείᾳ διενηνόχασι, φιλαν‐ θρωπίᾳ καὶ εὐλαβείᾳ, ἐν νηστείαις τε διῆξαν καὶ ἐν πάσῃ ἀγαθότητι καὶ ἐν ἀρετῆς τεκμηρίοις. συμβέβηκε δὲ αὐτοὺς ἔχειν ἐλάττωμα, ἤτοι λοιδόρους 〈εἶναι〉 ἤτοι ὀμνύντας ἐν ὀνόματι θεοῦ ἢ εἶναι μυθώδεις ἢ
15ἀγανακτικοὺς ἢ βίον κεκτῆσθαι * χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλων, ἅτινα ἐλλιπῆ ποιεῖται τῆς ἀρετῆς τὰ μέτρα. τί οὖν εἴπωμεν; τὸ μὲν κατ’ εἰκόνα διὰ τὴν ἀρετὴν ἐκτήσαντο, διὰ δὲ τὰ ὀλίγα ἀνθρώπινα τῶν ἐλατ‐ τωμάτων παραχρῆμα * εἶναι τὴν εἰκόνα καὶ οὐκέτι τελείαν τὴν ἐν αὐτοῖς εἰκόνα; καὶ πάλιν διέπεσεν ὁ τούτων λόγος. τῶν δὲ πάλιν λεγόντων
20τὸ βάπτισμα εἶναι 〈τὸ〉 κατ’ εἰκόνα πολύ τι διαπίπτει ὁ λόγος. οὔτε γὰρ Ἀβραὰμ ἔσχε τὸ βάπτισμα οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε Ἠλίας οὔτε Μωυσῆς οὔτε οἱ πρότερον 〈οἱ〉 περὶ Νῶε καὶ Ἐνὼχ οὔτε οἱ περὶ τοὺς προφήτας, Ἠσαΐαν καὶ τοὺς καθεξῆς. τί οὖν; ἆρα ἐκεῖνοι οὐκ ἔχουσι τὸ κατ’ εἰκόνα; καὶ πολλή τίς ἐστι πρὸς τούτους ἡ ἀντιλογία, ὥσπερ
25〈πρὸσ〉 τοὺς περὶ Αὔδιον, φιλονείκως ὁρίζοντας εἶναι ἐν τῷ σώματι τὸ κατ’ εἰκόνα. 6. Φέρουσι δὲ καὶ ἄλλας τινὰς μαρτυρίας οἱ αὐτοὶ Αὐδιανοὶ ἀπὸ τῆς θείας γραφῆς, λέγοντες ὅτι «ὀφθαλμοὶ κυρίου ἐπὶ τὸν πένητα ἀπο‐ βλέπουσι καὶ τὰ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν», καὶ «χεὶρ κυρίου ἐποίησε
30ταῦτα πάντα», καὶ «οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, σκληροτράχηλοι»; καὶ «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου», καὶ ὅσα
τοιαῦτα περὶ θεοῦ γέγραπται· καὶ ὅτι «εἶδον τὸν κύριον Σαβαὼθ καθή‐237 in vol. 3
Haer
.

3

.

238

μενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου», καὶ «ἦν ἡ κεφαλὴ αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καὶ τὸ περιβόλαιον αὐτοῦ ὡσεὶ χιών». καὶ ὁρᾷς, φησί, πῶς ἐστι τὸ σῶμα κατ’ εἰκόνα θεοῦ; καί εἰσι κἀν τούτῳ ἀντιπίπτοντες καὶ βιαζόμενοι ὑπὲρ δύναμιν ἀνθρωπείαν καὶ τὸ «ὤφθη κύριος τοῖς προφήταις».
5καὶ ὤφθη μέντοι ὡς ἠθέλησε, δυνατὸς ὢν ἐν ἅπασι, καὶ οὐκ ἀρνούμεθα ὅτι εἶδον οἱ προφῆται θεόν, οὐ μόνον δὲ οἱ προφῆται, ἀλλὰ καὶ οἱ ἀπό‐ στολοι. φησὶ γὰρ ὁ ἅγιος Στέφανος ὁ πρωτομάρτυς «ἰδού, ὁρῶ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ καὶ πατρός». ἀλλὰ τῇ ἰδίᾳ δυνάμει θεὸς ὁ πανάγαθος, φιλανθρωπευό‐
10μενος τὸ ἴδιον πλάσμα, ἵνα μή τινες τῶν ἀπίστων νομίσωσι τὰ περὶ θεοῦ λεχθέντα εἶναι ἁπλῶς λόγῳ καὶ οὐκ ἀληθείᾳ, καὶ ἕως λόγου ἵστασθαι τὰ κατὰ τὸν θεὸν καὶ μὴ πληροῦσθαι τὸ παρὰ τῷ ἀποστόλῳ εἰρη‐ μένον, ὅτι «δεῖ τὸν προσερχόμενον θεῷ πιστεύειν ὅτι ἔστι καὶ τοῖς ἀγα‐ πῶσιν αὐτὸν μισθαποδότης γίνεται»—ἵνα οὖν παραθαρσύνῃ τὸν ὑπ’ αὐτοῦ
15πεπλασμένον ἄνθρωπον, τοῖς ἁγίοις αὐτοῦ καὶ ἀξίοις ἑαυτὸν ἀποκαλύπτει θεός, ἵνα ἴδωσι φύσει θεὸν καὶ θεμελιωθῶσι τὴν διάνοιαν καὶ ἐλπίσωσιν ἐν ἀληθείᾳ καὶ κηρύξωσιν αὐτὸν ἀληθῶς καὶ πιστοποιήσωσι τὸν πιστὸν ἄνθρωπον, ὡς ἀμέλει [καὶ] οἱ Ἑλλήνων παῖδες ἔχουσι περὶ θεοῦ ἕως λόγου τε καὶ φαντασίας, ἡμεῖς δὲ ἀληθῶς θεὸν ἐπιστάμεθα, ἀληθῆ καὶ
20ὄντα ἀληθῶς ἐνυπόστατον βασιλέα, ἀκατάληπτον, ποιητὴν τῶν ὅλων, ἕνα θεόν, καὶ ἐξ αὐτοῦ τὸν μονογενῆ θεόν, ἐν οὐδενὶ διαλλάττοντα τοῦ πατρός, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μηδὲν ἀπὸ πατρὸς καὶ υἱοῦ διαλλάττον, ὡς καὶ ἐν πάσῃ αἱρέσει περὶ τῆς κατὰ θεὸν πίστεως διὰ πολλοῦ ἐποιη‐ σάμεθα τὸν λόγον.
25 7. Καὶ ὅτι μὲν ὤφθη θεὸς ἀνθρώποις πολλάκις εἴπομεν, καὶ οὐκ ἀρνούμεθα. ἐὰν γὰρ ἀρνησώμεθα τὰς θείας γραφάς, ἀληθεῖς οὐκ ἐσμὲν καὶ εὑρισκόμεθα ἐκπίπτοντες τῆς ἀληθείας· ἢ τὴν παλαιὰν διαθήκην ἐκβάλλοντες οὐκέτι ἐσμὲν τῆς καθολικῆς ἐκκλησίας. τὸ δὲ εὐαγγέλιον ἔφη «θεὸν οὐδεὶς πώποτε ἑώρακεν, ὁ μονογενὴς θεὸς αὐτὸς ἐξηγήσατο»,
30καὶ πάλιν ἡ αὐτὴ θεία γραφή 〈φησιν〉 ὅτι «ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ», καὶ αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ».
ἀλλὰ πάντως ἐρεῖ τις εἰρηκέναι τὴν θείαν γραφήν, τοὺς προφήτας ἑωρακέναι238 in vol. 3
Haer
.

3

.

239

τὸν θεὸν ἐν τῷ νῷ, ἀπὸ τοῦ ῥητοῦ τοῦ «καὶ οἱ ἄγγελοι τούτων ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανῷ», καὶ πάλιν ἀπὸ τοῦ «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». νοήσας δὲ τοῦτο καὶ παραζεύξας κατὰ τὴν αὐτοῦ ἔννοιαν τὰς λέξεις εἴποι 〈τισ〉 ἂν ὅτι ἐν τῷ
5νῷ ἕκαστος ὁρᾷ τὸν θεόν, οὐ γὰρ ὀφθαλμοῖς. ἀντιπίπτει δὲ τούτῳ ὁ θεῖος λόγος φάσκων διὰ Ἠσαΐου τοῦ προφήτου «τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ κατοικῶ, καὶ τὸν κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»· καὶ οὐκ εἶπε τῷ νῷ, οὐδὲ ἐν τῇ ἐννοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς, τὰ ἀληθῆ καὶ στερεὰ
10τῆς πίστεως βεβαιούμενος. τί οὖν εἴπωμεν, τοῦ εὐαγγελίου λέγοντος θεὸν μὴ ἑωρακέναι τινὰ πώποτε, τῶν δὲ προφητῶν καὶ ἀποστόλων φασκόν‐ των καὶ αὐτοῦ τοῦ κυρίου; ἆρα ἀντίθετον ἐν τῇ θείᾳ γραφῇ πρὸς ἑαυτήν τι; μὴ γένοιτο. ἀλλὰ εἶδον προφῆται καὶ ἀπόστολοι, καὶ ἀληθὲς ὑπάρχει. εἶδον δὲ καθὸ ἠδύναντο αὐτοὶ καὶ καθὸ ἐνεχώρει, καὶ ὤφθη αὐτοῖς ὁ
15θεὸς ὡς ἠθέλησεν· «πάντα γὰρ αὐτῷ δυνατά». καὶ ὅτι μὲν ἀόρατος ὁ θεὸς καὶ ἀκατάληπτος, τοῦτο δῆλόν ἐστι καὶ ὡμολόγηται. ἀλλὰ πάλιν δυνατός ἐστι ποιεῖν ὃ βούλεται. «οὐ γάρ τις ἀντιτίθησιν αὐτοῦ τῷ βου‐ λήματι». ἀόρατος οὖν ἐστι τὴν φύσιν καὶ ἀκατάληπτος τὴν δόξαν. βουλο‐ μένου δὲ τῷ ὑπ’ αὐτοῦ γεγονότι ἀνθρώπῳ ὀπτάνεσθαι οὐδὲν ἐναντιοῦται
20τῷ αὐτοῦ βουλήματι. οὐ γὰρ πάθει συνέχεται τὸ θεῖον, ἵνα ὃ βούλεται μὴ πράττῃ ἢ πράττῃ ὃ μὴ βούλεται· δυνατὸς γάρ ἐστι ποιεῖν ὃ βούλεται. ἀλλὰ πράττει ἅπερ αὐτοῦ πρέπει τῇ θεότητι, μηδενὸς ὅλως τῷ θελή‐ ματι αὐτοῦ ἀντιπίπτοντος, ὥστε μὴ δύνασθαι πράττειν ὃ βούλεται πρε‐ πόντως τῇ αὐτοῦ θεότητι. καὶ ἀδύνατόν ἐστιν ἰδεῖν θεὸν μάλιστα ἀνθρω‐
25πίνην φύσιν, καὶ οὐκ ἐγχωρεῖ τὸ ὁρατὸν ὁρᾶν τὸ ἀόρατον, ἀλλ’ ὁ ἀόρατος θεὸς ἐν φιλανθρωπίᾳ καὶ δυνάμει ἐνισχύσας τὸ ἀδύνατον κατηξίωσε τῇ ἑαυτοῦ δυνάμει, ὅπως ἴδῃ τὸ ἀόρατον· καὶ ὁ 〈ἰδὼν〉 εἶδε τὸ ἀόρατόν τε καὶ ἄπειρον, οὐ καθὼς ἔσχε τὸ ἄπειρον, ἀλλ’ ὡς ἠδύνατο χωρεῖν ἡ φύσις ἐνδυναμωθεῖσα τοῦ ἀδυνάτως ἔχοντος πρὸς ἐπέκτασιν τοῦ δυνατοῦ. καὶ
30οὐδὲν διοίσει ἐν τῇ θείᾳ γραφῇ οὔτε ἀντίθετος λέξις πρὸς λέξιν εὑρε‐
θήσεται.239 in vol. 3
Haer
.

3

.

240

8. Ἔστι δέ, ὡς πολλάκις τὸ ὑπόδειγμα διηγησάμην, τὸ πρᾶγμα οὕτως ὡς εἴ τις θεάσοιτο δι’ ὀπῆς μικροτάτης τὸν οὐρανὸν καὶ εἴποι· ὁρῶ τὸν οὐρανόν, καὶ οὐκ ἂν ψεύσοιτο ὁ τοιοῦτος· ὁρᾷ γὰρ οὐρανὸν τῷ ὄντι· εἴποι δέ τις αὐτῷ συνετῶς ὅτι οὐχ ἑώρακας τὸν οὐρανόν, καὶ οὐκ
5ἂν ψεύσοιτο ὁ τοιοῦτος. ὁ μὲν γὰρ λέγων ἑωρακέναι οὐ ψεύδεται, καὶ ὁ φήσας πρὸς αὐτὸν μὴ ἑωρακέναι καὶ αὐτὸς ἀληθεύει. οὔτε γὰρ εἶδε τὴν ἐπέκτασιν οὔτε τὸ πλάτος. καὶ ὁ μὲν ἑωρακὼς ἠλήθευσεν, ὁ δὲ ἀντει‐ πὼν μὴ ἑωρακέναι οὐκ ἐψεύσατο, ἀλλὰ καὶ αὐτὸς ἠλήθευσε. πολλάκις γὰρ καὶ ἐπὶ ἀκρωρείᾳ ὄρους ἑστῶτες θεώμεθα καὶ τὴν θάλασσαν, καὶ
10ἐὰν εἴπωμεν ἑωρακέναι θάλασσαν, οὐκ ἐψευσάμεθα· εἰ δέ τις ἀντείποι λέγων ὅτι οὐχ ἑώρακας, καὶ αὐτὸς οὐ ψεύδεται. ποῦ γὰρ διικνεῖται τὸ πλάτος, ποῦ τὸ μῆκος, ποῦ τὸ βάθος, ποῦ οἱ μυχοὶ τοῦ βυθοῦ καὶ τὰ ἀποτελέσματα, οὐ δύναταί 〈τισ〉 εἰδέναι ἄνθρωπος ὤν. εἰ τοίνυν τὰ περὶ τῶν κτισμάτων οὕτως ἐν ἡμῖν πληροῦται, πόσῳ γε μᾶλλον ἐν τῇ χάριτι
15ᾗ ἐχαρίσατο ὁ θεὸς προφήταις καὶ ἀποστόλοις; ἐθεάσαντο οὖν τὸν θεὸν τῷ ὄντι, καὶ οὐκ ἐθεάσαντο, ἀλλ’ ἐθεάσαντο ὡς ἠδύνατο ἡ φύσις φέρειν, καὶ αὐτὸ κατὰ χάριν δυνάμεως, ἧς ἐνεδυνάμωσεν ὁ δυνατὸς ἐν ἅπασι, διὰ φιλίαν τοῦ αὐτοῦ ἀνθρώπου, τοὺς δουλεύοντας αὐτῷ ἐν ἀληθείᾳ. ἐὰν οὖν οἱ τοιοῦτοι νομίσωσι χεῖρας οὕτω τὸν θεὸν ἔχειν ἢ ὀφθαλμοὺς
20ἢ τὰ ἄλλα διὰ τὸ οὕτως ὀφθῆναι τοῖς προφήταις καὶ ἀποστόλοις, φιλονείκως φέρονται, ἐλεγχόμενοι ἀπὸ τῆς ἀληθείας. ἀλλὰ ὅσα μὲν λέγει ἐν τῇ θείᾳ γραφῇ πιστεύειν χρὴ ὅτι ἔστι, πῶς δὲ ἔστιν αὐτῷ μόνῳ ἔγνωσται. καὶ ὅτι ὤφθη τῷ μὲν ὄντι, ναί, ὤφθη δὲ ὡς ἠθέλησε καὶ ἀληθῶς ὤφθη ὡς ὤφθη. πάντα γὰρ δύναται θεὸς καὶ οὐδὲν αὐτῷ ἀδύνατον. ἔστι δὲ ἀκατά‐
25ληπτος, πνεῦμα ὢν ἀπερινόητον, πάντα περιέχων, αὐτὸς ὑπ’ οὐδενὸς περιεχόμενος. καὶ ὁποῖος ὁ πατήρ, τοιοῦτος καὶ ὁ υἱός, οὕτω καὶ τὸ πνεῦμα ἐν τῇ θεότητι. μόνος δὲ ὁ μονογενὴς ἐνεδύσατο ἐλθὼν σάρκα, ἐν ᾗ καὶ ἀνέστη, ἣν καὶ συνήνωσε τῇ θεότητι, εἰς πνεῦμα συνενώσας ἐκάθισέν 〈τε〉 ἐν δόξῃ ἐν δεξιᾷ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον. ὡς
30οὖν ἐστιν ἀκατάληπτος 〈καὶ〉 ἀπερινόητος, οὕτω πάντα τὰ περὶ αὐτοῦ λεγόμενα ἀληθινά ἐστιν ὄντως. ὡς δὲ θεός ἐστιν ἀκατάληπτος, οὕτως
πᾶν τὸ περὶ αὐτοῦ λεγόμενον ἀληθινόν ἐστι μέν, ἀλλὰ ἀκατάληπτον240 in vol. 3
Haer
.

3

.

241

ὁποῖα θεοῦ καὶ ὡς ἔστιν ἐν δόξῃ ἀκαταλήπτῳ. καὶ ταῦτα μὲν καθὼς ἐχωροῦμεν εἰς δοξολογίαν θεοῦ στόματι ἀνθρωπίνῳ εἰρήκαμεν. οὐ γὰρ ἔχομεν ἑτέρας φθογγῆς χρῆσιν ὑπὲρ τὴν ἐκ θεοῦ ἡμῖν ἐν μέτρῳ δοθεῖσαν, εἰ καὶ τῷ νῷ περισσότερον περὶ θεοῦ ὑπολαμβάνομεν. ἀλλ’ οὐχ ὁπόσα
5ὁ νοῦς ἔχει, τοσαῦτα δύναται τὸ στόμα λέγειν, μέτρῳ ἀποκεκλεισμένον καὶ συνεχόμενον τοῖς σωματικοῖς ὀργάνοις. διὸ καὶ συγγνωμονεῖ θεός, παρ’ ἡμῶν ἀποδεχόμενος τὴν περὶ αὐτοῦ εἴδησιν καὶ δοξολογίαν ὑπὲρ τὴν ἡμῶν δύναμιν ἐπεκτεινομένην, οὐχὶ θεῷ χαρίσασθαί τι 〈βουλομένων ἡμῶν〉, ἀλλὰ δοξολογεῖν τὸ θεῖον κατὰ δύναμιν εἰς τὸ εὐσεβῶς φρονῆσαι
10καὶ μὴ ἐκπεσεῖν τῆς αὐτοῦ χάριτος καὶ ἀληθείας. ταῦτα δὲ περὶ τοῦ αὐτοῦ Αὐδίου καὶ τῶν Αὐδιανῶν διαλαμβάνοντες ἐξείπομεν τὰ ὑπ’ αὐτῶν λεγόμενα, οἷς κατὰ τὸ ἰδιωτικὸν καὶ αὐτοὶ διηγούμενοι καὶ κατὰ τὸ φιλό‐ νεικον ἐν τούτοις ἀντεχόμενοι ἀπρεπῶς διισχυρίζονται. 9. Ἔχουσι δὲ καὶ ἄλλα τινά, δι’ ἅπερ μάλιστα ἵστανται περισσότερον
15τὴν διαίρεσιν ποιησάμενοι τῆς ἐκκλησίας, δι’ ὧν καὶ ἄλλους πτύραντες πολλάκις ἀνθέλκουσιν ἀπὸ τῆς ἐκκλησίας, παρελκύσαντες ἄνδρας τε καὶ γυναῖκας. μετὰ γὰρ Ἰουδαίων βούλονται τὸ Πάσχα ἐπιτελεῖν, τουτέστιν ᾧ καιρῷ οἱ Ἰουδαῖοι ποιοῦσι τὰ παρ’ αὐτοῖς Ἄζυμα, τότε αὐτοὶ φιλονει‐ κοῦσι τὸ Πάσχα ἄγειν. καὶ δῆθεν 〈ἔστιν ἀληθέσ〉 ὅτι οὕτως ἦν ἡ ἐκκλησία
20φερομένη, εἴ γε καὶ λόγον σεσυκοφαντημένον δεικνύουσι τοῖς ἐκκλησιαστι‐ κοῖς κατὰ τοῦτο τὸ μέρος, φάσκοντες· ἀπὸ Κωνσταντίνου διὰ τὴν πρὸς τὸν βασιλέα, φησί, προσωποληψίαν καταλελοίπατε τὴν τῶν πατέρων περὶ 〈τῆσ〉 τοῦ Πάσχα ἑορτῆς ἀκολουθίαν καὶ τὴν ἡμέραν μετηλλάξατε εἰς τὸ καθῆκον τοῦ βασιλέως. τινὲς δὲ πάλιν κατὰ τὸ ἴδιον φιλόνεικον ὁρίζονται ὅτι
25ὅτε τὰ γενέθλια τοῦ Κωνσταντίνου, τότε μετεποιήσασθε, φησί, τὸ Πά‐ σχα. καὶ εἰ μὲν τῇ αὐτῇ ἡμέρᾳ τὸ Πάσχα ἤγετο κατ’ ἔτος καὶ τῇ αὐτῇ ὡρίσθη τοῦτο ποιεῖν ἐπὶ τῆς ὑπὸ Κωνσταντίνου συναχθείσης συνόδου, πιθανὸν ἦν τὸ παρ’ αὐτοῖς λεγόμενον· ὁπότε δὲ καθ’ ἕκαστον ἐνιαυτὸν οὐ
δύναται ἔχεσθαι τῆς αὐτῆς ψήφου ἡ ἀκολουθία, διέπεσεν ὁ αὐτῶν λόγος. οὐ241 in vol. 3
Haer
.

3

.

242

γὰρ διὰ τὸ γενέθλιον ὁ βασιλεὺς ἐπεμελήσατο, ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς ἐκκλησίας. τῷ γὰρ ὄντι δύο μέγιστα ἡμῖν κατώρθωσεν ὁ θεὸς διὰ τοῦ προειρημένου Κωνσταντίνου τοῦ θεοφιλεστάτου καὶ ἀειμακαρίστου, τὸ συνάξαι οἰκουμενικὴν σύνοδον καὶ ἐκθέσθαι τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν
5πίστιν καὶ ὁμολογηθεῖσαν μεθ’ ὑπογραφῆς 〈ὑπὸ〉 τῶν συνελθόντων ἐπισκόπων, καθαιρεθῆναι μὲν Ἄρειον, τὸ δὲ καθαρὸν τῆς πίστεως κηρυ‐ χθῆναι πᾶσι, καὶ τὸ περὶ τοῦ Πάσχα εἰς ἕνωσιν ἡμῶν ὑπ’ αὐτῶν διορ‐ θωθῆναι. ἔκπαλαι γὰρ καὶ ἀπὸ τῶν πρώην χρόνων διέστη ἐν τῇ ἐκκλησίᾳ διαφόρως ἀγόμενον, χλεύην ἐμποιοῦν καθ’ ἕκαστον ἔτος, τῶν μὲν πρὸ
10ἑβδομάδος ποιούντων καὶ φιλονεικούντων πρὸς ἀλλήλους, τῶν δὲ μετὰ ἐβδομάδα, καὶ τῶν μὲν προλαμβανόντων, τῶν δὲ μεσαζόντων, ἄλλων δὲ μετέπειτα ἐπιτελούντων. καὶ ἦν ἁπλῶς φύρσις πολλὴ καὶ κάματος, ὡς πολλοῖς φιλολόγοις οὐκ ἄγνωστον, ἐν πόσοις καιροῖς θόρυβος ἐκινεῖτο ἐν τῷ ἐκκλησιαστικῷ κηρύγματι περὶ τοῦ τῆς ἑορτῆς ταύτης ζητήματος,
15ἔν τε χρόνοις Πολυκάρπου καὶ Βίκτωρος, ὡς ἡ ἀνατολὴ πρὸς τὴν δύσιν διαφερομένη εἰρηνικὰ παρ’ ἀλλήλων οὐκ ἐδέχοντο, ἐν ἄλλοις δὲ ὅσοις καιροῖς, ἔν τε χρόνοις Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας καὶ Κρισκεν‐ τίου, ὡς πρὸς ἀλλήλους εὑρίσκονται ἕκαστος αὐτῶν γράφοντες καὶ δια‐ μαχόμενοι, ἕως τῶν ἡμετέρων χρόνων· ἐξότου ἐταράχθη 〈ἡ ἐκκλησία〉
20μετὰ τὸν χρόνον τῶν ἐμπεριτόμων ἐπισκόπων, οὕτως ἐφέρετο. διὸ συνελ‐ θόντες οἱ πανταχόθεν 〈ἐπίσκοποι〉 τότε καὶ ἀκριβώσαντες ὥρισαν μεθ’ ὁμονοίας γίνεσθαι κατὰ τὸ πρέπον τῆς ψήφου καὶ τῆς ἀκολουθίας. 10. Εἰς τοῦτο δὲ οἱ αὐτοὶ Αὐδιανοὶ παραφέρουσι τὴν τῶν ἀποστόλων διάταξιν, οὖσαν μὲν τοῖς πολλοῖς ἐν ἀμφιλέκτῳ, ἀλλ’ οὐκ ἀδόκιμον.
25πᾶσα γὰρ ἐν αὐτῇ κανονικὴ τάξις ἐμφέρεται, καὶ οὐδὲν παρακεχαραγμένον τῆς πίστεως 〈ἐκεῖ εὑρίσκεται〉 οὔτε τῆς ὁμολογίας οὔτε τῆς ἐκκλησιαστι‐ κῆς διοικήσεως καὶ κανόνος καὶ πίστεως. τὸ δὲ ῥητόν, ἀφ’ οὗ λαμβάνοντες
〈πρόφασιν〉 περὶ τοῦ Πάσχα κακῶς παρερμηνεύουσιν οἱ προειρημένοι242 in vol. 3
Haer
.

3

.

243

καὶ ἀγνοοῦντες ἑτέρως ὑπολαμβάνουσιν, 〈ἐστὶ τοῦτο〉· ὁρίζουσι γὰρ ἐν τῇ αὐτῇ Διατάξει οἱ ἀπόστολοι ὅτι «ὑμεῖς μὴ ψηφίζητε, ἀλλὰ ποιεῖτε ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐκ περιτομῆς, μετ’ αὐτῶν ἅμα ποιεῖτε». καὶ οὐκ εἶπαν ὅταν οἱ ἀδελφοὶ ὑμῶν οἱ ἐν περιτομῇ, ἀλλὰ οἱ ἐκ περιτομῆς, ἵνα
5δείξωσι τοὺς ἀπὸ τῆς περιτομῆς εἰς τὴν ἐκκλησίαν μετελθόντας ἀρχηγοὺς εἶναι μετ’ ἐκεῖνον τὸν χρόνον καὶ εἰς τὸ συμπείθεσθαι 〈αὐτοῖσ〉 τοὺς ἄλλους, εἰς τὸ μὴ ἄλλον ποιεῖν ἄλλως καὶ ἄλλον ἄλλοτε. τοῦτο γὰρ τὸ πᾶν συνήγαγον φρόντισμα διὰ τὴν ἕνωσιν τὴν μίαν, ἵνα μὴ ᾖ σχίσματα μηδὲ διαιρέσεις. οὗτοι δὲ μὴ νοήσαντες τὸν νοῦν τῶν ἀποστόλων καὶ τοῦ
10λόγου τοῦ ἐμφερομένου [τοῦ] ἐν τῇ Διατάξει, ἐνόμισαν μή που ἄρα μετὰ τῶν Ἰουδαίων χρὴ τὸ Πάσχα ἐπιτελεῖν· ἅμα δὲ καὶ πεντεκαίδεκα ἐπίσκο‐ ποι γεγόνασιν ἐκ περιτομῆς, καὶ ἐχρῆν τότε τῶν ἐπισκόπων 〈τῶν〉 ἐκ περιτομῆς ὄντων ἐν Ἱερουσαλὴμ κατασταθέντων τὸν πάντα κόσμον τούτοις συνέπεσθαι καὶ μετ’ αὐτῶν ἐπιτελεῖν, ἵνα μία τις γένηται συμ‐
15φωνία καὶ μία ὁμολογία, μία ἑορτὴ ἐπιτελουμένη· διὸ ἐκείνων ἡ ἐπιμέλεια τὸν νοῦν τῶν ἀνθρώπων συνάγουσα εἰς ἕνωσιν τῆς ἐκκλησίας. μὴ δυνη‐ θείσης * τὸν τοσοῦτον χρόνον ἐπιτελεσθῆναι, εὐδοκήσει θεοῦ ἐπὶ Κων‐ σταντίνου 〈διόρθωσισ〉 ἐγένετο ὁμονοίας ἕνεκα. παρὰ τοῖς ἀποστόλοις δὲ τὸ ῥητὸν δι’ ὁμόνοιαν ἐμφέρεται, ὡς ἐπιμαρτυροῦσι λέγοντες ὅτι
20«κἄν τε πλανηθῶσι, μηδὲν ὑμῖν μελέτω». ἐξ αὐτῶν δὲ τῶν ἐκεῖσε εἰρη‐ μένων ῥητῶν ἡ ἀντίθεσις ὀφθήσεται. φάσκουσι γὰρ τὴν ἀγρυπνίαν φέρειν μεσαζόντων τῶν Ἀζύμων. οὐ δύναται δὲ τοῦτο πάντοτε γενέσθαι ἐν τῇ ψήφῳ τῇ ἐκκλησιαστικῇ. 11. Ἐκ τριῶν γὰρ συνέστηκεν ὁ τοῦ Πάσχα σύνδεσμος, ἔκ τε τοῦ
25ἡλιακοῦ δρόμου διὰ τὴν κυριακὴν καὶ τὸν μῆνα ἔκ τε τοῦ σεληνιακοῦ
δρόμου διὰ τὸ κατὰ τὸν νόμον, ὅπως ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης243 in vol. 3
Haer
.

3

.

244

τυθῇ τὸ Πάσχα, ὡς εἶπεν ὁ νόμος. οὔτε οὖν δύναται ἀχθῆναι, ἐὰν μὴ ὑπερβῇ ἰσημερία, ὅπερ παρὰ τοῖς Ἰουδαίοις οὐ φυλάσσεται, οὐδὲ ἀκριβῆ θέλουσι τοιαύτην ἐπιτελεῖν πραγματείαν· διέπεσε γὰρ παρ’ αὐτοῖς καὶ ἠπάτηται τὰ πάντα. πλὴν εἰ καὶ τοσαύτης ζητήσεως ὑπάρχει ἡ τοιαύτη ἀκρίβεια,
5οὐ διὰ τὴν ζήτησιν ταύτην καὶ τὴν ἀκρίβειαν τοῖς ἀποστόλοις εἴρηται, ἀλλὰ δι’ ὁμόνοιαν, καὶ 〈εἰ〉 μετὰ τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἐπιτελεῖν οἱ ἀπόστολοι προσέταξαν, ὡς οὗτοι διισχυρίζονται, πόσῳ γε μᾶλλον δι’ ὁμόνοιαν μετὰ τῆς ἐκκλησίας χρὴ ἐπιτελεῖν, ἵνα μὴ τὴν ὁμόνοιαν χαρά‐ ξωμεν τῆς ἐκκλησίας; πῶς οὖν δύναται τελεῖσθαι τοῦτο; λέγουσι γὰρ
10οἱ αὐτοὶ ἀπόστολοι ὅτι, «ὅταν ἐκεῖνοι εὐωχῶνται, ὑμεῖς νηστεύοντες ὑπὲρ αὐτῶν πενθεῖτε, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς τὸν Χριστὸν ἐσταύρωσαν, καὶ ὅταν αὐτοὶ πενθῶσι τὰ Ἄζυμα ἐσθίοντες ἐν πικρίσιν, ὑμεῖς εὐω‐ χεῖσθε». συμβαίνει δὲ αὐτοὺς ἐν κυριακῇ ἡμέρᾳ Ἄζυμα λαμβάνειν. ἐπι‐ φωσκούσης γὰρ τῆς κυριακῆς ἑσπέρας δύνανται θύειν τὸ Πάσχα. μετὰ γὰρ
15ἑσπέραν παρελθόντος τοῦ σαββάτου, οὐ δύνανται ἔργον ἐπιτελεῖν. ἆρα γοῦν αὐτῶν θυσάντων, εἰ ἐγείρονται εὐωχούμενοι, πῶς ἡμεῖς ἐν κυριακῇ πενθήσωμεν καὶ νηστεύσωμεν, αὖθις αὐτῶν ἀκούοντες ἐν τῇ Διατάξει ὅτι «ὁ κακῶν ἑαυτοῦ τὴν ψυχὴν ἐν κυριακῇ ἐπικατάρατός ἐστι τῷ θεῷ»; καὶ ὁρᾷς πόση ἐστὶν ἀκρίβεια καὶ ἀντίθεσις, μὴ δυναμένης τῆς πραγμα‐
20τείας κατὰ τὸ ῥητὸν ἐπιτελεῖσθαι; νοήματι δὲ ἡ πᾶσα ἕστηκεν ἀλήθεια τοῦ κηρύγματος καὶ ἀπ’ αὐτῆς τῆς Διατάξεως τῶν ἀποστόλων 〈δῆλον〉 ὅτι δι’ ὁμόνοιάν πως συνῆκται τοῦ λόγου ὁ σύνδεσμος· ἐὰν 〈γὰρ ἀεὶ〉 ἐπιτελέσωμεν, ὅταν ἐκεῖνοι ἐπιτελῶσι, 〈ποτὲ μὲν ἐπιτελέσομεν〉 μετὰ ἰσημερίαν καθὼς κἀκεῖνοι ἄγουσι πολλάκις τε καὶ ἡμεῖς, πάλιν τε πρὸ
25τοῦ τελεσθῆναι τὴν ἰσημερίαν, ὡς ἐκεῖνοι ἄγουσιν, ὅτε μόνοι ἄγουσιν. ἐὰν οὖν καὶ ἡμεῖς ἐπιτελέσωμεν, συμβέβηκεν ἡμῖν ἐν ἑνὶ ἐνιαυτῷ δύο
Πάσχα ἐπιτελέσαι, μετὰ ἰσημερίαν καὶ πρὸ ἰσημερίας, τῷ δὲ ἄλλῳ ἑξῆς244 in vol. 3
Haer
.

3

.

245

ἐνιαυτῷ οὐδὲ ὅλως ἐπιτελέσομεν Πάσχα, καὶ εὑρεθήσεται τὸ πᾶν πλάνης εἶναι ἔργον ἤπερ ἀλήθεια. πρὸ γὰρ ἰσημερίας οὐ πληρωθήσεται τὸ ἔτος οὔτε πληροῦται τοῦ κύκλου τοῦ δρόμου ἐκ θεοῦ τοῖς ἀνθρώποις τεταγμένου † ὁ ἐνιαυτός, ἐὰν μὴ παρέλθῃ ἰσημερία.
5 12. Καὶ ἦν μὲν περὶ τούτου πολλὰ λέγειν, ὡς καλῶς ποιήσαντες οἱ πατέρες, μᾶλλον δὲ δι’ αὐτῶν ὁ θεὸς κατώρθωσε τῇ ἐκκλησίᾳ τὸ πᾶν ἀκρίβασμα τῆς ἀληθείας τῆς πανσεβασμίου ταύτης ἑορτῆς καὶ πανα‐ γίας, μετὰ ἰσημερίαν μὲν ποιεῖσθαι, ὅτε ὑποπίπτει ἡ τῆς τεσσαρεσκαι‐ δεκάτης κατὰ τὴν σελήνην ἡμέρας ψῆφος. οὐχ ἵνα ἐν αὐτῇ τῇ τεσσαρεσ‐
10καιδεκάτῃ ἐπιτελέσωμεν· μία γὰρ ἡμέρα παρ’ ἐκείνοις ζητεῖται, παρ’ ἡμῖν δὲ οὐ μία, ἀλλὰ ἕξ, ἑβδομὰς πληρεστάτη. διὸ καὶ αὐτὸς ὁ νόμος λέγει ἐπιπλατύνων τό «λήψεσθε ἑαυτοῖς πρόβατον ἐνιαύσιον, ἄμωμον, τέλειον, ἀπὸ δεκάτου τοῦ μηνός, καὶ ἔσται ὑμῖν διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης, καὶ θύσεσθε αὐτὸ πρὸς ἑσπέραν τῇ τεσσαρεσ‐
15καιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός», τουτέστι τῆς σελήνης. παρατηρεῖται δὲ ἡ ἐκκλησία ἄγειν τὴν ἑορτὴν τοῦ Πάσχα, τουτέστι τὴν ἑβδομάδα τὴν ὡρισμένην καὶ ἀπ’ αὐτῶν τῶν ἀποστόλων ἐν τῇ Διατάξει, ἀπὸ δευτέρας σαββάτων, ὅπερ ἐστὶν ἀγορασμὸς τοῦ προβάτου. καὶ ἐὰν μὲν ᾖ τεσσαρεσ‐ καιδεκάτη τῆς σελήνης τῇ δευτέρᾳ τῶν σαββάτων, 〈εἰσ〉 μέσον ἄγεται τὸ
20θῦμα τοῦ προβάτου, ἐάν τε τρίτῃ σαββάτων, ἐάν τε τετάρτῃ σαββάτων, ἐάν τε πέμπτῃ σαββάτων, ἐάν τε προσαββάτῳ, ἐάν τε σαββάτῳ, τῶν ἓξ ἡμερῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἐχουσῶν τὴν διοίκησιν. οὔτε γὰρ 〈ἐπιφωσκούσησ〉 ἓξ καὶ δεκάτης σελήνης δυνάμεθα 〈τελεῖν〉 οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα ἄρξασθαι τῆς ἑβδομάδος τῆς ξηροφαγίας
25καὶ Πάσχα καλουμένης ἁγίας, ἀλλὰ ἀπὸ δεκάτης ἕως ἐπιφωσκούσης πεντεκαιδεκάτης, μεσαζούσης τῶν δύο δρόμων, νυκτός τε καὶ ἡμέρας. καὶ συναναλαμβανομένου τοῦ αὐτῶν ἀριθμοῦ, τῶν δεκατεσσάρων ἡμερῶν τῆς σελήνης, κἄν τε παράπτηται εἰς ἐπίφαυσιν τῆς πεντεκαιδεκάτης, διὰ τὴν ἐξ ἀνάγκης ἀκρίβειαν, τοῦ τε ἡλιακοῦ δρόμου μετὰ τὴν ἰσημερίαν
30καὶ τοῦ σεληνιακοῦ δρόμου διὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ τῆς ἑβδομάδος πλήρης διὰ τὴν κυριακήν, * καὶ τὸν ἀπὸ δεκάτης ἡμέρας σελήνης ἀριθμόν,
ἥτις ἐστὶ σύλληψις τοῦ προβάτου καὶ ἀκροστιχὶς τοῦ ὀνόματος τοῦ Ἰησοῦ,245 in vol. 3
Haer
.

3

.

246

ἐπειδὴ τῷ ὀνόματι αὐτοῦ τὸ ἀντίτυπον αὐτοῦ πρόβατον ἐλαμβάνετο, ἀπὸ δε‐ κάτης οὕτως ὁριζόμενον· οὐκέτι δὲ ἐπιφωσκούσης ἓξ καὶ δεκάτης οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα τὴν ἀρχὴν ἔχειν ἢ τὸ τέλος. οἱ γὰρ ἐνιαυτοὶ ἀνθυ‐ περβάτως ὑστεροῦντες διὰ τοὺς διηλλαγμένους πρὸς ἀλλήλους δρόμους
5ἡλίου τε καὶ σελήνης ταύτην τὴν ἀνισότητα ἐκτελοῦσιν, οὐ σκάνδαλον παρὰ θεοῦ ὡρισμένον, ἀλλὰ τῆς ἀκριβείας ταύτης ἐκ θεοῦ τεταγμένης κατὰ τὴν πάνσοφον αὐτοῦ διοίκησιν, ἣν ἐχαρίσατο τῷ ἰδίῳ αἰῶνι τοὺς ὁρισμοὺς τάξας φωστήρων τε καὶ καιρῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν καὶ τροπῶν διὰ προνοητικῆς ἀνθρώπων ἐκ τῆς αὐτοῦ φιλανθρωπίας ἐπιμελείας.
10 13. Τοῦ γὰρ ἐνιαυτοῦ κατὰ τὸν ἡλιακὸν δρόμον πληρουμένου ἐν τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις καὶ ὥραις τρισὶ συμβαίνει διὰ τὸ τὴν σελήνην ποιεῖν τὸν ἐνιαυτὸν ἡμέραις τ πεντήκοντα τέσσαρσι λείπε‐ σθαι τῷ μὲν κατὰ τὴν σελήνην δρόμῳ ἕνδεκα ἡμέρας καὶ ὥρας γ. καὶ τῷ μὲν πρώτῳ ἐνιαυτῷ γίνονται αἱ καλούμεναι ἐπακταὶ ἕνδεκα καὶ ὧραι
15τρεῖς, δευτέρῳ ἔτει ἡμέραι εἴκοσι δύο ὧραι ἕξ, τρίτῳ ἐνιαυτῷ ἡμέραι τριακοντατρεῖς καὶ ὧραι θ, καὶ τέμνεται ὁ εἷς μὴν ἐμβόλιμος καλού‐ μενος. ἐμβολιμεύονται γὰρ αἱ τριάκοντα ἡμέραι, ὑπολείπονται δὲ ἡμέραι τρεῖς ὧραι θ, αἵτινες προστιθέμεναι ταῖς ἕνδεκα ταῖς ἀπὸ τετάρτου ἔτους καὶ ὥραις τρισὶ γίνονται ἡμέραι ιδ ὧραι ιβ. ἄλλων ἕνδεκα προστιθεμένων
20καὶ ὡρῶν τριῶν γίνονται κε ἐπακταὶ καὶ ὧραι ιε. καὶ τῷ ἕκτῳ ἐνιαυτῷ προστιθεμένων ἄλλων ια τοῦ ἔτους καὶ ὡρῶν γ γίνονται ἡμέραι λϛ καὶ ὧραι ιη, αἳ ποιοῦσιν ἐμβόλιμον μῆνα ἕνα, καὶ ἐνεβολιμεύθησαν καὶ κατὰ τρία ἔτη μῆνες δύο. τοῖς πρώτοις τρισὶν ἔτεσι μὴν εἷς καὶ ἐν τοῖς ἄλλοις τρισὶν ἔτεσι μὴν ἕτερος. καὶ περιλείπονται ἀπὸ τῶν ἐπακτῶν ἡμέραι ἓξ
25καὶ ὧραι ιη. προστιθεμένων δὲ τούτων τῷ ἑβδόμῳ ἔτει ταῖς ια ταῖς ἀπὸ τοῦ ἔτους καὶ ὥραις τρισὶ γίνονται ἐπακταὶ ιζ ὧραι κα. τῷ δὲ ὀγδόῳ ἔτει προστιθεμένων πάλιν τῶν ια ἡμερῶν καὶ ὡρῶν γ γίνονται ἡμέραι κη ἐπακταὶ καὶ ὧραι κδ, αἳ ποιοῦσιν ἡμέρας β. ἐκ τούτων τῶν ὡρῶν προστι‐ θεμένων ταῖς κη ἡμέραις γίνονται ὁμοῦ λ, καὶ συμβαίνει κατὰ τὸν ὄγδοον
30ἐνιαυτὸν ἐμβολιμεύεσθαι τὰς λ ἡμέρας, τὸν ἕνα μῆνα εἰς τὰ δύο ἔτη. καὶ οὕτως κατὰ περίοδον ὀκταετηρίδος ἐνενήκοντα ἡμέραι 〈ἐμβολι‐ μεύονται〉, αἵτινές εἰσι πληρέστατοι ἐμβόλιμοι μῆνες τρεῖς, οἳ γίνονται
κατὰ τρία ἔτη μὴν εἷς καὶ κατὰ δύο τὰ ὕστερα ἔτη μὴν εἷς. ἐν τούτοις246 in vol. 3
Haer
.

3

.

247

τοῖς τρισὶν ἐμβολίμοις τῶν τριῶν συστάσεων διαφωνεῖ τὸ Πάσχα παρὰ Ἰουδαίοις τε καὶ Χριστιανοῖς καὶ τοῖς ἄλλοις. 14. Ἐν τούτοις ἡ διαλλαγὴ παρὰ τοῖς προειρημένοις Αὐδιανοῖς γίνεται, καὶ πλανῶσιν ἄνδρας καὶ γυναῖκας ἐν τούτῳ τῷ μέρει σεμνυνό‐
5μενοι κατὰ τὴν παράδοσιν τὴν ἀπ’ ἀρχῆς ἐπιτελουμένην καὶ κατὰ τὴν Διάταξιν τῶν ἀποστόλων, μηδεμιᾷ ἀκριβείᾳ προσέχοντες μηδὲ ἐπιστάμενοι τὸ σαφὲς τῆς ἐν Διατάξει τῶν ἀποστόλων ἐπιμελείας ἧς ἐποιήσαντο, οὐ διὰ τὸ πάντως ἄγειν 〈κατὰ〉 τοὺς Ἰουδαίους μετὰ ἀκριβείας, ἀλλὰ διὰ τὸ ἐκτεμεῖν τὴν φιλονεικίαν τῶν βουλομένων καθ’ ἑαυτοὺς ἕκαστον
10ἐπιτελεῖν καὶ μὴ ἐν ὁμονοίᾳ. ἓν γὰρ Πάσχα Χριστὸς βούλεται καὶ τοῦτο λογίζεται καὶ προσδέχεται τὸν ἀφιλονείκως ἐπιτελοῦντα, μέντοι γε μετὰ τῶν μετὰ ἀκριβείας ποιούντων, μετὰ πάσης τῆς ἁγίας ἐκκλησίας, τῆς κατὰ πολλοὺς τόπους τὴν ἑορτὴν ἀγούσης. καὶ εἰ μὲν ἀπὸ Κωνσταντίνου ἐσχίσθη τὸ Πάσχα, πιθανὸν ἦν τοῖς τοῦτο συκοφαντοῦσιν· ἐπειδὴ δὲ
15πρὸ τοῦ Κωνσταντίνου τὰ σχίσματα ἦν καὶ ἦν χλεύη, Ἑλλήνων λεγόντων καὶ χλευαζόντων τὴν ἐν τῇ ἐκκλησίᾳ διαφωνίαν, ἐπὶ Κωνσταντίνου δὲ διὰ τῆς τῶν ἐπισκόπων σπουδῆς συνηνώθη μᾶλλον τὸ σχίσμα εἰς μίαν ὁμόνοιαν, τί οὖν τούτου ἐστὶ προὐργιαίτερον καὶ χαριέστατον, ἀπὸ γῆς περάτων ἐν μιᾷ ἡμέρᾳ ἀπαλλάττειν λαὸν θεῷ, συμφωνεῖν τε καὶ ἀγρυπ‐
20νεῖν καὶ τὰς αὐτὰς ἡμέρας ἴσως φέρειν, ἔν τε ἀγρυπνίαις καὶ δεήσεσι καὶ ὁμονοίᾳ καὶ λατρείᾳ, νηστείᾳ τε καὶ ξηροφαγίᾳ καὶ ἁγνείᾳ καὶ ταῖς ἄλλαις ταῖς κατὰ τὴν πανσεβάσμιον ταύτην ἡμέραν ἀγαθαῖς θεῷ * εὐαρεστήσεσιν; ἱκανῶς δὲ ἔχειν νομίζω τῆς κατὰ τοῦτο τὸ πρᾶγμα τῶν Αὐδιανῶν διαφωνίας.
25 Ὑπέστη δὲ καὶ ἐξορίαν αὐτὸς ὁ γέρων Αὔδιος, εἰς τὰ μέρη τῆς Σκυθίας ὑπὸ τοῦ βασιλέως ἐξορισθείς· διὰ 〈γὰρ〉 τὸ ἀφηνιάζειν λαοὺς [καὶ] ὑπὸ τῶν ἐπισκόπων τῷ βασιλεῖ ἀνηνέχθη. ἐκεῖ δὲ μάλιστα διατρίβων (χρόνον ἐτῶν οὐκ ἔχω λέγειν) καὶ εἰς τὰ πρόσω βαίνων καὶ εἰς τὰ ἐσώτατα τῆς Γοτθίας, πολλοὺς τῶν Γότθων κατήχησεν, ἀφ’ οὗπερ καὶ μοναστήρια
30ἐν τῇ αὐτῇ Γοτθίᾳ ἐγένετο καὶ πολιτεία καὶ παρθενία τε καὶ ἄσκησις οὐχ ἡ τυχοῦσα. ἔστι γὰρ τῷ ὄντι τοῦτο τὸ τάγμα πάνυ * ἐν ἀναστροφῇ θαυμαστῇ καὶ τὰ πάντα αὐτῶν ἐν τοῖς αὐτῶν μοναστηρίοις καλῶς φέρεται, πλὴν τῶν φιλονεικιῶν τούτων, τῆς τε παραλλαγῆς τοῦ Πάσχα τῆς τε
κατὰ τὸ ἰδιωτικὸν ἐγκειμένης τοῦ κατ’ εἰκόνα ὁμολογίας.247 in vol. 3
Haer
.

3

.

248

15. Τὸ δὲ δεινότερον πάντων καὶ φοβερώτερον, ὅτι οὐκ εὔχονται μετά τινος, κἄν τε τῶν δοκίμων φανῇ καὶ μηδὲν εἰς κατηγόρησιν ἔχωσιν, μηδὲ μέμψιν πορνείας ἢ μοιχείας ἢ πλεονεξίας, ἀλλ’ ὅτι ὁ τοιοῦτος ἐν τῇ ἐκκλησίᾳ συνάγεται. καὶ τοῦτό ἐστι τὸ φοβερόν, τὸ παραλλάξαι
5ὄνομα Χριστιανῶν, τῆς ἁγίας ἐκκλησίας, τῆς μὴ ἐχούσης ἐπίθετον ὄνομα, ἀλλὰ μόνον ὄνομα Χριστοῦ καὶ Χριστιανῶν, 〈καὶ〉 εἰς ὄνομα Αὐδίου καλεῖσθαι, συνθέσθαι τε καὶ ἀπαιτεῖσθαι σύνθημα 〈κατὰ τῆσ〉 ἀνθρωπίνης φύσεως, εἰ καὶ ἐπὶ τὸ ἀκραιφνὲς εἴη τῷ βίῳ καὶ πάσῃ δικαιοσύνῃ τὸ τάγμα † σεμνυνόμενον. πολλοὶ δὲ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν γεγό‐
10νασι σὺν αὐτοῖς τε καὶ μετ’ αὐτὸν τοῦ τάγματος αὐτοῦ ἐπίσκοποι, Οὐρά‐ νιός τις τῆς Μέσης τῶν ποταμῶν· καὶ ἀπὸ τῆς Γοτθίας δὲ ἔσχε τινὰς καὶ κατέστησεν αὐτοὺς ἐπισκόπους, * ἀλλὰ καὶ Σιλουανός τις καὶ ἄλλοι τινὲς, ὧν συμβέβηκέ τινας τοῦ βίου παύσασθαι, μάλιστα Οὐράνιον. ηὔχει γὰρ οὗτος ἀνὰ μέσον 〈τοῦ〉 τοιούτου τάγματος. μετὰ δὲ τὴν
15τῶν ἐπισκόπων αὐτῶν τούτων, Οὐρανίου καὶ Σιλουανοῦ τοῦ ἐκ Γοτθίας, τελευτὴν πολλοὶ διελύθησαν καὶ εἰς ὀλίγον ἦλθε τὸ τούτων σύστημα, ἔν τε τοῖς μέρεσι Χαλκίδος τῆς πρὸς Ἀντιοχείας καὶ ἐν τοῖς μέρεσι τοῦ Εὐφράτου. καὶ γὰρ ἀπὸ τῆς Γοτθίας ἐδιώχθησαν οἱ πλείους, οὐ μόνον, ἀλλὰ καὶ οἱ ἡμέτεροι ἐκεῖ Χριστιανοί, διωγμοῦ μεγάλου ἐνστάντος ὑπὸ
20βασιλέως Ἕλληνος, δεινοῦ τε γενομένου καὶ πρὸς ζῆλον τῶν Ῥωμαίων, διὰ τὸ τοὺς βασιλεῖς τῶν Ῥωμαίων εἶναι Χριστιανούς, τὸ πᾶν γένος τῶν Χριστιανῶν ἀπ’ ἐκείνων * ἀπελάσαντος. οὐ λείπει δὲ ῥίζα σοφίας οὐδὲ φύτευμα πίστεως, ἀλλὰ καὶ εἰ δοκοῦσι πάντες ἀπηλάσθαι, πάντως εἰσὶν ἐκεῖθεν 〈πιστοὶ〉 ἄνθρωποι· οὐκ ἐγχωρεῖ γὰρ λεῖψαι τὴν πηγὴν
25τῆς πίστεως. πολλοὶ οὖν ἀναχωρήσαντες τῶν αὐτῶν Αὐδιανῶν τῆς Γοτθίας καὶ 〈ἕωσ〉 τῶν ἡμετέρων μερῶν ἐνταῦθα ἐλθόντες παροικοῦσιν ἀπὸ τοῦ χρόνου τούτου ἐτῶν τεσσάρων, ἀλλὰ καὶ ἐπὶ τοῦ Ταύρου ὄρους ἀνε‐ χώρησαν πάλιν 〈εἰσ〉 τὰ τῶν αὐτῶν Αὐδιανῶν μοναστήρια, ἐπί τε τῆς Παλαιστίνης καὶ τῆς Ἀραβίας· ἤδη γάρ εἰσι πεπλατυσμένοι, λοιπὸν
30δὲ ὀλίγοι καὶ ὀλίγα μοναστήρια, τάχα δὲ καὶ ἐν δυσὶ κώμαις ἐν τοῖς
προειρημένοις μέρεσι κατὰ τὸ ἐξώτερον μέρος τῆς Χαλκίδος καὶ ἐπέκεινα248 in vol. 3
Haer
.

3

.

249

Δαμασκοῦ καὶ τῶν μερῶν τῆς Μεσοποταμίας ἐστὶν ἄχρι δεῦρο τὸ τάγμα, εἰς ὀλίγον περιστάν, ὡς ἔφην. Ἀλλ’ ἕως ὧδε ἱκανῶς καὶ περὶ τούτων ἔχειν ἡγοῦμαι· οὓς παρελθὼν πάλιν τὰ ἑξῆς διασκοπήσω, ἵνα μή τι παραλείψω τῶν εἰς διαιρέσεις τε καὶ
5τομὰς καὶ εἰς διαστάσεις καὶ εἰς σχίσματα ἐν τῷ κόσμῳ συμβεβηκότων. εἰ γὰρ καὶ τῇ πίστει οὐκ ἂν μεταλλάττοιεν καὶ τῷ τρόπῳ τοσοῦτον, * ἀλλ’ ὅμως πᾶν τὸ διαιρεθὲν καὶ ἐν βίῳ ὀνομαζόμενον ὑφ’ ἡμῶν κατὰ τὸ δυνατὸν οὐ παραλειφθήσεται.
8
— — — Κατὰ Φωτεινιανῶν να, τῆς δὲ ἀκολουθίας οα.
10 1. Φωτεινός, ἐξ οὗπερ Φωτεινιανοί, ἐν τούτῳ τῷ χρόνῳ ἤκμασεν, ἐπίσκοπος γεγονὼς τῆς ἁγίας καθολικῆς ἐκκλησίας, μανίᾳ ἀρθεὶς οὐ μικροτάτῃ, ἀλλ’ ἐμβρόντητος γεγονὼς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, ὅμοια καὶ ἐπέκεινα τῶν Παύλου τοῦ Σαμοσάτεως διανενοημένος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἐξεμέσας λόγους ἀσυστάτους βλασφημίας. οὗτος
15δὲ ὡρμᾶτο ἀπὸ Σιρμίου καὶ ὅτε μὲν τοῦτο τὸ ζιζάνιον τῷ κόσμῳ εἰσηγή‐ σατο, τότε κατ’ ἐκεῖνο καιροῦ ἐπὶ Κωνσταντίου τοῦ βασιλέως ἐπίσκοπος ἦν, εἰς ἔτι 〈δὲ〉 δεῦρο περιῆν τῷ βίῳ, ἀπὸ τῆς ἐν τῇ Σαρδικῇ συναχθείσης δυτικῆς συνόδου καθαιρεθεὶς δι’ ἣν ἐξήμεσε βλασφημίαν. Φάσκει δὲ οὗτος ἀπ’ ἀρχῆς τὸν Χριστὸν μὴ εἶναι, ἀπὸ δὲ Μαρίας
20καὶ δεῦρο αὐτὸν ὑπάρχειν, ἐξότε, φησί, τὸ πνεῦμα τὸ ἅγιον ἐπῆλθεν249 in vol. 3
Haer
.

3

.

250

ἐπ’ αὐτὴν καὶ ἐγεννήθη ἐκ πνεύματος ἁγίου. τὸ δὲ πνεῦμα τὸ ἅγιόν φησιν, ὡς τολμηρὸς ἀρχιτέκτων, μεῖζον εἶναι τοῦ Χριστοῦ, καὶ ὡς οὐρανομέτρης τῶν ἀνεκδιηγήτων. γέγονε δὲ οὗτος ὁ Φωτεινὸς λάλος τὸν τρόπον καὶ ὠξυμμένος τὴν γλῶτταν, πολλοὺς δὲ δυνάμενος ἀπατᾶν
5τῇ τοῦ λόγου προφορᾷ καὶ ἑτοιμολογίᾳ. πολλάκις γὰρ ὑπὸ πολλῶν ἐλεγ‐ χόμενος * καὶ μετὰ τὴν τότε γενομένην ἐν τῇ Σαρδικῇ αὐτοῦ ἀπολογίαν ὅτε ἀπὸ τῶν ἐπισκόπων ἐκλήθη δοῦναι λόγον περὶ τῆς ὑπ’ αὐτοῦ προβλη‐ θείσης κακοπιστίας. καὶ γὰρ οὗτος ἠξίωσε Κωνστάντιον τὸν βασιλέα ὡς μάτην καθῃρημένος, ὅπως ἀκροατὰς λάβοι αὖθις, τοῦ ἀποδεῖξαι
10ἑαυτὸν μάτην καθῃρημένον. ὅθεν ὁ μὲν βασιλεὺς κατ’ ἐκεῖνο καιροῦ ἐξέπεμψε κριτὰς καὶ ἀκροατὰς τῆς αὐτοῦ μελλούσης ἔσεσθαι ἀπολογίας Θαλάσσιον καὶ Δατιανὸν καὶ Κερεάλιον καὶ Ταῦρον καὶ Μαρκελλῖνον καὶ Εὐάνθιον καὶ Ὀλύμπιον καὶ Λεόντιον, Βασιλείου τοῦ Ἀγκυριανοῦ τὰς αὐτοῦ πεύσεις ἐρωτῶντος καὶ ἀντιλέγοντος τοῖς ὑπ’ αὐτοῦ μέλλουσιν
15ἀπολογεῖσθαι ἢ καὶ καταδεχομένου. οὐ μικρὰν δὲ διάλεξιν πρὸς τὸν αὐτὸν Βασίλειον ἐποιήσατο, ἀλλ’ ὥσπερ παρατετριμμένης φαύλης γυναικὸς τὸ χρῶμα διὰ τῶν λόγων αὐτοῦ παρέφερεν ἐν τῇ διαλέξει ῥητὰ ἀσύστατα * πρὸς τὴν διάνοιαν τῆς ἀληθείας, ὄντα δὲ αὐτοῦ τῇ ἐννοίᾳ παραπεποιη‐ μένως νοούμενα. διὰ δὲ τῆς ἀπατηλῆς αὐτοῦ φθογγῆς καὶ ἑτοιμολογίας
20εἰς κατασκευὴν αὐτοῦ τε καὶ τῶν ἀκουόντων * διὰ τῆς γλώσσης αὐτοῦ, ἡτοιμασμένος καὶ μετὰ καυχήσεως περὶ τῆς ὑποθέσεως ἑκατὸν μαρτυρίας φέρειν ὁ γεννάδας ἐπηγγείλατο. καὶ γὰρ τῶν 〈ἀκροατῶν〉 ἀεὶ πολλάκις πρὸς αὐτὸν ἀντιβαλλόντων *, ὡς καὶ ἐν τῇ πρὸς Βασίλειον διαλέξει ηὕρομεν, ἐν οἷς ἐκέλευσαν ταχυγράφοις γράφειν, Ἀνυσίῳ διακόνῳ τοῦ Βασι‐
25λείου καὶ Καλλικράτῃ ἐκσκέπτορι Ῥουφίνου τοῦ ἐπάρχου καὶ Ὀλυμπίῳ καὶ Νικήτῃ καὶ Βασιλείῳ μεμοραδίοις καὶ Εὐτυχεῖ καὶ Θεοδούλῳ νοτα‐ ρίοις τοῦ βασιλέως· καὶ ἀπεστάλη ἐσφραγισμένος τόμος εἷς τῷ βασιλεῖ
Κωνσταντίῳ, εἷς δὲ ἔμεινεν ἐν τῇ κατὰ τὸν Βασίλειον συνόδῳ, καὶ ἄλλος250 in vol. 3
Haer
.

3

.

251

τόμος 〈ἐγένετο〉 μετὰ τῶν κομήτων, ὡσαύτως ἐσφραγισμένος, ὡς τὰ τῆς αὐτοῦ ὑπονοίας † ὑποβεβλημένα. 2. Εἴ ποτε γὰρ ὁ Βασίλειος ἠρώτησεν ὅτι πῶς αἱ θεῖαι γραφαὶ δι‐ δάσκουσι περὶ τοῦ κυρίου, τοῦ θεοῦ λόγου, πρὸ αἰώνων εἶναι τὸν μονογενῆ
5καὶ σὺν πατρί, ὁ Φωτεινὸς μὲν τὸν λόγον ἐδέχετο, τὰ μὲν εἰς Χριστὸν [τὴν] διαίρεσιν προσάπτων, τὰ δὲ εἰς τὸν λόγον ἀνωτάτω 〈τὰ τοῦ ἀν‐ θρώπου〉 ἀναλογῶν. τὸ γάρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν» τῷ λόγῳ ἑαυτοῦ, φησίν, ὁ πατὴρ εἴρηκε· τί οὖν; ὁ λόγος ἐν τῷ πατρί, φησίν, ἦν, ἀλλ’ οὐκ ἦν υἱός, καὶ «ἔβρεξε κύριος
10παρὰ κυρίου», ἐν πατρὶ ὢν ὁ λόγος· καὶ «εἶδον» φησὶ «κατερχόμενον ἐπάνω τῶν νεφελῶν ὡς υἱὸν ἀνθρώπου» τοῦτο, φησί, προκαταγγελτικῶς ἔλεγεν, οὐχ ὡς τοῦ υἱοῦ ὑπάρχοντος, ἀλλὰ δι’ ὃ ἔμελλεν υἱὸς καλεῖσθαι μετὰ τὴν Μαρίαν καὶ μετὰ τῆς σαρκὸς ἀνιέναι γεννηθεὶς ὁ Χριστὸς ἐκ πνεύ‐ ματος ἁγίου καὶ ἀπὸ Μαρίας, προχρηστικῶς, φησί, τὰ πάντα ἀναφέ‐
15ρεται εἰς αὐτὸν ἀπ’ ἀρχῆς. οὔπω δὲ ἦν 〈υἱόσ〉, λόγος δὲ ἦν, καθάπερ ἐν ἐμοὶ ὁ λόγος. ἤδη δὲ εἶπον ὅτι ἀπὸ μέρους Παύλου τοῦ Σαμοσατέως ἔχων τὰ ὅμοια τῆς ἐννοίας *, ἕτερα δὲ ἔτι παρ’ ἐκεῖνον ὑπερβεβηκὼς τῇ ἐννοίᾳ. 3. Καὶ αὐτὸς δὲ οὗτος ἀνατραπήσεται εἰς ἐσχάτην ἐλθὼν ἀρνησι‐
20θεΐαν καὶ ἀλλοτρίαν ὑπόνοιαν ζωῆς αἰωνίου ἐν ἅπασιν. εἰ γὰρ πρόσφατος ὁ υἱὸς τοῦ θεοῦ κατὰ τὴν θεότητα, ἄρα ὁ Δαυὶδ πρωτεύει, μᾶλλον δὲ καὶ ἐν προκριτέοις ὑπάρχει τοῦ αὐτὸν πεποιηκότος. οὕτω γὰρ καὶ αὐτὸς
διενοεῖτο, * μᾶλλον καὶ παρελθὼν τὴν θείαν γραφὴν κατὰ τὴν αὐτοῦ251 in vol. 3
Haer
.

3

.

252

πεπλανημένην ἔννοιαν, 〈καὶ〉 φάσκων ὅτι καὶ ὁ ἀπόστολος εἴρηκεν «ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, καὶ ὁ δεύτερος ἀπ’ οὐρανοῦ». εὐθὺς δὲ ἀντιπίπτει αὐτῷ ὁ λόγος τῆς ἀληθείας καὶ ἐλέγχει αὐτοῦ τὴν ἐσκοτω‐ μένην διάνοιαν. ἄνθρωπον γὰρ καὶ ἄνθρωπον ἔφη ὁ ἅγιος ἀπόστολος,
5καὶ τὸν μὲν πρῶτον ἄνθρωπον τὸν Ἀδὰμ ἐκ γῆς εἶναι χοϊκόν, τὸν δὲ δεύτερον ἀπ’ οὐρανοῦ. καίτοι γε ἄνθρωπον λέγων· οὐκ ἐξ οὐρανοῦ δὲ ἡ σὰρξ καταβέβηκεν, ἀλλ’ ὡμολόγηται καὶ ἀπὸ τούτου ἀπὸ Μαρίας οὖσα. ἀπ’ οὐρανοῦ δὲ καταχρηστικῶς οὐ λέγει σάρκα, ἀλλὰ τὸν δεύτερον ἄνθρωπον, ἐξότε ἄνωθεν ἦλθεν ὁ λόγος καὶ «ἐσκήνωσεν ἐν ἡμῖν», κατὰ
10τὸ γεγραμμένον. εἰ οὖν * προϋπῆρχεν ὁ κύριος. καὶ * πάρεστιν, «ὃς ἐφηῦρε πᾶσαν ὁδὸν συνέσεως», εἶναι δὲ αὐτόν, ** ὡς οὐκ ἀμφιβάλλει ἡ θεία γραφή, * τὰ γὰρ μετὰ ταῦτα σημαίνει προόντα καὶ τὸ ηὑρηκέναι πᾶσαν ὁδὸν συνέσεως, εἶτα «ἐπὶ γῆς ὠφθῆναι», τὴν μέλλουσαν ἔνσαρκον παρουσίαν 〈δηλοῖ〉. καὶ ὅτι ἀπ’ οὐρανοῦ φασι τὸν ἄνθρωπον ἐνηνοχέναι,
15οὐ λέγει 〈τοῦτο〉 ὁ ἀπόστολος, ἀλλὰ διὰ τὴν συνένωσιν τῆς ἐνσάρκου παρουσίας ἄνθρωπον μὲν αὐτὸν λέγει, 〈δεύτερον δὲ〉 διὰ τὸν χρόνον τὸν μεταξὺ Ἀδὰμ καὶ τῆς ἐνσάρκου παρουσίας· ἀπ’ οὐρανοῦ δὲ αὐτὸν λέγει διὰ τὸ ἄνωθεν ἡκέναι τὸν θεὸν λόγον καὶ σάρκα 〈ἐνδύσασθαι〉, ὥς φησιν, «ὁ λόγος σὰρξ ἐγένετο», οὐχ ὡς αὐτὸς ὑπονοεῖ λόγον ἐκ πατρὸς προελθόντα καὶ
20εἰς σάρκα μεταβεβλημένον· οὕτω γὰρ κατὰ τὴν ἠπατημένην αὐτοῦ ἔννοιαν διηγήσατο περὶ τοῦ τόπου. εἰ δὲ ἔστιν Ἀδὰμ πρὸ τοῦ εἶναι τὸν λόγον, ἆρα διὰ τίνος ὁ αὐτὸς Ἀδὰμ κέκτισται καὶ πάντα τὰ πρὸ αὐτοῦ κτίσ‐ ματα τοῦ θεοῦ ἢ πρὸς τίνα ὁ πατὴρ εἴρηκε «ποιήσωμεν ἄνθρωπον»; οὐ γὰρ τίς ποτε πρὸς τὸν ἐνδιάθετον αὐτοῦ λόγον ἢ τὸν προφορικὸν ἐπι‐
25τείνεται τὴν συμβουλίαν, ἀλλὰ πρὸς τὸν ἔμφυτον καὶ ἅγιον αὐτοῦ λόγον252 in vol. 3
Haer
.

3

.

253

〈περὶ〉 τῆς μελλούσης τοῦ ἀνθρώπου δημιουργίας ποιεῖται τὴν μετὰ πάσης σοφίας ἐξήγησιν, ἵνα μάθωμεν ἐξ ἀρχῆς εἶναι τὸν παῖδα πρὸς τὸν αὐτοῦ πατέρα, ἵνα μὴ τὸν ἡμέτερον κτίστην πρόσφατον νομίσωμεν, ἀλλὰ σὺν πατρὶ ἀεὶ ὑπάρχοντα πρὸ τῶν αἰώνων, ὡς καὶ Ἰωάννης μαρτυρεῖ
5λέγων «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». 4. Ὥς φησιν αὐτὸς ὁ ἀγύρτης, καὶ αὐτός φημι εἶναι τὸν λόγον ἀπ’ ἀρχῆς, ἀλλ’ ὡς υἱὸν 〈ἐκ〉 θεοῦ γεγεννημένον. καὶ εἰ μή ἐστιν υἱὸς θεοῦ, μάταιος αὐτοῦ ὁ πόνος, ματαία αὐτοῦ καὶ ἡ προαίρεσις καὶ ἡ ἐλπὶς καὶ ἡ διάνοια. οὐδὲν γὰρ περισσότερον τῶν ἀρνησαμένων αὐτὸν Ἰουδαίων
10οὗτος λέγει. οὐ γὰρ λέγει περὶ αὐτοῦ τὸ εὐαγγέλιον ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ», ἀλλ’ «ὁ λόγος ἦν πρὸς τὸν θεόν». καὶ οὐ λέγει ὅτι ἐν τῷ θεῷ ἦν μόνον, ἀλλὰ «θεὸς ἦν ὁ λόγος». ἀλλ’ ἐν τῷ ἀνθρώπῳ μὲν λόγος ἐνδιάθετος ἀεὶ καὶ προφορικὸς ὑπάρχων οὐ δύναται λέγεσθαι ἄνθρωπος, ἀλλὰ ἀνθρώπου
15λόγος. εἰ 〈δὲ〉 οὐκ ἦν οὔπω τὸ γέννημα, ὡς αὐτὸς λέγει, καὶ εἰ οὔπω ἦν υἱὸς τοῦ θεοῦ θεὸς λόγος, διὰ τίνος τὰ πάντα γεγένηται; ἐπειδή φησι τὸ εὐαγγέλιον «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἀλλά φησιν· ὥσπερ διὰ λόγου ὁ ἄνθρωπος πράττει ὃ βούλεται, οὕτως διὰ τοῦ ἰδίου λόγου ὁ πατὴρ διὰ τοῦ ὄντος ἐν αὐτῷ λόγου
20ἐποίησε τὰ πάντα. πῶς οὖν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγει ὅτι «ἕως ἄρτι ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι»; τὸ δὲ «ὁ πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι» οὐ τοῦ πατρὸς μὴ ἐργαζομένου ἐν τῇ τοῦ υἱοῦ ἐργασίᾳ, οὐδὲ τοῦ υἱοῦ ἀλλοτρίου ὄντος καὶ μὴ ἐργασαμένου ἐν τῇ τοῦ πατρὸς δημιουργίᾳ. πάντα γὰρ τὰ ἔργα ὅσα ἔστιν ἅμα ἐκ πατρὸς καὶ υἱοῦ καὶ
25ἁγίου πνεύματος γεγένηται. δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονεν ἀπὸ πατρός, καὶ αὐτὸς τὰ πάντα εἰργάσατο σὺν πατρὶ καὶ σὺν ἁγίῳ πνεύματι. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στό‐ ματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ.» διὸ καὶ μετὰ ἀσφαλείας ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἔλεγε, γινώσκων τὰς ὑπονοίας τῶν πεπλανη‐
30μένων, προγνώστης ὢν ὡς θεὸς καὶ 〈εἰδὼσ〉 ὡς ἤμελλεν ἕκαστος ἀπὸ τῆς ἀληθείας ἑαυτὸν ἐκβάλλειν· ἔλεγε 〈γὰρ〉 πρὸς τοὺς Ἰουδαίους
«οὐδὲν ἀφ’ ἑαυτοῦ ποιεῖ ὁ υἱός, ἐὰν μὴ ἴδῃ τὸν πατέρα ποιοῦντα». καὶ253 in vol. 3
Haer
.

3

.

254

οὐχ ὅτι πρῶτον ὁρᾷ, ἔπειτα πράττει, ἀλλὰ πάντα ἐν ἑαυτῷ ἔχει καὶ πράττει ἃ βούλεται. 5. Πῶς οὖν ταῦτα ἔσται, ὦ Φωτεινέ; ἢ τίς ὁ ἐν σοὶ πάλιν ἡμῖν προ‐ βαλλόμενος τοῦτο τὸ ζιζάνιον; τίς ὁ τὸ δηλητήριον τοῦτο κατασκευάσας
5τῷ βίῳ; πόθεν τὸ πονηρόν σοι ἐνθυμεῖσθαι κατὰ τοῦ κυρίου σου βλάσφημον λαβεῖν ὑπόνοιαν; οὐκ ἔπεισέ σε Ἀβραάμ, φάσκων πρὸς αὐτὸν καὶ λέγων «ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν»; ἐλέγχθητι γάρ, ὡς παρ’ αὐτῷ ὁ υἱὸς ἐπεδήμησε, καὶ οὐ προφορά τις ὤν, ἀλλ’ ἐνυπόστατος θεὸς λόγος. καὶ ὅπως γνῴης, ὦ ἐθελόσοφε, τὸ πέρας τῶν ἐν ταύτῃ τῇ ὑπο‐
10θέσει πεπραγματευμένων, 〈ἄκουε〉 ὡς ἐν τῇ θείᾳ γραφῇ ἐπισφραγισά‐ μενος τὸ τέλειον ἡμῖν ἀπεφήνατο φάσκων ὅτι «ἔβρεξε κύριος ἀπ’ οὐρανοῦ πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου»· καὶ οὐκ εἶπεν ὁ λόγος τοῦ κυρίου, ἀλλὰ κύριος παρὰ κυρίου, ὡς καὶ Δαυὶδ λέγει «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου»· καὶ ἵνα 〈δείξῃ〉 ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρ‐
15ουσίαν ὁ υἱὸς μόνον εὑρίσκεται, διηγεῖται καὶ περὶ τῆς ἀπ’ ἀρχῆς, ὅτι «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε». καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὦ περιττολόγε καὶ ἐν ἀργοῖς καὶ περιέργοις ταττόμενε, οὐδεὶς δέξεταί σου τὸν λόγον. οὔτε γὰρ μειζότερον τὸ πνεῦμα οὔτε μικρότερον· «τίς γὰρ ταῦτα ἐξεζήτησε» φησίν «ἐκ τῶν χειρῶν ὑμῶν»; ἐλέγχει σε δὲ ὁ
20αὐτὸς ἅγιος λόγος, ὡς φάσκει κύριος περὶ τοῦ πνεύματος τοῦ ἁγίου· ὁμολογῶν γὰρ τὸ γνήσιον τῆς αὐτοῦ θεότητός φησι «τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον». 6. Καὶ πόσαι ἄλλαι τυγχάνουσι μαρτυρίαι; ἐπειδὴ δὲ πᾶσιν ἡ σὴ ἐρεσχελία δῆλός ἐστι, πλάνης οὖσα καὶ οὐκ ἀληθείας, φωραθήσεται
25τε οὐ μόνον ὑπὸ συνετῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ὀλίγον τι τῆς θείας γραφῆς τὴν ἀκολουθίαν ἐπιγινωσκόντων, δι’ ἣν οὐκ ἐπιδεηθήσομαι πολλῶν μαρ‐ τυριῶν ἢ πολλῆς ἀνατροπῆς (εὐάλωτον γάρ σου τὸ διήγημα καὶ ἡ
κακοπιστία), διὸ ἀρκετῶς ἔχειν 〈ἡγούμενοσ〉 τὰ πρὸς σὲ εἰρημένα,254 in vol. 3
Haer
.

3

.

255

ὡς ἀπὸ γῆς ἀναφύσαντος κνωδάλου ἀτόνου τε καὶ ἀδυνάμου 〈εἶδοσ〉 τῷ ποδὶ τοῦ λόγου συντρίψας καὶ τῇ τοῦ θεοῦ λόγου ἀληθείᾳ, ἢ ὡς ἕλμιγγα ἤτοι γῆς ἐντεριώνην, καταλείψω. ἤδη γὰρ καὶ διεσκεδάσθη εἰς ὀλίγον † χρόνον ἡ τούτου τοῦ ἠπατημένου αἵρεσις. ἐπὶ δὲ τὰς ἑξῆς συνήθως
5θεὸν ἐπικαλούμενος προελεύσομαι.
5
— — —
Κατὰ Μαρκελλιανῶν νβ, τῆς δὲ ἀκολουθίας οβ. 1. Τῷ δὲ αὐτῷ πάλιν χρόνῳ (ὑπὸ ἓν γὰρ πάντες οὗτοι ἦσαν) Μάρ‐ κελλος γέγονεν ἐν Ἀγκύρῃ. ἔτι γὰρ καὶ δεῦρο 〈περιὼν〉 ἀπὸ τοῦ ἔτους τούτου ὡς ἀπὸ δύο ἐτῶν ἐτελεύτα ἢ πλείω ἢ ἐλάσσω. ἐποίησε δὲ καὶ
10αὐτός τινα διαίρεσιν ἐν τῇ ἐκκλησίᾳ ἀπ’ ἀρχῆς τοῦ αὐτοῦ χρόνου, ὀλίγην δέ τινα ὑπόνοιαν ὑπέφαινεν οὗτος, ἀπεικαζόμενος Σαβελλίῳ τε καὶ Ναυάτῳ ἀπὸ τοῦ τῶν Ἀρειανῶν πρὸς αὐτὸν παροξυσμοῦ, δῆθεν διὰ † τοῦ λογισμοῦ τῆς πρὸς τοὺς Ἀρειανοὺς ἀντιθέσεως. ὅθεν καὶ παρά τινων 〈ὀρθοδόξων〉 βλασφημεῖται, 〈ὡσ〉 ἀπὸ μέρους, ὡς ἔφην, Σαβελλια‐
15νῶν ἐσχηκὼς τὴν ἐρεσχελίαν. τινὲς δὲ ὑπὲρ αὐτοῦ ἀπελογήσαντο μὴ οὕτως ἔχειν, ἀλλ’ ὀρθῶς αὐτὸν βεβιωκέναι καὶ τῷ φρονήματι αὐτὸν ὀρθῶς ἔχειν διισχυριζόμενοι. διὸ πολλὴ περὶ τούτου ζήτησις γέγονε. καὶ τὰ μὲν κρύφια τῆς ἐννοίας θεῷ ἔγνωσται, οἱ δὲ ἀπ’ αὐτοῦ γεγονότες καὶ κατηχηθέντες, ἢ τὴν ἐκείνου ἔννοιαν ἀγνοοῦντες ἢ [μὴ] τὰ ἐκείνου
20ἀληθῆ διηγούμενοι, οὔτε τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν ἤθελον, ὡς ἔχει ἡ ἀλήθεια, ὅτι μία ἐστὶν ἡ θεότης, μία δοξολογία, ὁμοούσιος οὖσα ἡ τριὰς καὶ οὐδὲν διαλλάττουσα τῆς ἰδίας δόξης, τριὰς τελεία οὖσα καὶ μία
θεότης, μία δύναμις, μία οὐσία, οὔτε συναλοιφή τις οὖσα οὔτε ὑποβεβηκυῖα.255 in vol. 3
Haer
.

3

.

256

οὗτος δὲ ἐπὶ πλεῖστον βουλόμενός τινα λέγειν παρά τισιν, ὅμοιον τοῦ Σαβελλίου τῷ φρονήματι ἔδειξεν 〈ἑαυτὸν〉 εἶναι. διὸ καὶ αὕτη ἐν αἱρέσει ἐλέγχθη καὶ ἠριθμήθη. παραθήσομαι δὲ αὖθις καὶ τὴν ἔκθεσιν τοῦ λόγου οὗ πεποίηται Ἰουλίῳ τῷ μακαρίτῃ τῷ Ῥωμαίων ἐπισκόπῳ ὁ
5αὐτὸς Μάρκελλος, ὑπεραπολογούμενος δῆθεν ἑαυτοῦ. ἐκ δὲ τῆς ἀπολογίας καὶ τοῦ λιβέλλου φανήσεται ἕτερα παρὰ τὴν πίστιν τῆς ἀληθείας πεφρο‐ νηκώς. εἰ μὴ γὰρ ἕτερα ἐφρόνησεν, ὑπὲρ ποίων εἰς ἀπολογίαν ἤρχετο, εἰ μὴ ἄρα λόγοι ἐξ αὐτοῦ τεθέντες οὐκ ὀρθοὶ καί τινας ταράξαντες εἰς ταύτην 〈αὐτὸν〉 κατήγαγον τὴν ἀπολογίαν; τοίνυν τὸ ἀντίγραφόν ἐστι
10τοῦτο· Ἀντίγραφον ἐπιστολῆς Μαρκέλλου, ὃν καθεῖλεν ἡ σύνοδος
χάριν ἑτεροδοξίας.
2. «Τῷ μακαριωτάτῳ συλλειτουργῷ Ἰουλίῳ Μάρκελλος ἐν Χριστῷ χαίρειν.
15 Ἐπειδή τινες τῶν καταγνωσθέντων πρότερον ἐπὶ τῷ μὴ ὀρθῶς πιστεύειν, οὓς ἐγὼ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ διήλεγξα, κατ’ ἐμοῦ γράψαι τῇ θεοσεβείᾳ σου ἐτόλμησαν, ὡς ἂν ἐμοῦ μὴ ὀρθῶς μήτε ἐκκλησιαστικῶς φρονοῦντος, τὸ ἑαυτῶν ἔγκλημα εἰς ἐμὲ μετα‐ τεθῆναι σπουδάζοντες, τούτου ἕνεκεν ἀναγκαῖον ἡγησάμην ἀπαντήσας
20εἰς τὴν Ῥώμην ὑπομνῆσαί σε, ἵνα τοὺς κατ’ ἐμοῦ γράψαντας μετα‐ στείλῃ ὑπὲρ τοῦ ἀπαντήσαντας αὐτοὺς ἐπ’ ἀμφοτέροις ἐλεγχθῆναι ὑπ’ ἐμοῦ, ὅτι τε καὶ ἃ γεγράφασι κατ’ ἐμοῦ ψευδῆ ὄντα τυγ‐
χάνει καὶ ὅτι ἔτι καὶ νῦν ἐπιμένουσι τῇ ἑαυτῶν προτέρᾳ πλάνῃ καὶ256 in vol. 3
Haer
.

3

.

257

δεινὰ κατά τε τῶν τοῦ θεοῦ ἐκκλησιῶν καὶ ἡμῶν τῶν προεστώτων αὐτῶν τετολμήκασιν. ἐπεὶ τοίνυν ἀπαντῆσαι οὐκ ἠβουλήθησαν, ἀποστείλαντός σου πρεσβυτέρους πρὸς αὐτοὺς καὶ ταῦτα ἐμοῦ ἐνιαυτὸν καὶ τρεῖς ὅλους μῆνας ἐν τῇ Ῥώμῃ πεποιηκότος, ἀναγκαῖον
5ἡγησάμην, μέλλων ἐντεῦθεν ἐξιέναι, ἔγγραφόν σοι τὴν ἐμαυτοῦ πίστιν μετὰ πάσης ἀληθείας τῇ ἐμαυτοῦ χειρὶ γράψας ἐπιδοῦναι, ἣν ἔμα‐ θον ἔκ τε τῶν θείων γραφῶν ἐδιδάχθην, καὶ τῶν κακῶς ὑπ’ αὐτῶν λεγομένων ὑπομνῆσαί σε, ἵνα γνῷς οἷς χρώμενοι πρὸς ἀπάτην τῶν ἀκουόντων λόγοις τὴν ἀλήθειαν κρύπτειν βούλονται.
10 φασὶ γὰρ μὴ ἴδιον καὶ ἀληθινὸν λόγον εἶναι τοῦ παντοκράτορος θεοῦ τὸν υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀλλ’ ἕτερον αὐτοῦ λόγον εἶναι καὶ ἑτέραν σοφίαν καὶ δύναμιν. τοῦτον γενόμενον ὑπ’ αὐτοῦ ὠνομάσθαι λόγον καὶ σοφίαν καὶ δύναμιν, καὶ διὰ τὸ οὕτως αὐτοὺς φρο‐ νεῖν ἄλλην ὑπόστασιν διεστῶσαν τοῦ πατρὸς εἶναί φασιν. ἔτι μέντοι καὶ
15προϋπάρχειν τοῦ υἱοῦ τὸν πατέρα δι’ ὧν γράφουσιν ἀποφαίνονται 〈καὶ〉 μὴ εἶναι αὐτὸν ἀληθῶς υἱὸν ἐκ τοῦ θεοῦ· ἀλλὰ κἂν λέγωσιν ἐκ τοῦ θεοῦ, οὕτως λέγουσιν ὡς καὶ τὰ πάντα. ἔτι μὴν καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν λέγειν τολμῶσι καὶ κτίσμα αὐτὸν καὶ ποίημα εἶναι, διο‐ ρίζοντες αὐτὸν ἀπὸ τοῦ πατρός. τοὺς οὖν ταῦτα λέγοντας ἀλλοτρίους
20τῆς καθολικῆς ἐκκλησίας εἶναι πεπίστευμαι. πιστεύω δέ, ἑπόμενος ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεὸς καὶ ὁ τούτου μονογενὴς υἱὸς λόγος, ὁ ἀεὶ συνυπάρχων τῷ πατρὶ καὶ μηδεπώποτε ἀρχὴν τοῦ εἶναι ἐσχηκώς, ἀληθῶς ἐκ τοῦ θεοῦ ὑπάρ‐ χων, οὐ κτισθείς, οὐ ποιηθείς, ἀλλὰ ἀεὶ ὤν, ἀεὶ συμβασιλεύων
25τῷ θεῷ καὶ πατρί, «οὗ τῆς βασιλείας», κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν, «οὐκ ἔσται τέλος». οὗτος υἱός, οὗτος δύναμις, οὗτος σοφία, οὗτος ἴδιος καὶ ἀληθὴς τοῦ θεοῦ λόγος, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀδιαίρετος δύναμις τοῦ θεοῦ, δι’ οὗ τὰ πάντα τὰ γενόμενα γέγονε, καθὼς τὸ εὐαγγέλιον μαρτυρεῖ λέγον «ἐν ἀρχῇ ἦν ὁ
30λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». οὗτός ἐστιν ὁ λόγος, περὶ οὗ καὶ Λουκᾶς ὁ εὐαγγελιστὴς μαρτυρεῖ λέγων «καθὼς
παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ257 in vol. 3
Haer
.

3

.

258

λόγου»· περὶ τούτου καὶ Δαυὶδ ἔφη «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡμᾶς διδάσκει διὰ τοῦ εὐαγγελίου, λέγων «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω»· οὗτος ἐπ’ ἐσχάτων τῶν ἡμερῶν κατελθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν
5καὶ ἐκ τῆς παρθένου Μαρίας γεννηθεὶς τὸν ἄνθρωπον ἔλαβε.
3. «Πιστεύω οὖν εἰς θεὸν παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν κύριον ἡμῶν, τὸν γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, τὸν ἐπὶ Ποντίου Πιλάτου σταυρωθέντα καὶ ταφέντα καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα
10ἐκ τῶν νεκρῶν, ἀναβάντα εἰς τοὺς οὐρανοὺς καὶ καθήμενον ἐν δεξιᾷ τοῦ πατρός, ὅθεν ἔρχεται κρίνειν ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἁγίαν ἐκκλησίαν, ἄφεσιν ἁμαρτιῶν, σαρκὸς ἀνά‐ στασιν, ζωὴν αἰώνιον.» Ἀδιαίρετον εἶναι τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρὰ
15τῶν θείων μεμαθήκαμεν γραφῶν. εἰ γάρ τις χωρίζει τὸν υἱὸν τουτέστι τὸν λόγον τοῦ παντοκράτορος θεοῦ, ἀνάγκη αὐτὸν ἢ δύο θεοὺς εἶναι νομίζειν, ὅπερ ἀλλότριον τῆς θείας διδασκαλίας εἶναι νενόμισται, ἢ τὸν λόγον μὴ εἶναι θεὸν ὁμολογεῖν, ὅπερ καὶ αὐτὸ ἀλλότριον τῆς ὀρθῆς πίστεως εἶναι φαίνεται, τοῦ εὐαγγελιστοῦ λέγοντος «καὶ θεὸς
20ἦν ὁ λόγος». ἐγὼ δὲ ἀκριβῶς μεμάθηκα ὅτι ἀδιαίρετος καὶ ἀχώριστός ἐστιν ἡ δύναμις τοῦ πατρός, ὁ υἱός. αὐτὸς γὰρ ὁ σωτὴρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα». ταύ‐ την καὶ παρὰ τῶν θείων γραφῶν εἰληφὼς τὴν πίστιν καὶ παρὰ τῶν
25κατὰ θεὸν προγόνων διδαχθεὶς ἔν τε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ κηρύττω
καὶ πρὸς σὲ νῦν γέγραφα, τὸ ἀντίγραφον τούτου παρ’ ἐμαυτῷ κα‐258 in vol. 3
Haer
.

3

.

259

τασχών. καὶ ἀξιῶ τὸ ἀντίτυπόν σε τούτου τῇ πρὸς τοὺς ἐπισκόπους ἐπιστολῇ ἐγγράψαι, ἵνα μή τινες τῶν ἀκριβῶς μὴ εἰδότων ἡμᾶς κἀκεί‐ νους τοῖς ὑπ’ αὐτῶν γραφεῖσι προσέχοντες ἀπατηθῶσιν. ἔρρωσθε.» πεπλήρωται.
5 4. Εἰ τοίνυν ὁ λίβελλος οὗτος καλῶς ἔχει, οἱ δυνάμενοι ἀναγνῶ〈ναι λεγέ〉τωσαν καὶ οἱ δυνάμενοι ἀκριβῶσαι τὰ ἐν αὐτῷ εἰρημένα· καὶ εἰ μὲν κακῶς ἔχει, αὐτοὶ διακρινέτωσαν. οὐ γὰρ βουλόμεθα πέρα ὧν ἐπι‐ στάμεθα καὶ τῶν εἰς ἡμᾶς ἐλθόντων λέγειν. εἰ γὰρ καὶ καλῶς ἔχει ὁ λίβελλος περὶ τῆς ὑποθέσεως, πάλιν διανοηθήσονται οἱ ἐντυγχάνοντές
10τε καὶ ἀκούοντες ὅτι οὐκ εἰς μάτην οὔτε εἰς ἀργότητα οὔτε κατ’ 〈ἔχθραν〉 ἐκείνου ἐγίνετο αὐτῷ ἀνάγκη ἀπολογίας, εἰ μὴ ἄρα ἐξήμεσε λόγους τινὰς ταράσσοντας καὶ ἀναγκάσαντας αὐτὸν εἰς ἀπολογίαν ἥκειν περὶ τῶν ὑπ’ αὐτοῦ εἰρημένων. συμβαίνει γὰρ καὶ μετὰ τὸ ἐσφάλθαι αὐτὸν διὰ τοῦ λιβέλλου ὑπεραπολογήσασθαι καὶ ἑαυτὸν διορθώσασθαι ἢ
15ὅτι μὲν τῷ λιβέλλῳ ἐκόσμησεν αὐτοῦ τοὺς λόγους, ἵνα παρακρύψῃ τὰ ὑπ’ αὐτοῦ ῥηθέντα, ἵνα μὴ ἐκπέσῃ διὰ τῆς καθαιρέσεως τοῦ κοινοῦ τῶν ἐπισκόπων συλλόγου τε καὶ τοῦ κανόνος. ὅμως τὰ περὶ Μαρκέλλου εἰς ἡμᾶς ἐλθόντα ταῦτα. ἠρόμην δὲ αὐτὸς ἐγὼ χρόνῳ τινὶ τὸν μακα‐ ρίτην πάπαν Ἀθανάσιον περὶ τούτου τοῦ Μαρκέλλου, πῶς ἂν ἔχοι
20περὶ αὐτοῦ. ὁ δὲ οὔτε ὑπεραπελογήσατο οὔτε πάλιν πρὸς αὐτὸν ἀπεχθῶς ἠνέχθη, μόνον δὲ διὰ τοῦ προσώπου μειδιάσας ὑπέφηνε μοχθηρίας μὴ μακρὰν αὐτὸν εἶναι, ἀλλ’ ὡς ἀπολογησάμενον ἔχειν. 5. Παραθήσομαι δὲ ἅτινα τινὲς εὑρόντες ἐν τοῖς αὐτοῦ Μαρκέλλου συντάγμασιν, ἃ ἐδόκει ἐπιλήψιμα αὐτοῖς φαίνεσθαι, πρὸς αὐτὸν ἀποτεινό‐
25μενοι καὶ αὐτοὶ ἀντισυνέταξαν. ὑπὸ δὲ ἄλλων πάλιν διὰ τὸ τοὺς ἀντι‐ συντάξαντας, ὕστερον εἰς ἄλλο τραπέντας * ἐλέγχου χάριν τὰ ἀντισυνταχ‐ θέντα ὑπ’ αὐτῶν * προβαλλόμενοι 〈οὖν〉 ἐδείκνυον καὶ ἐν τοῖς σφῶν αὐτῶν συντάγμασι κατὰ τὰς γενομένας διαιρέσεις ἀνὰ μέσον τῶν περὶ Ἀκάκιον καὶ Βασίλειον τὸν Γαλάτην καὶ Γεώργιον τὸν Λαοδικείας
30ἐποιήσαντο πρὸς ἔλεγχον τοῦ αὐτοῦ Ἀκακίου. οὗτος γὰρ ἦν ὁ ἀπὸ τῶν
Μαρκέλλου συνταγμάτων κατὰ Μαρκέλλου εἰπών, 〈ἅτινα παραθήσομαι〉,259 in vol. 3
Haer
.

3

.

260

ἵνα ἐν πᾶσιν ἡμεῖς τῆς ἀληθείας μηδὲν παραλείψαντες δείξωμεν ὅτι οὔτε ἀπευχόμεθα τὰ πρὸς διόρθωσιν οὔτε συναινεῖν βουλόμεθα τοῖς τι παρὰ τὸ ἀληθινὸν ἐπιχειροῦσι. καὶ ἔστι τὰ ἐκ τῆς Ἀκακίου πρὸς Μάρκελλον ἀντιλογίας τάδε·
5
Ταῦτα διὰ Μάρκελλον. 6. «Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα μετὰ τὴν παρεξήγησιν τῶν εἰς τὰς παροιμίας ῥητῶν γέγραφεν ὁ Μάρκελλος, λαλῶν τε κατὰ τοῦ θεοῦ ἀδικίαν, ἐπαίρων δὲ εἰς ὕψος τὸ κέρας αὐτοῦ. γενόμενος 〈οὖν〉 ὑπὲρ τὰ μέσα τοῦ βιβλίου καὶ πάλιν θεὶς Ἀστερίου τὰ λέγοντα ῥήματα·
10»ἄλλος μὲν γάρ ἐστιν ὁ πατὴρ ὁ γεννήσας ἐξ ἑαυτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα»—θεὶς οὖν ταῦτα καὶ δυσχεραίνων πρὸς
15τὴν εἰκόνα τὴν ἀπαράλλακτον, τουτέστι τὸ ἔκτυπον καὶ τρανὲς ἐκ‐ μαγεῖον τοῦ θεοῦ τῆς οὐσίας καὶ τῶν ἑξῆς, φαύλην καλῶν τὴν ὑπό‐ ληψιν ταύτην ἐπισυνάπτει τὴν δυσαρέστησιν αὐτοῦ, γράφων ὧδε· »ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότη‐ τος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος καὶ θεὸς γεννηθείς,
20ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται ἔτι εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ θεοῦ εἰκὼν καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ’ εἰκὼν κυρίου καὶ θεο· εἰ δὲ κύριος ὄντως καὶ θεὸς ὄντως, οὐκέτι ὁ κύριος καὶ θεὸς
εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.» καὶ ἑξῆς· »οὐδὲν οὖν260 in vol. 3
Haer
.

3

.

261

αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται· πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι, καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι δύναται, καὶ εἰ δυνάμεως
5εἰκών, οὐκέτι δύναμις, καὶ εἰ δόξης εἰκών, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ’ ἑτέρου τινὸς εἰκών ἐστι.» 7. «Ταῦτα δὲ σύ, Μάρκελλε, τὰ ῥήματα [τὰ] πρότερον ἐπαι‐ νέσας ἐν ἀρχῇ τοῦ βιβλίου, νῦν δὲ ἀρνησάμενος τὸν θεὸν ἐκ θεοῦ λόγον ὄντα τὸν υἱὸν καὶ μόνον ἐκ μόνου καὶ τέλειον ἐκ τελείου, σαφῶς τὴν
10φαύλην σου περὶ θεότητος ἤλεγξας δόξαν. τοῦ γὰρ βασιλέως τοῦ μεγάλου τὴν εἰκόνα λαβὼν 〈ἐν〉 ἀζωΐᾳ καὶ ἀθεότητι, ἀβουλίᾳ τε καὶ ἀδυναμίᾳ καὶ ἀδοξίᾳ καὶ τῷ ἀνουσίῳ, ἐκτετμῆσθαι τὴν ἀνοσίαν ὤφειλες γλῶτταν, εἰπὼν ῥῆμα εἰς κύριον καὶ τελευτήσας εἰς ψυχὴν οὕτως ἀσεβήσασαν. τὴν γὰρ εἰκόνα τοῦ θεοῦ ἀζωΐᾳ περιγράψας
15οὔτε κύριον οὔτε θεὸν οὐκ οὐσίαν οὐ βουλὴν οὐ δύναμιν οὐ δόξαν 〈λέγεισ〉 εἶναι ταύτην. τούτων δὲ ἀκίνητον εἰκόνα εἶναι θέλεις αὐτήν, οἱονεὶ ἄψυχον καὶ ἄζωον, ἔξω ἐκτεθεῖσαν αὐτὴν ποιῶν, καὶ ὡσαύτως ἄψυχον 〈ὡσ〉 καὶ ἀνθρωπίνῃ τέχνῃ μόνῃ συνεστῶσαν· ζῶντος δὲ ζῶσαν οὐ θέλεις εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, οὐδὲ οὐσίας οὐσίαν εἰκόνα,
20οὐδὲ βουλῆς καὶ δυνάμεως καὶ δόξης βουλὴν καὶ δύναμιν καὶ δόξαν ἀπαραλλάκτως εἰκόνα. τὸ δὲ ἀπαραλλάκτως εἰπεῖν οὐχ οἷόν τε καὶ ἀγεννήτως, ἀλλ’ ὅτι ἐκτυπῶς καὶ ἀκριβῶς ὡμοιωμένην πρὸς πατρικὴν ἔχει καὶ θεότητα καὶ πᾶσαν ἐνέργειαν.» καὶ μεθ’ ἕτερα. «ἔδει δέ σοι ἄλαλα γενηθῆναι 〈τὰ χείλη〉
25τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ θεοῦ ἀδικίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει.» καὶ γὰρ «μόνος μόνον» ἐγέννησεν ὁ πατὴρ τὸν μονογενῆ, κἂν σὺ μὴ θέλῃς, νῦν ἄλλο τι θέλων, οὐκ ἐξ αἰτίας τῶν αἰώνων Οὐαλεντίνου τὴν πάροδον λαβόντος τοῦ υἱοῦ, ἀλλ’ ἐκ μόνου πατρὸς τὴν γέννησιν ἔχοντος, καὶ «τέλειος τέλειον»·
30ἀτελὲς γὰρ οὐδὲν ἐν πατρί, διὸ οὐδὲ ἐν υἱῷ, ἀλλὰ τῆς ἐκείνου τελει‐261 in vol. 3
Haer
.

3

.

262

ότητος καὶ ὑπερτελειότητος γέννημα γνήσιον τοῦ υἱοῦ τελειότης· καὶ «βασιλεὺς βασιλέα». εὐσεβὲς γὰρ τὸν θεὸν βασιλεύειν, 〈πρὸ τοῦ〉 πρὸ τῶν αἰώνων γεννηθέντος [τοῦ] υἱοῦ καὶ βασιλευομένου βασιλέως, δι’ οὗ καὶ τὰ λοιπὰ βασιλεύεται, εὐχαρίστως ὁμολογοῦντος τὴν ὑποταγήν.
5οὐκ ἰδιώτην γάρ, ἀλλὰ βασιλέα γεγέννηκεν ὁ πατήρ, τῆς βασιλείας αὐτοῦ οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἐχούσης. οὐ γὰρ ἔξωθεν τὸ ἀξίωμα, εἰς οὐσίαν δὲ αὐτῷ συντελεῖ, ὁμοίως πατρὶ γεννήσαντι. διὸ καὶ γέγραπται τὸ «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» οὕτως δὲ καὶ «κύριος κύριον» καὶ «θεὸς θεὸν» γεννᾶν παρ’ ἡμῶν ὡμο‐
10λόγηται. καὶ ἁπλῶς εἰπεῖν, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης εἰκόνα λέγομεν, οὐκ ἄψυχον καὶ νεκράν, ἀλλ’ οὐσιώδη καὶ βου‐ λητικὴν καὶ δυνατὴν καὶ ἔνδοξον. δύναμις γὰρ οὐκ ἀδυναμίαν γεννᾷ, ἀλλὰ αὐτοδύναμιν, καὶ δόξα οὐκ ἀδοξίαν γεννᾷ, ἀλλὰ αὐτοδόξαν, καὶ βουλὴ οὐκ ἀβουλίαν γεννᾷ, ἀλλὰ αὐτοβουλήν, καὶ οὐσία οὐ τὸ
15ἀνούσιον, ἀλλὰ αὐτοούσιον. εἰκὼν ἄρα ἐστὶν ὁ λόγος θεός, ζῶσα σοφία, ὑποστατική, λόγος ἐνεργὴς καὶ υἱός, αὐτὴ οὐσιωμένη. αὕτη γὰρ 〈ἦν〉 «ᾗ προσέχαιρε» καθ’ ἡμέραν ὁ θεός, «ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας». σὺ δέ, Μάρκελλε, «ταῦτα ἀρνούμενος ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνηθήσῃ μὲν ὑπ’ αὐτῆς ἐκείνης ἔμπροσθεν τοῦ πατρὸς
20τοῦ ἐν τοῖς οὐρανοῖς», ἀρνηθήσῃ δὲ καὶ ἔμπροσθεν τῆς ἐκκλησίας τῆς ὑπὸ τὸν οὐρανόν, γραφούσης περὶ σοῦ πανταχοῦ τῇ γῇ «ἄκουε λόγον κυρίου, γράψον τὸν ἄνδρα τοῦτον, ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ καθή‐ μενος ἐπὶ θρόνου Δαυίδ».
25 8. καὶ μεθ’ ἕτερα μνημονεύσαντος Μαρκέλλου τῶν Ἀστερίου ῥητῶν ἐπιφέρει λέγων· «Θεὶς οὖν ταῦτα καὶ χωρῶν τῇ ἀρνήσει τῆς τοῦ σωτῆρος ἡμῶν εἰκόνος καὶ οὐσίας, καὶ τῆς μονογενοῦς υἱότητος ἐκ πατρὸς καὶ τῶν πρωτοτοκίων πάσης κτίσεως, καὶ τῆς τοῦ μονο‐ γενοῦς μονότητος καὶ τῆς ἐκ τελείου τελειότητος καὶ τῆς ἐκ βασιλέως
30βασιλείας καὶ τῆς ἐκ κυρίου κυριότητος καὶ τῆς ἐκ θεοῦ θεότητος, οὐσίας τε ἁπλῶς καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης θεοῦ εἰκόνος ἀπαραλλάκτου, οὐ μικροῖς λόγοις «ἀρνούμενος ἔμπροσθεν τῶν ἀν‐
θρώπων, διὸ καὶ ἀρνηθησόμενος ἔμπροσθεν τοῦ πατρὸς αὐτοῦ»,262 in vol. 3
Haer
.

3

.

263

ἄντικρυς ταῦτα γράφεις· «ταῦτα τὰ ῥήματα σαφῶς τὴν φαύλην αὐτοῦ περὶ θεότητος πατρὸς καὶ υἱοῦ παρίστησι δόξαν.» ἡ δὲ τούτων ἄρνησις τὴν σὴν ἐνδιάστροφον καὶ φαύλην περὶ θεότη‐ τος καὶ οὐσίας Χριστοῦ σαφῶς ἤλεγξεν ἑτεροδοξίαν.»
5 9. Καὶ μεθ’ ἕτερα ἐπιφέρει τὰ Μαρκέλλου· «Ἕωλα οὖν τὰ ἑξῆς ἐπιφέρει γράφων. «οὐδὲν οὖν αὐτὸν ὧν προεῖπεν εἶναι βούλεται. πάντων γὰρ τούτων εἰκόνα αὐτὸν εἶναι λέγει. οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐκέτι αὐτοουσία δύναται εἶναι. καὶ εἰ βουλῆς ἐστιν εἰκών, οὐκέτι αὐτοβουλὴ εἶναι
10δύναται. καὶ εἰ δυνάμεως, οὐκέτι δύναμις. καὶ εἰ δόξης, οὐκέτι δόξα. ἡ γὰρ εἰκὼν οὐχ ἑαυτῆς, ἀλλ’ ἑτέρου τινὸς εἰκών ἐστιν.» ἕωλα δέ, Μάρκελλε, καὶ ψευδῆ ταῦτα. πάντα γὰρ αὐτὸν ἃ προεῖπεν Ἀστέριος εἶναι βούλεται, λέγων «βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν», καὶ λύει σου τὴν ἄψυχον εἰκόνα, τὴν κατὰ
15σὲ ἀνθρωπίνῃ τέχνῃ συνεστῶσαν μόνῃ. πάντων γὰρ τούτων ζῶσαν εἰκόνα λέγει καὶ ζῶντος εἰκόνος ἐκμαγεῖον οὖσαν τοῦ γεγεννηκότος, καὶ οὐσίας αὐτοουσίαν εἰκόνα λέγει καὶ βουλῆς αὐτοβουλὴν καὶ δυνά‐ μεως αὐτοδύναμιν καὶ δόξης αὐτοδόξαν, καὶ οὐχ ἑαυτῆς, ἀλλ’ ἑτέρου εἰκόνος. σὺ δὲ θεὸν ἐκ θεοῦ τὸν υἱὸν οὐχ ὁμολογῶν οὐδὲ φῶς ἐκ φωτὸς
20οὐδὲ δύναμιν ἐκ δυνάμεως, οὔτε θεὸν οὔτε φῶς, οὐ δύναμιν οὐκ οὐσίαν, οὐ βουλὴν, οὐ δόξαν τὸν υἱὸν εἶναι θέλεις. ἀλλὰ τὸ σῶμα ταῦτα ἀφανίζει ἀσεβῶς ἐν τῇ συντελείᾳ μετὰ † τούτων. καὶ ἀρνῇ μὲν τὸ «θεὸς ἦν ὁ λόγος», υἱὸν δὲ θεοῦ καλεῖς ἢ ὀνόματι μόνῳ ἢ ὡς ἄνθρωπον, ἵν’ ἑτερογενῆ γεννῶν εἴη ὁ θεός, θέσει γεννῶν τὸν υἱόν, κατὰ τὸ «υἱοὺς
25ἐγέννησα καὶ ὕψωσα», καὶ κατὰ τό «ἐλάβετε πνεῦμα υἱοθεσίας», καὶ
τὸ «ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ». οὐσίας οὖν καὶ δυνάμεως καὶ263 in vol. 3
Haer
.

3

.

264

βουλῆς καὶ δόξης ἀπαράλλακτον λέγων Ἀστέριος εἰκόνα τὸν υἱὸν τοῦ πατρός, πάντως οἱονεὶ τοὺς πατρικοὺς χαρακτῆρας ἐνεῖναι λέγει τῷ υἱῷ καὶ τὰ ἐπινοούμενα τοῦ πατρὸς τετυπῶσθαι ἢ δεδόσθαι τῷ υἱῷ, οὐκ ἄλλα παρ’ αὐτὸν ὄντα. πάντα οὖν ἃ προεῖπεν αὐτὸν εἶναι
5βούλεται. οὐ γὰρ τὴν ἐν χρώμασιν εἰκόνα νοεῖ οὐδὲ τρίτον ζωγράφον εἰσάγει, ἵνα διαφωνοῦντος πρὸς τὸν πατέρα διὰ χρωμάτων τὰς ποιό‐ τητας ἀλλαχοῦ γράφῃ καὶ τοῦτο υἱὸν καλῇ. οὕτω γὰρ σὺ νοήσας καὶ μὴ νοήσας φῄς· «οὐκοῦν εἰ οὐσίας ἐστὶν εἰκών, οὐ δύνα‐ ται αὐτοουσία εἶναι, καὶ εἰ βουλῆς, οὐκέτι αὐτοβουλή.»
10καθ’ ἡμᾶς γὰρ εἰ οὐσίας ἐστὶν εἰκὼν ζῶσα, αὐτοουσία δύναται εἶναι καὶ ἔστι. καὶ οὕτως οὐσίας οὐσίαν εἰκόνα λέγομεν διὰ μίμησιν ὁμοιο‐ τάτην ζωῆς τε καὶ ἐνεργείας, οὕτω δὲ καὶ βουλῆς βουλὴν εἰκόνα τὸν «μεγάλης βουλῆς ἄγγελον», καὶ δυνάμεως καὶ δόξης δύναμιν καὶ δόξαν. καὶ τούτων παραστατικὸν τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει
15ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ», καὶ «ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ 〈οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ〉». τὸ γὰρ «ὥσπερ, οὕτως» εἰκονικῆς ἐστι μιμήσεως καὶ ὁμοιώσεως ἀκριβὲς ἐκμαγεῖον.» 10. Καὶ μεθ’ ἕτερα ὀλίγα «οὐ γὰρ ὁ λόγος θεός, ὁ ἄλλοις
20παρέχων ζωὴν καὶ κάλλος καὶ μορφήν, αὐτὸς ἄζωος καὶ ἀκαλλὴς καὶ ἄμορφός ἐστιν, ἐν νεκρότητι ἢ τῷ μὴ εἶναι νοούμενος, ἀλλὰ πατρι‐ κοῖς χαρακτῆρσι μεμόρφωται, οὐχ ὡς ἕτερος αὐτὸς ὤν, ἑτέρους δὲ τοὺς χαρακτῆρας τῆς μορφῆς ἔχων, ἀλλ’ ἐν τῷ εἶναι αὐτοῦ οἱ χαρακ‐ τῆρές εἰσι καὶ ἐν τοῖς χαρακτῆρσι τὸ εἶναι αὐτοῦ. ἡ δὲ εἰκών, ἑτέρου
25καὶ οὐχ ἑαυτῆς εἰκὼν οὖσα, καθὰ καὶ σὺ θέλεις, τοῦ πρωτοτύπου ἐν ἑαυτῇ τοὺς χαρακτῆρας φέρουσα, τὴν ἑτερότητα παρίστησιν, ἑτερότητα δὲ ὡς ὁμοιότητα. οὐχ ἑαυτῆς γάρ, ἑτέρου δέ τινος εἰκών ἐστιν οὗτος, ὤν, ὃ ἔστιν, «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». εἰκὼν οὖν τοῦ πατρὸς ὁ υἱός, ζῶσα ζῶντος, ἐν κινήσει καὶ ἐνεργείᾳ, δυνάμει τε καὶ βουλῇ
30καὶ δόξῃ, οὐκ ἄψυχος, οὐδὲ ἀκίνητος, ἐν ἑτέρῳ μὲν τὸ εἶναι ἔχουσα καὶ γραφομένη, αὐτὴ δὲ ἐν ἑαυτῇ καὶ δι’ ἑαυτῆς ἐν κινήσει μὴ οὖσα. καὶ εἰκών ἐστιν ἀπαράλλακτος, οὐ τῆς ἀπαραλλαξίας πατέρα ποιούσης,
ἀλλ’ υἱὸν ἀπηκριβωμένον.» Πεπλήρωνται τὰ ἐνθάδε Ἀκακίου.264 in vol. 3
Haer
.

3

.

265

Νῦν δέ φασιν οἱ ὀρθόδοξοι καὶ ἀδελφοὶ ἡμέτεροι καὶ ὁμολογηταὶ παρὰ τινῶν ὑπὸ Μαρκέλλου καταλειφθέντων μαθητῶν ἔκθεσιν εἰληφέναι ὁμολογίας περὶ πίστεως ἀπολογουμένης· ἧς τὰ λεπτολογήματα, αὐτὸς μὴ κατειληφὼς αὐτήν, ἐνταῦθα παρεθέμην. καὶ ἔστι τὸ ἀντίγραφον
5τόδε·
Ἡ ἐπίγραφος πίστις τῶν Μαρκέλλου. 11. «Τοῖς αἰδεσιμωτάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις τοῖς ἐν Διοκαισαρείᾳ ὑπερορισθεῖσιν ὑπὲρ τῆς εἰς τὸν σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξου πίστεως, Εὐλογίῳ, Ἀδελφίῳ, Ἀλεξάνδρῳ, Ἀμ‐
10μωνίῳ, Ἁρποκρατίωνι, Ἰσαάκ, Ἰσιδώρῳ, Ἀννουβίωνι, Πιτίμῳ, Εὐφρατίῳ, Ἀαρώνῃ, οἱ ἀπὸ Ἀγκύρας τῆς Γαλατίας πρεσβύτεροι, Φωτεινός, Εὐστάθιος, ἕτερος Φωτεινός, Σιγέριος καὶ διάκονος Ὑγῖνος καὶ ὑποδιάκονος Ἡρακλείδης καὶ ἀναγνώστης Ἐλπίδιος καὶ προστάτης Κυριακὸς ἐν κυρίῳ χαίρειν.»
15 «Ἐνδεδημηκότων ἡμῶν πρὸς τὴν ὑμετέραν θεοσέβειαν ἀπὸ τῆς προειρημένης ἡμετέρας πατρίδος, τὴν προσήκουσαν ἐπίσκεψιν ποιού‐ μενοι, καὶ ἐπερωτωμένων ἡμῶν παρὰ τῆς ὑμετέρας ὁσιότητος περὶ τῆς ἐν ἡμῖν πίστεως ὅπως ἔχομεν, καὶ ἀποδεξάμενοι ὑμῶν τὴν τοι‐ αύτην κηδεμονικὴν πεῦσιν, ἥνπερ ἐποιήσασθε, διὰ 〈τὸ〉 μάλιστα τοὺς
20βουλομένους ματαίως θρυλεῖν περὶ ἡμῶν τινα ψευδῆ ἀναγκαῖον ἡγη‐ σάμεθα πληροφορῆσαι ὑμᾶς περὶ τούτου, οὐ μόνον ἐκ τῶν ὑποδειχθέν‐ των τῇ ὑμετέρᾳ ὁσιότητι παρ’ ἡμῶν γραμμάτων κοινωνικῶν πρὸς ἡμᾶς γραφέντων 〈ὑπὸ〉 τοῦ τρισμακαρίου πάπα Ἀθανασίου, ἀλλὰ καὶ ἐκ ταύτης ἡμῶν τῆς ἐγγράφου ὁμολογίας, ὡς ὅτι οὔτε φρονοῦμεν
25οὔτε πεφρονήκαμέν τί ποτε ἐκτὸς τῆς κατὰ Νίκαιαν ὁρισθείσης οἰκου‐
μενικῆς καὶ ἐκκλησιαστικῆς πίστεως, ἥνπερ ὁμολογοῦμεν † δυνάμει265 in vol. 3
Haer
.

3

.

266

ταύτην φρονεῖν, ἀναθεματίζοντες τοὺς τολμῶντας κτίσμα λέγειν 〈τὸν υἱὸν ἢ〉 τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν Ἀρειανὴν αἵρεσιν καὶ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς μὴ λέγοντας τὴν ἁγίαν τριάδα τρία πρόσωπα ἀπερίγραφα καὶ ἐνυπόστατα καὶ
5ὁμοούσια καὶ συναΐδια καὶ αὐτοτελῆ, ἀναθεματίζοντες δὲ καὶ τοὺς πλατυσμὸν ἢ συστολὴν ἢ ἐνέργειαν τοῦ πατρὸς τὸν υἱὸν λέγοντας, καὶ τοὺς τὸν θεὸν λόγον τὸν υἱὸν τοῦ θεοῦ, προαιώνιον καὶ συναΐδιον τῷ πατρὶ καὶ ἐνυπόστατον καὶ αὐτοτελῆ υἱὸν καὶ θεὸν μὴ ὁμολογοῦντας. 12. Εἴ τις τὸν αὐτὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα λέγει,
10ἀνάθεμα ἔστω. εἴ τις ἀρχὴν ἢ τέλος τῷ υἱῷ τοῦ θεοῦ καὶ λόγῳ ἢ τῇ βασιλείᾳ αὐτοῦ δίδωσιν, ἀνάθεμα ἔστω. εἴ τις μέρος τοῦ πατρὸς λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον, καὶ μὴ ὁμολογεῖ τὸν υἱὸν τοῦ θεοῦ ἐκ τῆς τοῦ πατρὸς οὐσίας πρὸ
15πάσης ἐπινοίας γεγενῆσθαι, ἀνάθεμα ἔστω. περὶ δὲ τῆς σαρκώσεως τοῦ θεοῦ λόγου, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ὁμολογοῦμεν ὅτι 〈ὁ〉 υἱὸς τοῦ θεοῦ καὶ ἄνθρωπος γέγονε χωρὶς ἁμαρτίας, κατὰ πρόσληψιν πάσης τῆς ἀνθρωπείας φύσεως, τουτέστι ψυχῆς λογικῆς καὶ νοερᾶς καὶ σαρκὸς ἀνθρωπίνης.
20 Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί,
25δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτε ὅτε
30οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς κατὰ Ἄγκυραν καθολικῆς ἐκκλη‐
35σίας οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. 〈ἐγὼ Εὐστάθιος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ
φρονῶ ὡς προγέγραπται.266 in vol. 3
Haer
.

3

.

267

ἐγὼ Φωτεινὸς πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.〉 ἐγὼ Σιγέριος πρεσβύτερος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.
5 ἐγὼ Ὑγῖνος διάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἡρακλείδης ὑποδιάκονος τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται. ἐγὼ Ἐλπίδιος ἀναγνώστης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ
10ὡς προγέγραπται. ἐγὼ Κυριακὸς προστάτης τῆς αὐτῆς οὕτω πιστεύω καὶ φρονῶ ὡς προγέγραπται.» Ταῦτά ἐστι τὰ ὑπ’ αὐτῶν πρὸς τοὺς ὁμολογητὰς καὶ πατέρας γρα‐ φέντα. εἰ τοίνυν δύναται παρὰ συνετῶν νοεῖσθαι ἐν καλλίοσιν ὑπάρχειν,
15καὶ δὴ οὕτω τετάχθω. εἰ δὲ καὶ ἐκεῖσε πάλιν διὰ τῆς ἐν αὐτῇ τῇ ἀπολογίᾳ διαλογῆς ἔσφαλταί τινα [τὰ] οὐκ ὀρθὰ ὑπάρχοντα, πάλιν ὡσαύτως τοῖς φιλομαθέσι τετάχθω. ὡς οὖν τῶν προειρημένων πάντων τὴν ὑφήγησιν διεξήλθομεν περὶ τοῦ αὐτοῦ Μαρκέλλου, παρελεύσομαι καὶ τοῦτον, καὶ τὰς ἑξῆς διασκοπήσομαι.
19— — —
20
Κατὰ Ἡμιαρείων νγ, τῆς δὲ ἀκολουθίας ογ. 1. Ἐν τῇ τοῦ θεοῦ δυνάμει τοῦ Ἀρείου τὰ σχέτλια διαρρήξαντες καὶ τῶν μετ’ αὐτόν, Φωτεινοῦ δέ φημι, ἀλλὰ καὶ Μαρκέλλου, ἐν ᾧ ὀλίγῳ ἔδοξε παρασεσαλεῦσθαι, ἃ ἐξ ὑπαρχῆς ἐξήμεσεν ὡς ἐν μέθῃ ὁ ἀνὴρ προ‐ ληφθείς (γένοιτο δὲ τοὺς αὐτοῦ διορθωθῆναι, εἴ γε διορθώσοιντο), ἀλλὰ
25καὶ τῶν ἐξ αὐτοῦ τοῦ Ἀρείου γεγενημένων τὰ ζιζάνια διὰ τοῦ θείου λόγου «τοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τομωτέρου» ἐκτεμόντες 〈περὶ〉 τῆς ἐξ αὐτοῦ τοῦ Ἀρείου φυείσης ὑλομανίας διασκοπήσωμεν πῶς τινες ἡμιαρει〈ανί〉ζουσιν, ἐκείνου μὲν τὸ ὄνομα ἀρνούμενοι, αὐτὸν δὲ καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐνδεδυμένοι, προσχήματί τινι προσποιητῶς ἐπιπλα‐
30ζόμενοι ἑαυτοῖς τὸ πρόσωπον ἠλλοιωμένον, ὡς ἡ τῶν ἐπὶ σκηνῆς πέπλασται
δραματουργία, ὥστε προσωπείοις ἑτέροις τὰς ἑαυτῶν ὄψεις ἐπικρύπτειν267 in vol. 3
Haer
.

3

.

268

καὶ ἔνδοθεν τοῦ προσώπου τὰ τῆς κωμῳδίας αἰσχρά τε καὶ μέθης ἔμ‐ πλεα διηγεῖσθαι, ἢ ἄλλως φερόμενοι ἢ σχηματοποιοῦντες τῶν παλαιῶν τοὺς μύθους, τῶν παρ’ αὐτοῖς ποιητῶν τοῦτο ἐργασαμένων. οὕτω καὶ οὗτοι πλανᾶν ἐθέλοντες τοὺς ἀκεραίους αὐτοὶ μέν εἰσι καὶ τῷ προσώπῳ
5καὶ τῷ ἤθει καὶ τῇ κακοδοξίᾳ ὁποῖα Ἄρειος καὶ Ἀρειομανῖται. δῆθεν δὲ καὶ κολακείας ἕνεκα ἀπατηλῆς τὴν παρ’ ἐκείνοις ὁμολογουμένην ἐνδιάστροφον διδασκαλίαν κατακοσμεῖν ἐθέλοντες, κτίσμα μὲν τὸν υἱὸν τοῦ θεοῦ φασιν· ἵνα δὲ δῆθεν ἀπατήσωσι καὶ τῷ υἱῷ τοῦ θεοῦ τι χαρίσων‐ ται, μετὰ θωπείας τοῖς ἀπὸ τοῦ λόγου τούτου πτυρομένοις ἀγυρτωδῶς
10ἐπιλέγουσιν ὅτι οὐ φαμὲν κτίσμα ὡς ἓν τῶν κτισμάτων οὐδὲ γέννημα ὡς ἓν τῶν γεννημάτων. τὸ δὲ ὁμοούσιον τέλεον ἐκβάλλουσι, δῆθεν ὡς ἀλλότριον ὂν τῆς θείας γραφῆς. περὶ δὲ τούτων ἐν τῇ κατὰ Ἄρειον ἀκρότατα διελέχθημεν. ἵνα δὲ καὶ ὅμοιον τούτῳ ῥῆμα προβάλλοιντο, οἱ περὶ Βασίλειον φημὶ καὶ Γεώργιον οἱ τῆς Ἡμιαρείων ταύτης [τῆς]
15αἱρέσεως προστάται, φασίν, οὐ λέγομεν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. ἦσαν δὲ οὗτοι οἱ ἀπὸ τῆς συνόδου * διαιρεθέντες αὐτῆς τῆς Ἀρειομανί‐ τιδος αἱρέσεως, ὁ αὐτὸς Βασίλειος Ἀγκυρι〈α〉νὸς τούτων ἀρχηγὸς καὶ Γεώργιος ὁ Λαοδικείας τῆς πρὸς Ἀντιόχειαν Δάφνης ἤγουν Κοίλης Συρίας. οἱ δὲ αὐτοὶ καὶ περὶ τοῦ ἁγίου πνεύματος ἴσως τοῖς Πνευματομάχοις εἰσὶν
20ἔχοντες. οὐκέτι γὰρ ὡς μετὰ δυσωπήσεως ἢ μετά τινος διστακτικοῦ λόγου ὡς περὶ τοῦ υἱοῦ, 〈περὶ οὗ〉 αἰσχυνόμενοι τέλεον κτίσμα αὐτὸν εἰπεῖν, ὅπερ καὶ οὕτως ἔχουσι, διὰ δὲ τὸν πρὸς ἀνθρώπους φόβον ἐπι‐ φέρουσι τὸ ὁμοιοούσιον καὶ τὸ κτίσμα 〈ἀλλ’ οὐχ〉 ὡς ἓν τῶν κτισμάτων, περὶ δὲ τοῦ ἁγίου πνεύματος, ὡς ἔφην, οὐ διστακτικῶς ὁρμῶνται, ἀλλ’
25ὡς λυσσητῆρες κύνες ἀφειδῶς κτίσμα αὐτὸ παντάπασιν ὁρίζονται καὶ οὕτως διαβεβαιοῦνται καὶ ἀλλότριον πατρὸς καὶ υἱοῦ ὑπάρχον. καὶ ἵνα μή τις εἴποι κατὰ συκοφάντησιν κατά τινων ἡμᾶς λέγειν, ἐνταῦθα παραθήσο‐ μαι ὡς ἔγραψεν ἕκαστος αὐτῶν ἐπιστολήν, Βασίλειος μὲν μίαν, Γεώργιος δὲ ὁ Λαοδικείας ἅμα Βασιλείῳ καὶ τοῖς σὺν αὐτῷ ἄλλην. καὶ εἰσὶν αἵδε·
302. «Ἡ ἁγία σύνοδος ἡ ἐν Ἀγκύρᾳ προσεγγίζοντος τοῦ Πάσχα
ἐκ διαφόρων ἐπαρχιῶν συγκροτηθεῖσα κυρίοις τιμιωτάτοις καὶ ὁμο‐268 in vol. 3
Haer
.

3

.

269

ψύχοις συλλειτουργοῖς τοῖς ἐν Φοινίκῃ καὶ τοῖς λοιποῖς τοῖς τὰ αὐτὰ ἡμῖν φρονοῦσιν ἐν κυρίῳ χαίρειν. Εὐχόμεθα μὲν μετὰ τὴν ὡς ἐν πυρὶ τοῖς ἐν μέσῳ γεγενημένοις ὑπὲρ τῆς πίστεως πειρασμοῖς βάσανον τῆς ἐκκλησιαστικῆς πίστεως
5καὶ 〈μετὰ〉 τὰ ἐπὶ τῆς Κωνσταντίνου πόλεως διὰ Μάρκελλον γεγενη‐ μένα καὶ μετὰ τὴν ἔκθεσιν τῆς πίστεως ἐν τῇ συνόδῳ συγκροτη‐ θείσῃ ἐπὶ τοῖς ἐγκαινίοις τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας καὶ μετὰ ταῦτα κατὰ Σαρδικὴν καὶ τὴν ἐκεῖ αὖθις ἀνθήσασαν πίστιν καὶ ἔτι μετὰ τὰ ἐν Σιρμίῳ ἐπὶ Φωτεινῷ γεγενημένα, ἔτι μὴν καὶ λογισ‐
10μούς, οὓς ἐφ’ ἑκάστῳ περὶ τῆς πίστεως κεφαλαίῳ ἐπερωτηθέντες παρὰ τῶν ἐν Σαρδικῇ πρὸς τὴν ἀνατολὴν διεστώτων ἐξεθέμεθα, ἠρεμῆσαι λοιπὸν καὶ ἑνωθείσης ἐν τῇ εὐσεβεῖ βασιλείᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου τῆς ἀπὸ ἀνατολῆς ἕως δυσμῶν ἐκκλησίας, ἐκ‐ βεβλημένων τῶν σκανδάλων, εἰρηνεύειν τε καὶ ταῖς λατρείαις τοῦ
15θεοῦ προσανέχειν. ἐπειδὴ δὲ ὡς ἔοικεν οὐ παύεται ὁ διάβολος διὰ τῶν οἰκείων σκευῶν σπουδάζων καθ’ ἑαυτόν, ἵνα δὴ πάντως 〈κατὰ〉 τά τε παρὰ τοῦ κυρίου προρρηθέντα καὶ διὰ τοῦ ἁγίου ἀποστόλου συμφώνως ἐπὶ προφυλακῇ τῶν πιστῶν κηρυχθέντα [εἰς] ἀποστασίαν ἐργάσηται, ἐπινοῶν καινισμοὺς κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως,
20καὶ νῦν ἐν «μορφώσει τινὰς εὐσεβείας» οἰκειώσασθαι * καὶ «βεβήλους καινοφωνίας» δι’ αὐτῶν ἐπινοήσας κατὰ τῆς εὐσεβοῦς γνησιότητος τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρότερον μὲν ἀκούοντες κατὰ τὴν Ἀντιόχειαν διατρέχειν τινάς, ἀλλὰ καὶ κατὰ τὴν Ἀλεξάνδρειαν,
ἔτι τε καὶ τὴν Λυδίαν εἴτε κατὰ τὴν Ἀσίαν καὶ ἐμβαλεῖν σπινθῆρας269 in vol. 3
Haer
.

3

.

270

ἀσεβείας ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, ἠλπίζομεν διὰ τὸ τολμηρὸν τῆς ἀσεβείας καὶ 〈τὸ〉 τοσοῦτον ἀναιδὲς αὐτῶν, ὑπερμαχούντων καὶ τῶν κατὰ τόπον κυρίων συλλειτουργῶν, μαρανθῆναι τὴν ἐπινοη‐ θεῖσαν αἵρεσιν καὶ σβεσθῆναι τὴν κακίαν. ἐπειδὴ δὲ ἑξῆς οἵ τε ἐκ τῶν
5προειρημένων τόπων ἐπιδημοῦντες καὶ οἱ ἀπὸ τῶν κατὰ τὸ Ἰλλυρικὸν ἀπαγγέλλουσιν, ὡς σπουδὴν τιθέντες οἱ τούτου τοῦ κακοῦ ἐξευρεταὶ καὶ πλείονας βλάπτειν τολμῶσι καὶ πρὸς κακίαν ζυμοῦν, οὐκέτι ἀνα‐ σχόμενοι ὑπερτίθεσθαι, ἀλλὰ καὶ τοῖς γράμμασιν ἐντυγχάνοντες τοῖς τοῦ ὁμοψύχου συλλειτουργοῦ ἡμῶν Γεωργίου τοῦ τῆς Λαο‐
10δικείας ἐκκλησίας, ὧν τὰ ἀντίτυπα ὑπετάξαμεν, καὶ τὰς μαρτυρίας τῶν διαμαρτυραμένων πρὸς ἡμᾶς ἐπὶ θεοῦ εὐλαβηθέντες, ὡς ἐνεδίδου ὁ καιρός, τῆς ἁγίας ἡμέρας τοῦ Πάσχα ἐπικειμένης, συναχθέντες ὅσοι γε ἠδυνήθημεν καὶ συναχθῆναι, διὰ 〈τὸ〉 καὶ τὸν χειμῶνα τοῖς πολ‐ λοῖς ἐμποδὼν γενέσθαι, ὡς διὰ τῶν γραμμάτων ἐσήμαναν, ἐκθέσθαι
15εἰς τοῦτο τὸ εἶδος τῆς πίστεως τὸ ἰδίωμα ἐσπουδάσαμεν, ὅσον ἐπὶ τοῖς λοιποῖς * τῇ ἐν Ἀντιοχείᾳ ὡς προέφαμεν 〈συνόδῳ〉, ἐκτεθείσῃ τε πίστει τῇ ἐν τοῖς ἐγκαινίοις, ἀλλὰ καὶ ἐν τῇ Σαρδικῇ, ἣν ἀνείληφεν ἡ ἐν Σιρμίῳ σύνοδος, καὶ τοῖς ἐκεῖθεν λογισμοῖς, διαρθρώσειν ἀκριβῶς 〈βουλόμενοι〉 τὴν εἰς τὴν ἁγίαν τριάδα τῆς καθολικῆς ἐκκλησίας
20πίστιν, πρὸς δὲ τοῦτο ὡς προέφημεν τῆς καινοτομίας τὸ εἶδος, μόνον ὡς ἐνεδίδου τὸ πνεῦμα ὑπαγορεύσαντες. καὶ παρακαλοῦμεν ὑμᾶς, κύριοι τιμιώτατοι συλλειτουργοί, ἐντυχόντας, ὅτι ἡδράσθητε τῇ ἐκ πατέρων παραδοθείσῃ πίστει καὶ ὡς σύμφωνα ὑμῖν φρονοῦμεν, ὡς πεπιστεύκαμεν, ὑποσημήνασθαι, ἵνα πληροφορηθέντες οἱ τὴν αὐτὴν
25ἀσέβειαν ἐπεισάγειν τολμῶντες, ὅτι καθάπερ κλῆρόν τινα τὴν ἐκ τῶν270 in vol. 3
Haer
.

3

.

271

ἀποστολικῶν χρόνων διὰ τῶν ἐν τῷ μέσῳ ἄχρι καὶ ἡμῶν 〈παρα‐ δοθεῖσαν ἀπὸ τῶν〉 πατέρων ὑποδεξάμενοι πίστιν φυλάσσομεν, ἢ αἰσχυνθέντες διορθωθήσονται ἢ ἐπιμένοντες ἀποκηρυχθῶσι τῆς ἐκ‐ κλησίας, 〈ὡσ〉 τὴν ἀποστασίαν τῷ υἱῷ τῆς ἀνομίας, ὃς τολμᾶν ἀπειλεῖ
5καὶ «εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι», ἤδη δι’ ἑαυτῶν προπαρασκευά‐ ζοντες.» 3. «Ἡ πίστις ἡμῶν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα [ὅ] ἐστιν. οὕτω γὰρ ἐδίδασκε τοὺς ἑαυτοῦ μαθητὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰπών «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί‐
10ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» οὐκοῦν οἱ ἀναγεννώμενοι εἰς ταύτην τὴν πίστιν εὐσεβῶς νοεῖν τὰς ἐκ τῶν ὀνομάτων ἐννοίας ὀφείλομεν. οὐ γὰρ εἶπε· βαπτί‐ ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ ἀσάρκου καὶ σαρκωθέντος ἢ τοῦ ἀθα‐ νάτου καὶ θανάτου πεῖραν λαβόντος ἢ τοῦ ἀγεννήτου καὶ γεννητοῦ,
15ἀλλ’ εἰς τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἵνα 〈τῶν〉 ὀνομάτων προσακούοντες ἀπὸ τῶν φυσικῶν, ἐν οἷς *, τὸν πατέρα αἴτιον ὁμοίας αὐτοῦ οὐσίας ἐννοῶμεν, καὶ τὸ ὄνομα τοῦ υἱοῦ ἀκούοντες ὅμοιον νοήσωμεν τὸν υἱὸν τοῦ πατρός, οὗ ἐστιν ὁ υἱός. ἐπιστεύσαμεν οὖν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, οὐκ εἰς κτίστην καὶ κτίσμα.
20ἄλλο γάρ ἐστι κτίστης καὶ κτίσμα, ἄλλο πατὴρ καὶ [ὁ] υἱός, διότι κεχώρισται τούτων ἑκάτερον τῇ ἐννοίᾳ. τὸ γὰρ κτίσμα λέγων πρῶτον κτίστην φημί, καὶ τὸ υἱός *, ὡς ἀπὸ σωματικῶν προσλαμβανόμενον καὶ διὰ τὰ πάθη καὶ τὰς ἀπορροίας τῶν σωματικῶν πατέρων καὶ
υἱῶν, * καθαρῶς τὴν τοῦ ἐξ ἀσωμάτου πατρὸς ἀσωμάτου υἱοῦ ὕπαρξιν271 in vol. 3
Haer
.

3

.

272

ἵστησιν ἔννοιαν, διὰ τοῦτο καὶ τὴν τοῦ κτίσματος, ὅτι σωματικοῦ παρέπλεξεν ἔννοιαν *. καὶ ἐπειδὴ τὸ κτίσμα ὃ ποιεῖ, 〈υἱός ἐστιν〉, υἱὸν 〈ἐκάλεσεν〉 μόνον ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος λαβὼν τὸ ἀπαθὲς τοῦ κτίζοντος ὡς πρὸς τὸ κτίσμα καὶ τοῦ κτίσματος τὸ ἐξ ἀπαθοῦς τοῦ
5κτίζοντος ὑφεστὸς πάγιον 〈καὶ οἷον ὁ〉 κτίζων ἐβούλετο, τελείαν ἐκ τοῦ σωματικοῦ πατρὸς καὶ υἱοῦ 〈καὶ〉 ἐκ σωματικοῦ κτιστοῦ καὶ κτίσματος τὴν περὶ πατρὸς καὶ υἱοῦ καθαρῶς ἡμᾶς ἐπαίδευσεν ἔννοιαν. ἀφαιρουμένου γὰρ ἀπὸ τοῦ κτίσματος τοῦ τε ἔξωθεν ὑφεστῶτος καὶ τοῦ ὑλικοῦ καὶ τῶν ἄλλων, ὅσαπερ σωματικοῦ κτίσματος τὸ ὄνομα περιέχει, μόνη
10ἀπὸ τοῦ κτίσματος μένει ἡ ἀπαθής φημι τοῦ κτίζοντος καὶ τελεία τοῦ κτιζομένου καὶ οἷον ἠβούλετο ὁ κτίζων εἶναι τὸ κτιζόμενον, ἔννοια. εἰ οὖν ἀπὸ τοῦ κτιστοῦ καὶ τοῦ κτίσματος τὰ ἄλλα πάλιν ἐκβάλλοντες, τὴν ἐξ ἀπαθοῦς τοῦ κτίζοντος καὶ τελείου τε καὶ παγίου καὶ οἷον ἐβούλετο εἶναι τὸ κτίσμα μόνην λαμβάνομεν ἔννοιαν, ἀκόλουθόν
15ἐστιν ἀπὸ 〈τῶν〉 τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὀνομάτων (ἐπειδὴ μάλιστα εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐδιδάχθημεν), μίαν [οὖν] τινα εὐσεβῶς λαμβάνειν ἡμᾶς ἔννοιαν [δεῖ]. 4. «Διὸ καὶ ἐπὶ τούτων, ἐκβαλλομένου τοῦ κατὰ τὸ πάθος ἢ ἀπορροήν, 〈ὥστε〉 τὸν πατέρα πατέρα νοεῖσθαι τοῦ υἱοῦ καὶ τὸν
20υἱὸν μὴ σπερματικῶς καταβεβλημένον σωματικοῖς φύσεως τελειοῦσθαι καὶ κινουμένοις ἀεὶ πρὸς αὔξην καὶ φθοράν, ὡς τὰ σωματικὰ ἔχει τοὺς χαρακτῆρας, μόνη παραλειφθήσεται ἔννοια τοῦ ὁμοίου. ὡς γὰρ ἐπὶ τοῦ κτίσματος πάλιν ἐροῦμεν, 〈ὅτι〉 πάντων ἐκβεβλημένων 〈τῶν σωματικῶν〉 παρελείφθη ἡ ἀπαθὴς μὲν τοῦ κτίζοντος, τελεία 〈δὲ〉
25καὶ οἵαν ἠβούλετο καὶ παγία ἡ τοῦ κτίσματος 〈ἔννοια〉, οὕτω καὶ ἐπὶ272 in vol. 3
Haer
.

3

.

273

τοῦ πατρὸς καὶ υἱοῦ, ἐκβεβλημένων τῶν σωματικῶν πάντων, παρα‐ λειφθήσεται μόνη ἡ ὁμοίου [καὶ] κατ’ οὐσίαν ζῴου γενεσιουργία, ἐπειδὴ πᾶς πατὴρ ὁμοίας οὐσίας αὐτοῦ νοεῖται πατήρ. εἰ δὲ μετὰ τῶν λοιπῶν ἁπάντων ἐκ τῶν τοῦ πατρὸς καὶ υἱοῦ ὀνομάτων σωμα‐
5τικῶν ἐκβαλλομένων ἐννοιῶν συνεκβάλλοιτο καὶ ἡ ὁμοίου κατ’ οὐσίαν ζῴου 〈αἴτιον〉 τὸν πατέρα παρέχουσα ἡμῖν νοεῖν, οὐκέτι ἔσται πατὴρ καὶ υἱὸς πιστευόμενος, ἀλλὰ κτίστης καὶ κτίσμα, καὶ περιττὰ 〈τὰ πατρὸς καὶ υἱοῦ〉 ὀνόματα, μηδὲν παρ’ ἑαυτῶν εἰσφερόμενα. καὶ ἔσται οὕτως κτίστης μὲν ὡς θεός, κατ’ οὐδὲν 〈δὲ〉 ὅλως πατήρ. ὅτι
10γὰρ οὐκ ἐνεργείας λέγεται πατὴρ ὁ πατήρ, ἀλλ’ ὁμοίας ἑαυτῷ οὐσίας, τῆς κατὰ τὴν τοιάνδε ἐνέργειαν ὑποστάσης, δῆλον ἐκ τῶν φυσικῶν καθέ‐ στηκε λογισμῶν. πολλὰς γὰρ ἐνεργείας ἔχων ὁ θεὸς ἄλλῃ μὲν ἐνερ‐ γείᾳ κτίστης νοεῖται, καθὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν τού‐ τοις, ἀλλὰ καὶ τῶν ἀοράτων κτίστης ἐστί. πατὴρ δὲ μονογενοῦς
15ὢν οὐχ ὡς κτίστης, ἀλλ’ ὡς πατὴρ γεννήσας νοεῖται. εἰ δέ 〈τισ〉 διὰ τὴν ὑπόνοιαν τὴν περὶ 〈τῶν κατὰ〉 τοὺς σωματικοὺς πατέρας τε καὶ υἱοὺς [τῶν] παθῶν, δεδιὼς μή τι πάθῃ γεννῶν ὁ ἀσώματος, εἰ μὴ ἀτελὲς εἴη τὸ γεννώμενον καὶ ὅσα συμβαίνει περὶ τὸν σωματικὸν πατέρα τε καὶ υἱόν, εὐλαβούμενος ἀφέλοιτο τὴν γνησίαν ἐπὶ πατρὸς
20καὶ υἱοῦ ἔννοιαν, ὁποῖον ἂν λέγοι ἕτερον ποίημα καὶ οὐδέποτε ἐρεῖ τὸν υἱὸν υἱόν. εἴτε γὰρ μεγέθει ὑπερβάλλοντα λέγοι, ὡς οὐρανὸν ὄρους ἢ βουνοῦ, τοῦ τῶν ποιημάτων γένους αὐτόν, κἂν μεγέθει ὑπερ‐ βάλλων νοοῖτο, 〈ὑπάρχοντα〉 ἕξει, εἴτε χρείᾳ ὡς πρῶτον αὐτὸν γεγο‐
νότα, εἴτε εἰς τὴν ἄλλων δημιουργίαν ὑπουργήσαντα, οὔτε οὕτως273 in vol. 3
Haer
.

3

.

274

αὐτὸν ἔξω ποιήσει τῆς τῶν ποιημάτων ἐννοίας. ὡς γὰρ οὐδὲν δια‐ φέρει τὸ τῇ λαβίδι ἐκ τοῦ θυσιαστηρίου τὸν ἄνθρακα, μὴ αὐτῇ τῇ χειρὶ λαμβάνεσθαι, 〈εἰ〉 καὶ διὰ ταύτης ἡ χαλκευτικὴ εἴη, 〈τὸ〉 ἐπε‐ λαύνειν τὸν σίδηρον (ἔσται γὰρ καὶ ἡ λαβὶς καὶ ὁ διὰ ταύτης ἐλαυ‐
5νόμενος σίδηρος τοῦ γένους τῶν ποιημάτων), οὕτως οὐδὲν διοίσει τῶν ποιημάτων ὁ δι’ οὗ τὰ πάντα, εἰ μὴ ἔστιν υἱός, ὡς ἡ φυσικὴ ἔν‐ νοια ὑποβάλλει. ποιηθεὶς δὲ πρῶτος ἔσται τῶν ποιημάτων καὶ ὄρ‐ γανον γινόμενος τῷ ποιητῇ, δι’ οὗ τὰ πάντα ὁ κτίστης ἐργάζεται. 5. Καὶ οὐκ ἄν τις σοφίσαιτο τὴν τοῦ ἰδίως πατρὸς καὶ
10τοῦ ἰδίως υἱοῦ ἔννοιαν ἐκ τῶν κοινότερον υἱῶν λεγομένων, ἐπεὶ οὕτως πολλοὶ ἔσονται οἱ υἱοὶ τοῦ θεοῦ, 〈ὡσ〉 ὅταν λέγῃ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν», καὶ τὸ «οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν;» καὶ «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· οἳ οὐκ ἐκ θελήματος σαρκός,
15φησίν, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν», καὶ πρὸς τούτοις περὶ ἀψύχων [ὡς] «ὁ τετοκὼς βώλους δρόσου». ἐπὶ γὰρ πλέον διὰ τούτων κατασκευασθήσεται ἀπὸ τῆς κοινῆς 〈ἐννοίασ〉 τὸ μὴ εἶναι μὲν αὐτὸν υἱόν, ὡς οὐδὲ ταῦτα, ποίημα δὲ ὄντα ὡς ταῦτα κλήσεως υἱοῦ μόνης μετέχειν. ἡ δὲ ἐκκλησία πεπίστευκεν ὅτι θεὸς
20οὐ μόνον ἐστὶ κτίστης κτισμάτων (τοῦτο γὰρ Ἰουδαῖοί τε καὶ Ἕλληνες ἐπίστανται), ἀλλ’ ὅτι καὶ πατήρ ἐστι μονογενοῦς, οὐ μόνον τὴν κτιστικὴν ἔχων ἐνέργειαν, ἀφ’ ἧς κτίστης νοεῖται, ἀλλὰ καὶ ἰδίως καὶ μονογενῶς γεννητικήν, καθ’ ἣν πατὴρ μονογενοῦς ἡμῖν νοεῖται. τοῦτο γὰρ παιδεύων ἡμᾶς ὁ μακάριος Παῦλος γράφει «τούτου γὰρ χάριν
25κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· 〈ὥσπερ γὰρ ἐπὶ γῆς πατέρες ὀνο‐ μάζονται〉, καθ’ ὁμοιότητα τῶν οἰκείων οὐσιῶν τοὺς υἱοὺς ἔχοντες, οὕτω καὶ πατὴρ ἐν οὐρανοῖς ὀνομάζεται, ἀφ’ οὗ οἱ πατέρες οἱ ἐπὶ
γῆς κατ’ οὐσίαν ὠνομάσθησαν, καθ’ ὁμοιότητα τῆς ἑαυτοῦ οὐσίας274 in vol. 3
Haer
.

3

.

275

πάντως τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον υἱόν. καὶ οὐ δύναται ἡ ἐπὶ τῶν καταχρηστικῶς καὶ ὁμωνύμως λεγομένων υἱῶν ἔννοια τῷ μονογενεῖ ἁρμόζειν. ὥσπερ γὰρ πυξίον μὲν λέγεται κυρίως τὸ ἐκ πύξου κατεσκευασμένον, κοινότερον δὲ καὶ καταχρηστικῶς ἀπ’ ἐκείνου
5πυξίον καὶ τὸ ἐκ μολίβου καὶ χαλκοῦ καὶ ἄλλης τινὸς ὕλης γεγονός *. οὔτε οὖν ὡς «ὁ τετοκὼς βώλους δρόσου» * τουτέστιν οὐσιωδῶς· κατα‐ χρηστικῶς γὰρ ἐνταῦθα ἐπὶ τοῦ ποιήματος τὸ τοῦ τόκου παρείληπται· οὔτε ὡς τὸ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐνταῦθα γὰρ καταχρη‐ στικῶς ἀπὸ τῆς εὐνοίας καὶ τιμῆς προσωνόμασται· οὔτε 〈ὡσ〉 τὸ «ἔδω‐
10κεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· καὶ τοῦτο γὰρ 〈ἀπὸ〉 τῆς κατ’ ἀρετὴν καὶ μίμησιν [τῆς] ποιήσεως εἴληπται· 〈οὐχ〉 οὕτως ὁ μονογενὴς νοηθήσεται, ἀλλὰ κυρίως, ὡς μόνος ἐκ μόνου, ὅμοιος κατ’ οὐσίαν ἐκ τοῦ πατρός, οὗπερ καὶ ὠνομάσθη καὶ ἐνοήθη υἱός, γεννηθείς. 6. Εἰ δὲ διὰ τὸ ἀδύνατον τῶν λογισμῶν μὴ 〈δ〉έχοιτό τις τὸν
15λογισμόν, ὡς, εἰ οὕτως νοηθείη πατήρ, πάθος ἢ μερισμὸν ἢ ἀπόρροιαν ὑπομένοντος τοῦ πατρός, καὶ παρωσάμενος τὴν πίστιν, ἣ ὑφίστησι τὴν εὐσεβῆ περὶ πατρὸς καὶ υἱοῦ ἔννοιαν, λογισμοὺς ἀπαιτοίη, ἀπαι‐ τητέον αὐτὸν λογισμούς, πῶς ὁ θεὸς σταυροῦται καὶ πῶς «τὸ μω‐ ρότερον» τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τὸ ἀσυλλόγιστον παρὰ
20τοῖς δοκοῦσιν εἶναι τοῦ κόσμου σοφοῖς «σοφώτερον ἀνθρώπων ἐστίν», οὓς οὐδὲ λόγου ἀξιοῖ ὁ μακάριος Παῦλος, διότι τῷ ἀσυλλογίστῳ τῆς δυνάμεως «ἐμώρανε τὴν σοφίαν» τῶν συλλογίζεσθαι δυναμένων. εἴρηκε γὰρ «ἦλθον καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». ὁ οὖν ἐν
25σοφίᾳ λόγου 〈λογισμοὺσ〉 ἀπαιτῶν τὸ μυστήριον, μετὰ τῆς μωραν‐ θείσης σοφίας ἔχων τὸ μέρος ἀπιστείτω τῷ μυστηρίῳ, ὅτε, κἂν ἐκεῖνος ἀπιστεῖται ἐν σοφίᾳ λόγου, ὁ Παῦλος * «ἵνα μὴ κενωθῇ ὁ σταυρὸς
τοῦ Χριστοῦ». εἰ δὲ ἐν τούτοις ἀποκρίνεται, οὐκ ἐν σοφίᾳ λόγου,275 in vol. 3
Haer
.

3

.

276

ἀλλὰ μωρίαν πᾶσαν συλλογιστικὴν σοφίαν ἐλέγξας διὰ τῆς ἀσυλ‐ λογίστου δυνάμεως, τὴν πίστιν μόνην λαμβάνει πρὸς σωτηρίαν τῶν τὸ κήρυγμα δεχομένων. οὐδὲ ἀποκρίνεται πῶς ὁ πατὴρ ἀπαθῶς γεννᾷ τὸν υἱόν, ἵνα μὴ κενωθῇ τὸ μυστήριον τῆς ἐκ πατρὸς υἱότητος
5τοῦ μονογενοῦς, ἀλλὰ μωραινομένην τὴν σοφίαν τῶν συνετῶν (καθὰ γέγραπται «ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;») ἐλέγχων, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ διὰ τὰ ἐκ λογισμῶν ὑποπτευόμενα κενωθῇ 〈τὸ μυστήριον〉, φημὶ 〈δὲ ἡ〉 εὐσεβὴς ἔννοια ἡ περὶ πατρὸς καὶ υἱοῦ, ἀλλ’ ἀπαθῶς πατέρα καὶ υἱόν, πατέρα μὲν
10ἐξ ἑαυτοῦ γεγεννηκότα ἄνευ ἀπορροίας καὶ πάθους τὸν υἱόν, υἱὸν δὲ ὅμοιον [καὶ] κατ’ οὐσίαν ἐκ τοῦ πατρός, τέλειον ἐκ τελείου, μονογενῆ ὑποστάντα, 〈πιστευόμενα〉 τοῖς πιστοῖς ἢ ὑποπτευόμενα 〈τοῖς ἀπίστοισ〉 ἀσυλλογίστως κηρύττει. τῶν γὰρ ἀτόπων ἐστὶν ἐκ σοφοῦ θεοῦ σο‐ φίαν ὑφισταμένην ἀκούοντα, ὡς σοφῶς οἶδε τῆς ἐξ ἑαυτοῦ γεννη‐
15θείσης σοφίας γενέσθαι πατήρ, πάθος ἐννοεῖν πατρὶ 〈ἐν τῷ〉 τὴν σοφίαν ὑφίστασθαι, εἰ μέλλοι ἐξ αὐτοῦ κατ’ οὐσίαν ὁμοία τῷ σοφῷ ἡ σοφία ὑφίστασθαι. εἰ γὰρ μήτε ὁ σοφὸς θεὸς μεθέξει σοφίας συνθέτως σοφὸς ἡμῖν νοεῖται, ἀλλ’ ἀσυνθέτως αὐτός ἐστι σοφός, οὐσία ἐστί, μήτε ἡ σοφία ἐστὶν ὁ υἱός, ἐξ ἧς νοεῖται, ἀλλὰ ἡ σοφία
20οὐσία ἐστὶν ἀπὸ σοφοῦ οὐσίας, ὅ ἐστι σοφία, οὐσία ὁ υἱὸς ὑποστὰς ὁμοία ἔσται [καὶ] κατ’ οὐσίαν τοῦ σοφοῦ πατρός, ἀφ’ οὗπερ ὑπέστη σοφία ὁ υἱός. 7. Διὸ καὶ εἰωθὼς ὁ μακάριος Παῦλος, καλῶς τὰ Ἑβραίων πεπαι‐ δευμένος, ἀπὸ τοῦ αὐτοῦ πνεύματος τοῦ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ
25λαλήσαντος τὰς αὐτὰς ἕλκειν ἐννοίας, ὥσπερ ἀπὸ τῶν δύο ψαλμῶν, ἀπὸ τοῦ τε λέγοντος «τὰ κρίματά σου ἄβυσσος πολλή» καὶ ἀπὸ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσον‐ ται» τὸν περὶ κριμάτων τοῦ θεοῦ λόγον μετέβαλε, ἀντὶ μὲν τοῦ «ἄβυσσος πολλή» τὸ «ὦ βάθος πλούτου» 〈θέμενοσ〉, ἀντὶ δὲ τοῦ «αἱ τρίβοι
30σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸ «ἀνεξ‐
ιχνίαστοι», ἀντὶ δὲ τοῦ «τὰ κρίματά σου ἄβυσσος πολλή» τὸ «ἀνεξ‐276 in vol. 3
Haer
.

3

.

277

ερεύνητα τὰ κρίματά σου,» οὕτω καὶ παρ’ αὐτῆς τῆς σοφίας τὴν περὶ ἑαυτῆς καὶ τοῦ πατρὸς 〈ἔννοιαν〉 καὶ τὴν πρὸς τάδε 〈τὰ〉 γενόμενα σχέσιν μαθών, ἐν τοῖς ἑαυτοῦ ἡμῖν τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν ἐκ πατρὸς δι’ υἱοῦ γεγονότων παρίστησιν ἔννοιαν. τῆς γὰρ σοφίας
5εἰπούσης «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» καὶ τὰ ἑξῆς, καὶ μετα‐ βάσης εἰς τὸν δι’ οὗ λόγον (εἴρηκε γὰρ «δι’ ἐμοῦ βασιλεῖς» καὶ τὸ «ἐὰν ἀναγγείλω ὑμῖν τὰ δι’ ἐμοῦ, μνημονεύσω τὰ ἀπ’ αἰῶνος ἀριθμῆσαι») καὶ εἰπούσης «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων γεννᾷ με», ἀντὶ μὲν
10τοῦ «ἀρχήν» ἔλαβεν ὁ ἀπόστολος τὸ «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ με» τὸ «τόκος», ἀντὶ δὲ τοῦ ὅλου ὁμοῦ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθε‐ μελίωσε» τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «δι’ ἐμοῦ τὰ ἀπ’ αἰῶνος», 〈τὸ〉 «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι·
15τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται». πάντων οὖν πρὸς λέξιν ἐξισαζόντων 〈τῶν〉 ἀποστολικῶν πρὸς τὰ παρὰ τῆς σοφίας, τουτέστι τοῦ τε «ἀρχήν» πρὸς τὸ «πρῶτος» καὶ τοῦ «γεννᾷ» πρὸς τὸ «τόκος», καὶ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πρὸς τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με»
20τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι’ ἐμοῦ τὰ ἀπ’ αἰῶνος» τὸ «πάντα δι’ αὐτοῦ», φανερὸν 〈ὅτι〉 καὶ ἡ «εἰκὼν» οὐκ ἐν πάθει *, ἀλλ’ ἀντὶ τοῦ «ἐγὼ ἡ σοφία» παρείληπται, καὶ ὡς ἡ σοφία τοῦ σοφοῦ υἱός, οὐσία οὐσίας, οὕτως ἡ εἰκὼν οὐσίας ὁμοία ἐστί· διὸ καὶ «εἰκὼν» ἐνοήθη «τοῦ θεοῦ τοῦ ἀοράτου», 〈ἡ σοφία〉 ὅς ἐστιν υἱός. καὶ ἔχομεν ἐξισα‐
25ζούσας τὰς λέξεις πάσας, ἀντὶ μὲν «τοῦ σοφοῦ» τὸ «θεός», ἀντὶ δὲ «τῆς σοφίας» τὸ «εἰκών», ἀντὶ δὲ τοῦ «ἀρχή» 〈τὸ〉 «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ» τὸ «τόκος», ἀντὶ δὲ ὅλου ὁμοῦ φαμεν, ἀντὶ [δὲ] τοῦ «ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με εἰς ἔργα αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρω‐ τότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ
30ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι’ ἐμοῦ» τὸ «πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτόν».277 in vol. 3
Haer
.

3

.

278

φανερὸν 〈οὖν〉 ὡς 〈τοὺσ〉 «εἰκόνα» ἀκούοντας τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ οὕτως ἀναιδῶς σοφίζεσθαι τὴν κατ’ οὐσίαν ὁμοιότητα τοῦ υἱοῦ πρὸς πατέρα ἐπιχειροῦντας τοῖς πᾶσιν ἐλέγχει παραπεσόντας † οὐ Παῦλός γε μόνος, ἀλλά γε πρὸς τούτου Ἰωάννης, ὁ υἱὸς ὄντως βρον‐
5τῆς, τῇ οἰκείᾳ μεγαλοφωνίᾳ ὥσπερ ἔκ τινων νεφελῶν τῶν τῆς σοφίας αἰνιγμάτων τὴν εὐσεβῆ ἡμῖν ἔννοιαν τοῦ υἱοῦ κατὰ τὸν ὅμοιον τρόπον ἀνῆκεν. 8. Ὅρα γὰρ ὅτι καὶ αὐτὸς ἃ ἐδιδάχθη παρὰ τῆς σοφίας, ταῦτα ἐν τῷ παρ’ αὐτοῦ κηρυχθέντι ἡμῖν εὐαγγελίῳ παραδέδωκε. τῆς
10γὰρ σοφίας εἰπούσης «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ» τὸ «ἐν ἀρχῇ» ἐξέθετο εἰπὼν «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀντὶ δὲ τοῦ «ἔκτισέ με» 〈τὸ〉 «καὶ θεὸς ἦν 〈ὁ λόγοσ〉», ἵνα μὴ τὸν ἐν προφορᾷ, ἀλλὰ τὸν ἐν ὑποστάσει παγίᾳ ἀπαθῶς ἐκ πατρὸς 〈γεγεννημένον〉 θεὸν λόγον νοήσωμεν, ἀντὶ δὲ τοῦ «ἤμην παρ’ αὐτῷ» τὸ «〈ἦν〉 πρὸς θεόν», ἀντὶ δὲ τοῦ
15«δι’ ἐμοῦ τὰ ἀπ’ αἰῶνος», τὸ «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν», ᾧ ἴσον τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» 〈τὸ〉 «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον», ἀντὶ δὲ τοῦ «ἤμην παρ’ αὐτῷ ἁρμόζουσα» τὸ «οὐ δύναται
20ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», ὡς ἔχειν τὴν ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων * εἰς ἀπόδειξιν τῆς κατ’ οὐσίαν πρὸς πατέρα τοῦ υἱοῦ ὁμοιότητος. ὁ μὲν γὰρ τοῦ σοφοῦ τὴν σοφίαν υἱόν, ὁ δὲ τοῦ θεοῦ τὸν λόγον μονογενῆ θεόν, ὁ δὲ τοῦ θεοῦ τὸν υἱὸν
25εἰκόνα φησίν, ὡς τὸν θεοῦ λόγον καὶ τὴν σοφίαν καὶ τὴν εἰκόνα ὅμοιον ἐκ πάντων, καθὰ προείρηται, καὶ κατ’ οὐσίαν υἱὸν τοῦ θεοῦ καὶ πατρὸς τοῖς πᾶσι κηρύττεσθαι. ἔτι δὲ μᾶλλον ὡς τὸν Θωμᾶν ἡμᾶς τῇ ψηλαφίᾳ τῆς ἐνεργείας τῆς κατ’ οὐσίαν ὁμοιότητος ὁ τοῦ θεοῦ λόγος προσάγει
λέγων «ὡς ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε278 in vol. 3
Haer
.

3

.

279

ζωὴν ἔχειν ἐν ἑαυτῷ». εἰ γὰρ τὸ «ὡς ὁ πατὴρ ἔχει» οὐχ ὡς ἐν ἄλλῳ νοεῖται (οὐ γὰρ ἄλλο μέν ἐστιν ὁ πατήρ, ἄλλο δὲ ἡ ζωὴ ἡ ἐν αὐτῷ, ἵνα τὸ μὲν ἔχον, τὸ δὲ ἐχόμενον νοῆται· ἀλλ’ αὐτὸς ἀσυνθέτως ἐστὶ ζωὴ ὁ πατήρ, καὶ ὡς ἔχει αὐτός, οὕτω δέδωκε 〈ἔχειν〉 καὶ τῷ υἱῷ,
5δηλονότι ἀσυνθέτως ὡς ὁ πατήρ), φανερὸν ὅτι οὕτως ἔχων, ἐπεὶ μὴ ἀγεννήτως ἔχει μηδὲ συνθέτως, ἔχει ὁμοίως πάντα κατ’ οὐσίαν καὶ ἀσυνθέτως ὡς ὁ πατήρ· δήλου ὄντος ὅτι τὸ ὅμοιον οὐδέ‐ ποτε ταὐτὸν εἶναι δύναται οὗ ἐστιν ὅμοιον, * ἀπόδειξιν τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον» τὸν υἱὸν τοῦ θεοῦ ἄνθρωπον μὲν
10γενέσθαι, μὴ κατὰ πάντα δὲ ταὐτὸν γενέσθαι ἀνθρώπῳ, καὶ 〈ἐν〉 «ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενόμενον γενέσθαι μὲν ἐν τοῖς πάθεσι τοῖς αἰτίοις τῆς ἐν σαρκὶ ἁμαρτίας, πείνης φαμὲν καὶ δίψης καὶ τῶν λοιπῶν, μὴ γενέσθαι δὲ ἐν ταυτότητι τῆς σαρκὸς ἁμαρτίας· ὥστε καὶ ἀπὸ τῶν ἀποστολικῶν μαρτυριῶν [καὶ] τὴν κατ’ οὐσίαν ὁμοιό‐
15τητα τοῦ υἱοῦ πρὸς πατέρα κηρύττεσθαι. 9. Ὡς γὰρ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ ἄνθρωπος ἦν καὶ οὐ κατὰ πάντα ἄνθρωπος, ἄνθρωπος μὲν τῷ καὶ σάρκα ἀνα‐ λαβεῖν ἀνθρωπίνην, ἐπειδὴ «ὁ λόγος σὰρξ ἐγένετο», οὐκ ἄνθρωπος δὲ ὤν, ἐπεὶ οὐχ ὁμοίως ἀνθρώποις ἐγεννήθη (οὐ γὰρ ἐκ σπορᾶς καὶ
20συνδυασμοῦ), οὕτω καὶ ὁ πρὸ αἰώνων υἱὸς θεὸς μὲν καθὸ υἱὸς θεοῦ, ὡς ἄνθρωπος καθὸ υἱὸς ἀνθρώπου, οὐ ταὐτὸν δὲ τῷ θεῷ καὶ πατρὶ τῷ γεννήσαντι, ὡς οὐ ταὐτὸν τῷ ἀνθρώπῳ, καθὸ ἄνευ ἀπορροίας καὶ πάθους, 〈ὡσ〉 καθὸ ἄνευ σπορᾶς καὶ ἡδονῆς. καὶ 〈ὥσπερ〉 ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας 〈ἐγένετο〉, καθὸ πεῖνάν τε καὶ δίψαν καὶ
25ὕπνον ἐν τῇ σαρκὶ ὑπέμεινεν, ἐξ ὧν παθῶν ἁμαρτητικῶς κινεῖται τὰ σώματα, ὑπομένων δὲ τὰ σαρκὸς προειρημένα πάθη οὐκ ἐξ αὐτῶν ἁμαρτητικῶς ἐκινεῖτο, οὕτω καὶ ὁ υἱός, 〈υἱὸσ〉 ὢν τοῦ θεοῦ καὶ «ἐν μορφῇ ὑπάρχων θεοῦ» καὶ «ἴσα» ὢν θεῷ, τὰ μὲν ἰδιώματα εἶχε τῆς θεότητος, κατ’ οὐσίαν ἀσώματος ὢν καὶ ὅμοιος τῷ πατρὶ κατὰ τὴν
30θεότητα καὶ ἀσωματότητα καὶ τὰς ἐνεργείας. ὥσπερ ὅμοιος τῇ σαρκὶ
τῷ σὰρξ εἶναι καὶ πάθη σαρκὸς ὑπομένειν, μὴ μέντοι τὸν αὐτὸν εἶναι,279 in vol. 3
Haer
.

3

.

280

〈οὕτως ὅμοιος τῷ θεῷ〉 καθὸ θεὸς ὢν οὔτε μορφή ἐστι τοῦ θεοῦ, ἀλλὰ θεοῦ, οὔτε ἴσα ἐστὶ τῷ θεῷ, ἀλλὰ θεῷ, οὔτε αὐθεντικῶς 〈ἔχει τὴν θεότητα〉 ὡς ὁ πατήρ. ὥσπερ γὰρ οὐχ ἁμαρτητικῶς 〈ἐκινεῖτο ὡσ〉 ἄνθρωπος, ἀλλ’ ὁμοίως 〈ἐφέρετο〉 ἐνεργείᾳ ὡς ἄνθρωπος, *. «ἅπερ
5γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ». ὥσπερ οὖν ἐνταῦθα οὐχ ἁμαρτητικῶς, ἀλλ’ ὁμοίως τοῖς ἐν σαρκὶ ἐκινεῖτο (τῶν γὰρ ἀτόπων ἐστὶν ἀπὸ μὲν τοῦ κατὰ φύσιν ἐλθόντα αὐτὸν εἰς τὸ παρὰ φύσιν, τουτέστιν ἀπὸ θεοῦ γενόμενον υἱὸν ἀνθρώπου, ὅμοιον γενέσθαι τοῖς κατὰ φύσιν, τουτέστι τοῖς φύσει ἀνθρώποις, ἐν τῷ ἑαυτοῦ
10παρὰ φύσιν, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ μὴ εἶναι ὅμοιον αὐτὸν τῷ κατὰ φύσιν πατρί, ἐκ θεοῦ θεὸν γεννηθέντα· καὶ φανερὸν ὅτι οἱ μὴ κατ’ οὐσίαν λέγοντες ὅμοιον τῷ πατρὶ τὸν υἱὸν οὔτε υἱὸν λέγουσιν, ἀλλὰ κτίσμα μόνον, οὔτε τὸν πατέρα πατέρα, ἀλλὰ κτίστην, τῆς ὁμοίου ἐννοίας οὐκ ἐπὶ τὴν ταυτότητα τοῦ πατρὸς ἀγούσης τὸν υἱόν, ἀλλ’ ἐπὶ
15τὴν κατ’ οὐσίαν ὁμοιότητα καὶ ἀπόρρητον ἐξ αὐτοῦ ἀπαθῶς γνησιό‐ τητα)—ὡς γάρ, πάλιν ἐρῶ, ἐν ὁμοιώματι ἀνθρώπων καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας 〈γενόμενοσ〉 οὐκ ἐπὶ τὴν ταυτότητα ἤγετο τοῦ ἀνθρώ‐ που, ἀλλ’ ἐπὶ τὴν τῆς σαρκὸς οὐσίας ὁμοιότητα διὰ τὰ εἰρημένα, οὕτως οὐδὲ ὁ υἱὸς ὅμοιος κατ’ οὐσίαν γενόμενος τῷ γεννήσαντι πατρὶ εἰς ταυ‐
20τότητα ἄξει τοῦ πατρὸς τὴν ἑαυτοῦ οὐσίαν, ἀλλ’ ἐπὶ τὴν ὁμοιότητα. 10. Καὶ εἴ τις τῇ σοφίᾳ τοῦ κόσμου προσέχων, ἣν ἐμώρανεν ὁ θεός, μὴ προσέχοι τῷ ἐν σοφίᾳ θεοῦ κηρύγματι καὶ μετὰ πίστεως τὴν ὁμοιότητα [καὶ] κατ’ οὐσίαν τοῦ υἱοῦ πρὸς πατέρα ὁμολογοίη, ὡς ψευδωνύμως λέγων τὸν πατέρα καὶ τὸν υἱόν, καὶ μήτε πατέρα λέ‐
25γων ἀληθῶς μήτε υἱόν, ἀλλὰ κτίστην καὶ κτίσμα, καὶ κοινοποιῶν τὴν
τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἔννοιαν ἐπὶ τῶν λοιπῶν ποιημάτων, καὶ280 in vol. 3
Haer
.

3

.

281

σοφίζεσθαι θέλων εἴτε χρείᾳ 〈ὑπερβάλλοντα〉, ὡς τὸ πρῶτον 〈τῶν〉 ποιημάτων 〈τῶν γεγονότων〉 δι’ αὐτοῦ, εἴτε ὑπερβολῇ τοῦ μεγέθους, καὶ κατὰ μηδὲν ὁμολογῶν τὴν ἐκκλησιαστικὴν πίστιν τὴν εἰς πατέρα τε καὶ υἱόν, ὡς παρ’ ὃ εὐηγγελίσαντο ἡμᾶς οἱ ἀπόστολοι θέλων εὐαγγε‐
5λίσασθαι, ἀνάθεμα ἔστω. Καὶ 〈τὸ〉 κατὰ τὸν μακάριον Παῦλον «προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω» ἀνειληφότες καὶ 〈πάλιν〉 ἀναγκαίως φαμέν· εἴ τις τὸν σοφὸν μόνον ἀκούων πατέρα καὶ σοφίαν τὸν μονογενῆ τούτου υἱόν, ταὐτὸν εἶναι λέγοι τὴν σοφίαν τῷ μόνῳ σοφῷ, ἀναιρῶν τὸ εἶναι υἱόν,
10ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν σοφὸν ἀκούων πατέρα καὶ σοφίαν τὸν υἱὸν αὐτοῦ, ἀνόμοιον λέγοι [καὶ] κατ’ οὐσίαν τὴν σοφίαν τοῦ σοφοῦ θεοῦ, ὡς μὴ λέγων τὸν σοφὸν τῆς σοφίας ἀληθῶς πατέρα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν θεὸν νοῶν τὸν πατέρα, τὸν δὲ ἐν ἀρχῇ λόγον τε
15καὶ θεὸν τοῦτον 〈μὴ〉 λέγοι πρὸς τὸν θεόν, λόγον τε καὶ θεὸν αὐτῷ τῷ θεῷ τῷ πρὸς ὃν λόγος τε 〈καὶ〉 θεός, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν μονογενῆ θεὸν λόγον υἱὸν ἀκούων τοῦ θεοῦ πρὸς ὃν ὁ λόγος τε καὶ θεός, ἀνόμοιον λέγοι [καὶ] κατ’ οὐσίαν τὸν θεὸν λόγον
20τοῦ πατρός, τὸν θεὸν τοῦ θεοῦ καὶ πατρός, πρὸς ὃν ὁ μονογενὴς ἐν ἀρχῇ ἦν θεὸς λόγος, ὡς μὴ λέγων ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν υἱὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ταὐτὸν λέγοι τὴν εἰκόνα τῷ θεῷ τῷ ἀοράτῳ, ὡς μὴ ὁμολογῶν ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω.
25 Καὶ εἴ τις «εἰκόνα» ἀκούων τὸν μονογενῆ υἱὸν «τοῦ ἀοράτου θεοῦ» ἀνόμοιον λέγοι [καὶ] κατ’ οὐσίαν τὸν υἱόν, εἰκόνα ὄντα τοῦ θεοῦ τοῦ ἀοράτου, οὗ εἰκὼν καὶ κατ’ οὐσίαν νοεῖται, ὡς ἀληθῶς μὴ λέγων υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἀκούων τοῦ υἱοῦ λέγοντος «ὥσπερ γὰρ ὁ πατὴρ ἔχει
30ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ,» ταὐτὸν281 in vol. 3
Haer
.

3

.

282

λέγοι τὸν εἰληφότα παρὰ τοῦ πατρὸς τὴν ζωὴν καὶ ὁμολογοῦντα τὸ «κἀγὼ ζῶ διὰ τὸν πατέρα» τῷ δεδωκότι, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἀκούων τὸ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ» ἀνόμοιον λέγοι κατ’
5οὐσίαν τὸν υἱὸν τῷ πατρί, διαμαρτυρόμενος ὅτι οὕτως ἔχει ὡς εἴρηκεν, ἀνάθεμα ἔστω. φανερὸν γὰρ ὅτι τῆς ζωῆς τῆς ἐν τῷ πατρὶ νοουμένης οὐσίας σημαινομένης καὶ τῆς ζωῆς τῆς τοῦ μονογενοῦς τῆς ἐκ τοῦ πατρὸς γεγεννημένης οὐσίας νοουμένης, τὸ «οὕτως» τὴν ὁμοιότητα τῆς οὐσίας πρὸς οὐσίαν σημαίνει [ἀνάθεμα ἔστω].
10 11. Καὶ εἴ τις τὸ «ἔκτισέ με» καὶ τὸ «γεννᾷ με» παρ’ αὐτοῦ ἀκούων, τὸ «γεννᾷ με» μὴ ἐπὶ τοῦ αὐτοῦ καὶ κατ’ οὐσίαν ἐννοεῖ, ἀλλὰ ταὐτὸν λέγοι τὸ «γεννᾷ με» τῷ «ἔκτισέ με», ὡς μὴ λέγων τὸν υἱὸν τὸν ἀπαθῶς τέλειον ἐκ τῶν δύο ὀνομάτων 〈σημαίνεσθαι υἱόν, ἀλλὰ διὰ τῶν δύο ὀνομάτων〉, τοῦ «ἔκτισέ με» καὶ τοῦ «γεννᾷ με», κτίσμα μόνον ὁμολογῶν
15καὶ μηκέτι υἱόν, ὡς παραδέδωκεν ἡ σοφία ἐκ τῶν δύο εὐσεβῶς τὴν ἔννοιαν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις, τοῦ υἱοῦ τὴν μὲν κατ’ οὐσίαν πρὸς τὸν ἑαυτοῦ πατέρα ὁμοιότητα ἡμῖν ἀποκαλύπτοντος, δι’ ὧν φησιν «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ»,
20τὴν δὲ κατ’ ἐνέργειαν δι’ ὧν παιδεύει «ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», μόνην τὴν κατ’ ἐνέργειαν ὁμοιότητα διδοὺς τῆς κατ’ οὐσίαν, ἥ ἐστι τὸ κεφαλαιωδέστατον ἡμῶν τῆς πίστεως, ἀπο‐ στεροίη τὸν υἱόν, ὡς ἑαυτὸν ἀποστερῶν τῆς ἐν γνώσει πατρὸς καὶ υἱοῦ
αἰωνίου ζωῆς, ἀνάθεμα ἔστω.282 in vol. 3
Haer
.

3

.

283

Καὶ εἴ τις εἰς πατέρα καὶ υἱὸν πιστεύειν ἐπαγγελλόμενος, τὸν πα‐ τέρα μὴ οὐσίας ὁμοίας αὐτοῦ λέγοι πατέρα, ἀλλὰ ἐνεργείας, ὡς «βεβή‐ λους καινοφωνίας» κατὰ τῆς οὐσίας τοῦ υἱοῦ τοῦ θεοῦ φθέγγεσθαι τολμῶν καὶ ἀναιρῶν τὸ εἶναι ἀληθῶς υἱόν, ἀνάθεμα ἔστω.
5 Καὶ εἴ τις υἱὸν ὅμοιον κατ’ οὐσίαν νοῶν ἐκείνου οὗ καὶ νοεῖται υἱός, ἢ ταὐτὸν λέγοι τῷ πατρὶ τὸν υἱὸν ἢ μέρος τοῦ πατρὸς ἢ κατὰ ἀπόρροιαν καὶ κατὰ πάθος, ὡς σωματικοὺς υἱούς, τὸν ἐκ τοῦ ἀσωμάτου πατρὸς ἀσώματον υἱὸν ὑποστάντα, ἀνάθεμα ἔστω. Καὶ εἴ τις διὰ τὸ τὸν πατέρα μήποτε υἱὸν νοεῖσθαι καὶ τὸν υἱὸν
10μήποτε πατέρα νοεῖσθαι, ἕτερον λέγων τὸν υἱὸν παρὰ τὸν πατέρα, διὰ τὸ τὸν πατέρα ἕτερον εἶναι καὶ τὸν υἱόν, καθὼς εἴρηται «ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ» καὶ «μαρτυρεῖ» γάρ φησιν «ὁ πέμψας με πατήρ», διὰ ταύτην τὴν εὐσεβῆ ἐν τῇ ἐκκλησίᾳ νοουμένην ἰδιότητα τῶν προσώπων, πατρὸς μὲν καὶ υἱοῦ, δεδιὼς μή ποτε ταὐτὸν νοηθῇ
15υἱὸς πατρί, ἀνόμοιον λέγοι κατ’ οὐσίαν τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐν χρόνῳ τὸν πατέρα πατέρα νοεῖ τοῦ μονογενοῦς υἱοῦ καὶ μὴ ὑπὲρ χρόνους καὶ παρὰ πάσας ἀνθρωπίνας ἐννοίας πιστεύει τὸν μονογενῆ υἱὸν ἐκ τοῦ πατρὸς ἀπαθῶς ὑφεστάναι, ὡς παραβαίνων τὸ
20ἀποστολικὸν κήρυγμα, χρόνους μὲν περὶ πατρὸς καὶ υἱοῦ παρωσάμενον, πιστῶς δὲ ἡμᾶς παιδεῦσαν τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἀνάθεμα ἔστω. Καὶ εἴ τις τὸν πατέρα πρεσβύτερον χρόνῳ λέγοι τοῦ ἐξ ἑαυτοῦ μονογενοῦς υἱοῦ, νεώτερον δὲ χρόνῳ τὸν υἱὸν τοῦ πατρός, ἀνάθεμα
25ἔστω. Καὶ εἴ τις τὸ ἄχρονον τῆς τοῦ μονογενοῦς Χριστοῦ ἐκ πατρὸς ὑπο‐ στάσεως ἐπὶ τὴν ἀγέννητον τοῦ θεοῦ οὐσίαν ἀναφέρει, ὡς υἱοπάτορα λέγων, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ μόνῃ τὸν πατέρα 〈πατέρα〉 λέγοι τοῦ μονογενοῦς
30υἱοῦ καὶ μὴ ἐξουσίᾳ ὁμοῦ καὶ οὐσίᾳ πατέρα τοῦ μονογενοῦς υἱοῦ, ὡς283 in vol. 3
Haer
.

3

.

284

μόνην τὴν ἐξουσίαν λαμβάνων καὶ κοινοποιῶν αὐτὸν πρὸς τὰ λοιπὰ ποιήματα καὶ οὐ λέγων ἀληθῶς ἐκ πατρὸς γνήσιον υἱόν, ἀνάθεμα ἔστω. Καὶ εἴ τις ἐξουσίᾳ καὶ οὐσίᾳ λέγων τὸν πατέρα πατέρα τοῦ υἱοῦ,
5ὁμοούσιον δὲ ἢ ταὐτοούσιον λέγοι τὸν υἱὸν τῷ πατρί, ἀνάθεμα ἔστω. Καί εἰσιν οἱ ὑπογράψαντες Βασίλειος, Εὐστάθιος, Ὑπερέχιος, Λητόϊος, Ἑορτικός, Γυμνάσιος, Μεμνόνιος, Εὐτυχής, Σευηρῖνος, Εὐτύχιος, Ἀλκιμίδης, Ἀλέξανδρος· καὶ οὕτω πιστεύω ὡς προγέγραπται καὶ δι’ ὑπογραφῆς ὁμολογῶ.
10 Ἐπληρώθη τῶν περὶ Βασίλειον καὶ Γεώργιον ὁ ὑπομνηματισμός.
〈Ἐπιστολὴ Γεωργίου〉 12. Τὸ τῆς οὐσίας ὄνομα γυμνῶς μὲν ἐν παλαιᾷ καὶ καινῇ οὐ κεῖται γραφῇ, ὁ νοῦς δὲ πανταχοῦ φέρεται· καὶ πρῶτον ἀφ’ ὧν ὁ θεὸς πέμ‐ πων Μωυσέα εἴρηκεν «οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ ὤν», ὡς ἐπὶ τοῦ
15πρώτως νοουμένου πατρός, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», 〈ἐμφαίνεται〉 ὁ μήτε ἔκ τινος ὢν καὶ τοῖς οὖσιν αἴτιος ὤν. ἐπειδὴ δὲ καὶ υἱός ἐστιν [ὁ] ὤν, ἔλαβε δὲ ἀπὸ τοῦ κατὰ Ἰωάννην
εὐαγγελίου λέγοντος «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἀφορμὴν [εὕρατο]284 in vol. 3
Haer
.

3

.

285

Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος, οὐκέτι θέλοντες λέγειν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀληθῶς, ἀλλὰ ἀπὸ τοῦ λόγος ὀνόματος ἀφορμὴν λαβόντες, φημί, ἐκ στόματος ῥῆμα καὶ φθέγμα ἠβουλήθησαν εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ, ἠναγκάσθησαν οἱ πατέρες, οἱ κρίναντες Παῦλον τὸν Σαμοσατέα
5ἐπὶ τῷ τοιούτῳ αἱρετισμῷ, ἵνα δείξωσιν ὅτι ὁ υἱὸς ὑπόστασιν ἔχει καὶ ὑπάρχων ἐστὶ καὶ ὤν ἐστιν, οὐχὶ δὲ ῥῆμά ἐστιν, οὐσίαν εἰπεῖν καὶ τὸν υἱόν, τὴν διαφορὰν τοῦ τε καθ’ ἑαυτὸν ἀνυπάρκτου καὶ τοῦ ὑπάρ‐ χοντος τῷ τῆς οὐσίας ὀνόματι ἐπιδεικνύντες. τὸ μὲν γὰρ ῥῆμα καθ’ ἑαυτὸ ἀνύπαρκτόν ἐστι καὶ οὐ δύναται εἶναι υἱὸς θεοῦ, ἐπεὶ πολλοί
10γε οὕτως ἔσονται υἱοὶ θεοῦ. πολλὰ γὰρ ὁ πατὴρ ὁμολογεῖται λαλῶν τῷ υἱῷ, 〈ὡσ〉 ὅταν λέγῃ «γενηθήτω στερέωμα», «γενηθήτωσαν φω‐ στῆρες», «ἐξαγαγέτω ἡ γῆ» καὶ «ποιήσωμεν ἄνθρωπον». ὥστε ὁ πατὴρ τῷ υἱῷ λαλεῖ καὶ οἱ μὲν λόγοι τοῦ θεοῦ οὓς λαλεῖ τῷ υἱῷ, οὐκ εἰσὶν υἱοί, ὁ δὲ υἱὸς πρὸς ὃν λαλεῖ ὁ πατὴρ μετὰ τῶν ἄλλων εὐσεβῶς
15καλεῖται ἄρτος καὶ ζωὴ καὶ ἀνάστασις, ἔτι καὶ λόγος ὀνομάζεται, ἐπειδὴ ἑρμηνεύς ἐστι τῶν τοῦ θεοῦ βουλημάτων. ἵνα μὴ οὖν ἀπατῶντες τοὺς ἁπλουστέρους τὸν υἱὸν ταὐτὸν λέγωσιν οἱ αἱρετικοὶ τοῖς λόγοις τοῖς παρὰ τοῦ θεοῦ λαλουμένοις, τὸ διάφορον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς πρὸς τὰ ῥήματα τοῦ θεοῦ ὑποδεικνύντες οἱ πατέρες τὸν υἱόν, φημί, οὐσίαν
20ἐκάλεσαν· οὕτως τὴν διαφορὰν παριστῶντες, ὅτι ὁ θεὸς ὤν ἐστιν, καὶ οἱ λόγοι, οὓς λαλεῖ, ὄντες 〈εἰσίν〉, ἀλλ’ οὐκ οὐσίαι τοῦ θεοῦ, λεκτικαὶ δὲ ἐνέργειαι. ὁ δὲ υἱός, λόγος ὤν, οὐχὶ ἐνέργεια λεκτική ἐστι τοῦ θεοῦ, ἀλλ’ υἱὸς ὢν οὐσία ἐστίν. εἰ γὰρ ὁ πατὴρ ὢν καὶ υἱὸς ὤν 〈ἐστιν〉, ὢν δὲ οὕτως ὁ υἱός, ὡς ἐκ τοῦ θεοῦ ἔχων γνησίως τὸ εἶναι,
25λόγος νοηθήσεται [ὁ υἱὸς] οὐχ ὡς οἱ λόγοι οἱ παρὰ θεοῦ λαλούμενοι. ἐκεῖνοι γὰρ τὸ εἶναι ἐν τῷ λαλοῦντι ἔχουσιν, ὁ δὲ τὸ εἶναι τῷ ἐκ τοῦ πατρὸς γεγεννῆσθαι καὶ ἀκούειν τοῦ πατρὸς καὶ ὑπουργεῖν τῷ πατρὶ ἔχει. ταύτην οὖν τὴν ὑπόστασιν οὐσίαν ἐκάλεσαν οἱ πατέρες. 13. Ὅμοιον οὖν νοοῦμεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα, μαχό‐
30μενοι καὶ πρὸς τὴν νῦν ἐπιφυομένην αἵρεσιν τῇ ἐκκλησίᾳ. ἡ γὰρ νῦν285 in vol. 3
Haer
.

3

.

286

αἵρεσις κατὰ μὲν 〈τὴν〉 βούλησιν καὶ τὴν ἐνέργειαν ἀποφαίνεται εἶναι ὅμοιον τὸν υἱὸν τῷ πατρί, κατὰ δὲ τὸ 〈εἶναι〉 ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρί· ὡς κατασκευάζεσθαι παρὰ τῶν νῦν καινῶν αἱρετικῶν, ὅτι ἡ μὲν βούλησις τοῦ υἱοῦ καὶ ἡ ἐνέργεια τοῦ υἱοῦ ὁμοία τῇ βουλήσει τοῦ
5πατρὸς καὶ τῇ ἐνεργείᾳ τοῦ πατρός, αὐτὸς δὲ ὁ υἱὸς ἀνόμοιος τῷ πατρί. καὶ διὰ τοῦτο τὴν μὲν βούλησιν τοῦ υἱοῦ καὶ τὴν ἐνέργειαν βούλονται εἶναι ὁμοίαν τῇ βουλήσει τοῦ πατρὸς καὶ τῇ ἐνεργείᾳ, τὸν δὲ υἱὸν οὐ βούλονται ὅμοιον εἶναι τῷ πατρί, ἐπειδὴ διαβεβαιοῦνται μὴ εἶναι ἐκ τοῦ θεοῦ γεγεννημένον τὸν υἱόν, ἀλλὰ μόνον κτίσμα εἶναι αὐτὸν καὶ
10ἐν τούτῳ διαφέρειν τῶν λοιπῶν κτισμάτων, ὅτι τε ὑπερέχει μεγέθει καὶ ὅτι πρῶτος τῶν ἁπάντων ὑπέστη καὶ ὅτι ὑπουργῷ αὐτῷ ἐχρήσατο εἰς τὴν τῶν λοιπῶν δημιουργίαν ὁ θεός. ἐπειδή, φασὶν οἱ αἱρετικοί, τὰ μὲν ἄλλα δι’ υἱοῦ ὁ θεὸς ἐποίει, αὐτὸν δὲ οὐ διά τινος, ἀλλ’ αὐτὸς αὐτὸν αὐτούργησε, καὶ ὑπερέχοντα μεγέθει καὶ δυνάμει ἁπάντων ἐποίησε, διὰ
15τοῦτο αὐτὸν ἐκάλεσε μονογενῆ υἱόν. 14. Ἡμεῖς δὲ οἱ τῆς καθολικῆς ἐκκλησίας ἐκ τῶν θείων γραφῶν τὴν ὁμολογίαν τῆς πίστεως παρειληφότες οὕτως ἔχομεν, ὅτι ὁ πατὴρ ὁμοίου ἐστὶν ἑαυτοῦ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς ὅμοιός ἐστι τοῦ πατρός, ἐξ οὗ πατρὸς νοεῖται υἱός. τοῦτο ἡμῶν προσδιοριζομένων καὶ οὕτως
20καθαιρούντων τὸν νοῦν, ὡς πρὸς τοὺς Σαβελλίους καὶ τοὺς λοιπούς, ὅτι οὔτε ὁ υἱὸς δύναται εἶναι πατὴρ οὔτε ὁ πατὴρ δύναται εἶναι υἱός, ἀλλ’ ὁ υἱὸς υἱὸς καὶ ὁ πατὴρ πατὴρ καὶ οὐχ υἱός (ἐν τούτοις γάρ ἐστιν ἡ ἀκρίβεια τῆς τῶν προσώπων ἐπιγνώσεως, τῷ τὸν πατέρα πατέρα ἀεὶ ὄντα ἄσαρκον μὲν εἶναι καὶ ἀθάνατον, τὸν δὲ υἱὸν υἱὸν ὄντα ἀεὶ καὶ
25οὐδέποτε ὄντα πατέρα, ἀεὶ 〈ὄντα〉 δὲ λεγόμενον διὰ τὸ ἄχρονον καὶ ἀκατάληπτον τῆς ὑποστάσεως, σάρκα ἀνειληφέναι κατὰ βούλησιν τοῦ πατρὸς καὶ θάνατον ὑπὲρ ἡμῶν ὑποστῆναι)—τούτων διευκρινημένων οἱ θαυμαστοί, οἱ τῇ αἱρέσει συμμαχοῦντες, δύο πραγματεύσασθαι σπεύδουσιν, ἓν μὲν τὸ μηκέτι λέγειν πατέρα καὶ υἱόν, ἀλλὰ ἀγέννητον
30καὶ γεννητόν, [καὶ] διὰ τοῦτο σόφισμα τῆς αἱρέσεως οἰόμενοι ἐπεισάγειν τῇ ἐκκλησίᾳ. συνίσασι γὰρ οἱ σοφοὶ τὰ τοῦ θεοῦ, ὅτι τὸ ἀγέννητον
ἔλαττον 〈δοκεῖ〉 εἶναι τοῦ πατρὸς ὀνόματος. τὸ γὰρ ἀγέννητον, ὅτι ὁ286 in vol. 3
Haer
.

3

.

287

μὲν οὐκ ἐγεννήθη νενόηται, οὐδέπω δὲ εἰ καὶ πατήρ ἐστι σημαίνει· τὸ δὲ πατὴρ πλέον ἐστὶ τοῦ ἀγεννήτου ὀνόματος [ὄν]. ἐν μὲν γὰρ τῷ ἀγεν‐ νήτῳ, φημί, οὐκ ἐμφαίνεται ἡ τοῦ πατρὸς δύναμις, ἐν δὲ τῷ πατὴρ ὀνό‐ ματι ὁμοῦ ἐμφαίνεται ὅτι οὐκ ἔστιν υἱὸς ὁ πατήρ, εἴ γε κυρίως νοεῖται
5[ὁ] πατήρ, καὶ ὅτι αἴτιός ἐστιν ὁμοίου ἑαυτοῦ υἱοῦ. ἓν μὲν δὴ τοῦτο, ἕτερον δὲ ὅτι φθάσαντες ἀνόμοιον κατ’ οὐσίαν γράψαι τὸν υἱὸν τῷ πατρί, ὡσπεροῦν ἐνόμισαν καταψηφίζεσθαι τὴν ἐκκλησίαν δι’ ὧν ἐθή‐ ρασαν παρὰ τοῦ αἰδεσίμου ἐπισκόπου Ὁσίου γραμμάτων, ἐν οἷς φέ‐ ρεται τὸ ἀνόμοιον 〈κατ’〉 οὐσίαν. ἐπειδὴ δὲ ἀνελθόντες οἱ ἐκ τῆς ἀνα‐
10τολῆς ἐπὶ τὸ Σίρμιον πέρυσιν ἤλεγξαν τὸ κακούργημα τούτου τοῦ αἱρετισμοῦ, ἵνα μὴ εὐθύνας ὑπέχωσιν ἐπὶ τοῖς εἰς τὴν ἐκκλησιαστικὴν πίστιν τολμηθεῖσιν, ἐσπούδασαν τὸ τῆς οὐσίας ὄνομα, ἐν χρήσει ὑπάρ‐ χον τοῖς πατράσιν, διὰ τὰς προειρημένας αἰτίας ἀνελεῖν τῆς ἐκκλησια‐ στικῆς διδασκαλίας, ἵνα καὶ κατὰ τοῦτο δόξωσι κρατύνειν ἑαυτῶν
15τὴν αἵρεσιν. 15. Ὑπέλαβον γὰρ ὅτι, εἰ τὸ τῆς οὐσίας ὄνομα ἐκβληθείη, κατὰ βούλησιν μόνον λέγοντες καὶ κατ’ ἐνέργειαν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἐξουσίαν ἕξουσιν οὐσίας μὴ ὀνομαζομένης, λοιπὸν ἀνόμοιον λέγειν κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑπάρχειν τὸν υἱὸν τῷ πατρί. ἀλλ’ ὅμως
20ὁ ἔκδικος τῆς ἀληθείας θεός, «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουρ‐ γίᾳ αὐτῶν», [ὃς] τὴν συγγένειαν τοῦ μονογενοῦς αὐτοῦ, τὸ κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρὶ εἶναι, ἐπὶ τοῦ εὐσεβοῦς βασιλέως ἐπαρρη‐ σιάσατο. οὕτω γὰρ καὶ αὐτὸς ἐφρόνει, εὐσεβὴς ὤν, ὑπὲρ τοῦ ὑπερ‐ μαχοῦντος αὐτοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, καὶ φρονῶν εὐσεβεῖ στό‐
25ματι διωρίσατο κατὰ πάντα, ὡς οἱ καθολικοὶ πεπιστεύκαμεν, ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ καὶ δι’ αὐτοῦ μὴ προχωρῆσαι τὴν κατὰ τῆς
ἐκκλησιαστικῆς πίστεως μεθοδείαν, ἀναιρεῖν βουλομένην τὸ ὄνομα τῆς287 in vol. 3
Haer
.

3

.

288

οὐσίας, ἵνα τῷ στόματι μὴ λαλουμένης οὐσίας λοιπὸν ἐν ταῖς καρδίαις φωλεύουσα ἡ αἵρεσις νέμηται. ἀλλ’ αὐτοὺς φθάσωμεν γράφοντας ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον δὲ κατ’ οὐσίαν· εἴ γε ἀνυπούλως καὶ καθαρῶς τὸ κατὰ πάντα ὅμοιον ὁμολογοῦσιν, ἕωλον αὐτοῖς ἀπελεγχθήσεται
5τὸ ἐπιχείρημα, σπουδάσασιν ἆραι τὸ ὄνομα τῆς οὐσίας. οὐδὲν γὰρ ἐκέρδαινον, ἀναγκασθέντες ὁμολογῆσαι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὅμοιον· εἰ γὰρ κατὰ πάντα, ὡς ὡμολόγησαν, ἔστιν ὅμοιος, ὥσπερ οὖν ἔστιν ὁ υἱὸς τῷ πατρὶ ὅμοιος, ἔστιν ὅμοιος οὐ κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν μόνην, καθὰ αὐτοὶ διορίζονται, ἀλλὰ κατὰ τὴν ὕπαρξιν
10καὶ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὸ εἶναι ὡς υἱός, καὶ καθάπαξ 〈τὸ〉 κατὰ πάντα ἁπάντων ἐστὶ περιληπτικὸν καὶ οὐδεμίαν διαφορὰν προσ‐ ίεται, ὁμολογουμένου τοῦ μήτε αὐτὸν ἑαυτῷ ὅμοιον εἶναι τὸν πατέρα μήτε τὸν υἱὸν αὐτὸν ἑαυτῷ εἶναι ὅμοιον, ἀλλὰ υἱὸν εἶναι ὅμοιον τῷ πατρὶ καὶ ἐν τῷ κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρί, υἱὸν ὄντα καὶ οὐ πατέρα, (ἐξ
15οὗ πατρός, τέλειος ἐκ τελείου, πρὸ πάσης ἐννοίας καὶ πάντων λογισμῶν καὶ χρόνων καὶ αἰώνων ἐκ τοῦ πατρὸς † ὁμοιότητος ἐγεννήθη, ὡς οἶδε μόνος ὁ πατὴρ ὁ ἐξ αὑτοῦ αὐτὸν ἀπαθῶς γεννήσας καὶ ὁ υἱὸς ὁ ἐξ αὐτοῦ τὸ εἶναι ἔχων καὶ ᾧ αὐτὸς ἀποκαλύψει) ἐν τῇ κατ’ αὐτὸν θεωρίᾳ ἀξίως ἡμῖν τὸν ἑαυτοῦ πατέρα παρέχειν νοεῖν.
20 16. Καὶ μὴ ταρασσέτω τὸ τῶν ὑποστάσεων ὄνομά τινας. διὰ τοῦτο γὰρ ὑποστάσεις οἱ ἀνατολικοὶ λέγουσιν, ἵνα τὰς ἰδιότητας τῶν προσώπων ὑφεστώσας καὶ ὑπαρχούσας γνωρίσωσιν. εἰ γὰρ πνεῦμα ὁ πατήρ, πνεῦμα καὶ ὁ υἱός, πνεῦμα καὶ τὸ ἅγιον πνεῦμα, οὐ νοεῖται 〈δὲ〉 πατὴρ ὁ υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα, ὃ οὐ νοεῖται υἱός, ὃ
25καὶ οὐκ ἔστι [τὸ πνεῦμα οὐ νοεῖται υἱός, ὑφέστηκε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον.], καὶ οὐκέτι τὸ πνεῦμα τὸ ἅγιον οὐδὲ ὁ πατὴρ οὐδὲ ὁ υἱός, ἀλλὰ πνεῦμα ἅγιον ἐκ πατρὸς δι’ υἱοῦ πιστοῖς διδόμενον, εἰκότως ὑφεστῶτος καὶ ὑπάρχοντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τὰς ἰδιότη‐ τας ὡς προειρήκαμεν προσώπων ὑφεστώτων ὑποστάσεις ὀνομάζουσιν
30οἱ ἀνατολικοί, οὐχὶ τὰς τρεῖς ὑποστάσεις τρεῖς ἀρχὰς ἢ τρεῖς θεοὺς λέγοντες. ἀναθεματίζουσι γὰρ εἴ τις λέγει τρεῖς θεούς. ἀλλ’ οὐδὲ
πατέρα καὶ υἱὸν δύο θεοὺς λέγουσιν· ὁμολογοῦσι γὰρ μίαν εἶναι θεότη‐288 in vol. 3
Haer
.

3

.

289

τα, ἐμπεριέχουσαν δι’ υἱοῦ ἐν πνεύματι ἁγίῳ τὰ πάντα, ὁμολογοῦντες 〈δὲ〉 μίαν θεότητα καὶ μίαν βασιλείαν καὶ μίαν ἀρχὴν ὅμως τὰ πρό‐ σωπα ἐν ταῖς ἰδιότησι τῶν ὑποστάσεων εὐσεβῶς γνωρίζουσι, τὸν πατέρα ἐν τῇ πατρικῇ αὐθεντίᾳ ὑφεστῶτα νοοῦντες καὶ τὸν υἱὸν
5οὐ μέρος ὄντα τοῦ πατρός, ἀλλὰ καθαρῶς ἐκ πατρὸς τέλειον ἐκ τελείου γεγεννημένον καὶ ὑφεστῶτα ὁμολογοῦντες καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὃ ἡ θεία γραφὴ παράκλητον ὀνομάζει, ἐκ πατρὸς δι’ υἱοῦ ὑφεστὼς γνωρίζοντες· ὡς 〈γὰρ〉 ὁ παράκλητος, τὸ πνεῦμα τῆς ἀληθείας, διδάσκει ἡμᾶς τὴν ἀλήθειαν, ἥτις ἐστὶν ὁ υἱός («οὐδεὶς γὰρ λέγει κύριος
10Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ»), οὕτω καὶ ὁ υἱός, ὅς ἐστιν ἀλήθεια, τὸν ἀληθινὸν θεόν, τὸν ἑαυτοῦ πατέρα, ἡμᾶς εὐσεβῶς εἰδέναι διδάξει, καθὼς λέγει «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐκοῦν ἐν πνεύ‐ ματι ἁγίῳ υἱὸν ἀξίως νοοῦμεν, ἐν υἱῷ δὲ μονογενεῖ πατέρα εὐσεβῶς καὶ ἀξίως δοξάζομεν. καὶ αὕτη ἐστὶν ἡ σφραγὶς τῆς πίστεως, ἐν ᾗ
15σφραγῖδι βαπτισθῆναι προσέταξεν ὁ σωτὴρ καὶ κύριος Ἰησοῦς Χριστός, ὁ λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». 17. Περὶ γὰρ τῆς κατὰ πάντα τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὁμοιότη‐ τος πλατύτερον μὲν ἀλλαχοῦ εἴρηται, ὅμως δὲ καὶ νῦν ἐν βραχεῖ
20παρασημειώσασθαι οὐκ ὀκνήσομεν ὅτι ὁ ἀπόστολος, εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν υἱὸν εἰρηκὼς καὶ ἐν τούτῳ διδάξας ὅτι ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἀλλαχοῦ πῶς δεῖ νοεῖν τὸν υἱὸν παρέδωκεν. ἐν γὰρ τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ φησιν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορ‐
25φὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος», ἐν δὲ τῇ πρὸς Ῥωμαίους «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», ὡς διὰ τῶν δύο
μαρτυριῶν ἐκ τῶν δύο ἐπιστολῶν ἀπὸ τοῦ σωματικοῦ εὐσεβῶς καὶ289 in vol. 3
Haer
.

3

.

290

τὴν περὶ τοῦ ὁμοίου ἔννοιαν ἡμᾶς [καὶ] ἐπὶ τοῦ ἀσωμάτου πατρός τε καὶ υἱοῦ διδαχθῆναι. τὸ μὲν γὰρ «μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος» δείκνυσιν ὅτι ἐκ τῆς παρθένου σάρκα ἀνέλαβεν. οὐκοῦν ἡ σάρξ, ἣν ἀνέλαβεν ὁ υἱὸς τοῦ θεοῦ, ἡ
5αὐτὴ μέν ἐστι τῇ σαρκὶ τῶν ἀνθρώπων, ἐν ὁμοιώματι δὲ ἀνθρώπων ἐστίν, ἐπειδὴ οὐκ ἐκ σπορᾶς ὡς ἄνθρωποι οὐδὲ ἐκ κοίτης ἀνδρὸς ἐγεν‐ νήθη· οὕτως κατὰ τὸν ὅμοιον τρόπον καὶ ὁ υἱός, πνεῦμα ὢν καὶ ἐκ τοῦ πατρὸς πνεῦμα γεννηθείς, κατὰ μὲν τὸ πνεῦμα ἐκ πνεύματος εἶναι τὸ αὐτό ἐστιν 〈τῷ πατρί〉 (ὥσπερ [τὸ] κατὰ τὸ σὰρξ ἐκ σαρκὸς
10εἶναι τῆς Μαρίας 〈τὸ αὐτὸ τοῖς ἀνθρώποισ〉), κατὰ δὲ τὸ ἄνευ ἀπορροίας καὶ πάθους καὶ μερισμοῦ ἐκ τοῦ πατρὸς γεννηθῆναι ὅμοιός ἐστι τῷ πατρὶ καὶ οὐκ αὐτὸς 〈ὁ πατήρ, ὥσπερ καὶ〉 ὁ κατὰ σάρκα υἱὸς ἐν ὁμοιώματι ἀνθρώπων ἐστὶ καὶ οὐκ αὐτὸ〈σ〉 κατὰ πάντα ἄνθρωπος. 18. Οὐκοῦν διὰ τῆς πρὸς Φιλιππησίους ἐπιστολῆς ἐδίδαξεν
15ἡμᾶς πῶς ἡ ὑπόστασις τοῦ υἱοῦ ὁμοία ἐστὶ τῇ ὑποστάσει τοῦ πατρός· πνεῦμα γὰρ ἐκ πατρὸς καὶ κατὰ μὲν τὴν τοῦ πνεύματος ἔννοιαν ταυτόν, ὡς κατὰ τὴν τῆς σαρκὸς ἔννοιαν ταυτόν· οὐ ταυτὸν δέ, ἀλλ’ ὅμοιον, διότι τὸ πνεῦμα, ὅ ἐστιν ὁ υἱός, οὐκ ἔστιν ὁ πατήρ, καὶ ἡ σάρξ, ἣν ὁ λόγος ἀνέλαβεν, οὐκ ἔστιν ἐκ σπέρματος καὶ ἡδονῆς, ἀλλ’ οὕτως ὡς τὸ
20εὐαγγέλιον ἡμᾶς ἐδίδαξε. διὰ μὲν δὴ τούτων, ὡς προείρηται, πῶς ὁ υἱὸς κατὰ τὸ εἶναι ἑαυτοῦ καὶ κατὰ τὸ ὑφεστὼς εἶναι ἑαυτοῦ ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρί, ὁ υἱὸς ἐπαίδευσεν ἡμᾶς· πῶς δὲ ὅμοιός ἐστι κατὰ τὴν βούλησιν καὶ τὴν ἐνέργειαν καὶ τὰ ἐνεργήματα, διὰ τῆς πρὸς Ῥωμαίους ἀφ’ ὧν εἴρηκεν «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατ‐
25έκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί». ἡ γὰρ αὐτὴ σὰρξ οὖσα, ἣν ἀνέ‐ λαβεν ὁ υἱὸς τοῦ θεοῦ, τῇ ἁμαρτίας σαρκὶ καὶ ὁμοίως κινουμένη πρὸς πεῖναν καὶ δίψαν καὶ ὕπνον ὡς πᾶσα σάρξ, ἐκ τούτων ἁμαρτη‐ τικῶς οὐκ ἐκινεῖτο. διὸ εἴρηται «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ὅπερ ὅμοιόν ἐστι τῷ «ἅπερ γὰρ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως
30ποιεῖ». ὁ γὰρ πατὴρ πνεῦμα ὢν αὐθεντικῶς ποιεῖ, ὁ δὲ υἱὸς πνεῦμα ὢν οὐκ αὐθεντικῶς ποιεῖ ὡς ὁ πατήρ, ἀλλ’ ὁμοίως. οὐκοῦν καθὸ
μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὥσπερ καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν,290 in vol. 3
Haer
.

3

.

291

καθὸ δὲ ἄνευ σπορᾶς οὐ ταυτόν, ἀλλ’ ὅμοιον, ὥσπερ καθὸ ἄνευ ἀπορ‐ ροίας καὶ πάθους ὁ υἱὸς οὐ ταυτόν, ἀλλ’ ὅμοιον. καὶ καθὸ μὲν σὰρξ καὶ σὰρξ ταυτόν, ὡς καθὸ πνεῦμα καὶ πνεῦμα ταυτόν, καθὸ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὅμοιον τοῖς σαρκὸς κινήμασι καὶ οὐ ταυτόν,
5ὡσπεροῦν ἐν ὁμοιώματι κινήσεως ὁ υἱὸς ὑπουργικῶς καὶ οὐ ταυτὸν ὡς ὁ πατὴρ αὐθεντικῶς· ἃ γὰρ ὁ πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ υἱὸς οὐχ οὕτως αὐτὸς ποιεῖ, ἀλλ’ ὁμοίως. καὶ φανερὸν ἐκ τούτων ὅτι κατὰ πάντα ὁ υἱὸς ὅμοιός ἐστι τῷ πατρί, ὡς [ὁ] υἱὸς πατρὶ ἐξ αὐτοῦ γνησίως γεγεννημένος. τῶν γὰρ ἀτόπων ἐστὶν υἱὸν θεοῦ αὐτὸν
10πρὸ αἰώνων ὑπάρχοντα καὶ κατὰ φύσιν ὄντα θεὸν ἐκ θεοῦ τοῦ πατρός, ὅτε παρὰ φύσιν μὲν ἑαυτοῦ ἐκ Μαρίας γέγονεν ἄνθρωπος, ὅμοιον αὐτὸν γενέσθαι τοῖς κατὰ φύσιν ἀνθρώποις ἐν τῷ ἑαυτοῦ παρὰ φύσιν (παρὰ φύσιν γὰρ ἦν αὐτῷ θεῷ ὄντι γενέσθαι ἄνθρωπον), ἐν τῷ κατὰ φύσιν δὲ ἑαυτοῦ μὴ εἶναι αὐτὸν ὅμοιον τῷ πατρὶ τῷ γεννήσαντι.
15εἰ γὰρ ἐν τῷ παρὰ φύσιν ἑαυτοῦ ὅμοιός ἐστι τοῖς κατὰ φύσιν, πολλῷ πλέον ὅμοιός ἐστιν ἐν τῷ κατὰ φύσιν ἑαυτοῦ τῷ κατὰ φύσιν γνησίως αὐτὸν γεγεννηκότι πατρί· ὥστε τὸ ὅμοιον εἶναι κατὰ πάντα τὸν υἱὸν τῷ πατρὶ προσκεῖσθαι κατὰ τὰς γραφάς. ὅμοιος 〈δέ〉 ἐστιν 〈καὶ ἡμῖν〉 ἐνοήθη ὡς ἐδίδαξεν ἡμᾶς τὴν τοῦ ὁμοίου ἔννοιαν διὰ τῶν
20προειρημένων ὁ ἀπόστολος. ὅμοιος γάρ ἐστι καὶ καθὸ ζωὴ ἐκ ζωῆς, φῶς ἐκ φωτὸς καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ καὶ σοφία ἐκ σοφοῦ, καὶ καθά‐ παξ ἔστι κατὰ τὰς γραφὰς οὐ κατὰ τὴν ἐνέργειαν καὶ τὴν βούλησιν [ἐστι] μόνον ὅμοιος, ἀλλὰ κατ’ αὐτὸ τὸ εἶναι καὶ ὑφεστάναι καὶ ὑπάρχειν ὅμοιός ἐστι κατὰ πάντα τῷ πατρὶ τῷ γεννήσαντι,
25ὡς υἱὸς πατρί. 19. Ἐὰν οἱ καινοὶ αἱρετικοὶ προσδιαλεγόμενοι ἡμῖν ἀγέννητον λέγουσι καὶ γεννητόν, ἐροῦμεν αὐτοῖς· ἐπειδὴ κακουργήσαντες τὸ τῆς οὐσίας ὄνομα ἐν χρήσει τοῖς πατράσιν ὑπάρχον ὡς ἄγραφον οὐ δέχεσθε, οὐδὲ ἡμεῖς τὸ ἀγέννητον ἄγραφον ὂν δεξόμεθα. ἄφθαρτον
30μὲν καὶ ἀόρατον καὶ ἀθάνατον λέγει ὁ ἀπόστολος, οὐδέποτε δὲ αὐτὸν ἀγέννητον ὠνόμασεν ἡ γραφή. ἔπειθ’ ὅτι ὡς προείρηται τὸ ἀγέννητος
οὐδέπω σημαίνει τὴν τοῦ πατρὸς ἔννοιαν καὶ ὅτι τὸ γεννητὸς ἰδίως υἱὸν291 in vol. 3
Haer
.

3

.

292

οὐδέπω σημανεῖ, ἀλλὰ κοινοποιεῖ πρὸς πάντα τὰ γεννητὰ τὴν ἔν‐ νοιαν (ὁ γὰρ εἰπὼν γεννητὸν ὅτι μὲν γέγονεν ἐσήμανεν, οὐδαμοῦ δὲ τὸ〈ν〉 ἀϊδίως υἱὸν νοούμενον παρεδήλωσε), διὸ ἀϊδίως ἐννοοῦντες υἱὸν θεοῦ οὐ δεξόμεθα τοῦτο· πρὸς τούτοις 〈δέ〉, ὅτι τὸ τοῦ πατρὸς
5καὶ υἱοῦ ὄνομα τὴν πρός τι σχέσιν σημαίνει, διὸ κἂν πατέρα μόνον ὀνομάζωμεν, ἔχομεν τῷ ὀνόματι τοῦ πατρὸς συνυπακουομένην τὴν ἔννοιαν τοῦ υἱοῦ (πατὴρ γὰρ υἱοῦ πατὴρ λέγεται), κἄν 〈τε〉 υἱὸν μόνον ὀνομάσωμεν, ἔχομεν τὴν ἔννοιαν τοῦ πατρός, ὅτι υἱὸς πατρὸς λέγεται. ἔχεται γὰρ θάτερον θατέρου καὶ οὐ διακόπτεται
10ἡ σχέσις, ἀλλὰ καὶ μόνον ἑκάτερον λεγόμενον συνεισάγει θατέρου τὴν ἔννοιαν, καὶ οὐ τὸ ὄνομα μόνον, ἀλλὰ μετὰ τοῦ ὀνόματος καὶ τῆς φύσεως τὴν οἰκειότητα. πατέρα γὰρ νοοῦντες τὸν θεὸν θεοῦ νοοῦμεν πατέρα καὶ υἱὸν νοοῦντες θεοῦ θεὸν νοοῦμεν τὸν ῥηθέντα υἱὸν θεοῦ καὶ ὅμοιον ἐκείνῳ κατὰ τὴν φύσιν οὗ καὶ νοεῖται υἱός. ἀγέν‐
15νητον δὲ οὐ λέγεται γεννητοῦ ἀγέννητον οὐδὲ γεννητὸν ἀγεννήτου γεννητόν. 20. Ἐπειδὴ τοίνυν οὔτε τὴν πρὸς ἄλληλα σχέσιν ἔχει τὰ τοῦ ἀγεννήτου καὶ γεννητοῦ οὔτε συνεμφαίνει τὴν φύσιν, κοινοποιεῖ δὲ πρὸς τὰ λοιπὰ ποιήματα τοῦ υἱοῦ τὴν ἰδιότητα, οὐ δεξόμεθα
20μὲν διὰ τὴν πρὸς ἀσέβειαν μεθοδείαν τὰ ὀνόματα, ἀεὶ δὲ τῷ τοῦ πατρὸς καὶ υἱοῦ ὁσίως χρησόμεθα. πρῶτον μὲν οὖν ὅτι οἱ ἐξ ἐθνῶν κληθέντες οὐκ ἐβαπτίσθημεν εἰς ἀγέννητον καὶ γεννητόν, ἀλλ’ εἰς πατέρα καὶ υἱόν· ἔπειτα ὅτι οὐδαμοῦ εὑρίσκεται ὁ υἱὸς εἰρηκὼς τὸν ἑαυτοῦ πατέρα ἀγέννητον, ἀλλὰ ἀεὶ πατέρα εἰρηκὼς τὸν θεὸν καὶ
25ἀεὶ ἑαυτὸν υἱὸν τοῦ θεοῦ, (ὀλίγα παρασημειωτέον) ἀκούοντες αὐτοῦ λέγοντος «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα μου», καὶ «ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἐμοὶ χολᾶτε ὅτι εἶπον, υἱὸς θεοῦ εἰμι», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω. ἐξῆλθον ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν
30ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα», καὶ ἡ ὁμολογία δὲ τοῦ Πέτρου «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ», καὶ ὁ πατὴρ ἄνωθεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». καὶ διὰ τοῦτο, ἐπειδὴ οὕτως
καὶ πατὴρ υἱοῦ μέμνηται καὶ υἱὸς πατρὸς καὶ ἐν τούτοις τοῖς ὀνόμασι292 in vol. 3
Haer
.

3

.

293

(πάλιν ἐρῶ) ἐσφραγίσθημεν, τούτοις καὶ ἀεὶ χρησόμεθα, ἀποκρουό‐ μενοι τὰς κατὰ τῆς ἀποστολικῆς πίστεως «βεβήλους κενοφωνίας». τὸ γὰρ παρὰ τοῦ πατρὸς εἰρημένον «ταῖς λαμπρότησι τῶν ἁγίων»· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» ἀναγκαίως εἴρηται καὶ
5ἀπάξει τῆς κοινότητος τῆς πρὸς τὰ ποιήματα [τοῖς] τὸν υἱόν, τοῦ πατρὸς [καὶ] τὸν ἐξ αὐτοῦ γνήσιον καὶ ἰδίως γεγεννημένον υἱὸν διὰ τοῦ κατὰ τὴν γαστέρα ὀνόματος παιδεύοντος· ὡς ὁμοίως καὶ ὁ υἱὸς «κύριος ἔκτισέ με» εἰπών, ἵνα 〈μὴ〉 κοινοποιουμένην αὐτοῦ πρὸς τὰ λοιπὰ κτίσματα ὑποπτεύσωμεν τὴν φύσιν, ἐπήνεγκεν ἀναγκαίως
10«πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», εὐσεβῆ ἡμῖν καὶ ἀπαθῆ τὴν ἐκ θεοῦ πατρὸς τῆς υἱότητος αὐτοῦ ἔννοιαν παριστάς. ἀλλ’ ἅπαξ μὲν ὁ πατὴρ καὶ ἅπαξ ὁ υἱὸς διὰ τὴν προειρημένην εὐσεβῆ γνησιότητα τοῦ υἱοῦ τὸ γεννητὸν ἡμῖν ἐξέθεντο. πᾶσα δὲ ἡ καινὴ διαθήκη γέμει πατρὸς καὶ υἱοῦ ὀνομάτων.
15 21. Ἵνα δὲ ἀπὸ τῶν ἰδίων γνωρισθῶσιν οἱ καινοτομοῦντες τὴν αἵρεσιν, ἐκ πολλῶν τῶν παρ’ αὐτῶν εἰς τὴν ὑπόθεσιν γεγραμμένων ὀλίγα διὰ τὸ μῆκος παρεσημειωσάμεθα, ἀφ’ ὧν ὅλον οἱ καθολικοὶ καταμαθόντες τὸν νοῦν τῆς αἱρέσεως ἀναγκαίως, οἶμαι, κρινοῦσι τοὺς ταῦτα γράψαντας ἀναθεματίσαι αὐτὰ καὶ αὐτούς 〈τε καὶ〉 τὰ
20ἑαυτῶν ἐκβαλεῖν τῆς ἀποστολικῆς πίστεως, ἀναθεματίσαι δὲ καὶ τοὺς τὰ αὐτὰ αὐτοῖς φρονοῦντας καὶ διδάσκοντας. γράφουσι γὰρ αὐταῖς λέξεσιν οὕτως· «τὸ γὰρ μεταδοῦναι ὑμῖν τῶν ἐν θεῷ ῥημάτων καλλίστων τὰ μάλιστα διὰ βραχέων προεθυμήθην. ὅσοι τὴν κατ’ οὐσίαν
25 ὁμοιότητα ἀποσώζειν τὸν υἱὸν τῷ πατρὶ ὑπολαμβάνουσιν, ἔξω τῆς ἀληθείας βεβήκασι, «διὰ τῆς ἀγενήτου προσηγορίας κατη‐ γοροῦντες τοῦ ὁμοίου κατ’ οὐσίαν». καὶ πάλιν ἐροῦσιν· «ὁ δὲ υἱὸς ἐλάττων * γενέσεως καὶ ἔστι καὶ ὡμολόγηται. οὐκ ἄρα
30τὴν κατ’ οὐσίαν ὁμοιότητα ἀποσώζει πρὸς τὸ ἀγένητον, ἀποσώ‐
ζει δὲ ἀκραιφνῆ φέρων ἐν τῇ οἰκείᾳ ὑποστάσει τὴν τοῦ θεοῦ βού‐293 in vol. 3
Haer
.

3

.

294

λησιν. οὐκοῦν ὁμοιότητα διασώζει, οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸν τῆς θελήσεως λόγον, * οἷον ἠθέλησεν ὑπεστήσατο.» καὶ πάλιν· «πῶς οὐχὶ καὶ αὐτός μοι συνομολογεῖς ὅτι κατ’ οὐσίαν οὐκ ἔστιν
5 ὁ υἱὸς ὅμοιος τῷ πατρί;» καὶ πάλιν· «ὅταν δὴ ὁ μὲν υἱὸς ἀτελεύτητος ὁμολογεῖται, οὐκ ἐκ τῆς οἰκείας φύσεως τὸ ζῆν ἔχων, ἀλλ’ ἐκ τῆς τοῦ ἀγενήτου ἐξουσίας, ἡ δ’ ἀγένη‐ τος φύσις ἀτελευτήτως πάσης ἐξουσίας κρείττων ἐστί, πῶς 〈οὐ〉
10 δῆλοί εἰσιν οἱ ἀσεβεῖς, ὁμοιότητι οὐσίας τὸ ἑτεροούσιον τῆς εὐσεβείας ἐναλλάττοντες κήρυγμα;» καὶ πάλιν· «διὸ τὸ ὄνομα [ὁ] πατὴρ οὐσίας οὐκ ἔστι δηλωτικόν, ἀλλ’ ἐξουσίας, ὑποστησάσης τὸν υἱὸν πρὸ αἰώνων θεὸν λόγον, ἀτελευτήτως
15 〈ἔχοντα〉 τὴν [ἐν] αὐτῷ δωρηθεῖσαν, ἣν ἔχων διατελεῖ οὐσίαν τε καὶ ἐξουσίαν.» καὶ πάλιν »〈εἰ〉 οὐσίας εἶναι βούλονται τὸ πατὴρ δηλωτικόν, ἀλλ’ οὐκ ἐξου‐ σίας, τῷ πατὴρ ὀνόματι καὶ τὴν τοῦ μονογενοῦς ὑπόστασιν
20 προσαγορευέτωσαν.» 22. Ἐροῦμεν νῦν πρὸς τοὺς νῦν αἱρετικοὺς ὅτι ὑμεῖς ἐγράψατε «ὅμοιον κατὰ βούλησιν, ἀνόμοιον κατ’ οὐσίαν». διὸ ἡμεῖς ἀντεγρά‐ ψαμεν ὅτι «ὅμοιος οὐ κατὰ μίμησιν μόνον, ἀλλὰ καὶ κατ’ οὐσίαν». ἐπειδὴ τοίνυν πρῶτοι ὑμεῖς οὐσίας ἐμνήσθητε, λέγοντες ἀνόμοιον
25κατ’ οὐσίαν, καὶ διὰ τοῦτο σπουδάζετε ἀρθῆναι τὸ ὄνομα τῆς οὐσίας, ἵνα κατὰ βούλησιν ὅμοιον εἶναι μόνον λέγοιτε τὸν υἱόν, εἰ ἀληθῶς συντίθεσθε κατὰ πάντα ὅμοιον τὸν υἱὸν τῷ πατρί, ἀναθεματίσατε τοὺς διαφορὰν λέγοντας ὁμοιότητος καὶ γράψατε οὕτως, ὅτι εἴ τις μὴ κατὰ πάντα λέγοι ὅμοιον τὸν υἱὸν τῷ πατρὶ ὡς υἱὸν πατρί, ἀλλὰ
30κατὰ μὲν βούλησιν λέγοι ὅμοιον, κατὰ δὲ τὴν οὐσίαν ἀνόμοιον, ἀνά‐ θεμα ἔστω. καὶ μετὰ ταῦτα εἰ βούλονται οὐσίας ὀνόματος 〈μὴ〉 με‐ μνῆσθαι καὶ ἀθετοῦσι καὶ τὰς ἑαυτῶν ὑπογραφάς, οὐσίας πανταχοῦ 〈μὴ〉 μνημονεύσαντες, καὶ τὰ τῶν πατέρων ὁμολογείτωσαν, μὴ μόνον
κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὸ εἶναι καὶ κατὰ τὸ ὑφεστάναι καὶ294 in vol. 3
Haer
.

3

.

295

κατὰ τὸ ὑπάρχειν, κατὰ πάντα καθάπαξ ὅμοιον εἶναι τὸν υἱὸν 〈τῷ〉 πατρὶ ὡς υἱὸν πατρί, καθὼς αἱ θεῖαι λέγουσι γραφαί. Εἰς τὴν ἐκτεθεῖσαν πίστιν περὶ τοῦ ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὑπέγραψαν οὕτως·
5 Μάρκος ὁ ἐπίσκοπος Ἀρεθουσίας· οὕτω πιστεύω καὶ φρονῶ 〈καὶ συνευδοκῶ〉 τοῖς προγεγραμμένοις, καὶ οἱ παρόντες ὁμοίως. Οὐάλης δὲ οὕτως· ὅπως μὲν ὑπεγράψαμεν τῇ νυκτὶ ἐπιφω‐ σκούσης τῆς πεντηκοστῆς τὴν προγεγραμμένην ὑπογραφήν, οἴδασιν οἱ παρόντες καὶ ὁ εὐσεβὴς βασιλεύς, πρὸς ὃν καὶ ἐμαρτυράμην, ἀγρά‐
10φως τε καὶ ἐγγράφως. Μετὰ δὲ ταῦτα οἰκείῳ ἔθει ὑπογράψαντος Οὐάλεντος καὶ προστε‐ θεικότος τῇ ὑπογραφῇ ὅμοιον τὸν υἱὸν τῷ πατρί, μὴ προστεθεικότος δὲ κατὰ πάντα καὶ 〈μὴ〉 δείξαντος ὅπως ἢ συνέθετο τοῖς προγε‐ γραμμένοις ἢ τὸ ὁμοούσιον πῶς νοεῖ, ἐπισημηναμένου τε τοῦτο τοῦ
15εὐσεβοῦς βασιλέως καὶ ἀναγκάσαντος αὐτὸν προσθεῖναι τὸ κατὰ πάντα, ὅπερ καὶ προστέθεικε, Βασίλειος ὑποπτεύσας καὶ τὸ κατὰ πάντα 〈μὴ〉 ἰδίῳ νῷ αὐτὸν προστεθεικέναι εἰς τὰ ἴσα, 〈ἃ〉 ἐσπούδασαν οἱ περὶ Οὐάλεντα λαβεῖν, ἐφ’ ᾧ τε ἀποκομίσαι εἰς τὴν κατὰ Ἀρίμινον σύνοδον, ὑπέγραψεν οὕτως·
20 Βασίλειος ἐπίσκοπος Ἀγκύρας· 〈οὕτωσ〉 πιστεύω καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, ὅμοιον ὁμολογῶν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα· κατὰ πάντα δέ, οὐ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν καὶ κατὰ τὴν ὕπαρξιν καὶ κατὰ τὸ εἶναι ὡς υἱὸν κατὰ τὰς θείας γραφάς, πνεῦμα ἐκ πνεύματος, ζωὴν ἐκ ζωῆς, φῶς ἐκ φωτός,
25θεὸν ἐκ θεοῦ, ἀληθινὸν υἱὸν ἐξ ἀληθινοῦ 〈πατρόσ〉, σοφίαν υἱὸν ἐκ σοφοῦ θεοῦ καὶ πατρός, καὶ καθάπαξ κατὰ πάντα τὸν υἱὸν ὅμοιον τῷ πατρί, ὡς υἱὸν πατρί. καὶ εἴ τις κατά τι λέγει ὅμοιον, ὡς προγέγραπται, ἀλλότριον εἶναι τῆς καθολικῆς ἐκκλησίας, ὡς μὴ κατὰ τὰς θείας γραφὰς ὅμοιον τὸν υἱὸν τῷ πατρὶ λέγοντα.
30 ἀνεγνώσθη ἡ ὑπογραφὴ καὶ ἐδόθη Οὐάλεντι, παρόντος Μάρκου, Γεωργίου, Οὐρσακίου, Γερμανοῦ, Ὑπατιανοῦ ἐπισκόπων καὶ πρεσ‐
βυτέρων καὶ διακόνων πλειόνων.295 in vol. 3
Haer
.

3

.

296

23. Αὗται αἱ ἐπιστολαὶ μετετάγησαν πρὸς τὸ εἰδέναι ἕκαστον τῶν φιλολόγων τῶν τὰ ἀληθῆ τῆς πίστεως ἐκζητούντων ὅτι οὐ κατὰ κενοῦ φερόμεθα πρός τινας λέγοντες, ἀλλ’ ἐξ ἀληθινῶν συστάσεων φιλοτιμού‐ μεθα ὁρμᾶσθαι. διηνέχθησαν οὖν οἱ αὐτοὶ πάλιν πρὸς τοὺς σὺν αὐτοῖς διὰ
5μίση τινῶν καὶ ζῆλον ἀνθρώπινον ἐρεσχελοῦντες ἑκάτερος πρὸς ἑκάτερον καὶ φιλαρχοῦντες, καὶ ἐκρατύνθη τότε τὸ μέρος τούτων τῶν Ἡμιαρείων, τῶν περὶ Βασίλειον φημὶ καὶ Γεώργιον καὶ Σιλουανὸν καὶ λοιπούς· * ἔχοντες μεθ’ ἑαυτῶν σαρκὸς δεξιάν, Κωνστάντιον τὸν βασιλέα, οἱ περὶ Εὐδόξιον καὶ Γεώργιον τὸν Ἀλεξανδρέα καὶ Εὐζώϊον τὸν Ἀντιοχέα. καὶ οἱ μὲν
10περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα ἐταπεινώθησαν, καίπερ πολλὰ ἰσχύσαντες, ἐξ ὧν πάλιν ἕτεροι διῃρέθησαν τῆς αὐτῆς αἱρέσεως καὶ συνόδου, καὶ γέγονε τὸ τῶν Ἀρειανῶν σύστημα εἰς τρία τάγματα. Ἀκάκιος γὰρ ὁ Παλαιστινὸς ὁ Καισαρείας ἅμα Μελιτίῳ καὶ Οὐρανίῳ τῷ Τυρίῳ καὶ Εὐτυχίῳ τῷ Ἐλευθεροπολίτῃ, διὰ τὸν πρὸς Κύριλλον τὸν Ἱεροσολυμίτην
15ζῆλόν τε καὶ μῖσος, ἀνθίστατο τοῖς περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα καὶ Σιλουανὸν τὸν Ταρσέα, Ἐλεύσιόν τε τὸν Κυζίκου, Μακε‐ δόνιον τὸν Κωνσταντινουπολίτην, Εὐστάθιον τὸν Σεβαστείας καὶ Ἀνιανὸν τὸν Ἀντιοχέα, τότε κατασταθέντα, κατ’ αὐτῶν 〈τε〉 ἑαυτὸν στρατεύσας ὁ αὐτὸς Ἀκάκιος πολλὴν φύρσιν εἰργάσατο. καὶ γεγόνασιν εἰς ἀλλήλους
20ὁμόδοξον μὲν γνώμην κεκτημένοι, διαφόρως δὲ ἑκάστου αὐτῶν ὁμολο‐ γοῦντος, [εἰς ἀλλήλους] διενηνεγμένοι καὶ σχισθέντες εἰς τὰ προειρη‐ μένα διεσπάσθησαν τρία τάγματα. ὁ μὲν γὰρ Ἀκάκιος καὶ οἱ μετ’ αὐτοῦ οὔτε ὁμοούσιον ὡμολόγουν οὔτε κτίσμα 〈ὡσ〉 ἓν τῶν κτισμάτων, καίπερ οἱ αὐτοὶ ὑπάρχοντες· κρυφῆ δὲ διὰ τὸν καιρὸν παρασιωπήσαντες
25τὸ τοῦ κτίσματος 〈ὄνομα οἱ〉 αὐτοὶ μὲν ὅλοι ἦσαν ὁποῖοι καὶ 〈οἱ〉 Ἀρειανοί, παρεκρύβησαν δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, μηδὲν ἄλλο φρονοῦντες ἀλλ’ ἢ οὗτοι, διὰ τοὺς σὺν αὐτοῖς μεμιγμένους φύσει ὀρθοδόξους, ὑποκριτὰς δὲ ὑπάρχοντας καὶ ὑποκρινομένους τὴν βασιλέως δεξιὰν καὶ δεδιότας· καὶ ἔχοντες πρὸς ἀλλήλους ἐχθρίαν βουλόμενοι στῆναι 〈οὐκ ἠδυνήθησαν〉.
30Εὐτύχιος μὲν γὰρ ὁ Ἐλευθεροπολίτης, οἷα δὴ ἀπὸ τοῦ μακαρίου Μαξι‐ μωνᾶ τοῦ Ἱεροσολυμίτου ὁμολογητοῦ ἐπισκόπου τὴν πίστιν ἔχων σαφῆ τῆς ὀρθοδοξίας, διὰ τὴν πρὸς τὸν Κύριλλον ἐχθρίαν [οὐκ] ἐμίγη τοῖς περὶ Ἀκάκιον, ὀρθοδόξως μὲν ἔχων ἄχρι καιροῦ, ὑποκρινόμενος δὲ διὰ τὸν ἴδιον θρόνον, καὶ ἄλλοι πλείους τῆς Παλαιστίνης· δι’ οὓς Ἀκάκιος
35καὶ οἱ μετ’ αὐτοῦ, τὴν αὐτὴν ἔχοντες λύσσαν καὶ μανιώδη κακοπιστίαν,296 in vol. 3
Haer
.

3

.

297

τέως πρὸς τὸν καιρὸν περὶ τούτων οὐδὲν ἐκίνουν, οὔτε μὴν ὁμολογεῖν 〈τολμῶντες τὸ ὁμοούσιον〉 οὔτε ἀρνεῖσθαι, ἀλλὰ συνελθόντες ἐν τῇ Σελευκείᾳ τῇ Τραχείᾳ καλουμένῃ κατὰ τὴν Ἰσαυρίαν ἐκ προστάγματος Κωνσταντίου τοῦ βασιλέως πίστιν ἑτέραν δῆθεν ἐκτίθενται, οὐ κατὰ
5τὴν ὑπὸ τῶν πατέρων ταχθεῖσαν ἐν τῇ Νικαίᾳ τῇ πόλει, τὴν ὀρθόδοξον καὶ καλῶς τεταγμένην, ἀλλὰ προσποιητῶς μὲν ὡς κατὰ ἀφελότητα εἰπόντες· 24. «Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα» καὶ καθ‐ εξῆς, «καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ» λιτῶς, μηδὲν ἰσχυρὸν λαλήσαντες.
10ὕστερον ἵνα ὑποδείξωσι τὴν αὐτῶν δραματουργίαν, ἔφησαν ὅτι «ἐκβάλλο‐ μεν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῆς θείας γραφῆς, τὸ δὲ ἀνόμοιον υἱοῦ πρὸς πατέρα ἀναθεματίζομεν.» καὶ ἦν τοῦτο δολίων θηρευ‐ τῶν δέλεαρ. καὶ γὰρ ἔφασκον, ὅτε ἐν αὐτοῖς ἐγίνοντο, καὶ ἐδίδασ‐ κον ὅτι κτίσμα μέν ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ’ ὅμοιός ἐστι τῷ
15πατρί, ὡς κατὰ διάνοιαν ταύτην τὴν ἐν τοῖς ἀνθρώποις νομιστευομένην. ἐκ‐ τυποῦσι γὰρ καὶ οἱ πλαστουργοὶ ἀνδριάντας καὶ ἀφομοιάζουσιν εἰκόνας, ἤτοι ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἄλλης ὕλης ἢ διὰ χρωμάτων ἐπὶ ξύλου, καὶ τὸ ὅμοιον ἔχουσιν, οὐδὲν δὲ κατ’ ἰσότητα τῶν ἐκτυπουμένων. οὕ‐ τως παρ’ αὐτοῖς τὸ δόλιον ἦν, ὁμολογεῖν μὲν ὅμοιον τῷ πατρί, οὐδὲν
20δὲ ἔχοντα τῆς τοῦ πατρὸς θεότητος τὸ παράπαν. ἀλλά τινες τῶν μετ’ αὐτῶν *, ἅμα δὲ διὰ τὴν οὕτω συμβᾶσαν συμφορὰν τοῦ καιροῦ κατεδέχοντο, καὶ ὁμοῦ ἦσαν συνειδότες οἱ πλείους αὐτῶν, τινὲς δὲ καὶ ἀγνοοῦντες, ὡς ὕστερον ἐδείχθη. ἦν γὰρ ἅμα τούτοις Πατρόφιλος ὁ Σκυθοπολίτης καὶ μετὰ τοῦτον Φίλιππος ὁ ἐκεῖ κατασταθεὶς διάδοχος τοῦ προειρη‐
25μένου καὶ ἄλλοι πλείους οἱ φύσει ταύτην τὴν αἵρεσιν κατέχοντες. νῦν δὲ μετὰ τὴν ἐκείνων τελευτήν, ὅτε εἰς πλάτος ἐλήλακεν ἡ αὐτῶν κακοδοξία καὶ μετὰ παρρησίας τυγχάνουσι διὰ τὴν τῆς σαρκὸς δεξιάν, [καὶ] μηκέτι ἐμποδιζόμενοι κηρύττουσι σαφῶς τὸ αὐτῶν ἐπιχείρημα, οὐκέτι οὔτε αἰδοῖ τινι κατεχόμενοι οὔτε ἰνδαλλόμενοι ἀπό τινος προστάγματος. εἰς
30〈δὲ〉 τὸ μή τινα δοκεῖν κατὰ κενοῦ φέρεσθαι καὶ τὴν ἐκτεθεῖσαν ἐκεῖ [καὶ] ὑπ’ αὐτῶν τῶν περὶ Ἀκάκιον πίστιν μεθ’ ὑπογραφῆς τῶν ἐν αὐτῇ
τῇ συνόδῳ γενομένων ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε·297 in vol. 3
Haer
.

3

.

298

25. Οἱ συνελθόντες ἐπίσκοποι ἐκ διαφόρων ἐπαρχιῶν ἐν Σελευ‐ κείᾳ τῆς Ἰσαυρίας κατὰ πρόσταγμα τῆς εὐσεβείας τοῦ θεοσεβεστάτου βασιλέως ἡμῶν Κωνσταντίου. Τάδε διελαλήσαμεν ἡμεῖς οἱ συναχ‐ θέντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ βασιλικὸν βούλημα·
5 Τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε καλανδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν εἰσηνεγκάμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ ἐκκλησίᾳ διαφυλάξαι καὶ 〈περὶ〉 τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέ‐ ταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προ‐ φητικὰς 〈καὶ εὐαγγελικὰσ〉 φωνὰς καὶ μηδὲν παρὰ τὰς θείας γραφὰς
10παρεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει. ἐπειδὴ δὲ ἐν τῇ συνόδῳ τινὲς τοὺς μὲν ἡμῶν ὕβρισαν, τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν εἶχον μεθ’ ἑαυτῶν καὶ τοὺς παρὰ κανόνα κατα‐ σταθέντας ἦγον μεθ’ ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλῆρες γενέσθαι
15τὸ συνέδριον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς καὶ ὁ λαμπρό‐ τατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβε, τούτου ἕνεκεν διαλαλοῦμεν, ὡς οὐ φεύγομεν τὴν 〈ἐκτεθεῖσαν〉 αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν, προκομίζοντες 〈αὐτήν〉, ᾗ καὶ αὐτοὶ μάλιστα οἱ πατέρες ἡμῶν κατ’ ἐκεῖνο καιροῦ πρὸς τὸ
20ὑποκείμενον τῆς ζητήσεως συνέδραμον· ἐπειδὴ 〈δὲ〉 πολλοὺς ἐθορύ‐ βησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἕως ἄρτι λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, τούτου χάριν τὸ ὁμοούσιον ὡς ἀλλό‐
τριον τῶν γραφῶν ἐκβάλλομεν, τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν, καὶ298 in vol. 3
Haer
.

3

.

299

πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκ‐ κλησίας. τὸ δὲ ὅμοιον τοῦ υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ υἱοῦ «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου».
5 ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντο‐ κράτορα, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε καὶ ἀοράτων. πιστεύομεν δὲ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων αἰώνων, θεὸν λόγον, θεὸν ἐκ θεοῦ μονογενῆ, φῶς, ζωήν, ἀλήθειαν, σοφίαν,
10δύναμιν, δι’ οὗ τὰ πάντα ἐγένοντο, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανοὺς καθέζεσθαι ἐν δεξιᾷ
15τοῦ πατρὸς πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. πιστεύομεν δὲ καὶ εἰς ἓν ἅγιον πνεῦμα, ὃ καὶ παράκλητον ὠνόμασεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐπαγγειλάμενος μετὰ τὸ ἀνελθεῖν αὐτὸν πέμψαι τοῖς μαθηταῖς τοῦτο, ὃ καὶ ἀπέστειλεν, δι’ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας καὶ βαπτιζομένους
20ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλο‐ τρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτε‐ θεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν, γνωρίζουσιν
25οἱ ἐντυγχάνοντες. 26. Τῇ πίστει ὑπέγραψαν οἱ παρόντες· Βασίλειος, Μάρκος καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, Παγκράτιος καὶ Ὑπα‐
τιανὸς καὶ οἱ πλεῖστοι ἐπίσκοποι τῆς δύσεως.299 in vol. 3
Haer
.

3

.

300

Γεώργιος ἐπίσκοπος Ἀλεξανδρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Ἀκάκιος ἐπίσκοπος Καισαρείας ἐξεθέμην τὴν πίστιν· οὕτως ὁμολογῶ φρονεῖν ὡς πρόκειται.
5Οὐράνιος ἐπίσκοπος Τύρου, Εὐτύχιος ἐπίσκοπος Ἐλευθεροπόλεως, Ζωΐλος ἐπίσκοπος Λαρίσσης τῆς Συρίας, Σέρας ἐπίσκοπος ἐκ Παραιτωνίου τῆς Λιβύης, Παῦλος ἐπίσκοπος Ἐμίσης,
10Εὐστάθιος ἐπίσκοπος Ἐπιφανίας, Εἰρηναῖος ἐπίσκοπος Τριπόλεως τῆς Φοινίκης, Εὐσέβιος ἐπίσκοπος Σελευκείας τῆς Συρίας, Εὐτυχιανὸς ἐπίσκοπος Πατάρων τῆς Λυκίας, Εὐστάθιος ἐπίσκοπος Πινάρων καὶ Σιδύμων,
15Βασίλειος ἐπίσκοπος Καυνίων τῆς Λυδίας, Πέτρος ἐπίσκοπος Ἵππου Παλαιστίνης, Στέφανος ἐπίσκοπος Πτολεμαΐδος τῆς Λιβύης, Εὐδόξιος ἐπίσκοπος *, Ἀπολλώνιος ἐπίσκοπος Ὀξυρύγχου,
20Θεόκτιστος ἐπίσκοπος Ὀστρακίνης, Λεόντιος ἐπίσκοπος 〈Τριπόλεως τῆσ〉 Λυδίας, Θεοδόσιος ἐπίσκοπος Φιλαδελφίας τῆς Λυδίας, Φοῖβος ἐπίσκοπος Πολυχαλάνδου τῆς Λυδίας, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας,
25Εὐάγριος ἐπίσκοπος Μιτυλήνης τῶν νήσων, Κυρίων ἐπίσκοπος Δολίχης, Αὔγουστος ἐπίσκοπος Εὐφράτης, [Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας,] Πολυδεύκης ἐπίσκοπος * ἐπαρχίας δευτέρας Λιβύης,
30Παγκράτιος ἐπίσκοπος Πηλουσίου,300 in vol. 3
Haer
.

3

.

301

Φιλίκαδος ἐπίσκοπος Ἀγουσταδῶν Φρυγίας ἐπαρχίας, Σεραπίων ἐπίσκοπος Ἀντιπύργου τῆς Λιβύης, Εὐσέβιος ἐπίσκοπος Σεβαστῆς τῆς Παλαιστίνης, Ἡλιόδωρος ἐπίσκοπος Σωζούσης τῆς Πενταπόλεως,
5Πτολεμαῖος ἐπίσκοπος Θμούεως Ἀγουστονίκης, Αὔγαρος ἐπίσκοπος Κύρου Εὐφρασίας, Ἐξερέσιος ἐπίσκοπος Γεράσων, Ἀραβίων ἐπίσκοπος Ἀδράων, Χαρίσιος ἐπίσκοπος Ἀζώτου,
10 Ἐλισσαῖος ἐπίσκοπος Διοκλητιανουπόλεως, Γερμανὸς ἐπίσκοπος Πέτρων, Βαρόχιος ἐπίσκοπος Ἀραβίας. ὁμοῦ ἐπίσκοποι μγ. Πεπλήρωται ἕως ὧδε ἡ τῶν προειρημένων Ἡμιαρείων καὶ Ἀρειανῶν
15
ἔκθεσις.
27. Οἱ νουνεχεῖς ταύτην καὶ τὰς ἄλλας διελθόντες, γνῶτε πῶς ῥᾳ‐ διουργόν ἐστι τὸ ἐπιχείρημα θατέρου αὐτῶν τοῦ συστήματος καὶ οὐδὲν ὀρθόν, οὐδὲ βραχὺ μετέχον τῆς κατὰ θεὸν ὁμολογίας. φάσκει γὰρ ὁ κύριος λέγων, «ὃ εἰς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτων κηρύξατε»· καὶ καθὼς
20ὁ ἅγιος ἀπόστολός φησιν, «ἀλήθειαν λαλείτω ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ», ὁ δὲ προφήτης τὴν τούτων κακόνοιαν διελέγχων ἐκφωνεῖ λέγων «μετὰ τοῦ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, ἐν δὲ τῇ καρδίᾳ αὐτοῦ ἔχει τὴν ἔχθραν», [εἴτ’ οὖν κακίαν], οὕτω καὶ οὗτοι οἱ περὶ Ἀκάκιον, ἐκ τῶν περὶ Βασίλειον [δὲ] διῃρημένοι, βουλόμενοι λῦσαι τὸν σύνδεσμον
25τῆς ἀληθινῆς ὁμολογίας, νόθον τινὰ καὶ εὐάλωτον ἐκ πανταχόθεν ἀπατηλὴν ἔθεντο ἔκθεσιν, εἰς τὸ δύνασθαι αὐτοὺς ἀπὸ τούτων τῶν εἰρημένων, εἰ μὲν θέλοιέν τινας ἀπατᾶν, [δύνασθαι] ὁμολογεῖν τὸ δίκαιον· εἰ δὲ θελήσαιεν τῆς ἑαυτῶν κακοδοξίας ἐκφᾶναι τὸ δηλητήριον, ἔσται αὐτοῖς αὕτη ἡ ἔκθεσις ἐπαμφοτερίζουσα πρὸς τὰς δύο σχέσεις καὶ δυναμένη ποιεῖν
30ἑκάστης αὐτῶν ποιήσεως τὴν ὁμολογίαν. ἀλλ’ ἐπειδήπερ ἐν τῇ κατὰ301 in vol. 3
Haer
.

3

.

302

τὸν Ἀκάκιον ταύτῃ τῇ ἀπὸ τῶν ἄλλων δύο συνόδων διαιρεθείσῃ συνόδῳ —ἔφημεν γὰρ πῶς εἰς τρία τάγματα ἡ τῶν Ἀρειανῶν διῃρέθη τάξις, ὡς ὁ μὲν Εὐδόξιος καὶ Γερμανός, Γεώργιός τε ὁ Ἀλεξανδρεύς, Εὐζώϊός τε Ἀντιοχείας εἰς ἓν τάγμα ἀπεσχίσθησαν, Βασίλειός τε καὶ Ἐλεύσιος,
5Εὐστάθιος καὶ Γεώργιος ὁ Λαοδικείας, Σιλουανός τε ὁ Ταρσοῦ, Μακε‐ δόνιος ὁ Κωνσταντινουπολίτης καὶ ἄλλοι πλείους ὡσαύτως εἰς ἓν τάγμα διῃρέθησαν, Ἀκάκιος δὲ πάλιν, ὡς προεῖπον, καὶ Μελίτιος καὶ Εὐτύχιος καὶ ἄλλοι τινὲς ἄλλο τάγμα καὶ οὗτοι γεγόνασι. καὶ ἦν τὸ πᾶν κυβείας ἔμπλεων τὸ ἔργον. ἃ γὰρ ἕκαστος ἐφρόνει, ταῦτα καὶ ὁ ἕτερος εἶχεν,
10εἰς σχίσματα δὲ διῃρέθησαν πρὸς ἀλλήλους, ἢ μίσει τινὶ τῷ πρὸς ἀλλή‐ λους, διὰ τὸ Κύριλλον τὸν Ἱεροσολυμίτην πρὸς Εὐτύχιον ἔχειν μῆνιν καὶ Εὐτύχιον πρὸς Κύριλλον, εἶναι δὲ τὸν Κύριλλον ἅμα Βασιλείῳ τῷ Γαλάτῃ καὶ Ἀνιανῷ τῷ κατασταθέντι ἐπὶ τῆς Ἀντιοχέων καὶ Γεωργίῳ τῷ Λαοδικείας—τί δὲ κατατρίβομαι τὰς τάξεις διαιρῶν τε καὶ λέγων;
15ἐλεύσομαι δὲ εἰς τὰς τούτων ἀντιθέσεις καὶ ἀνατροπὴν τῆς ἑκάστου τούτων δολιότητος. δεῖ δέ με πρῶτον περὶ τῶν ὕστερον γεγονότων λέγειν· συμβέβηκε γὰρ τοῦτό τισιν εἰς ἀγαθότητα, τισὶ δὲ εἰς πονηρίαν. 28. Μελίτιος μὲν γὰρ ὁ ἐν Ἀντιοχείᾳ κατασταθεὶς ὑπὸ τῶν περὶ Ἀκάκιον (ἐντεῦθεν γὰρ γέγονε τῷ Ἀκακίῳ ἔνστασις ὑπὲρ τοῦ κἂν ἀλίγον
20τι ἀποστρέψαι τῆς κακοδόξου αὐτῶν γνώμης καὶ ὑποφαίνει ἑαυτὸν δῆθεν ἐν ὀρθοδόξοις διὰ τοῦ βεβαιῶσαι τὸν προειρημένον Μελίτιον ἐν τῇ κατα‐ στάσει) κατασταθεὶς γοῦν ὁ Μελίτιος οὗτος ὑπ’ αὐτῶν τῶν περὶ Ἀκάκιον, ἐνομίζετο παρ’ αὐτῶν εἶναι τῆς αὐτῶν δόξης, ἀλλ’ οὐχ εὑρέθη, ὡς πολλοὶ περὶ τούτου ἀπαγγέλλουσι. νῦν μὲν γὰρ οἱ αὐτῷ προσκεκλιμένοι καὶ
25τῷ αὐτοῦ τάγματι, ἀπὸ τοῦ ἐκεῖνον μὲν δεδιῶχθαι καὶ ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἰδίου θρόνου τῷ χρόνῳ καὶ τῇ παρολκῇ τοῦ δεδιῶχθαι προ‐ βαίνοντες καὶ προστιθέμενοι διὰ τὸν θεὸν ὀρθοδοξοῦσιν. ἦσαν μὲν γὰρ οἱ λαοὶ πλείους τοῦ τάγματος τούτου † τοῦ τῆς συνόδου· οἳ ἐπισκόπους ἑαυτοῖς κατατάξαντες ὁμολογοῦσι περὶ υἱοῦ θαυμαστῶς καὶ τὸ ὁμοού‐
30σιον οὐκ ἐκβάλλουσιν, ἀλλὰ καὶ ἐν ἑτοίμῳ ὥς φασι τοῦτο ἔχουσι, εἰ γέ‐302 in vol. 3
Haer
.

3

.

303

νοιτο σύνοδος τελεία, ὁμολογεῖν καὶ μὴ ἀρνεῖσθαι. συμβέβηκε γὰρ αὐτὸν τὸν προειρημένον τιμιώτατον Μελίτιον 〈τὸν〉 ἀπὸ τῶν Ἀρειανῶν τῶν περὶ Ἀκάκιον κατασταθέντα ἐπὶ τῆς Ἀντιοχέων πρώτῃ προσομιλίᾳ ὡς ἀπαρχὴν ἐξηγήσασθαι ἐπὶ τῆς ἐκκλησίας, καὶ ὡς μὲν οἱ πλείους
5φασίν, ὀρθοδόξως. τὴν δὲ αὐτοῦ ἐξήγησιν ἐνταῦθα παραθήσομαι. καὶ ἔστιν ἥδε·
Ἀντίγραφον ὁμιλίας Μελιτίου. 29. Ὁ μὲν σοφώτατος ἐκκλησιαστής φησιν «ἀγαθὴν ἐσχάτην λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ», ὅσῳ κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον
10παύεσθαι τῆς περὶ τὸ λέγειν ἀγωνίας ἢ ἄρχεσθαι, μάλισθ’ ὅτε ὁ αὐτὸς ἐκκλησιαστής φησιν «αὕτη ἡ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι». ἐπειδὴ 〈δὲ〉 «τὸ σῶμα οὐχ ἕν ἐστι μέλος, ἀλλὰ πολλά», «πάντα δὲ μεριμνᾷ ὑπὲρ ἀλλήλων τὰ μέλη, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι», καὶ «οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ
15τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ἀλλ’ «ὁ θεὸς συνεκέρασε τὸ σῶμα, δεδωκὼς τῷ ὑστερουμένῳ περισσοτέραν τιμήν», ὅτι μὲν οὖν ἀπαραί‐ τητόν ἐστι κινουμένῳ παντὶ τῷ σώματι μὴ συγκινεῖσθαι, αὐτόθεν δῆλόν ἐστι. Τίνα δ’ ἄν τις τοῦ λόγου τοῦ πρὸς ὑμᾶς ἀρχὴν ποιήσαιτο;
20ἦ δῆλον ὡς παντὸς ἀρχομένου καὶ λόγου καὶ ἔργου προσήκει τὴν εἰρήνην ἀρχὴν ποιεῖσθαι καὶ τέλος, καὶ ἀπ’ αὐτῆς ἀρχομένους καὶ εἰς αὐτὴν καταλήγειν. «τοῦτο γάρ φησιν ὁ ἀπόστολος ἀποβήσεσθαι εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος», ὃ δίδωσιν Ἰησοῦς τοῖς πιστεύουσιν εἰς αὐτόν. καὶ οἰκοδομὴν εἴτε λαλοίη
25τις, «εἴτε παράκλησιν, εἴτε παραμύθιον ἀγάπης, εἴτε κοινωνίαν πνεύ‐ ματος» διὰ τῆς εἰρήνης τῆς κατὰ θεὸν παραγίνεται, οὐ μὴν πᾶσιν
ἀδιορίστως, ἀλλὰ «τοῖς ἀγαπῶσι τὸν νόμον», ὡς ὁ προφήτης φησί·303 in vol. 3
Haer
.

3

.

304

τὸν νόμον οὐ τὸν σωματικόν, ὃς «εἰκόνα καὶ σκιὰν ἔχει τῶν μελλόντων», ἀλλὰ τὸν πνευματικόν, ὃς σοφῶς ἀνακαλύπτει τῶν προαναφωνη‐ θέντων τὴν ἔκβασιν. «εἰρήνη, γάρ φησι, πολλὴ τοῖς ἀγαπῶσί σε καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον»· ὡς δῆλον εἶναι ὅτι τοὺς τὴν εἰρήνην
5μεμισηκότας μένει τὸ σκάνδαλον, καὶ προσήκει τοὺς τούτων ἐλευ‐ θερωθῆναι ποθοῦντας καθάπερ θυρεόν τινα προβάλλεσθαι τὴν ἀγάπην πρὸς τὸν κύριον· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκί, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.» καὶ
10οὔτε τηρεῖν ἔστι τὴν ἐντολὴν τοῦ κυρίου, μὴ τῆς ἀγάπης τοῦ θεοῦ προηγουμένης («ἐὰν γὰρ ἀγαπᾶτέ με», φησί, «τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε»), οὔτε φωτισθῆναι τοὺς ὀφθαλμοὺς οὐδὲ τὴν καρδίαν, μὴ τῆς ἐντολῆς φωτιζούσης («ἐντολή, γάρ φησι, κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς»), ἀλλ’ οὐδὲ λόγον ἀληθείας προέσθαι, εἰ
15μή τις ἔχει Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα, κατὰ τὸν λέγοντα «εἰ δο‐ κιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ», μᾶλλον δὲ οὐ λαλοῦν‐ τος μόνον, ἀλλὰ καὶ ἐλεοῦντος. («ἔλθοι, γάρ φησι, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου ἐπ’ ἐμέ, καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον»·) ὅπερ οὐκ ἂν ὑπάρξειεν, εἰ μή τις «τὰ δικαιώματα ἐκζητήσει».
20τῶν γὰρ μὴ οὕτω διακειμένων 〈ἢ〉 ἐπὶ σχήματος ἡ ἐν τοῖς ὀνείδεσιν αἰσχύνη, ὡς μὴ δύνασθαι λέγειν «περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξου‐ δένωσιν»· περιαιρεῖται δὲ ἐκ τοῦ στόματος τῆς ἀληθείας ὁ λόγος· ὡς μηδὲν εἶναι πλέον τῷ εὐχομένῳ 〈ἢ τὸ〉 «μὴ περιέλῃς λόγον ἀλη‐ θείας ἐκ τοῦ στόματός μου».
25 30. Πότε δὲ τοῦτο γίνεται; ὅταν μὴ φυλάξῃ 〈τισ〉 τὸν νόμον διὰ παντός· ὅταν μὴ πορευθῇ τις ἐν πλατυσμῷ. «πλατυνθῆναι 〈γὰρ〉 δεῖ τὴν καρδίαν», εἰ μέλλοι τις Χριστὸν «ἐμπεριπατοῦντα» χωρεῖν, οὗ τὴν δόξαν οὐκ ἄνθρωποι, ἀλλ’ οὐρανοὶ 〈διηγοῦνται〉 («οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ»), μᾶλλον δὲ αὐτὸς ὁ πατήρ, λέγων
30«οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». ὃν οὐκ ἔστιν
ὁμολογῆσαι, εἴ τις «εἰς ὕψος ἀδικίαν λαλοίη» πρὸς τὸν πλησίον αὐ‐304 in vol. 3
Haer
.

3

.

305

τοῦ, εἴ τις εἰς τὴν ἀντιχρίστων τάξιν καὶ ἐπωνυμίαν ἑαυτὸν † ὁμο‐ λογήσειεν, ἀποστὰς τῆς τάξεως καὶ ἐπωνυμίας τῶν Χριστιανῶν, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου». «τίς, γάρ φησιν, ὁ ψευδόμενος, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔστιν; οὗτος,
5φησίν, ὁ ἀντίχριστος· ὁ γὰρ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει, ὁ δὲ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ὁμολογεῖ. ὅπερ οὖν, φησίν, ἐξ ἀρχῆς ἠκούσατε, τοῦτο μενέτω ἐν ὑμῖν. καὶ ἐάν, φησί, μένῃ ἐν ὑμῖν ὅπερ ἐξ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ μενεῖτε καὶ τῷ πατρί». μενοῦμεν δέ, ὅταν ἐνώπιον θεοῦ καὶ ἐκλεκτῶν ἀγγέλων ὁμολο‐
10γήσωμεν, ἀλλὰ καὶ ἐνώπιον βασιλέων, καὶ μὴ αἰσχυνώμεθα («ἐλάλουν, γάρ φησιν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυ‐ νόμην»), ὅτι υἱὸς τοῦ θεοῦ, θεὸς ἐκ θεοῦ, εἷς ἐξ ἑνός, ἐξ ἀγεννήτου μονογενής, ἐξαίρετον γέννημα τοῦ γεγεννηκότος καὶ ἄξιος [ὁ] υἱὸς τοῦ ἀνάρχου, τοῦ ἀδιηγήτου ἑρμηνεὺς ἀδιήγητος, λόγος καὶ σοφία
15καὶ δύναμις τοῦ ὑπὲρ σοφίαν καὶ δύναμιν, ὑπὲρ ὃ φθέγξασθαι δύ‐ ναται γλῶττα, ὑπὲρ ὃ κινῆσαι διάνοια· γέννημα τέλειόν τε καὶ μένον, ἐκ τελείου καὶ μένοντος ἐν ταυτότητι, οὐκ ἀπορρεῦσαν ἐκ πατρός, οὐδὲ ἀποτμηθέν τε καὶ διαιρεθέν, ἀλλ’ ἀπαθῶς καὶ ὁλοκλήρως προελ‐ θὸν ἐκ τοῦ μηδὲν ἀποβεβληκότος ὧν εἶχε. καὶ ὅτι λόγος ἔστι τε καὶ
20λέγεται 〈ὁ〉 υἱός, οὐ μὴν φωνὴ τοῦ πατρὸς οὐδὲ ῥῆμα νοεῖται. ὑφέστηκε γὰρ καθ’ ἑαυτὸν καὶ ἐνεργεῖ, καὶ δι’ αὐτοῦ τὰ πάντα καὶ ἐν αὐτῷ τὰ πάντα· ὥσπερ καὶ σοφία ὁ αὐτὸς ὢν οὐκ ἐνθύμημα τοῦ πατρὸς νοεῖται, οὔτε κίνησις τοῦ ἡγεμονικοῦ καὶ ἐνέργεια, ἀλλὰ γέννημα ὅμοιόν τε τοῦ πατρὸς καὶ τὸν χαρακτῆρα τοῦ πατρὸς ἀκριβοῦν.
25τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν, ὁ θεός, καὶ οὐχ ἑτέρῳ μὲν ἐνυπάρχει, οὐχ ὑφέστηκε δὲ καθ’ ἑαυτό〈ν〉, ἀλλὰ γέννημά 〈ἐστιν〉 ἐνεργητικὸν καὶ πεποιηκὸς τόδε τὸ πᾶν καὶ φυλάττον ἀεί. ταῦτα ἱκανὰ καὶ τῆς Ἑλλήνων πλάνης ἡμᾶς καὶ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἐλευθερῶσαι καὶ τῆς αἱρετικῆς κακοδοξίας.
30 31. Ἐπειδὴ δὲ τῶν ἐν ταῖς γραφαῖς κειμένων λέξεων τὸν νοῦν παρατρέποντές τινες καὶ ἑτέρως ἢ προσῆκεν ἑρμηνεύοντες, καὶ μήτε
τῶν ῥημάτων τὴν δύναμιν μήτε τῶν πραγμάτων τὴν φύσιν κατανοοῦν‐305 in vol. 3
Haer
.

3

.

306

τες τολμῶσιν ἀθετεῖν τὴν θεότητα τοῦ υἱοῦ, προσκόπτοντες τῇ λέξει τῆς κτίσεως τῇ ἐμφερομένῃ ταῖς Παροιμίαις «κύριος γὰρ ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» (οὓς δέον τῷ πνεύματι τῷ ζωο‐ ποιοῦντι ἀκολουθεῖν καὶ μὴ τῷ γράμματι τῷ ἀποκτένοντι· «τὸ γὰρ
5πνεῦμα ζωοποιεῖ»), φέρε δή, τολμήσωμεν καὶ ἡμεῖς μικρὰ περὶ τούτων διαλαβεῖν, οὐχ ὅτι 〈οὐκ〉 ἐντελῶς εἴρηται τοῖς πρὸ ἡμῶν εἰρηκόσιν (ἦ γὰρ ἂν μαίνοιτό τις, εἰ τοῦτο λέγοι) οὐδὲ ὅτι χρῄζετε διδάσκοντος («αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε») ἀλλ’ ἵνα «φανερωθῶμεν ἐν ταῖς συνειδήσεσιν ὑμῶν», ὅτι τῶν ἐπιθυμούντων ἐσμὲν «χαρίσματος
10ὑμῖν μεταδοῦναι πνευματικοῦ». Πίστευσον οὖν ὅτι οὔτε ἀλλαχοῦ τῆς γραφῆς οὔτε ἐπὶ τοῦ παρ‐ όντος χωρίου ἐναντία τὰ ῥήματα τῆς γραφῆς ἀλλήλοις ἐστί, κἂν μάχεσθαι δοκῇ παρὰ τοῖς τῇ πίστει μὴ ὑγιαίνουσιν ἤτοι ἀσθενοῦσι τῇ γνώμῃ, καὶ ὡς οὐδὲν τῶν κατὰ τὸν κόσμον παραδειγμάτων οἷόν
15τέ ἐστιν εὑρεθῆναι, ὅπερ ἐξαρκεῖ καθ’ ἑαυτὸ σαφῶς παραστῆσαι τοῦ μονογενοῦς τὴν φύσιν. καὶ διὰ τοῦτο ἡ γραφὴ πολλαῖς ἐπινοίαις περὶ τοῦ μονογενοῦς καὶ ἐπωνυμίαις κέχρηται, εἴ πως δυνηθείημεν διὰ τῶν καθ’ ἡμᾶς τὸ ὑπὲρ ἡμᾶς καταλαβεῖν καὶ διὰ τῶν γινωσκομένων φαντασθῆναι τὰ ἀγνοούμενα, ἠρέμα καὶ κατὰ μικρὸν ἀπὸ τῶν φανερῶν
20πρὸς τὰ κεκρυμμένα προβιβαζόμενοι. ἐπεὶ τοίνυν ἔδει 〈εἰδέναι〉 τοὺς πιστεύοντας εἰς Χριστόν, ὡς ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί, ἅτε δὴ «εἰκὼν» ὑπάρχων τοῦ «ἐπὶ πάντων» ὁ «διὰ πάντων», δι’ οὗ τὰ πάντα δεδημιούργηται τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, εἰκὼν δὲ οὐχ ὡς ἄψυχον ἐμψύχου οὐδ’ ὡς ἐνέργεια τέχνης οὐδ’ ὡς ἀποτέ‐
25λεσμα ἐνεργείας, ἀλλὰ 〈ὡσ〉 γέννημα τοῦ γεννήσαντος, καὶ ὅτι οὐ θέμις ἐστὶ 〈ἀπὸ〉 τῆς σωματικῆς ἀνθρωπίνης γεννήσεως τὴν τοῦ μονογενοῦς γέννησιν τὴν πρὸ τῶν αἰώνων χαρακτηρίζεσθαι, καὶ ὡς κατὰ τὸ παράδειγμα τῆς σοφίας τῆς περιεκτικῆς τῶν ἀνθρωπίνων ἐνθυμημάτων * τοῦ πατρός, οὐ μὴν ἀνυπόστατός τε καὶ ἀνύπαρκτος,
30ἑκατέραις ταῖς λέξεσιν ἐχρήσατο ἡ γραφή, τῆς τε κτίσεως καὶ [τῇ] τῆς γεννήσεως, τῇ τε τοῦ ἔκτισε καὶ τοῦ ἐγέννησεν, οὐχ ἵνα τὰ ἐναντία
δοκῇ καὶ κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγεσθαι, ἀλλ’ ἵνα διὰ μὲν306 in vol. 3
Haer
.

3

.

307

τοῦ ἔκτισε τὸ ἐνυπόστατόν τε καὶ μόνιμον, διὰ δὲ τοῦ ἐγέννησε τὸ ἐξαίρετον τοῦ μονογενοῦς καὶ ἰδιάζον παριστᾷ. «ἐγώ, 〈γάρ〉 φησιν, ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». ἱκανὸν δέ ἐστι καὶ τὸ τῆς σοφίας ὄνομα πᾶσαν ἔννοιαν πάθους ἀποκλεῖσαι.
5 32. Ἀλλὰ ποῖ φερόμεθα μὴ μνημονεύοντες τοῦ εἰπόντος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ». ἔχομεν γὰρ διδάσ‐ καλον τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ἔδωκεν ἡμῖν ὁ κύριος μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν «ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν»,
10ἐν ᾧ «καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς τοῦ πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνον‐ τες», ἐν ᾧ λατρεύομεν καὶ προσκυνοῦμεν, δι’ ὃ ἀτιμαζόμεθα, ἐν ᾧ προφῆται προεφήτευσαν, ἐν ᾧ δίκαιοι ὡδηγήθησαν, δι’ οὗ προσα‐ γόμεθα τῷ υἱῷ. ἀλλὰ τί πολυπραγμονοῦμεν τὰ τῆς φύσεως; μὴ
15γὰρ «ὡς σαρκικοῖς, ἀλλ’ οὐχ ὡς πνευματικοῖς» διαλεγόμεθα; ἐπ’ ἄλλων γὰρ εἴρηται ὅτι «οὐ δυνάμεθα ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς». δέος γάρ ἐστι μή πως ἐκ τῆς τῶν ἀκαταλήπτων φιλονεικίας καὶ τῆς τῶν ἀνεφίκτων ζητήσεως εἰς βυθὸν ἀσεβείας ἐμπέ‐ σωμεν· «καὶ εἶπα, σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ’ ἐμοῦ ὑπὲρ
20ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν;» μνημονεύσωμεν γὰρ τοῦ εἰπόντος, «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν, ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται». «εἴ τις δοκεῖ γινώσκειν, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι». καὶ διὰ τοῦτο δέος ἐστὶ μή πως βιαζόμενοι λέγειν περὶ ὧν οὐ δυνάμεθα λέγειν, μηκέτι συγ‐
25χωρηθῶμεν μηδὲ περὶ ὧν δυνάμεθα. ἐκ πίστεως γὰρ δεῖ λαλεῖν, οὐκ ἐκ τῶν λαλουμένων πιστεύειν. «ἐπίστευσα, γάρ φησι, διὸ ἐλάλησα». ὅταν οὖν τὸ μὲν περὶ τῆς οἰκείας γενέσεως μὴ δυνάμενοι ἀποφαίνεσθαι, περιεργαζώμεθα καὶ φιλονεικεῖν ἐπιχειρῶμεν περὶ τῆς τοῦ θεοῦ γεν‐ νήσεως, πῶς οὐ δέος ἐστί, μή πως ὁ διδοὺς οὐ μόνον «γλῶτταν παι‐
30δείας», ἀλλὰ καὶ «γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον», καταψηφίσηται ἡμῶν τῆς ἐπὶ τῷ λέγειν προπετείας τὴν σιωπήν; ὅπερ ἐπὶ τοῦ μακαρίου
Ζαχαρίου πεποίηται, ὃς ἐπειδὴ μὴ ἐπίστευσε τῷ εὐαγγελισαμένῳ307 in vol. 3
Haer
.

3

.

308

τὴν γένεσιν τοῦ παιδός, ἀνθρωπίνοις λογισμοῖς δοκιμάζων τὴν τοῦ θεοῦ χάριν καὶ δύναμιν καὶ διαπορῶν πρὸς ἑαυτόν, εἰ 〈κατὰ〉 φύσιν ἔχει τὸν πρεσβύτην ἐκ τῆς προβεβηκυίας παιδοποιήσασθαι, τί φησι; «πῶς γνώσομαι τοῦτο ὅτι ἔσται; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ
5γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς», τοιγαροῦν ὁπότε ἤκουσεν ὅτι «ἰδού, ἔσῃ σιωπῶν καὶ οὐ δυνάμενος λαλεῖν», καὶ οὐκ ἐλάλησεν ἐξελθών. 33. Διόπερ ἀφέντες περὶ τῶν ἀμφισβητουμένων φιλονεικεῖν καὶ περὶ τῶν ὑπὲρ ἡμᾶς, κρατοῦμεν ἃ παρειλήφαμεν. τίς γάρ ἐστιν
10ὁ τολμῶν ἐπὶ γνώσει φυσιωθῆναι, ὁπότε αὐτὸς ὁ «τῶν ἀποκαλύψεων» καταξιωθείς, ὁ «εἰς οὐρανὸν τρίτον» ἀναληφθείς, ὁ «ἀκούσας ἄρρητα ῥήματα», ἐσωφρονίσθη διὰ «τοῦ κατὰ τὴν σάρκα σκόλοπος» «μὴ ὑπεραίρεσθαι»; καὶ αὐτὸς ὁ προφήτης ὁ εἰπὼν «ἐπίστευσα, διὸ ἐλά‐ λησα», «ἐταπεινώθην» φησίν, οὐχ ἁπλῶς, ἀλλὰ «σφόδρα». ὅσῳ
15γὰρ ἄν τις ἐγγυτέρω τῆς γνώσεως εἶναι δοκῇ, τοσούτῳ μᾶλλον ὀφείλει λογίζεσθαι πρὸς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστι. περὶ τούτου ἄκουε τί λέγει· «ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύ‐ στης». ἔχοντες οὖν τὸν διδάσκαλον τῆς ἀληθείας, μηκέτι ἀνθρωπίνοις διδασκάλοις προσχρώμεθα, ἀλλ’ ἐννοοῦντες, * καὶ μήτε τρόπους
20περιεργαζώμεθα μήτε ἕτερόν τι. ὥσπερ γὰρ τὴν γέννησιν τοῦ υἱοῦ οὐκ ἔστιν εἰπεῖν, οὐδὲ τὸν τρόπον τῆς γεννήσεως τοῦ πατρὸς ἔστιν ἀποφήνασθαι, ἀλλὰ 〈δεῖ〉 ἀρκεῖν ἡγεῖσθαι πρὸς διδασκαλίαν τοῦτο ὅτι «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». δῴη δὲ κύριος κατὰ τὸν Ἀβραὰμ φρονοῦντας ἡμᾶς τὸν λέγοντα
25«νῦν ἠρξάμην λαλεῖν τῷ κυρίῳ μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», καὶ μὴ «ὑπεραιρομένους κατὰ τὰς κέδρους τοῦ Λιβάνου», ὅτι «μὴ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πίστεως» ἡ ὁμαλὴ καὶ εἰρηνικὴ κατορθοῦται σοφία, μήτε διαπορεῖν ἡμᾶς, ἀλλ’ ὁτιοῦν ποιοῦντες εὐαρεστήσωμεν τῷ θεῷ καὶ πατρὶ καὶ μετ’ αὐτοῦ
30καὶ σὺν αὐτῷ 〈τῷ υἱῷ〉 ἐν ἁγίῳ πνεύματι, 〈ᾧ〉 ἡ δόξα, τὸ κράτος, ἡ τιμὴ καὶ ἡ δύναμις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Πεπλήρωται ἡ τοῦ Μελιτίου ὁμιλία.308 in vol. 3
Haer
.

3

.

309

34. Ἔδοξε δὲ τοῦτο τοῖς μετενέγκαι αὐτὸν ἀπὸ τῆς Ποντικῆς χώρας 〈σπουδάσασι〉 τοὺς πλείους τῶν Ἀρειανῶν οὐκ ἐπὶ χαρᾶς 〈καταστῆσαι〉, οὐδὲ εἰς αὐτῶν ἀνάπαυσιν, ἀλλ’ εἰς ἐπάχθειαν 〈εἰρῆσθαι〉. ἐντεῦθεν κινοῦσι τὸν βασιλέα καὶ συσκευάζονται τὸν ἄνδρα ὡς διὰ τὸ μὴ ὡμολο‐
5γηκέναι κτίσμα τέλειον αὐτὸν καὶ ἐξεοῦσι τῆς αὐτοῦ καθέδρας. καὶ νύκτωρ φυγαδεύεται ὁ ἀνὴρ ἕως τῶν χρόνων τούτων· ὃς καὶ δεῦρο ὑπάρχει ἐν τῇ ἰδίᾳ πατρίδι τίμιος ἀνὴρ καὶ ἐπιπόθητος, μάλιστα δι’ ὧν νυνὶ ἐνηχού‐ μεθα κατωρθωκέναι καὶ ἀφ’ ὧν νυνὶ οἱ ὑπ’ αὐτὸν ἐν Ἀντιοχείᾳ ὁμολογοῦ‐ σιν, οὐκέτι ὅλως οὔτε ἐν παραδρομῇ μεμνημένοι κτίσματος ὀνόματος,
10ἀλλ’ ὁμοούσιον ὁμολογοῦντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν, μίαν θεότητα· καθώς ἐστιν ἡ ἀληθινὴ πίστις, ἡ ἀπὸ τῶν ἀνέκαθεν, προφητική τε καὶ εὐαγγελικὴ καὶ ἀποστολική, ἣν ὡμολόγησαν οἱ συνελθόντες πατέρες ἡμῶν καὶ ἐπίσκοποι ἐν τῇ Νικαίᾳ συνόδῳ ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαριωτάτου βασιλέως.
15γένοιτο δὲ καὶ αὐτὸν τὸν τιμιώτατον Μελίτιον οὕτως ὁμολογεῖν κατὰ τοὺς ὑπ’ αὐτὸν ὄντας ἐν τῇ Ἀντιοχείᾳ καὶ 〈τοὺσ〉 ἐν ἄλλοις τισὶ τόποις οὕτως ὁμολογοῦντας. εἰσὶ γὰρ καί τινες τῶν δοκούντων αὐτῷ κοινωνεῖν καὶ τῇ κατ’ αὐτὸν συνόδῳ βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον, καὶ περὶ μὲν υἱοῦ καλῶς λέγοντες, τὸ δὲ πνεῦμα κτιστὸν ἡγούμενοι καὶ ἀλλότριον
20θεοῦ παντάπασι· περὶ ὧν ὕστερον ἐν τῇ κατ’ αὐτοὺς ἀνατροπῇ τῆς αἱρέ‐ σεως τὰ πάντα ἀκριβῶς κατὰ δύναμιν λέξομεν. 35. Τίμιος οὖν ὁ ἀνὴρ ἡμῖν, ὡς ἔφην, διὰ τὰς τοιαύτας περὶ αὐτοῦ φήμας ὑπάρχει. καὶ γὰρ καὶ τἄλλα αὐτοῦ βίος σεμνός, τρόπος ἀγαθός, εἰς πάντα τοῖς λαοῖς ἐπιπόθητος διὰ τὸν βίον αὐτοῦ παρὰ πᾶσιν ἐκθεια‐
25ζόμενον. τινὲς δὲ καὶ περὶ τούτου, οὐκ οἶδα λέγειν εἰ μίσει φερόμενοι ἢ φθόνῳ ἢ τὰ ἑαυτῶν μεγαλύνειν βουλόμενοι, τινὰ ὑφηγήσαντο, ὡς ὅτι οὐχ ἕνεκεν ὀρθοδοξίας ἡ κατ’ αὐτοῦ γέγονε κίνησις, ἀλλ’ ἕνεκεν,
φησί, κανονικῶν πραγμάτων καὶ τῆς ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ αὐτοῦ309 in vol. 3
Haer
.

3

.

310

ἱερατείου ἐρεσχελίας, καὶ ὅτι τινὰς ἐδέξατο, οὓς πάλαι ἀπεβάλετο καὶ ἀνεθεμάτισεν. ἀλλ’ οὐ πάνυ ταῦτα κατὰ νοῦν ἐθήκαμεν, διὰ τὰ μάλιστα εἰς ὕστερον ἐν τῇ κατ’ αὐτὸν συνόδῳ ὁσημέραι διορθούμενα καὶ ὁμολογού‐ μενα ἐν τῇ πίστει, ὡς ἄνω μοι προδεδήλωται. δεῖ γὰρ κατὰ τὸ μέρος
5τοῦτο ἀληθεύειν, ὅση δύναμις κατὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον ἐν πᾶσι. θέλεις γάρ, παρῆλθέ 〈τι〉 τὸν ἄνδρα ἐν τῷ ῥοίζῳ τῆς τῶν λόγων ἐξηγή‐ σεως· οὐκ ἔχω λέγειν· θέλεις, κατὰ ἀφέλειαν ἀπ’ αὐτοῦ ὁ λόγος προήχθη· θεῷ ἔγνωσται. πλὴν ἐν ἑνὶ μέρει ἐπιλήψιμοι δύο ἢ τρεῖς λόγοι ἐν τῇ αὐτῇ ἐξηγήσει εὑρίσκονται, ἐν τῷ ὅλως 〈ὡσ〉 περὶ κτίσματος περὶ υἱοῦ
10τοῦ θεοῦ λαμβάνειν ἐν τῇ αὐτοῦ θεότητι κἂν ἕως ὀνόματος, καὶ ἐν τῷ εἰπεῖν ὅτι «ὑπὲρ σοφίαν» καὶ εἴ τι ἕτερον. 36. Ὀλίγα δὲ πρὸς τὰ ὑπ’ αὐτῶν ὑποβληθέντα διηγησάμενοι καὶ ταύτην παρελευσόμεθα τὴν ὑφήγησιν. λέγετε ἡμῖν, ὦ οὗτοι, τί ἐλύπει λέγειν τὸ ὁμοι[ο]ούσιον ὁμοούσιον; σαφῶς ἡμῖν ὁμολογήσατε, ἵνα
15καὶ ὑμᾶς ἐπιγνῶμεν ἰδίους ὄντας καὶ μὴ ἀλλοτρίους. δύναται γὰρ καὶ ὁμοι[ο]ούσιον εἶναι πρὸς χρυσὸν χαλκός, πρὸς ἄργυρον κασσίτερος, πρὸς σίδηρον ὁ μόλιβδος. ἀλλ’ οὐκ ἀπατήσει ἡμᾶς ἡ ὑμῶν ἐπιτετηδευμένη καὶ τετορνευμένη μυθοπλαστία. εἰ μὲν γάρ τινας βουλόμενοι ἀπατῆσαι βούλεσθε 〈προφασίζεσθαι〉 προφάσεις ψευδεῖς λέγοντες, ὅτι οὐ χρὴ
20λέγειν τὸ ὁμοούσιον, ἵνα μὴ συναλοιφὴν ποιήσωμεν τὸν υἱὸν πρὸς πατέρα ἢ τὸ πνεῦμα πρὸς τὸν υἱὸν καὶ πατέρα, καὶ ἐν τούτῳ διέπεσεν ὑμῶν ὁ ἐπιτετηδευμένος λόγος. οὐ γὰρ εἴπομεν ἁμαούσιον, ἀλλ’ ὁμοούσιον, ἵνα μηδὲν τοῦ πατρὸς παρηλλαγμένον 〈τὸν υἱὸν〉 ὁμολογήσωμεν, ἀλλὰ θεὸν ὄντως ἐκ θεοῦ γεγεννημένον, καὶ οὐκ ἀλλαχόθεν οὐδὲ ἐξ οὐκ ὄντων,
25ἀλλὰ 〈ἐκ〉 πατρὸς προελθόντα, ἀχρόνως καὶ ἀνάρχως καὶ ἀνεκδιηγήτως γεγεννημένον, ἀεὶ ὄντα πρὸς τὸν πατέρα καὶ μηδέποτε διαλείποντα τοῦ εἶναι, ἀλλὰ γεγεννημένον, οὐ συνάδελφον, οὐ προπάτορον. τὸ γὰρ ὁμο δύο μὲν ὑποστάσεών ἐστι σημαντικόν, οὐκ ἀλλοτρίων 〈δὲ〉 τῇ φύσει. διὸ
ὁ σύνδεσμος τῆς ἀληθείας ἐν τούτῳ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου ᾠκονόμη‐310 in vol. 3
Haer
.

3

.

311

ται ἐν στόματι τῶν τοῦτο ἐκθεμένων. καὶ ὁρᾷς ὅτι οὐκ ἔσται σοι πρόφασις οὐδὲ δύνασαι κατὰ τῆς ὀρθοδοξίας λέγειν καὶ πτύρειν τοὺς παρὰ σοῦ τὴν ἀκοὴν τοῦ παραπεποιημένου σου λόγου παραδεχομένους ὅτι, ἐάν τις εἴπῃ τὸ ὁμοούσιον, συναλοιφὴν ὡμολόγησεν. οὐκέτι γὰρ ἔσται τοῦτο.
5ἀπὸ γὰρ τοῦ ὁμοουσίου σημανθήσεται δύο, καὶ ἀπὸ τοῦ ὁμοουσίου δηλω‐ θήσεται οὐκ ἀλλότριον τὸ γέννημα πρὸς τὸν πατέρα ὑπάρχον. σὺ δὲ ἐπιπλασάμενος τὸ ὁμοι[ο]ούσιον διὰ μὲν τοῦ ὀνόματος τῆς οὐσίας ἐλεγχ‐ θήσῃ, διὰ δὲ τῆς παρηλλαγμένης ὁμολογίας κατακριθήσῃ οὐχ ἃ λέγεις φρονῶν, ἀλλὰ 〈ἃ〉 φρονεῖς παραπεποιημένως διδάσκων· εἰ γὰρ ὅλως οὐκ
10ἔστιν ἐξ αὐτοῦ, ὅμοιος δὲ αὐτῷ ἐστι, πολὺ ἀφέστηκας τῆς ἀληθείας. ὁποίαις γὰρ ὕλαις τὸν ἐκτυπούμενον εἴ τις ἂν θέλοι διακοσμήσειν, οὐκ ἂν ἴσον τῷ ἐκτυπουμένῳ κατασκευάσειε· καὶ γὰρ καὶ κατασκευῆς τὸ ἔργον. τὸ δὲ γεννώμενον ἐκ τοῦ τινός, ἐκεῖνο πρὸς τὸ γένος τὸ ὅμοιον καὶ τὸ ἴσον τῆς γνησιότητος ἀποσῴζει εἶδος. εἰ τοίνυν οὐκ ἐξ αὐτοῦ γεγέννη‐
15ται τοῦ πατρὸς ὁ υἱός, ἐκτὸς δὲ αὐτοῦ εἴη, ὁμοι[ο]ούσιος δὲ παρὰ σοὶ κατὰ χάριν λεχθήσεται, οὐδὲν αὐτῷ δέδωκας, ἀλλ’ ἐξέπεσας τῆς παρ’ αὐτοῦ χάριτος. «ὁ γὰρ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν» ὁ ἅγιος ἀπόστολός φησι, καὶ πάλιν «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω», ὁ φήσας «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ
20λέγων «Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». 37. Πολλάκις δὲ καὶ περὶ τούτων διηγησάμενος ἀρκετῶς ἔχειν ἐν‐ ταῦθα ἡγούμεθα τῶν αὐτῶν ἀνατροπῶν, τῶν ῥηθεισῶν ἄνω πρὸς τὴν ῥίζαν τὴν ἐκφύσασαν τούτων τὴν κακοδοξίαν δυναμένων καὶ ἐνταῦθα τού‐ τους τοὺς προειρημένους Ἡμιαρείους ἀνατρέπειν καὶ τοὺς ἀπ’ αὐτῶν
25σχίσαντας, τοὺς περὶ Ἀκάκιον καὶ τοὺς ἄλλους τοὺς ἐκθεμένους ἐν τῇ Σελευκείᾳ τῆς Ἰσαυρίας ἑτέραν πίστιν παρὰ τὴν τῆς ἀληθείας, ἣν καὶ αὐτὴν τὴν ἐξ αὐτῶν ἐκτεθεῖσαν εἰς φανερὸν βουλόμενοι καταστῆσαι ὁμοίως μετὰ τὴν Βασιλείου Ἀγκυρηνοῦ καὶ Γεωργίου τοῦ Λαοδικέως ἐκ προσώπου ὅλων γεγραμμένην πᾶσαν τελείως προετάξαμεν. ἵνα δὲ καὶ ταύτην τὴν
30κρυφῆ μὲν τὰ δεινὰ ἐργαζομένην, φιμὸν δὲ ἐπὶ τῷ στόματι λαβοῦσαν ὥσπερ † διὰ χαλινοῦ διὰ τὸν καιρὸν τῆς ὑποκρίσεως, μὴ ἐν δευτέρῳ θέμενος δόξω ὡς κατὰ λήθην τοῦτο πεποιηκέναι, λέξω καὶ ὀλίγα πρὸς αὐτὴν καὶ τοὺς αὐτὴν ἐκθεμένους, πρὸς τοὺς προειρημένους περὶ Ἀκάκιον καὶ Εὐ‐
ζώϊον καὶ Εὐτύχιον καὶ τοὺς ἄλλους. καὶ φανερὰ μέν ἐστιν ἡ ἔκθεσις ἡ311 in vol. 3
Haer
.

3

.

312

προκειμένη ἀλλοιώσασα τὴν ὁμολογίαν τῆς ἀληθείας. ἵνα δὲ μή τινες εἴπωσι κατὰ συκοφαντίαν πρὸς τούτους ἡμᾶς εἰρηκέναι, δείξωμεν ἃ προ‐ βαινόντων τῶν χρόνων ὤφθη καὶ ἐφωράθη ἐν τῇ προειρημένῃ τῶν αὐτῶν συνόδῳ. ἐξ αὐτῶν γὰρ Εὐζώϊος ὁ ἐν Καισαρείᾳ, μαθητὴς ἐκείνων ὑπάρ‐
5χων, ὃς καὶ τὸν Ἀκάκιον διεδέξατο μετὰ κατάστασιν Φιλουμένου τοῦ ὑπὸ Κυρίλλου τοῦ Ἱεροσολυμίτου κατασταθέντος καὶ μετὰ κατάστασιν Κυρίλλου τοῦ γέροντος τοῦ ἀπὸ τῶν περὶ Εὐτύχιον κατασταθέντος καὶ μετὰ κατάστασιν Γελασίου τοῦ ὑπὸ Κυρίλλου αὖθις τοῦ Ἱεροσολυμίτου κατασταθέντος· ἐξ ἀδελφῆς γὰρ αὐτοῦ ἐτύγχανε· κατασταθέντων γὰρ τῶν
10τριῶν καὶ ἀργησάντων διὰ τὴν πρὸς ἀλλήλους ἔριν, αὖθις ὁ προειρημένος Εὐζώϊος κατεστάθη. ἐξ αὐτῶν οὖν καὶ Γεμελλῖνος ὑπῆρχεν, ἐξ αὐτῶν Φίλιππος ὁ Σκυθοπολίτης, ἐξ αὐτῶν Ἀθανάσιος ὁ Σκυθοπολίτης· οἵτινες οὐκ ἐν κρυφῇ, ἀλλὰ μετὰ παρρησίας, ὡς ἀπειραγαθήσαντες, οὐ μόνον τὰ Ἀρείου διδάσκουσιν, ἀλλ’ ὑπερμαχοῦσι τῆς αὐτῶν αἱρέσεως καὶ τοὺς
15τὴν ἀλήθειαν διδάσκοντας διώκουσιν, οὐκέτι λόγοις βουλόμενοι ἀνατρέπειν, ἀλλὰ καὶ ἐχθρίαις καὶ πολέμοις καὶ μαχαίραις παραδιδόντες τοὺς ὀρθῶς πιστεύοντας. λύμην γὰρ οὐ μιᾷ πόλει καὶ χώρᾳ εἰργάσαντο, ἀλλὰ πολλαῖς. 38. * Λούκιος οὗτος, ὁ ἐν Ἀλεξανδρείᾳ τοσαῦτα ἐργασάμενος εἰς τοὺς ὁμολογοῦντας τὸν υἱὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ. ἡ δὲ αὐτῶν φατρία * καθ’
20ἑκάστην ἡμέραν τίνι τῶν σύνεσιν θεοῦ ἐχόντων οὐκ ἔστι δήλη; ὡς δη‐ μοσίᾳ κηρύττουσι κτιστὸν μὲν τὸν υἱὸν τοῦ θεοῦ, κτιστὸν δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ ἀλλότριον παντάπασι τῆς τοῦ θεοῦ οὐσίας. περὶ γὰρ τῶν περὶ Εὐδόξιον * ἐξότου τὸ τέλος ἀπείληφεν αἰσχρῶς ὁ Γεώργιος ἐπ’ Ἀλεξαν‐ δρείας, καὶ τὰ πρωτεῖα ἐδέξατο καὶ τὰ φίλα πρὸς τὴν κατ’ ἐξοχὴν οὖσαν
25ἐξουσίαν Εὐδόξιος, 〈ὃσ〉 ὢν ἀπὸ τῶν περὶ Ὑπάτιον καὶ Εὐνόμιον ἔδοξε διά τινα θωπείαν ὡς ἐλεγχόμενος, οὐ διέλειπε 〈δὲ〉 τὰ μὲν τῶν Ἀνομοίων φρονῶν (ἐπικρυβόμενος δέ), οὓς ἐξώρισάν ποτε διὰ τὴν τοιαύτην τοῦ βαράθρου ἐξήγησιν, αὐτὸς εἰς προκοπὴν ἀγαγών, Δημόφιλον, Ὑπάτιον, Εὐνόμιον, τοὺς Ἀετίου μαθητάς, τοῦ ἐξορισθέντος ποτὲ εἰς τὰ τοῦ Ταύρου
30μέρη, τοῦ ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως κατασταθέντος διακόνου,
ἐξ οὗπερ ἡ τῶν Ἀνομοίων ἐφύη ῥίζα· μιᾶς μὲν ἀκανθώδους οὔσης ὕλης312 in vol. 3
Haer
.

3

.

313

καὶ τῆς αὐτῆς ῥίζης, διαφόρως δὲ ὡς ἐπὶ ἑκάστης ἀκάνθης τὰ σχίσματα *, οὕτω καὶ ἡ τούτων κακόνοια, ἄλλως ἄλλοτε καὶ ἄλλοτε ἄλλως τὰ παρερμη‐ νεύματα τῆς κακοδόξου αἱρέσεως ἐπὶ τὸ χεῖρον προκόπτοντα * τὴν λύμην τῷ βίῳ ἐξήμεσε, ὡς καὶ ὕστερον περὶ τούτων τῶν Ἀνομοίων πάλιν ἐροῦ‐
5μεν. τὰ δὲ νῦν ἕως ὧδε καλῶς ἔχειν νομίσαντες καὶ ὥσπερ ἑρπετὸν δεινὸν ἀνατρέψαντες καὶ παρωσάμενοι, † ἀνετρέψαμεν μὲν καὶ πατήσαντες τεθνεῶτα καταλείψωμεν καὶ παρεγκλίναντες ἐπὶ τὰς ἑξῆς ὁρμήσωμεν, θεὸν ἐπικαλούμενοι βοηθῆσαι ἡμῖν ὡσαύτως εἰς τὸ τὴν ἐπαγγελίαν πληρῶσαι.
9— — —
10 Κατὰ Πνευματομάχων 〈νδ, τῆς δὲ ἀκολουθίας οδ〉. 1. Ἀπὸ τούτων τῶν Ἡμιαρείων καὶ ἀπὸ ὀρθοδόξων τινὲς ὡς εἰπεῖν, τεράστιοι γενηθέντες ἄνθρωποι διφυεῖς καὶ ἡμίπλαστοι, ὡς τοὺς Κεν‐ ταύρους ἢ Πᾶνας ἢ Σειρῆνας 〈διέγραψαν〉 οἱ ἀναγράψαντες τοὺς μύθους, ἐπανέστησαν ἡμῖν, 〈ὧν〉 οἱ μὲν ἀπὸ Ἀρείου ὄντες καὶ δῆθεν τὸν υἱὸν οὐ
15τέλεον κτιστὸν ὁριζόμενοι, ἀλλ’ υἱὸν ἀχρόνως γεγεννημένον, χρόνου δὲ ἐν ὑπονοίᾳ λέγουσι 〈αὐ〉τὸν ἀπ’ † οὐρανοῦ καὶ δεῦρο *, οὐ μὴν ἀπηλλαγ‐ μένοι τῆς ἐν πρώτοις ἀπὸ Ἀρείου ἐξεμεθείσης λέξεως, τῆς φασκούσης εἶναί ποτε ὅτε οὐκ ἦν, πρὸ χρόνων δὲ πάντων αὐτὸν εἶναι, «δι’ οὗ τὰ πάντα γέγονε», λέγοντες, 〈κτιστὸν δὲ τὸ πνεῦμα λέγοντεσ〉 βλασφημοῦσι τὸ
20πνεῦμα τὸ ἅγιον. ἄλλοι δὲ φύσει καὶ περὶ τοῦ υἱοῦ ὀρθοδόξως ἔχοντες, ὅτι ἦν ἀεὶ σὺν πατρί, καὶ οὐδέποτε διέλειπε τοῦ εἶναι, ἀλλ’ ἐκ πατρὸς μὲν † αὐτὸν γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως· εἰς τὸ πνεῦμα δὲ τὸ ἅγιον πάντες οὗτοι βλασφημοῦσι, μὴ συναριθμοῦντες αὐτὸ πατρὶ καὶ
υἱῷ ἐν τῇ θεότητι. πολλάκις δὲ περὶ τούτου πολλὰ διελέχθημεν καὶ ἐν313 in vol. 3
Haer
.

3

.

314

ἑκάστῃ αἱρέσει τήν τε ἀληθινὴν περὶ αὐτοῦ σύστασιν οὐ μικρῶς ὑφηγη‐ σάμεθα, ὡς σὺν πατρὶ καὶ υἱῷ κυριολεκτεῖται. «πνεῦμα γὰρ κυρίου πεπλή‐ ρωκε τὴν οἰκουμένην», «τὸ πνεῦμα τῆς ἀληθείας», τὸ πνεῦμα τοῦ θεοῦ· πνεῦμα γὰρ κυρίου λέγεται, [καὶ] «ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ
5λαμβάνον», «χαριζόμενόν τε τὰ χαρίσματα διαφόρως ὡς βούλεται», «ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ», σὺν πατρὶ καὶ υἱῷ ὄν, βαπτίζον, σφραγίζον, τελειοῦν τὸν ἐσφραγισμένον. ἵνα δὲ μὴ ἐνταῦθα κάματον ἀναδέξωμαι, τὰ ἤδη μοι εἰρημένα ἐν τῷ μεγάλῳ λόγῳ τῷ περὶ πίστεως γραφέντι εἰς τὰ μέρη τῆς Παμφύλων παραθήσομαι, πρὸς ἀντίθεσιν μὲν τῶν βλασφημούντων
10τὸ ἅγιον πνεῦμα, εἰς διδασκαλίαν δὲ τῶν ἐντυγχανόντων καὶ εἰς εὐφρασίαν τῶν πνεύματος ἁγίου καταξιουμένων. καὶ ἔστι τόδε·
Ἐκ τοῦ Ἀγκυρωτοῦ λόγος. 2. «Ἐπεφάνη ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδάσκουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως
15καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων»· «ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναν‐
20τίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ»· «θύρας χαλκᾶς συντρίψας, καὶ μοχλοὺς σιδηροῦς συν‐ θλάσας», τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρα ὀρέγων, ὁδοποιῶν, ὑπο‐ βάθρας οὐρανῶν ὑποδεικνύς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. τοίνυν «κατῴ‐
25κησεν ἐν ἡμῖν», καὶ «τὸ δικαίωμα τοῦ νόμου» δοὺς ἡμῖν τοῦ πνεύματος,314 in vol. 3
Haer
.

3

.

315

εἰς τὸ γνῶναι αὐτὸν καὶ τὰ περὶ αὐτοῦ, ὅ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, «νόμος δικαιοσύνης» γέγονεν ἡμῖν, «νόμος πίστεως», «νόμος πνεύματος», ἐλεύ‐ θερος ἐκ «νόμου σαρκὸς ἁμαρτίας». διὸ «συνήδομαι τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον». ἔσω δὲ ἡμῶν ὁ Χριστός, εἴπερ οἰκεῖ ἐν ἡμῖν.
5αὐτὸς γὰρ θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν, «ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι» αἰτίῳ ζωῆς· «τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθείς», κατὰ τὸν Δαυὶδ «ὁ θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν». «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοι‐
10κῆσαι καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ». παρεγένετο τοίνυν «εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν», καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς». διάστασις δὲ ἦν καὶ ἔχθρα «ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ», «ἀποκατήλλαξε
15δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ, δι’ αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν». ἦλθε γὰρ «ἡ εἰρήνη ἡμῶν», καὶ «τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον», «εἶναι [δὲ] τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας» ἐκέ‐
20λευσεν, εἰπὼν «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». τοίνυν «ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκός», ἀπεστάλη μοι σωτὴρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας «ἐξαγοράσῃ», ἵνα με φθορᾶς, ἵνα με θανάτου. καὶ ἐγένετό μοι «δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· δικαιοσύνη
25μέν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς δέ, δι’ ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δέ, τὸ αἷμα
αὐτοῦ, λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδούς, ἱλαστήριον315 in vol. 3
Haer
.

3

.

316

καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων, οὐρανοῦ καὶ γῆς, «μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν» πληρῶν καιροῖς τοῖς ὡρισμέ‐ νοις. ὁ αὐτὸς «μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι
5καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα», «ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς». 3. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος ὁ Χριστὸς μεσιτεύων «καταλλάσσει τὰ πάντα τῷ θεῷ ἐν αὐτῷ», «μὴ λογιζόμενος ἁμαρτίας», ἀπόκρυφα μυστήρια πληρῶν πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης
10ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, υἱὸς θεοῦ κηρυσσόμενος, υἱὸς Δαυὶδ λεγόμενος· ἄμφω γὰρ θεὸς καὶ ἄνθρωπος, «μεσίτης θεοῦ καὶ ἀνθρώπων», ἀληθινὸς «οἶκος θεοῦ», «ἱεράτευμα ἅγιον», ἁγίου πνεύματος δοτὴρ τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ θεῷ, «ὅτι ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, ὡς
15δόξαν μονογενοῦς παρὰ πατρός». ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιού‐ μενος σῶμα ἀπεργάζεται καὶ τῶν καρπῶν καθ’ ὁμοιότητα ἕκαστον. καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται, προσλαμβανόμενος ἐξ αὐτῆς τὸ οὐσιῶ‐ δες, ἐν δ’ ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται, ἐν δὲ συκῇ σῦκον γλυκαίνεται καὶ ἐν ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν· οὕτως,
20οἶμαι, ὁ λόγος τοῦ θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος εὑρίσκετο, κατὰ τὴν ἐπαγγελίαν «εὑρήκαμεν γὰρ Μεσσίαν ὃν ἔγραψε Μωυσῆς». ὡς δὲ Μωυσῆς ἔφη «καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγ‐ μά μου» καὶ ὁ Δαυὶδ «καταβήτω ὡς δρόσος ἐπὶ πόκον, καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν», ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν,
25γῆ δὲ δεχομένη τὸν ὑετὸν αὔξει καρπὸν ἐλπίδος γεωργῶν, τῷ δέχεσθαι316 in vol. 3
Haer
.

3

.

317

προστάγματι τοῦ δεσπότου, προσδιδοῦσα τὴν φύσιν προθύμως, τοῦ δὲ λαμβάνειν παρ’ αὐτοῦ πλέον ἔχουσα σπουδήν), οὕτω δὴ καὶ ἡ παρ‐ θένος Μαρία «κατὰ τί γνώσομαι», ὅτε φησίν, «ὅτι ἔσται μοι τοῦτο;» ἤκουσε «πνεῦμα κυρίου ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεν‐
5νώμενον ἐκ σοῦ ἅγιον ἔσται καὶ υἱὸς ὑψίστου κληθήσεται». Χριστὸς ἐν ἀγγέλῳ λαλεῖ, ἀναπλάττει δὲ ἑαυτὸν ἐν τῇ ἑαυτοῦ πλάσει ὁ δεσπότης «μορφὴν δούλου λαβών»· καὶ Μαρία μὲν ἀνιμᾶται τὸν λόγον εἰς σύλληψιν, ὡς ὑετὸν ἡ γῆ, ἑαυτὸν δὲ καρπὸν ἅγιον ἀποδείκνυσιν ὁ τοῦ θεοῦ λόγος προσλαμβανόμενος θνητοῦ φύσιν. οὗτος ἦν ἐξ αὐτῆς ἀνιμώσης, ὡς γῆ
10καὶ πόκος, ὁ τῆς ἀληθοῦς ἐλπίδος καρπός, ἁγίοις ἐν προσδοκίᾳ, καθὼς Ἐλισάβετ ἔλεγεν «εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου», ὃν προσελάβετο ἐξ ἀνθρωπότητος παθὼν ἀπαθὴς ὢν ὁ λόγος· οὗτος «ὁ ἄρτος ὁ ζῶν, ὁ καταβὰς ἐξ οὐρανοῦ» καὶ ζωὴν διδούς· οὗτος ὁ τῆς ἀληθοῦς ἐλαίας καρπός, τὸ ἔλαιον τῆς χρίσεως καὶ τῆς
15συνθέσεως, ὃ προετύπωσε Μωυσῆς· οὗτος «ἡ ἀληθινὴ ἄμπελος», ἣν γεωρ‐ γεῖ μόνος ὁ πατήρ, βότρυν χαρᾶς γεννήσας ἡμῖν· οὗτος «τὸ ὕδωρ τὸ ζῶν, ὃ 〈ὁ〉 διψῶν ἄνθρωπος λαβὼν οὐ διψήσει πάλιν, ἀλλ’ ἔστιν ἐν τῇ κοιλίᾳ αὐτοῦ ἁλλόμενον εἰς ζωὴν αἰώνιον». ἐκ τούτου λαβόντες μετέδωκαν οἱ νέοι γεωργοὶ εἰς τὸν κόσμον, παλαιοὶ δὲ γεωργοὶ ἐξήραναν καὶ ἔφθειραν
20διὰ ἀπιστίαν. αἵματι μὲν ἑαυτοῦ ἁγιάζει τὰ ἔθνη, πνεύματι δὲ αὐτοῦ ἰδίῳ ἀνάγει τοὺς κλητοὺς εἰς οὐρανούς. «ὅσοι γοῦν πνεύματι αὐτοῦ ἄγονται, αὐτοὶ» ζῶσι θεῷ· ὅσοι δὲ μή, ἔτι θανάτῳ λελογισμένοι εἰσί, ψυχικοὶ ἤτοι σαρκικοὶ οὗτοι καλοῦνται. τοίνυν ἀθετεῖν τὰ ἔργα τῆς σαρκός, ὀχυρώματα ὄντα τῆς ἁμαρτίας, νεκροῦν δὲ τὰ μέλη τοῦ θανάτου διὰ τῆς χάριτος
25αὐτοῦ, λαβεῖν τε πνεῦμα ἅγιον, ὃ οὐκ εἴχομεν, προστάσσει, τὸ ζωοποιοῦν ἐμὲ τὸν πάλαι τεθνηκότα, ὅπερ μὴ λαβὼν τεθνήξομαι· δίχα γὰρ πνεύματος
αὐτοῦ πᾶς νεκρός. «εἰ τοίνυν τὸ πνεῦμα αὐτοῦ ἐν ἡμῖν, ὁ ἐγείρας αὐτὸν317 in vol. 3
Haer
.

3

.

318

ἐκ νεκρῶν ζωοποιήσει τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ἡμῖν». ἀλλ’, οἶμαι, ἀμφότερα κατοικεῖ ἐν τῷ δικαίῳ, ὁ Χρι‐ στὸς καὶ τὸ πνεῦμα αὐτοῦ. 4. Εἰ δὲ Χριστὸς ἐκ τοῦ πατρὸς πιστεύεται θεὸς ἐκ θεοῦ καὶ τὸ πνεῦμα
5αὐτοῦ ἐκ τοῦ Χριστοῦ ἢ παρ’ ἀμφοτέρων (ὥς φησιν ὁ Χριστός, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται» καὶ «οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται»), ὁ δὲ Χριστὸς ἐκ πνεύματος ἁγίου («τὸ γὰρ ἐν αὐτῇ», φησίν, «ἐκ πνεύματος ἁγίου», ἀγγέ‐ λου φωνή), συνίω τὸ λυτρούμενόν με μυστήριον, πίστει, ἀκοῇ μόνῃ, φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ. ἑαυτὸν γὰρ ὁ θεὸς γινώσκει, ἑαυτὸν
10Χριστὸς κηρύττει, ἑαυτὸ τὸ πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἀξίοις. ἐν γραφαῖς δὲ ἁγίαις τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται ἀπεριέργως, ἀφι‐ λονείκως 〈ἐκ〉 συνθημάτων ἀκοῆς. ἐκ πίστεως δὲ ταύτης ἡ σωτηρία τῆς χάριτος, «ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου». γέγραπται 〈γὰρ〉 «ἐξ ἀκοῆς πίστεως τὸ πνεῦμα τοῦ Χριστοῦ» δίδοσθαι τοῖς σωζομέ‐
15νοις. πίστις δὲ ἡ καθόλου κηρύκων φωναῖς αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι κατηχούμενος ἐκ γραφῶν· τρία ἅγια τρία συνάγια, τρία ὑπαρκτὰ τρία συνύπαρκτα, τρία ἔμμορφα τρία σύμμορφα, τρία ἐνεργὰ τρία συνεργά, τρία ἐνυπόστατα τρία συνυπόστατα ἀλλήλοις συνόντα, τριὰς αὕτη ἁγία καλεῖται, τρία ὄντα, μία συμφωνία, μία θεότης τῆς αὐτῆς οὐσίας, τῆς
20αὐτῆς θεότητος, τῆς αὐτῆς ὑποστάσεως, ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος ἐργαζομένη πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τὸ δὲ πῶς αὐτοῖς ἀπολείπεται διδάσκειν. «οὐδεὶς γὰρ οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ»· ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου. οὐκοῦν ταῦτα τρία ὄντα ἢ ἐξ αὐτοῦ ἢ παρ’ αὐτοῦ ἢ
25πρὸς αὐτόν, ἑκάστῳ ἀξίως νοούμενα, καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς318 in vol. 3
Haer
.

3

.

319

πῦρ πνεῦμα καὶ ἄλλαις, οἶμαι, ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος. αὐτὸς τοίνυν ὁ θεὸς ὁ ἐν ἀρχῇ εἰπὼν «γενη‐ θήτω φῶς, καὶ ἐγένετο φῶς», τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς «τὸ φῶς» ἰδεῖν «τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσ‐
5μον» («ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου», ὁ Δαυίδ φησιν), αὐτός ἐστιν ὁ κύριος ὁ εἰπὼν «ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν καὶ οἱ νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται», τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν ἐξ ὑποστάσεως οὔσης τριττῆς.
10 5. «Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀλη‐ θείας θεοῦ, εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας», συνδιακονεῖν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρειλήφαμεν ἐκ θείων γραφῶν οὕτως· ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ πατρός, ἀποστέλλεται τὸ πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστός, λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστός, ἰᾶται τὸ πνεῦμα τὸ ἅγιον·
15ἁγιάζει Χριστός, ἁγιάζει τὸ πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ, βαπτίζει τὸ πνεῦμα τὸ ἅγιον. οὕτως λέγουσιν αἱ γραφαί· «ἀποστελεῖς τὸ πνεῦμά σου, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», ὅμοιον τῷ λέγειν «ἐξαποστελεῖς τὸν λόγον σου καὶ τήξεις αὐτά»· «λει‐ τουργούντων δὲ αὐτῶν (φησί) τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα
20τὸ ἅγιον, ἀφορίσατε δή μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλη‐ μαι αὐτούς», ὅμοιον τῷ λέγειν «ὁ δὲ κύριος εἶπεν, εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν»· «αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν», ὡς ἂν εἴποι Χριστὸς «ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων»· «ἔδοξε γὰρ τῷ
25πνεύματι τῷ ἁγίῳ μηδὲν ἄλλο ἐπιτίθεσθαι βάρος, πλὴν τῶν ἐπάναγκες»,
ὡς ἂν εἴποι «λέγω δὲ οὐκ ἐγώ, ἀλλ’ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ319 in vol. 3
Haer
.

3

.

320

χωρισθῆναι»· «διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυ‐ θέντες ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. ἐλθόντες δὲ εἰς τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα», ὡς ἂν εἴποι Χριστὸς «πορευθέντες βαπ‐
5τίσατε πάντα τὰ ἔθνη» 〈ἢ〉 «μὴ βαστάζετε πήραν, μὴ ῥάβδον, μηδὲ ὑποδήματα»· «οἵτινες (φησίν) ἔλεγον τῷ Παύλῳ διὰ τοῦ πνεύματος μὴ ἀναβαίνειν εἰς Ἱερουσαλήμ», ἢ Ἄγαβος «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη», ὅμοιον ᾧ εἶπε Παῦλος «εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ» ἢ «μνημονεύετε τῶν λόγων κυρίου,
10ὅτι αὐτὸς εἶπεν ἀγαθὸν διδόναι μᾶλλον ἢ λαμβάνειν»· «καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ πνεύματι πορεύομαι», ὡς ἂν εἴποι «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ»· «πλὴν τὸ πνεῦμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον», ὅμοιον τῷ εἰπεῖν «κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι»· «ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης», ὅμοιον τῷ εἰπεῖν «ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυό‐
15μενος»· «καὶ περιτομὴ καρδίας ἐν πνεύματι» ὅμοιον τῷ εἰπεῖν «καὶ περι‐ ετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ»· «εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε»· καὶ «πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί
20μου» καὶ «τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες», ὅμοιον τῷ εἰπεῖν «ἀπαρχὴ Χριστός»· «ἀλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν»· «ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύ‐
ματι ἁγίῳ», ὅμοιον τῷ εἰπεῖν «ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς320 in vol. 3
Haer
.

3

.

321

καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ»· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ», ὅμοιον τῷ εἰπεῖν «ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί»· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ
5πνεῦμα τὸ ἐκ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «ἑαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν»· «ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν», ὅμοιον τῷ εἰπεῖν «ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός». 6. Ἀλλὰ 〈καὶ〉 τὴν δικαίωσιν ἐξ ἀμφοῖν λέγει καὶ τὴν χάριν· «δικαιω‐
10θέντες δὲ ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ θεοῦ ἡμῶν», ὅμοιον τῷ εἰπεῖν «δικαιωθέντες δὲ ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»· «οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ» καὶ οὐδεὶς δύναται πνεῦμα ἅγιον λαβεῖν ἢ παρὰ κυρίου, «διαιρέσεις δὲ χαρισμάτων εἰσί,
15τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι», καὶ «ἀπὸ δόξης εἰς δόξαν, καθὼς ἀπὸ κυρίου πνεύματος»· καὶ «μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως», ὅμοιον τῷ εἰπεῖν «ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ
20ἐσμεν;» «τὸ δὲ πνεῦμα ῥητῶς λέγει» ὅμοιον τῷ εἰπεῖν «τάδε λέγει κύριος παντοκράτωρ». καὶ «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν» 〈ὅμοιον τῷ εἰπεῖν〉 «ἐάν τις ἐμοὶ ἀνοίξῃ, εἰσέλθω ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα»· Ἠσαΐας δὲ «καὶ ἐπ’ αὐτὸν πνεῦμα θεοῦ», ὁ δὲ Χριστὸς «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με»· καὶ «Ἰησοῦν
25τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ», ἢ «κύριος ἀπέσταλκέ
με καὶ τὸ πνεῦμα αὐτοῦ». φανερὰ δὲ καὶ ἡ φωνὴ τῶν Σεραφίμ, κράζουσα321 in vol. 3
Haer
.

3

.

322

«ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ». ἐὰν δὲ ἀκούσῃς ὅτι «τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος λαβὼν παρὰ τοῦ πατρὸς» ἢ «περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατε»· ἢ ὅτι «τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον», ἢ ὅτι αὐτὸς λέγει «μὴ μεριμνήσητε τί
5εἴπητε, ὅτι τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν», ἢ «εἰ δὲ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια», ἢ «ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται αὐτῷ» καὶ τὰ ἑξῆς, ἢ «πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», ἢ «τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι», ἢ «Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ
10τοῦ Ἰορδάνου» ἢ «ὑπέστρεψεν Ἰησοῦς τῇ δυνάμει τοῦ πνεύματος» ἢ «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν», ὅμοιον τῷ εἰπεῖν «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» ἢ «κἀγὼ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας» ἢ «διὰ τί ἐπλήρωσε τὴν καρδίαν σου ὁ Σατανᾶς (τῷ Ἀνανίᾳ Πέτρος) ψεύσασθαί σε τὸ πνεῦμα
15τὸ ἅγιον;» καὶ μετὰ ταῦτα «οὐκ ἀνθρώποις ἐψεύσω, ἀλλὰ θεῷ». ἄρα θεὸς ἐκ θεοῦ καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, ᾧ ἐψεύσαντο οἱ τοῦ τιμή‐ ματος τοῦ χωρίου νοσφισάμενοι, ἢ «θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι». τούτου μεῖζον οὐκ ἔχω λέγειν. θεὸς δὲ ὁ υἱός· «ἐξ ὧν (φησίν) ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός». «πίστευσον
20(φησίν) εἰς τὸν κύριον Ἰησοῦν, καὶ σωθήσῃ», καὶ «ἐλάλησε (φησίν) αὐτοῖς τὸν λόγον τοῦ κυρίου», «ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέ‐ θηκεν αὐτοῖς τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ θεῷ», ἢ ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἢ «ἵνα τὴν διδασκαλίαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμήσωσιν»,
25ἢ «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ καὶ σωτῆρος πᾶσιν ἀνθρώποις, παι‐
δεύουσα ἡμᾶς», ἢ «προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν322 in vol. 3
Haer
.

3

.

323

τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ». ἡ δὲ αὐτὴ ἡ διακονία τοῦ πνεύματος καὶ τοῦ λόγου· «προσέχετε (φησίν) ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ θεοῦ», ὅμοιον τῷ εἰπεῖν «χάριν ἔχω τῷ
5ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν». 7. Συνεργεῖ τοίνυν, ὡς ἀποδέδεικται, τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· «τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύ‐ ματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». προσκυνητὸν δὲ
10τὸ πνεῦμα τὸ ἅγιον· «τοὺς γὰρ προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖ προσ‐ κυνεῖν καὶ ἀληθείᾳ». εἰ δὲ συνεργεῖ ταῦτα, κτίσις κτίσιν οὐκ ἐργάζεται οὐδὲ κτιστὴ ἡ θεότης γίνεται οὐδὲ ἐν μέτρῳ ἢ περιοχῇ θεὸς γινώσκεται. ἔστι γὰρ ἀπερίγραφος, ἀχώρητος, ἀπερινόητος, πάντα περιέχων τὰ ποιήματα τοῦ θεοῦ. οὐδὲ λατρευτὴ ἡ κτίσις. «ἐλάτρευσαν γὰρ τῇ κτίσει
15παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθησαν». πῶς γὰρ οὐ μωρὸν κτίσιν θεο‐ λογεῖν, ἀθετεῖν δὲ τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν», «οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος;» ἐν γραφαῖς δὲ ἁγίαις διάφορα ὀνόματα καλεῖται πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος· πατρὸς μὲν πατὴρ παντοκράτωρ, πατὴρ ἁπάντων, πατὴρ Χριστοῦ· υἱοῦ
20δὲ λόγος, Χριστός, φῶς ἀληθινόν· τοῦ δὲ ἁγίου πνεύματος παράκλητος, πνεῦ‐ μα ἀληθείας, πνεῦμα θεοῦ, πνεῦμα Χριστοῦ. ἔτι τοίνυν ὁ θεὸς νοεῖται καὶ πατὴρ φῶς, ἀλλ’, ὡς ὑπέρλαμπρον, δύναμις, σοφία. εἰ δὲ φῶς ὁ θεὸς καὶ πατήρ, φῶς ἄρα ἐκ φωτὸς ὁ υἱὸς καὶ διὰ τοῦτο «φῶς οἰκῶν τὸ ἀπρό‐ σιτον». δύναμις δὲ ὅλος ὁ θεός, καὶ διὰ τοῦτο 〈ὁ υἱὸσ〉 «κύριος τῶν
25δυνάμεων». σοφία ὅλος ὁ θεός, οὐκοῦν σοφία ὁ υἱὸς ἐκ σοφίας, «ἐν ᾧ
πάντες οἱ θησαυροὶ τῆς σοφίας ἀπόκρυφοι». ζωὴ δὲ ὅλος ὁ θεός, οὐκοῦν ζωὴ323 in vol. 3
Haer
.

3

.

324

ἐκ ζωῆς ὁ υἱός· «ἐγὼ γάρ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή». τὸ δὲ ἅγιον πνεῦμα παρὰ ἀμφοτέρων, πνεῦμα ἐκ πνεύματος. «πνεῦμα γὰρ ὁ θεός», † θεότης χαρισμάτων ἐστὶ δοτήρ, ἀληθέστατον, φωτιστικόν, παράκλητον, βου‐ λευμάτων τοῦ πατρὸς ἀγγελτικόν. ὡς γὰρ ὁ υἱὸς «μεγάλης βουλῆς ἄγγελος»,
5οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον· «ἀλλ’ ἐλάβομεν (φησί) πνεῦμα θεοῦ, ἵνα ἴδωμεν τὰ χαρισθέντα ἡμῖν ὑπὸ θεοῦ, ἃ καὶ λαλοῦμεν, οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος θεοῦ, πνευματικοῖς πνευ‐ ματικὰ συγκρίνοντες». 8. Ἀλλ’ ἐρεῖ τις, οὐκοῦν φαμεν δύο εἶναι υἱούς, καὶ πῶς μονογενής;
10«μενοῦνγε, σὺ τίς εἶ ὁ ἀντιλογιζόμενος τῷ θεῷ;» εἰ γὰρ τὸν μὲν υἱὸν καλεῖ τὸν ἐξ αὐτοῦ, τὸ δὲ ἅγιον πνεῦμα τὸ παρ’ ἀμφοτέρων, ἃ μόνον πίστει νοούμενα ὑπὸ τῶν ἁγίων, φωτεινά, φωτοδότα, φωτεινὴν τὴν ἐνέργειαν ἔχει συμφωνίαν τε πρὸς αὐτὸν τὸν πατέρα ποιεῖται φωτός, πίστει ἄκουε, ὦ οὗτος, ὅτι ὁ πατὴρ ἀληθοῦς υἱοῦ ἐστι πατήρ, φῶς ὅλος,
15καὶ 〈ὁ〉 υἱὸς ἀληθοῦς πατρὸς 〈υἱόσ〉, φῶς ἐκ φωτός, οὐχ ὡς τὰ ποιητὰ ἢ κτιστὰ προσηγορίᾳ μόνῃ· καὶ πνεῦμα ἅγιον πνεῦμα ἀληθείας ἐστί, φῶς τρίτον παρὰ πατρὸς καὶ υἱοῦ· τὰ δ’ ἄλλα πάντα θέσει ἢ κλήσει, οὐχ ὅμοια τούτοις ἐνεργείᾳ ἢ δυνάμει ἢ φωτὶ ἢ ἐννοίᾳ· ὡς ἂν εἴποι τις «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ εἶπα,
20θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες» ἢ ὡς ἂν εἴποι τις «ὁ τετοκὼς βώλους δρόσου» ἢ ὡς ἂν εἴποι τις «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς» ἢ ὡς ἂν εἴποι τις «ἐγὼ ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα». οὐ γὰρ ὡς οἱ λοιποὶ πατέρες ἢ πατριάρχαι ὁ ἀληθινὸς πατὴρ ἀρξάμενος τοῦ εἶναι πατὴρ ἢ ἐκλείπων ποτὲ τῷ χρόνῳ τοῦ εἶναι πατήρ. εἰ γὰρ ἄρχεται
25τοῦ εἶναι πατήρ, υἱὸς ἄρα ἦν ποτε ἑτέρου πατρὸς πρὸ τοῦ εἶναι αὐτὸν πατέρα μονογενοῦς· καθ’ ὁμοιότητα δὲ πατέρες πατέρων νοοῦνται τέκνα, καὶ εἰς ἄπειρον τὸν ἀληθῶς πατέρα τῆς ἀρχαιολογίας εὑρεῖν ἔστιν. οὐδὲ
ὡς τὰ λοιπὰ τέκνα θέσει ὁ υἱὸς ὁ ἀληθινός, νέος τοῦ εἶναι υἱός. εἰ γὰρ324 in vol. 3
Haer
.

3

.

325

νέος τοῦ εἶναι υἱός, ἦν ποτε χρόνος ὅτε οὐκ ἦν ὁ πατὴρ πατὴρ μονογενοῦς. οὐδὲ ὡς τὰ λοιπὰ πνεύματα τὸ πνεῦμα τῆς ἀληθείας κτιστὸν ἢ ποιητόν. οὐδὲ ὡς οἱ λοιποὶ ἄγγελοι «ὁ τῆς μεγάλης βουλῆς ἄγγελος» καλεῖται. ἃ μὲν γὰρ ἀρχὴν καὶ τέλος ἔχει, ἃ δὲ ἀνεπινόητον ἔχει τὴν ἀρχὴν καὶ
5τὸ κράτος· καὶ ἃ μὲν κτίζει τὰ πάντα εἰς ἀπείρους αἰῶνας, συνεργοῦντα τῷ πατρί, ἃ δὲ κτίζεται ὑπὸ τούτων ὡς ἂν ἐθέλοιεν· καὶ ἃ μὲν λατρεύει τούτοις, ἃ δὲ λατρευτὰ ὑπὸ τῶν ὅλων κτισμάτων· καὶ ἃ μὲν ἰᾶται τὰ ποιήματα, ἃ δὲ τὴν ἴασιν λαμβάνει παρ’ αὐτῶν· καὶ ἃ μὲν κρίνεται κατ’ ἀξίαν, ἃ δὲ τὴν κρίσιν ἔχει τὴν δικαίαν· καὶ ἃ μὲν 〈ἐν〉 χρόνῳ ἔστιν,
10ἃ δὲ οὐκ ἐν χρόνῳ τυγχάνει· καὶ ἃ μὲν φωτίζει τὰ πάντα, ἃ δὲ φωτίζεται ὑπὸ τούτων· καὶ ἃ μὲν καλεῖ νηπίους εἰς ὕψος, ἃ δὲ καλεῖται ὑπὸ τοῦ τελείου. καὶ ἃ μὲν χαρίζεται πᾶσιν, ἃ δὲ χαρίσματα λαμβάνει· καὶ καθάπαξ εἰπεῖν, ἃ μὲν ἐξυμνεῖ τὴν ἁγιότητα ἐν οὐρανοῖς οὐρανῶν καὶ λοιποῖς ἀοράτοις τόποις, ἃ δὲ ἐξυμνούμενα τὰ δῶρα ἀξίως παρέχει τοῖς ἀξίοις.
15 9. Πνεύματα δὲ πλεῖστά φησιν ἡ γραφή· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», καὶ «πάντα τὰ πνεύματα αἰνεῖτε τὸν κύριον». χάρισμα δὲ ἀξίοις δίδοται «διακρίσεως πνευμάτων». ἃ μὲν γὰρ ἐπουράνιά ἐστι, «χαίροντα τῇ ἀληθείᾳ», ἃ δὲ ἐπίγεια, ἀπάτης καὶ πλάνης ἐπιτήδεια, ἃ δὲ ὑπόγεια, ἀβύσσου καὶ σκό‐
20τους τέκνα. «παρεκάλει» γὰρ τὸ εὐαγγέλιόν φησιν «ἵνα μὴ πέμψῃ αὐτοὺς εἰς τὴν ἄβυσσον ἀπελθεῖν»· ὡσαύτως δὲ καὶ τοῖς πνεύμασιν ἐπέτασσε. καὶ πνεύματα δὲ ἐξεδίωκε λόγῳ καὶ «οὐκ εἴα αὐτὰ λαλεῖν». λέγεται δὲ «πνεῦμα κρίσεως καὶ πνεῦμα καύσεως», λέγεται καὶ πνεῦμα κόσμου· «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν» φησί, καὶ πνεῦμα δὲ ἀν‐
25θρώπου· «τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα
τοῦ ἀνθρώπου;» καὶ «πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον»· «ὅτι325 in vol. 3
Haer
.

3

.

326

πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει», καὶ «ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι», καὶ «πνεύματα δὲ προφητῶν προφήταις ὑποτάσ‐ σεται». καὶ «ἰδού, πνεῦμα ψευδὲς ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν αὐτῷ, ἐν τίνι ἀπατήσεις τὸν Ἀχαάβ; καὶ ἔσομαι, φησί, πνεῦμα ψευδὲς ἐν
5στόματι τῶν προφητῶν». λέγεται δὲ «πνεῦμα κατανύξεως» εἶναι, «πνεῦμα δειλίας», καὶ «πνεῦμα Πύθωνος» καὶ «πνεῦμα πορνείας» καὶ «πνεῦμα καταιγίδος» καὶ «πνεῦμα πολυρρῆμον» καὶ «πνεῦμα ἀσθενείας» καὶ «πνεῦμα ἀκάθαρτον» καὶ «πνεῦμα κωφὸν καὶ πνεῦμα ἄλαλον» καὶ «πνεῦμα μογιλάλον» καὶ «πνεῦμα χαλεπὸν λίαν, ὃ καλεῖται λεγεών», καὶ τὰ «πνευματικὰ τῆς
10πονηρίας». ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ’ ὥσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει, οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος * ἁμαρτητικῶς, οὕτω καὶ πνεύματα πλεῖστα θέσει ἢ κλήσει, κἂν ἁμαρτητικὰ ᾖ, τὸ δὲ ἅγιον πνεῦμα μόνον καλεῖται ὑπὸ πατρὸς καὶ υἱοῦ «πνεῦμα ἀληθείας» καὶ πνεῦμα θεοῦ καὶ πνεῦμα Χριστοῦ καὶ πνεῦμα
15χάριτος. χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ ἀγαθόν, «ᾧ μὲν πνεῦμα σοφίας, ᾧ δὲ πνεῦμα γνώσεως, ᾧ δὲ πνεῦμα ἰσχύος, ᾧ δὲ πνεῦμα ἰαμά‐ των, ᾧ δὲ πνεῦμα προφητείας, ᾧ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾧ δὲ ἑρμηνειῶν», καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν «ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἑκάστῳ ὡς βούλεται»· ὅτι «τὸ πνεῦμά σου τὸ ἀγαθὸν
20ὁδηγήσει με, ὁ θεός», φησὶν ὁ Δαυίδ, ἢ «τὸ πνεῦμα ὅπου θέλει πνεῖ», τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν, «καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει», καὶ «ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος καὶ πνεύματος», ὅμοιον ᾧ εἶπε Παῦλος «ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα». περὶ
25τούτου ὁ κύριος «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν, τὸ πνεῦμα326 in vol. 3
Haer
.

3

.

327

τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ». καὶ «ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει λαλήσει,
5καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν πάντα». 10. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, φησὶν ὁ κύριος, λήψεται, ὃν τρόπον «οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ», οὕτως τολμῶ λέγειν, ὅτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ
10ὁ υἱὸς ἐξ οὗ λαμβάνει, καὶ ὁ πατὴρ παρ’ οὗ ἐκπορεύεται, καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα εἰ μὴ τὸ πνεῦμα τὸ ἅγιον, τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, τὸ μαρτυροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρός, ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγητής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγ‐
15γελικῶν δογμάτων φωστήρ, ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθι‐ νοῦ φωτός· υἱὸς φυσικός, υἱὸς ἀληθής, υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ καὶ τὸ πνεῦμα 〈οὐχ υἱόσ〉, ἀλλὰ πνεῦμα ὀνομαζόμενον. οὗτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ· πατὴρ ἀεί, υἱὸς ἀεί, καὶ πνεῦμα ἅγιον ἀεί, ὑψηλὸς 〈ἐξ〉 ὑψηλοῦ καὶ ὕψιστος, νοερός, δόξαν ἔχων ἀμέτρητον,
20ᾧ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρού‐ μενα καὶ περιεχόμενα ἕκαστα. θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγ‐ γέλλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύσσεται, τριὰς δὲ ἐν εὐαγγε‐ λίοις φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὕτη ἀθανασία, ἐκ πίστεως τε αὐτῆς ἡ
25υἱοθεσία γίνεται. ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περί‐ βολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς
ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ327 in vol. 3
Haer
.

3

.

328

δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθ‐ μίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς, σκηνὴν δὲ ἁγίαν λαὸν ἅγιον, 〈ὃσ〉 τὸν δίκαιον ἔχει μόνον [τὸν] συνόντα τούτοις. κατοικεῖ δὲ ἐν αὐτῷ μία θεότης ἄπειρος, μία θεότης ἄφθαρτος, μία θεότης ἀπερι‐
5νόητος, ἀκατάληπτος, ἀνεκδιήγητος, ἀόρατος, ἑαυτὴν γινώσκουσα μόνη, ἑαυτὴν ἐμφανίζουσα οἷς βούλεται, μάρτυρας ἑαυτῇ διεγείρουσα, καλοῦσα, προορίζουσα, δοξάζουσα, ἐξ Ἅιδου ὑψοῦσα, ἁγιάζουσα, ἑνοποιοῦσα πάλιν πρὸς τὴν ἑαυτῆς δόξαν καὶ πίστιν τὰ τρία ταῦτα, ἐπουράνια, ἐπίγεια καὶ καταχθόνια, πνεῦμα ψυχὴν σάρκα, πίστιν ἐλπίδα ἀγάπην, παρελθόντα ἐνε‐
10στῶτα μέλλοντα, αἰώνια, αἰῶνα αἰῶνος, αἰῶνας αἰώνων, σάββατα σαββάτων, περιτομὴν σαρκός, περιτομὴν καρδίας, «περιτομὴν Χριστοῦ ἐν τῇ ἀπεκδύ‐ σει τοῦ σώματος τῶν ἁμαρτιῶν»· καθόλου δὲ καθαροποιεῖ ἑαυτῇ τὰ πάντα, τὰ ἀόρατα καὶ τὰ ὁρατά, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, δυνάμεις· ἐν πᾶσι δὲ ἡ αὐτὴ φωνὴ ἁγία, ἀπὸ δόξης εἰς δόξαν ἅγιος ἅγιος ἅγιος φω‐
15νοῦσα, πατέρα ἐν υἱῷ, υἱὸν δὲ ἐν πατρὶ 〈δοξάζουσα〉 σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. καὶ ἐρεῖ ὁ οὕτω πιστεύων, γένοιτο γένοιτο.
〈Πε〉πλήρωται τὰ 〈ἐκ〉 τοῦ Ἀγκυρωτοῦ. 11. Καὶ ταῦτα μέν ἐστιν ἃ ἤδη περὶ τῆς πίστεως πατρὸς καὶ υἱοῦ
20καὶ ἁγίου πνεύματος γράφοντες κατὰ τὸ βραχύτατον ἡμῶν τῆς μετριό‐ τητος ἐξηγησάμεθα καὶ ἐκ τῶν προρρηθέντων παρεθέμεθα. ἔτι δὲ ἐπι‐ μενοῦμεν εἰς σύστασιν τῆς ἑαυτῶν ζωῆς εὐσεβῶς μαρτυρίας φέροντες καὶ ἐξ ὀρθοῦ λογισμοῦ εὐσεβῶς περὶ θεότητος διαλαμβάνοντες. ὅτι μὲν γὰρ ἐν τοῖς πρὸ τούτου ἀπεδείχθη διὰ πολλῶν μαρτυριῶν ὁ μονογενὴς
25συμπράττων τῷ πατρὶ καὶ τὰ ἴσα ἐν ἅπασι τελειῶν καὶ χαριζόμενος, ὡς ἐξ αὐτοῦ ὢν καὶ οὐκ ἀλλοῖος παρὰ τὴν τοῦ πατρὸς δύναμιν καὶ θεότητα, ἀλλὰ ὁμοούσιος πατρί, οὐ μόνον δὲ ὁ υἱός, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα συμπρᾶττον υἱῷ καὶ πατρὶ καὶ τὰ ἴσα ἐργαζόμενον δωρούμενόν τε καὶ χαριζόμενον ὡς βούλεται, ὡς καὶ αὐτὸ ὄντως ἐκ θεοῦ ὂν καὶ οὐκ ἀλλότριον
30πατρὸς καὶ υἱοῦ, ἀλλ’ ὁμοούσιον πατρὶ καὶ υἱῷ, παντί τῳ σαφὲς 〈καὶ〉328 in vol. 3
Haer
.

3

.

329

κατὰ πάντα ἐκ τῶν τοσούτων μαρτυριῶν ἀπεδείχθη τε καὶ ἀποδειχθήσεται. νῦν δὲ διὰ τοὺς ἀντιθέτους καὶ ἐχθροὺς τοῦ ἁγίου πνεύματος περὶ μόνου τοῦ ἁγίου πνεύματος τὰ εὐσεβῆ τοῦ ὀρθοῦ λογισμοῦ καὶ τὰ ἀπὸ μαρτυριῶν τῆς αὐτῆς θείας γραφῆς διηγησάμενοι περισσοτέρως ταῖς πρότερον παρα‐
5θησόμεθα μαρτυρίαις, ἀκολούθως τῇ περὶ ἁγίου πνεύματος ἀληθινῇ εὐσεβείᾳ· ὡς ἔχει γὰρ καὶ ἔστι πνεῦμα ἅγιον ἑνικόν, ὑπὸ πάντων προσκυνού‐ μενον, πᾶσιν ἐπιπόθητον τοῖς κτίσμασί τε καὶ ποιήμασιν, οὐδενὶ ἐξισού‐ μενον, οὐκ ἀγγέλῳ, οὐ πνεύματι ἑτέρῳ, ἀλλ’ ἑνικόν· ἐπειδὴ γὰρ καὶ πολλὰ πνεύματά ἐστι, τοῦτο δὲ ἀνώτατον πάντων πνευμάτων, ὡς ὂν ἀεὶ ἐκ
10πατρὸς καὶ μὴ ἀπὸ τῶν ἄλλων τῶν ἐξ οὐκ ὄντων γενομένων ὄν. πολλὰ γάρ ἐστι πνεύματα, ἓν δὲ τὸ ἅγιον πνεῦμα· ὥσπερ εἷς θεὸς καὶ εἷς μονο‐ γενὴς υἱὸς τοῦ θεοῦ, οὕτω καὶ 〈ἓν〉 πνεῦμα ἅγιον θεοῦ, ἀπὸ δὲ θεοῦ καὶ ἐν θεῷ. ἀλλὰ ὁ μὲν μονογενὴς υἱὸς ἀκατάληπτος, τὸ δὲ πνεῦμα ἀκα‐ τάληπτον, ἐκ θεοῦ δὲ καὶ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐ συναλοιφὴ
15δέ ἐστι πατρὶ καὶ υἱῷ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας, οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα, οὐχ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ’ ἡ αὐτὴ θεότης, καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ μὲν πνεῦμα πνεῦμα ἅγιον, ὁ δὲ υἱὸς υἱός. τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, «ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ»,
20«ἀναγγέλλον» τὰ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος· τρίτον τῇ ὀνομασίᾳ, (ἐπειδὴ ἡ τριάς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα «ἀπελ‐ θόντες, γάρ φησι, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος»), ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐκ ἀλλότριον τῆς
25δωρεᾶς, ἀλλ’ εἷς θεός, μία πίστις, εἷς κύριος, ἓν χάρισμα, μία ἐκκλησία, ἓν βάπτισμα. 12. Ἀεὶ γὰρ ἡ τριὰς τριάς, ὡς πολλάκις ἔφην, καὶ οὐδέποτε προσθήκην λαμβάνει, ὡς γλυκίως ἔστιν ὁμολογεῖν καὶ ἀκορέστως λέγειν· «γλύκια» γάρ φησιν ὁ προφήτης «τῷ λάρυγγί μου τὰ λόγιά σου». καὶ εἰ τὰ λόγια
30γλύκια, πόσῳ γε μᾶλλον τὸ ὄνομα τὸ ἅγιον ἡ τριάς, ἡ πηγὴ πάσης γλυκύ‐329 in vol. 3
Haer
.

3

.

330

τητος; τριὰς οὖν οὕτως ἀριθμουμένη· πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὐ συναλοιφὴ δὲ ἡ τριάς, οὐ διεστῶσα τῆς ἑαυτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. τὸ δὲ ἀνάπαλιν πνεῦμα ταττόμενον
5ἐν χαρίσμασι· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημά‐ των εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι». Τούτων δὲ οὕτως ἐχόντων ἀσφαλισώμεθα μὴ ἐκπέσωμεν τῆς ἀληθείας, ἀλλ’ ὁμολογήσωμεν τὴν ἀλήθειαν, οὐ συνηγοροῦντες ὑπὲρ θεοῦ, ἀλλ’
10εὐσεβῶς νοοῦντες, ἵνα μὴ ἀπολώμεθα. ἀνένδεκτον γὰρ κτιστόν τι ἐν τριάδι λέγειν ἢ διανοεῖσθαι ἢ ἐπιγένητον, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα. οὔτε συνάδελφος υἱὸς πατρὶ οὔτε συναλοιφή, καὶ τὸ πνεῦμα οὔτε συναλοιφὴ οὔτε συνάδελφον πατρὶ καὶ υἱῷ [οὔτε συναλοιφὴ τὸ πνεῦμα πατρὶ καὶ υἱῷ]. υἱὸς δὲ γεννητὸς ἐκ πατρὸς καὶ πνεῦμα προελθὸν ἐκ
15πατρός, ἀνεκδιηγήτως τῆς τριάδος οὔσης ἐν ταυτότητι δοξολογίας καὶ ἀκαταλήπτως υἱοῦ ὄντος σὺν πατρὶ καὶ πνεύματος ἁγίου ὡσαύτως, καὶ μηδέποτε διαλειπούσης τῆς τριάδος τῆς αὐτῆς ἀϊδιότητος. πατὴρ οὖν ἀεὶ ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς δὲ γεννητός, ἀλλ’ ἄκτιστος καὶ ἀκατάληπτος, πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν,
20οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, ἀλλ’ ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον· «πνεῦμα γὰρ ὁ θεός». 13. Τῆς δὲ τοιαύτης ἠσφαλισμένης ἡμῶν ζωῆς αἱ μαρτυρίαι ἐν πάσῃ γραφῇ ἐμφέρονται. ἀπὸ δὲ τῶν πλειόνων ὀλίγα παραθήσομαι κατὰ τὸ δυνατόν, ἵνα μὴ ἀμάρτυρον περὶ πνεύματος καὶ ἐν τῷ παρόντι παρελεύ‐
25σομαι τὴν ὑφήγησιν. εὐθὺς μὲν γὰρ ὁ πατήρ φησι περὶ τῆς τοῦ υἱοῦ παρ‐ ουσίας ὅτι «θήσομαι τὸ πνεῦμά μου ἐπ’ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ», ἵνα γνήσιον κηρύξῃ θεὸν τὸ ἅγιον αὐτοῦ πνεῦμα, πᾶσι πι‐ στοῖς εἰς σωτηρίαν. εἶτα δὲ ὁ μονογενὴς τῇ αὐτοῦ μαρτυρίᾳ προσθεὶς φάσκει «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με», ἵνα ἡ ἔνσαρκος
30αὐτοῦ παρουσία καὶ τῷ πνεύματι τῷ ἁγίῳ ἠσφαλισμένη καὶ πιστοῖς
κηρυττομένη σαφῶς ὁμολογηθῇ ἀπὸ τῆς τοῦ Χριστοῦ μαρτυρίας, ὅτι330 in vol. 3
Haer
.

3

.

331

οὐκ ἀλλότριον τὸ πνεῦμά ἐστι τοῦ θεοῦ. πάλιν δὲ ὁ κύριος περὶ τοῦ πνεύ‐ ματος, ὅτι «τὸ πνεῦμα τοῦ πατρός μού ἐστι τὸ λαλοῦν ἐν ὑμῖν», καὶ πάλιν ὡς οὐκ ἀλλοτρίου τοῦ πνεύματος τυγχάνοντος τῆς τοῦ θεοῦ θεότητος, «ἐνε‐ φύσησεν εἰς τὸ πρόσωπον τῶν μαθητῶν, καὶ εἶπε· λάβετε πνεῦμα ἅγιον»,
5καὶ πάλιν, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἰσότητα καὶ ὁμοουσιότητα πρὸς τὸ πνεῦμα αὐτοῦ τε καὶ τοῦ πατρὸς αὐτοῦ τὸ ἅγιον, φησίν «ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσετε. κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν», ὡς αὐτοῦ τοῦ κυρίου παρακλήτου ὄντος καὶ τοῦ πνεύματος τοῦ ἁγίου συμπαρακλήτου ὄντος ὁμοίως. οἱ δὲ ἀπόστολοι δεικνύοντες
10ὅτι οὐ δοῦλον τυγχάνει τὸ πνεῦμα, ἀλλὰ τῆς αὐτῆς θεότητος, τὴν αὐτοῦ αὐθεντίαν ὑποδεικνύντες φασὶ «καὶ εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατέ μοι Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς», καὶ τὰ ἑξῆς. ὁ δὲ ἀπόστολος σαφῶς περὶ αὐτοῦ λέγει «ὁ δὲ κύριός ἐστι τὸ πνεῦμα, οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐκεῖ ἐλευθερία», καὶ «ὑμεῖς ναὸς θεοῦ ἐστε, καὶ
15τὸ πνεῦμα κυρίου οἰκεῖ ἐν ὑμῖν». εἰ τοίνυν ναὸς θεοῦ καλούμεθα δι’ ἐνοί‐ κησιν ἁγίου πνεύματος, τίς τολμήσειε παραιτήσασθαι τὸ πνεῦμα καὶ ἀπαλλοτριῶσαι τῆς τοῦ θεοῦ οὐσίας, σαφῶς τοῦ ἀποστόλου λέγοντος ἡμᾶς ναοὺς θεοῦ γίνεσθαι, διὰ τὸ ἐνοικοῦν πνεῦμα ἅγιον ἐν τοῖς ἀξίοις; πῶς δὲ ἀλλότριον θεοῦ ἔσται τὸ πνεῦμα «τὰ βάθη τοῦ θεοῦ ἐρευνῶν;» καὶ μὴ
20λέγε μοι· ἐρευνᾷ, καὶ οὔπω γινώσκει, ὥς τινες τολμῶσι βλασφημεῖν καὶ ἑαυτοὺς ἀπολλύειν, ἐπεὶ ἂν καὶ 〈τὸ〉 αὐτὸ λέξωσι περὶ τοῦ πατρός, ὅτι καὶ περὶ αὐτοῦ γέγραπται ὅτι «ἐρευνᾷ ταμεῖα κοιλίας». καὶ εἰ ἀσεβῶς νοήσεις διὰ τὸ μὴ ἐπικεῖσθαι τῷ ἐρευνᾶν τὸ γινώσκειν ἐπὶ τοῦ πνεύματος, ἀσεβήσαις ἂν καὶ περὶ τοῦ πατρὸς τὴν αὐτὴν ἀναγκαζόμενος παρεκφέρειν
25ὑπόνοιαν. οὔτε γὰρ ἐπὶ πατρὸς ἐρευνῶντος ταμεῖα κοιλίας πρόσκειται τὸ γινώσκειν (οὔτε γὰρ χρεία ἦν εἰπεῖν) σαφῶς δηλουμένης τῆς τοῦ θεοῦ προγνωσίας ἀπὸ τοῦ ἐρευνᾶν 〈καὶ〉 τὸ τέλειον τῆς ἀποφάσεως ἐχούσης. οὕτω μοι καὶ περὶ πνεύματος καὶ υἱοῦ καὶ πατρὸς 〈νόησον〉 τὴν μίαν γνῶσιν καὶ τὴν προγνωσίαν, σαφῶς ἐχούσης τῆς ἁγίας τριάδος τὴν τελειό‐
30τητά τε καὶ ταυτότητα. 14. Καὶ ἀμύθητα ἔστι περὶ τούτων λέγειν καὶ ἀπὸ θείας γραφῆς
ὄγκον μαρτυριῶν φέρειν καὶ εἰς πλάτος ἐπιμηκύνειν καὶ κάματον ἐμποιεῖν331 in vol. 3
Haer
.

3

.

332

τοῖς ἐντυγχάνουσιν. ἀρκετῶς γὰρ ἐν πάσῃ αἱρέσει πολλὰ εἰπόντες τὰς πάσας ἐν θεοῦ δυνάμει ἡμεῖς οἱ ἀσθενεῖς ἀνετρέψαμεν καὶ ἀπεδείξαμεν ἀλλοτρίας οὔσας τῆς ἀληθείας καὶ ἑκάστην αὐτῶν βλασφημοῦσαν καὶ ἀρνουμένην τὴν ἀλήθειαν, κἄν τε ἐν βραχεῖ κἄν τε ἐν πολλῷ, ὡς καὶ οὗτοι 〈οἱ〉 μάτην εἰς
5τὸν κύριον βλασφημοῦντες καὶ εἰς τὸ ἅγιον πνεῦμα καὶ μὴ ἔχοντες «μήτε ἐνταῦθα μήτε ἐν τῷ μέλλοντι αἰῶνι» κατὰ τὰ ὑπὸ κυρίου εἰρημένα «ἄφε‐ σιν» ἁμαρτιῶν διὰ τὴν εἰς τὸ ἅγιον πνεῦμα βλασφημίαν, καταπατηθέντες ὑπ’ αὐτῆς τῆς ἀληθείας δίκην κεράστου δεινοῦ μονοκέρωτος, τοῦ νοῦ τῆς βλασφημίας δυναμένου ὅλον τὸ σῶμα φθείρειν, παισθέντες τῷ τοῦ
10ξύλου λόγῳ καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ, ὅτι τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα «οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι ἀφεθήσεται», ὡς ἔφην, καταπατηθέντες καὶ συντριβέντες, μὴ ἰσχύοντες κατὰ τῆς ἀλη‐ θείας. «πύλαι γὰρ Ἅιδου» ἀληθῶς πᾶσαι αἱ αἱρέσεις, ἀλλὰ «κατὰ τῆς πέτρας οὐ κατισχύσουσι», τουτέστι κατὰ τῆς ἀληθείας. κἄν τε γὰρ ἐξ
15αὐτῶν τινες θελήσειαν λέγειν ὅτι «τὴν μὲν πίστιν τὴν ἐκτεθεῖσαν κατὰ Νίκαιαν καὶ αὐτοὶ ὁμολογοῦμεν· δεῖξον δέ μοι ἀπ’ αὐτῆς ὅτι τὸ ἅγιον πνεῦμα ἐν τῇ θεότητι συναριθμεῖται», εὑρεθήσονται καὶ ἀπ’ αὐτῆς ἐλεγ‐ χόμενοι. οὐ γέγονε δὲ τότε περὶ τοῦ πνεύματος ἡ ζήτησις. πρὸς γὰρ τὸ ὑποπῖπτον ἐν καιρῷ καὶ καιρῷ αἱ σύνοδοι τὴν ἀσφάλειαν ποιοῦνται. ἐπεὶ
20οὖν ὁ Ἄρειος εἰς τὸν υἱὸν τὴν δυσφημίαν ἀπετείνετο, τούτου ἕνεκα μετὰ περισσῆς διαλογῆς ἀκρίβεια τῶν λόγων γεγένηται. ὅρα δὲ ἀπ’ αὐτῆς τῆς ὁμολογίας ὅτι οὔτε ἐν τούτῳ εὑρεθήσονταί τι λέγοντες οἱ εἰς τὸ πνεῦμα βλασφημοῦντες, οἱ Πνευματομάχοι καὶ ἀλλότριοι τῆς αὐτοῦ δωρεᾶς καὶ ἁγιαστείας. εὐθὺς γὰρ ἡ ἔκθεσις ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται· «πιστεύομεν
25γὰρ εἰς ἕνα θεὸν πατέρα παντοκράτορα». τὸ δὲ πιστεύομεν οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ ἡ πίστις εἰς τὸν θεὸν «καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν»· 〈καὶ〉 οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ εἰς θεὸν ἡ πίστις «καὶ εἰς τὸ ἅγιον πνεῦμα»· καὶ οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ εἰς μίαν δοξολογίαν καὶ εἰς μίαν ἕνωσιν θεότητος καὶ μίαν ὁμοουσιότητα, εἰς τρία τέλεια, μίαν δὲ θεότητα, μίαν
30οὐσίαν, μίαν δοξολογίαν, μίαν κυριότητα ἀπὸ τοῦ «πιστεύομεν» καὶ «πι‐ στεύομεν» καὶ «πιστεύομεν». καὶ ἐνταῦθα διέπεσεν ὁ τῶν τοιούτων λόγος. καὶ ἕως ποῦ μηκύνω τὸν λόγον, ἀρκετῶς ἡγησάμενος τοῖς τὴν ἀλήθειαν ἀγαπῶσι τὰ κατὰ τούτων εἰρημένα; διὸ ὑπερβήσομαι καὶ ταύτην, δεό‐ μενος θεοῦ ἡμῶν συνήθως ἀντιλαβέσθαι πρὸς τὴν τούτων ἀνατροπὴν
35ἁπάντων, ὅπως ἐν τῇ αὐτοῦ δυνάμει τὸ ἐπάγγελμα τελειώσαντες κατὰ
πάντα αὐτῷ εὐχαριστήσωμεν.332 in vol. 3
Haer
.

3

.

333

Κατὰ Ἀερίου νε, τῆς δὲ ἀκολουθίας οε. 1. Ἀέριός τις πάλιν ὡσαύτως τῷ κόσμῳ γεγένηται μέγα κακόν, ἐμβροντηθεὶς τὴν ἔννοιαν, ἐπαρθεὶς τὸ φρόνημα. πᾶσαν γὰρ αἵρεσιν κακοβουλία τῶν γενομένων ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ κενοδοξίας ἢ ἐπάρ‐
5σεως φρόνημα εἰργάσατο, ἢ ἐπιθυμίας ὄρεξις ἢ ζῆλος πρὸς τοὺς πέλας ἢ παροξυσμὸς ἢ προπέτεια. τὸ δὲ πᾶν ἐκ διαβόλου ἡ τύφλωσις, οὐ τοῦ διαβόλου ἰσχύοντος ἀπατᾶν τὸν μὴ βουλόμενον, ἀλλὰ ἑκάστου ἑαυτῷ παρ‐ αιτίου γινομένου τῆς περὶ τὴν ἁμαρτίαν ἐργασίας, «ἵνα» φησίν «οἱ δόκιμοι φανεροὶ γένωνται».
10 Οὗτος ὁ Ἀέριος ἔτι καὶ δεῦρο ζῇ ἐν σαρκὶ καὶ περίεστι τῷ βίῳ, Ἀρει‐ ανὸς μὲν τὸ πᾶν. ἄλλως γὰρ οὐ φρονεῖ, ἀλλ’ ὡς Ἄρειος, καὶ ἔτι ἐπέκεινα μειζόνως τὰ Ἀρείου ἐπιζητήσας, ὠξυμμένος τε τὴν γλῶτταν καὶ ἐξω‐ πλισμένος ἐν χείλεσιν, ἐν τούτῳ τῷ μέρει, ὅπως ἐξελκύσῃ εἰς ἑαυτὸν ἠπατημένον στρατὸν καὶ πληθὺν τῶν ἀεὶ τὰς ἀκοὰς γαργαλιζομένων καὶ
15τὴν διάνοιαν ὑποχαλωμένων. καὶ γὰρ καὶ αὐτὸς τῷ βίῳ ἐφεύρατό τινα μεγάλην μυθώδη κενοδοξίαν, γέλοιον μέν 〈τι〉 ἐμποιοῦσαν τοῖς ἔμφροσιν, ὅμως διὰ τούτου πολλοὺς ἠπάτησε καὶ παρείλκυσεν. οὗτος γίνεται συσχο‐ λαστὴς Εὐσταθίου Σεβαστίου τοῦ τῆς Σεβαστείας, Πόντου τῆς καλου‐ μένης χώρας ἤτοι μικρᾶς Ἀρμενίας. ὁμοῦ γὰρ ἦσαν ἀσκοῦντες ὅ τε προει‐
20ρημένος Εὐστάθιος καὶ ὁ Ἀέριος. ὅτε δὲ ὁ Εὐστάθιος ἦλθεν εἰς τὴν ἐπισκοπήν, ἐκεῖνος μᾶλλον ἐπεθύμει, ἀλλ’ οὐκ ἔφθασεν εἰς τοῦτο. ἐντεῦθεν ζῆλος γίνεται. ἐδόκει δὲ προσλιπαρεῖν ὁ Εὐστάθιος τὸν Ἀέριον. αὐτίκα 〈γὰρ〉 ὕστερον καθιστᾷ τοῦτον πρεσβύτερον τό τε ξενοδοχεῖον αὐτῷ ἐμπιστεύει, ὅπερ ἐν τῷ Πόντῳ καλεῖται πτωχοτροφεῖον. τοιαῦτα γάρ
25τινα κατασκευάζουσι κατὰ φιλοξενίαν καὶ τοὺς λελωβημένους καὶ ἀδυνάτους ἐκεῖσε ποιοῦντες καταλύειν * ἐπιχορηγοῦσι κατὰ δύναμιν οἱ τῶν ἐκκλησιῶν προστάται. 2. Ἐπεὶ οὖν ἡ μῆνις ἀπ’ αὐτοῦ οὐ διέλειπε, καθ’ ἑκάστην ἡμέραν ηὔξανον οἱ λόγοι καὶ προέβαινεν ἀνὰ μέσον αὐτῶν ὁ ζῆλος, λόγοι τε οὐκ
30ἀγαθοὶ καὶ διαβολαὶ ὑπὸ τοῦ Ἀερίου κατὰ Εὐσταθίου ἐγίνοντο. ὁ δὲ ἐπίσκοπος Εὐστάθιος μετακαλούμενος τὸν Ἀέριον ἐθώπευε, παρῄνει, ἠπείλει, ἐνεβριμεῖτο, παρεκάλει καὶ οὐδὲν ἤνυε. τὸ γὰρ ἐξ ἀρχῆς κατα‐
βληθὲν εἰς μέγα κακὸν τὸ ἔργον ἤλαυνε. πέρας γοῦν καταλιπὼν τὸ πτωχο‐333 in vol. 3
Haer
.

3

.

334

τροφεῖον ὁ Ἀέριος ἀνεχώρησεν, ἐντεῦθεν τὴν πρόφασιν * ὥσπερ κατὰ ἐχθροῦ βουλόμενός τις εὑρεῖν ἢ κατὰ πολεμίου ἐπαφεῖναι βέλος, ἀνηρεύνα, καὶ λοιπὸν πᾶσι διαβάλλων τὸν Εὐστάθιον ἔλεγεν· οὐκέτι τοιοῦτος ὑπάρχει, * ἀλλ’ ἔκλινεν εἰς χρημάτων συναγωγὴν καὶ εἰς κτῆσιν παντοίαν. ἅτινα
5ἦν ταῦτα συκοφαντία μὲν παρ’ ἐκείνου, τῇ δὲ ἀληθείᾳ τὰς ἐκκλησιαστικὰς χρείας ἔχων μετὰ χεῖρας ὁ Εὐστάθιος ἄλλως οὐκ ἠδύνατο πράττειν. καὶ ἦν πιθανὰ τὰ ὑπὸ τοῦ Ἀερίου λεγόμενα. Νομίσειε δ’ ἄν τις, ἐπειδήπερ κατὰ Ἀερίου λέγοντες Εὐστάθιον παρηγάγομεν, μή τι ἄρα καὶ τὸν Εὐστάθιον ἐν ἐπαίνοις ἔχομεν. τὸν μὲν
10γὰρ βίον αὐτοῦ καὶ τὴν πολιτείαν οὐκ ὀλίγοι ἄνδρες θαυμάζουσιν· εἴθε δὲ καὶ τῇ πίστει ὀρθῶς ἐφρόνησε. τὸ γὰρ Ἀρείου καὶ αὐτὸς ἀπ’ ἀρχῆς ἕως τέλους κατέσχε, καὶ οὔτε αἱ θλίψεις τῶν διωγμῶν αὐτὸν διωρθώσαντο· ἐδιώχθη γὰρ μετὰ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον καὶ λοιπούς. ἔδοξε δὲ καὶ πρὸς Λιβέριον Ῥώμης τὸν μακαρίτην πρεσβεύειν ἅμα ἄλλοις
15ἐπισκόποις καὶ τῇ ἐκθέσει τῆς κατὰ Νίκαιαν γενομένης συνόδου καὶ τῇ ὁμολογίᾳ τῆς ὀρθοδοξίας ὑπογεγραφέναι· εἰς ὕστερον δὲ ὥσπερ μνησθεὶς καὶ ἐξ ὀνείρων ἀναστὰς τὰ ἑαυτοῦ πάλιν πρῶτα τῆς τῶν Ἀρειανῶν κακο‐ δοξίας ἐπισκεπτόμενος οὐ διέλειπεν. ὅμως περὶ Ἀερίου ἡμῖν ὁ λόγος ἐστί· διὸ αὖθις πρὸς αὐτὸν ἐπιστρεπτέον.
20 3. Οὗτος ὁ Ἀέριος διὰ τοὺς τοιούτους λόγους σεμνύνεται μὲν ἀπο‐ ταξίαν ἐν ἀρχῇ, καταλιπὼν δὲ τὸ πτωχοτροφεῖον παρείλκυσε πολὺν χορὸν ἀνδρῶν τε καὶ γυναικῶν. ἀπηλαύνετο δὲ αὐτὸς μετὰ τῆς αὐτοῦ 〈φατρίασ〉 ἀπὸ τῶν ἐκκλησιῶν καὶ ἀγρῶν καὶ κωμῶν καὶ τῶν ἄλλων πόλεων. πολ‐ λάκις δὲ μετὰ πολλοῦ ὄχλου τοῦ ἰδίου νιφόμενοι ἀγρόθεν διετέλουν, ὕπαι‐
25θροί τε καὶ ὑπὸ πέτρας αὐλιζόμενοι, ἐν ὕλαις καταφεύγοντες. ἦν δὲ αὐτοῦ ὁ λόγος μανιώδης μᾶλλον ἤπερ καταστάσεως ἀνθρωπίνης, καί φησι· «τί ἐστιν ἐπίσκοπος πρὸς πρεσβύτερον; οὐδὲν διαλλάττει οὗτος τούτου· μία γάρ ἐστι τάξις καὶ μία, φησί, τιμὴ καὶ ἓν ἀξίωμα. χειροθετεῖ, φησίν, ἐπίσκοπος, ἀλλὰ καὶ ὁ πρεσβύτερος· λουτρὸν δίδωσιν ὁ ἐπίσκοπος, ὁμοίως
30καὶ ὁ πρεσβύτερος· τὴν λατρείαν τῆς οἰκονομίας ποιεῖ ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος ὡσαύτως· καθέζεται ὁ ἐπίσκοπος ἐπὶ τοῦ θρόνου, καθέζεται
καὶ ὁ πρεσβύτερος». ἐν τούτῳ πολλοὺς ἠπάτησε, 〈οἳ〉 καὶ ἀρχηγὸν τοῦτον334 in vol. 3
Haer
.

3

.

335

ἐσχήκασιν. εἶτά φησι· τί ἐστι τὸ Πάσχα, ὅπερ παρ’ ὑμῖν ἐπιτελεῖται; Ἰουδαϊκοῖς πάλιν μύθοις προσανέχετε. οὐ γὰρ χρή, φησί, τὸ Πάσχα ἐπιτελεῖν· «τὸ γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός». Εἶτα μετέπειτα· τίνι τῷ λόγῳ μετὰ θάνατον ὀνομάζετε, φησίν, ὀνό‐
5ματα τεθνεώτων; 〈εἰ〉 εὔχεται, γάρ φησιν, ὁ ζῶν ἢ οἰκονομίαν ἐποίησε, τί ὠφεληθήσεται ὁ τεθνεώς; εἰ δὲ ὅλως εὐχὴ τῶν ἐνταῦθα τοὺς ἐκεῖσε ὤνη‐ σεν, ἄρα γοῦν μηδεὶς εὐσεβείτω μηδὲ ἀγαθοποιείτω, ἀλλὰ κτησάσθω φίλους τινάς, δι’ οὗ βούλεται τρόπου, ἤτοι χρήμασι πείσας ἤτοι φίλους ἀξιώσας ἐν τῇ τελευτῇ, καὶ εὐχέσθωσαν περὶ αὐτοῦ, ἵνα μή τι ἐκεῖ πάθῃ
10μηδὲ τὰ ὑπ’ αὐτοῦ γενόμενα τῶν ἀνηκέστων ἁμαρτημάτων ἐκζητηθῇ. Ἀλλ’ οὔτε νηστεία, φησίν, ἔσται τεταγμένη. ταῦτα γὰρ Ἰουδαϊκά ἐστι καὶ «ὑπὸ ζυγὸν δουλείας»· «δικαίῳ γὰρ νόμος οὐ κεῖται, ἀλλὰ πατρο‐ λῴοις καὶ μητρολῴοις καὶ λοιποῖς». εἰ γὰρ ὅλως βούλομαι νηστεύειν, οἵαν δ’ ἂν αἱρήσομαι ἡμέραν ἀπ’ ἐμαυτοῦ νηστεύω〈ν〉 διὰ τὴν ἐλευθερίαν. ὅθεν
15παρ’ αὐτοῖς πεφιλοτίμηται μᾶλλον ἐν κυριακῇ νηστεύειν, τετράδα δὲ καὶ προσάββατον ἐσθίειν. πολλάκις δὲ καὶ τὴν τετράδα νηστεύουσιν, οὐχὶ θεσμῷ, ἀλλὰ ἰδίᾳ προαιρέσει, φησίν. ἔν τε ταῖς ἡμέραις τοῦ Πάσχα, ὅτε παρ’ ἡμῖν χαμευνίαι, ἁγνεῖαι, κακοπάθειαι, ξηροφαγίαι, εὐχαί, ἀγρυπ‐ νίαι τε καὶ νηστεῖαι, καὶ πᾶσαι τῶν ψυχῶν * αἱ σωτηρίαι τῶν ἁγίων
20Πάσχων, αὐτοὶ ἀφ’ ἕωθεν ὀψωνοῦσι κρέα τε καὶ οἶνον, ἑαυτῶν τὰς φλέβας γεμίζοντες, ἀνακαγχάζουσί 〈τε〉 γελῶντες, χλευάζοντες τοὺς τὴν ἁγίαν ταύτην λατρείαν τῆς ἑβδομάδος τοῦ Πάσχα ἐπιτελοῦντας. καὶ γὰρ εἰ καὶ ἀποτακτικὸν ἐσχήκασιν οὗτοι τρόπον, οὐκ ἤσκηται παρ’ αὐτοῖς, πολὺ δέ τι κρεωφαγιῶν καὶ οἰνοποσιῶν 〈γίνεται〉, ἀλλ’ εἰ ἄρα τινὲς
25σπάνιοι ἐν μέσῳ αὐτῶν ἀπ’ ἰδίας προαιρέσεως βούλοιντο τοῦτο 〈ποιεῖν〉. μᾶλλον δέ εἰσιν οἱ πλείους αὐτῶν κεχρημένοι δαψιλέσιν ἐδωδῶν σαρκο‐ φαγίαις καὶ οἰνοποσίαις, ὡς πολλάκις ἔφην. ταῦτά ἐστι τὰ παρὰ Ἀερίου τῷ βίῳ ἐξεμεθέντα. 4. Ὑποδεικνύει τοίνυν τὴν ἔννοιαν καὶ τὴν αὐτοῦ ἀπιστίαν καὶ τὰ
30δι’ αὐτοῦ πάλιν τῷ βίῳ εἰς κακομήχανον τέχνην ἐμβροντηθέντα. εἰς335 in vol. 3
Haer
.

3

.

336

δὲ τὰς πρὸς αὐτὸν ἀντιθέσεις ἐλευσόμεθα, ὀλίγα διηγούμενοι καὶ οὕτως παρερχόμενοι. καὶ ὅτι μὲν ἀφροσύνης ἐστὶ τὸ πᾶν ἔμπλεων, τοῖς σύνεσιν κεκτημένοις 〈κατὰ〉 τοῦτο δῆλον τὸ λέγειν αὐτὸν ἐπίσκοπον καὶ πρεσ‐ βύτερον ἴσον εἶναι. καὶ πῶς ἔσται τοῦτο δυνατόν; ἡ μὲν γάρ ἐστι πατέρων
5γεννητικὴ τάξις· πατέρας γὰρ γεννᾷ τῇ ἐκκλησίᾳ, ἡ δὲ πατέρας μὴ δυναμένη γεννᾶν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας τέκνα γεννᾷ τῇ ἐκκλησίᾳ, οὐ μὴν πατέρας ἢ διδασκάλους. καὶ πῶς οἷόν τε ἦν τὸν πρεσβύτερον 〈ἐπίσκοπον〉 καθιστᾶν μὴ ἔχοντα χειροθεσίαν τοῦ χειροτονεῖν, ἢ εἰπεῖν αὐτὸν εἶναι ἴσον τῷ ἐπισκόπῳ; ἠπάτησε δὲ τὸν προειρημένον Ἀέριον ἡ
10αὐτοῦ ἐρεσχελία καὶ ὁ ζῆλος. Φέρει δὲ εἰς ἑαυτοῦ πλάνην καὶ τῶν αὐτοῦ ἀκουόντων ὅτι ὁ ἀπό‐ στολος γράφει «πρεσβυτέροις καὶ διακόνοις», καὶ οὐ γράφει ἐπισκόποις, καὶ τῷ ἐπισκόπῳ φησί «μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, οὗ ἔλαβες διὰ χειρῶν τοῦ πρεσβυτερίου», πάλιν δὲ ἐν ἄλλῳ τόπῳ «ἐπισκόποις καὶ
15διακόνοις», ὡς εἶναι, φησί, τὸν αὐτὸν ἐπίσκοπον, τὸν αὐτὸν πρεσβύτερον. καὶ οὐκ οἶδεν ὁ τὴν ἀκολουθίαν τῆς ἀληθείας ἀγνοήσας καὶ ἱστορίαις βαθυ‐ τάταις μὴ ἐντυχὼν ὅτι νέου ὄντος τοῦ κηρύγματος πρὸς τὰ ὑποπίπτοντα ἔγραφεν ὁ ἅγιος ἀπόστολος. ὅπου μὲν ἦσαν ἐπίσκοποι ἤδη κατασταθέντες, ἔγραφεν ἐπισκόποις καὶ διακόνοις· οὐ γὰρ πάντα εὐθὺς ἠδυνήθησαν
20οἱ ἀπόστολοι καταστῆσαι. πρεσβυτέρων γὰρ ἐγίνετο χρεία καὶ διακόνων· διὰ γὰρ τῶν δύο τούτων τὰ ἐκκλησιαστικὰ δύνανται πληροῦσθαι. ὅπου δὲ οὐχ εὑρέθη τις ἄξιος ἐπισκοπῆς, ἔμεινεν ὁ τόπος χωρὶς ἐπισκόπου· ὅπου δὲ γέγονε χρεία καὶ ἦσαν ἄξιοι ἐπισκοπῆς, κατεστάθησαν ἐπίσκοποι. πλήθους δὲ μὴ ὄντος οὐχ εὑρέθησαν ἐν αὐτοῖς πρεσβύτεροι καταστα‐
25θῆναι, καὶ ἠρκέσθησαν ἐπὶ τῷ κατὰ τόπον μόνῳ ἐπισκόπῳ. ἄνευ δὲ διακόνου ἐπίσκοπον ἀδύνατον εἶναι. καὶ ἐπεμελήσατο ὁ ἅγιος ἀπόστολος διακόνους εἶναι τῷ ἐπισκόπῳ διὰ τὴν ὑπηρεσίαν, οὕτω τῆς ἐκκλησίας λαβούσης τὰ πληρώματα τῆς οἰκονομίας. οὕτω κατ’ ἐκεῖνο καιροῦ ἦσαν οἱ τόποι· καὶ γὰρ ἕκαστον πρᾶγμα οὐκ ἀπ’ ἀρχῆς τὰ πάντα ἔσχεν, ἀλλὰ
30προβαίνοντος τοῦ χρόνου τὰ πρὸς τελείω〈σιν〉 τῶν χρειῶν κατηρτίζετο. 5. Εὐθὺς μὲν γὰρ Μωυσῆς πέμπεται εἰς Αἴγυπτον κατὰ τὴν παλαιὰν διαθήκην, ῥάβδῳ μόνῃ ὑπὸ τοῦ θεοῦ [δὲ] ἀπεσταλμένος. ἐν 〈δὲ〉 τῷ
εἰσελθεῖν εἰς Αἴγυπτον προστίθεται αὐτῷ εἰς βοήθειαν Ἀαρὼν ὁ ἀδελφὸς336 in vol. 3
Haer
.

3

.

337

αὐτοῦ. εἶτα μετὰ τὸ πιστεῦσαι αὐτῷ τὸν ἀδελφὸν συνήχθη πρὸς αὐτὸν ἡ γερουσία καὶ οἱ ἀρχηγοὶ τοῦ λαοῦ κατ’ ἐκεῖνο καιροῦ. καὶ μετὰ ταῦτα κρατυνομένου τοῦ ἔργου καὶ τῆς ἀκολουθίας συναγομένης διεπέρασε τὴν θάλασσαν. καὶ οὔπω ἦσαν κατὰ τὸν νόμον, ἕως ὅτε 〈ὁ〉 κύριος
5αὐτὸν καλεῖ εἰς τὸ ὄρος. δίδωσι δὲ αὐτῷ τὰς πτύχας καὶ ὑποδείκνυσιν αὐτῷ σκηνὴν κατασκευάσαι, ἀρχηγούς τε προστήσασθαι, δεκάρχους, πεντηκοντάρχους, ἑκατοντάρχους, χιλιάρχους. καὶ ὁρᾷς πῶς τὰ πράγ‐ ματα πλατύνεται; «ὅρα, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχ‐ θέντα σοι ἐν τῷ ὄρει Σινᾶ». καὶ ὁρᾷς πῶς προσετέθη τῇ νομοθεσίᾳ
10ἑπτάμυξος λυχνία, ποδήρη, ἱερατικὰ ἐνδύματα, κώδωνές τε καὶ μανδύαι, ἐπωμίδες τε καὶ κιδάρεις, μίτραι τε καὶ λίθων διαφόρων συνθέσεις, κύαθοι, θυΐσκαι, λουτῆρες, θυσιαστήρια, τρυβλία, μασμαρώθ, ἅτινά ἐστι διϋλιστήρια, μιδικώθ, ἅτινα καλοῦνται κύαθοι, μαχωνώθ, αἵτινες εἰσὶ βάσεις, καὶ ὅσαπερ ὁ νόμος διαλέγεται, Χερυβὶμ καὶ τὰ ἄλλα, κιβωτὸς
15διαθήκης, ἀναφορεῖς τε καὶ δακτύλιοι, σκηνή τε καὶ δέρρεις καὶ δέρματα ἠρυθροδανωμένα, ἀγκύλαι τε καὶ τὰ ἄλλα, πυλωροὶ καὶ σάλπιγγες ἐλα‐ ταὶ καὶ καμπύλαι, καὶ χρυσαῖ καὶ ἀργυραῖ, χαλκαῖ 〈καὶ〉 κερατίναι, καὶ τὰ ἄλλα ὅσαπερ ὁ νόμος ἔφη, θυσίαι διάφοροι, διδασκαλίαι. ἐπειδὴ ἀπ’ ἀρχῆς ταῦτα οὐκ ἦν, ἆρα μετὰ τὸ γενέσθαι τὴν τάξιν οὐκ εἴληφε
20〈στάσιν〉 τὰ πράγματα; οὕτω καὶ τὰ παρὰ τῷ ἀποστόλῳ γεγραμμένα, ἕως ὅτε ἐπλατύνθη ἡ ἐκκλησία, ἕως ὅτε εἰς τὸ ἴδιον μέτρον ἐλήλακεν, ἕως ὅτε τὸν κόσμον τῆς συνέσεως 〈ἐπλήρωσε, ἥτισ〉 δικαιότατα ἐκ πα‐ τρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ᾠκονόμηται. καὶ ἔπεσεν ὁ τοῦ Ἀερίου λόγος.
25 Καὶ ὅτι μὲν οὐ δύναται ταυτὸν εἶναι διδάσκει ὁ θεῖος λόγος 〈διὰ〉 τοῦ ἁγίου ἀποστόλου 〈σημαίνων〉, τίς μέν ἐστιν ἐπίσκοπος, τίς δέ ἐστι πρεσβύτερος, ὡς λέγει Τιμοθέῳ ἐπισκόπῳ ὄντι, «πρεσβυτέρῳ μὴ ἐπι‐ πλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα». τί εἶχε πρᾶγμα ἐπίσκοπον πρεσβυτέρῳ μὴ ἐπιπλήττειν, εἰ μὴ ἦν ὑπὲρ τὸν πρεσβύτερον ἔχων
30τὴν ἐξουσίαν; ὡς καὶ πάλιν λέγει «κατὰ πρεσβυτέρου μὴ ταχέως κατηγορίαν δέχου, εἰ μή τι ἐπὶ δύο καὶ τριῶν μαρτύρων»· καὶ οὐκ εἶπε τινὶ τῶν πρεσβυτέρων· μὴ δέξῃ κατηγορίαν κατὰ ἐπισκόπου, οὐδὲ ἔγραψε τῶν πρεσβυτέρων τινὶ μὴ ἐπιπλήττειν ἐπισκόπῳ. καὶ ὁρᾷς ὅτι παντὸς
τοῦ ἐκ τοῦ διαβόλου παρασαλευομένου ἡ πτῶσις οὐ μικρά τίς ἐστιν.337 in vol. 3
Haer
.

3

.

338

6. Ἴδωμεν δὲ καὶ τὰ ἄλλα αὐτοῦ καὶ διασκοπήσωμεν. καὶ περὶ τοῦ Πάσχα πρῶτον εἴπωμεν, ὥς φησι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός»· ἴδωμεν αὐτὸν τὸν εἰπόντα, εἰ οὐκ ἐπετέλει. καί φησιν «ἔσπευδεν ὅπως ποιήσῃ τὴν Πεντηκοστὴν εἰς Ἱερουσαλήμ». ποίαν δὲ τὴν Πεντηκοστὴν
5ἐπετέλει Παῦλος, εἰ μὴ Πάσχα ἐπετέλεσε; τίνι δὲ οὐ συμπεφώνηται ἐν πᾶσι κλίμασι τῆς οἰκουμένης ὅτι τετρὰς καὶ προσάββατον νηστεία ἐστὶν ἐν τῇ ἐκκλησίᾳ ὡρισμένη; εἰ δὲ καὶ χρὴ τὸ τῆς διατάξεως τῶν ἀποστόλων λέγειν, πῶς ἐκεῖ ὡρίζοντο τετράδα καὶ προσάββατον νηστείαν διὰ παντὸς χωρὶς Πεντηκοστῆς, καὶ περὶ τῶν ἓξ ἡμερῶν τοῦ Πάσχα
10πῶς παραγγέλλουσι μηδενὸς ὅλως 〈μετα〉λαμβάνειν ἢ ἄρτου καὶ ἁλὸς καὶ ὕδατος, ποίαν τε ἡμέραν ἄγειν πῶς τε ἀπολύειν εἰς ἐπιφώσκουσαν κυριακήν, φανερόν ἐστι. τίς δὲ μᾶλλον ἐπίσταται τούτων; ὁ ἠπατημένος ἄνθρωπος, ὁ νῦν ἐνδημήσας καὶ ἕως νῦν ἐν τῷ βίῳ περιών, ἢ οἱ πρὸ ἡμῶν μάρτυρες γεγονότες, ἔχοντες πρὸ ἡμῶν τὴν παράδοσιν ἐπὶ τῆς
15ἐκκλησίας καὶ οὕτως παρειληφότες παρὰ τῶν αὐτῶν πατέρων, τῶν τε αὐτῶν πατέρων πάλιν μεμαθηκότων παρὰ τῶν πρὸ αὐτῶν γεγονότων, ὡς ἡ ἐκκλησία παραλαβοῦσα παρὰ τῶν αὐτῆς πατέρων ἄχρι καὶ τῆς δεῦρο κατέχει τὴν ἀληθινὴν πίστιν καὶ τὰς παραδόσεις; καὶ διαπιπτέτω πάλιν ἡ τούτου ἔννοια ἡ περὶ τοῦ Πάσχα. εἶτα δὲ εἰ μὴ περὶ τῆς αὐτῆς
20ὑποθέσεως τετράδων καὶ προσαββάτων οἱ αὐτοὶ ἀπόστολοι ἐν τῇ δια‐ τάξει ἔλεγον, καὶ ἄλλως ἐκ πανταχόθεν εἴχομεν ἀποδεῖξαι· ὅμως περὶ τούτου ἀκριβῶς γράφουσι, παρείληφε δὲ ἡ ἐκκλησία καὶ ἐν ὅλῳ τῷ κόσμῳ συμπεφώνηται, πρὶν [γὰρ] τοῦ εἶναι Ἀέριον καὶ τοὺς ἀπ’ αὐτοῦ Ἀεριανούς. τάχα γὰρ καὶ κατὰ τοῦτο δικαιότατον ὄνομα εἴληφεν· ἀέριον
25γὰρ πνεῦμα ἔσχεν ἐξ ἀκαθαρσίας ἀπὸ τῶν ἀερίων «πνευμάτων τῆς πο‐ νηρίας», τὸ ἐν αὐτῷ οἰκῆσαν κατὰ τῆς ἐκκλησίας. 7. Ἔπειτα δὲ περὶ τοῦ ὀνόματα λέγειν τῶν τελευτησάντων, τί ἂν εἴη τούτου προυργιαίτερον; τί τούτου καιριώτερον καὶ θαυμασιώτερον; πιστεύειν μὲν τοὺς παρόντας ὅτι οἱ ἀπελθόντες ζῶσι καὶ ἐν ἀνυπαρξίᾳ
30οὐκ εἰσίν, ἀλλὰ εἰσὶ καὶ ζῶσι παρὰ τῷ δεσπότῃ; καὶ ὅπως ἂν τὸ σεμνότατον
κήρυγμα διηγήσοιτο, ὡς ἐλπίς ἐστιν ὑπὲρ ἀδελφῶν εὐχομένοις, ὡς ἐν338 in vol. 3
Haer
.

3

.

339

ἀποδημίᾳ τυγχανόντων; ὠφελεῖ δὲ καὶ ἡ ὑπὲρ αὐτῶν γινομένη εὐχή, εἰ καὶ τὰ ὅλα τῶν αἰτιαμάτων μὴ ἀποκόπτοι, ἀλλ’ οὖν γε διὰ τὸ πολλάκις ἐν κόσμῳ ἡμᾶς ὄντας σφάλλεσθαι ἀκουσίως τε καὶ ἑκουσίως, ἵνα τὸ ἐντελέστερον σημανθῇ. καὶ γὰρ 〈ὑπὲρ〉 δικαίων ποιούμεθα τὴν μνήμην
5καὶ ὑπὲρ ἁμαρτωλῶν· ὑπὲρ μὲν ἁμαρτωλῶν ὑπὲρ ἐλέους θεοῦ δεόμενοι, ὑπὲρ δὲ δικαίων καὶ πατέρων καὶ πατριαρχῶν, προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ μαρτύρων καὶ ὁμολογητῶν, ἐπισκόπων τε καὶ ἀναχωρητῶν καὶ παντὸς τοῦ τάγματος, ἵνα τὸν κύριον Ἰησοῦν Χριστὸν ἀφορί‐ σωμεν ἀπὸ τῆς τῶν ἀνθρώπων τάξεως διὰ τῆς πρὸς αὐτὸν τιμῆς καὶ
10σέβας αὐτῷ ἀποδῶμεν, ἐν ἐννοίᾳ ὄντες ὅτι οὐκ ἔστιν ἐξισούμενος ὁ κύριός τινι τῶν ἀνθρώπων, κἄν τε μυρία καὶ ἐπέκεινα ἐν δικαιοσύνῃ 〈πράξασ〉 ὑπάρχῃ ἕκαστος ἀνθρώπων. πῶς γὰρ οἷόν τε εἴη τοῦτο; ὁ μὲν γάρ ἐστι θεός, ὁ δὲ ἄνθρωπος, καὶ ὁ μὲν ἐν οὐρανῷ, ὁ δὲ ἐπὶ τῆς γῆς, διὰ τὰ ἐπὶ γῆς λείψανα, πάρεξ τῶν ἀναστάντων καὶ συνεισελθόντων ἐν τῷ νυμφῶνι,
15ὥς φησι τὸ ἅγιον εὐαγγέλιον «πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν». ἁγίαν δὲ πόλιν λέγει ποίαν ταύτην; πληροῦται γὰρ κατ’ ἀμφοῖν ὁ λόγος εἰς τὴν ἐνταῦθα καὶ εἰς τὴν ἄνω. ὅτι μὲν γὰρ εἰς τὴν ἐνταῦθα Ἱερουσαλὴμ συνεισῆλθον αὐτῷ πρῶτον, τοῦτο δῆλον. πρὶν ἢ δὲ τοῦ ἀναβῆναι τὸν σωτῆρα εἰς τὸν οὐρανόν,
20οὐδεὶς ἀναβέβηκεν ἕως ὅτε αὐτῷ συνανῆλθον. «οὐδεὶς γὰρ ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου». ἀλλὰ περὶ τούτων ἐν τῷ τόπῳ γενόμενοι τὰς δύο λέξεις ὑπεδείξαμεν. εἰ δέ τις ἐρεῖ ὅτι ἆρα εἰς τὴν Ἱερουσαλὴμ εἰσῆλθον· μαθέτω ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ «τῶν θυρῶν κεκλεισμένων παρέστη ὁ Ἰησοῦς ἔνθα ἦσαν
25οἱ μαθηταὶ συνηγμένοι, καί φησιν αὐτοῖς· εἰρήνη ὑμῖν».339 in vol. 3
Haer
.

3

.

340

8. Εἶτα δὲ περὶ τούτου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας, ὅτι ἀναγ‐ καίως ἡ ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων. τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν ἢ νόμον πατρός; ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα 〈σημαίνει〉 «ἄκουε, υἱέ, λόγους πατρός σου,
5καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου», δείξας ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ πατήρ, τουτέστιν ὁ θεός, ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ ἐκκλησία εἶχε θεσμοὺς ἐν αὐτῇ κειμένους ἀλύτους, μὴ δυναμένους καταλυθῆναι. τεταγμένων τοίνυν τῶν ἐν τῇ ἐκκλησίᾳ θεσμῶν καὶ καλῶς ἐχόντων καὶ τῶν πάντων θαυμασίων γινομένων
10ἐλήλεγκται πάλιν καὶ οὗτος ὁ πλάνος. καὶ τοῦτον δὲ παρελθόντες ὥσπερ κάνθαρον ἢ κανθαρίδα ἢ τὸ καλούμενον βούπρηστις κνώδαλον κατα‐ θλάσαντές 〈τε〉 τῷ ἐκκλησιαστικῷ ἑδραιώματι καὶ τῇ τοῦ θεοῦ δυνάμει ἐπὶ τὰς ἑξῆς πάλιν ἴωμεν, τὸν θεὸν βοηθὸν ἐπικαλούμενοι.
13
— — — Κατὰ Ἀνομοίων νϛ, τῆς δὲ ἀκολουθίας οϛ.
15 1. Ἀνόμοιοι πάλιν τινές εἰσι καλούμενοι. οὗτοι δὲ πρόσφατοι. ἔσχον δὲ ἀρχηγὸν Ἀέτιόν τινα διάκονον, προαχθέντα διὰ τὴν αὐτοῦ φλυαρίαν ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως, 〈τοῦ〉 τῶν Ἀρειανῶν ἅμα καὶ Μελιτιανῶν γεγονότος ἐπισκόπου καὶ ἐν χρόνοις Ἰουλιανοῦ, ὡς ἄνω μοι προδεδή‐ λωται, τὴν πόλιν πομπεύσαντος ἐπὶ καμήλου, καὶ πρῶτον μὲν πολλὰ
20ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος καὶ πεπονθότος, πομπεύσαντός τε,340 in vol. 3
Haer
.

3

.

341

ὡς ἔφην, καὶ ξύλοις παισθέντος, ἔπειτα δὲ συρέντος ὅλην σχεδὸν τὴν πόλιν καὶ οὕτως ἀποθανόντος καὶ μετὰ θάνατον καέντος καὶ μετὰ πολλῶν ὀστέων κτηνῶν καὶ ζῴων εἰς τέφραν συναχθέντος, καὶ μετέπειτα τοῖς ἀνέμοις ὑπ’ αὐτῶν λικμηθέντος, καὶ οὕτως τὸ πέρας ἐσχηκότος. λέξειε
5δ’ ἄν τις περὶ τοῦ οὕτως τετελευτηκότος, οὐκοῦν ἐμαρτύρησεν ὑπὸ Ἑλλήνων ταῦτα πεπονθώς; καὶ εἰ μὲν ὑπὲρ ἀληθείας αὐτῷ ἦν ὁ ἀγὼν καὶ ὑπὸ Ἑλλήνων διὰ φθόνον καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν τὰ τοιαῦτα αὐτῷ συμβέβηκεν, ὄντως ἐν μάρτυσι καὶ οὐκ ἐν μικροῖς ἐτέτακτο. οὐκ ἦν δὲ τὸ αἴτιον διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἀλλὰ δι’ ἣν ἐν τῇ ἑαυτοῦ
10δῆθεν ἐπισκοπῇ καλουμένῃ πολλὴν βίαν τὴν πόλιν τε καὶ τὸν δῆμον διέθετο, πῆ μὲν ἁρπάζων τοὺς ἀνθρώπους τὰ ἀπὸ τῶν γονέων αὐτῶν κληρονομήματα, *. καὶ ἵνα μὴ διαβάλλωμεν τὸν ἄνδρα· πολλὰ γάρ ἐστι τὰ ὑπ’ ἐκείνου τοῖς Ἀλεξανδρεῦσι γενόμενα, πῶς μὲν τὴν νίτρον ἅπασαν ἐξέλαβε, πῶς δὲ τὰ ἕλη τὰ τῆς παπύρου καὶ τοῦ καλάμου καὶ τὰς λίμνας
15τοῦ ἁλὸς διοικεῖν καὶ εἰς ἑαυτὸν ἀποφέρεσθαι ἐπενόησεν· ὡς πᾶσα αἰσχρότης βίου κέρδους 〈ἕνεκα〉 διὰ πολλῆς μηχανῆς, ἄχρι καὶ λεπτῶν πραγμάτων, παρ’ αὐτῷ οὐκ ἠμέλητο, ὡς καὶ κλίνας ἐπενόησε τοῖς σώμασι τῶν ἐξοδευόντων ποιῆσαι ἐν ἀριθμῷ τινι, καὶ ἄνευ τῶν ὑπ’ αὐτοῦ ἐπιτεταγμένων οὐκ ἐξεκομίζετο σῶμα τῶν τελευτώντων, ἐπὶ πλεῖστον δὲ τῶν ξένων, οὐ
20διὰ φιλοξενίαν, ἀλλά, καθὼς ἔλεγον, διὰ πορισμὸν βιώδη. εἴ τις γὰρ ἔθαπτε δι’ ἑαυτοῦ σῶμα, κίνδυνον ὑφίστατο. οὕτως δὲ ὑφ’ ἑκάστου τῶν ἐκφερομένων κέρδος τι αὐτῷ προσεφέρετο. καὶ σιωπῶ τὰ ἄλλα λέγειν ὅσα ὁ ἀνὴρ ἐν τρυφαῖς καὶ ἄλλοις * ἐκομίζετο καὶ ἐν ἀπηνότητι. διὰ γοῦν ταῦτα πάντα τὴν εἰς αὐτὸν μῆνιν κεκρατηκότες Ἀλεξανδρέων
25παῖδες, Ἕλληνες δὲ μάλιστα, τοῦτο αὐτὸν διέθεντο τὸ τέλος. ἐμοὶ δὲ γέγονε πρόφασις περὶ τούτου λέγειν, ὡς ἐνηχηθέντες τὴν τοῦ Κωνσταντίου τελευτὴν εὐθὺς οὕτως αὐτὸν ἀπώλεσαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς, δι’ οὐδὲν ἕτερον [ἡ περὶ τούτου μοι γεγένηται ὑπόθεσις] ἀλλὰ διὰ τὸν Ἀέτιον τὸν ὑπ’ αὐτοῦ κατασταθέντα διάκονον.
30 2. Οὗτος ὁ Ἀέτιος καὶ κατὰ τὸν κοσμικὸν λόγον ἀπαίδευτος ἦν ἕως τῆς τελείας αὐτοῦ ἡλικίας, ὡς ὁ λόγος. ἐπενόησε δέ, ὑποβὰς καὶ σχολάσας ἐν Ἀλεξανδρείᾳ Ἀριστοτελικῷ φιλοσόφῳ καὶ σοφιστῇ
καὶ τὰ τῆς διαλεκτικῆς δῆθεν ἐκείνων μαθών, οὐδὲν ἕτερον πλὴν σχη‐341 in vol. 3
Haer
.

3

.

342

ματοποιεῖν τὴν περὶ τοῦ θεοῦ λόγου ἀπόδοσιν· σχολαίτερον 〈δὲ〉 ἐπεχείρει, ὀρθρίζων ἅμα καὶ ἐνδελεχῶς ἄχρι ἑσπέρας εἰς τοῦτο καθεζόμενος, φημὶ δὲ εἰς τὸ διὰ γεωμετρίας τινὸς καὶ διὰ σχημάτων περὶ θεοῦ λέγειν τε καὶ ὁρίζειν, διδάσκων τε καὶ τελῶν. οἷα δὲ Ἀρειανὸς βαθύτατος καὶ
5τὴν Ἀρείου ἔχων μανιώδη διδασκαλίαν, περισσοτέρως τις λυμεὼν γέγονε τούτοις κατατριβόμενος καὶ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος τὴν γλῶσσαν αὐτοῦ καθ’ ἑκάστην ἡμέραν ὀξύνας. Οὗτος δὲ κατηγορεῖται ὑπό τινων καὶ τῷ αὐτῷ Κωνσταντίῳ δηλοῦται καὶ ὑφίσταται ἐξορίαν ἐν τοῖς τοῦ Ταύρου μέρεσιν· ἐν ᾧ τόπῳ πάντα
10τὰ τῆς αὐτοῦ κακοδιδασκαλίας ἐπλάτυνε καὶ ἐφώρασεν εἰς μέσον φέρων μετὰ παρρησίας· ἀποτριψάμενος 〈γὰρ〉 τὸ μέτωπον ἐν ἀναισχυντίᾳ περιττοτέρᾳ τὰς ἐξεμέσεις τῆς αὐτοῦ κακοδιδασκαλίας ἀπαραλείπτως ὑπέδειξεν. ἐτόλμησε γὰρ εἰπεῖν ἀνόμοιον τὸν υἱὸν τῷ πατρὶ ὑπάρχειν καὶ οὐ ταυτὸν εἶναι τῇ θεότητι πρὸς τὸν πατέρα. καὶ οὐχ ὅτι ἡμεῖς τῷ
15ὁμοιώματι ἐπερειδόμεθα· ὑπὲρ γὰρ τὴν ὁμοίωσιν οἴδαμεν τὸν υἱὸν πρὸς τὸν πατέρα ὡς ταυτὸν τῇ θεότητι καὶ ἴσον καὶ οὐδ’ ὅλως ἠλλοιωμένον. ἔστι γὰρ πολλὰ ἀφωμοιωμένα τῷ θεῷ, ἀλλ’ οὐ ταυτὸν 〈ἢ〉 ἴσα ὑπάρχοντα τῇ θεότητι, ὡς καὶ ὁ ἄνθρωπος κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν, ἀλλ’ οὐ ταυτὸν τῷ θεῷ πρὸς ἰσότητα. καὶ ὁμοία ἡ βασιλεία τῶν οὐρανῶν
20κόκκῳ σινάπεως (ἀλλ’ οὐ ταυτὸν 〈κόκκοσ〉 τῇ βασιλείᾳ, οὐδ’ ὅλως μετέχων τι τῆς αὐτῆς) καὶ ὁμοία ζύμῃ καὶ ὁμοία δέκα παρθένοις καὶ ἀνδρὶ οἰκοδεσπότῃ ὡς πρὸς ὁμοίωσιν, ἀλλ’ οὐ κατὰ ταυτότητα. τοῦ δὲ υἱοῦ ὁμοίου ὄντος τῷ πατρὶ καὶ ὑπερομοίου, διὰ τὸ ταυτὸν εἶναι πρὸς τὸν πατέρα καὶ ἴσον πατρί, οὐ τὸ ὅμοιον συνιστᾶν ἡμῖν μόνον ἐπιμελές
25[πεφιλοτίμηται], ἀλλὰ 〈τὸ〉 ταυτὸν καὶ ἴσον, ὡς θεὸν ἐκ θεοῦ καὶ υἱὸν ἐκ πατρὸς καὶ οὐκ ἀλλοῖον τῆς οὐσίας 〈αὐτοῦ〉, ἀλλ’ ἐξ αὐτοῦ γεγεν‐ νημένον. οὕτω καὶ περὶ τοῦ ἁγίου πνεύματος. τούτῳ δὲ τῷ γεννάδᾳ Ἀετίῳ οὐδὲ τοῦ ὅμοιον πρὸς πατέρα τὸν υἱὸν ἀξιοῦν ἔδοξεν. οὐ τῷ
ὁμοίῳ δὲ αὐτοὶ ἐπερειδόμενοι μόνον τὴν σύστασιν τῆς πίστεως καὶ τὸ342 in vol. 3
Haer
.

3

.

343

γεραίρειν τὴν τριάδα ἀληθῶς ἐνιστάμενοι ὁμολογοῦμεν. καὶ γὰρ καὶ ἄργυρος κασσιτέρῳ ὁμοιοῦται καὶ χρυσὸς χαλκῷ καὶ μόλιβδος σιδήρῳ καὶ λίθοι τίμιοι ἐξομοιοῦνται ὑέλῳ, καὶ οὐ τὸ ὅμοιον τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἀπείκασμα.
5 3. Ἐνταῦθα δὲ ἡμεῖς καὶ περὶ τῆς γραφῆς, ὁμολογούσης τὸν υἱὸν «εἰκόνα θεοῦ τοῦ ἀοράτου» ὑπάρχειν, τὴν δύναμιν τῆς θείας γραφῆς ἐκ θείας δωρεᾶς ἠκριβωκότες τῆς φησάσης Φαρισαίοις «οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν τοῦ θεοῦ», ἐπιστάμεθα [οὖν] διττὴν οὖσαν ταύτην τὴν σχέσιν, τὴν ἀπόχρησιν δὲ ὡς ἀπὸ ἀνθρώπου λαμβάνοντες πρὸς πα‐
10ράστασιν φράσεως δηλοῦμεν. καὶ γὰρ καὶ ἀνθρώπου εἰκὼν λέγεται, καὶ 〈ἔστιν ὁμοία καὶ〉 οὐχ ὁμοία. ἡ μὲν γάρ ἐστι διὰ χρωμάτων ἀπεικαζο‐ μένη, ἡ δὲ διὰ τῆς γεννητικῆς ὁμοουσιότητος, ὡς τοῦ γεννωμένου υἱοῦ πρὸς τὸν πατέρα χαρακτηρίζοντος τὸ γένος, ἀπεικονίσματος δὲ λοιπὸν εὑρισκομένου 〈διὰ τῆσ〉 ταυτότητός τε καὶ ὁμοουσιότητος καὶ ἐκτυπώ‐
15ματος. καὶ ἔστιν ἡμῖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ταυτὸν μὲν τῇ τοῦ πατρὸς θεότητι καὶ ἀξίᾳ καὶ ἴσος διὰ τῆς ἀληθινῆς εἰκόνος καὶ ὁμοιώσεως οὐ παρηλλαγμένης, ἀλλ’ ἀπαραλλάκτου, ὡς υἱὸς ἐκ πατρὸς ἀληθινῶς καὶ ὁμοουσίως γεγεννημένος· οὕτω καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος διὰ τὸ ἐκ πατρὸς ἐξελθεῖν, εἰ καὶ οὐ γεγέννηται, διὰ τὸ τοῦ υἱοῦ μονογενές.
20οὗτος δὲ ὁ Ἀέτιος περισσοτέρως βουληθεὶς ἀντιστῆναι τῇ τῆς ἀληθείας ὁμολογίᾳ οὐδὲ τὸ ὅμοιον υἱοῦ πρὸς πατέρα πειρᾶται ὁμολογεῖν. οἱ μὲν γὰρ ἄλλοι τῶν Ἀρειανῶν τῶν ἀπὸ Λουκιανοῦ τε καὶ Ὠριγένους λαβόντων τὴν πρόφασιν, γεγονότες ἅμα Ἀστερίῳ τινὶ ἀπὸ σοφιστῶν ὄντι, ἐκπεσόντι δὲ ἐν τῷ διωγμῷ τῷ ἐπὶ Μαξιμιανοῦ γεγόνοτι, *. τινὲς μὲν γὰρ αὐτὸν
25〈κτίσμα ἔλεγον〉, ὡς ἐν ταῖς ἄνω μοι αἱρέσεσι δεδήλωται, ὅτι κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἕκαστος τῶν προειρημένων ὡρίσατο καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος ἐδίδαξαν, τινὲς δὲ ἔλεγον ὅμοιον εἶναι τὸν υἱὸν τῷ πατρί, εἰ καὶ κτίσμα αὐτὸν ὡρίσαντο. οὗτος δὲ τὸ πᾶν τῆς ἐκείνων μὲν εἰρωνείας, ἰδίας δὲ ἀσεβείας ἀπεκάλυψε, τηλαυγῶς τὸ τοῦ δόγματος
30πρὸς τὸν κύριον ἀπηνές τε καὶ ἀναίσχυντον 〈δηλῶν〉. καὶ ὡς μὲν ἔχει ἡ ἀλήθεια, δικαιότατα πρὸς τοὺς τὸ κτίσμα παρεισφέροντας ἀποτείνεται
ἡ τούτου τοῦ Ἀετίου τοῦ καὶ Ἀνομοίου λεγομένου τοῦ λόγου ἀκριβολογία.343 in vol. 3
Haer
.

3

.

344

πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο, καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώ‐ μασι διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο, εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἐστὶ τὸ ἐκτυπούμενον. καὶ
5ὡς μὲν πρὸς Ἀρειανοὺς τοὺς κτιστὸν νομίζοντας τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον πνεῦμα ἴσχυσεν ἂν ὁ τούτου λόγος, οὕτως καὶ ὕστερον ὑπ’ αὐτῶν τῶν Ἀρειανῶν, φημὶ δὲ τῶν περὶ Εὐδόξιον καὶ Μηνόφιλον καὶ ἄλλους, [καὶ] ἀποσύνακτος γενόμενος διήλεγχεν ἐπὶ τοῦ βασιλέως τότε, ὅτι «ὁποίως αὐτοὶ ἔχουσιν, ἐγὼ ἔχω, ὡς καὶ αὐτοὶ πάντες· ἀλλ’ ὃ ἐν ἐμοὶ
10ἀληθές, αὐτοὶ κρυπτάζουσι, καὶ ὃ ἐγὼ τηλαυγῶς ὑποφαίνω 〈καὶ〉 ὁμολογῶ, οὗτοι πάντες τὰ αὐτὰ λέγουσι, κρυπτάζονται δέ», τοῦ τότε βασιλέως οὐκ ἐναντίως ἔχοντος πρὸς τὴν Ἀρειανὴν δραματουργίαν, ἀλλὰ δῆθεν εὐσεβεῖν νομίζοντος. τὸ μὲν γὰρ κτίσμα ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ παραιτού‐ μενος ἠγανάκτει καὶ εἰς ὑπερορισμὸν 〈αὐτὸν〉 κατέταξεν, ὡς ἄνω προ‐
15δεδήλωται. 4. Ἐντεῦθεν ἀρχὴ τῆς αἱρέσεως γεγένηται καὶ ἀπὸ τῆς μιᾶς ὑπο‐ θέσεως εἰς πολλὴν κακῶν φορὰν ἀρθεὶς ὁ ἀνὴρ τὴν διάνοιαν, δεινῶς κατέ‐ τρωσεν ἑαυτοῦ τὴν ψυχὴν καὶ αὐτῶν τῶν αὐτῷ πεισθέντων. ἐφαντασιάσθη γὰρ οὗτος ὕστερον εἰπεῖν, αὐτός τε καὶ οἱ ὑπ’ αὐτοῦ μεμαθητευμένοι, ὅτι
20«οὕτως, φησί, τὸν θεὸν ἐπίσταμαι τηλαυγέστατα καὶ τοσοῦτον αὐτὸν ἐπίσταμαι καὶ οἶδα, ὥστε μὴ εἰδέναι ἐμαυτὸν μᾶλλον ὡς θεὸν ἐπίσταμαι». ἄλλα δὲ ὅσα περὶ τούτου ἀκηκόαμεν, καθὼς δεινῶς ὁ διάβολος δι’ αὐτοῦ ἐμηχανήσατο ψυχὰς ἀνθρώπων δελεασθέντων ἀπολέσαι. καὶ γὰρ οὐκ ἄγεται αὐτοῖς περὶ βίου σεμνότητος, οὐ περὶ νηστειῶν, οὐ περὶ ἐνταλμά‐
25των θεοῦ, οὐ περί τινος ἑτέρου τῶν εἰς ζωὴν ἀνθρώποις ἐκ θεοῦ προστε‐ ταγμένων, ἢ μόνον πρόχειρος αὐτοῖς ὁ λόγος δι’ ἑνὸς ῥήματος τὸ πᾶν 〈κατασχεῖν〉· ὡς εἴ τις ἀπὸ νηὸς ῥίψας καὶ τὴν πᾶσαν ἐκβολὴν τοῦ παντὸς φόρτου ποιήσας, κατάσχῃ δὲ ἕν τι τῶν ἐν τῷ πλοίῳ ἐμβεβλημένων, κεράμου
δέ φημι ἤ τινος ἑτέρου, ὡς δύνασθαι δι’ ἑνὸς σκεύους τὸν πάντα πόντον344 in vol. 3
Haer
.

3

.

345

διανήξασθαι καὶ σωτηρίαν ἑαυτῷ προσπορίσασθαι, σφαλέντος δὲ τοῦ τοιούτου καὶ οὐχ ὡς ὑπελάμβανε περὶ τοῦ μετὰ χεῖρα σκεύους τὸ πέρας εὑρόντος, ὕστερον ὑποβρυχίου γεγονότος, 〈ὡσ〉 ἐκπεσεῖν τῆς πάσης πραγματείας τε καὶ σωτηρίας· οὕτω καὶ οὗτος ὁ Ἀέτιος καὶ οἱ ἐξ αὐτοῦ
5Ἀνόμοιοι εἰς μέσον φέροντες τὸ ῥητὸν τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ εἰρημένον τὴν μὲν λέξιν ὑφηγοῦνται, τὴν δὲ αὐτῆς δύναμιν οὐκ ὀρθῶς κατέχοντες σφάλλεται καὶ σφάλλονται. ὅταν γὰρ αὐτοῖς περιτύχοι τις καὶ περὶ ἐντολῶν ὑπομνήσειε, τοῦτο φάσκουσιν ὡς ἔφη τὸ ῥητὸν ὅτι οὐδὲν ἕτερόν ἐστιν ὃ ζητεῖ θεὸς παρ’ ἡμῶν, ἀλλ’ ἵνα γινώσκωμεν αὐτὸν
10μόνον, ὡς καὶ ὁ Χριστὸς ἔφη, φησίν, ἐν τῷ λέγειν αὐτόν «δὸς αὐτοῖς, πά‐ τερ, ἔχειν ἐν ἑαυτοῖς ζωήν. αὕτη δέ ἐστιν ἡ ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». ἀκηκόαμεν γὰρ καί τινων λεγόντων ὡς παρ’ αὐτοῦ ἐναργῶς ἀκηκόασιν, ὥς τινες κατηγοροῦντο ἐπὶ ἀτοπήματι γυναικὸς ἁλόντες καὶ κατεγινώσκοντο ὑπ’
15αὐτῶν. ὁ δὲ οὐδὲ περὶ τούτου χαλεπῶς ἔφερεν, ἀλλὰ καὶ μάτην ἐχλεύαζε, φάσκων μηδὲν εἶναι τὸ τοιοῦτον· σωματικὴ γάρ ἐστιν ἡ χρεία καὶ ἡ ὑπηρεσία. ὥσπερ γάρ, φησί, περὶ τὸ οὖς κνηθόμεθα (καὶ αὐτὸς μὲν αἰδοῦμαι λέγειν ὅσαπερ ἐκεῖνος 〈ὁ〉 ἀκάθαρτος διηγήσατο), λαβόντες δέ, φησί, πτερὸν ἢ κάρφος τὸ οὖς κνηθόμεθα καὶ οὕτω παυόμεθα τῆς περὶ τὴν ἀκοὴν κνησμονῆς,
20οὕτω καὶ τοῦτο, φησί, συμβαίνει κατὰ φύσιν καὶ εἴ τις ἐπιτελέσειεν, οὐχ ἁμαρτάνει. 5. Καὶ ὅσα τοιαῦτα ὁ ἀνὴρ διηγούμενος ὑδαρῶς τὰ πάντα καὶ κακῶς ἐδίδασκεν, ἵνα ἐξ αὐτῶν τῶν ἔργων ὀφθῇ, τί μὲν οὗτός ἐστιν, οἱ δὲ τοῦ κυρίου λόγοι σαφῶς ἡμῖν καταυγάσωσιν, ὡς ἔλεγε «προσέχετε ἀπὸ τῶν
25ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα;» οὕτω καὶ ἡ τούτου κατὰ πάντα τῆς ἀνοησίας τόλμα ἐντεῦθεν καὶ ἐκεῖθεν διελέγχεται. ὡς μὲν κατὰ τοῦ δεσπότου αὐτοῦ ἀνέτεινε τὸ στόμα ἀθυρο‐
30γλωττῶν, εἰς τὸν ἑαυτοῦ κύριον βλασφημεῖν μὴ αἰσχυνόμενος, ἵνα καὶ ἐκ τῶν καρπῶν τῆς αὐτοῦ ἀκολασίας καὶ ὑδαρότητος οἱ συνετοὶ δοκιμά‐ σαντες μὴ δρέψωνται τῶν αὐτοῦ καρπῶν. οὐ γὰρ δύναται ἐξ ἀκανθῶν σταφυλὴ τρυγᾶσθαι, ἵνα καὶ ἀπὸ τῆς κακοδιδασκαλίας ἡ σεμνότης ὀφθείη. ἀλλὰ ταῦτα μὲν περὶ τὸν ἄνδρα γεγονότα ἀκηκόαμεν καὶ συμβεβηκότα·
35τὰ δὲ τῶν λόγων αὐτοῦ ἀκόλουθα εἰς μανίαν ἄρσεως κατὰ τοῦ κυρίου345 in vol. 3
Haer
.

3

.

346

τολμηθέντα, ὡς ἔφην, πολλὰ μέν ἐστιν, ὀλίγα δὲ ἀπὸ τῶν πλειόνων παρα‐ θήσομαι, πρὸς αὐτὰ δὲ ἃ ὁ κύριος δίδωσι πρὸς ἀνατροπὴν καὶ αὐτοὶ λέξομεν. καὶ ἔστιν ἡ τούτου τοῦ Ἀνομοίου τῆς πίστεως ἐρεσχελία καὶ 〈οἱ〉 τῶν λόγων ἀπεικασμοὶ οὗτοι, ἐκ γραφῶν μὲν λεγόμενοι, οὐχ οὕτως
5δὲ κατὰ τὸν νοῦν ἔχοντες, ἀλλὰ ἄλλως τὴν δύναμιν ἔχοντες, ἀπ’ αὐτοῦ δὲ οὕτως λαμβανόμενοι· 6. Φάσκει δὲ εὐθὺς ἐν ἀρχῇ ὅτι «οὐ δύναται τὸ ἀγέννητον ὅμοιον εἶναι τῷ γεννητῷ. καὶ γὰρ κατὰ τὸ ὄνομα διαλλάττει· τὸ μὲν γάρ ἐστιν ἀγέννητον, τὸ δὲ γεννητόν». τὸ δὲ πᾶν ἐστιν ἠλίθιον καὶ εἰς
10μανίαν τρέψαν τὸν ἄνδρα. εἰ γὰρ ζητήσομεν τῷ ἀγεννήτῳ γεννήτορα, ἵνα μὴ τὴν περὶ Χριστοῦ δόξαν ἀληθῆ ἀπολέσωμεν, εὑρεθήσεται οὐκέτι εἷς ὁ πατήρ, οὐδὲ 〈εἷσ〉 πατὴρ πατρός, ἀλλὰ ἄπειροι οἱ πατέρες πατέρων ζητούμενοι, καὶ οὐκέτι εἷς θεός ἐστιν, ὁ ὢν ἀεὶ καὶ πρὸ αὐτοῦ μηδὲν ἐσχηκὼς καὶ ἀεὶ διατελῶν καὶ μένων, ἐξ οὗ ὁ μονογενὴς ἀληθινὸς υἱὸς
15γεγέννηται καὶ ἔστι, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ, ἀλλ’ ἔσονται οἱ ζητούμενοι πολλοὶ θεοὶ καὶ λοιπὸν τὰ πάντα ἀπάτη ἔσται καὶ οὐκ ἀλήθεια. δεῖ δὲ καὶ ὡς ἔστιν ἕνα εἰδέναι θεὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον «ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον». καὶ αὕτη ἐστὶν ἡ μία θεότης, εἷς θεός, εἷς κύριος,
20πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις ὢν ὁ υἱὸς τῷ πατρί, οὐδὲ τὸ ἅγιον πνεῦμα, ἀλλ’ ὁ πατὴρ πατὴρ καὶ ὁ υἱὸς υἱὸς καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τρία τέλεια, μία θεότης, εἷς θεός, εἷς κύριος, ὡς καὶ πολλά‐ κις ἐν πάσαις αἱρέσεσιν οὕτω τὴν περὶ θεοῦ ἀπεδώκαμεν δοξολογίαν. οὐκοῦν ἐπειδὴ εἷς ἐστι θεὸς καὶ οὐκ ἔνι ὑπολαβεῖν ἕτερον παρὰ τὸν ὄντα, θαυμα‐
25στῶς καὶ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἄκτιστος, καὶ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ 〈ὁ〉 ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἀνόμοιος αὐτῷ κατὰ πάντα τρόπον τυγχάνει, ἀλλὰ ταυτὸν τῷ πατρὶ καὶ ἴσος κατὰ πᾶσαν ἀξίαν, κἄν τε ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστιν. εἰ μὲν γὰρ ὅλως γεγέννηκεν ἐξ αὐτοῦ τὸν υἱόν, ἀδύνατον μὴ εἶναι ἴσον τῷ πατρὶ καὶ ὅμοιον· πᾶν γὰρ τὸ
30γεννῶν ὅμοιον ἑαυτῷ γεννᾷ, καὶ οὐ μόνον ὅμοιον, ἀλλ’ ἴσον τῇ ταυτότητι. ἄνθρωπος μὲν γὰρ ἄνθρωπον γεννᾷ καὶ θεὸς θεόν, καὶ ὁ μὲν ἄνθρωπος ἐκ σωμάτων συμπλοκῆς, ὁ δὲ θεὸς ἀνεκδιηγήτως μόνος μονογενῆ γεγέννηκε, καὶ οὐ κατά τινα ῥύσιν οὐδὲ συστολὴν οὐδὲ πλατυσμόν, ἀλλὰ πνεῦμα
ὢν ὁ πατὴρ ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως τὸν υἱὸν ἐγέννησεν, ὅμοιον346 in vol. 3
Haer
.

3

.

347

αὐτῷ κατὰ πάντα καὶ ἴσον, ὡς λέγει τὸ ἅγιον εὐαγγέλιον ὅτι «ἐζήτουν αὐτὸν ἀποκτεῖναι οἱ Ἰουδαῖοι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ». πῶς γὰρ οὐχ ὅμοιος τῷ πατρὶ καὶ ἴσος κατὰ πάντα ὁ ἐν αὑτῷ ἔχων τὸ ζῆν καὶ λέγων
5«ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκρούς, οὕτω καὶ ὁ υἱὸς ἐγείρει τοὺς νε‐ κρούς», καὶ λέγων «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». οὐ δύναται διηλ‐ λαγμένος εἶναι ὁ δι’ ἑαυτοῦ τὸν πατέρα σημαίνων καὶ [ὁ] λέγων ὅτι «ὁ γινώσκων ἐμὲ γινώσκει τὸν πατέρα» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», ὡς αὐτοῦ οὐκ ἄλλου ὄντος παρὰ τὸν πατέρα· ὡς καὶ ὁ πατὴρ
10† καὶ ὁ υἱὸς σημαίνει «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». εἰ μὲν γὰρ οὐκ ἦν ὁ υἱὸς ὅμοιος τῷ πατρί, πῶς λοιπὸν ὁ ἄν‐ θρωπος κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἐγένετο; οὐ γὰρ εἶπεν ὁ πατήρ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἐμήν» ἢ «κατ’ εἰκόνα σήν», ἀλλὰ κατ’ εἰκόνα ἡμετέραν. ἀπὸ δὲ τοῦ «κατὰ ἡμετέραν» λέγειν τὸ ἴσον τοῦ πατρὸς
15ἐν τῷ υἱῷ ἀπέδειξε καὶ τὸ ὅμοιον οὐ μόνον, ἀλλὰ καὶ ταυτὸν ἐν ἅπασι καὶ μὴ παρηλλαγμένον. 7. Πῶς δὲ δύναται μὴ εἶναι ἴσος καὶ μὴ ὅμοιος, ὡς καὶ ἤδη εἶπον, ὁ λέγων ὅτι «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; οὐ μόνον γὰρ αὐτὸς ἐν τῷ εὐαγγελίῳ λέγει τοῦτο, ἀλλὰ καὶ πνεύματι ἁγίῳ προφητεύων Ἠσαΐας
20ἔγνω τὸν υἱὸν ἐν τῷ πατρὶ καὶ μὴ ἀλλότριον τοῦ πατρὸς μηδὲ παρηλλαγ‐ μένον, ὡς ἔχει τὸ ῥητόν, ὃ ταύτην ἔχει τὴν ἀκολουθίαν, ἀπὸ μὲν τοῦ Ἑβραϊ‐ κοῦ οὕτως «φθόου σααρείμ, οὐϊαβω γωι σαδίκ, σωμὴρ ἐμμουνείμ, ἰεσρο σαμώχ, θεσὰρ σαλὼμ σαλώμ, χι βὰκ βατόου, βετοὺ βααδωναῒ ἀδὰ ὤθ, χι βαϊὰ ἀδωναῒ σωρ ωλεμείμ»· ἀπὸ δὲ τῆς ἑρμηνείας Ἀκύλα οὕτως «ἀνοίξατε πύλας,
25εἰσελθέτω ἔθνος δίκαιον, φυλάττον πίστιν, πλάσμα ἐστηριγμένον, φύλαξις εἰρήνης, ὅτι ἐπ’ αὐτῷ πεποίθασι· πεποίθατε ἐπὶ τῷ κυρίῳ ἕως αἰῶνος, ὅτι ἐν τῷ κυρίῳ κύριος ὁ στερεώσας τοὺς αἰῶνας», παρὰ δὲ τοῖς οʹ οὕτως «ἀνοί‐ ξατε πύλας, εἰσελθέτω 〈λαὸς δίκαιοσ〉 φυλάσσων ἀλήθειαν καὶ ἀντι‐
λαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ ἤλπισαν, κύριε,347 in vol. 3
Haer
.

3

.

348

ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὁ μέγας, ὁ αἰώνιος». παρατηρείσθω δὲ ὁ ἀναγινώ‐ σκων ὡς 〈τὸ ὁ θεὸσ〉 ἀντὶ τοῦ κύριος καὶ τὸ ὁ μέγας ἀντὶ τοῦ ἐν κυρίῳ κεῖται παρὰ τοῖς οʹ. καὶ πόσα ἔστι περὶ τούτου λέγειν; δέδια δὲ μή πως εἰς ὄγκον πολὺν ἐλάσω τὴν περὶ τούτων τῶν λόγων πραγματείαν. πάντα
5γὰρ σαφῆ ἐν τῇ θείᾳ γραφῇ τοῖς βουλομένοις εὐσεβεῖ λογισμῷ προσέρ‐ χεσθαι τῷ θείῳ λόγῳ καὶ μὴ διαβολικὴν ἐνέργειαν ἐν ἑαυτοῖς ἐγκισσήσαντας ἑαυτοὺς καταστρέφειν εἰς τὰ βάραθρα τοῦ θανάτου, ὡς οὗτος ὁ ἐλεεινὸς καὶ οἱ αὐτῷ πεισθέντες ἄνθρωποι κατὰ τῆς ἀληθείας ἐστρατεύσαντο ὑπὲρ πάντας τοὺς πρὸ αὐτῶν γεγονότας βλασφήμους εἰς θεὸν καὶ τὴν αὐτοῦ πίστιν.
10καὶ ὅτι μὲν οὐ δύναται ἀνόμοιος εἶναι ὁ υἱὸς τῷ πατρὶ 〈ἀπεδείξαμεν〉, ἀλλ’ οὐδὲ τούτῳ ἐπερειδόμενοι ταῦτα ἔφημεν. ἔστι γὰρ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἴσος, ταυτὸν τῇ θεότητι, ταυτὸν τῇ ἀϊδιότητι καὶ δυνάμει. καὶ οὐ λέγομεν ταυτοούσιον, ἵνα μὴ ἡ λέξις παρά τισι λεγομένη Σαβελλίῳ ἀπεικασθῇ. ταυτὸν δὲ λέγομεν τῇ θεότητι καὶ τῇ οὐσίᾳ καὶ τῇ δυνάμει
15〈καὶ〉 κατὰ πάντα ἴσον τῷ πατρὶ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ὁμοούσιόν τε φαμέν, ὡς ἔχει ἡ ἁγία πίστις, ἵνα ἀπὸ τοῦ ὁμο σαφῶς σημανθῇ τὰ τέλεια, ὅτι ὁ υἱὸς ἐκ πατρὸς τέλειος ἐκ τελείου, τέλειον δὲ καὶ τὸ ἅγιον πνεῦμα. 8. Ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης μαρτυρίας οὗτοι φωραθήσονται. εἰ γὰρ ὅλως ὁμολογεῖται 〈υἱὸσ〉 ὑπ’ αὐτοῦ γεγεννημένος, ὁμολογηθήσεται
20εἶναι ἐπάναγκες ὅμοιος τῷ γεγεννηκότι. δῆλον δὲ ὅτι ἐν λόγῳ μὲν λέγει τὸ γέννημα, κτίσμα δὲ σαφῶς ἔχει τε καὶ πεπίστευκε 〈ὑπάρχειν〉, κατὰ χάριν δὲ καλεῖσθαι αὐτὸν υἱόν, ὡς ἐδοκίμασεν ὁ ὁρι〈ο〉γνώμων τῶν ἐπουρανίων καὶ μεριστὴς τῶν ἀδιαιρέτων καὶ γεωμέτρης τῆς ἡμετέρας εἰς Χριστὸν σωτηρίας. διαπίπτει δὲ ὁ πάντων τούτων λόγος, τῶν κτίσμα αὐτὸν παρεισφερόντων,
25ὡς καὶ ὁ τούτου πεσεῖται. λέξω γὰρ πρὸς αὐτὸν δικαιότατα· λέγε μοι, ὦ οὗτος, τί ἂν λέγοις περὶ τοῦ υἱοῦ τοῦ θεοῦ; κτίσμα αὐτὸν φάσκεις ἢ γέννη‐ μα; εἰ μὲν γὰρ κτίσμα αὐτὸν λέγεις εἶναι, μηκέτι πιθανῶς παράκρυπτε τὴν λύμην, ὀνόματι γέννημα αὐτὸν καλῶν τοῦ πατρός. πᾶν γὰρ τὸ κτιστὸν οὐ γεννητόν, καὶ εἰ γεννητόν, οὐ κτιστόν. ἔασον τοίνυν τὸ μήτε λόγῳ
30λέγειν γεννητόν. οὐ γὰρ πρέπει σοι ὅλως κἂν ἑνὶ λόγῳ φέρειν τῆς ἀλη‐ θείας τὰ ῥήματα ἐπὶ χειλέων, ἀλλὰ λέγε σου τὸ πᾶν τῆς ἐπιβουλῆς, ἵνα μάθωμεν τίς εἶ καὶ οὕτως ἀποφύγωμεν ἀπὸ τῆς ἐπιβουλῆς σου, ἀγρευτὰ
τῶν ψυχῶν καὶ ἐπίβουλε τῶν σοι πειθομένων. προσκυνεῖς τοίνυν τὸν348 in vol. 3
Haer
.

3

.

349

υἱὸν τοῦ θεοῦ ἢ οὐ προσκυνεῖς; ναί, φησί, προσκυνῶ αὐτόν. θεὸν προσκυ‐ νεῖς ἢ οὐχί; ναί, φησί, θεὸν προσκυνῶ. ποῖος οὖν θεὸς ἔσται κτιστὸς παρὰ σοὶ λεγόμενος καὶ προσκυνούμενος; εἰ μὲν γὰρ τὸν ἕνα ἔκτισεν ὁ προσκυνη‐ τὸς θεὸς καὶ τοῦτον εὐδόκησε προσκυνεῖσθαι, τὰ δ’ ἄλλα πάντα αὐτὸς ὁ
5κτίσας οὐ βούλεται προσκυνεῖσθαι, ἀλλὰ καὶ αἰτιᾶται τοὺς προσκυνοῦντας τὴν κτίσιν, διὰ νόμου διδάσκων «οὐ ποιήσεις σεαυτῷ πᾶν ὁμοίωμα καὶ προσκυνή‐ σεις αὐτῷ μήτε ἐν τῷ οὐρανῷ μήτε ἐπὶ τῆς γῆς μήτε ἐν τοῖς ὕδασι», καὶ ὁ ἀπόστολός φησιν «ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ἐμωράνθη‐ σαν», πῶς τοίνυν περὶ πάντων κελεύει μὴ προσκυνεῖσθαι〈, τοῦτον δὲ εὐδόκησε
10προσκυνεῖσθαι〉; ἆρα οὖν «προσωποληψία ἐστὶ παρὰ θεῷ»; μὴ γένοιτο. ἐν τῷ γὰρ τὸν ἕνα προσκυνεῖσθαι ἔδειξε παντάπασιν ἄλλον ὄντα παρὰ τὴν κτίσιν τὸν προσκυνούμενον καὶ ἄλλην τὴν προσκυνουμένην κτίσιν παρὰ τὸν προσκυνητὸν κύριον, υἱὸν τοῦ θεοῦ ἐκ πατρὸς γεγεννημένον· διὰ γὰρ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι ὅμοιον αὐτῷ καὶ ὄντα υἱόν· διὰ τοῦτο γὰρ καὶ
15προσκυνητὸν παρὰ πᾶσι· «δι’ αὐτοῦ ἐποίησε τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». ἐν αὐτῷ γὰρ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι τῷ «ἐξ αὐτοῦ ἐκπορευθέντι καὶ τοῦ υἱοῦ λαμβάνοντι» ἐποίησε τὰ πάντα καὶ ἐστερέωσε. «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». ὅταν γὰρ εἴπῃ ὁ μονογενής, ὡς
20ἄνω μοι εἴρηται, «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν», ἀφώρισεν ἑαυτὸν ἀπὸ τῆς κτίσεως, ὡς καὶ ὁ ἀπόστολος φάσκει «εἷς θεός, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ». καὶ ὁρᾷς μὲν πῶς ἔδειξεν ἕνα θεὸν τὸν πατέρα, ἕνα δὲ κύριον τὸν ἐξ αὐτοῦ γεγεννη‐
25μένον· καὶ οὐκ εἶπεν· εἷς θεός, καὶ εἷς κύριος σὺν πᾶσι τοῖς ἐξ αὐτοῦ γεγονόσιν, ἀλλ’ εἷς κύριος δι’ οὗ τὰ πάντα. εἰ δὲ εἷς κύριος δι’ οὗ τὰ πάντα ἐστίν, οὐκ ἔστιν εἷς ἐκ πάντων, ἀλλὰ ποιητὴς τῶν ἁπάντων, τῶν κεκτισμένων πάντων κτίστης ὑπάρχων. 9. Τοῦ δὲ υἱοῦ ἐκ πατρὸς γεγεννημένου καὶ ἐκ πατρὸς τυγχάνοντος,
30δι’ οὗ τὰ πάντα γεγένηται, ἀνόμοιος τοῖς πᾶσίν ἐστιν, οἷα δὴ κτίστης ὢν τῶν ἁπάντων· ἐπειδὴ εἷς καὶ εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ κύριος Ἰησοῦς δι’ οὗ τὰ πάντα, συνενουμένης τῆς ἄνω λέξεως διὰ τοῦ
εἷς καὶ εἷς καὶ διὰ τοῦ ἐξ οὗ καὶ δι’ οὗ, τὸ μὲν σαφῶς ἐκ πατρὸς τὸν υἱὸν349 in vol. 3
Haer
.

3

.

350

δεδήλωκεν, τὸ δὲ οὐκέτι τὸν υἱὸν ἐκ τῶν λοιπῶν εἶναι θαυμαστῶς ἀπεφή‐ νατο, «δι’ οὗ τὰ πάντα» φάσκον, ἵνα δείξῃ πατέρα ὄντα καὶ υἱὸν ὄντα ἀπὸ πατρὸς ὄντος τὸν μονογενῆ κύριον. ἔλεγε δὲ ταῦτα ὁ ἀπόστολος πνεύματι ἁγίῳ φερόμενος· διὸ οὐκ ἔσχε χρείαν περὶ πνεύματός τι δηλῶσαι, οὐχ ὡς
5μὴ συνδοξαζομένου τοῦ πνεύματος πατρὶ καὶ υἱῷ οὐδ’ ἵνα αὐτὸ ἀπὸ τῶν πάντων σημάνῃ τῶν δι’ υἱοῦ κεκτισμένων. ἤρκει γὰρ τὸ συναριθμηθῆ‐ ναι διὰ τῆς βεβαίας ὁμολογίας τοῦ υἱοῦ πατρὶ καὶ υἱῷ ἐν τῷ εἰπεῖν «ἀπελ‐ θόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». φθεγ‐ γόμενος γοῦν ὁ ἀπόστολος, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον φθεγγόμενον
10ἐν αὐτῷ, οὐκ ἐδήλου περὶ ἑαυτοῦ. σαφὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ γνῶσις, οὐδὲ ὑπὸ τῶν Ἰουδαίων ἀμφιβαλλομένη· ἐταμιεύετο δέ, ἵνα μὴ αὐτοσύ‐ στατον εἴη τὸ ἅγιον πνεῦμα. ὁ δὲ ἀπόστολος [σὺν] πνεύματι ἁγίῳ ἐφέ‐ ρετο καὶ περὶ πατρὸς ἔλεγε καὶ υἱοῦ, ἵνα δειχθῇ ἡ τριὰς ἀεὶ οὖσα καὶ μηδέποτε διαλείπουσα τοῦ εἶναι. μὴ θαύμαζε δὲ ἐὰν ἀκούσῃς «εἷς θεὸς ἐξ
15οὗ τὰ πάντα, καὶ εἷς κύριος δι’ οὗ τὰ πάντα». τῷ γὰρ εἰπεῖν τὸν υἱὸν κύριον οὐ πάντως ἠρνήσατο ὁ ἀπόστολος τὸ εἶναι τὸν κύριον καὶ θεόν, καὶ τῷ εἰπεῖν «εἷς θεὸς δι’ οὗ τὰ πάντα» οὐκ ἠρνήσατο τὸ εἶναι τὸν θεὸν καὶ κύριον. ὁμοῦ γὰρ καὶ κύριος καὶ θεός, καὶ θεὸς καὶ κύριος, καὶ οὐδὲν διοίσει περὶ τῶν εἰς ἡμᾶς ἐν ἀληθείᾳ σωτηριωδῶς ἐκ θεοῦ διὰ τῶν ἀποστόλων
20κεκηρυγμένων. καταλείψας δὲ ὁ αὐτὸς Ἀνόμοιος καὶ οἱ ἐξ αὐτοῦ γε‐ γονότες τὴν ὁδὸν τῆς ἀληθείας 〈εἰς ψεῦδοσ〉 ἐτράπησαν, κακῶς τὰς θεοῦ ῥήσεις ἐπινενοηκότες, καὶ λοιπὸν εἰς διαλογισμοὺς καὶ εἰς διαλογὰς λέξεων παρεκτρέψαντες τὸν νοῦν ἀπεπήδησαν τῆς ἀληθείας καὶ ἐξέπεσον τῶν ἐπουρανίων. πᾶσα γὰρ λέξις ἐλέγξει αὐτούς, ἐὰν θέλωσι τὸν ἑαυτῶν νοῦν
25δοῦναι εἰς «φωτισμὸν τοῦ εὐαγγελίου». οὐδαμοῦ γὰρ ὁ μονογενὴς λέγει, καίτοι γε ἐν σαρκὶ παραγενόμενος, ὅτι ὁ κτίσας με πατὴρ ἀπέσταλκέ με, οὐδὲ ὁ πατήρ που ἐν τῷ εὐαγγελίῳ διελέχθη οὐδὲ ἐν παλαιᾷ διαθήκῃ, ὅτι ἔκτισα ὑμῖν τὸν υἱόν, ἀλλ’ «ὁ πατήρ με ἀπέστειλε», καὶ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», καὶ «ὁ λόγος
30ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος». καὶ πολλὰ ἔστι περὶ τῆς ἡμῶν σωτηρίας κατανοῆσαι καὶ μὴ συναρπάζεσθαι ἀπὸ τῆς τοῦ διαβόλου τούτου κυβευτικῆς διδασκαλίας. ὁ γὰρ διάβολος βουλόμενος ἀπολέσαι τὸ τῶν ἀνθρώπων γένος, φθόνῳ κατεχόμενος πρὸς τὴν τοῦ ἀνθρώπου
δόξαν, μηχανὰς ἐπενόησε διαφόρους· τὸ πρῶτον μὲν διὰ τῆς ἀγνοίας,350 in vol. 3
Haer
.

3

.

351

τὸ δεύτερον δὲ διὰ τῆς εἰδωλολατρείας, ἄλλοτε δὲ διὰ κακοτροπίας, νυνὶ δὲ εἰς ὕστερον διὰ τῆς πλάνης καὶ ἀπάτης τῶν αἱρέσεων, ἵνα παντα‐ χόθεν καταστρέψῃ τὸν ἄνθρωπον ἀπὸ τῶν ἐπουρανίων. 10. Πόσα οὖν ἰσχύσει ὁ νοῦς τῆς ἡμῶν μετριότητος εἰπεῖν πρὸς
5σέ, ὦ Ἀνόμοιε; καλῶς γὰρ Ἀνόμοιος τυγχάνεις, ὁ καὶ ἀπὸ τῶν ἀν‐ θρώπων τοὺς τρόπους καὶ τὴν διάνοιαν παρεκτρέψας τῶν τὴν σύνεσιν τοῦ θεοῦ κεκτημένων καὶ τὴν πίστιν ἐχόντων τῆς ἀληθείας. οὐ γὰρ εἰς ἀγαθὸν προκόψας ἀνόμοιος γέγονας ἀνθρώποις, ἀλλ’ ἐκ τῆς ὁδοῦ τῆς ἀληθείας παρεκκλίνας ἀνόμοιος ἐγένου τῶν υἱῶν τῆς τοῦ θεοῦ ἐκκλη‐
10σίας· πρόφασιν λαβὼν τὸν υἱὸν τοῦ θεοῦ τὸν κατὰ τὸν αὐτοῦ πατέρα ὄντα καὶ ἀνόμοιον πατρὶ λέγων σὺ ἀνόμοιος γέγονας, κληρωθεὶς τοῦτο τὸ ὄνομα, μηκέτι ὅμοιος ὑπάρχων τῶν ἐν θεῷ σῳζομένων. Ἵνα δὲ μὴ περὶ τὰς αὐτοῦ ζητήσεις κατατριβόμενος ἀναλίσκω χρόνον, ἀφ’ ὧν λέξεων αὐτὸς ὑφηγήσατο διαλεκτικῶς γράφων τισί, φέρε τὰ
15κατ’ αὐτὸν διελέγξωμεν. ἔδοξε γὰρ διαλεκτικήν τινα ὑποφαίνειν πλάνην ἐν αὐτῷ τῷ αὐτοῦ συντάγματι, τῷ οὐδ’ ἕνα λόγον ἔχοντι πίστεως, τῆς ἀφε‐ λεστάτης καὶ ἀκεραιοτάτης καὶ ἐν πνεύματι ἁγίῳ καὶ πράῳ 〈κε〉κοσμη‐ μένης. ὅλον δὲ δι’ ὅλου τὸ δοκοῦν αὐτοῦ πονημάτιον τὸ εἰς ἡμᾶς ἐλθὸν ἐν πρώτοις κατέταξα, ἵνα ἀπ’ αὐτοῦ ποιησώμεθα πρὸς αὐτὸν τὴν λοιπὴν
20ἀνατροπὴν τῆς διαλέξεως. καὶ ἔστι τόδε·
Τὸ συνταγμάτιον τοῦ Ἀνομοίου Ἀετίου. 11. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν
Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων351 in vol. 3
Haer
.

3

.

352

πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέ‐ δωκαν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγ‐
5κάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ’ ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι’ οὗ πάντα ἄνθρωπον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννη‐ τοῦ παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων
10δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας. ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρησιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερί‐ δρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννήτου θεοῦ· α. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον
15ποιῆσαι.352 in vol. 3
Haer
.

3

.

353

β. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ’ ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐ‐ τὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν.
5 γ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; δ. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευ‐
10τήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιοουσίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι. ε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ’ ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν
15οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. ϛ. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ 〈ἀπὸ〉 τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. ζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννηκέναι
20οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. η. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ’
οὐ τὸ γεννᾶσθαι. εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα353 in vol. 3
Haer
.

3

.

354

λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν. εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείτ‐ των ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμο‐ λογηθήσεται.
5 θ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ’ ἐξ ὧν προσέλαβε. τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα ὡς ἐξ ἐκείνων συνεστῶτα τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν.
10 ι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησεν. γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε 〈οὐκ〉 ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν
15ἐπέχοντος. ια. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν;
20 ιβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ’ ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν 〈τοῦ〉 ἀγεννήτου ἐπίνοιαν, τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. ιγ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαν‐
25τες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως
αὐτῷ πορισάμενοι.354 in vol. 3
Haer
.

3

.

355

ιδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ’ ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως τοῦ θεοῦ εἴη ἀμείνω. ιε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννήσαντα,
5τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. ιϛ. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν
10πῶς 〈ἂν〉 ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννη‐ τὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ’ οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία.
15 ιζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. ιη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα
20τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βού‐ λεται γενέσεώς ἐστι κρείττων, ἀλλ’ ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρ‐ χουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ’ ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι † κατὰ † τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν.
25ιθ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον,355 in vol. 3
Haer
.

3

.

356

μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν αὐτὸν ἑαυτοῦ; κ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον
5ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ’ εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν’ οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται. εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ἀγεννησίας
10ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. κα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι τῶν
15ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ’ οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸ αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ’ οὐχ ἕξεως· τῆς 〈δ’〉 ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία, ἀλλ’ ἕξις ἡ ἀγέννη‐
20τος φύσις;356 in vol. 3
Haer
.

3

.

357

κβ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἷα ἡ θεοῦ τοῦ παντοκρά‐ τορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος,
5συγχωρηθεῖσα 〈δὲ〉 τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτο‐ μάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μετα‐ βαλλομένην. κγ. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέν‐
10νητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; κδ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ’ ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ;
15 κε. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; κϛ. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προ‐ φορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος
20ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντο‐ κράτορα. κζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννη‐
τος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ’ ὑπόστασιν σημαίνει.357 in vol. 3
Haer
.

3

.

358

κη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ’ ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστα‐ σις οὔτε ὑφ’ ἑαυτῆς οὔτε ὑφ’ ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον. κθ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέν‐
5νητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοου‐ σία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρόσιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. λ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μὴ ἔστιν
10οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασῴζεσθαι; λα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννή‐
15ματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; λβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννη‐ τῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν,
20περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν
25ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν358 in vol. 3
Haer
.

3

.

359

οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης αἰτίας κρείττονος ὡμολογημένης. λγ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεως
5τινὸς κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. λδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ’ ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑπο‐ κειμένης οὐσίας;
10 λε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλά‐ κτων ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα
15ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. λϛ. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν
20εἴη, ὥσπερ οὐκ ἔστι, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταὐτὸν δηλοῖ, οὐ προσ‐ ιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ ἀποσταλέντος
25Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς359 in vol. 3
Haer
.

3

.

360

γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι’ οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Πεπλήρωται τὸ σύνταγμα τοῦ Ἀετίου.
5 13. Καὶ ἔστι τῶν εἰς ἡμᾶς ἀπὸ μέρους ἐλθόντων αὐτοῦ φθοριμαίων λέξεων, ὡς ἔφην, ἡ ἀρχὴ 〈ἡ〉 παρ’ ἡμῶν ἀνατρεπομένη αὕτη. τριακόσια γὰρ ὁμοῦ κεφάλαια ὁμοιότροπα τούτοις φασὶν αὐτὸν πεποιηκέναι πάσης βλασφημίας ἔμπλεα. ἐνταῦθα δὲ ὡς ἀπολλυμένου σώματος ἑρπετοῦ καὶ σαπέντος, ἐπιβούλου τινὸς σπουδαίου ἀναλεξαμένου τῶν τοῦ ἑρπετοῦ
10λειψάνων τὰ ὀστέα εἰς λύμην τινῶν, ἣν καυχᾶται ἐπιβουλὴν πεποιηκέναι τισὶ γράφων, δῆθεν ὡς κατὰ φιλοκαλίαν παρεθέμην τὸ συνταγμάτιον, οὗ ἡ ἀρχὴ οὕτως. οὗ εἵνεκεν καὶ αὐτοὶ 〈διὰ〉 τῆς τοῦ θεοῦ ἐνεργείας τὰ ἰατικὰ τῶν λόγων τῆς θείας γραφῆς ἀναλεξάμενοι ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀνατρεπτικὴν ἀντίδοτον κατασκευάσωμεν τοῖς βουλομένοις ἰα‐
15θῆναι τῆς αὐτοῦ ἰοβολίας, ἄντικρυς ἑκάστης λέξεως ἀνατροπὰς παρα‐ θησόμενοι τῶν αὐτῶν συλλογιστικῶν κεφαλαίων οὕτως·
Τὰ Ἀετίου τοῦ Ἀνομοίου. 14. Ἐπειδὴ ἐν καιρῷ τοῦ ἐπενεχθέντος ἡμῖν διωγμοῦ ὑπὸ τῶν Χρονιτῶν τινὲς τῶν προειρημένων σφετερισάμενοι μετὰ καὶ ἄλλων
20πολλῶν πονημάτιον σπουδασθὲν ἡμῖν ἰδιαζόντως περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ παρενθήκαις τε καὶ ἀφαιρέσεσι διαφθείραντες ἐξέδω‐ καν, τὴν ἀκόλουθον ἀμείψαντες ἀγωγήν, ἦλθε δὲ μετὰ ταῦτα τοῦτο εἰς ἡμᾶς, τινὸς τῶν σπουδαίων ἡμῖν αὐτὸ προσκεκομικότος, ἠναγκάσθην οἷα πατὴρ αὖθις διακαθάρας ἐκπέμψαι ὑμῖν τὸ σύγγραμμα, ὦ πάντες
25εὐσεβεῖς ἀθληταί τε καὶ ἀθλήτριαι, ὅπως ἂν εἰδέναι ἔχοιτε κατ’ ἔννοιαν τῶν ἁγίων γραφῶν εἰρῆσθαι ἡμῖν τὸ λογίδιον, δι’ οὗ πάντα ἄνθρω‐
πον ἀντιλέγειν ὑμῖν ἐπιχειροῦντα περὶ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ360 in vol. 3
Haer
.

3

.

361

παύειν ἀναισχυντεῖν συντόμοις περιτροπαῖς δυνήσεσθε, πάντων δὲ μᾶλλον τοὺς προειρημένους Χρονίτας· ἐν εἴδει δὲ τῶν στιχηρῶν ἐπαπόρη‐ σιν ἐπαπορήσεως διέστησα καὶ λύσιν λύσεως διὰ τὸ εὐπερίδρακτον καὶ σαφὲς τῶν ἐπιχειρημάτων, ποιησάμενος τὴν ἀρχὴν περὶ ἀγεννή‐
5του θεοῦ.
Ἀνατροπή. 15. Κατὰ λέξιν τῆς διαλεκτικῆς σου κομπείας καὶ συλλογιστικῆς ματαιοπονίας τὴν ἀνατροπὴν ποιήσομαι, μὴ ὑπερβαίνων μηδὲ ἐν δευτέρῳ τιθέμενος τῶν δοκουσῶν σοι μειζόνων ἢ καὶ βραχειῶν λέξεων τὸ ἀμύ‐
10θητον. καὶ πρῶτον μὲν ἐπεὶ ἄνω γράφων τοῖς τοῦ σοῦ συστήματος ἀθληταῖς καὶ ἀθλητρίαις ἔφησθα Χρονίτας τινὰς σφετερισαμένους 〈δια‐ φθεῖραι〉 ἅπερ μετὰ χεῖρας εἶχες τοῦ πονηματίου, † ἐρωτηθείσης τῆς παρὰ σοὶ λέξεώς σε μᾶλλον τοῦτο τὸ ὄνομα κεκτημένον καὶ τοὺς ἀπὸ σοῦ μεμαθητευμένους, ἵνα μὴ εἴπω πεπλανημένους 〈τισ〉 διελέγξειεν.
15ἡ μὲν γὰρ θεοῦ ἁγία πίστις, ἀπ’ ἀρχῆς οὖσα καὶ ἀεὶ ἀρχαΐζουσα καὶ μὴ παλαιουμένη, ἔστιν ἀεί, καὶ ἡδραίωται ταύτης ὁ θεμέλιος, καὶ ὑπάρχει ἔχουσα τὸν αὐτῆς δεσπότην ἄχρονον. διὸ οὐδὲ αὐτὴ χρονικὴ ὑπάρχει, ἀλλ’ ἀεί ἐστι μετ’ ἀγγέλων ἐμπολιτευομένη καὶ ἁγίους κατὰ γενεὰν καὶ γενεὰν κοσμοῦσα. σὺ δὲ μᾶλλον χρονικὸς ὑπάρχεις, βουκοληθεὶς
20ὑπὸ τῆς πλάνης καὶ ἐπαρθεὶς κατὰ τὴν διάνοιαν, καὶ τὸ σὸν βόσκημα τῆς ἀγέλης χυδαίως εἰς νομὴν ἀκανθώδη παρεμπλέξας. οὐδεὶς γὰρ κατὰ σὲ τῶν παλαιῶν ἐφρόνησεν, ὦ Ἀέτιε, ὁ κατὰ χρονικῶν γράφων, αὐτὸς χρονικὸς ὑπάρχων καὶ οὐκ ἀρχαΐζων. εὐθὺς δὲ ἐκ πρώτης ἐπι‐ βολῆς, ὡς ἔφης 〈τὸ〉 πονημάτιον γεγραφέναι, εἰπὼν περὶ ἀγεννήτου
25θεοῦ καὶ γεννητοῦ, ἐξέπληξας τὸν βίον ἐν τῇ τοσαύτῃ σου φωτεινῇ ἐπιβολῇ τοῦ λόγου, ἵνα οὕτως περιγέλαστόν σου ποιήσωμαι τὸν λόγον τῆς δια‐ λέξεως τῆς τοσαύτης σου καινοτομουμένης ὀνοματοποιίας. 16. Τίς γὰρ τῶν τὸ σωτήριον τοῦ θεοῦ κήρυγμα κεκτημένων Χριστια‐
νῶν παίδων τοῦτο καταλείποι, προτραπεὶς ὑπὸ σοῦ διὰ τῆς μυθώδους361 in vol. 3
Haer
.

3

.

362

σου πλάνης, ἐάσας θεὸν ἀεὶ ὄντα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀεὶ ὄν, καὶ ἐλθὼν ἀκούσει παρὰ σοῦ περὶ γεννητοῦ θεοῦ, ἵνα καὶ αὐτὸς ἐν μωροῖς καταλεχθείη, διδασκόμενος προσκυνεῖν «τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογημένος εἰς τοὺς αἰῶνας ἀμήν;» οὐκ ἔχομεν γὰρ ἡμεῖς
5κτιστὸν θεόν, οὐ ποιητόν, ἀλλ’ ἄκτιστον καὶ ἀγένητον, ἐκ πατρὸς γεγεννη‐ μένον ἀνάρχως καὶ ἀχρόνως. κἄν τε γὰρ σοφίζῃ τὸ γεννητόν, γεννητὸν ὁμωνύμως καλεῖν βουλόμενος, οὐ δέξομαί σου τὴν λέξιν, κἄν τε οὐχ οὕτως νοήσῃς ἠλαττωμένως παρὰ τὸ ἐκ πατρὸς γεγενῆσθαι· «ἐξ ἀκαν‐ θῶν γὰρ οὐ συλλέγουσι σταφυλάς, οὔτε ἐκ τριβόλων σῦκα», οὐδὲ ἐξ
10ἀνδρὸς πεπλανημένου ὀρθὸς ἂν ὑποληφθείη λόγος· ἐφίμου γὰρ καὶ ὁ κύριος τοὺς δαίμονας Χριστὸν αὐτὸν ὁμολογοῦντας. «κατ’ ἔννοιαν δὲ τῶν θείων γραφῶν» φάσκεις εἶναι «τὸ λογίδιον». λέγε μοι, ποία γραφὴ θεία ἐδίδασκε προσκυνεῖσθαι θεὸν ποιητόν; καὶ ὅτι μὲν θεὸς ἀγέννητός ἐστι παντί τῳ σαφὲς εἴη. ἀλλ’ οὐδὲ τοῦτο ὀνομαστὶ ἔγκειται ἐν τῇ θείᾳ
15γραφῇ· ἀπὸ δὲ ὀρθοῦ καὶ εὐσεβοῦς λογισμοῦ καὶ αὐτῆς τῆς συνέσεως περὶ θεοῦ εὐσεβῶς τοῦτο νοεῖν καὶ λέγειν ἀραρότως ἔχει. λέγεις δέ, ἵνα εἰδέναι ἔχοιεν οἱ ὑπὸ σοῦ ἀθληταί τε καὶ ἀθλήτριαι καλούμενοι, πεπλανημένοι δὲ μᾶλλον, πῶς πρὸς ἕκαστον ἀποκριθῶσι, διὰ συντόμου καὶ εὐπεριδράκτου λόγου στιχηρῶν τρόπον τὰ κεφάλαια ὑπὸ σοῦ συντε‐
20θεῖσθαι. διὸ αὐτὰ τὰ δοκοῦντά σου ἰσχυρὰ ῥήματα καὶ σοφιστικά, ἃ πρὸς τοὺς μείζους εἰς ἀντιλογίαν ἐξήσκηταί σοι, μᾶλλον δὲ ἵνα πρὸς τὴν ἀλήθειαν ἐπάρῃς στόμα, ἡμεῖς οἱ εὐτελεῖς καὶ ἰδιῶται καὶ οὐ μείζους, ἀλλὰ βραχύτεροι πολλῶν τῶν ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, 〈διαλαμβάνοντεσ〉 ποιησόμεθα, ὡς προεῖπον, τὴν ἀνατροπὴν τῆς ἀσυστά‐
25του ταύτης καὶ σφόδρα εὐτελοῦς φλυαρίας. 17. Καὶ ἕως ὧδε ἐχέτω ἡ κατὰ τοῦ προοιμίου σου ἀντίθεσις τῆς ἡμῶν βραχύτητος. ἀρχὴν δὲ αὖθις τῶν ὑπὸ σοῦ κεφαλαίων καθεξῆς κατατάξας ἄντικρυς ἑκάστης λέξεως καὶ κεφαλαίου ἀντιπαραθήσομαι τὰς ἐκ τῶν θείων γραφῶν καὶ ἐξ ὀρθοῦ λογισμοῦ ἀντιρρήσεις τε καὶ
30ζητημάτων παρὰ σοὶ λογικῶν ἀνατροπάς, ὅπως οἱ θεοῦ δοῦλοι καὶ ἀληθεῖς ἀθληταὶ ἐντυχόντες καὶ κατανοήσαντες τὴν πᾶσάν σου ἀτοπίαν κατα‐ γελάσωσι, λέγοντες «ἡ ὑπερηφανία τῆς καρδίας σου» ἐποίησέ σοι ταῦτα.
«σὺ γὰρ εἶπας ταῦτα ἐν τῇ διανοίᾳ σου· ἀναβήσομαι εἰς τὸν οὐρανὸν καὶ362 in vol. 3
Haer
.

3

.

363

ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νυνὶ δὲ εἰς Ἅιδου καταβήσῃ, εἰς τὰ θεμέλια τῆς γῆς» καὶ τὰ ἑξῆς.
5 18. Καὶ ἔστιν ἡ ἀρχὴ τῶν Ἀετίου κεφαλαίων αὕτη· α. Εἰ δυνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι. Ἀνατροπή. Πρῶτον μὲν τὸ εἰς θεὸν λογίσασθαι ἀδύνατον ἀσεβές, ἢ 〈ἀδύνατον〉 μόνον τὸ ἀπρεπὲς τῇ αὐτοῦ θεότητι, καὶ αὐτὸ οὐκ ἀδυνάτου
10ὄντος αὐτοῦ ποιεῖν, ἀλλ’ ἀπρεποῦς οὔσης τῆς φαυλότητος θεῷ, ᾧ οὐδὲν ἀδύνατον, ἀλλὰ διὰ τὸ τὸ φαῦλον ἀδύνατον εἶναι τῇ ἐνθέῳ αὐτοῦ δυνατῇ ἀγαθότητι καὶ αὐτῷ ἀγαθῷ ὄντι. Καὶ ἄλλως. Εἰ τὸ γεννητὸν ἀγέννητον 〈ποιῆσαι〉 παρὰ θεῷ ἀγαθὸν εἰς ἔργον νομισθείη, ἀδυνάτως δὲ ἔχοι τὸ εἰς ἀγαθὸν γινόμενον ἀγαθῶς
15ἐπιτελέσαι, τοῦτο ἧττα περὶ τὸν δυνατὸν εἴη, βουλομένου τὸ προκριτέον ἐργάσασθαι καὶ μὴ δυναμένου. εἰ δὲ τὸ ἀγέννητον ἀγαθόν, τὸ γεννητὸν δὲ ἐν τῇ ἰδίᾳ τάξει ἀγαθῶς γεγένηται, ἀγαθῆς οὔσης ἐξ ἀγαθοῦ θεοῦ τῆς τάξεως τοῦ γεννητοῦ καὶ παρ’ αὐτῷ νομισθείσης, οὐκ ἂν ποιήσειε τὸ καλῶς γεννητὸν ἀγέννητον, ἐπειδὴ καλῶς νενόμισται αὐτῷ τὸ οὕτως
20εἶναι καλόν. ἐπεὶ οὖν τοῦ καλοῦ οὐχὶ διὰ τὸ ἀδύνατον οὐ μεταβάλλεται ἡ τάξις, ἀλλὰ διὰ τὸ ἀγαθῶς οὕτως εἶναι, ἀγαθὸς ἄρα ὁ ἀγέννητος θεός, ἀγαθὰ δὲ τὰ ἐξ αὐτοῦ γενόμενα ἐν τῇ ἰδίᾳ τάξει, μὴ λαβόντα ἀγεννήτου ὄνομα. οὐ γὰρ θεοὺς κτιστοὺς ἐποίησεν, ἵνα θάτερον θατέρῳ παρεκτει‐ νόμενον ἀφανίζῃ διὰ τῆς ἐπωνυμίας τὸ ἀν〈τ〉ώνυμον τοῦ μείζοντος πρὸς
25τὸ ἧττον. εἰ μὲν γὰρ ὁ μέν ἐστι θεὸς ἀγέννητος, ὁ δὲ θεὸς γεννητός, τῶν φύσεων ἀκοινωνήτων οὐσῶν, ἀδύνατόν ἐστι κοινωνῆσαι κατὰ φύσιν 〈ἐν〉 τῷ τοῦ ὀνόματος ἀξιώματι, ἀλλ’ εἰ ἄρα καταχρηστικῇ τινι χάριτι, καὶ αὐτὸ κατὰ συμμετοχὴν τοῦ πλουσίου χαριζομένου τῷ ἥσσονι. ὁ δὲ ἥσσων οὐκ ἄν ποτε εἰς τὸ τοῦ μείζονος ὄνομα ἑαυτὸν καλέσειε, παν‐
30τάπασι γινώσκων ἀλλότριον ἑαυτὸν ὄντα τοῦ κατὰ φύσιν ἀξιώματός
τε καὶ ὀνόματος. λέξειε δ’ ἄν τίς σοι, ὦ Ἀέτιε, τὸ «θεὸς ἦν ὁ λόγος» καὶ363 in vol. 3
Haer
.

3

.

364

οὐκ «ἐγένετο θεὸς ὁ λόγος»· πῶς ἕξει τὸ κατὰ φύσιν 〈τὸ〉 τῆς εὐγενείας ὄνομα ἢ πῶς ἰσωθήσεται, εἴπερ τι γέγονε, τῷ τοῦ θεοῦ ἀξιώματι; ἢ πῶς τὸ «θεὸς ἦν» ἐκκοπήσεται, χρόνου μὴ ἐπιδεχομένου τοῦ ἦν διαίρεσιν ἐργάσασθαι κἂν ἐν τῷ τυχόντι; γνώσῃ δὲ ὅτι ἄναρχος θεὸς καὶ ἀγέν‐
5νητος θεὸς ἐγέννησεν ἐξ αὑτοῦ θεὸν ὅμοιον ἑαυτῷ, οὐ μόνον, ἀλλὰ καὶ ἴσον κατὰ πάντα. καὶ οὐκ ἔκτισεν, ἵνα μὴ ἀνόμοιος ὁ κτισθεὶς γενόμενος ἀφανίσῃ τὸ τοῦ θεοῦ ὄνομα διὰ τῆς διαστάσεως τῆς παραλλαγῆς. ἀδύ‐ νατον γὰρ τὸν γεννῶντα ἀνόμοιον καὶ ἄνισον γεννᾶν ἑαυτοῦ, καὶ τὸν γεγεννημένον ἀνόμοιον εἶναι τοῦ γεγεννηκότος. διὸ ἐνταῦθα * περιλήψεται
10τῆς ταυτότητος τὸ κατὰ φύσιν ἐξ εὐαγγελικῆς μαρτυρίας «ὅτι πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι», τουτέστι θεὸς ὁ πατήρ, θεὸς ἐγώ· ζωὴ ὁ πατήρ, ζωὴ ἐγώ, καὶ τὰ ἑξῆς πάντα ὅσα πρέπει πατρί, 〈πρέπει〉 καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ἐν μιᾷ θεότητι, μηδὲν τῆς τριάδος παρηλλαγμένον ἐχούσης· σαφῶς ἡμῖν ἀνάρχως καὶ ἀχρόνως 〈γεγεννημένου〉 τοῦ ἐνυποστάτου
15λόγου τοῦ πατρὸς καὶ τοῦ ἐνυποστάτου πνεύματος τοῦ ἁγίου ἐκ πατρὸς 〈ἐκπορευομένου〉 καὶ [τῶν] τοῦ υἱοῦ 〈λαμβάνοντοσ〉 [ἡμῖν] ἐν γνώσει τελείᾳ ἠσφαλισμένου. 19. β. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας,
20δῆλον ὅτι καὶ γενέσεως. οὔτε γὰρ παρ’ ἑτέρας φύσεως εἴληφε τὸ εἶναι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχε. Ἀνατροπή. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, ὁ δὲ γεννητὸς ἐξ αὐτοῦ ἀναξίως αὐτοῦ γεγέννηται καὶ οὐ κατ’ ἰσότητα, καὶ ἐν τῷ τοῦ πατρὸς προκριτέῳ ὀνόματι ἕστηκεν, ἀτιμίαν τῷ γεγεννη‐
25κότι τὸ γέννημα περιποιεῖται, ἑτέρου ὀνόματος παρὰ τὰ γεγονότα κτί‐ σματα ἔχον τὸ ἀξίωμα καὶ οὐ κατὰ τὰ γεγονότα τὴν τιμὴν τῷ πεποιηκότι περιποιούμενον. τὰ μὲν γὰρ ἐκτὸς αὐτοῦ δόξαν τῷ κεκτικότι περιποιεῖται, οὐκ ὄντα ἴσα τῷ πεποιηκότι οὐδὲ ὀνόματι τοῦ πεποιηκότος καλούμενα, ἀλλὰ δοῦλα γενόμενα εἰς δόξαν τοῦ πεποιηκότος, ἵνα ἀπὸ τῶν ἐνδόξων
30[ἐκ] τοῦ ὑπὲρ τὰ ἔνδοξα γεγονότα 〈ὄντοσ〉 τὸ προκριτέον καὶ ὑπὲρ αὐτὰ ὂν ἀναλόγως θεωρῆται. ὁ δὲ οὐκέτι τῇ τούτων ὀνομασίᾳ κικλησκόμενος,
τῇ δὲ 〈τοῦ〉 προκριτέου ὁμοουσιότητι ἐκ τοῦ τετέχθαι συνηνωμένως364 in vol. 3
Haer
.

3

.

365

ἔχων τὸ ἀξίωμα, εἰ διοίσει τοῦ προκριτέου 〈διὰ〉 τὴν παραλλαγήν, καὶ τῷ προκριτέῳ ἔλαττον ἀξίωμα περιποιήσεται, διαλλαττομένης τῆς κατὰ τὸ προκριτέον τοῦ γεννήματος ἐπικοινωνίας. διὸ ὅμοιος ἐξ ὁμοίου καὶ ἴσος ἐξ ἴσου ἡμῖν ὁ βλαστὸς οὐκ ἀπὸ σωματικῆς ἐννοίας τῇ πίστει κατεί‐
5ληπται, ἀλλ’ ὡς θεὸς ἐκ θεοῦ, φῶς ἐκ φωτὸς καὶ λόγος πατρὸς ἐνυπόστατος, σῳζομένης τῆς ἀμεταθέτου τοῦ προκριτέου δόξης, ἐν τῷ τὸ προκριτέον οὐκ αὐτὸ ἑαυτοῦ 〈εἶναι〉 αἴτιον, ἀλλ’ ἀπ’ αὐτοῦ τὸ ἴσον γεννῶν ἀχράντῳ καὶ ἀκαταλήπτῳ οὐσίᾳ, ὁμοουσίως τὸ οὐσιῶδες καὶ ἐνυπόστατον θεῖον γέννημα, ὅπερ εἰκών ἐστιν οὐκ ἄψυχος, ἀλλὰ πατρὸς χαρακτηρίζουσα
10γένος, ὥς φησιν ἡ θεία γραφή, ἐπὶ τῇ ἰσότητι τοῦ γεννήτορος τὸ γέννημα τάττουσα, «εἰκών», φάσκουσα, «τοῦ ἀοράτου θεοῦ». καὶ ἵνα μή τις νομίσῃ διαφορὰν εἶναι τὴν εἰκόνα τῆς ταυτότητος, αὐτὸς ὁ πατὴρ τὴν διόρθωσιν τῆς ἡμετέρας ζωῆς προνοῶν πρὸ τούτου τοῦ λόγου ἔφησε τὸ «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», οὐ διοίσας ἑαυτὸν
15παρὰ τὸν υἱόν, ἀλλὰ δυϊκὴν καὶ ὁμώνυμον λέξιν ἐπειπών, τὸ «ποιήσωμεν ἄνθρωπον», ἵνα δύο σημάνῃ, ἑαυτόν τε καὶ τὸν υἱόν, ἢ καὶ εἴποιμι καὶ τὸ ἅγιον πνεῦμα. καὶ τὸ * ἐπὶ τῇ ἰσότητι τῆς εἰκόνος, τὸ μὴ 〈ἀνόμοιον〉 διὰ δύο λόγων παρενθείς, «εἰκόνα» μίαν ἔφη, 〈τῷ〉 «ἡμετέραν» δὲ τὸ δυϊκὸν ἀπεφήνατο, τὸν δὲ γινόμενον ἄνθρωπον οὐ τῇ τοῦ ἑνὸς εἰκόνι,
20ἀλλὰ τῇ τῶν δύο ὁμοιότητί τε καὶ ἰσότητι εἰκόνα γινόμενον, ἵνα πάντη σαφὲς εἴη τὸ προκριτέον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μένον ἐν ταυ‐ τότητι καὶ μὴ ἀλλοιούμενον. οὐ γὰρ παρ’ ἑτέρας φύσεως εἴληφεν ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ ἅγιον πνεῦμα, ἢ δέδωκεν ἑτέρᾳ φύσει συμμετοχὴν τῆς ἑαυτοῦ φύσεως καὶ ἀξιώματος, οὔτε κατά τινα τομὴν ἢ ἀπόρροιαν τὸ
25εἶναι ἐξ αὐτοῦ τὸν μονογενῆ καὶ τὸ ἅγιον πνεῦμα ἀλλοίωσιν τῆς φύσεως ἐξειργάσατο, ἀλλὰ καθάπερ ἐξ ἀρχῆς προκριτέα φύσις ἀγέννητος καὶ ἄκτιστος ἀεὶ ἦν, οὕτως ἀεὶ ἐξ αὐτοῦ προκριτέον γέννημα καὶ ἅγιον πνεῦμα ἡμῖν σαφῶς κεκήρυχε καὶ οὐκ ἐνηλλαγμένως. 20. γ. Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς
30τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν, πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως
γένεσιν;365 in vol. 3
Haer
.

3

.

366

Ἀνατροπή. Χρή σε, ὦ Ἀέτιε, ἄνω προσέχοντα καὶ σεαυτοῦ τὸ ἐλεεινὸν κατανοοῦντα ἐπέχειν τῆς ἑαυτοῦ τολμηρᾶς διανοίας τὸ περιττὸν τῆς ἀσεβείας, ἵνα 〈μὴ〉 καὶ ἡμεῖς μὴ συμμαινόμενοι τῇ τοσαύτῃ ἀφοβίᾳ ἡττημένοι ὑποληφθῶμεν, ἀλλὰ σοί τε καὶ ἑαυτοῖς τὰ πρὸς εὐσέβειαν
5συμβουλεύοντες. δοκῶν γὰρ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς θεῷ πρέπουσιν ἀνόμοιον καὶ ἄνισον τὸν θεὸν τῷ ἐξ αὐτοῦ γεγεννημένῳ, 〈κηρύττειν〉 ἀπὸ πολλῆς πλάνης * κατὰ εὐσεβῆ τινα ποίησιν ἐξελθεῖν † θεόν, μᾶλλον ἐν τοῖς ἀπρεπωδεστάτοις ὅμοιον αὐτὸν κηρύττεις τοῖς μὴ πρέπουσι τῇ αὐτοῦ θεότητι. καὶ πρῶτον μὲν τὸ διανοηθῆναι περὶ θεοῦ τὸν τοσοῦτον
10βυθὸν τῆς ἀνοίας ἀσεβείας ἐστὶ καρπὸς καὶ μᾶλλον μανιώδους διανοίας. τῷ γὰρ εἰπεῖν 〈αὐτὸν〉 ἑαυτοῦ αἴτιον ἢ ὅτι αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἐν δυσὶν ὑπονοίαις κακαῖς σεαυτὸν περιέπειρας, ἀναψηλαφῶν καὶ ζητῶν περὶ θεοῦ τὸ πῶς ἦν· ἆρα ἀεὶ ἢ ἑαυτῷ τὸ εἶναι 〈παρέσχεν〉 ἢ αὐτομάτως 〈ἔχει τὸ〉 εἶναι. καὶ δέδια καὶ φρίττω τῷ σῷ κακῷ ἐνθυμήματι παρεκτει‐
15νόμενος. πέπαυσο γὰρ καὶ παυσώμεθα, ἀρκετῶς καὶ ὁσίως ἔχοντες τὸ ἀεὶ 〈ὄντα〉 νοεῖν θεὸν καὶ πιστεύειν, ὅτι ἦν ἀεὶ θεός. καὶ γὰρ καὶ ἐν τούτῳ ἀφρόνως φθεγγόμενός τε καὶ συλλογιζόμενος, ὡς μεγάλως τετι‐ μηκὼς τὸν θεόν, ἔφης, ὅτι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν οὐδὲ 〈αὐτὸς ἑαυτῷ αἴτιός ἐστιν〉· ἄρα κατὰ σέ, εἰ ἀπὸ λέξεών ἐστι καὶ συλ‐
20λογισμῶν ἡ τῆς πίστεως σωτηρία, * ἔχουσα καὶ ἐν τοῖς ὑποδεεστέροις ἢ οἰκτροῖς σώμασι τὴν τοῦ λόγου ὁμοιότητα. οὐδὲν γὰρ τῶν κτισμάτων ἑαυτῷ αἴτιόν ἐστιν ἢ τὸ εἶναι αὐτὸ ἑαυτῷ παρέσχεν, ἀπὸ κνωδάλων ἄχρις ἀνθρώπου καὶ ἀπὸ ἀνθρώπων ἄχρις ἀγγέλων. οὐδεὶς γὰρ τῶν γεγο‐ νότων ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἀλλὰ ἐκ τοῦ ὄντος μόνου τὸ εἶναι ἑκάστου
25ἔλαβε τὴν ἀρχήν. ὡς οὖν ἐνταῦθα δι’ ὧν ἐνόμισας συλλογίζεσθαι * συλλο‐ γισθείς, μὴ βιάζου παρὰ φύσιν παρεκτείνεσθαι τῷ μείζονι. παραλυθήσῃ γὰρ κατὰ πάντα, τοῦ μονογενοῦς ἴσου καὶ ὁμοίου ὄντος τῷ πατρί, κἄν τε 〈ἐκ〉 τοῦ τεχθῆναι ἤγουν γεννηθῆναι ἀπὸ πατρὸς ἔχει τὸ ἀξίωμα. οὐδὲν γὰρ διοίσει ἐν τούτῳ τῆς πρὸς τὸν πατέρα ἰσότητος ὥσπερ οὐδὲ ἀπὸ
30τοῦ ὁμοίου, τῷ μὴ δύνασθαι τὰ γεγονότα ἑαυτοῖς παρασχεῖν τὸ εἶναι,
ὡς καὶ ὁ προκριτέος καὶ ἐν ἅπασι τέλειος οὐκ ἀπό τινος ἄνωθεν ἔσχε366 in vol. 3
Haer
.

3

.

367

τὴν ἀρχήν. οὐδὲ γὰρ ἤρξατο τοῦ εἶναι· ἦν γὰρ ἀεὶ καὶ ἀεὶ ἔστι, κἄν τε ἐν ταυτότητι μένοι καὶ ἑαυτῷ τὸ εἶναι μὴ παράσχοι, οὐ τῶν ὁμωνύμων λέξεων ζητουμένων, ἀλλὰ τῆς κατὰ τὸ ἀκραιφνὲς πρὸς τὸ εὐσεβὲς * θεωρίας.
5 Καὶ ἄλλως. Ἐπεὶ ἔφης· «εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν», μάθε καὶ αὐτός, ὅτι οὐ διὰ τὸ ἀσθενὲς τοῦ υἱοῦ ἔσται τὸ ὄνομα, ἀλλὰ διὰ τὸ συμπρέπον τῷ γεγεννηκότι ἔχει τῆς ὁμοουσιότητος τὸ ἐξαίρετον· ἐπειδὴ γὰρ ὡς τῷ πατρὶ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν πρεπωδέστατόν
10ἐστιν, οὕτω καὶ τῷ μόνῳ ἐκ μόνου πατρὸς 〈ὄντι〉 σὺν τῷ μόνῳ πνεύματι ἡ αὐτὴ μία θεότης συμπρέπει, μηδὲ αἴτιον ὑποδέχεσθαι δυναμένη, οὐ διὰ τὸ ἀσθενές, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πάντα ἀριθμὸν τῶν ἐξ οὐκ ὄντων 〈γεγονότων〉, μιᾶς οὔσης τῆς θεότητος ἐν ἑνὶ ὀνόματι τριάδος ἀριθμουμένης καὶ ἐν μιᾷ σφραγῖδι ὀνομάτων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
15πνεύματος τοῖς φωτιζομένοις κηρυττομένης καὶ μηδὲν παρηλλαγμένον ἑαυτῆς ἐχούσης, διὰ τῶν ἐν ἀληθείᾳ λόγων ἰσότητα ὀνομασίας πληρούν‐ των πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔφης δὲ πάλιν ὅτι «πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως
20γένεσιν», καὶ οὔτε νοεῖς οὔτε νενόηκας ὡς ἑαυτὸν ἠλλοτρίωσας ἀπὸ γνώ‐ σεως θεοῦ τῆς ἀληθείας, οὐ πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας διδασκό‐ μενος, ἀλλὰ σοφίᾳ κοσμικῇ τῇ μωρανθείσῃ τὰ ἄνω ἐμβατεύειν πειρώ‐ μενος. ἀκολούθως γὰρ καὶ αὐτὸς ἀκούσεις ὅτι μεματαίωταί σοι· «οἶδε γὰρ ὁ θεὸς τοὺς λογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι». ὁ γὰρ γεννῶν
25τὸν ἐνυπόστατον λόγον ἴσον ἑαυτῷ ἐγέννησε καὶ οὐ παρηλλαγμένον τῆς ἑαυτοῦ θεότητος [οὐ] διὰ τὴν τοῦ γεννήματος παραλλαγήν, ἀλλ’ * ὅτι ἀπρεπὲς ὅλως ἦν τὸ διανοηθῆναι ἡμᾶς ἀνάξιον ἑαυτοῦ καὶ ἄνισον καὶ ὑποβεβηκότα τοῦ γεννήτορος γεγεννηκέναι τὸ γέννημα αὐτὸν τὸν γεγεν‐ νηκότα. διὸ διὰ τοῦ υἱοῦ καὶ ἐνυποστάτου λόγου τὰ πάντα γεγονέναι
30ἔφη, ἵνα αὐτὸν οὐκ ἀπὸ τῶν γεγονότων ἀριθμήσῃ, ἀλλ’ ἐν 〈παντὶ〉 πατρὶ ὅμοιον καὶ ἴσον ὄντα διὰ τὸ συμπρέπον τῇ τοῦ πατρὸς ὀνομασίᾳ [εἶναι], ἀεὶ ὄντα 〈ὅμοιον〉 τὴν οὐσίαν τῷ ὄντι, οὐ ξένον ὄντα, ἀλλὰ γνήσιον, ὡς
υἱὸν ὁμοούσιον ἐξ αὐτοῦ γεγεννημένον.367 in vol. 3
Haer
.

3

.

368

21. δ. Εἰ ἀτελευτήτως ὁ θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιου‐ σίου κακοδοξία παραφανισθήσεται. ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώ‐
5ματι. Ἀνατροπή. Εἰ ἀτελευτήτως καὶ ἀπαύστως ὁ θεὸς διαμένει, ὡς ἔφης, ἐν ἀγεννήτῳ φύσει, φύσις δὲ θεοῦ ἀΐδιος, ἀτελευτήτως ἔχουσα τὸ ἀξίωμα, οὐ διά τι ἕτερον, ἀλλὰ διὰ τὸ αὐτόθεον καὶ αὐτοαΐδιον, ἆρά γε καὶ τὸ γέννημα ὁμοούσιον ἔσται, εἰ παρὰ σοὶ τὸ τοῦ ἀτελευτήτου
10εἴληφεν ὄνομα, ὡς παλιμβόλως τῷ υἱῷ χαρίσασθαι πιθανῶς ἐφυσιολό‐ γησας. δώσεις γὰρ καὶ ἀναγκαζόμενος ὁμολογῆσαι τὸ τοῦ ἀτελευτήτου ἐν ἅπασιν ἄπλετον καὶ ἀχώρητον ὄνομα. πῶς οὖν οὐκ ἔσται ὁμοούσιον; ἐπειδὴ ἔδοξας σκώπτειν, διὰ κακοδόξου ὀνόματος τὴν ἀλήθειαν ἐξυβρίσαι πειρασάμενος, ἐξ αὐτῶν ἐλεγχόμενος 〈ἔσῃ〉 ὧν ἔφης ῥημάτων. ἢ γὰρ
15δώσεις τέλος 〈ἔχειν〉 τὸν ὑπὸ σοῦ παρηλλαγμένον βλασφημούμενον τὴν οὐσίαν, ἢ ἀτελεύτητον αὐτὸν ὁρισάμενος ἐν ἅπασιν ἀμετάστατον καὶ ἀπαράλλακτον τῆς τοῦ ἀτελευτήτου ἀξίας εἰσάγειν ἀναγκασθήσῃ, τῆς ἀληθείας μὴ παραδεχομένης τέλος ἔχειν τὸν υἱόν, «ὅτι τῆς βασιλείας αὐτοῦ» φησιν ἡ γραφὴ «οὐκ ἔσται τέλος», διὰ τὸ σὺν πατρὶ βασιλεύειν
20ἀεὶ καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἐπειδήπερ πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἕξει, εἰ βούλοιτο ὁ τὸ εἶναι τῷ τὴν ἀρχὴν εἰληφότι παρεσχημένος· ὅπερ ἐπὶ πᾶσι μὲν ἐνδέχεται, ἐπὶ δὲ τῷ υἱῷ ἀνένδεκτόν ἐστιν. ἔστι γὰρ ἀεὶ ἐκ τοῦ ὄντος καὶ παρὰ τῷ ὄντι ἀεί, τοῦ εἶναι μηδέποτε λήγων. διὸ καὶ ὁμοούσιος ἦν καὶ ἔστι καὶ ἔσται, μόνος ἐκ μόνου καὶ ἐν οὐδενὶ τῇ οὐσίᾳ
25παρηλλαγμένος, ἀλλὰ κατὰ τὸ ἀξίωμα τῶν ὀνομάτων μενούσης τῆς θεό‐ τητος ἐν τῇ ταυτότητι, οὔτε συναλοιφὴν ἔχουσα οὔτε ἀρχὴν ἑαυτῇ παρέ‐ χουσα τοῦ εἶναι οὔτε δεχομένη τὸ ἀνόμοιον ἑαυτῇ ὑπάρχειν, ἡ ἀεὶ οὖσα καὶ μηδέποτε τοῦ εἶναι λήγουσα, συμπρέπουσα δὲ αὐτῇ, ἀεὶ ἐν τῷ ἀξιώ‐ ματι πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος σὺν
30πατρὶ καὶ υἱῷ ὑπάρχουσα καὶ μηδέποτε διαλείπουσα. ἔστι γὰρ 〈ἐν〉 ἑαυτῇ ἀσύγκριτος ἡ τριάς, διαίρεσιν οὐδεμίαν ἐν τῷ ἀξιώματι ὑποδε‐
χομένη.368 in vol. 3
Haer
.

3

.

369

22. ε. Εἰ ἀγέννητός ἐστιν ὁ θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ’ ἐξ οὐσίας ὑποστησάσης αὐτό. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει.
5 Ἀνατροπή. Πολλάκις ἡμῖν προῆλθες φέρων, ὦ οὗτος, τὸ ἀγέννητον καὶ γεννητόν, τὸ τοῦ θεοῦ ὄνομα φρυαττόμενος, ὁ ἐν πάσῃ ἀνομίᾳ σεαυτοῦ τὴν διάνοιαν ἐνθάψας. ἐκεῖνο δὲ παντὶ τῷ ἀπόρως ἔχοντί ἐστι ποθητόν, ἡ τοῦ ἀπορουμένου εὐπορία εἰς παραμυθίαν, * καὶ ἐπὶ τοῦ στόματος φέρειν, ἐὰν μὴ εὐποροίη τοῦ τοιούτου. καὶ σὺ ἐπειδὴ ἄθεος τυγχάνεις,
10〈οὐ〉 σεμνύνῃ κἂν διὰ τοῦ στόματος φέρειν τούτου τὸ ὄνομα, ἐπειδὴ φύσει κατὰ τὸν αὐτοῦ φόβον καὶ πίστιν καὶ ἐλπίδα καὶ πρὸς αὐτὸν ἀγάπην οὐδέποτε αὐτὸν ἐκτήσω. ἢ γὰρ ἂν ἤρκει σοι ἅπαξ τοῦτο λέγειν καὶ μὴ ὑπερβαίνειν ὅρον τὸν τεταγμένον τῆς ἀκολουθίας. σαφὴς γὰρ ἡ περὶ σοῦ παρὰ τοῦ σωτῆρος ἡμῶν ἀποφαντικὴ ἀπόδειξις ὅτι «ἀπὸ τῶν καρπῶν
15αὐτῶν γνώσεσθε αὐτούς», τῷ εἶναι μέν σε περιβεβλημένον προβάτου κώδιον, ἔσωθεν δὲ εἶναι ἅρπαγα καὶ λύκῳ παραβεβλημένον. εἰ γὰρ ἦς ἐξ ἁγίου πνεύματος γεγεννημένος καὶ προφήταις καὶ ἀποστόλοις μεμαθητευμένος, ἔδει σε διελθόντα ἀπ’ ἀρχῆς γενέσεως κόσμου ἄχρι τῶν τῆς Ἐσθὴρ χρόνων, ἐν εἴκοσι καὶ ἑπτὰ βίβλοις παλαιᾶς διαθήκης
20εἴκοσι δύο ἀριθμουμέναις, τέτρασι δὲ ἁγίοις εὐαγγελίοις καὶ ἐν τεσσα‐ ρεσκαίδεκα ἐπιστολαῖς τοῦ ἁγίου ἀποστόλου Παύλου καὶ ἐν ταῖς πρὸ τούτων [καὶ] σὺν ταῖς ἐν τοῖς αὐτῶν χρόνοις Πράξεσι τῶν ἀποστόλων καθολικαῖς ἐπιστολαῖς Ἰακώβου καὶ Πέτρου καὶ Ἰωάννου καὶ Ἰούδα, καὶ ἐν τῇ τοῦ Ἰωάννου Ἀποκαλύψει, ἔν τε ταῖς Σοφίαις, Σολομῶντός
25τέ φημι καὶ υἱοῦ Σειράχ, καὶ πάσαις ἁπλῶς γραφαῖς θείαις 〈ἐρευνᾶν〉 καὶ ἑαυτοῦ καταγνῶναι ὅτι ὄνομα, ὅπερ οὐδαμοῦ ἐντέτακται, ἦλθες ἡμῖν φέρων, οὐκ ἀπρεπὲς μὲν θεῷ, ἀλλ’ εὐσεβὲς εἰς θεόν, τὸ τοῦ ἀγεννήτου ὄνομα, μηδαμοῦ δὲ ἐν θείᾳ γραφῇ ῥηθέν· οὐδεὶς γὰρ 〈μὴ〉 μεμηνώς
ποτε γεννητὸν ἐνενόει θεόν. ἀλλ’ οὔτε χρείαν ἔσχον εἰπεῖν ἀγέννητον369 in vol. 3
Haer
.

3

.

370

θεὸν μόνον πατέρα διὰ τὸν ἐξ αὐτοῦ γεγεννημένον, ἵνα μή τις ἐπὶ τῷ πατρὶ μόνῳ νομίσῃ τοῦτο πληροῦσθαι, ἀλλὰ καὶ ἐπὶ τῷ υἱῷ καὶ ἐπὶ τῷ ἁγίῳ πνεύματι, τῆς διανοίας τῆς ὀρθῆς καὶ τοῦ πνεύματος τοῦ ἁγίου διδάσκοντος πάντας υἱοὺς ἀληθείας ἀφ’ ἑαυτῶν μὴ ἐν θαυμασμῷ τοῦτο
5ἔχειν, ἀλλὰ κατὰ τὸ ἀπαιτούμενον καὶ ἐν ἑαυτῷ ὑπάρχον τοῦ 〈ὀρθοῦ〉 πρὸς εὐσέβειαν λογισμοῦ περὶ θεοῦ εἰδέναι. εἰ δὲ διὰ τὸ ἀγέννητον αὐτὸν εἶναι, συνομολογεῖσθαι δὲ ἀφ’ ἡμῶν τοῦτο, * ἀπὸ γραφῆς δὲ μὴ ἔχειν τῆς ὀνο‐ μασίας τοῦ λόγου τὴν σύστασιν, ἀλλ’ ἀφ’ ἑαυτῆς διὰ τῶν 〈ὀρθῶν〉 λο‐ γισμῶν τὴν εὐσέβειαν * ταύτην εἰδέναι τὸ οὕτως εἶναι. εἰς τί γὰρ οὐσίας
10ἔσται διάστασις 〈τοῦ ἀγεννήτου πρὸσ〉 τὸ γεννηθέν, εἰ κατὰ ἀλήθειαν 〈ἐκ〉 τοῦ γεγεννῆσθαι ἔχει τὸ ὄνομα φυσικῇ τινι καὶ ἀρρήτῳ, συμπρε‐ πούσῃ τῷ θεῷ καὶ τῷ ἐξ αὐτοῦ γεγεννημένῳ ἀχρόνως καὶ ἀνάρχως ἐν ἀληθείᾳ καὶ οὐ καταχρηστικῇ τινι ὑπονοίᾳ; ἐντεῦθεν οὐ κτιστήν φαμεν τὴν οὐσίαν, οὐδὲ ἀλλοτρίαν ὡς ποιητήν, ἀλλὰ γεννητὴν οὐσιωδῶς καὶ
15οὐκ ἀλλοίαν παρὰ τὸν γεγεννηκότα. διὸ καὶ ἄκτιστος διαμένει καὶ οὐ ποιηθεῖσα, ἀλλὰ γεννηθεῖσα ἐκ τῆς αὐτῆς οὐσίας θεοῦ, οὐ χρόνῳ ὑποπί‐ πτουσα. οὐ γὰρ ὁ γεννήσας ἐν ἀληθείᾳ χρόνῳ ὑπέπεσεν, ἵνα χρονικὴν ὑποστήσεται οὐσίαν. ὁποῖον γάρ ἐστι τὸ γέννημα, τοιοῦτος ὁ γεννήτωρ, καὶ ὁποῖος ὁ γεννήτωρ, τοιοῦτος καὶ ὁ γεγεννημένος.
20 23. ϛ. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ 〈ἀπὸ〉 τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπεί‐ γεται πᾶσα φύσις. Ἀνατροπή. Εἰ τὸ ἀγέννητον 〈τὸ γεννητὸν〉 ἐποίησε καὶ οὐκ ἐγέννησεν, ἐπὶ τῆς μιᾶς ταυτότητος ταττομένης τῆς ὀνομασίας καὶ θατέρου θατέρῳ μὴ
25παρεκτεινομένου διὰ τὴν κατὰ ἀλήθειαν ἀντωνυμίαν, ἡ δύναμις τῆς σχέσεως ἐπὶ θατέρου διαφωνίᾳ ἕστηκε μηδὲν πρὸς τὸ ἕτερον ἐπικοινωνοῦντος ἢ μόνον κατὰ τὴν ἐξουσίαν [καὶ] τῆς προκριτέας φύσεως αἰτίου 〈οὔσησ〉 πρὸς πᾶν τὸ ὑπ’ αὐτῆς κεκτισμένον. ἐπειδὴ δὲ ἀνὰ μέσον τοῦ ποιητικοῦ καὶ ποιουμένου
καὶ κτιστοῦ καὶ κτιζομένου ἄλλη τίς ἐστιν ὀνομασία, ἐγγίζουσα μὲν τῷ370 in vol. 3
Haer
.

3

.

371

ἀγεννήτῳ ὀνόματι, μακρυνομένη δὲ ἀπὸ τοῦ κτιστοῦ ὀνόματος, ἀδύνατόν ἐστι πάντα συγχέειν, ὦ Ἀέτιε, καὶ ἀφανίζειν ἀπὸ σαυτοῦ τῆς τελείας κατὰ ἀληθινὴν σχέσιν υἱοῦ πρὸς πατέρα ἀεὶ ὄντος καὶ ἀκτίστου ὀνομασίας ἐπικοινωνίαν. ἀδύνατον 〈γάρ〉 ἐστι τὴν ἀγέννητον καὶ ἄκτιστον φύσιν
5κτιστήν ποτε γενέσθαι, καὶ ἀπὸ τοῦ κεκτίσθαι πάλιν μεταμεληθεῖσαν ἀναδραμεῖν ἐπὶ τὴν αὐτῆς ἀγεννησίαν, κἄν τε μυρία ἡμῖν πλέκῃς Ἀριστο‐ τελικὰ ζητήματα, καταλείψας τὴν ἄνωθεν ἁπλῆν καὶ ἁγνὴν τοῦ πνεύματος ἁγίου διδασκαλίαν. 24. ζ. Εἰ μὴ ὅλος ὁ θεὸς ἀγέννητός ἐστιν, οὐδὲν κωλύει γεγεννη‐
10κέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε γέννημα. Ἀνατροπή. Καὶ ὅλος θεὸς ἀγέννητος καὶ ἄκτιστος, καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος ἄκτιστος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα 〈τὸ〉 παρὰ σοῦ σμι‐ κρυνόμενον, σαρκικὲ Ἀέτιε καὶ ψυχικὲ πνευματικῶς ἀνακρινόμενε, μονο‐
15ειδῶς ἔχον τὸ [ἐξ] αὐτοῦ ἐξαίρετον, μὴ ἀπεικαζόμενον τοῖς πολλοῖς, 〈τοῖσ〉 ἐκ τοῦ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ ἀπ’ αὐτοῦ κεκτισμένοις. διὸ οὔτε κοινωνήσει τοῖς πᾶσιν οὔτε τις αὐτοῦ τῷ ἀξιώματι ἐπικοινωνήσειεν. πάντα γὰρ παρίπταται καὶ ὑποχωρεῖ, καὶ καταλιμπάνει πᾶσαν αἰτίαν συλλο‐ γιστικὴν * τῷ ἀπὸ τῆς θείας γραφῆς διδασκαλικῷ λόγῳ, τῷ «οὐδεὶς οἶδε
20τὸν υἱόν, εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ἀπο‐ καλύψῃ». ἀποκαλύπτει δὲ δι’ ἁγίου πνεύματος οὐ τοῖς αὐτὸν συλλογιζομέ‐ νοις, ἀλλὰ τοῖς εἰς αὐτὸν γνησίως καὶ τελείως πεπιστευκόσι. καὶ γὰρ οὔτε «τὰ κρίματα αὐτοῦ ἐρευνῆσαι» δυνηθείης οὐδὲ «τὰς ὁδοὺς αὐτοῦ ἐξιχνιάσεις», κατὰ τὸ γεγραμμένον, κἄν τε μυρία ἡμῖν ἔλθῃς φλυαρῶν, ἐλεεινὸν κατ’
25ἐμὲ ἀνθρωπάριον. 25. η. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεός, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ’ οὐ τὸ γεννᾶσθαι. εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ, τῆς μεταβολῆς ἐργασαμένης
30τὴν τοῦ υἱοῦ εἰδοποίησιν· εἰ δὲ εἴη καὶ ἀμετάβλητος καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὸ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας
ὁμολογηθήσεται.371 in vol. 3
Haer
.

3

.

372

Ἀνατροπή. Ἔδει μὲν οὖν οὐ μόνον σε, Ἀέτιε, ἀλλὰ καὶ πάντα «αἱρετικὸν μετὰ μίαν νουθεσίαν παραιτεῖσθαι», ὡς ὁ ἅγιος καὶ σοφὸς κελεύει λόγος. «αὐτοκατάκριτος» γὰρ τυγχάνεις, ἑαυτῷ τὸν ὄλεθρον ἐπισπώμενος καὶ οὐχ ὑφ’ ἑτέρου ἀναγκαζόμενος. τίς οὖν ἐλεήσει τὸν «ἑαυ‐
5τῷ πονηρὸν καὶ οὐδενὶ ἀγαθὸν» τυγχάνοντα; ἀλλ’ ἵνα μὴ ἐφ’ οἷς ἐβλάστη‐ σας τῷ κόσμῳ κακοῖς, ἐν σεαυτῷ * ἔχων ὑπολαμβάνοις ὡς περὶ μεγάλων καὶ ἀντιθέτων, ἐπιμενοῦμεν καὶ αὐτοὶ μετὰ μακροθυμίας «τῇ διστόμῳ μαχαίρᾳ, τοῦ Χριστοῦ λόγῳ» ἐκτέμνοντές σου τὰς ἀκανθώδεις ῥίζας ἐν τῇ ὑγιαινούσῃ πρὸς θεὸν τελείᾳ καὶ ἀληθινῇ ὁμολογίᾳ. δόξα γὰρ τῷ
10ἐλεήμονι 〈θεῷ〉 τῷ φωράσαντί σε ὁποῖος εἶ, τὴν τοῦ Ἰούδα ἐπέχων τάξιν, τοῦ σὺν τοῖς μαθηταῖς μὲν ἀριθμηθέντος, ἀφορισθέντος δέ, οὐ Χριστοῦ ἔχοντος τὸν νοῦν, ἀλλ’ ἐκ τοῦ Σατανᾶ ὑποδεξαμένου τὴν πρὸς τὸν δεσπότην αὐτοῦ ἐπαρνησιθεΐαν. ψιλῇ γὰρ λέξει ὡμολόγησας τὸν υἱὸν τοῦ θεοῦ 〈οὐκ〉 ἔχειν ἐν τῇ διανοίᾳ. καὶ τίς ἐστι χρεία περιττῆς πρὸς σὲ λαλιᾶς,
15ὁπότε παντάπασιν ἀλλότριος Χριστιανῶν ὑπάρχεις, προφητῶν τε καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν, μαρτύρων τε καὶ πάντων τῶν ἁγίων, τῶν ἐλέγξαι σε εἰς ἡμέραν κρίσεως ἑτοίμως ἐχόντων, ὅτι ἄχρι θανάτου στρε‐ βλούμενοι ὑπέμειναν, μαστιζόμενοι, ξεόμενοι, θηρσὶ καὶ πυρὶ παραβλη‐ θέντες καὶ φόνῳ μαχαίρας, ἵνα υἱὸν θεοῦ ὄντα καὶ ἐξ αὐτοῦ ἀληθινῶς
20γεγεννημένον μὴ ἀρνήσωνται. γεννητικὸς γὰρ ὁ πατὴρ μόνου μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἔτι μετὰ τὸν ἕνα, καὶ ἀνομβρητικὸς πνεύματος ἁγίου καὶ οὐχ ἑτέρου πνεύματος, κτίστης δὲ καὶ ποιητὴς τῶν ὑπ’ αὐτοῦ γενο‐ μένων καὶ ἀεὶ γινομένων. διὸ οὐκέτι πολλῶν υἱῶν γεννωμένων, οὔτε πολ‐ λῶν πνευμάτων ἐξ αὐτοῦ ἐκπορευομένων, τῆς αὐτῆς θεότητος ἀεὶ ἐν τῇ
25τριάδι μενούσης καὶ δοξαζομένης, καὶ μηδέποτε προστιθεμένης μήτε ληγούσης μήτε ὑποληφθείσης ποτὲ ὡς μὴ οὔσης. διὸ καὶ οὐχ ἕως ψιλῆς ὀνομασίας ἐπὶ τῷ γεννήματι ἵσταται τὸ ἀξίωμα· ἐπεὶ ἂν πολλοὺς ἀδελφοὺς μετ’ αὐτὸν ἔσχεν ὁμοίους αὐτῷ, ὡς ἐπὶ τῷ εἰρημένῳ «υἱοὺς ἐγέννησα καὶ ὕψωσα», καὶ ἐπὶ τῷ «ὁ τετοκὼς βώλους δρόσου», καὶ ἐπὶ τῷ «ἀφ’ οὗ πᾶσα
30πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται», καὶ ἐπὶ τῷ «οὐχ εἷς πατὴρ
πάντων ὑμῶν;» καὶ ἐπὶ τῷ «παῖς μου Ἰακώβ», καὶ ἐπὶ τῷ «πρωτότοκός372 in vol. 3
Haer
.

3

.

373

μου Ἰσραήλ». οὗτοι γὰρ πάντες ψιλῇ λέξει τῷ τῆς ἀναγωγῆς * ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι προκεκοφότες οὐ κατ’ οὐσίαν τῇ ἀληθινῇ ἵστανται ὀνομασίᾳ, ἀλλὰ ψιλῶς 〈λέξει〉 καὶ κατὰ χάριν. διὸ διὰ τοῦ ἑνὸς τοῦ οὔτε κατὰ χάριν οὔτε ψιλῇ ὀνομασίᾳ ὀνομαζομένου, ἀλλὰ κατὰ ἀλήθειαν 〈ὄν‐
5τοσ〉 ἐκτίσθησαν, ἀπὸ τοῦ ἑνὸς διὰ τοῦ ἑνὸς σὺν τῷ ἐξ αὐτοῦ ἐκπορευο‐ μένῳ καὶ τοῦ αὐτοῦ λαμβάνοντι. 26. θ. Εἰ σπερματικῶς ἦν ἐν τῷ ἀγεννήτῳ θεῷ τὸ γέννημα, μετὰ τὴν γέννησιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειος οὖν ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ’ ἐξ ὧν προσέλαβε. τὰ γὰρ
10συγγενικῶς προσλαμβάνοντα, ὡς ἐξ ἐκείνων συνεστῶτα, τὸ τοῦ τε‐ λείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν. Ἀνατροπή. Εἰ μὴ ὡμολογεῖτο ἀσώματος ὢν ὁ γεννήτωρ, πάντα παρὰ σοὶ δραματουργείσθω. δραματουργήσας δὲ οὐκ ἄλλον τινὰ πτύρεις, σεαυτοῦ δὲ τὸν νοῦν θολοῖς ἀπὸ τῆς ἀληθινῆς ὁμολογίας. ἐξ αὐτοῦ γὰρ
15θεὸς τέλειος ὢν τέλειον υἱὸν ἐγέννησεν, οὐχ ἕτερον παρὰ τὴν φύσιν. οὐ γὰρ ἀπρεπής ἐστι πρὸς τὸν γεννήτορα, οὔτε ἔξωθεν ἐπιδεόμενος προσλή‐ ψεως. οὐ γάρ τί ἐστι μεῖζον μετὰ τὴν τοῦ θεοῦ οὐσίαν, ὅπως τῷ ἐνδεομένῳ μεταδοῦναι τῆς προσλήψεως πρὸς τελειότητα δυνηθείη. ὁ γὰρ ὢν ἀεὶ ἀσώματος τὸν ὄντα ἀσώματον παρ’ αὐτῷ τῷ ὄντι ἀεὶ γεννητικῶς, τέλειον
20ὁ τέλειος ἀεὶ ὄντως γεγέννηκε, πνεῦμα ὢν θεὸς καὶ πνεῦμα ὄντα τὸν ἐνυ‐ πόστατον Λόγον γεγεννηκώς. τὸ ὅλον γὰρ ἠλίθιον εἴη παρὰ σοὶ τῷ Ἀε‐ τίῳ, τῷ 〈τὰ ἄνω〉 ἐμβατεύοντι καὶ τὰς κατὰ θεὸν δόξας ἐρευνῶντι ἐκ συλλογισμῶν καὶ σοῦ φιλολογιστικῆς ἐννοίας, ὅτι τῷ ποιήσαντι τὰ πάντα ἐξ οὐκ ὄντων καὶ δυνηθέντι τελείως τὰ πάντα ὑπὸ ἓν ἐργάσασθαι, μηδὲν
25χρείαν ἔχοντι προσληπτικῆς ἐπιδόσεως, θεσμῷ δὲ ταῦτα πεδήσαντι, ἁδρυντικὴν οὐσίαν προσληπτικῆς 〈τε〉 θεότητος ἐπιδεόμενον ἐπιφημίζεις Λόγον καὶ οὐδὲ ἐξισοῖς 〈αὐτὸν〉 τοῖς ὑπ’ αὐτοῦ κεκτισμένοις. ἀπ’ ἀρχῆς γὰρ τελείως αὐτὰ ποιήσας προσλήψεως 〈οὐκ〉 ἐπιδεόμενα τὰ ἐξ αὐτῶν ἔτι βλαστάνοντα ὥρισε νόμῳ σοφίας, ἅτινά ἐστι ταῦτα ἐν οἷς ἐστι τὰ
30καθεξῆς γενόμενά τε καὶ γινόμενα, ὡς οἷον εἰπεῖν, οὐρανόν, γῆν, ὕδωρ, ἀέρα, ἥλιον, σελήνην, ἄστρα, καὶ τὰ ἐκ τῶν ὑδάτων γεγενημένα, ἕως καὶ αὐτοῦ τοῦ ἀνθρώπου. οὐκ οὐρανὸν ἀτελῆ ἐποίησεν, οὐ γῆν ἀτελεστάτην,
ἀλλὰ τελείαν μὲν τὴν γῆν, τέλειον δὲ τὸν οὐρανόν, «ἀόρατον δὲ καὶ ἀκατα‐373 in vol. 3
Haer
.

3

.

374

σκεύαστον» τότε, δι’ ἣν ἔμελλε ποιεῖν διακόσμησιν· ὕδωρ δὲ ἅμα καὶ φῶς τὸ πρωτόκτιστον, διὰ τοῦ ἀληθινοῦ φωτὸς τὰ πάντα ποιήσας, τοῦ ἀκτί‐ στου καὶ ζωοποιοῦ· ἔπειτα δὲ τὰ ἐκ τῆς γῆς φυέντα· καὶ πρὸ τούτου τὸ στερέωμα οὐχ ἡμιτελές τι ἐγίνετο, ἀλλὰ πάντα ἐν τελειότητι· «ἐξαγαγέτω
5γάρ 〈φησιν〉 ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καθ’ ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ’ ὁμοιότητα ἐπὶ τῆς γῆς». καὶ ὁρᾷς ὡς οὐδεμιᾶς εὐθὺς τὰ γεγονότα ἐπεδέετο προσ‐ ληπτικῆς ἐπιδόσεως, ἀλλ’ ἀνδρεῖα ὡς εἰπεῖν καὶ τέλεια διὰ τοῦ προστάγμα‐ τος εὐθὺς εὑρίσκεται. τῷ δὲ ἀνθρώπῳ ἐπιδοθέντα τὰ ὑπ’ αὐτὸν ὄντα καὶ
10σὺν αὐτῷ σπερματικῶς εἰς δεσποτείαν, οὐ τέλεια παρεδόθη, διὰ τὸ εἰδέναι τὸν ἄνθρωπον πάντοτε τὸν εὐεργετοῦντα καὶ τὸ εἶναι πᾶσι παρέχοντα, ἐπὶ πάντων δὲ ὄντα καὶ τὰς ἐπιδόσεις ἑκάστης ποιήσεως πρὸς σύστασιν τῶν αὐτῷ χρησιμευόντων παρέχοντα. Παρέδωκεν αὐτῷ σπερματικῶς τὴν γῆν, ὑποβάθραν ὡς εἰπεῖν προστη‐
15σάμενος καὶ ὡς μήτραν αὐτῷ παραδεδωκώς, ἵνα ἀπὸ τῆς προβολῆς τῶν κατὰ τὸ τέλειον ὑπὸ θεοῦ γεγονότων τὰ σπερματικῶς δι’ ἑαυτοῦ μετὰ συνέσεως ἐπὶ γῆν καταβαλλόμενα, ὡς οἷόν τε ξύλον καὶ ἄλλων γεννημάτων, αὐτὸς μὲν λεπτομερῶς ὡς ψηφῖδα παρὰ τῶν τελείων ἐρανισάμενος ταύτην 〈τε〉 εἰς γῆν ἐνθεματίζων τὰ τῆς ἐπιδόσεως 〈ἀπὸ〉 τοῦ τελείου θεοῦ πρὸς
20αὔξησιν προσδέχηται, ἵνα αὐξηθείη ἔξωθεν τὰ ὑπ’ αὐτοῦ ἐνσπερματιζό‐ μενα, ἵνα μὴ ἀγνοήσας τὸν ἐπιχορηγὸν τῆς ἐπιδόσεως αὑτὸν νομίσῃ δη‐ μιουργὸν καὶ ἐκπέσῃ τῆς ἀληθείας. εἰ γὰρ καὶ ἐφύτευσε Νῶε ἄμπελον, οὐ γέγραπται ὅτι ἦν φυτουργός, ἀλλ’ «ἐγένετο ἀνὴρ γεωργός». ἕτερος γάρ ἐστιν ὁ τὰ αὐθεντικὰ παρέχων τοῖς ἐσομένοις, ἕτερος δέ ἐστιν ὁ τὸ
25εἶναι παρ’ αὐτοῦ εἰληφὼς ἄνθρωπος καὶ τὴν ἐκείνου γεωργίαν πεπιστευ‐ μένος, ἵνα ὁ μὲν γεωργῇ τὰ ἐπιδόσεως εἰς τελείωσιν ἐπιδεόμενα, ὁ δὲ τὴν τελειότητα παρέχοι διὰ τῆς αὐτοῦ ἐπιδόσεως τῶν ὑπ’ αὐτοῦ ἐκτισμένων καὶ 〈διὰ τῆσ〉 ἐπιδόσεως εἰς τελειότητα αὐξανομένων. οὕτω καὶ ἐπὶ τῶν ζῴων καὶ ἐπὶ τῶν πετεινῶν, οὕτω καὶ ἐπὶ τῶν κτηνῶν καὶ ἑρπετῶν καὶ
30ἐναλίων πάντα ἐν ἀρχῇ τέλεια γέγονε διὰ τοῦ προστάξαντος, βουλήσει δὲ σοφίας νῦν ἐπιδόσεως δεῖται, διὰ τὴν τοῦ ἐπὶ γῆς δεσπόζοντος ἀνθρώπου κατ’ ἔννοιαν ὠφέλειαν, εἰς τὸ ἐπιγινώσκειν 〈αὐτὸν〉 τὸν ἐπάνω πάντων θεόν, τὸν χορηγὸν τῶν σπερματικῶν καὶ τῆς ἐπιδόσεως τῶν αὐξήσεων ὄντα θεὸν καὶ κύριον. διόπερ τὰ μὲν κατ’ οὐρανὸν καὶ οὐ διὰ χειρῶν ἀνθρώπου
35σπειρόμενα ὄντα, καὶ οὐ γεννῶντα οὐδὲ γεννώμενα, εἴασεν ὁ θεὸς ἐν τελειό‐374 in vol. 3
Haer
.

3

.

375

τητι· οὐ γὰρ ἐνέσκηπτον τῇ διανοίᾳ τοῦ ἀνθρώπου εἰς ἐπιβουλὴν καὶ τῦφον κενοδοξίας, ὡς οἷον ἐπὶ ἡλίου εἰπεῖν καὶ σελήνης καὶ ἄστρων. οὔτε γὰρ διὰ τὸ γεννᾶσθαι τὴν σελήνην ἢ φθίνειν ἢ αὔξειν ἀλλοιοῦται τὸν τρόπον, ἀλλὰ διὰ τὸ καιρῶν εἶναι σύστασιν καὶ ἐπιχορηγίαν, ὧν θεὸς τοῖς φωστῆρσι
5διετάξατο. πῶς οὖν τὰ σωματικὰ θεὸς καὶ τὰ φθίνοντα καὶ τὰ φθινόμενα θελήσας εὐθὺς τέλεια εἰργάσατο, ὃν δὲ ἐξ αὐτοῦ ἐγέννησεν, ἕνα ἐξ ἑνός, τὸν ὄντα ἀεὶ γεννητικῶς παρὰ τῷ ὄντι, ἐπιδόσεως ἐγέννα ἐπιδεόμενον; πέπαυσο οὖν, ὦ Ἀέτιε, κενὰς ἡμῖν καὶ Ἀριστοτελικὰς λέξεις φέρων, ἀρκετῶς ἐχόντων ἡμῶν καὶ μὴ ἀπατωμένων τὴν τοῦ κυρίου ἡμῶν ἀληθινὴν
10διδασκαλίαν, τὴν λέγουσαν ὅτι «ἐκ τοῦ πατρὸς ἐγὼ ἐξῆλθον καὶ ἥκω», [καὶ] οὐ καταχρηστικῶς ἐχούσης τῆς λέξεως 〈κατὰ〉 τὴν δύναμιν, ἀλλὰ τελειό‐ τητος καὶ ἀξίας θεοῦ σημαινούσης τὴν οὐσίαν. 27. ι. Εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννητὴν γὰρ φύσιν ἐν ἀγεν‐
15νήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι. τὸ γὰρ αὐτὸ εἶναί τε 〈οὐκ〉 ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέχοντος. Ἀνατροπή. Ἀντιθέτως παρεισάγει Ἀέτιος, ἐκ συλλογιστικῶν ὀνο‐
20μασιῶν ἀνθρωπίνης ἐπινοίας θεὸν καταλαβεῖν βουλόμενος, καὶ † ὡς ἐκ λέξεων ἀκρωτηριάζειν πειρᾶται τῆς ἐναργοῦς πίστεως τὴν βεβαίαν ἐλ‐ πίδα, ἀνόμοιον ἀνομοίῳ συγκρούσας καὶ λέξιν λέξει ἀνατροπικῶς παρεν‐ θείς, ὡς ἐκ τούτου βιάζεσθαι τὸ ἀνόμοιον τοῦ 〈υἱοῦ〉 πρὸς πατέρα σημαί‐ νειν, ὅπερ ἐστὶν ἀδύνατον. ἐξ αὐτῶν γὰρ ὧν ἐδίδαξε τὸν κόσμον συλλο‐
25γισμῶν καὶ αὐτὸς συλλογισθήσεται. φάσκει γάρ· «εἰ τέλειον ἦν τὸ γέννημα, ἐν γεννητῷ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸ ἐγέννησε. γεννη‐ τὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὐσίᾳ οὐκ ἐνδέχεται εἶναι· τὸ γὰρ 〈αὐτὸ〉 εἶναί τε 〈οὐκ〉 ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν, τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας τύπον καὶ ὕβριν ἐπέ‐
30χοντος»· ὥστε ἐξ ἅπαντος ἐλέγχεσθαι τὰ τῆς παραποιήσεως μέρη τῶν
λόγων, ὅτι οὐκ ἐνδέχεται ἀνόμοιον εἶναι τὸν υἱὸν τῷ πατρὶ οὐδ’ ἄνισον375 in vol. 3
Haer
.

3

.

376

τῆς αὐτοῦ τελείας θεότητος. εἰ γὰρ ὅλως φάσκει βεβιασμένως, καθ’ ἑαυτῶν δὲ ἐπιστρέφει 〈τὰ〉 ῥητά, ἃ διηγεῖται, τὸ γεννητὸν καὶ ἀγέννητον 〈ἀντιθέτωσ〉 ἀεὶ φάσκων, ἀπὸ τούτου μαθέτω 〈ἀντιτιθέναι〉 τὸ κτιστὸν καὶ ἄκτιστον, ὅτι οὐκ ἐνδέχεται ἐπικοινωνεῖν τοῦτο τούτῳ πρὸς τὸ ἀξίωμα,
5ὅπερ ἐστὶ τὸ 〈εἶναι〉 ὅλως προσκυνητόν. εἰ γὰρ ὅλως προσκυνητὸν τὸ ἀνόμοιον, τῷ ἀνομοίῳ ἐξισούμενον, οὐκέτι διοίσει λόγος τὸν ἕνα ἀπὸ τῶν ὅλων, τῆς ἀνομοίας 〈φύσεωσ〉 οὐ δυναμένης ἐν τάξει τοῦ αὐτῆς ἀξιώματος τάττεσθαι, κἄν τε ἐν δόξῃ ὑπερβάλλοιτο τὸ ἀπὸ πάντων ἓν ὂν τῶν ἀνομοίων, πρὸς [τὴν] τὸν ἕνα, διὰ τὴν μὴ ἐπικοινωνοῦσαν τῷ ἑνὶ 〈τῶν〉 πάντων πρὸς
10τὸν ἕνα ἀνομοιότητα. καὶ ἔσται λοιπὸν καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ γῆ καὶ τούτων ἔτι τὰ ὑποβεβηκότα προσκυνητὰ καὶ οὐκέτι ὁ εἷς σὺν τῷ ἑνὶ πνεύματι, ὅπερ ἐστὶ μία τριὰς καὶ μία θεότης καὶ μία προσκύνησις. ἆρα οὖν εἰ τοῦτο διὰ τοῦτο συλλογιστέον, ἔσται μὲν αὐτὸ ἐν ἀληθείᾳ, ἐπειδὴ οὐχ ὅμοιος ὁ εἷς λόγος τοῖς πᾶσι λόγοις, οὐδὲ ὁ εἷς υἱὸς τοῖς πᾶσι κατὰ ἀνα‐
15γωγὴν κικλησκομένοις ἴσος· οὐ γάρ ἐστι σὺν τοῖς πᾶσιν, ἀλλ’ ὁ δι’ οὗ οἱ πάντες. τὸ γοῦν ἀδυνάτως παρ’ αὐτῷ τῷ Ἀετίῳ ταχθὲν ἐξ ὑπαρχῆς καὶ ὡς ὕβριν ἐπέχον 〈καὶ〉 τύπον βλασφημίας διὰ τὸ ἀνομοιομερές, ὡς ἔφη, ἐν θεῷ 〈οὐκ〉 εἶναι, [ὅπερ] οὐ διαφορᾶς μέρος ὑπάρχει, ἀλλ’ ἰσότητος, καὶ οὔτε μεριζομένης τῆς θεότητος, ἀλλ’ ἀεὶ οὔσης τελειοτάτης, τρία ὄντα τέλεια,
20μία θεότης· μᾶλλον δὲ εἰς σύστασιν τῆς ἐν ἀληθείᾳ πίστεως τὸ ἀνόμοιον ἡμῖν ἐπησφαλίσατο, εἰς τὸ μὴ νομίζειν μήτε πείθεσθαι τοῖς παρὰ ἀξίαν Ἑλλήνων † πταίειν προπετείας προλήψει, κατεγνωσμένοις τὴν πᾶσαν κτίσιν προσκυνεῖν, τὴν ἀνόμοιον οὖσαν πρὸς τὸν προσκυνούμενον πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
25 28. ια. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτὸν ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος, τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; Ἀνατροπή. Ἔφησεν Ἀέτιος καὶ ἀπεφήνατο ὁ διαστολεὺς καὶ ὁρο‐
30θέτης περὶ φύσεως θεοῦ διαλαμβάνων, ἄνθρωπος ὢν τῇ φύσει καὶ τὰ ὑπὲρ376 in vol. 3
Haer
.

3

.

377

φύσιν βουλόμενος εἰδέναι, εἰδέναι δὲ οὐ κατὰ ἀκολουθίαν γραφῆς, ἀλλ’ ἐκ συλλογισμῶν βροτείων διανοημάτων, ὅτι «ἀγεννήτου φύσεως ὑπάρχων θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν». πάντοτε δὲ ἀεὶ καὶ ἀπ’ ἀρχῆς τοῦ λόγου οὐκέτι κατὰ τοὺς παλαιοὺς Ἀρειανοὺς
5κἂν ἀποκεκρυμμένως υἱὸν βούλεται λέγειν τὸν μονογενῆ. ἐν πᾶσι δὲ θεωρήσατε, υἱοὶ τῆς ἀληθείας, ὡς παντάπασι βούλεται αὐτὸν ἀλλότριον εἶναι τοῦ πατρὸς καὶ οὐδ’ ὅλως μετέχοντα θεϊκῆς οὐσίας, ἐξ ὧν πάντοτε τολμηρῶς ἀποφθέγγεται. τὸ γὰρ λέγειν ὅτι 〈ὁ θεὸσ〉 ἑαυτὸν ἀγέννητον γινώσκει καὶ γεννητικῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, μάτην παρ’
10αὐτῷ 〈εἴρηται〉 καὶ 〈μόνον διὰ〉 τὸ 〈μὴ〉 κἂν διὰ ψιλῆς λέξεως υἱὸν τὸν υἱὸν καλεῖσθαι. ἀνατραπήσεται δὲ αὐτοῦ ὁ λόγος. καὶ γὰρ ἀγέννητός ἐστιν ὁ πατὴρ καὶ ἐγέννησεν ἀϊδίως τὸν μονογενῆ, φύσεως ὢν ἑαυτῷ πρε‐ πούσης, * τῷ ἕνα μόνον τὸν μονογενῆ γεγεννηκέναι καὶ πνεῦμα ἐνηνοχέναι, τὸ μόνον μόνῳ 〈συνὸν〉 ἐπὶ μονογενεῖ 〈τῷ〉 γεννήτορι, ὃ τῷ ἀνάρχως
15γεγεννημένῳ υἱῷ συνυπάρχει, πνεῦμα ὤν, πνεῦμα γεγεννηκώς, καὶ οὐ σῶμα ὢν σωματικῶς διαστελλόμενον, οὐδὲ φθίνον καὶ αὖξον καὶ τομὴν ὑφιστάμενον. διὸ παρὰ τοῖς ἄλλοις πᾶσι τοῖς γεγεννηκόσι καὶ γεννωμένοις † ἀλλ’ ἐπὶ πολλῶν ἐπιδέχεται ἡ χρεία, ἐνταῦθα δὲ οὐχ ὅμοιον τοῖς οὖσι πᾶσιν ἡ τοῦ ἑνὸς πρὸς τὸν ἕνα ἀξία. διὸ καὶ αὐτὸς ὁ γεννηθεὶς ἐξαιρέτως
20ἐκ τοῦ ἐκπλήκτως γεννήσαντος ὥσπερ ἀπὸ τοῦ ἀγεννήτου γεγέννηται, συμπρέπων τῷ γεννήτορι, 〈οὕτωσ〉 καὶ αὐτὸς οὐ γεννᾷ οὐκέτι (κατὰ τὴν οὐσίαν φημί), ἵνα ἀπὸ τοῦ μηκέτι γεννᾶν κατ’ οὐσίαν 〈τὸν υἱὸν〉 καὶ ἀπὸ τοῦ τὸν πατέρα μὴ γεγεννῆσθαι ἐξ ἑκατέρων μερῶν ἡ πᾶσα δόξα τοῦ ἀξιώματος σῴζηται ἐν τῇ μιᾷ ἑνότητι τῆς ἀξίας θεοῦ, πατρὸς
25τελείου καὶ υἱοῦ τελείου καὶ τελείου πνεύματος ἁγίου. καὶ διὰ τοῦτο τὸ ὁμοούσιον οὐ ψεῦδος οἶδεν ἡ θεία γραφὴ οὐδὲ ὁ εὐσεβὴς λογισμὸς ὁ περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εὐσεβῶς μεμαθηκὼς τὸ δοξάζειν καὶ προσκυνεῖν, ἐκ θεοῦ λαβὼν τὴν χάριν. 29. ιβ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν,
30ἀλλ’ ἐπινοίας ἐστὶν ἀνθρωπίνης τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὴν 〈τοῦ〉 ἀγεννήτου ἐπίνοιαν,
τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ.377 in vol. 3
Haer
.

3

.

378

Ἀνατροπή. Καὶ 〈τὸ〉 ἀγέννητον, ὡς ἔφαμεν πρὸς τὸν Ἀέτιον ἀποτει‐ νόμενοι, 〈ὁμολογοῦμεν〉 καὶ οὐκ ἀρνούμεθα, κἄν τε ἐν θείᾳ γραφῇ μὴ ἐμφέρηται, 〈ὅτι〉 εὐσεβῶς [δὲ] ἐπινενόηται. ἀγέννητον δὲ φάσκοντες τὸν πατέρα καὶ ἀγέννητον ὁμολογοῦμεν, γεννητὸν δὲ τὸν υἱὸν οὐκ ἀρνούμεθα,
5ἀλλ’ οὐχὶ κτιστόν. οὔτε γάρ, ἐὰν τὸν υἱὸν γεννητὸν ὁρισώμεθα, ἐκ θεοῦ πατρὸς τὴν οὐσίαν ἔχειν ἀρνεῖσθαι δυνάμεθα· γεννητῶς γὰρ ἐγέννησε καὶ οὐκ ἔκτισεν. ὡς γὰρ λοξῶς πάντα ἐπὶ τοῦ γεννητοῦ καὶ ἀγεννήτου δια‐ νοούμενος παρεκτρέπειν ἑαυτὸν βούλει (οὐ γάρ τι ἕτερον), οὕτως καὶ αὐτὸς ἀκούεις περὶ ἀνθρωπίνων συλλογισμῶν καὶ ἀντιθέσεως συλλογιστικῆς,
10ἀνθρωπείας τε ματαιοφροσύνης, τὸ «ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος». λέξομεν 〈δὲ〉 καὶ αὐτοὶ ὅτι πολλῷ μᾶλλον ἀπρέπεια θεῷ τῷ ἀκτίστῳ τὸ κτίζειν τὰ κτισθέντα καὶ τῷ ἀποιήτῳ τὸ ποιεῖν· οὐ γὰρ ἐνδέχεται τὸν ἄκτιστον κτίζειν καὶ τὸν μὴ γενόμενον ποιεῖν τὰ ἐσόμενα, εἰ οὐ πρέπει τῷ ἀγεννήτῳ τὸ γεννᾶν κατὰ τὸν Ἀετίου
15λόγον. τῶν δὲ κτίσεων ὁρωμένων καὶ τοῦ πλείστου μέρους τῆς οὔσης ὑπο‐ στάσεως φαινομένης, θεῷ δὲ τῷ ἀκτίστῳ 〈κατὰ〉 τὸ ὑπ’ αὐτοῦ κεκτίσθαι μὴ πρεπούσης, ἵνα μὴ τὸ ἀσύγκριτον ἐπὶ μεταβολὴν τῶν γενομένων παρε‐ νεχθὲν ἀντὶ τοῦ πρέποντος παρὰ τῷ Ἀετίῳ ἀπρεπὲς μᾶλλον νομισθείη, ζητηθήσεται λοιπὸν ἕτερος ὢν θεὸς ὁ ἄκτιστος, ἕτερος δὲ ὁ κτισθεὶς καὶ
20κτίζειν ἀναλόγως ἑαυτῷ δυνάμενος. τοῦ δὲ κεκτισμένου καὶ τοῦ κτίζειν 〈δύναμιν〉 ἔχοντος αὐτομάτου μὴ ὄντος, ἀλλὰ κεκτισμένου, ζητηθήσεται καὶ ἕτερος ὁ τούτου αἴτιος γεγονὼς καὶ ἀπὸ τούτου ἄλλος ἐπινοηθήσεται. καὶ πολλὴ ἔσται ἡ τοῦ βυθοῦ τῆς πλάνης [ἡ] ματαιολογία τῶν νοημάτων, τῆς διανοίας μηκέτι εὐσταθούσης, ἀλλὰ πληρούσης τὸ εἰρημένον «ἐμωράν‐
25θησαν οἱ δοῦλοι τοῦ θεοῦ, καὶ ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως». οὐ γάρ τις «ἑαυτῷ ζῇ, οὐδὲ ἑαυτῷ ἀποθνήσκει», οὐδέ τις γνώσεται οὐδὲν πάρεξ τοῦ θεοῦ, τοῦ ἀποκαλύψαντος ἡμῖν τὴν ἀληθινὴν πίστιν αὐτοῦ 〈καὶ〉 λέγοντος «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, [καὶ] αὐτοῦ ἀκούετε», καὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου, ἀποκαλύψαντος ἡμῖν τὸν πατέρα αὐτοῦ
30καὶ λέγοντος «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω». καὶ οὔτε ἀπὸ ὀνο‐ μασίας ἀνθρώπων τὸ ἀσύγκριτον ἔσχε θεὸς οὔτε διὰ τὸ ἀσύγκριτον ἡ
ἀξία τοῦ ἀληθινοῦ ἐνυποστάτου θεοῦ λόγου καὶ ἐκ πατρὸς ἀνάρχως ὁμοου‐378 in vol. 3
Haer
.

3

.

379

σίως 〈τε〉 γεγεννημένου παρεκτραπήσεται, οὔτε ὁποτέρου τῶν ὀνομάτων χάριν ἔχοντος ἐπινοίαις ἀνθρώπων. οὐδὲν γὰρ προσλαμβάνεται τὸ θεῖον ἀξιώματος ἢ προσθήκης, αὐτὸ δὲ τὸ θεῖον πᾶσι παρέχει ἐκ τοῦ αὐτοῦ πλη‐ ρώματος, ἀεὶ ἐν ταυτότητι μένοντος καὶ μὴ ἐλαττουμένου, ἀλλ’ ἐν τῇ
5ἰδίᾳ φέροντος ἀεὶ οὐσίᾳ τοῦ ὀνόματος καὶ δυνάμεως καὶ οὐσίας τὸ ἀξίωμα. 30. ιγ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπι‐ θεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους, κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. Ἀνατροπή. Ἀμείνων οὐδεὶς θεοῦ (πρὸς Ἀέτιόν μοι ἡ λέξις, τὸν
10οὕτως ἐπινενοηκότα), ὡς ἔχει ἡ ἀλήθεια. πῶς γὰρ ἀμείνων θεοῦ εἴη τις, τῶν πάντων ἐκ θεοῦ τὸ εἶναι εἰληφότων; αἰτίου δὲ ὄντος τοῦ θεοῦ τῶν ὑπ’ αὐτοῦ κεκτισμένων λογικῶν τε καὶ ἀλόγων, ὁρατῶν τε καὶ ἀορά‐ των, ἀμείνων αὐτός ἐστι παρὰ πάντας, κἄν τε οἱ λογικοὶ διανοίας γένοιντο ὀρθῆς εἰς εὐσέβειαν τοῦ γεραίρειν τὸ ἄμεινον ἀπὸ μέρους, μηδὲ ὅλως, τῶν
15πάντων ἐπὶ τὸ αὐτὸ συναχθέντων καὶ μυρίων ἐπέκεινα διανενοημένων πρὸς ὕμνον θεοῦ ἐπεκτείνεσθαι, δυναμένων τὸ τέλειον τῆς αὐτοῦ δόξης ἐν ἑαυτοῖς ἐμπεριέχειν, ὑπερβαινούσης ἀεὶ τῆς ἀμείνονος 〈φύσεωσ〉 τῶν ὑποβεβηκότων τὴν ἔννοιαν, κἄν τε κατὰ δύναμιν καὶ ὑπὲρ δύναμιν πρὸς ὑμνολογίαν ἐπεκτείνωνται τῷ ἀμείνονι· ἔστι γὰρ οὐ λόγῳ ἀμείνων, ἀλλὰ
20δυνάμει καὶ ὀνόματι καὶ λόγῳ. ἀλλ’ οὐ διοίσει τὸ ἀσύγκριτον ἀπὸ τοῦ ἀσυγκρίτου ἡ τοῦ ἀμείνονος παρὰ τῶν ὑποβεβηκότων δοξολογία. οἶδε γὰρ ἐν πατρὶ τὸ ἄμεινον διὰ τοῦ ἀγεννήτου καὶ τὸ ἄμεινον ἐξ αὐτοῦ γεγεννη‐ μένον. διόπερ 〈τὸ〉 ὁμοούσιον ὁμολογεῖ ἡ ἐκ θεοῦ ἀνθρώποις ὀρθὴ κεχαρισμένη ἔννοια, ἵνα μὴ τὸ ἀνομοιούσιον ἐπινοήσασα υἱοῦ πρὸς πατέρα
25διαίρεσιν ποιήσηται τῆς ἀμείνονος καὶ ἀκραιφνοῦς τελειότητος δι’ οὗ οἶδε γεγεννημένου ἐν ἀληθείᾳ ὑπὸ τοῦ γεγεννηκότος ἀσυγκρίτως, πάσας ἐννοίας ὑπερβαίνοντος διὰ τὸ ἄμεινον. 31. ιδ. Εἰ μὴ εἴκει ἡ ἀγέννητος φύσις γενέσει, τοῦτ’ ἔστιν ὃ λέγεται· εἰ δὲ εἴκει γενέσει, τὰ τῆς γενέσεως πάθη τῆς ὑποστάσεως
30τοῦ θεοῦ εἴη ἀμείνω. Ἀνατροπή. Πάθη ὅλως ἐν θεῷ διηγεῖσθαι ἀσεβέστατον· εἴσω γὰρ
παθῶν οὐδ’ ὅλως περιέχεται τὸ θεῖον, ἀνωτάτω [δὲ] ὂν τῶν τοιούτων379 in vol. 3
Haer
.

3

.

380

τῶν ἐν ἡμῖν εἰς μεριστικὰς ἐννοίας ὑποπιπτόντων, κατὰ πάντα 〈δὲ〉 τρόπον ὁ Ἀετίου λόγος ἀνατραπήσεται. πάντα γὰρ τὰ ἐν ἡμῖν παθητικῶς συμ‐ βαίνοντα ἐν θεῷ ἀπαθῶς συνέστηκεν. ἐν ἡμῖν γὰρ κατά τι μέρος τὸ θέλειν ἐστὶ πάθος, οὐ τὸ θέλειν εὐσεβεῖν λέγω, ἀλλὰ τὸ θέλειν τι πράτ‐
5τειν ὅπερ ἐστὶν ὑπὲρ φύσιν, διὰ τὸ μὴ δύνασθαι ἐπιτελεῖν τὸ καθῆκον τοῦ θελήματος, οἷον ὡς ἐπὶ ἀνθρώπῳ λέγειν τὸ πτῆναι, τὸ εἰς ἀέρα φέ‐ ρεσθαι, τὸ τὰς φλέβας τοῦ βυθοῦ κατανοῆσαι, τὸ εἰδέναι πυθμένας γῆς, καὶ τὰ τούτοις ὅμοια. ὅσον δέ ἐστιν ἐν ἐμοὶ παθητικῶς συνεχόμενον, τοσοῦτον ἐν τῷ θεῷ ἀπαθῶς ἐστιν ὑπάρχον. διὰ τοῦτο πάντα ὅσα βού‐
10λεται δύναται πράττειν, τῆς φύσεως αὐτῷ μὴ ἀντιπραττούσης πρὸς τὸ βούλημα, τῆς δὲ ἡμετέρας ἐν ἡμῖν ἀντιπραττούσης πρὸς τὰ βουλήματα, ὅσα πρὸς τὸ ἀδύνατον ἐπεκτείνεσθαι ἔστιν ἐν ἡμῖν. καὶ οὐδ’ ὅτι εἴπομεν τὸν θεὸν πράττειν ὃ βούλεται, πάντως λέξειέ τις ὅτι πράττει οὖν τὰ μὴ πρέ‐ ποντα. οὐ πάντως· ἐκεῖνα γὰρ βούλεται, ἃ καὶ πράττει, ἀναλόγως τῆς
15αὐτοῦ ἀξίας, οὔτε τοῦ βουλήματος ἀντιπράττοντος πρὸς τὸ [μὴ] δύνα‐ σθαι, οὔτε τοῦ δύνασθαι ἀντιθέτου ὄντος πρὸς τὸ βούλεσθαι, * οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι. Καὶ ἄλλως. Μετὰ τὴν τοιαύτην ἀπάθειαν ἐν θεῷ ὑπάρχουσαν, ἐν ἡμῖν δὲ καὶ ἄλλοις κτίσμασι παθητὴν 〈φύσιν〉 οὖσαν, ἐὰν συμβῇ οὕτως
20διανοεῖσθαι, πάλιν ἕτερον πάθος κατὰ τὴν ἀλήθειάν ἐστιν ὁμολογητέον· μετὰ δὲ τὸ δεύτερον καὶ τρίτον ἔστι διανοηθῆναι. πάθει γεννῶμεν καὶ γεννώμεθα, τῆς ἡμετέρας φύσεως καὶ τῆς τῶν ἄλλων τῶν γεννωμένων καὶ γεννώντων τομὴν ὑποδεχομένης καὶ ῥύσιν ἐπεχούσης, πλατυσμόν τε καὶ συστολήν, ὄγκον τε καὶ μείωσιν, καὶ τὰ ἄλλα πάντα, ὅσαπερ
25πάθει συνέχεται διὰ τὴν τοιαύτην αἰτίαν. ἐν θεῷ δὲ οὐδὲν τούτων ἐν τῷ τὸν υἱὸν γεγεννηκέναι ἐνυπῆρξεν. εἰ γὰρ ὑπῆρξεν ἕν τι τῶν τοιούτων ἐν θεῷ κατὰ τὴν προφασιστικὴν εἰς ἀνατροπὴν τοῦ γεννήματος 〈αὐτῶν〉 ὑπόνοιαν, ἀπὸ τοῦ ἑτέρου καθ’ ἡμᾶς μέρους ἀντιθέτως πρὸς αὐτοὺς ῥητέον ὅτι ἐν ἡμῖν τοῖς ἐν πάθει γεννῶσί τε καὶ γεννωμένοις πάθος ἐστὶ
30δεύτερον ἐν τῷ κτίζειν καὶ πάσχομεν ἐν τῷ γεννᾶν τε καὶ γεννᾶσθαι, θεὸς δὲ ὁ παρ’ ὑμῖν κτίστης καὶ οὐ γεννήτωρ ἐπινοούμενος, ᾧ διὰ μὲν τὸ γεννᾶν ἀνατρεπτικῶς τὸ πάθος παραφέρετε, ἵνα τὴν υἱοῦ γνησιότητα ἀρνήσησθε, λήθῃ δὲ παραδιδόατε τὸ ἐπὶ τῷ κτίζειν πάθος, ὅπερ καὶ αὐτὸ ἐν θεῷ οὐ πάθος ὑπάρχει (μὴ γένοιτο) *. οὔτε γὰρ ἡμεῖς πάθος
35αὐτῷ προσάπτομεν, ὁμολογοῦντες αὐτὸν κτίστην ὄντα τῶν ἁπάντων,380 in vol. 3
Haer
.

3

.

381

οὔτε πάλιν πάθος 〈ἕτερ〉ον περὶ αὐτὸν διανοούμεθα, γεγεννηκότα τὸν ἀληθινὸν υἱὸν ἀληθινῶς ἀνάρχως καὶ ἀχρόνως ὁμολογοῦντες. διὸ τὴν φύσιν αὐτοῦ γινώσκομεν ἀκατάληπτον οὖσαν καὶ πάθει μὴ συνεχο‐ μένην. διὰ τοῦτο ὁμολογοῦμεν αὐτὸν καὶ ἀπαθῆ γεννήτορα καὶ κτίστην
5ἀπαθῆ. ἐγέννησε γὰρ τὸν μονογενῆ μὴ πάσχων, καὶ ἀπέστειλεν ἐξ αὐτοῦ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τομὴν μὴ ὑποστάς, καὶ ἔκτισε τὰ κτισθέντα καὶ κτιζόμενα, μὴ κακῶν μηδὲ πάθει συσχεθείς, καὶ ποιεῖ ὃ βούλεται συμπρεπόντως τῇ αὐτοῦ θεότητι, οὐ πρῶτον βουλευόμενος, ἵνα μάθῃ διανοούμενος εἰ χρὴ γενέσθαι τὸ ἐπιτελούμενον, οὐδὲ βουλόμενος πράτ‐
10τειν καὶ μὴ δυνάμενος ἐπιχορηγεῖν τῷ βουλήματι διὰ πάθος τὸ τελειού‐ μενον. ἅμα γὰρ ἔχει τὸ θέλειν, τὸ πράττειν, τὸ γεγεννηκέναι τὸν μονογενῆ, τὸ κτίσαι τὰ πάντα, τῆς θεϊκῆς φύσεως καὶ ἀξιώματος ἀνωτάτου ὄντος τῆς Ἀετίου συλλογιστικῆς ἐννοίας καὶ πάσης ἀνθρωπότητος, ἀμείνονος ὄντος τοῦ θεοῦ πάσης ἐπινοίας, οὐ πάθει εἴκοντος, ἀλλ’ ἀνωτάτου ὄντος
15πάντων τῶν παθῶν καὶ πάσης ὑπονοίας. 32. ιε. Εἰ τὸ γέννημα ἄτρεπτον τὴν φύσιν ἐστὶ διὰ τὸν γεννή‐ σαντα, τὸ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος, οὐ διὰ γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. Ἀνατροπή. Ἕως πότε ἥκει φέρων ἡμῖν οὗτος τὸ αὐτὸ λέγειν καὶ
20μηδὲν ὑπερβαίνειν τῶν ἐγκειμένων; ὅσα γὰρ ἔφη ἀπ’ ἀρχῆς καὶ ἄχρι τέλους 〈τὰ〉 αὐτὰ περὶ τῶν αὐτῶν καὶ οὐθὲν ἕτερον διηγήσατο, οὐ μυστήρια ἡμῖν ὑποδείξας, οὐ θεὸν ὡς ἐπαγγέλλεται διδάξας, οὐ πίστιν, δι’ ἧς ἐνεργοῦντες ἀπόστολοι τὴν τῆς ἀληθείας ὀνομάζοντες στερεὰν ὁμολογίαν νεκροὺς ἤγειραν καὶ λεπροὺς ἐκαθάρισαν, καὶ τἄλλα πάντα
25〈ἐποίουν〉 τῆς ἀγαθῆς συμφωνίας, ἐξ ὧν τὰ ὑποδείγματα ὑπέφαινον τῆς ἀληθινῆς ἐνεργείας, ἀλλὰ ματαίους καὶ κομπώδεις συλλογισμοὺς μὴ ὑπερβαίνοντας τὴν τῆς ταυτολογίας προφοράν, ἀλλ’ αὐτὰ ἐκεῖνα καὶ οὐδὲν ἕτερον διηγούμενος· διὸ παρακαλοῦμεν ὅπως μηδεὶς ἡμᾶς ἐπιμέμ‐ ψηται τῶν ἐντυγχανόντων, εἴπερ καὶ αὐτοὶ κατὰ τῶν αὐτῶν ἐνεχθῶμεν,
30ἀναγκαζόμενοι λέγειν πρὸς τὴν αὐτοῦ ταυτολογίαν. τὸ γέννημα γὰρ ἄτρεπτόν ἐστιν, ὡς πρέπει θεότητι, καὶ ὁ γεννήτωρ ἄτρεπτός ἐστιν, ὡς πρέπει ἀναλόγως τῇ αὐτοῦ ἀτρέπτῳ φύσει. μένει δὲ ὁ γεννήσας ἀεὶ τὸν ἐξ αὐτοῦ ἔχων γεγεννημένον, μηδεμίαν ὑπόνοιαν συγχωρῶν τοῖς ὑπ’ αὐτοῦ κεκτισμένοις ἄνευ υἱοῦ εἰδέναι πατέρα καὶ ἄνευ πατρός ποτε
35εἰδέναι τὸν γεγεννημένον καὶ τὸ τέλειον αὐτοῦ πνεῦμα, ὃ ἐκ τοῦ πατρὸς
ἐκπορεύεται καὶ τοῦ υἱοῦ λαμβάνει. καὶ τοῦτο πρέπον ἐστὶν ἀξιώματος381 in vol. 3
Haer
.

3

.

382

οὐσίας θεοῦ, τὸ προσληπτικῶς μὴ ἐπιδεῖσθαί τινος ἀξιώματος, ἀλλ’ ἔχειν αὐτὸ ἀϊδίως ἐν τῇ ἰδίᾳ ταυτότητι. 33. ιϛ. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικόν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει
5τὸ ἀγέννητον, πολλῷ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα. μηδενὶ δὲ μηδὲν πῶς 〈ἂν〉 ἀντιδιασταλείη; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται, σιωπῆς τὴν προφορὰν δια‐ δεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα, ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ’ οὐκ ἐν φύσεσιν οὕτως
10ἐχούσαις ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. Ἀνατροπή. Πῶς προλαμβάνειν εἰώθασι τὰς καθ’ ἑαυτῶν μαρτυ‐ ρίας οἱ ἐκθαμβεῖν τὴν διάνοιαν τῶν ἀπείρων μεμαθηκότες; ὁ γὰρ ἐν προφορᾷ τὴν ἐλπίδα κεκτημένος Ἀέτιος μόνον καὶ οὐκ ἀληθείᾳ, ταύτην ἡμῖν ἐπιφημίζειν τολμηρῶς προῆλθεν, αὐτὸς υἱὸν θεοῦ καὶ θεὸν πατέρα
15ψιλῷ λόγῳ 〈διαφέρειν〉 μὴ αἰδεσθεὶς ὁμολογῆσαι, ἡμῶν δὲ μάλιστα ὁμολογούντων φυσικὸν εἶναι πατέρα καὶ φυσικὸν εἶναι υἱὸν καὶ φυσικὸν εἶναι ἅγιον πνεῦμα· τῇ γὰρ τριάδι οὐδὲν ἄλλο συγκριθήσεται. καὶ διὰ τοῦτο ἀληθινῶς ὁμοούσιόν ἐστι τὸ τῆς ὁμολογίας ἡμῶν ἔρεισμα καὶ οὐ διὰ προφορᾶς τῆς διὰ τοῦ γίνεσθαι καὶ μὴ γίνεσθαι ἀναιρουμένης,
20ὡς ἡ τοῦ Ἀετίου περὶ πατρὸς δόξα καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἔστι γὰρ ὄντως πατὴρ ἀληθινὸς καὶ υἱὸς ὄντως ἀληθινὸς καὶ πνεῦμα ἅγιον ἀληθινόν, κἄν τε μυρίους συλλογισμοὺς ματαίους ὑποσπείρῃ, ὥς φησιν ὁ θεῖος λόγος περὶ τῶν τοιούτων λέγων ὅτι «τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω» καὶ ὅτι «οἶδε κύριος τοὺς λογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ
25μάταιοι», καὶ τὰ ἑξῆς. 34. ιζ. Εἰ μηδὲν πλέον νέμει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα.
30 Ἀνατροπή. Οὐδεὶς εὐσεβὴς λόγος συγχωρήσειε, κἄν τε μυρία δρα‐ ματουργήσῃ ἡμῖν Ἀέτιος, ἀμείνους εἶναι 〈τοῦ υἱοῦ〉 τοὺς τὸ εἶναι παρὰ τοῦ ὄντος εἰληφότας. δι’ αὐτοῦ γὰρ καὶ αὐτὸς ὁμολογεῖ τοὺς αὐτοὺς γεγενῆσθαι.
οὔτε γὰρ κατὰ προφορὰν λόγου ἴσασι τὸ γέννημα καλεῖν, ἀλλὰ ἀληθινὸν382 in vol. 3
Haer
.

3

.

383

ἐξ ἀληθινοῦ γεγεννημένον οἱ ἐξ αὐτοῦ εὐεργετηθέντες καταξιωθ〈έντες τε κληθ〉ῆναι Χριστιανοὶ τῷ εἰδέναι αὐτὸν ἐν ἀληθείᾳ καὶ διδαχθῆναι διὰ πατρὸς καὶ οὐκ ἀπὸ σαρκὸς καὶ αἵματος, καὶ διὰ τοῦτο εἰκότως μακαριζόμενοι, ὡς ὁ μετὰ προσθήκης τοῦ ζῶντος υἱὸν θεοῦ αὐτὸν ἐπιγνούς,
5οὔτε πνευματικῶς ἀνακρινόμενοι 〈ὡς ἀνακρίνει〉 ὁ πνεῦμα ὢν καὶ μονο‐ γενὴς τὸν ψυχικὸν Ἀέτιον μὴ παραδεχόμενον τὰ τοῦ πνεύματος. * κἄν τε εἴποι «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν»· τῶν ἀμφοτέρων τούτων ὀνομασιῶν πρὸς τὰ ἀλλογενῆ ὀνόματα μὴ δυναμένων ἐξισοῦσθαι, τῆς ἀληθείας ἀεὶ μενούσης καὶ
10ἑκάστης χρειώδους τάξεως ἐν υἱῷ θεοῦ ἐν ἀληθείᾳ τὸ σαφὲς διδασκούσης. οὔτε γὰρ 〈τὸ〉 «πατέρα μου καὶ πατέρα ὑμῶν» κατὰ τὴν σάρκα εἰς αὐτοὺς πληρωτέον (πῶς γὰρ πατὴρ σαρκὸς ὁ θεὸς ὁ σάρκα μὴ ἐνδυσάμενος;) οὔτε τὸ «θεόν μου καὶ θεὸν ὑμῶν» κατὰ τὴν τοῦ υἱοῦ θεότητα καὶ κατὰ τὴν μαθητῶν υἱοθεσίαν πληρωτέον· ἀλλὰ 〈τῷ〉 «θεόν μου καὶ θεὸν ὑμῶν»
15διὰ τὴν ἡμετέραν 〈σωτηρίαν περὶ τῆς ἑαυτοῦ〉 ἐνανθρωπήσεως μυστη‐ ριωδῶς ὁ ἀληθεύων ἐν ἅπασι τοὺς μαθητὰς ἠσφαλίζετο· πατέρα δέ μου καὶ πατέρα ὑμῶν 〈εἰπὼν〉 διὰ τοῦ ἐμοῦ 〈σημαίνει τὴν τοῦ θεοῦ〉 πρὸς αὐτὸν κατὰ φύσιν καὶ ὁμοῦ πρὸς ἡμᾶς ἐπικοινωνίαν, ἧς ἐγὼ μέν, 〈φησίν〉, κατὰ φιλανθρωπίαν ἐνδημήσας ἔδωκα ὑμῖν περιγενέσθαι κατὰ τὸ
20ῥητόν· «ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι». διόπερ καὶ αὐτὸς παρ’ αὐτοῖς γενόμενος μορφὴν δούλου ἔλαβε, προσφάτως προσφάτῳ ἐπικοινωνήσας, τῶν ἀρχαϊζόντων μενόντων ἐν ταυτότητι καὶ μὴ εἰς σύγχυσιν μεταβαινόντων, υἱῶν μὲν ἀνθρώπων διὰ τῆς μετοχῆς 〈θεοῦ〉 εἰς ἀφθαρσίαν μεταβαλλομένων, ἀλλ’ οὐκ εἰς ὁμοουσιότητα συνενου‐
25μένων, καὶ τοῦ τὴν μορφὴν δούλου λαβόντος διὰ τοῦ μὲν «λαβόντος» τὸ πρόσφατον δηλοῦντος, διὰ δὲ τοῦ «ἐν μορφῇ θεοῦ ὑπάρχοντος» εἰς τροπὴν μὴ παρερχομένου. τούτων δὲ οὕτως ὄντων καὶ ἐν τελείᾳ γνώσει
οὕτως παρὰ τοῖς θεοδιδάκτοις σοφῶς ὁμολογουμένων, οὔτε τὸ «θεός383 in vol. 3
Haer
.

3

.

384

μου καὶ θεὸς ὑμῶν» οὔτε τὸ «πατήρ μου καὶ πατὴρ ὑμῶν», ἀπὸ τῆς κατὰ τὸ εὔλογον ἐπικοινωνίας διὰ τοῦ ὁμωνύμου διοίσει τῆς ἀκραιφνοῦς οὐσίας 〈οὐδὲ〉 ἀπὸ τῆς ὑπεροχῆς τῆς ἰδίας ἑνότητος πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος ὡσαύτως.
5 35. ιη. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως, οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος. οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ’ ὅτι πέφυκεν. αὐτὸ οὖν ὑπάρχουσα οὐσία ἀγέννητος ὁ θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ’ ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν
10πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. Ἀνατροπή. Τοῖς αὐτοῖς ἡμᾶς σκυλμοῖς περιέβαλεν Ἀέτιος ταυτο‐ λογεῖν ἡμᾶς, ὡς ἔφην, καὶ πολλάκις παρασκευάζων διὰ τὴν ἐξ ὑπαρχῆς ἄχρι τέλους αὐτοῦ περὶ τῶν αὐτῶν ταυτολογίαν. οὐ γάρ ποτε ἡ πίστις ἡ πάντα πιστὸν σῴζουσα ἐκ συλλογιστικῆς ὑπονοίας ἀνθρώπων συνέ‐
15στηκεν· ἐπειδὴ γὰρ ἐπισφαλεῖς εἰσιν αἱ τῶν ἀνθρώπων διάνοιαι καὶ οὐ δυνάμεναι πρὸς τὸ ἄπειρον τῆς τοῦ θεοῦ οὐσίας ἐπεκτείνεσθαι. καὶ γὰρ τὸ πᾶν τῆς σωτηρίας ἡμῶν Χριστοῦ ζωτικὸν μυστήριον «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία, ἡμῖν δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὅτι τὸ μωρὸν τοῦ θεοῦ
20σοφώτερον τῶν ἀνθρώπων ἐστὶ καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί». πῶς οὖν οὐκ ἄν τις τὸν Ἀέτιον ἐν τοῖς Ἰουδαίοις μὲν διὰ τὸ σκάνδαλον τῶν αὐτοῦ συλλογισμῶν καταστήσειεν, Ἕλληνα δὲ 〈νομίσειε〉 διὰ τὸ ἐκ τῆς ἰδίας ἐθελοσοφίας μωρίαν ἡγεῖσθαι τὴν τοῦ θεοῦ ἀλήθειαν; καὶ γὰρ εἷς καὶ κρείττων 〈ὢν〉 πάσης κτίσεως καὶ
25δημιουργίας ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, οὐ παρὰ τοῦτο, ὅτι ἐστὶ κρείττων τῶν ὑπ’ αὐτοῦ γεγενημένων, οὐ ποιεῖ καὶ κτίζει τὰ ὑπ’ αὐτοῦ γεγονότα· οὐδὲ γὰρ φθονεῖ τῇ ἰδίᾳ ἀγαθότητι. οἴκοθεν γὰρ ἔχει τὸ αὐτοάγαθον, ὅπερ ἐστὶ πάντων κρεῖττον. οὔτε γὰρ εἴσω παθῶν περιέχεται ἢ φθόνου ἢ βασκανίας ἕνεκα τὰ ὄντα ἐξ οὐκ ὄντων ἐτελεσιούρ‐
30γησεν. οὐ γὰρ τὰ ὑπ’ αὐτοῦ γεγονότα, ὑποβεβηκότα δὲ τὴν αὐτοῦ ἀσύγκριτον θεότητα, [οὐ] καθ’ ἑαυτοῦ ἐπενοήθη, * τὰ ὑπ’ αὐτοῦ κτισ‐ θέντα, ἀλλ’ εἰς δόξαν αὐτοῦ, πρὸς τὸ δεῖξαι τὴν ἄφθονον αὐτοῦ θεότητα·
αὐτοαγαθότης οὖσα καὶ αὐτοουσία, ἐπικοινωνοῦσα τοῖς ἐξ αὐτοῦ ἐξ384 in vol. 3
Haer
.

3

.

385

οὐκ ὄντων κτισθεῖσι τὸ εἶναι, αὐτὰ θελήσας καὶ μετέχειν τῆς αὐτοῦ (ἕκαστον τῶν κεκτισμένων κατὰ τὴν ἀναλογίαν) δωρεᾶς ἑκάστης ὑπο‐ θέσεως· φωστῆρσι μὲν τὸ φῶς κεχάρισται, οὐρανῷ δὲ τὰ κάλλη τῆς δια‐ κοσμήσεως, γῇ τε καὶ τοῖς ἄλλοις κατὰ τὸ αὐτοῦ βούλημα μέρη ἀρετῆς
5ἐχαρίσατο, ἀγγέλοις τε τὸ δοῦναι αὐτοῖς ἀφθαρσίαν καὶ ἄλλαις ἁγίαις δυνάμεσιν, ἀνθρώπῳ τε τὸ τῆς εἰκόνος ἀξίωμα καὶ ζωῆς καὶ γνώσεως καὶ λογικοῦ χαρίσματος δῶρον. καὶ οὐκ ἀπὸ βουλήματος μόνον ὑπῆρ‐ ξεν αὐτῷ τοῦτο ὡς ἂν εἴποι τις, μελλητικῶς ἢ κατὰ μετάμελον ἢ συμβουλευτικὸν λογισμόν, ἀλλὰ κατὰ τὸ αὐτοάγαθον. πέφυκε γὰρ αὐτο‐
10άγαθος συμπρεπόντως αὐτῷ τὰ πάντα ἔχων καὶ ποιῶν καὶ ἐργαζόμενος. ὥσπερ οὖν τῇ αὐτοῦ ἀγαθότητι οὐκ ἀπρέπειαν 〈ἐν〉 τούτῳ περιεποιήσατο, ἀλλὰ δόξαν καὶ γνῶσιν ἐπαίνου ἀφθονίας, τοῖς ὑπ’ αὐτοῦ γεγονόσιν εἰς εἴδησιν καὶ αἴσθησιν ἐλθών, οὕτω καὶ δόξα ἐστὶν οὐ προσληπτικὴ τῆς αὐτοῦ θεότητος. οὐ γάρ ποτε ἐνδεῖται τὸ θεῖον προσθήκης δόξης, ἀλλὰ αὐτο‐
15δόξα 〈ἐστὶν〉 καὶ αὐτοαρετὴ καὶ αὐτοθαῦμα καὶ αὐτουμνηγορία, τῷ τὸν πατέρα γεννῆσαι, εἰ καὶ αὐτὸς οὐ γεγέννηται, 〈υἱόν τε γεννηθῆναι〉, ἵνα ἐκ πηγῆς ἀεὶ οὔσης ἀΐδιος πηγὴ συνυπάρχοι, ἐξ αὐτοῦ οὖσα πηγὴ ἐκ πηγῆς καὶ θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, οὐκ ἀρξάμενος τοῦ εἶναι, οὐ χρόνῳ ὑποπεσών, ἀλλ’ ἅμα πατέρα ἔχων ἀληθινῶς καὶ
20ἅμα τὸν πατέρα υἱὸν ἔχειν ἀληθινῶς, οὐκ ἀ[πο]πρεποῦντα πατρί, οὐ τὸ ἀσύγκριτον ἀφανίζοντα. οὐ γάρ ἐστι σωματική τις διαστολή, ἀλλὰ λόγος ἐνυπόστατος, υἱὸς ἐκ πατρὸς ὤν, πνεῦμα ἐκ πνεύματος καὶ θεὸς ἐκ θεοῦ, ἀποκλείων πᾶσαν συλλογιστικὴν ὑπόνοιαν, εἰς ζωὴν ὢν πιστοῖς καὶ ὅλοις τοῖς ὑπὸ τοῦ πατρὸς δι’ αὐτοῦ καὶ ἀπ’ αὐτοῦ γεγονόσι, τοῖς
25πιστεύουσι καὶ γινώσκουσι καὶ μὴ μωρίαν ἡγουμένοις θεοῦ τὴν δύ‐ ναμιν, καὶ θεοῦ τὴν σοφίαν, τὴν ὑπερβαίνουσαν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν, μάλιστα φθαρτῶν ἀνθρώπων, ὡς καὶ αὐτὸς Ἀέτιος ἄκων ὡμολόγησεν. 36. ιθ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον,
30μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μὴ ὄντος τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος θεόν, ὅπερ ἐστὶν
αὐτὸν ἑαυτοῦ;385 in vol. 3
Haer
.

3

.

386

Ἀνατροπή. Τὰ κατὰ στέρησιν λεγόμενα παρὰ τοῖς ἔξω διαλεκ‐ τικοῖς φέρει ἡμῖν Ἀέτιος, ὡς ἐπὶ θεοῦ εἰδήσεως καὶ ὠφελείας 〈ἕνεκα〉 τοῦτο διαλαμβάνων, πρότερον ἀγνοήσας ἐπὶ τίσι παρὰ τοῖς ἔξω τὸ στερη‐ τικὸν λαμβάνεται. οὐ γὰρ παρὰ πᾶσιν ἐνδέχεσθαι τὸ κατὰ στέρησιν
5λέγεσθαι βούλονται οἱ τῶν διαλεκτικῶν λόγοι, ἀλλ’ ἢ ἐπὶ τοῖς κατὰ φύσιν τι κεκτημένοις. 〈ἐπὶ〉 τούτοις γὰρ ἐπὶ τἀναντία ἐνδεχομένοις ἵστασθαι τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων τὸ κατὰ στέρησιν λέγεται, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων οὐκέτι. οἷον τὸ τυφλὸς ἐπὶ τοῦ λίθου οὐκ ἂν εἴποι τις· ὁ γὰρ πεφυκὼς ὁρᾶν, εἶτα ἀποβαλὼν τὸ ὁρᾶν, τυφλὸς ἀκούει,
10εἰ μέντοι γε πετεινὸν ἢ ἄνθρωπος ἢ κτῆνος ὁτι〈οῦν〉 πεφυκὸς ὁρᾶν, ὅτε ἐστέρηται, τυφλὸν στερητικῶς λέγεται· οὕτως καὶ τὸ ἀόργητος οὐκ ἂν εἴποιμεν 〈ἐπὶ〉 τοῦ λίθου ἢ τὸ ἄκακος ἢ τὸ ἄφθονος· οὐ γὰρ πέ‐ φυκεν· ἐπὶ μέντοι ἀνθρώπου καὶ κτήνους τοῦ πεφυκότος ὀργίζεσθαι, ὅτε μὴ ὀργίζοιτο, εἴποι ἄν τις κατὰ στέρησιν, ἐπὶ δὲ τῶν μὴ ἐνδεχομένων
15οὐκ ἂν ἔτι. Οὕτω καὶ ἐπὶ τοῦ θεοῦ ληπτέον, ὡς πρὸς τὸν Ἀέτιον ἀποτεινομένου τοῦ λόγου καὶ ἐρω〈τη〉τικῶς ἐξετάζοντος. λέγε ἡμῖν, ὦ Ἀέτιε, οἶδας 〈θεὸν〉 ἀσύγκριτον πρὸς τοὺς πάντας τοὺς μὴ ὄντας ἐκ τῆς αὐτῆς οὐσίας ἢ καὶ αὐτὸν σὺν τοῖς ἅπασιν ἀριθμεῖν τολμήσειας; καὶ εἰ μὲν 〈σὺν〉 τοῖς πᾶσι
20τοῦτον ἀριθμήσειας, τοῖς μὴ ἐκ τῆς οὐσίας αὐτοῦ οὖσιν, ἀλλ’ ἐξ οὐκ ὄντων ὑπ’ αὐτοῦ διὰ τοῦ ὄντος ἐξ αὐτοῦ κατ’ οὐσίαν γεγενημένοις (πάρεξ μόνου αὐτοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου, τοῦ ἐκ τῆς οὐσίας τοῦ ἀσυγ‐ κρίτου πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ ὄντος), ἀτοπωτάτη ἂν εἴη σου ἡ ὁμολογία. πῶς γὰρ ἔτι εἷς ἐκ τῶν πάντων, ἐξ οὗ πάντα ἐξ οὐκ
25ὄντων γεγένηται; ἀδύνατον γὰρ τοῦτο, καὶ οὐδ’ αὐτὸς τοῦτο λέξειας. μὴ ἐνδεχομένου δὲ τοῦ αὐτὸν εἶναι ὅμοιον ἢ ἴσον τοῖς ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων γεγονόσιν, ἀνένδεκτόν ἐστι τὰ ὅμοια αὐτὸν πάσχειν τοῖς ἀνομοίοις αὐτῷ, οἷς τῷ εἶναι αὐτὰ ἐξ αὐτοῦ ἐξ οὐκ ὄντων καὶ πάντα τὰ ἐν αὐτοῖς [οἷς] συμβαίνει κατὰ στέρησιν εἶναι τῶν ἐναντίων. τὰ μὲν γάρ ἐστιν
30ὁρῶντα οὐκ ἀφ’ ἑαυτῶν (οὔτε γὰρ καὶ τὸ εἶναι ἀφ’ ἑαυτῶν ἐσχήκασιν, ἀλλὰ κατὰ δοτικὴν χάριν τοῦ δεδωρημένου), ἐν οἷς συμβαίνει τὸ πάθος 〈γενέσθαι〉 κατὰ στέρησιν τῶν ἐν αὐτοῖς ὑπαρξάντων κατὰ τὴν δόσιν τοῦ
δεδωρημένου, τοῦ ἀπαθοῦς καὶ οὐκ ἔκ τινος ἔχοντος τὸ εἶναι οὐδὲ δυνα‐386 in vol. 3
Haer
.

3

.

387

μένου στερίσκεσθαι 〈ὁμοίωσ〉 τοῖς ἐξ οὐκ ὄντων ὑπάρξασιν. εἰ οὖν οὐκ ἴσος ἐκείνοις ὁ υἱὸς ἢ ὁ πατὴρ ἢ τὸ ἅγιον πνεῦμα [τούτοις], ἄλλος δέ ἐστιν ὁ υἱὸς παρὰ τούτους, οὐ τῇ ἴσῃ ὀνομασίᾳ κικλησκόμενος, ἐξαίρετον δὲ καὶ ἀσύγκριτον ὄνομα ἔχων, αὐτοάγαθος 〈ὢν〉 ἀπὸ τοῦ αὐτοαγάθου
5ὄντος τίς ἂν ἡ συμπλοκὴ πρὸς τὸ στερητικὸν * ἐχούσης ἀντίθετον; περιτ‐ τὸς γὰρ ὁ τοῦ τὸ στερητικὸν εἰσενέγκαντος ἡμῖν Ἀετίου λόγος, τοῦ ἀγεννήτου θεοῦ καὶ γεννητοῦ υἱοῦ οὐ κατὰ στέρησιν τὴν τῶν κτισμάτων ἔχοντος τὸ ὑπερέχον ἀξίωμα, ἀλλὰ κατὰ τὸ αὐτομάτως καὶ ἰδιαζόντως καθ’ ἑαυτὸ συμπρέπον τῇ ἑαυτοῦ οὐσίᾳ τε καὶ θεότητι, ὡς ἐπὶ τοῦ ἀόρ‐
10γητος οὐ διὰ τὸ 〈μὴ〉 ὀργίζεσθαι, ἀλλὰ διὰ τὸ αὐτοαόργητον, καὶ τὸ ἀγέννητος διὰ τὸ αὐτο〈α〉γέννητον, κἄν τε ὁ υἱὸς γεννητὸς εἴη ἀπὸ τοῦ ἀγεννήτου, τῆς κατὰ στέρησιν λέξεως ματαίως κειμένης ἐπὶ τῷ ἀσυγ‐ κρίτῳ πρὸς τοὺς ἄλλους κατὰ τὸν νοῦν τούτου τοῦ ὑποβάλλοντος. οὔτε γὰρ τὰ ἄλλα τῷ γεγεννημένῳ ἰσάζεται οὔτε ὁ ἀγέννητος τοῖς κεκτισμένοις
15τὸ ὁμοούσιον μεταδίδωσιν οὐκ ἀδυνάτου τοῦ δυνατοῦ κατηγορουμένου, ἀλλὰ τῶν ἀδυνάτων πρὸς τὸν δυνατὸν μὴ ἐπεκτεινομένων, διὰ τὸ ἐξαίρετον τοῦ ἑνὸς θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ μονογενοῦς υἱοῦ σὺν τῷ ἁγίῳ πνεύματι. 37. κ. Εἰ αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέν‐ νητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ’ εἰ μὲν στέρησίς
20ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμη‐ θήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεν‐ νητὴν οὐσίαν, ἵν’ οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται· εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀπο‐ βολὴν ἀγεννησίας ἐστέρηται. εἴη ἂν οὖν οὐσία μὲν γεννητή, τὸ δὲ
25ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρόδου ἐστὶ δηλωτικόν, δῆλον ὅτι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπέπλασται ἐξ οὐσίας τινός, ἄν τε τοῦτό ἐστιν ὃ λέγεται, γέννημα. Ἀνατροπή. Ἤδη μὲν οὖν περὶ στερητικῆς ὑποθέσεως πολλὰ συμ‐ μαχεσάμενος ὁ Ἀέτιος τοῖς ἀπὸ τῆς πίστεως ἀλλοτρίοις καὶ αὐτὸς ἴσα
30ἐκείνων κατὰ τῆς πίστεως ἐξωπλίσατο, οὐδὲν ἀπὸ πίστεως λέγων οὐδὲ
μεμνημένος τοῦ ῥητοῦ 〈τοῦ〉 πρὸς τοὺς ἀφ’ ἑαυτῶν κενοφωνοῦντας387 in vol. 3
Haer
.

3

.

388

καὶ οὐ κρατοῦντας τὴν ἀρχὴν τῆς πίστεως, ὡς πρὸς αὐτοὺς διελεγκτικῶς ὁ λόγος φησίν «εἶπον ἐγὼ ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης» μετὰ καὶ τοῦ «ἐταπεινώθην σφόδρα». νῦν δὲ αὖθις τοῖς αὐτοῖς κατα‐ τριβόμενος, στερήσεως ὀνομασίας τε καὶ ἕξεως καὶ συλλογισμῶν ἀν‐
5θρωπίνης σφαλερᾶς ὑπονοίας φόρτον προβαλλόμενος καὶ πνευματικῶς ἀνακρινόμενος ἑαυτοῦ φείδεται ἀνακόψαι τὸ ἴδιον ὅρμημα τῆς ἐξ ἀν‐ θρωπίνης * πανουργίας, ἀφ’ ἧς περὶ θεοῦ λέγειν 〈ἐπιχειρεῖ〉 ἃ βού‐ λεται. ἀλλὰ καὶ ἡμᾶς καίπερ πολλὰ περὶ στερητικῶν διαλεχθέντας ἀναγκάζει πάλιν τοῖς αὐτοῖς ἐμμένειν καὶ ἐν ταῖς πρὸς αὐτὸν ἀνατρο‐
10παῖς κατατρίβεσθαι. καὶ ἦν μὲν ἱκανὴ ἡ πρὸ ταύτης ἀνατροπή, δυνα‐ μένη διὰ τὸ ὁμόρροπον καὶ ὁμώνυμον τοῦ συλλογιστικοῦ αὐτοῦ λόγου κατὰ τῶν ἀμφοτέρων φέρεσθαι. ἀλλ’ ἐπεὶ δεῖ μήτε ἵππον σιδηρόστομον ἀχαλίνωτον ἐᾶν, κἄν τε κατὰ βαράθρων φέρηται, κἄν τε ἀπὸ τοῦ ὁρμήματος ἤδη ἀνεκρούσθη, οὔτε ἀνδρὶ κατὰ τῆς πίστεως τὰ αὐτὰ λέγοντι συγχωρεῖν
15καὶ μὴ πρὸς αὐτὸν λέγειν, αὖθις ἐροῦμεν 〈πρὸς τὸ〉 ὅτι, «εἰ μὲν αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως ἢ ἕξις στερήσεως», καὶ πάλιν «εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ θεῷ συναριθμηθήσεται;» Καὶ εἰ τοιούτως ἢ τοιούτως * περὶ θεοῦ σε διανοεῖσθαι, ὦ
20Ἀέτιε, καὶ ἕξεις περὶ τὸν θεὸν τοπάζειν, ἔσται σοὶ μὲν ἡ διάνοια στε‐ ρισκομένη. ὅσα γὰρ δ’ ἂν ἐπαναβῇ τῇ καρδίᾳ σου πρὸς θεὸν ἀποτίθεσθαι, πλὴν μόνου τοῦ πιστεύειν καὶ ὑπερθαυμάζειν καὶ ἐξ ὅλης διανοίας δο‐ ξάζειν, ἐλεγχθήσῃ θεὸν μὲν μὴ δυνάμενος συλλογίζεσθαι μήτε τὸν αὐτοῦ υἱὸν μήτε τὸ ἅγιον αὐτοῦ πνεῦμα, ἵνα [μή] σε ὁ θεὸς ἐλέγξῃ καὶ ψεύστης
25γένῃ, κατὰ τὸ γεγραμμένον. ἐν ἡμῖν γὰρ καὶ ἕξεις καὶ τὰ θελήματα καὶ αἱ διάνοιαι σφαλεραί, ἐπειδὴ φύσεώς ἐσμεν καὶ οὐσίας τοιαύτης. φύσις δὲ λέγεται καὶ οὐσία θεοῦ, καὶ οὐ παρὰ τὸ φύσιν καὶ φύσιν ἡμᾶς ἀκούειν καὶ οὐσίαν καὶ οὐσίαν χρὴ τὸν ἀσύγκριτον θεὸν τῇ ἡμετέρᾳ συγκρίνειν φύσει. οὕτως καὶ ἐπὶ πᾶσιν οἷς ἐὰν εἴπῃς περὶ θεοῦ, ὦ Ἀέτιε,
30αὐτὸ ὅλον ἐστὶν ἀσύμπλοκον, ἀσύγκριτον, τέλειον ἐν ἑαυτῷ, μὴ ἐπιδεό‐ μενόν τινος· αὐτοαίσθησις γάρ ἐστι καὶ αὐτοθέλημα. διὸ ἀσύγκριτον
μονογενῆ υἱὸν ἀσυγκρίτως γεννήσας οὔτε 〈αὐτὸσ〉 τῆς ἑαυτοῦ ἐστέρηται388 in vol. 3
Haer
.

3

.

389

οὐσίας οὔτε τῆς ἑαυτοῦ 〈ἀξίας ἐστέρησε τὸ γέννημα τὸ ἐξ αὐτοῦ〉 γεγεν‐ νημένον, μόνον ἐκ μόνου, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, μὴ ἔχοντα πρὸς τὰ ἄλλα ἰσότητα ἢ ἀξιώματος ἢ φύσεως ἢ ἑτέρας τινὸς ὑποθέσεως· οὐχ ἑαυ‐ τὸ〈ν〉 ἐστέρησεν, οὔτε κατὰ ἕξιν οὔτε κατὰ οὐσίαν τῆς ἀσυγκρίτου αὐτοῦ
5θεότητος, οὔτε τὸ ἐξ αὐτοῦ, ὡς ἔφην, γέννημα ἐστέρηται τῆς τοῦ πατρὸς ἀξίας καὶ ἰσότητος, ἀσύγκριτον ὂν 〈ὡσ〉 καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα πρὸς πᾶν ὁτιοῦν, ὅπερ ἐστὶ τριὰς τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέ‐ λειον τὸ ἅγιον πνεῦμα, οὐ συναλοιφή τις οὖσα οὐδὲ πρὸς ἑαυτὴν διαφερομένη οὐδέ τι ἐν ἑαυτῇ ἔχουσα ὑποβεβηκός, ἵνα μὴ τὸ διακρινόμενον ἀφανίζῃ
10τὸ ἀσύγκριτον καὶ τὸ ἠλλοιωμένον στέρησιν τοῦ εἶναι ἐργάσηται, ἕξει μόνον λεγόμενον καὶ οὐκ ἀληθείᾳ, ἢ ὡς ψιλῷ λόγῳ ὀνομαζόμενον ἐν παρόδῳ καὶ μὴ ὄν, ὡς ἡ σὴ πάντως περινοεῖται διάνοια, ἀποξενῶσαι πειρωμένη τοῦ τῆς πίστεως λόγου ὅτι «πιστεύειν δεῖ τὸν προσερχόμενον θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται»· ὅπερ ἐν πατρὶ μόνῳ οὐ
15δύναται τελειωθῆναι. «ὁ γὰρ μὴ ἔχων τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει», καὶ ὁ τὸν υἱὸν λέγων οὐ δύναται «ἐκτὸς πνεύματος ἁγίου.» Ἔστι γὰρ ὡς ἀληθῶς ὁ πατὴρ «ἀληθινὸς θεός», ὡς μαρτυρεῖ ὁ υἱὸς ὁ εἰδὼς τὸν πατέρα, καὶ «ἀληθινὸν φῶς» ὁ υἱός, ὁ γινωσκόμενος ὑπὸ τοῦ πατρὸς καὶ μαρτυρούμενος, καὶ «πνεῦμα ἀληθείας» τὸ πνεῦμα, τὸ οὐκ ἀλλότριον
20ὄν, ἀλλ’ ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον. ταῦτα δὲ ἀφαιρεῖται πᾶσάν σου τῶν λόγων, Ἀέτιε, συλλογιστικὴν μυθολογίαν, καὶ οὐκ ἐνδέχεται ἡμᾶς προτρέψασθαι μαθητὰς γενέσθαι Ἀριστοτέλους, τοῦ σοῦ ἐπιστάτου, καὶ ἐᾶσαι τὸν τῶν ἐν πνεύματι θεοῦ πεφωτισμένων ἁλιέων »〈ἀ〉γραμμάτων ὄντων κατὰ τὸν λόγον καὶ ἰδιωτῶν», κηρύκων δὲ ὄντων
25τῆς ἀληθείας 〈λόγον〉 ἐν δυνάμει θεοῦ, ἧς κατηξίωνται. οὐ γὰρ ἐν λόγῳ συλλογιστικῷ ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἐν λόγῳ κομπαστικῷ, ἀλλ’ ἐν δυνάμει καὶ ἀληθείᾳ. καὶ γὰρ ἀρκετῶς ἠκούσαμεν ἐξ ἀρχῆς τοῦ λόγου σου [τοῦ] περὶ στερήσεως ἕξεων καὶ θέσεων, καὶ γεννητὴν οὐσίαν [καὶ] ἀγέννητον οὐσίαν προσλαμβάνουσαν καὶ μὴ προσλαμβάνουσαν, καὶ μεθ’
30ἕξεως ἕξεως ὑπομένουσαν ἀποβολήν, καὶ περὶ οὐσίας καταπλεκομένης γεννητῆς, ἕξεως δὲ ἀγεννήτου, καὶ γέννημα λεγόμενον ἐν παρόδῳ, σημαι‐
νόμενον δὲ ἐν ἕξει μόνῃ καὶ ἕξεως δηλωτικὸν 〈ὄν〉, μεταπλαζόμενον ἐξ389 in vol. 3
Haer
.

3

.

390

οὐσίας τινός, κἄν τε λεγόμενον γέννημα, ὡς ἔφης. 〈τὰ〉 αὐτὰ γὰρ περὶ τῶν αὐτῶν τὸ διανόημά σου λαλεῖ, μηδὲν πέρας τοῦ κατὰ τῶν αὐτῶν φέρεσθαι φθεγγόμενον. 38. κα. Εἰ τὸ ἀγέννητον ἕξις καὶ τὸ γεννητὸν ἕξις, αἱ μὲν οὐσίαι
5τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ’ οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι, τὸ εἶναι σημαῖνον τὸ γέννημα συνεισφέρον τῇ ἑαυτοῦ οὐσίᾳ τὸν αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ’ οὐχ ἕξεως· τῆς 〈δ’〉 ἀγεν‐ νήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐκ ἂν εἴη οὐσία,
10ἀλλ’ ἕξις ἡ ἀγέννητος φύσις; Ἀνατροπή. Ἕξεων διαληπτικὸν λόγον ἐπὶ θεοῦ τε καὶ μετὰ θεὸν κατασκευάζειν πάλιν ἡμῖν πειρᾶται Ἀέτιος, ὡς ὁρᾶτε, φίλοι τῆς ἀλη‐ θείας. καὶ τὰ μὲν πρῶτα τίθησι, τὰ δὲ δεύτερα. ἐπὶ θεῷ δὲ λαμβάνειν πρῶτα ἢ δεύτερα οὔτε θέμις λέγειν. ἅμα γὰρ ἐν θεῷ τὰ πάντα πρόσεστι
15καὶ προσθήκης οὐ δέεται. διὸ καὶ τὸ γέννημα οὐκ ἀπὸ χρόνου νοεῖσθαι εὐσεβὴς χωρεῖ λόγος. θεῷ γὰρ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, τουτέστι τῇ τριάδι τῇ οὔσῃ *· διόπερ ὁ ὢν θεὸς καλεῖται πατὴρ ὁ ὢν καὶ υἱὸς ὁ ὢν πρὸς τὸν ὄντα ὤν, γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ὡς τὸ «παρὰ σοὶ πηγὴ ζωῆς» καὶ τὸ «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» καὶ τὸ «ὁ ὢν εἰς
20τὸν κόλπον τοῦ πατρός» καὶ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος», καὶ περὶ τοῦ ἁγίου πνεύματος ὡσαύτως «τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». καὶ ὁρᾷς ὅτι οὐδὲν πρόσφατον ἐν τῇ τριάδι. διὸ οὔτε οὐσία πρὸ ἕξεως οὔτε ἕξις πρὸ οὐσίας. ἕξιν δὲ οὐ κατὰ τὰς σφαλερὰς λέγομεν ἕξεις, τροπὴν ἐχούσας ἐν ἑκάστῳ τῶν τὰς
25θετικὰς ἕξεις ἐχόντων, εἰ καὶ ἕξιν περὶ θεοῦ λέγειν ἀναγκάσεις ἡμᾶς, ὦ Ἀέτιε, καὶ οὔτε τι ἐν θεῷ προτιμότερον οὔτε μεταγενέστερον, ἀλλ’ ὅσα πρέπει τῷ ἀξιώματι πρὸς δοξολογίαν, τῇ μὲν μιᾷ θεότητι καὶ μία δοξο‐ λογία καὶ μία τιμή, «ἵνα τιμῶσι τὸν υἱόν, ὥσπερ τιμῶσι τὸν πατέρα»,
καὶ ἵνα μὴ βλασφημῶσι τὸ πνεῦμα, διὰ τὸν τῆς ἀπειλῆς λόγον τὸν μὴ390 in vol. 3
Haer
.

3

.

391

τὴν ἁμαρτίαν αὐτοῖς συγχωροῦντα ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι· ὡς πρεπόντως [ἐστὶν] οὐδὲν διηλλαγμένως ἔστι περὶ τὴν τριάδα νοεῖν ἢ εὐσε‐ βεῖν ἢ δοξάζειν, ἐν πατρὶ δὲ τὸ πατήρ, ἐν υἱῷ δὲ τὸ υἱός, ἐν ἁγίῳ πνεύματι τὸ 〈ἅγιον πνεῦμα〉 οὕτως λέγειν καὶ οὕτως ἐν ἀληθείᾳ δοξάζειν, ὥσπερ
5πρεπόντως τῇ μιᾷ τριάδι προσκυνητῶς τὸ σέβας νέμειν 〈ἀξιοῖ〉 ἡ ἀληθινὴ πίστις καὶ τὸ ἀξίωμα γινώσκειν. καὶ οὔτε τὸ ἀγέννητον τοῦ γεννητοῦ δέεται εἰς τὸ συνεισφέρεσθαι ἑαυτοῦ τῇ οὐσίᾳ, ἵνα αἴτιον οὐσίας αὐτῷ γένηται 〈ὡς οὐσίασ〉 δηλωτικὸν τὸ γέννημα, οὔτε ἕξις τῆς ἀγεννήτου φύσεως ἡ οὐσία τοῦ γεγεννημένου ἐστὶν ἢ λέγεται.
10 Οὐδενὸς γὰρ ἡ τριὰς δεῖται οὔτε προσθήκην τινὸς λαμβάνει. οὔτε γὰρ ἐπειδὴ αὐτὴ ἡ τριὰς ἦν ἀεὶ καὶ οὐδὲν ἦν τῶν κεκτισμένων, παρὰ τοῦτο ἀποκληρώσεως ἕνεκεν ἢ προσληπτικῆς τινος ὀνομασίας ἢ προσθήκης τῷ ἀξιώματι ἑαυτῷ ἐπενόησεν ὁ πατὴρ δι’ υἱοῦ μὲν κτίσαι οὐρανὸν καὶ γῆν καὶ πάντα ὁρατά τε καὶ ἀόρατα, καὶ τῷ πνεύματι αὐτοῦ στερεῶσαι
15πᾶσαν τὴν δύναμιν αὐτῶν τῶν ὑπ’ αὐτοῦ κεκτισμένων, ἵνα ἐκ τοῦ κεκτίσθαι τὰ κεκτισμένα καὶ δημιουργηθῆναι τὰ γεγονότα ἐπισυνεισφορὰ γένηται τῷ κτίστῃ ἀκούοντι καὶ δημιουργῷ πατρὶ 〈καὶ〉 προσληπτικῶς νοηθείη τῷ υἱῷ, δι’ οὗ καὶ ἀφ’ οὗ τὰ κεκτισμένα γεγένηται, ἢ τῷ ἁγίῳ πνεύματι, ἐν ᾧ τὰ ἐστερεωμένα ἐστερέωται. καὶ γὰρ οὐ τραπεὶς ἀπὸ ἕξεως εἰς ἕξιν
20θεὸς καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἀλλοιωθεὶς 〈ἢ〉 ὡς κατ’ ἔννοιαν καὶ μετά‐ βολον 〈γνώμην〉 εἰργάσατο τὰ εἰργασμένα. εἶχε γὰρ ἐν ἑαυτῷ τὸ ἀεὶ δη‐ μιουργικὸν καὶ τέλειον καὶ μηδεμιᾶς ἐπιδεόμενον προσλήψεως δόξης. καὶ ὥσπερ ἐπὶ τῶν κτισμάτων οὐ δεῖ διανοούμενόν τινα περὶ θεοῦ προσληπτικῆς ἕξεως καὶ ἀξίας 〈νομίζειν〉 εἶναι τὸ ἀξίωμα τῆς οὐσίας καὶ δόξης θεοῦ,
25οὕτως ἀνακρουσθήσεται Ἀέτιος, βουλόμενος θεὸν συλλογίζεσθαι κατὰ τὸ ἀγέννητον καὶ γεννητὸν 〈καὶ〉 κατὰ τὸν 〈περὶ〉 ἕξεως καὶ οὐσίας αὐτοῦ ἐπιφερόμενον ἡμῖν λόγον, ὁμολογουμένων πάντων τῶν κεκτισμένων εἶναι ἀληθῶς καὶ οὐχ ἕνεκεν προσλήψεως δόξης θεῷ τῷ ἀνενδεεῖ ἐπινοηθέντων, ὥσπερ καὶ ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τοῦ ἁγίου αὐτοῦ πνεύματος οὐ τὸ
30ἴσον ἔστι λέγειν τῶν κτιστῶν· ἀνένδεκτον γὰρ τοῦτο λέγειν. ἀλλ’ ἐπειδὴ391 in vol. 3
Haer
.

3

.

392

συλλογισμοὺς ἥκει φέρων ἡμῖν Ἀέτιος μεταρσιολεκτῶν καὶ πρὸς τὰ ἄνω τολμηρῶς ἀποτεινόμενος, ἀπὸ δὲ τῶν κάτω ἀντισυλλογιζόμενος κτισμάτων, καὶ αὐτὸς μηδὲν εὑρεθήσεται * κατὰ τὸν συλλογιστικὸν αὐτοῦ λόγον· ἥ τε γὰρ σοφία ἀνθρώπων παρέρχεται ἥ τε συλλογιστικὴ λέξις ἀνθρώπων
5θάπτεται· «ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ.» τὰ γὰρ συλλογιστικὰ πάντα τῶν ἀνθρώπων παρέρχεται, καὶ οἱ ἄνθρωποι 〈παρελεύσονται〉 μετὰ καὶ τῆς συλλογιστικῆς Ἀετίου καὶ * κατὰ πίστεως τεχνικῆς ἐπιτηδεύσεως. μένει δὲ ἡ ὑπ’ αὐτοῦ † συλλογιστικὴ πίστις καὶ ἐλπὶς καὶ ἀγάπη κατὰ τὸ γεγραμμένον.
10 39. κβ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος οἷα ἡ θεοῦ τοῦ παν‐ τοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιό‐ τητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ἐστιν ὑπεύθυνος, συγχωρηθεῖσα δὲ τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν
15τῷ αὐτομάτως ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα, ἦν τὸ γοῦν ἀκόλουθον τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην. Ἀνατροπή. Οὐ πᾶσαν οὐσίαν εἶναι λέγομεν ἀγέννητον οὐδὲ πᾶσαν ἐκ θεοῦ γεννητήν, ὅτι ὁ γεννήσας τὸν ἐξ αὐτοῦ γεγεννημένον καὶ ἀποστείλας
20ἐξ αὐτοῦ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα τῶν τοῦ υἱοῦ μετέχον, οὐ πάντας ἐγέννησεν, ἀλλ’ ἕνα, διὸ μονογενής, καὶ ἓν ἐξ αὐτοῦ ἀπέστειλεν, διὸ ἅγιον πνεῦμα· ἔκτισε δὲ διὰ τοῦ ἑνὸς καὶ ἐστερέωσεν ἐν τῷ ἑνὶ τοὺς πάντας, τοὺς μὲν γεννῶντας μετὰ κτίσιν καὶ γεγεννημένους, τοὺς δὲ κτισθέντας, μήτε γεννῶντας μήτε γεγεννημένους. πολὺ δὲ ἀφέστηκεν ἡ ἄκτιστος τῆς τριάδος
25οὐσία τῶν ἀπὸ τῆς τριάδος κτισθέντων καὶ οὐκ ἀπὸ τῆς τριάδος γεννη‐ θέντων. διὸ ἔχει ἡ τριὰς τὸ ἀπαθὲς καὶ ἀπαράλλακτον, τὰ δὲ πάντα τὰ μετὰ τὴν τριάδα πάθει 〈εἰσὶν〉 ὑποκείμενα, εἰ μή τι ἂν δωροῖτο ὁ ἀπαθὴς τὸ ἀπαθὲς διὰ τῆς ἀφθαρσίας, οἷς βούλεται κατὰ δωρεὰν χαρίσασθαι ἀφθόνως. οὐκ ἔχουσι δὲ τὸ ἄφθαρτον ἐξ ἀσωμάτου φύσεως, ἀλλ’ ἐξ
30ἀφθονίας τοῦ ἀγαθοῦ καὶ ἀπαθοῦς θεοῦ. καὶ γὰρ οὔτε τὸ παθεῖν τὸν392 in vol. 3
Haer
.

3

.

393

μονογενῆ ἐν σαρκὶ πάθος περιποιεῖται τῇ αὐτοῦ θεότητι, καίτοι γε ἐξ ἀληθινῆς ὁμολογίας πιστευόμενον ἀπὸ τῆς ἀληθινῆς πίστεως, ὅτι πέπον‐ θεν ὁ ἀπαθὴς θεὸς ὢν λόγος. ἔμεινε δὲ ἐν ἀπαθείᾳ ὁ αὐτός, μὴ τραπεὶς τὴν φύσιν μήτε ἠλλοιωμένος. διὸ σοφία ὢν καὶ θεὸς ἀπαθὴς ὢν καὶ εἰδὼς
5ὅτι διὰ πάθους σῴζει τοὺς τὰ πάθη ἔχοντας τοῦ θανάτου «οὐ πρέσβυν» ἀπέστειλεν, «οὐκ ἄγγελον,» οὔτε ἔτι 〈τινὰ〉 ὡς τοὺς πρὸ αὐτοῦ προφήτας, ἀλλ’ αὐτὸς κύριος ἦλθε, καὶ τὸ παθητὸν λαβὼν ἐν ἑαυτῷ ἀληθινῶς πέπονθε, τῆς θεότητος αὐτοῦ ἀπαθοῦς μενούσης. οὐ γὰρ ἡ ἔνσαρκος παρουσία ἤμβλυνε τὴν δύναμιν τῆς αὐτοῦ θεότητος. εὑρίσκεται γὰρ ἐν τῇ αὐτοῦ
10θεότητι τὰ τοῦ θεοῦ ἐνεργῶν καὶ μὴ ἀπὸ σαρκὸς ἀποκλειόμενος, ἀνέμῳ μὲν ἐπιτιμῶν καὶ κλύδωνι καὶ θαλάσσῃ, Λάζαρον δὲ αὐθεντίᾳ ἰδίᾳ καλῶν, καὶ ἄλλα μυρία καὶ ἐπέκεινα τούτων ποιῶν· ὃς καὶ συνεχώρει μὲν τὰ κατὰ τὸ εὔλογον τῇ σαρκί, ὡς καὶ διαβόλῳ πειράζειν καὶ ἀνθρώποις παίειν καὶ τοῖς συλλαμβάνουσι τὸ ἁλίσκειν, ἵνα ἐν τῷ παθητῷ ὁ ἀπαθὴς πάθῃ,
15ἀπαθὴς μένων ἐν τῇ ἰδίᾳ θεότητι, ὢν οὐκ ἀλλότριος τοῦ ἀπαθοῦς θεοῦ, ἑκουσίως δὲ ποιῶν τὰ πάντα κατὰ τὸ ἔκπληκτον αὐτοῦ μυστήριον, ὡς καὶ ὁ πατὴρ θεὸς σὺν αὐτῷ τῷ μονογενεῖ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, τριὰς οὖσα ἀεὶ τελεία καὶ ἀπαθὴς μία θεότης, περιέχει τὰ πάντα, εἷς θεός, μία κυριότης, τοῦ αὐτοῦ θεοῦ περιέχοντος τὰ ὅλα.
20 Καὶ οὐ διὰ τὸ περιέχειν τὰ πάντα πάθει ὑποπίπτει, τῶν ἐμπεριεχομένων ὑπὸ πάθος πιπτόντων. ἐντὸς γὰρ πάντων ἐστὶ καὶ ἐκτὸς τῶν ὅλων πάντων θεός, ἀμιγὴς πρὸς τὰ πάντα. ὅθεν οὐ διὰ τὸ εἶναι πάντη οὐδὲ διὰ τὸ ἐκτὸς εἶναι πάντων οὐδὲ διὰ τὸ περιέχειν τὰ πάντα οὐδὲ διὰ τὸ ἐν αὐτῷ τὰ πάντα κινεῖσθαι, πάθος εἰσοίσει τῷ ἀπαθεῖ θεῷ, ὥσπερ οὐδὲ διὰ τὸ γεγεν‐
25νηκέναι τὸν μονογενῆ, οὐδὲ 〈διὰ τὸ〉 τὸν μονογενῆ γεγεννῆσθαι, οὐδὲ διὰ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἐξ αὐτοῦ ἀπεστάλθαι, πάθος εἰσοίσει τῇ ἁγίᾳ τριάδι. οὔτε γὰρ παθητὸν τὸ ἅγιον πνεῦμα, ἐν εἴδει περιστερᾶς κατιὸν ἐπὶ τὸν Ἰορδάνην, οὔτε ὁ μονογενὴς ὑπὸ Ἰωάννου βαπτιζόμενός τε καὶ ψηλαφώμενος, οὔτε ὁ πατὴρ ἄνωθεν βοῶν φωνῇ ἀκουστικῇ ἀνθρώποις ὅτι «οὗτός μού
30ἐστιν ὁ υἱός, αὐτοῦ ἀκούετε». ἀπαράλλακτος τοίνυν ὁ υἱός· καὶ ὁ μὲν πατὴρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἀπαθὴς 〈δέ, ἀπαθὲσ〉 καὶ τὸ πνεῦμα ἀπαθῶς προελθόν, τῶν μὲν ἄλλων κτιστῶν ὄντων, τῆς 〈δὲ〉 τελείας
τριάδος διαμενούσης ἐν τῇ ποσότητι καὶ ἀκτίστῳ ὀνομασίᾳ, οὔτε τοῦ ἀμεί‐393 in vol. 3
Haer
.

3

.

394

νονος μεταβαλλομένου οὔτε τοῦ γεννηθέντος πάθει συνεχομένου· οὔτε γὰρ ὁ γεννήσας πάθει συνεσχέθη. οὐ γὰρ σωματικὸν τὸ γέννημα, ἀλλὰ πνεῦμα ἐκ πνεύματος καὶ υἱὸς ἐκ πατρός. ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ, πνεῦμα πατρός, πνεῦμα Χριστοῦ, οὐ κτιστόν, οὐ γεννητόν, οὐ
5συνάδελφον, οὐ προπάτορον, οὐκ ἔκγονον, τῆς ἀσυγκρίτου οὐσίας πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὑπερβαινούσης πᾶσαν ἔννοιαν καὶ πάντα νοῦν, οὐ μόνον εἴποιμι ἀνθρώπων, ἀλλὰ καὶ ἀγγέλων. οὐ γὰρ μεταβολὴν ἐπεδέξατο ὁ μονογενὴς οὐδὲ ὁ αὐτοῦ πατὴρ οὐδὲ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῷ τὸν μονογενῆ ἀπαθῆ ὄντα ἐν σαρκὶ παθεῖν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα
10ἐν εἴδει περιστερᾶς 〈κατιέναι〉 καὶ τῷ τὸν πατέρα φθογγὴν εἰς ἀκοὴν ἀνθρώπων ἀπορρῆξαι ἄνωθεν ἀπαθῶς, ὥσπερ οὐ μεταβολὴν καὶ πάθος περιεποιήσαντο οἱ κτισθέντες ἄγγελοι καὶ οὐρανοὶ καὶ ἡ γῆ καὶ τὰ πάντα τῷ αὐτὰ πεποιηκότι, ἀλλὰ τὸ πᾶν ἐστιν ἔκπληκτον μυστήριον κατὰ τὸ εἰρημένον «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ».
15 40. κγ. Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; Ἀνατροπή. Ἔστι μὲν οὖν καθ’ ἑτέραν διάνοιαν ἀλλ’ οὐ κατὰ τὴν ἴσην πρὸς πάντα 〈αἴτιον〉 ἡ ἀγέννητος φύσις πρὸς τὸ μονογενὲς γέννημα καὶ πρὸς τὸ ἐξ αὐτῆς ἅγιον πνεῦμα, οὐκ αἴτιον δέ, ὡς τὸ ὑπάρχον πρὸς
20τὸ μὴ ὄν. ἔστι γὰρ οὐκ ἐξ οὐκ ὄντων ὁ γεννηθεὶς οὐδὲ μὴ ὢν ἐστὶν ὁ γεννήσας οὐδὲ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα, τῶν δὲ ἄλλων ἐστὶν αἴτιον τὸ ὄν. διὸ σύνεστι τῇ ἰδίᾳ ἀεὶ δόξῃ ἡ ἁγία τριάς, ἀεὶ ὄντος ἀναλόγως ἑκάστῳ ὀνό‐ ματι τοῦ αὐτῆς ἀξιώματος. δι’ αὐτῆς γὰρ καὶ οὐκ ἐκτὸς τὰ γεγονότα γεγό‐ νασιν οὐκ ὄντα. διόπερ οὐδὲ καθ’ ἑαυτὸν ὁ πατὴρ αἴτιος τῶν γεγονότων
25ἐστίν, ἀλλὰ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἐποίησε τὰ πάντα. εἰ δὲ ἦν ἀλλότριος ὁ υἱός, ὡς ἀπὸ αἰτίου 〈γεγονὼσ〉 οὐκ ὤν, προελθὼν ἂν μετὰ πάντων καὶ αὐτὸς ἴσος 〈αὐτοῖσ〉 ἐγένετο, καὶ αἴτιος ἦν ὁ θεὸς οὐκέτι γεννητικῶς 〈προ〉αχθέντος, ἀλλὰ κτιστικῶς, καὶ οὐκέτι ἐνεδέχετο τὸν ἕνα λέγεσθαι γέννημα, τὰ δ’ ἄλλα κτίσματα, ἀλλ’ ἢ τὰ πάντα σὺν αὐτῷ
30γεννήματα λέγεσθαι ἢ αὐτὸν σὺν πᾶσι κτίσμα ὁμοίως καλεῖσθαι· καὶ οὐδὲν ἦν ἐξαίρετον, ἐξισουμένου τοῦ ἑνὸς τοῖς πᾶσι κατὰ τὸ μέρος τὸ ἐξ οὐκ ὄντων·
οὐ μόνον εἴποιμι ἀγγέλους 〈ἴσουσ〉 τῷ αὐτῶν [δὲ] ποιητῇ καὶ κτίστῃ394 in vol. 3
Haer
.

3

.

395

μονογενεῖ, ἀλλὰ καὶ ἀνθρώπους καὶ κτήνη καὶ ὅσα ἀπειρομεγέθως ἀποδέει τῆς ἐκείνου φύσεως καὶ ἀξιώματος. ἔστιν 〈δὲ〉 ὁ ὢν 〈ἀεὶ〉 σὺν τῷ ὄντι ἐξ αὐτοῦ ἀχρόνως ὄντως γεγεννημέῳ, οὐκ ἐξ οὐκ ὄντων, ἀλλ’ ἐξ αὐτοῦ. καὶ ἔστι τὸ ἅγιον αὐτοῦ πνεῦμα, τὸ οὐκ ἀλλότριον τῆς αὐτοῦ οὐσίας, οὐδὲ
5ὡς ἐπὶ βοηθείᾳ κατὰ τὸν Ἀετίου λόγον θεῷ προσπεπορισμένον. 41. κδ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀπο‐ βολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ’ ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατονομάζεσθαι τὴν οὐσίαν τοῦ θεοῦ τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ;
10 Ἀνατροπή. Εἰ ἀπὸ σοῦ καὶ δεῦρο, Ἀέτιε, ἡ περὶ θεοῦ δόξα ἀπὸ τῶν σῶν συλλογισμῶν εἰς δόξαν θεῷ πεπόρισται κατὰ τοὺς ἀνωτάτω ὑπὸ σοῦ λεχθέντας λόγους, καὶ αὐτὸς πρὸς σὲ ἀποτεινόμενος, συγχωροῦντος τοῦ θεοῦ, τὰ ἴσα σοι καὶ αὐτὸς προσφθέγξομαι, ὅτι μηδενὸς τῶν παλαιῶν ἔν τε τῇ παλαιᾷ διαθήκῃ καὶ ἐν τῇ καινῇ ἁγίων ἀποστόλων ἢ προφητῶν τοῦτο
15πεφρονηκότος, ἀμείνονα σεαυτὸν καθιστᾷς καὶ αὐτοῦ τοῦ θεοῦ καὶ ἀσφαλῆ. ἀπὸ γὰρ σοῦ καὶ δεῦρο προσέλαβε τὸ θεῖον, ὡς κατὰ τὸν σὸν λόγον, εἰς τὴν αὐτοῦ πίστιν τὴν συλλογιστικὴν ταύτην σου [τὴν] τεχνολογίαν, τὸ περὶ ἀγεννήτου λέγειν στερήσεως καὶ τοῦ γεννητοῦ, καὶ παντελῶς ἀπο‐ βολῆς ἕξεως καὶ μεταβολῆς, καὶ περὶ θεοῦ κατονομασίας ἐν τῇ κατὰ τὸν
20θεὸν οὐσίας προσηγορίᾳ. οὔτε γὰρ διὰ τὸ τὸν θεὸν εἶναι πάντων κτίστην τῶν μετὰ τὸν μονογενῆ αὐτοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα διὰ τῆς τῶν κεκτισμένων συστάσεως τὸ στερητικὸν ἐφευρέθη τῶν οὐ προσόντων θεῷ ἢ τὸ ὁμολογητικὸν τῶν ὄντων αὐτῷ προσείληπται, ἵνα τὸ μετέπειτα κτισθὲν τὸ ἄμεινον θεῷ προσφέρῃ καὶ 〈τὸ〉 ἀκραιφνὲς διὰ τοῦ ἀπ’ ἐκείνου
25πρὸς ταῦτα στερητικοῦ τε καὶ ἀμεταβλήτου ἐπινοοῖτο· ἀλλ’ [ὅτι] ἔστιν ἀεὶ αὐτό, ὂν ὅλον δόξα καὶ ὅλον ἀπερίληπτον ὑπὸ πάντων τῶν ὑπ’ αὐτοῦ κεκτισμένων, κατὰ τὸ μέτρον τῶν πρὸς τὴν δοξολογίαν ἐπεκτεινομένων δοξολογούμενον, παρ’ ἀγγέλοις μὲν κατὰ τὴν ἀγγέλων γλῶσσαν, τὴν παρὰ τῷ ἀποστόλῳ προκριτέαν τῶν ἀνθρώπων καταγγελλομένην, 〈παρὰ δὲ
30τοῖς ἀνθρώποισ〉 κατὰ τὴν τῶν ἀνθρώπων γλῶσσαν τὴν ὑποβεβηκυῖαν395 in vol. 3
Haer
.

3

.

396

τῷ μέτρῳ καὶ * κατὰ τὴν τῶν ἔτι ὑποβεβηκότων δύναμιν· καὶ οὐ πάντως ὅτι ἐν ἑκάστῳ κτίσματι ἀναλόγως 〈τῇ αὐτοῦ δυνάμει δοξολογεῖται〉 ὑπο‐ βέβηκεν ἡ δοξολογία ἢ μεταβέβληται· ἀλλ’ ἔστι μὲν ἐν ἑαυτῇ ἀμετάβλητος, στερισκομένη〈σ〉 πάσης κτίσεως πρὸς τὸ ἄπειρον ἐπεκτείνεσθαι ἐν δοξο‐
5λογίᾳ, ὑπερβαινούσης ἀεὶ πάντα νοῦν τῆς ἀνωτάτω οὐσίας, οὐ διὰ τῶν λεγομένων ὑπὸ πάντων ἐξεῖναι αὐτῇ † ἢ τροπὴν ἢ μεταβολὴν ἢ προκοπὴν περιποιουμένης. ἡ γὰρ αὐτὴ θεότης ἀμείνων ἐστὶ καὶ ἀσύγκριτος καὶ δεδοξασμένη. 42. κε. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ
10θεῷ, πῶς αὐτὸν ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; Ἀνατροπή. Ἀγέννητος ἔστι μὲν οὖν, ἐρρέθη δὲ οὐδαμοῦ, οὐκ ἀπό του προφήτου, οὐκ ἀπὸ ἀποστόλου, οὐκ ἀπὸ εὐαγγελιστοῦ. θαῦμα γὰρ οὐδὲν ἦν τοῦτο περὶ θεοῦ λέγειν. προσῆν γὰρ τῷ εὐσεβεῖ λογισμῷ ἀπ’ αὐτοῦ τοῦ κατὰ τὴν φύσιν νόμου. σὺ δέ, Ἀέτιε, τοῦτο ἡμῖν καινοτομήσας
15λέγειν ὡς θαῦμα προσεισφέρειν σεαυτὸν νομίζεις. συνέφυρας δὲ καὶ συνέμιξας τῷ εὐσεβεῖ τῆς φύσεως νόμῳ καὶ τῷ τῆς πίστεως θεσμῷ, τῷ ἐπὶ προσθήκῃ βελτιώσεως ἐκ θεοῦ κεχαρισμένῳ, τὸ τῷ ἀγεν‐ νήτῳ γεννητὸν ἐπινοῆσαι ἐξισούμενον τῷ ἀξιώματι, ἵνα ὁ παρὰ σοὶ προσκυνούμενος ἀνόμοιος ἴσος εὑρεθείη τῷ κατὰ σὲ ἀνομοίως κηρυττομένῳ.
20εἰ μὲν οὖν προσκυνήσειας τὸν πατέρα ψιλῇ ὀνομασίᾳ, εἰρωνείᾳ τὴν τιμὴν προσήνεγκας. καὶ εἰ τὸν υἱὸν προσκυνήσειας ἀνόμοιον πατρὶ ἐπιγινώσκων, σύγχυσιν εἰργάσω ἐν τῇ προσκυνήσει, ἀνόμοιον ἀνομοίου ἴσως τιμήσας. εἰ δὲ διὰ τὴν σοῦ πρόληψιν τῆς ἀπιστίας ἀρνήσῃ προσκυνεῖν υἱῷ, ἐλεγ‐ χθήσῃ ὑπὸ πάντων, οὐκ ἐπιγνοὺς τὸν ὀφειλομένως ὑπὸ πάντων προσκυνού‐
25μενον καὶ ἴσον. «προσκυνήσουσι γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ», καὶ προσ‐ εκύνησεν αὐτῷ Μαρία ἐνδόξως ἀναστάντι ἐν σαρκὶ καὶ πάντες οἱ αὐτοῦ μα‐ θηταί. οὐ γὰρ ἔχει〈ν〉 γενητοῦ ὀνομασίαν οὐδὲ κτιστοῦ, 〈ἀλλ’〉 ἐκ πατρὸς γεγεννημένον ἴσασι καὶ προσκυνοῦσιν ὄντα ἐξ ὄντος καὶ τὸ ἐξ αὐτοῦ ἅγιον
πνεῦμα. οἴδασι γὰρ αὐτὸν ἀλλότριον τῇ οὐσίᾳ ἀπὸ τῶν γεγονότων. οὐ γάρ396 in vol. 3
Haer
.

3

.

397

ἐστι γενητὸς ἢ κτιστός, ἀλλὰ γεννητὸς ἐκ πατρός. διὸ περὶ πάντα καμὼν καὶ πολλοὺς χρόνους ἀναλώσας, Ἀέτιε, καὶ λόγους ξένους παρεισενέγκας * προσκυνήσεις αὐτῷ. «δεῖ γὰρ πάντας στῆναι ἐνώπιον τοῦ βήματος αὐτοῦ», καὶ «πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστός», ὁ οὐκ
5ἀλλότριος θεοῦ ὤν, ἀλλὰ «εἰς δόξαν θεοῦ πατρός», κατὰ τὸ γεγραμμένον καὶ πεπιστευμένον. 43. κϛ. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ θεοῦ ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ
10παντοκράτορος ὑποστάσεως, ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα θεὸν τὸν παντοκράτορα. Ἀνατροπή. Οὔτε ψιλὸν ὄνομα ἐπὶ θεοῦ ἐστι τὸ ἀγέννητον οὔτε τοῖς κτιστοῖς κατὰ τὴν οὐσίαν ἐπικοινωνοῦν. διὸ οὔτε τὰ κτίσματα ψιλῆς ὀνο‐ μασίας ἐστὶ σημαντικά· μέσον δὲ ἀγεννήτου καὶ κτιστοῦ ἄλλου ὀνόματος
15ἐπιζητουμένου, ὅπερ ἐστὶν υἱός, 〈γεννητὸσ〉 καὶ οὐ κτιστός, τίνι ἂν τὸ ἐξαίρετον ἀποδοτέον; καὶ εἰ μὲν τοῖς κεκτισμένοις τὸ ἐπικοινωνοῦν δῶμεν, οὐδ’ ὁποτέρου τῶν λεγομένων 〈διὰ〉 ψιλῆς ὀνομασίας ὀνομαζομένου, ὡς ἐπὶ τοῦ ἀγεννήτου καὶ κτίζοντος καὶ κτιστῶν γεγονότων [ὡς] οὐ ψιλῆς ἐνδεχομένης ὀνομασίας, οὕτως ἐπὶ τοῦ γεννητοῦ καὶ υἱοῦ μὴ ψιλῆς ἐπι‐
20δεχομένης ὀνομασίας, τὸ μάτην συκοφαντούμενον σύγχυσιν δηλώσει παρὰ τῷ Ἀετίῳ συλλογιζομένην, διὰ τὸ μὴ συνεξισοῦσθαι 〈τὰ κτιστὰ〉 τῷ υἱοῦ ὀνόματι, τῆς κτιστῆς 〈φύσεωσ〉 ἐν ἀληθείᾳ οὔσης καὶ οὐ 〈διὰ〉 ψιλῆς ὀνο‐ μασίας, ἐπειδήπερ οὐ ψιλὴν ἐπιδέχεται καὶ αὐτὸς ὁ υἱὸς τὴν περὶ υἱοῦ ὀνο‐ μασίαν. οὐκ ὄντος δὲ ἀνυπάρκτου, οὔτε κατὰ ψιλὴν ὀνομασίαν λεγομένου
25τοῦ υἱοῦ μονογενοῦς [καὶ τοῦ ἁγίου πνεύματος], τῇ τοῦ πατρὸς συνῆπται δόξῃ, καὶ οὐ συγκέχυται τῇ τῶν κτισμάτων ὀνομασίᾳ. οὔτε γὰρ ἐπάρ‐ σεως δεῖται ἡ θεότης ὡς μὴ οὖσα, οὔτε ὕψους ἐστὶν ἐνδεομένη, κἄν τε παρά τινων τῶν ἐν ἀγνοίᾳ ὄντων μὴ ὑψοῖτο, οὔτε διὰ τῆς τινων προφορᾶς ἡ θεότητος οὐσία συνίσταται. οὔτε γὰρ καυχήσεται ἡ τῶν ἀνθρώπων ἢ
30ἄλλων προφορὰ ὡς θεῷ ἐνδεεῖ δόξαν περιποιουμένη ἢ καλλωπίζουσα θεὸν παντοκράτορα, θεὸν προσκυνητόν, θεὸν ἐπιστάτην καὶ κτίστην καὶ δημιουρ‐
γὸν ἴδιον. οὔτε γὰρ ἑαυτὴν ὑπερένδοξον· ἡγεῖται καὶ κοσμήτριαν τοῦ ἰδίου397 in vol. 3
Haer
.

3

.

398

αὐτῆς δημιουργοῦ, ἐπεὶ ἂν ἑαυτὴν προσκυνητὴν ἡγήσαιτο, οὐ μὴν προσκυ‐ νοῦσα τὸν προσκυνούμενον. καὶ μάτην κατὰ πάντων λόγον κινεῖ ὁ σὸς λόγος, Ἀέτιε. 44. κζ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ
5ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ’ ὑπόστασιν σημαίνει. Ἀνατροπή. Καὶ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, καὶ οὐχ ὁμο‐ λογοῦμεν τοῦτο, ὡς ἀπὸ σοῦ μεμαθηκότες. προορᾷ γὰρ ἡ πίστις τῆς ἀληθείας τοῦτο καὶ προομολογεῖ καὶ διδάσκει, ὅτι θεός ἐστιν ὁ ἀναίτιος
10πάσης αἰτίας καὶ ἀμιγὴς καὶ ἀνυπεύθυνος πάσης ἰσότητος. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν αὐτοῦ τοῦ θεοῦ οὐσίαν, διὰ τὸ μόνῳ πρέπειν τῷ ἀνυπευθύνῳ τὸ σέβας νέμειν, πατρὶ τῷ ἀγεννήτῳ καὶ υἱῷ τῷ ἐξ αὐτοῦ καὶ ἁγίῳ πνεύματι τῷ ἀπ’ αὐτοῦ καὶ διὰ τοῦ μονογενοῦς, ἐπειδὴ οὐδὲν ἐν τῇ τριάδι κτιστὸν καὶ ὑπὸ αἰτίαν ἐμπῖπτόν
15ἐστιν. οὐ γὰρ ἐξ οὐκ ὄντων τί ἐστιν ἐν τῇ τριάδι, ὡς καὶ τὰ ἄλλα τὰ ὑπὸ αἰτίαν πεπτωκότα καὶ αἰτίαν κεκληρωμένα. διὸ ἀναιτία οὖσα τῆς τοιαύτης αἰτίας ἡ τριὰς μόνην ἑαυτὴν ἀπλανῶς ἐδίδαξε προσκυνεῖσθαι, ἐπειδὴ μόνη αὕτη ἀναίτιός ἐστι. τὰ δὲ πάντα ὑπὸ αἰτίαν περιπέπτωκε· τὰ μὲν γάρ ἐστι γεγονότα καὶ κεκτισμένα, πατὴρ δὲ ἄκτιστος, υἱὸν ἔχων ἐξ αὐτοῦ γεγεννη‐
20μένον, ἀλλ’ οὐ κτιστὸν, καὶ ἅγιον πνεῦμα ἐξ αὐτοῦ ἐκπορευόμενον, καὶ οὐ δεδημιουργημένον. τούτων δὲ οὕτως ἐχόντων οὔτε πάθος κεκλήρωται αἰτίου ὁ προσκυνούμενος υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, κἂν πατέρα ἔχοι τὸν γεννήτορα, οὔτε τὰ λοιπὰ κτίσματα ἄνευ πάθους εἴη κληρώσεως αἰτία, ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος κεκτισμένα· σαφῶς δὲ
25ἄνευ πάθους εἴη ὁ μονογενὴς κληρώσεως αἰτία, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὡς καὶ ὁ πατήρ, ὅτι υἱός ἐστι γέννημα καὶ οὐ κτίσμα, καὶ οὐκ ἀπὸ τοῦ γεγεννῆσθαι αἰτία〈ν〉 πάθους κληρωθήσεται ὁ υἱός, οὐδὲ τὸ πνεῦμα, ἐπειδὴ ἐκ πατρὸς ἐκπορεύεται. οὔτε γὰρ ὁ πατήρ, ἐπειδὴ ἐγέννησε καὶ ἐξ ἑαυτοῦ ἐξήγαγε, τὰ δ’ ἄλλα πάντα μετὰ υἱὸν καὶ πνεῦμα ἔκτισεν,
30ὑπὸ πάθος αἰτίας 〈ἐμπίπτων〉 εὑρίσκεται, καίτοι γε τῶν ἄλλων πάντων ἐν τῷ κτίζειν ἢ γεννᾶν πάθει συνεχομένων. ἀναίτιος γοῦν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· αἰτία δέ ἐστιν ἡ τριὰς τῶν ἁπάντων, συγκτί‐ ζουσα καὶ συνδημιουργοῦσα, μηδὲν ἐν αὐτῇ κτιστὸν ἢ δεδημιουργημένον γινώσκουσα.
35 45. κη. Εἰ πᾶν τὸ γεγονὸς ὑφ’ ἑτέρου γέγονεν, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ’ ἑαυτῆς οὔτε ὑφ’ ἑτέρας γέγονεν, ἀνάγκη οὐσίαν
δηλοῦν τὸ ἀγέννητον.398 in vol. 3
Haer
.

3

.

399

Ἀνατροπή. Καὶ τοῦτο πάλιν Ἀέτιος ἥκει φέρων ἡμῖν, ὡς καινόν τι καὶ πρόσφατον ὑφηγούμενος, ἵνα φανῇ διαλεκτικῆς ἐφευρετὴς εἶναι συλλογιστίας, ἐκ περισσοῦ [οὐ] μόνον αὐτὸ τοῦτο δηλῶν, ὅπερ οὐδὲ ἀμφι‐ βάλλεται οὔτε κατὰ τῆς ἀληθείας * τὸ ἀεὶ ἐν αὐτῷ * ἔν τε τῇ καθολικῇ
5ἐκκλησίᾳ ὁμολογούμενον [ἐνυπάρχει]. «〈εἰ〉 πᾶν γὰρ τὸ γεγονὸς ὑφ’ ἑτέρου γίνεται, ἡ δὲ ἀγέννητος ὑπόστασις οὔτε ὑφ’ ἑαυτῆς οὔτε ὑφ’ ἑτέρας γέγονεν, [εἰ] καὶ ἀνάγκη οὐσίαν δηλοῦν τὸ ἀγέννητον.» καὶ τί τούτου ἀναγκαιότερον; ὅπερ γὰρ ἀεὶ παρ’ αὐτοῖς τοῖς τε Ἀνομοίοις καὶ Ἀρειανοῖς 〈ἀποβάλλεται〉, τὸ τῆς οὐσίας ὄνομα, παλιμβόλως ἐξελάβετο Ἀέτιος, σαφῶς ἀναγκαζόμενος
10ὑπὸ τῆς ἀληθείας ὁμολογεῖν. οὐσίας τοίνυν οὔσης τῆς ἀγεννησίας, ἐξ αὐτῆς δὲ καὶ οὐκ ἐξ οὐκ ὄντων ἀχράντως καὶ ἀπαθῶς γεννησάσης τὸν μονογενῆ, ἀχρόνως καὶ ἀνάρχως, καὶ ἐξ αὐτῆς ἐξαγαγούσης τὸ ἅγιον πνεῦ‐ μα καὶ οὐκ ἐξ οὐκ ὄντων, σαφῶς ἐν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ ὀρθοδόξως ὁμοούσιος ἡ τριὰς κηρύττεται, μηδενὸς τῶν κεκτισμένων δυναμένου τῷ
15ὀνόματι τούτῳ καλεῖσθαι, διὰ τὸ μηδὲ κατὰ φύσιν εἶναί τι ὅμοιον τῷ μονο‐ γενεῖ καὶ τῷ ἁγίῳ πνεύματι μήτε κατὰ τὸ σέβας. τὰ μὲν γάρ ἐστιν ἐξ οὐκ ὄντων κεκτισμένα καὶ οὐ προσκυνητά, ἡ δὲ τριὰς ἀεί ἐστιν, ὁ πατὴρ πατὴρ τέλειος καὶ ὁ υἱὸς υἱὸς τέλειος ἐκ πατρὸς γεννηθεὶς καὶ τὸ πνεῦμα τὸ ἅγιον πνεῦμα τέλειον ἐκ πατρὸς προελθὸν καὶ τοῦ υἱοῦ λαμβάνον. καὶ πάντα
20ἡμῖν φωτεινὰ τὰ τῆς θείας γραφῆς καὶ τὰ τῆς ἁγίας πίστεως, καὶ οὐδὲν σκολιὸν ἢ ἐναντίον ἢ στραγγαλιῶδες. 46. κθ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγέννητος ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος, οὐκ ἔξωθεν συνεμφαίνουσα τὸ ἀπρό‐
25σιτον, αὐτὴ δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος, ἐπειδὴ καὶ ἀγέννητος. Ἀνατροπή. Πολλάκις κατὰ τῶν αὐτῶν Ἀέτιος φέρεται, ὥσπερ καὶ αὐτὸς πολλάκις ἔφην, εἰς κάματον μόνον ἡμᾶς φέρων καὶ οὐδὲν περισσότε‐ ρον. διὸ καὶ ἐν τῷ παρόντι ἀνάγκην ἔσχομεν τῷ καμάτῳ προσθεῖναι καὶ
30τὰ αὐτὰ τοῖς αὐτοῖς δευτερολογεῖν, ἐπειδήπερ καὶ αὐτῷ οὕτως ἔδοξεν. εἰ γὰρ καὶ τῇ 〈τοῦ〉 γεννήματος οὐσίᾳ συνεμφαίνεται ἡ ἀγέννητος γεννήσασα,
οὐδὲν διοίσει τῷ ἀξιώματι 〈ἐπὶ〉 τῷ γεννᾶν ὁ γεννήτωρ τοῦ γεγεννημένου.399 in vol. 3
Haer
.

3

.

400

ἐξ αὐτοῦ γὰρ ἐγέννησεν οὐσιωδῶς πνεῦμα ἐκ πνεύματος καὶ οὐ σῶμα ἐκ σώματος. διὸ ἀσυγκρίτως συνεμφαίνεται συμπρέπων ὁ γεννήτωρ τῷ γεγεννημένῳ καὶ ὁ γεγεννημένος τῷ γεγεννηκότι. οὔτε γὰρ προσθήκης δεῖται τὸ θεῖον, ἵνα ποτὲ πατὴρ κληθείη, ποτὲ δὲ οὔ, οὔτε ὁ υἱὸς εὑρε‐
5θήσεται * ἐκ τοῦ ἄνωθεν συνδέσμου ποτὲ μὴ ὤν, ἄρτι δὲ ὤν. διὸ αὐτοουσία ἐστὶν ὁ θεὸς πατὴρ καὶ ὁ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ οὐχ ἑτεροουσία. οὔτε γάρ ἐστι συνάδελφος οὔτε ἐστὶν ἐπιγένητος, ἀλλὰ * ἀνεκδιηγήτως συμ‐ πρέποντος τοῦ πατὴρ ὀνόματος ὁμοουσίῳ ὄντι τῷ υἱῷ καὶ συμπρέποντος τῷ πατρὶ καὶ υἱῷ τοῦ ἐξ αὐτοῦ 〈καὶ〉 δι’ αὐτοῦ καὶ τῶν αὐτοῦ 〈λαμβά‐
10νοντοσ〉, τοῦ ἁγίου αὐτοῦ πνεύματος. διὸ τὸ ἀπρόσιτόν ἐστιν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πρὸς ἅπαντα, ὅσα ἐστὶν ὑποβεβηκότα ὄντα καὶ ἐξ αὐτῆς τῆς τριάδος κτισθέντα· ἡ δὲ τριὰς πρὸς ἑαυτὴν οὐκ ἀπρόσιτος· ἔστι γὰρ ἄκτιστος καὶ ἀγέννητος καὶ ἀσύγκριτος. διὸ οὐ δύναται οὐδὲν ἐξισοῦσθαι πατρί, οὐ συμπροσκυνεῖται αὐτῷ τι τῶν ἐξ οὐκ ὄντων γεγονότων
15καὶ οὐχὶ γεγεννημένων. οὐδενὶ γὰρ τῶν γεγονότων εἶπε ποτὲ «κάθου ἐκ δεξιῶν μου», οὐδὲ μὴν ὁ μονογενὴς περί τινος εἴρηκεν ὅτι «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ᾧ ἐὰν ἀποκαλύψῃ». ἀποκαλύπτει δὲ διὰ πνεύματος ἁγίου, τοῦ γινώσκοντος
20καὶ διδάσκοντος καὶ ἀπαγγέλλοντος ἐν κόσμῳ τὰ υἱοῦ, «ἐρευνῶντός τε καὶ τὰ βάθη τοῦ θεοῦ». διὰ τοῦτο γάρ φησιν «ὁ μὴ τιμῶν τὸν υἱὸν καθὼς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν»· καὶ οὐκ εἶπεν «ὁ μὴ τιμῶν ἀγγέλους ὡς τιμᾷ τὸν πατέρα», οὐδὲ πάλιν εἶπεν «ὁ μὴ καὶ τὸν υἱὸν τιμῶν», ἀλλὰ τὸν υἱὸν ὡς τὸν πατέρα, ὡσαύτως ὅτι «οὐκ ἀφεθήσεται τῷ
25εἰς τὸ πνεῦμα βλασφημοῦντι, οὔτε ᾧδε οὔτε ἐν τῷ μέλλοντι αἰῶνι», ἵνα σημάνῃ τῆς τριάδος τὸ ἀπρόσιτον καὶ ἀσύγκριτον ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. 47. λ. Εἰ ὑπεράγει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέν‐ νητον ὑπεράγει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ
30μή ἐστιν οὐσίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν
φύσις ἕξει τὸ διασῴζεσθαι;400 in vol. 3
Haer
.

3

.

401

Ἀνατροπή. Πρέπει λέγειν καὶ ὁμολογεῖν καὶ οὕτως κατέχειν, ὅτι πάσης φύσεως ὑπερέχει ὁ παντοκράτωρ, ἐξ οὗπερ ἡμῖν ὁ μονογενὴς ἀνεκδιη‐ γήτως προῆλθεν ὁ θεὸς λόγος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. καὶ διὰ τοῦτο ἀσφαλῶς οὐ κτίσιν θεολογοῦμεν, ἵνα μὴ μωρανθῶμεν. τὴν δὲ ὑπερβαίνουσαν
5πᾶσαν φύσιν τριάδα δοξολογοῦμεν, υἱὸν σὺν πατρὶ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, διότι ἀγέννητον καὶ ἄκτιστον. ἐπειδὴ γὰρ οὔτε ἄλλης φύσεως ὁ μονογενὴς καὶ τὸ ἅγιον πνεῦμα, ἀλλὰ θεὸς ἐκ θεοῦ, καὶ φῶς ἐκ φωτός, σὺν τῷ παντοκράτορι πατρὶ καὶ αὐτὸς ὁ μονογενὴς παντοκράτωρ ἀκούσει, ὡς καὶ σαφῶς ἔχει ἡ θεία γραφή. οὐ γὰρ ἀλλοῖός ἐστι παρὰ τὸ τοῦ πατρὸς
10ἀξίωμα ὁ μονογενής, συμπρέπων δὲ τῷ τοῦ πατρὸς ἀξιώματι, ὡς διαρρήδην μαρτυρεῖ μοι ὁ ἅγιος ἀπόστολος ἐν πνεύματι ἁγίῳ φήσας περὶ τῶν υἱῶν Ἰσραήλ, «ὧν» φησιν «ἡ λατρεία καὶ αἱ διαθῆκαι καὶ ὧν οἱ πατέρες, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν». διὰ τοῦτο γὰρ καὶ προσκυνητὸς ὁ μονογενὴς καὶ θεὸς
15ὁ μονογενὴς καὶ θεῖον πνεῦμα τὸ ἅγιον πνεῦμα, καὶ μετὰ τὴν ἁγίαν τριάδα οὐκ ἔστιν ἕτερος θεός. ὁ δὲ πατὴρ παντοκράτωρ καὶ ὁ μονογενὴς αὐτοῦ παῖς Ἰησοῦς Χριστὸς συμπρέπων τῷ τοῦ πατρὸς ἀξιώματι, καὶ πατὴρ καλού‐ μενος τοῦ μέλλοντος αἰῶνος, συμπρέπων δὲ καὶ τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀκτίστως ἀεὶ ἡ τριὰς φανερουμένη καὶ γινωσκομένη, ἐξ ἧς τριάδος τοῖς
20πᾶσι γεγονόσι τὸ αἴτιον ἔνεστιν, ὅπερ ἐστὶν οὐσίας ἀκραιφνοῦς καὶ ἀσυγ‐ κρίτου δηλωτικόν, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, ἀεὶ τῆς διαμονῆς τὸ ἀΐδιον ἐν ἑαυτῇ ἐχούσης, ἐξ ἧς τριάδος τοῖς γεγονόσι τὸ διασῴζεσθαι πρόσεστιν. 48. λα. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς
25προϋπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ὁ ἀγέννητος θεός, ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν τοῦ πρώτου καὶ δευτέρου τάξιν; Ἀνατροπή. Ἔδει τὸν Ἀέτιον ἡμῖν προσημαίνειν καὶ σαφεῖς τὰς
30αὐτοῦ πεύσεις προβάλλειν, μάλιστα ταύτην ἥνπερ * λέξιν ἐπιλήψιμον καὶ μηδ’ ὅλως ἔχουσαν συγγένειαν τῶν ὁμοιωμάτων, οὐδὲ θατέρου τῶν ὑπ’
αὐτοῦ ὠνομασμένων θατέρῳ συνεξισοῦσθαι δυναμένου. πολλῶν γὰρ ἀορά‐401 in vol. 3
Haer
.

3

.

402

των ἥκει φέρων ἡμῖν τὰς ὀνομασίας. ἔστι γὰρ καὶ ἀόρατα ζῷα τὰ πνευμα‐ τικά, φημὶ δὲ Σεραφὶμ καὶ Χερουβίμ, ἀλλὰ καὶ ἄγγελοι, «πνεύματα» ὄντα, καὶ ἄλλα τινά, ἐν οἷς ἀληθῶς πληροῦται τὸ μήτε ὑπάρχειν ἐν ἑαυτοῖς σπερ‐ ματικῶς τι. οὔτε γὰρ σώματα φαίη ἄν τις τὰ ἀόρατα. καὶ γὰρ οὔτε γεννῶ‐
5σιν οὔτε γεννῶνται· ἐκτίσθησαν δὲ κατὰ βούλημα τῆς οὔσης ἀεὶ θεότητος σαφῶς, καὶ λέλογχεν ἕκαστον τῶν κεκτισμένων ὅπερ ὁ ὢν αὐτῷ διένειμεν ἀρετῆς ἐν τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀφθόνου φιλανθρωπίας, καὶ ἀπεκληρώθη ἕκαστον ὅπερ κεκλήρωται, καὶ ἐν τούτῳ μένει. καὶ ἐλεύθερός ἐστιν ὁ θεὸς πάσης αἰτίας, ἐν ἑαυτῷ ἔχων τὸ πᾶν, οὐ μελλητικῶς, οὐδὲ μεταμε‐
10μελημένως τὸν υἱὸν μετὰ χρόνους ἔχων ἢ τὸ ἅγιον πνεῦμα αὐτοῦ, ἀλλὰ συμπρεπόντως τῷ ἀεὶ ἔχειν υἱὸν γεγεννημένον υἱὸν ἔχων καὶ τοῦτον μονο‐ γενῆ, ἀεὶ ἔχοντα πατέρα ἐν ἑαυτῷ· ἔχει καὶ τὸ ἅγιον πνεῦμα, ἐκ πατρὸς ὂν καὶ τοῦ υἱοῦ λαμβάνον, ἀεὶ ἔχων. Καὶ γὰρ οὔτε ἐπὶ ἀδοξίᾳ οὔτε ἐπὶ προσθήκῃ δόξης ἡ περιουσία τῆς
15θεότητος ἀεὶ οὔσης. μηδενὸς δὲ ἀεὶ ὄντος τῶν κεκτισμένων, πότε ἑώρα ἑαυτὴν ἡ τριὰς ἐν ἥσσονι περιουσίᾳ, καὶ νῦν μὲν τοῦτο ἑώρα, νῦν δὲ ἐν προ〈σ〉θέσει οὐσίας ὡς ἐνδεής, μετὰ τὸ κεκτικέναι τὰ κεκτισμένα ἐν περισσοτέρᾳ προσθήκῃ δόξης ἢ περιουσίας νῦν ἑαυτὴν ὁρῶσα; καὶ ἐκ πανταχόθεν οὐδὲν ἐνσκήψει τῶν βουλομένων κατὰ τῆς ἀληθείας τὰς συλ‐
20λογιστικὰς ἀνθρωπίνας ὑπονοίας παραφέρειν καὶ εἰς μέσον φέρειν *, ὑπερ‐ βαινούσης τῆς τοῦ θεοῦ ἀξίας, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, πάντα νοῦν ἀγγέλων καὶ ἐπέκεινα, πόσῳ γε μᾶλλον ἀνθρωπίνης φύσεως· ἐπειδὴ γὰρ λογισμοὶ ἀνθρώπων δειλοί, φθαρταὶ δὲ αἱ τούτων διάνοιαι, εἰς συλλογισμοὺς καὶ συζητήσεις ἑαυτὰς περιπείρουσαι. ὡς ἄλλοι ἀφ’
25ἑαυτῶν συλλογισμῶν ἀνακρινόμενοι κατὰ σοφιστικήν τινα ὑπόνοιαν οἱ μὲν περὶ τοῦ κακοῦ ὅτι πόθεν ἤρξατο 〈συνελογίσαντο〉, ἄλλοι δὲ ὅτι πόθεν ὁ διάβολος ἢ διὰ τί γέγονεν, ἕτεροι δὲ τὸν μέλλοντα ἁμαρτάνειν ἄνθρωπον, ὅτι διὰ τί θεὸς οὕτως αὐτὸν ἔκτισεν, ὁ δὲ τοιοῦτον αὐτὸν ἐργα‐ σάμενος διὰ τί ὕστερον αὐτὸν αἰτιᾶται; ἵν’, ὅταν πάντας περικρούσαντες
30τοὺς ἑαυτῶν λογισμοὺς καταμάθωσιν ἑαυτοὺς φθαρτούς, ἀποδώσωσι τῷ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι *, τουτέστι τῇ μιᾷ τριάδι, τὸ σέβας καὶ τὴν γνῶσιν· παρ’ αὐτοῦ δὲ αἰτούμενοι τῆς ἀληθινῆς πίστεως τὴν γνῶσιν καὶ πορι‐
σάμενοι, [ἵνα] μὴ ὑπερβαίνειν πειρῶνται τὸ ἴδιον μέτρον, ἀλλὰ μάθωσιν402 in vol. 3
Haer
.

3

.

403

ἡσυχάζειν ἀπὸ τετυφλωμένης ἐννοίας καὶ μὴ σοφίζεσθαι διὰ ἀναπτομένης γλώσσης καὶ λογισμῶν ἀσυνέτων, σωφρονίζεσθαι δὲ μᾶλλον διὰ τοῦ συνετοῦ ῥητοῦ τῆς ἁγίας καὶ θείας γραφῆς τῆς λεγούσης «μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν».
5 49. λβ. Εἰ διαμένει ἐν φύσει ἀγεννήτῳ ὁ θεός, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφῃρήσθω. συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν, αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν, περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφε μετουσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει
10ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτόν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον μετουσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκατα‐ φρόνητόν ἐστι τὸ γεννητὸν διὰ μεταβολῆς ἐπιτηδειότητα, ἀξίωμα φύσεώς ἐστιν οὐσία ἀμετάβλητος, τῆς ἀγεννήτου οὐσίας πάσης
15αἰτίας κρείττονος ὡμολογημένης. Ἀνατροπή. Ἐν ἀγεννήτῳ φύσει διαμένει ἀναμφιβόλως ὁ θεός, ὁ τὰ πάντα κτίσας ἐξ οὐκ ὄντων καὶ δημιουργήσας, ὁ πατὴρ 〈ὁ〉 γεννήσας ἐξ ἑαυτοῦ ὁμοούσιον ἑαυτῷ υἱὸν καὶ συμπρέποντα τῇ αὐτοῦ ἀϊδιότητι, καὶ τὸ ἐξ αὐτοῦ ἅγιον πνεῦμα ἐξελθόν, πρεπόντως ὑπάρχον τῇ αὐτοῦ ὁμοου‐
20σιότητι· καὶ οὔτε ἐπειδήπερ ἡ τριὰς ἔκτισεν ἐξ οὐκ ὄντων τὰ ὄντα, ὁρατά τε καὶ ἀόρατα, παρὰ τοῦτο ἀναιρεῖται τὸ ἀναλογοῦν τῷ τοῦ θεοῦ ἀξιώ‐ ματι διὰ τοῦ προσφάτου τῶν κτισμάτων ὀνόματος, ἡ τοῦ ὄντος ἀϊδιότης. ἀφαιρεῖται δὲ ἀπὸ τῶν κεκτισμένων ἡ ἄνωθεν ὑπερβαίνουσα οὐσία, οὐκ οὖσα τούτοις ὁμοούσιος, ἐξ οὐκ ὄντων δὲ καλέσασα εἰς τὸ εἶναι. διὸ ὁ
25γεγεννημένος υἱὸς οὐκ ἐξ οὐκ ὄντων, ἀλλὰ ἐκ τοῦ ὄντος, συμπρεπόντως ἅμα θεωρεῖται, οὔτε παρατεινομένης τῆς οὐσίας οὔτε συστελλομένης, ἀλλὰ πνεῦμα ὢν ὁ πατὴρ πνεῦμα ἀληθινῶς τὸν υἱὸν ἐγέννησεν, καὶ ἐξ ἑαυτοῦ ἐξήνεγκε τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐχ ἑαυτὸν ἀγνοεῖ οὔτε τὴν ἑαυτοῦ οὐσίαν συστελλομένην ἢ πλατυνομένην οἶδεν ἢ τομὴν ὑφισταμένην· ταῦτα
30γὰρ πάντα περὶ 〈ἑαυτοῦ〉 θεὸν εἰδέναι ἀλογώτατον, ὥσπερ καὶ ἀγνοεῖν403 in vol. 3
Haer
.

3

.

404

αὐτὸ τὸ θεῖον * ὅπερ ἐστὶ τὸ ἅγιον πνεῦμα *. καὶ οὔτε ὁ ἀγέννητος οὐ συμμετέχει τῷ γεννήματι τὸ ὁμοούσιον οὔτε ὁ γεννητὸς οὐ συμπεριέχει τῷ πατρὶ τὸ ἀΐδιον. οἶδε γὰρ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς οἶδε τὸν πατέρα, ἀτελευτήτως ἀεὶ τῆς τριάδος ἀκτίστου μενούσης καὶ ἀτελευτήτως ὑπάρ‐
5χοντος τοῦ μονογενοῦς, γεγεννημένου ἐκ τοῦ ἀεὶ ὄντος, ὄντως ὄντος καὶ ἐν ἰδίᾳ τελείᾳ φύσει. διὸ γινώσκει ἑαυτὸν καὶ οὐκ ἀγνοεῖ οὔτε ὁ υἱὸς τὴν ἀγέννητον πατρὸς οὐσίαν οὔτε ὁ ἀγέννητος τὴν τοῦ υἱοῦ ἐξ αὐτοῦ οὐσίαν, ἀξιοπίστου ὄντος τοῦ μονογενοῦς θεοῦ λόγου φήσαντος «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ».
10 Διὸ ἀφῃρήσθω τὸ τούτου τοῦ γεννάδα Ἀετίου ἀποφαντικὸν κέλευσμα τὸ φῆσαν· «οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς». προὔλαβε γὰρ ὁ μονογενὴς παραγράψαι τὴν δικαστικὴν αὐτοῦ ταύτην φωνήν, φήσας ἑαυτὸν εἰδέναι τὸν πατέρα καὶ ἄλλον οὐδένα, συμπεριλαβὼν ἅμα καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ ἁγίου τὸ ἐνύπαρκτον,
15ὡς καὶ ἐν ἄλλῳ φάσκει ὅτι «τὸ πνεῦμα τοῦ πατρὸς διδάξει ὑμᾶς». εἰ δὲ τοῦ πατρός ἐστι τὸ πνεῦμα, οὐκ ἀγνοεῖ καὶ αὐτὸ τὸν πατέρα. ἐν δὲ τῷ εἰρηκέναι «οὐδεὶς οἶδε τὸν πατέρα εἰ μὴ ὁ υἱός», * ἵνα ἑαυτὸν καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπερβεβηκὸς σημάνῃ τῶν ἄλλων τῶν μὴ ἀϊδίως ὑπαρξάντων, γενομένων δέ. εἰ δὲ προὔλαβεν 〈φάσκων〉 ἀεὶ εἰδέναι τὸν
20πατέρα, μάτην ἡμῖν Ἀέτιος κενολεκτῶν ὑπεισδύνει, σαφῶς πᾶσιν ὢν δῆλος ὅτι ὡς ἄνθρωπος λογίζεται, σαρκικὸς ἀνακρινόμενος καὶ ψυχικὸς ὑπάρ‐ χων διὰ τοῦ ἑαυτὸν καὶ τὸν πατέρα γινώσκοντος καὶ τὸ ἅγιον αὐτοῦ πνεῦ‐ μα. ἐξῄρηται οὖν πάσης αἰτίας ὁ θεός, οὐ μόνον πατήρ, ἀλλὰ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τῆς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
25ὁμολογουμένης κρείττονος πάσης αἰτίας. 50. λγ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἕξουσι τὴν φύσιν. οὐ γὰρ ἂν μὴ ἀποκληρώσει φύσεώς τινος κοινοῦ καὶ ἰδίου μετειληφυῖα ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίνετο. Ἀνατροπή. Πάσης αἰτίας ἐξῄρηται ὁμολογουμένως τὸ ἀγέννητον,
30διότι ἕν ἐστι τὸ ἀγέννητον καὶ προσκυνητόν, διαιρουμένου τοῦ προσκυνη‐404 in vol. 3
Haer
.

3

.

405

τοῦ ἀπὸ τῶν προσκυνούντων. προσκυνητὴ δέ ἐστιν ἡ τριάς, μονὰς οὖσα καὶ ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἀλλὰ συμπρεπόντως πατὴρ γεννήσας υἱὸν καὶ οὐ κτίσας. τὸ μὲν γάρ ἐστιν ἐξ αὐτοῦ ἀεὶ τοῦ γεννή‐
5τορος, διότι γέννημα ἐκ τοῦ ὄντος ἐστὶ 〈ὁ υἱὸσ〉 καὶ τὸ ἐξ αὐτοῦ ἐξελθὸν ἅγιον πνεῦμα, οὔσης τῆς τριάδος ἐν μιᾷ ἑνότητι ἀκτίστῳ, τῶν δὲ πάντων ἐξ αὐτῆς τῆς τριάδος ἐξ οὐκ ὄντων κεκτισμένων· ὅθεν ἡ μία τριὰς εἷς ἐστι θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, οὐκ ἀλλότριόν τι ἑαυτῆς ἐν ἑαυτῇ κεκτημένη, ἄκτιστος, ἀγέννητος, ἀδημιούργητος, τριὰς οὐ πεποιη‐
10μένη, ἀλλὰ ποιοῦσα, οὐ κτίσματος ὄνομα ἔχουσα ἐν ἑαυτῇ, ἀλλὰ κτί‐ ζουσα, μία οὖσα καὶ οὐ πολλαί. τὰ δὲ πάντα ἐξ αὐτῆς πολλὰ μὲν ὄντα, ἀλλ’ οὐ σὺν αὐτῇ ἀριθμούμενα. διὸ οὔτε ἀποκεκλήρωται ἑτέρᾳ φύσει * κοινότητος τῆς οὐσίας τῆς ἀσυγκρίτου. διὰ τοῦτο γὰρ οὐ κτιστή τις οὖσα ἐν τῇ τοῦ θεοῦ οὐσίᾳ φύσις, ἀλλὰ δημιουργικὴ τῶν πάντων τῶν οὐ
15δυναμένων τῇ ἀσυγκρίτῳ καὶ μιᾷ οὐσίᾳ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος ὁμοουσιότητι ἐπικοινωνῆσαι, ὡς σαφής ἐστι τῷ τὴν γνῶσιν τῆς ἀληθείας εἰληφότι ἀποκαλύπτουσα 〈τῷ〉 ὅτι αὐτὴ μόνη προσκυνεῖται καὶ οὐ τὰ πάντα, ὡς καὶ αὐτὴ μόνη εἰς ὄνομα ἑαυτῆς βαπτίζει, καὶ οὐ τὰ ὅλα.
20 51. λδ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ’ ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς οὖν ἄν τις φαίη τὴν μὲν μετα‐ βάλλεσθαι, τὴν δὲ μεταβάλλειν, οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας; Ἀνατροπή. Πᾶς τις τῶν ἀντικαταστάντων τῇ ἀληθείᾳ καταπληκτικῶς
25ἐπισυνάξας ἑαυτῷ λογίδια ἔδοξέ τισιν ἀνατρεπτικῶς ἐπισκήπτειν καὶ ἀπὸ τῆς ζωτικῆς ὁδοῦ μεταφέρειν καὶ λυμαίνεσθαι, ὡς οὗτος ὁ Ἀέτιος νῦν μὲν φύσει ἐν τῷ ῥητῷ τούτῳ μηδὲν λέγων καταπλήττειν δοκεῖ τοὺς ἀκε‐ ραίους, ἐκ περιττοῦ τὰ ὑπ’ αὐτοῦ λεγόμενα λέγων, ὀνόματι 〈ἀγεννήτου〉 ὡς εἴωθεν ἐκ περιττοῦ προφέρειν καὶ ἐν τῷ παρόντι καιρῷ κεχρημένος.
30οὐ γὰρ πᾶσα οὐσία ἀγέννητος παρ’ αὐτοῖς τοῖς συνετοῖς ὁμολογεῖται, ἐπεὶ πᾶσα ἂν ἐθεολογεῖτο. οὐ πασῶν δὲ θεολογουμένων τῶν οὐσιῶν, ἀλλὰ μιᾶς παρὰ πάσας, ἥτις ἐστὶ θεότης μία ἐν τριάδι, πῶς ἔτι ὑποληφθήσεται τῷ γεννάδᾳ τούτῳ τὸ καταπληκτικὸν αὐτοῦ χωρεῖν ἐπὶ τοὺς υἱοὺς τῆς
ἀληθείας; διοίσει δὲ καὶ ὁποτέρα τῆς ὁποτέρας ὅτι ἡ μὲν τριὰς κτίζει,405 in vol. 3
Haer
.

3

.

406

τὰ δὲ πάντα ἀπ’ αὐτῆς κέκτισται, καὶ ἡ μέν ἐστιν ἀδέσποτος, τὰ δὲ ὑπ’ αὐτῆς γενόμενα δεσπόζεται, καὶ ἡ μὲν μεταβάλλεται, ἡ δὲ ἀπαράβατον ἔχει τὴν φύσιν, μεταβάλλουσα ἀεὶ τὰ ὑπ’ αὐτῆς μεταβαλλόμενα, καὶ ἐξ οὐκ ὄντων τὰς οὐσίας καὶ τὰς ὑποστάσεις ὑφιστᾶν δυναμένη. τοῦτο
5γάρ ἐστι συμπρέπον θεῷ 〈τῶν〉 ἐκ μὴ ὑποκειμένων καὶ ἐξ οὐκ ὄντων ὑπ’ αὐτοῦ γεγενημένων καὶ ὑποστάντων [κατὰ] τὴν διακόσμησιν μετα‐ σκευάζειν ὡς βούλεται. 52. λε. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλ‐ λακτος. τῆς δὲ οὐσίας τὸ ἀπαράλλακτον ἐχούσης τὸ ποιεῖν τε καὶ
10τὸ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων, ἀναριθμήτως διοίσουσιν ἀλλήλων. οὐ γὰρ ἂν εἴη ἀριθμητὰ τὰ διεστῶτα ἢ καθόλου ἢ κατά τι, πάσης διαστάσεως ἀποκλήρωσίν τινα ἐμφαινούσης ἔτι ἀποτεταγμένης ἀγεννήτου φύσεως. Ἀνατροπή. Οὐ πᾶσα οὐσία ἀγέννητος· ἠλίθιον γὰρ καὶ τὸ διανοεῖ‐
15σθαι 〈τοῦτο〉 καὶ Ἑλληνικῆς ἀγνωσίας οὗτος ὁ λογισμὸς καὶ τὸ ἀπό‐ φθεγμα, κἄν τε ἀποφαντικῶς κἄν τε ἐρωτητικῶς τῷ Ἀετίῳ εἴρηται· δῆλον δὲ ὅτι ἐρωτητικῶς. Ἑλλήνων τοίνυν παῖδας τοῦτο ἐρωτάτω, κἀκεῖ‐ νοι δὲ αὐτῷ συντιθέσθωσαν τοῦτο ἔχειν ἐκ συλλογισμῶν τὸ ἐρώτημα, ὕλην τινὰ σύγχρονον τῷ θεῷ ἐπιφημίζοντες. ἁλισκέσθω δὲ ἅμα ἐκείνοις,
20εἰ συντιθοῖτο, ἐχούσης τῆς ἀληθείας ἓν εἶναι τὸ ποιοῦν, ἐν μιᾷ οὐσίᾳ 〈οὔσησ〉 τριάδος τελείας καὶ οὐ κατὰ συναλοιφὴν ἀριθμουμένης. τὰ δ’ ἄλλα πάντα γενητὰ καὶ κτιστὰ καὶ οὐκ ἀγέννητα. τῆς δὲ θεότητος ἀκτίστου οὔσης, πατρὸς μὲν γεννῶντος, υἱοῦ δὲ γεννητοῦ, πνεύματος δὲ ἁγίου ἐξ αὐτοῦ ἀπεσταλμένου τοῦ πατρὸς καὶ τῶν τοῦ υἱοῦ λαμβάνοντος, πάντων
25δὲ ὄντων κεκτισμένων, τοῦ δὲ ἀπαραλλάκτου τῇ δυνάμει μένοντος συμ‐ πρεπόντως ἐν τῇ τριάδι, πάσης θεότητος ἐπὶ τὸν πατέρα ἀναφερομένης διὰ τὸ εὔλογον καὶ ἄπτωτον τῆς μονάδος καὶ τὸ ἀναιρετικὸν τῆς πολυ‐ θεΐας, τὸ μὲν ἀπαράλλακτον μένει τῇ δυνάμει, τὸ δὲ εὔλογον συμπρεπόντως ἀναλογεῖται υἱοῦ πρὸς πατέρα καὶ ἁγίου πνεύματος. τοίνυν τούτων
30οὕτως ἐχόντων, ἐξ ὑπαρχῆς πεσεῖται τῆς ἐπιβουλῆς τοῦ ἐρωτήματος ἡ ἐπίνοια. οὐ γὰρ πολλὰ τὰ ἀπαράλλακτα, ἀλλὰ ἡ μία τριὰς ἐν μονάδι καὶ μία θεότης ἐν τριάδι. τὰ δ’ ἄλλα πάντα ἀφέστηκεν, οὔτε
αὐτοματισμῷ ἔχοντα τὸ πάσχειν ἢ ποιεῖν, οὔτε τῆς ἁγίας τριάδος ἐν406 in vol. 3
Haer
.

3

.

407

τῷ τὶ ποιεῖν δυναμένης πάσχειν, τῆς ὅλης ἀπαθοῦς οὔσης καὶ προσκυνη‐ τῆς· φημὶ δὴ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. ἐποίησε γὰρ πάντα ὁ θεὸς δι’ υἱοῦ, ἀλλ’ οὐχὶ τὸν υἱόν (οὐ γάρ ἐστι σὺν πᾶσι· συνυπουργεῖ γὰρ τῷ πατρὶ καὶ συμπροσκυνεῖται) οὔτε τὸ ἅγιον πνεῦμα (οὐ γὰρ ἀριθ‐
5μεῖται ἀπὸ πάντων, στερεοῖ δὲ τὴν δύναμιν τῶν ἁπάντων καὶ συμπροσ‐ κυνεῖται). τῶν δὲ πάντων ὑπὸ τὴν τοῦ ἑνὸς προνοησίαν ὑποτεταγμένων ἕκαστα φέρεταί τε καὶ πράττει, πάσχει δὲ καὶ ὅσα ἕτερα *. διὸ ἡ μία τριὰς πρὸς ἑαυτὴν ἀπαράλλακτος, τὰ δὲ ἄλλα 〈τὰ〉 ἐξ αὐτῆς παρηλλαγ‐ μένα. οὔτε γάρ ἐστι σύγχρονα οὔτε συναΐδια. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος
10καὶ ἀγέννητος, υἱοῦ μὲν γεγεννημένου ἀχρόνως καὶ ἀνάρχως, ἀεὶ δὲ ὄντος καὶ μηδέποτε διαλείποντος τοῦ εἶναι. ὅθεν ἠσφαλισμένως κεφαλὴν καὶ οὐκ ἀρχὴν τὸν πατέρα τοῦ υἱοῦ ἐδίδαξεν ὁ θεῖος λόγος διὰ τὸ ὁμοού‐ σιον καὶ ἀϊδίως ὄντος τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐκ πατρὸς ἀπεσταλ‐ μένου, ἀεὶ δὲ σὺν πατρὶ ὑπάρχοντος καὶ μὴ ἀπὸ χρόνου ἀρξαμένου.
15 53. λϛ. Εἰ τὸ ἀγέννητος καὶ τὸ θεὸς ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῖ, ὁ ἀγέννητος ἀγέννητον ἐγέννησεν. εἰ δὲ ἕτερόν τι δηλοῖ τὸ ἀγέννητος, ἕτερον δὲ τὸ θεός, οὐκ ἄτοπον τὸ θεὸν γεγεννηκέναι θεόν, ἑκατέρου τὴν ὕπαρξιν λαβόντος ἐξ ἀγεννήτου οὐσίας. εἰ δὲ τὸ πρὸ τοῦ θεοῦ μηδὲν εἴη, ὥσπερ οὐκ ἔστιν, τὸ θεὸς καὶ τὸ ἀγέννητος ταυτὸν
20δηλοῖ, οὐ προσιεμένου τοῦ γεννήματος τὸ ἀγέννητον. διὸ οὐδὲ συνεκφωνεῖσθαι τῷ θεῷ καὶ πατρὶ αὐτοῦ ἀνέχεται. Ἀνατροπή. Πόθεν βούλεται ἡμᾶς Ἀέτιος προσπορίσασθαι ἐν ἑαυτοῖς τὸν νοῦν τῶν ὑπ’ αὐτοῦ προτεινομένων πεύσεων τῶν αὐτοῦ λογισμῶν; καὶ εἰ μὲν φάσκει ἐκ λογισμῶν καὶ συλλογισμῶν, πεσεῖται
25καὶ ἡμῶν ὁ πορισμὸς τῆς ὑπονοίας ἅμα αὐτῷ. θεὸν γὰρ οὐδεὶς συλλο‐ γίσοιτο πώποτε, οὔτε «ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με οὕτως ἐποίη‐ σας;» κατὰ τὸ γεγραμμένον. ἐξ εὐσεβοῦς δὲ λογισμοῦ καὶ δικαίας ἀσφα‐ λείας ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων γραφῶν διδασκαλίαν ἀνα‐ καμπτέον. λέξεως δὲ ἀπαραβάτου διδασκούσης ἡμᾶς περὶ τῶν τῇ
30κτίσει λατρευσάντων, ὡς ἐμωράνθησαν, πῶς οὐκ ἂν 〈μωρὸν〉 εὑρεθείη
ἐπὶ κτίσματι θεὸν λαμβάνειν καὶ τοῦτο προσκυνεῖν τε καὶ γεραίρειν,407 in vol. 3
Haer
.

3

.

408

τῆς πίστεως φύσει παρεκβαλλούσης τὸ προσκυνητὸν ἀπὸ τοῦ κτιστοῦ καὶ τὸ κτιστὸν ἀπὸ τοῦ προσκυνητοῦ; καὶ γὰρ εἰ ὅλως τοῦτο οὐδὲν διοίσει πρὸς τοὺς τῇ κτίσει τὸ σέβας νέμοντας, οὐδὲν πρόκριτον ἔσται ἐν Χριστια‐ νισμῷ· ἔσται δὲ ἡ τοιαύτη πίστις εἰδωλολατρεία μᾶλλον ἢ θεοσέβεια.
5προσκυνοῦσι γὰρ κἀκεῖνοι ἥλιον καὶ σελήνην καὶ δυνάμεις, οὐρανόν τε καὶ γῆν καὶ τὰ ἄλλα κτίσματα. καὶ οὐ τὸ διάφορον τῶν κτισμάτων ποιεῖ‐ ται τὸ θαῦμα, οὐδὲ διοίσει τὸ ἐξαίρετον ἑαυτὸ τῆς ὁμοτιμίας διὰ τὸ ὁμώ‐ νυμον, κἄν τε ὑπερτεταλάντισται τὸ μὲν ἀπὸ τοῦ ἑτέρου. εἷς γάρ ἐστιν ὁ τὰ ἀμφότερα ποιήσας καὶ ἀποκληρώσας ἑκάστῳ, οὐκ ὀνόματος παρ‐
10αλλαγήν, ἀλλ’ οὐσίας. ἐν ἅπασι γὰρ τοῖς κεκτισμένοις τὸ δοῦλόν ἐστι τοῦ κτίσματος τὸ ὄνομα, ἀλλ’ οὐ τὸ ἐλεύθερον. καὶ εἰ ἐν ἑνὶ μέρει τὸ δοῦλον προσκυνεῖται, οὐδὲν διοίσει πρὸς τὸ ἄλλο μέρος ἡ προσκύνησις, κἄν τε ὑποβέβηκεν· ἴσον γάρ ἐστι τῷ ἀνωτάτω, συγγενειάζον τῷ κτίσ‐ ματι 〈τῷ〉 ἐξ οὐκ ὄντων παρὰ τοῦ ὄντος 〈τὸ εἶναι〉 κεκληρωμένῳ. ἐν‐
15τεῦθεν τὸ ἀγέννητος συμπρέπει θεῷ καὶ τὸ θεὸς τῷ ἀγεννήτῳ. διὸ τὸ γέννημα οὐκ ἔργον φαμὲν οὐδὲ ποίημα, ἀλλὰ γέννημα οὐσιωδῶς ἀπὸ πατρὸς ἀχράντως γεγεννημένον, ὁμοούσιον τῷ πατρὶ καὶ συμπροσκυνη‐ τόν, καὶ τὸ ἅγιον πνεῦμα ἐξ αὐτοῦ καὶ 〈αὐτὸ〉 οὐκ ἀλλότριον, διὸ καὶ συμπροσκυνητόν. ἑτέρῳ δὲ τῶν κεκτισμένων τὸ θεὸς ὄνομα οὐ συνεκ‐
20φωνεῖται διὰ τὸ μετηλλάχθαι τῆς ἀγεννησίας, ὅτι ἐξ οὐκ ὄντων κεκλή‐ ρωται τὸ εἶναι. ἡ δὲ τριὰς ἔχει τὸ ἀεὶ εἶναι καὶ οὐχ ἕτερον τὸ θεὸς καὶ ἕτερον τὸ ἀγέννητος. Συνομολογεῖς δέ, Ἀέτιε, τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι εἰρωνείᾳ, καὶ οὐκ ἀληθείᾳ. πᾶν γὰρ τὸ γεννητὸν οὐ κτιστὸν καὶ τὸ κτιστὸν οὐ
25γεννητόν. εἰ δὲ τὸ γεννητὸν κτιστόν, κατ’ ἄλλον τρόπον ἐστὶ κτιστόν, ὡς οἷόν ἐστιν εἰπεῖν, ἄνθρωποι γεννῶσιν ἀνθρώπους, ἀλλ’ οὐ κτίζουσιν, αὐτοὶ δὲ ἄνωθεν ἐκ θεοῦ εἰσι κεκτισμένοι· διὸ αὐτοῖς τὰ μὲν γεννώμενα γεγέννηται, παρὰ θεοῦ δὲ τὰ πάντα κέκτισται. θεοῦ δὲ ὄντος ἀκτίστου, γεννήσαντος δὲ ἑαυτῷ υἱὸν καὶ οὐ κτίσαντος, οὐχ ἕτερον γεννᾷ παρὰ
30τὴν αὐτοῦ οὐσίαν. πῶς οὖν ἔσται τὸ ἐξ αὐτοῦ γέννημα κτιστόν, τοῦ πατρὸς ἀκτίστου ὑπάρχοντος; εἰ δὲ κτιστὸν παρ’ αὐτῷ τὸ γέννημα, οὐ‐ κέτι γέννημα καλεῖται. καὶ πολλή ἐστι πρὸς τὴν τοιαύτην τῆς ἀτοπίας ὑπόνοιαν ἀντιλογία. ἀπρεπὲς δὲ καὶ θεῷ τὸ εἶναί ποτε ἄνευ υἱοῦ, ὕστερον δὲ καλεῖσθαι πατέρα μετὰ υἱόν· καὶ ἀπρεπὲς τῷ υἱῷ τὸ εἶναι πρὸ αὐτοῦ
35χρόνον· ἔσται γὰρ ὁ χρόνος μείζων τῆς αὐτοῦ μεγαλειότητος. συμπρε‐408 in vol. 3
Haer
.

3

.

409

πόντως δὲ πατρὶ τὸ ἀεὶ ἔχειν ἐν ταυτότητι τῶν ἀξιωμάτων τὸ ἀνέκλειπτον καὶ ἀΐδιον. καὶ ὅτι πρὸ θεοῦ οὐδὲν ἦν, δῆλον τοῦτο. τὸ θεὸς τοίνυν, ὡς ἔφη Ἀέτιος, καὶ τὸ ἀγέννητος ταυτόν ἐστι δηλοῦν, καί πως ἑαυτοῦ κατα‐ πλέκων κατηγορεῖ μᾶλλον [δὲ] ἤπερ συνίσταται. εἰ γὰρ σὺν θεῷ τὸ
5θεός, ὡς καὶ ἔστι, καὶ τὸ ἀγέννητος προσίεται τὸν γεννητὸν υἱόν· ἔχει γὰρ συμπεριειλημμένως τὸ θεός. συνεκφωνεῖται δὲ τῷ πατρὶ ἀπὸ τοῦ θεὸς καὶ ἄκτιστος καὶ σὺν πατρὶ τιμώμενος θεὸς λόγος, κἄν τε τῷ Ἀετίῳ τοῦτο μὴ παρίσταται, τῶν πάντων κτισμάτων υἱῷ προσκυνούντων καὶ «πάσης γλώσσης ἐξομολογουμένης ὅτι Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ
10πατρός», ᾧ ἡ δόξα, πατρὶ ἐν υἱῷ σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Τοῦ Ἀετίου ἐν τῷ τέλει τὸ ἐρρῶσθαι. 54. λζ. Ἐρρωμένους καὶ ἐρρωμένας ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός, ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς προσαγορευθεὶς ὑπὸ τοῦ
15ἀποσταλέντος Ἰησοῦ Χριστοῦ, ὑποστάντος τε ἀληθῶς πρὸ αἰώνων καὶ ὄντος ἀληθῶς γεννητῆς ὑποστάσεως, διατηρήσει ἀπὸ τῆς ἀσεβείας, ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν, δι’ οὗ πᾶσα δόξα τῷ θεῷ καὶ πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ἀνατροπή. Καὶ ἐπὶ τῷ τέλει ὁ Ἀέτιος γράφων τῷ ἑαυτοῦ θιάσῳ,
20οἷς ἔφη «ἀθληταῖς τε καὶ ἀθλητρίαις», οὐκ ἀπελίπετο τῆς τοιαύτης τῶν λόγων μοχθηρίας, ἀλλὰ καὶ ἐν τῷ ἐρρῶσθαι ἀπέδειξεν αὐτοῦ τῆς διδα‐ σκαλίας τὸ ἀλλότριον. φάσκει γὰρ «ἐρρωμένους ὑμᾶς ὁ ὢν αὐτογέννητος θεός», οὐ συνιδὼν ὅτι ἐν ἑνὶ λόγῳ ἔλυσε τὸ πᾶν τῆς αὐτοῦ ὑποσπορᾶς τοῦ ζητήματος. φήσας γὰρ ἐν τοῖς ἀνωτάτω κεφαλαίοις περὶ ἀγεννήτου
25θεοῦ, οὐ προεῖδε * καὶ ὅτι οὔτε ἑαυτὸν ἐποίει, ἐνταῦθα αὐτογέννητον ἡμῖν παρεισάγων. πᾶσα δὲ 〈κακὴ〉 διάνοια ἐν λήθῃ ἑαυτῆς γίνεται, ὅπως φωραθείη. εἶτά φησιν, «ὁ καὶ μόνος διὰ τοῦτο ἀληθινὸς θεὸς
προσαγορευθείς». κατὰ δὲ τὸν αὐτοῦ λόγον καὶ διάνοιαν ἢ ἀναιρεῖ τὸ409 in vol. 3
Haer
.

3

.

410

εἶναι [τὸν] υἱὸν 〈τὸ〉 θεός, καὶ μάτην συκοφαντεῖ τὸ ὄνομα, Χριστιανὸς τὸ ὄνομα καλεῖσθαι 〈βουλόμενοσ〉, ἢ ὅτι θεὸν μὲν ἔχει τὸν υἱόν, ἀλλ’ οὐκ ἀληθινόν, καὶ ἔσται αὐτῷ εἷς θεὸς ἀληθινὸς καὶ εἷς οὐκ ἀληθινός. κατὰ δὲ ὑπόβασιν ἕνα ὑφ’ ἑνὸς εὑρίσκων, ἔτι καὶ τὸ ἅγιον πνεῦμα ἐν
5μικροτέρᾳ καὶ ἀποδεούσῃ τάξει τάττων, ἢ ὅτι μικρότερον πάλιν θεὸν ἕξει ἢ τῇ τριάδι μὴ συναριθμῶν τοῦτο, ἔσται παντάπασιν ἀλλότριον Χριστιανῶν τὸ ἐλεεινὸν ἀνθρωπάριον καὶ λοιπὸν Ἕλλην ἀποκηρυχθείη τελειότατος καὶ Σαδδουκαῖος τῷ ἀριθμῷ, ἀλλότριος μὲν τοῦ πνεύματος τοῦ ἁγίου, ὡς καὶ ἔστιν, Ἕλλησι δὲ συγκρινόμενος τῇ μερίδι, ἕνα μὲν
10θεὸν φάσκων μέγαν καὶ ἕνα μικρόν, ἕνα ἀληθινὸν καὶ ἕνα οὐκ ἀληθινόν, ὡς Ἕλληνες ὁμολογοῦσιν, ἕνα μέγαν θεόν, τοὺς δὲ ἄλλους μικροὺς ὀνομάζοντες, τῆς θείας γραφῆς αὐτὸν σαφῶς ἐλεγχούσης, καὶ περὶ πατρὸς μὲν λεγούσης ὡς «ὁ θεὸς ἀληθινὸς» καὶ περὶ υἱοῦ τὸ «θεὸς» ὡσαύτως, καὶ περὶ πατρὸς τὸ «φῶς ὁ θεός», περὶ δὲ υἱοῦ «ἦν τὸ φῶς τὸ ἀληθινόν»,
15καὶ περὶ ἁγίου πνεύματος ὅτι «τὸ πνεῦμα τῆς ἀληθείας». ἀληθινῶς τοίνυν ἡμῖν ἡ τριὰς καταγγέλλεται ἐν «σοφίᾳ καὶ βάθει πλούτου». Εἶτα πάλιν ἀκολούθως φησὶ καὶ «ὑπὸ τοῦ ἀποσταλέντος Ἰησοῦ Χριστοῦ», καὶ οὐκ ᾐδέσθη ἀπαξιώσας τὸν μονογενῆ θεοῦ ὀνόματος, ἀλλὰ μόνον ψιλῇ τῇ λέξει κέχρηται, ὡς ἐν τοῖς ἀνωτάτω ὡμολόγησε
20κεφαλαίοις, ἕως ψιλῆς ὀνομασίας νέμων τῷ υἱῷ τὸ γέρας τοῦ ὀνόματος. λέγει δὲ «πρὸ αἰώνων ὑποστάντα ἀληθῶς καὶ ὄντα ἀληθῶς γεννητῆς ὑποστάσεως»· «διατηρήσει» δέ φησιν «ἀπὸ τῆς ἀσεβείας». εἴωθε δὲ πᾶσα φαύλη γυνὴ τοὺς αὐτῆς τρόπους ἄλλοις προλαμβάνειν τε καὶ ἐπιφη‐ μίζειν. οὐχ ὁρῶν γὰρ εἰς ὅσα ἠσέβησεν ἑαυτὸν εὐσεβῆ νομίζει, ὡς οἱ
25τὴν παραπληξίαν κεκτημένοι νομίζουσι μὲν ἑαυτοὺς ἐν φρονήσει εἶναι, τοὺς δὲ ἄλλους φρενιτιῶντας. ἐνταῦθα δὲ «ἐν Χριστῷ Ἰησοῦ» 〈θέμενοσ〉 οὐδὲ «τῷ κυρίῳ ἡμῶν» ἐτόλμησεν ἀποδοῦναι, ἀλλ’ εἰρωνικῶς «τῷ σωτῆρι ἡμῶν» ἔφησεν. καὶ φησὶ «δι’ οὗ πᾶσα δόξα τῷ 〈θεῷ καὶ〉 πατρί, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν». καὶ αὐτὸ δὲ τὸ εἰπεῖν
30«πᾶσα δόξα» ὅπως περιάροι τὸν υἱὸν ἀπὸ τῆς τιμῆς τε καὶ δόξης· οὗ οὐδεὶς ἀνέξοιτό ποτε τῶν εὐσεβῶν καὶ ἐκ πνεύματος ἁγίου τὴν δωρεὰν τῆς ἀληθινῆς πίστεως εἰληφότων. Ταῦτα δὲ πάντα διαλαβόντες τὰ ὑπὸ τούτου τοῦ Ἀετίου εἰρημένα
ἐν διαλεκτικῇ τινι τέχνῃ καὶ συλλογιστικῇ ὑπονοίᾳ ἀνθρωπίνης μαγγα‐410 in vol. 3
Haer
.

3

.

411

νείας ἐν κεφαλαίοις λζ, † οἷς νουνεχῶς ὑμᾶς ἐντυχεῖν παρακαλοῦμεν. καὶ εὐθὺς μὲν εἴσεσθε, ὦ Χριστιανῶν παῖδες καὶ δοῦλοι Χριστοῦ καὶ υἱοὶ τῆς ἀληθείας, τὴν πᾶσαν αὐτοῦ γηΐνην κενοφωνίαν καὶ ἀλλοτρίαν πνεύματος ἁγίου διδασκαλίαν· ὃς οὐκ ἐτόλμησε κἂν ἐν μιᾷ λέξει μνησθῆναι
5θείου λόγου ἢ ῥητοῦ τινος παλαιᾶς ἢ καινῆς διαθήκης, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ ἀποστόλων, οὐ τινὸς τῶν πατριαρχῶν μαρτυρίαν παρενέγκαι, οὔτ’ αὐτοῦ τοῦ σωτῆρος, οὐ πατρὸς πώποτε, οὐχ ἁγίου πνεύματος ῥῆμα δι’ ἀποστόλων εἰρημένον ἢ διὰ προφητῶν, ἵνα παντελῶς αὐτοφώρατος γένηται τοῖς φίλοις τῆς
10ἀληθείας ὅτι παντάπασιν ἀλλότριος τυγχάνει θεοῦ καὶ τῆς αὐτοῦ πίστεως. νομίζω δὲ καὶ ἱκανῶς ἡμᾶς πρὸς τὰς αὐτοῦ προτάσεις κατὰ τὸ δυνατὸν ἰδιωτικῷ λόγῳ, συστάσει δὲ τῇ ἀπὸ τῶν θείων γραφῶν καὶ αὐτοῦ τοῦ εὐσεβοῦς λογισμοῦ πρὸς αὐτὸν ἀπηντηκέναι. καὶ ἐπειδὴ ἱκανῶς ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς περὶ πίστεως σαφῶς διελέχθημεν, ἀρκετῶς
15ἡγούμεθα, ἵνα μὴ προσθέντες δυσχέρειάν τινα περὶ τὴν ἀνάγνωσιν περισ‐ σοτέραν ἐργασώμεθα. Ὀλίγα δὲ πάλιν ἐξ ὧν αὐτὸς ἀρθεὶς τὴν διάνοιαν μετὰ τὴν ἀλλόκοτον αὐτοῦ πίστιν καὶ εἰς Χριστὸν καὶ εἰς τὸ ἅγιον αὐτοῦ πνεῦμα ἀπέχθειαν *, ὅσα ἐτόλμησε τὸ αὐτοῦ στόμα καὶ τῶν ὑπ’ αὐτοῦ μεμαθητευμένων * καὶ
20ἐν θράσει εἰς ὕψος ἆραι τὴν διάνοιαν καὶ ὑπέρογκα βλασφημῆσαι, αὖθις ἐπιλαβόμενος συντόμως λέξω. Οὗτος γὰρ ἐφαντάσθη καὶ οἱ ἀπ’ αὐτοῦ ὑπὲρ πάντα ἄνθρωπον οὐκ ἐπὶ τῷ εἰδέναι τὸν θεὸν κατὰ πίστιν, ἀλλὰ φύσει κατὰ εἴδησιν, ὡς καὶ ἄνω που ὑπέμνησα φασκόντων αὐτῶν οὐχ ἁπλῶς εἰδέναι τὸν θεὸν ἐν
25γνώσει πίστεως, ἀλλ’ ὡς ἐὰν γινώσκῃ τις πᾶν ὁρατὸν καὶ χερσὶν αὐτοῦ ψηλαφώμενον, ὡς εἴ τις λάβοι μετὰ χεῖρας λίθον ἢ ξύλον ἢ ἄλλης τινὸς ὕλης ἐργαλεῖον, οὕτως ἔφη καὶ οὗτος ὁ γεννάδας ὅτι οὕτως οἶδα τὸν θεόν, ὥσπερ ἐμαυτόν, καὶ οὐ τοσοῦτον οἶδα ἐμαυτὸν ὡς τὸν θεόν. λοιπὸν δὲ τὸ μωρὰ λέγειν καὶ ἀκούειν πολλοῖς μέν ἐστιν εἰς ἀπάτην, τοῖς δὲ
30συνετοῖς εἰς χλεύην. τίς γὰρ τῶν φρενοβλάβειαν ἑαυτοῖς κεκτημένων καὶ μεμηνότων οὐ δύναται καὶ ἄλλους ἐκμαίνειν, καὶ μάλιστα τοὺς συνε‐ πομένους καὶ ὑπακούοντας; εἰ γάρ τις ἠρώτησεν αὐτὸν καὶ τοὺς ἀπ’
αὐτοῦ· μή μοι διήγησαι θεὸν εἰδέναι τὸν ἀσύγκριτον καὶ ἀκατάληπτον,411 in vol. 3
Haer
.

3

.

412

τὸν κατὰ τὸ εἶδος μὲν μὴ καταλαμβανόμενον, πίστει δὲ γινωσκόμενον τοῖς αὐτοῦ δούλοις, ἀλλὰ διήγησαί μοι τοὺς πυθμένας τῆς γῆς, τὰ ταμιεῖα τῆς ἀβύσσου, τὰς φλέβας τῆς θαλάσσης, Ἅιδου τὸν τόπον, ἀέρος τὰ μέτρα, οὐρανῶν τὸ εἶδος καὶ τὰ πάχη, τί τὸ ἄκρον τῶν ἄνω, τί τὸ τέρμα
5τῶν κάτω, τί ἐν δεξιᾷ, τί ἐν εὐωνύμοις τῆς κτίσεως, τῆς ἑαυτοῦ πλάσεως τὸ διήγημα, τῶν ἐπὶ γῆς ἀμυθήτων τὸν ἀριθμὸν καὶ τὰ μέτρα, λοιπὸν ταῦτα ἀκούσαντες, ὡς ἠκούσαμεν παρὰ τῶν ὑπ’ αὐτοῦ ἠπατημένων, εἰς σοφιστικὰς προφάσεις παρεκκλίναντες εἰρωνείᾳ λοιπὸν λέγουσιν 〈οἱ〉 ἀπ’ ἐκείνου μεμαθηκότες ὅτι πάντα ταῦτα [τὰ] σωματικά [καὶ]
10ἐστι καὶ οὐ δυνάμεθα εἰδέναι· τὸν θεὸν δὲ τὸν αὐτὰ πεποιηκότα οἴδαμεν σαφῶς ποταπός ἐστι καὶ πῶς ἐστι καὶ οἷός ἐστι καὶ τίς ἐστι. τίς δὲ ἀκούσας ταῦτα οὐκ ἂν καταγελάσειεν εὐθύς; εὔηθες γάρ ἐστι τὸ ὅλον ὅτι τὸν τεχνίτην καὶ ἀσύγκριτον καὶ ἀνεκδιήγητον λέγει εἰδέναι καὶ ἠκρι‐ βωκέναι (καὶ εἴθε ἔλεγε τῇ πίστει εἰδέναι καὶ ἠκριβωκέναι, ἀλλὰ μὴ κατὰ
15εἴδησίν τινα ψηλαφήσεως ἐτόλμα καὶ τολμῶσι λέγειν), τὰ δὲ ὑπ’ αὐτοῦ γενόμενα τοῦ ἀσυγκρίτου διὰ τὸ κατὰ τὸ εἶδος * δυνάμενα παρὰ τῶν ὁρώντων ὑπερθαυμάζεσθαι φάσκει αὐτόν τε καὶ τοὺς αὐτοῦ μὴ εἰδέναι, μάλιστα πάντη τῶν θείων γραφῶν σαφῶς περὶ θεοῦ κηρυττουσῶν τὸ ἀόρατον αὐτὸν εἶναι καὶ ἀκατάληπτον καὶ ἀπερινόητον, μόνον δὲ πίστει
20ἐν ἀληθείᾳ γινωσκόμενον ὅτι «ἔστι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν μισθαπο‐ δότης γίνεται». Ὅταν δέ τις αὐτοῖς εἴπῃ τῶν ὀρθῶς περὶ θεοῦ δόξης πίστεώς τε καὶ ἀγάπης καὶ ἀκαταληψίας δοξαζόντων ὅτι ἡμεῖς οἴδαμεν θεὸν ἀκατά‐ ληπτον, θεὸν ἀόρατον, ἀνεκδιήγητον, οἴδαμεν δὲ αὐτὸν ὄντως ὄντα [δὲ]
25ἀόρατον καὶ ἀκατάληπτον, ἐπισκωμματικῶς καὶ κωτίλως λοιπὸν ὡς μῦθόν τινα διηγούμενος ἐτόλμησεν οὗτος ὁ τὴν καινὴν διαλεκτικὴν ἡμῖν φέρων *· τίνι οὖν ἐοίκατε καὶ ἡ ὑμῶν πίστις; παρθένῳ φθαρείσῃ, οὔσῃ δὲ τυφλῇ καὶ κωφῇ καὶ ἀλάλῳ, ἥτις ὅτι μὲν πέφθαρται πᾶσι πέφηνε τοῖς αὐτὴν γινώσκουσιν, ἐρωτωμένη δὲ τίς ὁ φθορεὺς οὐκ ἀκούει ἵνα
30μάθῃ καὶ οὔτε ἑώρακε τὸν φθείραντα διὰ τὸ τετυφλῶσθαι οὔτε ἀπαγγεῖλαι δύναται διὰ τὸ ἄλαλον· ὡς εἶναι ἀντιστρόφως πρὸς αὐτὸν καὶ τὸν αὐτοῦ
μῦθον κατὰ τὸ γεγραμμένον «ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν412 in vol. 3
Haer
.

3

.

413

αὐτοῦ, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο» καὶ τὰ τούτοις ὅμοια. αὐτὸς γὰρ ἔοικε τυφλῷ ἐκ γενετῆς οὕτω γεγεννημένῳ, λαλοῦντι δὲ καὶ πολλὰ λαλοῦντι καὶ ἀκούοντι, καὶ εἰδότι μὲν λευκοῦ τὸ ὄνομα καὶ μέλανος, κυανοῦ τε καὶ πρασίνου καὶ πυρροῦ καὶ τῶν ἄλλων διαφόρων χρωμάτων,
5φωτός τε καὶ σκότους, ὧν μὲν τὰ ὀνόματα ἐνηχεῖται, οὐ μὴν δὲ γινώσκει τί τὸ εἶδος οὐδ’ ὅλως δύναται αὐτὸ ἑρμηνεῦσαι διὰ τὸ ἀπ’ ἀρχῆς αὐτὸν τυφλὸν γεννηθῆναι καὶ τὴν ἐναλλαγὴν ἑκάστης ποιότητος χρωμάτων ἀγνοεῖν καὶ τὸ εἶδος. ἑκάστου γὰρ αὐτῶν τῶν ὀνομάτων τὸ κατάλληλον τῆς διακρίσεως δι’ ὁρατικῶν αἰσθήσεων ἔχει τὴν πεῖραν, οὐ μὴν δὲ διὰ
10φράσεως τῷ μὴ γινώσκοντι ἀπ’ ἀρχῆς τὸ εἶδος, οὔτε διὰ ψηλαφήσεως καὶ ἁφῆς δυνάμενον δοκιμασθῆναι. ὅταν γοῦν οἱ ἀπὸ γενετῆς τυφλοὶ περὶ τούτων διαλεγόμενοι καὶ εἰδότες ἀντιπαρατιθέναι τὸ μέλαν πρὸς τὸ λευκὸν καὶ τὸ χλωρὸν πρὸς τὸ κυάνεον καὶ πορφύρεον, [τε] κοκκηρόν τε καὶ τὰ ἄλλα χρώματα, ἐρωτηθῶσι [δὲ] ἀφ’ ἡμῶν τὴν ποιότητα τοῦ
15εἴδους καὶ τὸ χρῶμα ἑκάστης ποιότητος, οὔτε δύνανται εἰπεῖν οὔτε ἀφ’ ἡμῶν διδαχθῆναι, μόνον δὲ διὰ λόγου πείθουσιν ἑαυτῶν τὴν διάνοιαν, ἀπατῶσι δὲ τοὺς ἀκούοντας, ὡς εἰδότες τέλεον περὶ τῆς διακρίσεως, * κἄν τε τῷ λόγῳ λέγωσι, τὴν ἀγνωσίαν διὰ τῆς ἀκαταληψίας κεκτημένοι. οὕτω καὶ οὗτος ἥκει ἡμῖν λέγων περὶ θεοῦ καὶ ἐπιφημίζει μὲν σκωπτηλῶς
20τῆς ἀλάλου καὶ κωφῆς καὶ τυφλῆς παρθένου τὴν φθοράν, αὐτὸς κατὰ τὴν αὐτοῦ βλασφημίαν πεφθαρμένος μᾶλλον καὶ τὴν ἀγνωσίαν ὡς ἀπὸ γενετῆς τύφλωσιν κεκτημένος, λέγων μὲν περὶ θεοῦ, λόγοις δὲ ἀπει‐ κάζων * λοιπὸν δὲ καὶ εἰς ἀναισχυντίαν τοὺς ὑπ’ αὐτοῦ μεμαθητευμένους παρασκευάσας· οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον. βλασφημοῦσι μὲν οὖν
25προφητῶν ὀνόματα καὶ ἀποστόλων, ὅταν ἐλεγχόμενοι ὑπό τινων ὑπο‐ πιέζωνται, εὐθὺς ἀποτρέχοντες καὶ ἀποπηδῶντες καὶ λέγοντες· τοῦτο ὁ ἀπόστολος ὡς ἄνθρωπος ἔφη· ἄλλοτε δέ· τί μοι φέρεις τὰ τῆς παλαιᾶς διαθήκης; οὐκ ἔστι δὲ θαυμαστὸν κατὰ τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα ὅτι «εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκει‐
30ακοὺς αὐτοῦ;» εἰ γοῦν αὐτὸν τὸν κύριον καὶ τὴν ἀληθινὴν αὐτοῦ δόξαν ἀρνοῦνται, πόσῳ γε μᾶλλον προφήτας αὐτοῦ καὶ ἀποστόλους; ἔτι δὲ εἰς περισσοτέραν μανίαν ἀρθέντες οἱ ἀπ’ αὐτοῦ μεμαθητευμένοι καὶ
ὁ τούτων διάδοχος, Εὐνόμιός τις ψευδωνύμως καλούμενος, ἔτι καὶ δεῦρο413 in vol. 3
Haer
.

3

.

414

περιὼν τῷ βίῳ μέγα κακόν, * τόλμημα· ἀναβαπτίζει γὰρ τοὺς ἤδη βαπ‐ τισθέντας, οὐ μόνον τοὺς ἀπὸ ὀρθοδόξων πρὸς αὐτὸν ἐρχομένους καὶ αἱρέσεων, ἀλλὰ καὶ τοὺς ἀπ’ αὐτῶν τῶν Ἀρειανῶν. ἀναβαπτίζει δὲ αὐτοὺς εἰς ὄνομα θεοῦ ἀκτίστου καὶ εἰς ὄνομα υἱοῦ κεκτισμένου καὶ
5εἰς ὄνομα πνεύματος ἁγιαστικοῦ καὶ ὑπὸ τοῦ κεκτισμένου υἱοῦ κτισθέντος. ἵνα δὲ τὸ πᾶν κυβείας καὶ θυμέλης καὶ σκηνῆς [τὸ] ἐργαστήριον αὐτῶν ὀφθείη, ὅτι οὐκέτι πίστις ἡ ἀπ’ αὐτῶν καταγγελλομένη, ἀλλὰ σχεδὸν εἰπεῖν μίμων ἐργαστήριον, διεβεβαιώσαντό τινες ὅτι κατὰ κεφαλῆς τοὺς ἀναβαπτιζομένους βαπτίζει, τοὺς πόδας ἄνω καὶ τὴν κεφαλὴν κάτω.
10καὶ οὕτως ἐνωμότως βιάζεται αὐτοὺς ὀμόσαι μὴ ἀποπηδῆσαι τῆς ἀπ’ αὐτοῦ μεμηχανημένης τοιαύτης αἱρέσεως. φασὶ δὲ τὸν αὐτὸν Ἀέτιον μετὰ τὴν τελευτὴν Κωνσταντίου ὑπὸ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ἀνακληθέντα τῆς ἐξορίας, ἔτι ὄντα διάκονον τῆς αὐτοῦ αἱρέσεως, ὑπὸ τῆς αὐτοῦ αἱρέσεως ἐπισκόπου εἰς ἐπισκοπὴν προῆχθαι.
15 Ταῦτα δὲ 〈τὰ〉 εἰς ἡμᾶς ἐλθόντα 〈περὶ〉 Ἀετίου καὶ τῶν αὐτοῦ μαθητῶν, οἷστισι τινὲς Ἀνομοίου ἐπέθεντο ὄνομα διὰ τὸ ἔτι περισσό‐ τερον τῆς τοῦ Ἀρείου πεφρονηκέναι αὐτὸν αἱρέσεως δεινοτέρως· ἅτινα κατὰ τὸ δυνατὸν λεπτομερῶς ἐν θεῷ διεξελθόντες ὥσπερ πολύπουν σκολόπενδραν καὶ ἴουλον τὸ καλούμενον ἑρπετὸν τῷ τῆς ἀληθείας ποδὶ
20καταπατήσαντες καὶ τῇ τοῦ μονογενοῦς ἀληθινῇ ὁμολογίᾳ συντρίψαντες, συνήθως θεῷ εὐχαριστοῦντες, τὴν αὐτοῦ δύναμιν ἐπαγόμενοι εἰς βοή‐ θειαν τῆς ἡμετέρας ἀσθενείας, ἐπὶ τὰς ἑξῆς ὑπολειφθείσας κατὰ τὴν δύναμιν ἡμῶν καὶ κατάληψιν ἡμῶν ἴωμεν, ὦ ἐπιπόθητοι, αὐτὸν ἐπικαλούμενοι, ὡς ἔφην, τὸν δεσπότην συμπαρεῖναι ἡμῖν πρὸς τὴν
25ἐκείνων ὑπόδειξιν καὶ τὴν πρὸς αὐτοὺς ἀνατροπήν, ἵνα ἐν τῇ αὐτοῦ δυνάμει δυνηθείημεν πληρῶσαι τὸ ἐπάγγελμα τῆς ἡμῶν σμικρότητος
καὶ βραχύτητος.414 in vol. 3
Haer
.

3

.

416

Κατὰ Διμοιριτῶν τῶν ὑπό τινων 〈Ἀπολιναριτῶν〉 κληθέντων, μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογούντων, νζ, τῆς δὲ
ἀκολουθίας
οζ. 1. Καθεξῆς δὲ τούτοις πάλιν ἐπίπονος ἡμῖν ἐν προλήψει τῷ βίῳ
5ἐφύη τις ἀλλοτρία τῆς πίστεως λέξις, ἐκ ποίας αἰτίας οὐκ ἔχω λέγειν, ἀλλ’ ἵνα μὴ * ἐάσῃ ὁ ἀεὶ ταράσσων τὴν ἀνθρωπείαν φύσιν καὶ πολεμῶν ὡς εἰπεῖν διάβολος, ἐμβάλλων αὐτοῦ τὰ πικρὰ δηλητήρια ἐν τοῖς θαυ‐ μασίοις ἐδέσμασι, καὶ ὡς ἐν μέλιτι παραβάλλων τὴν πικρίαν, οὕτω διὰ τινῶν τῶν ἐπ’ ἄκρον βίου θαυμαζομένων καὶ ἐν ἐπαίνοις ὀρθοδοξίας
10ἀεὶ καταγγελλομένων *. καὶ γὰρ τοῦτό ἐστι τὸ ἔργον αὐτοῦ, τοῦ φθονή‐ σαντος ἀπ’ ἀρχῆς τῷ πατρὶ ἡμῶν Ἀδὰμ καὶ πᾶσιν ἀνθρώποις ἐχθραίνον‐ τος, ὡς καί που 〈ὑπό〉 τινων σοφῶν εἴρηται ὅτι φθόνος ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος. οὕτω καὶ διὰ τῶν μειζόνων προσώπων ἔβαλέ τινας προφάσεις, ἵνα ἡμᾶς καὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἄλυπον
15μὴ ἐάσῃ, ἀλλὰ ἀεὶ θορυβουμένην τε καὶ πολεμουμένην. ἔδοξε γάρ τισι καὶ τοῖς ἐξ ἡμῶν ὁρμωμένοις καὶ ἐν μεγάλῃ διαθέσει ὑπάρχουσιν, ἐν ἐπαίνοις δὲ ἀεὶ παρ’ ἡμῖν καὶ παρὰ πᾶσιν ὀρθοδόξοις ἐκθειαζομένοις, παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας καὶ λέγειν ὅτι σάρκα ἔλαβεν ὁ Χριστὸς ἐλθὼν ὁ κύριος ἡμῶν καὶ ψυχήν,
20νοῦν δὲ οὐκ ἔλαβε τουτέστι τέλειον ἄνθρωπον· τί ἐκ τούτου τῷ βίῳ συνεισενεγκάμενοι ἀγνοῶ λέγειν ἢ παρὰ τίνων τῶν πρὸ αὐτῶν μεμα‐ θηκότες ἢ τί ὠφέλιμον ἐκ τούτου κερδήσαντες ἢ χαρισάμενοι ἡμῖν τε καὶ τοῖς ἀκούουσι καὶ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ οὐδὲν πλέον ἢ ταραχὴν καὶ διαίρεσιν εἰς ἡμᾶς ἐργασάμενοι καὶ λύπην καὶ ζημίαν τῆς ἀπ’ ἀλλή‐
25λων γλυκύτητος καὶ ἀγάπης. τὴν γὰρ τῶν θείων γραφῶν ἀκολουθίαν καὶ εὐθύτητα καὶ ἀκακίας ὁμολογίαν, προφητικήν τε καὶ εὐαγγελικὴν καὶ ἀποστολικὴν πίστιν παρέντες σοφιστικὴν ἡμῖν λέξιν καὶ μυθώδη παρεισήγαγον, μεθ’ ἧς καὶ πολλῶν δεινῶν ἀκολουθίαν, πληροῦντες ἐν ἑαυτοῖς τὸ εἰρημένον ὅτι «ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας
30προσέχοντες μύθοις καὶ κενοφωνίαις». 2. Ὁ πρεσβύτης καὶ σεμνοπρεπής, ὁ ἀεὶ ἡμῖν ἀγαπητὸς καὶ τῷ
μακαρίτῃ πάπᾳ Ἀθανασίῳ καὶ πᾶσιν ὀρθοδόξοις, Ἀπολινάριος ὁ ἀπὸ416 in vol. 3
Haer
.

3

.

417

Λαοδικείας, οὗτος ἦν ὁ ἐν ἀρχῇ τοῦτο τὸ ῥῆμα ἐπινοήσας τε καὶ προαγό‐ μενος. καὶ τὰ πρῶτα μὲν ἐνηχούμενοι ἀπό τινων τῶν ὑπ’ αὐτοῦ μεμα‐ θητευμένων ἠπιστοῦμεν, εἰ ἄρα ὁ ἀνὴρ τοιοῦτος τυγχάνων τοῦτο παρεισ‐ ήγαγε τῷ βίῳ τὸ ῥῆμα, ἔτι ἐν προσδοκίᾳ ἐλπίδος μακροθυμοῦντες,
5ἕως τἀκριβὲς ἐπιγνῶμεν. ἐλέγομεν γὰρ τοὺς παῖδας τοὺς ἀπ’ αὐτοῦ πρὸς ἡμᾶς ἀφικομένους, μὴ νοοῦντας τὰ βαθέως ὑπὸ τοῦ τοιούτου λογίου ἀνδρὸς καὶ συνετοῦ καὶ διδασκάλου 〈εἰρημένα〉, ἀφ’ ἑαυτῶν ταῦτα πλάττειν, μὴ ἀπ’ αὐτοῦ μεμαθηκότας. πολλὰ γὰρ ἦν, ἃ ἐν αὐτοῖς τοῖς πρὸς ἡμᾶς ἐρχομένοις ἀμφεβάλλετο· τινὲς μὲν γὰρ αὐτῶν
10ἐτόλμησαν λέγειν ἄνωθεν τὸν Χριστὸν τὸ σῶμα κατενηνοχέναι. ἐπι‐ μένουσα δὲ ἐν τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ἡ ξενολογία ἐπὶ τὴν δεινότητα προκοπὴν εἰργάζετο· ἄλλοι γὰρ ἐξ αὐτῶν καὶ τὸ ψυχὴν εἰληφέναι τὸν Χριστὸν ἠρνήσαντο. τινὲς δὲ καὶ ὁμοούσιον τὸ σῶμα τοῦ Χριστοῦ τῇ θεότητι λέγειν ἐτόλμησαν καὶ τὰ ἀνατολικὰ μέρη εἰς πολλὴν ταραχὴν
15κατέστησαν, δι’ οὓς ἀνάγκη γέγονε σύνοδον συγκροτηθῆναι καὶ ἀνα‐ θεματίσαι τοὺς τοιούτους. ἀλλὰ καὶ ὑπομνήματα πέπρακται, ὧν ἀντί‐ γραφα τῷ μακαρίτῃ πάπᾳ Ἀθανασίῳ ἀπεστάλη, δι’ ἣν αἰτίαν τῶν ὑπο‐ μνημάτων καὶ αὐτὸς ὁ μακαρίτης ἠναγκάσθη γράψαι ἐπιστολὴν κατὰ τῶν τὰ τοιαῦτα λεγόντων, μετὰ ἀπειλητικῶν λόγων ἐπιμεμψάμενος
20τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ἐπικτήτῳ, ὅτι κατηξίωσε περὶ τούτου κἂν ἀπόκρισιν τοῖς ταράξασι δοῦναι. σαφῶς δὲ περὶ τῆς πίστεως γράψας ὁ αὐτὸς μακαρίτης ἐν ταὐτῷ καὶ τοὺς αὐτὰ φάσκοντας καὶ ταράττοντας ἀπεκήρυξεν. ἧς ἐπιστολῆς τὸ ἀντίγραφον ἐνταῦθα παραθέσθαι διόλου ἀναγκαῖον ἡγησάμην. καὶ ἔστι τόδε·
25Ἀθανάσιος ἐπίσκοπος Ἀλεξανδρείας πρὸς Ἐπίκτητον ἐπίσκοπον
Κορίνθου.
3. Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηπο‐ τοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου. ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν πατέρων κατὰ τὰς ἁγίας γραφὰς ὁμολογηθεῖσα
30πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, σύστασιν
δὲ τῆς ἐν Χριστῷ εὐσεβοῦς πίστεως. διὰ τοῦτο γοῦν καὶ νῦν δια‐417 in vol. 3
Haer
.

3

.

418

φόρων γενομένων συνόδων, ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ καὶ τῇ μεγάλῃ Ῥώμῃ, πάντες οἱ συνελθόντες τοὺς μὲν ἔτι κρυπτομένους καὶ φρονοῦν‐ τας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ καὶ Οὐρσάκιον καὶ Οὐάλεντα 〈καὶ〉 Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφί, ὡς ἀπὸ
5ἑνὸς πνεύματος κινούμενοι, ἀνεθεμάτισαν· ἔγραψαν δὲ πανταχοῦ διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων μηδεμίαν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, εἰ μὴ μόνον τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον μὲν οὖσαν πάσης αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι’ ἣν μάλιστα καὶ ἡ σύνοδος τότε συνήχθη. πῶς
10τοίνυν ἔτι μετὰ τοσαῦτα ἀμφισβητεῖν τινες ἢ ζητεῖν ἐπιχειροῦσιν; εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστόν, εἰ τὰ καθ’ ἑαυτῶν γραφέντα διαβάλλουσιν, ὥσπερ καὶ Ἕλληνες ἀκούοντες «τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργον χειρῶν ἀνθρώπων,» μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ † ἁγίου πνεύματος διδασκαλίαν. εἰ δὲ τῶν
15δοκούντων ὀρθῶς πιστεύειν καὶ ἀγαπᾶν τὰ δηλωθέντα παρὰ τῶν πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν ἐθέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν ἢ κατὰ τὸ γεγραμμένον «τὸν μὲν πλησίον ποτίζουσιν ἀνα‐ τροπὴν θολεράν», λογομαχοῦσι δὲ ἐπ’ οὐδενὶ χρησίμῳ ἢ ἐπὶ κατα‐ στροφῇ τῶν ἀκεραίων.
204. Ταῦτα δὲ οὕτως γράφω, ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσε‐
βείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφειλον, ἵνα μηδὲ418 in vol. 3
Haer
.

3

.

419

μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτά ποτε; τίς δὲ ὁ διδάξας ἢ μαθών; «ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται λόγος κυρίου καὶ νόμος θεοῦ ἐξ Ἱερουσαλήμ.» ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος Ἅιδης ἐξηρεύξατο ὁμοούσιον εἰπεῖν 〈τὸ〉 ἐκ Μαρίας σῶμα τῇ
5τοῦ λόγου θεότητι ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστᾶ καὶ τρίχας καὶ ὅλον σῶμα μεταβέβληται καὶ ἠλλάγη τῆς ἰδίας φύσεως; τίς δὲ ὅλως ἤκουσε παρὰ Χριστιανῶν ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ υἱὸς ἢ τίς τοσοῦτον ἠσέ‐ βησεν ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν ὅτι ἡ θεότης αὐτοῦ ἡ ὁμοούσιος
10τῷ πατρὶ αὐτὴ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέ‐ γονε καὶ τὸ ἐν τῷ ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλὰ αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; τίς δὲ ἀκούων ὅτι οὐκ ἐκ Μαρίας, ἀλλ’ ἐκ τῆς αὐτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέ‐
15γοντα ταῦτα; τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ.
20πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ διὰ παντὸς γεγενῆ‐ σθαι, ἐπειδὴ ἐκ τῆς σοφίας συνέστη; πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ ὁ ἐκ Μαρίας προελθὼν
25κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ τῇ φύσει τοῦ θεοῦ ἐστι, τὸ δὲ κατὰ σάρκα
ἐκ σπέρματος Δαυίδ ἐστι, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας; τίνες ἄρα419 in vol. 3
Haer
.

3

.

420

οὕτω τολμηροὶ γεγόνασιν ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον, ὡς ἐπὶ ἕνα τῶν
5προφητῶν, ἐληλυθέναι τὸν λόγον καὶ μὴ αὐτὸν ἄνθρω‐ πον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ’ ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ υἱόν, τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ εἶναι 〈δύνανται〉 οἱ λέγοντες ἄλλον τὸν υἱὸν
10εἶναι καὶ ἄλλον εἶναι τὸν τοῦ θεοῦ λόγον; 5. Ταῦτα ἦν ἐν τοῖς ὑπομνήμασιν διαφόρως μὲν εἰρημένα, μίαν δὲ τὴν διάνοιαν καὶ τὴν αὐτὴν ἔχοντα, πρὸς ἀσέβειαν βλέπουσαν. διὰ ταῦτα διεκρίνοντο καὶ διεμάχοντο πρὸς ἀλλήλους οἱ αὐχοῦντες ἐπὶ τῇ ὁμολογίᾳ τῶν πατέρων τῇ ἐν Νικαίᾳ γενομένῃ. ἐγὼ δὲ τὴν σὴν
15ἐθαύμασα θεοσέβειαν ἀνασχομένην καὶ ὅτι μὴ τούτους μὲν ἔπαυσε ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκού‐ σαντες ἠρεμήσωσιν ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ νομισθῶσι. τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστί.
20διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ’ ἐκείνων, ὡς εἴρηται, γυμνῶς πεποίηκα ἐγγραφῆναι τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν. καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν καὶ διελέγχειν τὴν τῶν ταῦτα διανοηθέντων αἰσχύνην, ἀλλὰ καὶ καλὸν εἶναι ἕως τούτων τὴν ἐπιστολὴν καὶ μηδὲν πλέον γράφειν—τὰ γὰρ
25οὕτως φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπὶ πλέον καὶ περιερ‐ γάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ· τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι
οὐκ ἔστι ταῦτα τῆς καθολικῆς ἐκκλησίας οὐδὲ ταῦτα οἱ πατέρες420 in vol. 3
Haer
.

3

.

421

ἐφρόνησαν—ἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων γραφῶν ὀλίγων μνημονεῦσαι. τάχα γὰρ κἂν οὕτως αἰδεσθέντες παύσονται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν.
5 6. Πόθεν ὑμῖν ἐπῆλθεν εἰπεῖν, ὦ οὗτοι, τὸ ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος; ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα τούτου δεικνυμένου σαθροῦ καὶ πάντα τὰ ἄλλα τοι‐ αῦτα δειχθῇ. ἀπὸ μὲν οὖν τῶν γραφῶν οὐκ ἔστιν εὑρεῖν· θεὸν γὰρ ἐν ἀνθρωπίνῳ σώματι γεγονέναι λέγουσιν. ἀλλὰ γὰρ καὶ οἱ πατέρες
10οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ τὸ σῶμα, ἀλλ’ αὐτὸν τὸν υἱὸν εἰρήκασιν ὁμοούσιον τοῦ πατρός. καὶ τοῦτον μὲν ἐκ τῆς οὐσίας τοῦ πατρός, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγησαν εἶναι πάλιν κατὰ τὰς γραφάς. ἢ τοίνυν ἀρνήσασθε τὴν ἐν Νικαίᾳ σύνοδον 〈καὶ〉 ὡς αἱρετικοὶ παρεισφέρετε ταῦτα ἤ, εἰ βούλεσθε τέκνα τῶν πατέρων εἶναι, μὴ
15φρονεῖτε παρ’ ἐκεῖνα ἅπερ ἔγραψαν αὐτοί. καὶ γὰρ ἐκ τούτου τὸ ἄτοπον θεωρεῖν ὑμᾶς ἔξεστιν· εἰ ὁμοούσιος ὁ λόγος τῷ σώματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. καὶ τί ἔτι μέμφεσθε τοῖς
20Ἀρειανοῖς λέγουσι τὸν υἱὸν κτίσμα, λέγοντες καὶ αὐτοὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασι καί, εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι, φάσ‐ κοντες εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως; ὥρα γὰρ εἰπεῖν ὑμᾶς φανερῶς ἐκ γῆς αὐτὸν γεγενῆσθαι·
25ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυτοὺς διαμάχησθε; ὁμοούσιον μὲν λέγοντες τὸν λόγον τῷ σώματι ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα καὶ μόνον φθεγγομένων;
30πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξεκλίνατε. εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη καὶ ἡ χρεία, δυνα‐ μένου τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ’ ὑμᾶς ὁμοούσιός ἐστι τῷ σώματι. τίς
δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον421 in vol. 3
Haer
.

3

.

422

ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται; οὐ γὰρ αὐτὴ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον αὐτῆς ἐνδύσηται. ἀλλ’ οὐδὲ γὰρ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρού‐ μενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσ‐
5ενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται. 7. Ἀλλ’ οὐκ ἔστιν οὕτως, μὴ γένοιτο. «σπέρματος γὰρ Ἀβραὰμ ἐπιλαμβάνεται», ὡς εἶπεν ὁ ἀπόστολος· «ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι» καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵνα ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς
10ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ. καὶ ταύτην ὁ μὲν Ἠσαΐας προφη‐ τεύων ἐδείκνυε λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται», ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ «πρὸς παρθένον μεμνηστευμένην ἀνδρί», ἵν’ ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρωπον οὖσαν. καὶ τοῦ «τίκτειν» μνημο‐
15νεύει ἡ γραφὴ καί φησιν «ἐσπαργάνωσε», καὶ «ἐμακαρίζοντο μαστοὶ οὓς ἐθήλασε», καὶ προσηνέχθη θυσία, ὡς «διανοίξαντος» τοῦ τεχθέντος «τὴν μήτραν». ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα. καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς «τὸ γεννώμενον» ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθείη,
20ἀλλ’ «ἐκ σοῦ», ἵνα φύσει τὸ γεννώμενον ἐξ αὐτῆς εἶναι πιστευθείη, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον σῶμα παρ‐ θένου φέρειν γάλα μὴ τεκούσης καὶ ἀδύνατον γάλακτι τραφῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ «περιτμη‐ θὲν ὀκταήμερον»· τοῦτο Συμεὼν «εἰς τὰς ἀγκάλας ἐδέξατο»· τοῦτο
25γέγονε «παιδίον καὶ ηὔξησε» δωδεκαετὴς γενόμενος καὶ εἰς τὸν τρια‐ κοστὸν ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη, ἀναλλοίωτος οὖσα καὶ ἄτρε‐ πτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος «ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι», τοῦ δὲ Παύλου γράφοντος «Ἰησοῦς Χριστὸς χθὲς καὶ
30σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας». ἀλλὰ ἐν τῷ περιτμηθέντι
σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ καμόντι καὶ ἐν ξύλῳ καθη‐422 in vol. 3
Haer
.

3

.

423

λωθέντι καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν ἐν τῷ μνημείῳ τεθέν, ὅτε αὐτὸς «ἐπορεύθη κηρῦξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν», ὡς εἶπεν ὁ Πέτρος. (8.) ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα τετράφθαι τὸν λόγον. εἰ
5γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου. αὐτὸ γὰρ ἂν ἐπορεύθη δι’ ἑαυτοῦ τὸ σῶμα κηρῦξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύμασι. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρῦξαι, τὸ δὲ σῶμα «εἰλίξας Ἰωσὴφ σινδόνι ἀπέθετο» ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν ὅτι μὴ τὸ σῶμα ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν
10ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ «τοὺς τύπους τῶν ἥλων», οὓς ὑπέμεινεν αὐτὸς ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ σώματι τῷ ἰδίῳ καὶ δυνά‐ μενος κωλύειν οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια, ὡς ἑαυτοῦ, ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέτου, ὡς αὐτὸς πάσχων ἔλεγε «τί με δέρεις;» καὶ
15ἄψαυστος ὢν τῇ φύσει ὅμως ἔλεγε «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων». ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος δυνηθῶμεν μετασχεῖν. καὶ ἦν παράδοξον ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων
20μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα ἔσχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο καὶ ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ
25προσενεγκὼν εἰς θυσίαν ἐξαφανίσῃ καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν ἀπόστολον εἰπεῖν «δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». 9. Οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον, ἀλλὰ ὄντως ἀνθρώπου ἀληθείᾳ γενομένου τοῦ σωτῆρος, ὅλου τοῦ
30ἀνθρώπου σωτηρία ἐγένετο. εἰ γὰρ θέσει ἦν 〈ἐν〉 τῷ σώματι ὁ λόγος κατ’ ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία γέγονεν ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ’ ὅλου τοῦ ἀνθρώπου ψυχῆς καὶ σώμα‐
35τος ἀληθῶς ἐν αὐτῷ ἡ σωτηρία γέγονεν. ἀνθρώπινον ἄρα φύσει423 in vol. 3
Haer
.

3

.

424

τὸ ἐκ Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν σῶμα τοῦ σωτῆρος. ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταυτὸν ἦν τῷ ἡμετέρῳ. ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν. καὶ τοῦτο οὐκ ἄν τις ἀμ‐ φιβάλοι, μνησθεὶς ὧν ἔγραψεν ὁ Λουκᾶς. μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ
5τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν κύριον, ἀλλ’ ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν «ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατε καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ὑπέδειξεν αὐτοῖς τὰς χεῖρας
10καὶ τοὺς πόδας». ἐξ ὧν καὶ ἐλέγχεσθαι πάλιν δύνανται οἱ τολμήσαν‐ τες εἰπεῖν εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ εἶπε, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ’ ἔχοντα, ἵνα μὴ αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ’ αὐτὸς εἰς ταῦτα καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ.
15 10. Τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν. τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῆς θεότητος, ἀλλ’ ἐκ Μαρίας ἀληθῶς τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα, ἀλλ’ ἐν σαρκὶ γενομένου—τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγό‐
20μενον «ὁ λόγος σὰρξ ἐγένετο» ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ ἐν τῷ Παύλῳ «Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα», καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ’ ὅτι τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι, οὕτω καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ’ ὅτι σάρκα
25ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν «ὁ λόγος σὰρξ ἐγένετο» ἴσον ἐστὶ πάλιν εἰπεῖν ὅτι ἄνθρωπος γέγονε, κατὰ τὸ εἰρημένον ἐν τῷ Ἰωὴλ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· οὐ 〈γὰρ ἕωσ〉 τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ’ εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην
30ἔχοντος τὴν διάνοιαν εἰκότως καταγνώσονται ἑαυτῶν πάντως οἱ νο‐ μίσαντες εἶναι πρὸ τῆς Μαρίας τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι. παύσονται δὲ καὶ οἱ
εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου τὴν σάρκα, ἀλλὰ τῆς424 in vol. 3
Haer
.

3

.

425

ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέθανε, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις «ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέ‐ θανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς»; πῶς δὲ καὶ ὅλως ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριῶσι δὲ μεγάλως οἱ ὅλως ἐνθυμη‐
5θέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τετράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, 〈φασίν〉, ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριάς, οὐδὲν ξένον ἐπεισφερομένου εἰς αὐτὴν τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπ〈ιν〉ον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ’ οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ
10λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην. 11. Ταῦτα οὕτως λέγοντες οὐ νοοῦσιν ὅπως ἑαυτοῖς περιπίπτουσι. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλὰ ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον, ὅπερ ὑπεκρίνοντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσι τοῦτο, κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα. ὡς
15γὰρ υἱός, ὢν κατ’ αὐτοὺς ὁμοούσιος τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς πατήρ, ἀλλὰ υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτως τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ’ ἕτερον πρὸς τὸν λόγον. ἑτέρου δὲ ὄντος ἔσται κατ’ αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς· οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην ἀλλ’ ἡ
20παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστιανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ [δὲ] διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομί‐ ζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης 〈διὰ〉
25τὸ σῶμα, πολὺ πλανῶνται, τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσθήκην λαμβάνειν· καὶ ἠγνόησαν ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ’ ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ’ ἵνα βελτιωθῇ ὁ λόγος προῆλθεν ἐκ Μαρίας, ἀλλ’ ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς οὖν οἴονται τὸ διὰ
30τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; μᾶλλον γὰρ αὐτῷ 〈τῷ〉 ἀνθρωπίνῳ προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας
τε καὶ ἑνώσεως. ἀπὸ θνητοῦ γέγονεν ἀθάνατον καὶ ψυχικὸν ὂν γέγονε425 in vol. 3
Haer
.

3

.

426

πνευματικὸν καὶ ἐκ γῆς γενόμενον τὰς οὐρανίους διέβη πύλας· ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν, οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν, ἀλλὰ ἀεὶ τελεία ἐστὶ καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ κηρύττεται
5εἷς θεὸς ὁ τοῦ λόγου πατήρ. 12. Ἐκ δὲ τούτου σιωπήσουσι λοιπὸν καὶ οἱ ποτὲ εἰπόντες τὸν ἐκ Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν τὸν Χριστὸν καὶ κύριον καὶ θεόν. εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἀπὸ Μαρίας ἐκλήθη «Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ
10θεός»; πῶς δὲ καὶ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν «ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν»; οὐκοῦν ὁμολογείτωσαν οἱ πρότερον ἀρνούμενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι πάσαις ταῖς θείαις γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν
15ἥλων τύπους ἀνεβόησεν «ὁ κύριός μου καὶ ὁ θεός μου». θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτιμαζομέ‐ νῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο ἥλιος ὁρῶν τὸν δημιουργὸν
20ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότασε τὴν γῆν, αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἔνδυμα δὲ γέγονε τοῦ λόγου, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. περὶ δὲ τοῦ φαντάζεσθαί
25τινας καὶ λέγειν ὅτι ὥσπερ ἐφ’ ἕκαστον τῶν προφητῶν ἐγέ‐ νετο λόγος, οὕτω καὶ ἐπὶ ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν, φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθε, διὰ τί οὗτος ἐκ παρθένου, καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ
30ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ’ ὁ τούτου μόνος; διὰ τί δὲ καθ’ ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου
λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς «ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων»426 in vol. 3
Haer
.

3

.

427

ἐπιδημήσαντος; ἢ διὰ τί, οὕτως ἐλθόντος αὐτοῦ ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος
5πεπληρωμένου θεότητος καὶ τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται μεθ’ ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος, οὐ λέγεται ὡς αὐτὸς 〈ἦν〉 ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ’ ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ
10πάσχοντος εἴρηται. καὶ τῶν ἄλλων δὲ πάντων λεγομένων μόνον ὅτι ἐτέχθησαν καὶ ἐγεννήθησαν, ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται «καὶ ὁ λόγος σὰρξ ἐγένετο». 13. Ἐξ ὧν δείκνυται ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος σάρκα
15ἑαυτῷ λαβὼν προῆλθεν ἄνθρωπος, τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ θεοῦ, «κατὰ δὲ σάρκα ἐκ σπέρματος Δαυὶδ» καὶ τῆς σαρκὸς Μαρίας γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον καὶ ὁ πατὴρ ἐδείκνυεν ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο,
20ἡμεῖς δὲ ἐπιγινώσκομεν προσκυνοῦντες, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ’ αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι’ οὗ τὰ πάντα γέγονε καὶ ἡμεῖς ἠλευθερώθημεν. διὸ καὶ ἐθαυμάσαμεν πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτως 〈φανερῶν〉 γέγονε φιλονεικία. ἀλλὰ χάρις τῷ θεῷ, ὅσον ἐλυπήθημεν ἐντυγχάνοντες τοῖς ὑπομνήμασι, τοσοῦτον
25ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ πολλὰ πρότερον σκεψάμενον πεποίηκε γράψαι τὰ ὀλίγα ταῦτα, λογισάμενον μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς 〈ἐκ τῆσ〉 συμφωνίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν
30ἡμῖν. ἀξιῶ τοίνυν προηγουμένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας, μετὰ συνειδήσεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν 〈τι〉 πρὸς εὐσέβειαν λείπει, τοῦτο διορθώσασθαι καὶ δηλῶσαί μοι, εἰ δὲ ὡς παρὰ ἰδιώτου τῷ λόγῳ μηδὲ κατ’ ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. ἔρρωσθε.
35Πεπλήρωται.427 in vol. 3
Haer
.

3

.

428

14. Ἐπεὶ οὖν καὶ ἡ ἐπιστολὴ ἐνετάγη καὶ οὐ μόνον ἐξ ὧν παρ’ αὐτῶν ἠκούσαμεν ἢ παρ’ ἑτέρων κατὰ τῶν λεγομένων ὡρμήσαμεν γράψαι, [ἀλλὰ] καὶ πᾶσι φανερὸν κατέστη ὅτι οὐδένα ἐσυκοφαντήσαμεν. ἑξῆς δὲ ἐπιλήψομαι τῆς κατ’ αὐτῶν ὑποθέσεως, ἵνα ἐκ πανταχόθεν μὴ ὑπο‐
5ληφθῶμέν τισιν ὡς συκοφαντοῦντες τοὺς ἡμετέρους ἀδελφούς, καίτοι γε εὐχόμενος αὐτοῖς καὶ εἰς δεῦρο διορθῶσαι τὰ δοκοῦντα ἡμᾶς λυπεῖν, ἵνα μὴ αὐτοὶ ἡμᾶς ζημιωθῶσι μηδὲ ἡμεῖς αὐτούς. πολλάκις γὰρ τοῦτο ἐπρεσβεύσαμεν καὶ παρεκαλέσαμεν καὶ ἔτι ἐπιμένομεν παρακαλοῦντες, ἆραι τὴν φιλονεικίαν καὶ ἀκολουθῆσαι τῷ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν
10καὶ πατέρων θείῳ θεσμῷ καὶ ὁμολογίᾳ τῆς πίστεως τῆς ἀπεριέργου καὶ ἑδραίας καὶ ἀμετακινήτου καὶ δικαιοτάτης ἐν πᾶσιν. Ἄλλοι δὲ εἰς ἡμῶν ὦτα εἰρήκασιν ὅτι οὐ ταύτην τὴν ἡμετέραν σάρκα οὐδὲ ὁμοίαν ἡμῶν ἐλθὼν ἔλαβεν ὁ κύριος, ἀλλὰ ἄλλην παρὰ τὴν ἡμῶν. καὶ εἴθε κατὰ δοξολογίαν ἔλεγον καὶ κατὰ ἔπαινον. καὶ αὐτοὶ γάρ φαμεν
15ἅγιον εἶναι τὸ σῶμα καὶ ἄχραντον· «ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» καὶ παντί τῳ δῆλόν ἐστι τοῦτο τῷ εὐσεβῶς περὶ Χριστοῦ λέγοντι καὶ νοοῦντι. ἡμεῖς δὲ εἰ καὶ αὐτὸ τὸ σῶμα λέγομεν, ὥσπερ καὶ αὐτὸ τὸ ἡμῶν εἴληφε, * παρ’ αὐτῷ ἄχραντον τὸ αὐτοῦ σῶμα, ἐν ἡμῖν δὲ τοῖς πεπλημμεληκόσιν *, οὐ διὰ τὸ ἀλλότριον
20εἶναι τὸ σῶμα καὶ ἀλλόκοτον τὸ ὑποδεὲς καὶ ἠλαττωμένον, ἀλλὰ διὰ τὰ ἡμῶν ἁμαρτήματα καὶ παραπτώματα, τούτου ἕνεκα *. οὐ γὰρ ἄλλο σῶμα ὁ κύριος ἔλαβε καὶ ἄλλο ἡμεῖς ἔχομεν, ἀλλ’ αὐτὸ τὸ σῶμα ἐν αὐτῷ πεφυλαγμένον καὶ ἄχραντον διατετηρημένον *. 15. Ἄλλοι δὲ ἐξ αὐτῶν καὶ ἄχρι τῆς δεῦρο φιλονεικίᾳ τινὶ φερόμενοι,
25ὑπονοίαις ἀλλοτρίαις προαχθέντες, οὐ κατὰ τὴν διδαχὴν τῶν πατέρων οὐδὲ κατέχοντες «τὴν κεφαλὴν τῆς πίστεως, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ τῶν συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ», ὡς ὁ ἀπόστολος λέγει, ἀλλὰ τάχα ὡς ὑπὸ ἀλλοτρίων τινῶν θολωθέντες τὰς ἀκοάς, πλησιαιτέρως Οὐαλεντίνῳ καὶ Μαρκίωνι
30καὶ Μανιχαίῳ καὶ αὐτοὶ δῆθεν εἰς τιμὴν Χριστοῦ φαντάζονται μᾶλλον428 in vol. 3
Haer
.

3

.

429

ἤπερ ἀληθεύουσιν. ἐπὰν ἀκούσωσι παρ’ ἡμῶν ὅτι ἔσχε Χριστὸς σῶμα τὸ ἡμέτερον, εὐθὺς εἰς τοὺς μύθους τρέπονται τοὺς ἰδίους τῆς φιλονεικίας, λέγοντες ὄνυχας αὐτὸν ἐσχηκέναι καὶ σάρκα καὶ τρίχας καὶ εἴ τι ἕτερον, οὐ τοιούτους δὲ ὁποίους ἡμεῖς ἔχομεν, ἀλλὰ ἄλλους ὄνυχας ἐσχηκέναι
5καὶ σάρκας ἄλλας καὶ τὰ ἄλλα πάντα οὐχ ὁποῖα ἡμεῖς ἔχομεν, ἀλλὰ ἀλ‐ λοῖα παρὰ τὰ ἡμέτερα, δῆθεν πάλιν βουλόμενοι σοφιστικῶς τι Χριστῷ χαρίσασθαι, κατὰ τὸν Οὐαλεντῖνον καὶ τὰς εἰρημένας αἱρέσεις, * τοὺς ματαίους λόγους. λέγουσι γάρ· ὅταν Χριστοῦ ὁμολογήσωμεν 〈σῶμα〉 τελείως τὰ πάντα * † περιέργως· γέγραπται περὶ τῶν τοιούτων τῶν
10«περιεργαζομένων καὶ μηδὲν ἐργαζομένων». πτύροντες γὰρ τὴν διάνοιαν τῶν ἀκεραιοτέρων εὐθὺς λέγουσιν· οὐκοῦν χρείαν ἔσχε τῶν κατὰ τὴν σαρκὸς συνήθειαν ἢ τῶν πρὸς ἐκτοπισμὸν ἢ τῶν πρὸς ἀφεδρῶνα ἢ τῶν ἄλλων· ὅσαπερ δοκεῖ εἶναι σοφά, δεινὰ δὲ τυγχάνει καὶ ληρώδη μᾶλλον, ὥς φησιν ὁ προφήτης «τίς γὰρ ἐζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;»
15περὶ τίνος γὰρ τῶν ἁγίων, καίτοι γε ἀνθρώπων ὄντων τῶν προφητῶν καὶ οὐ θεῶν, καὶ εὐαγγελιστῶν καὶ λοιπῶν τῶν ἐκ ψυχῆς καὶ σαρκὸς ὄντων, καθ’ ἡμᾶς δὲ ὄντων καὶ μὴ ἀμφιβαλλομένων, ἐγράφη περὶ τῶν τοιούτων πραγμάτων; ποῦ δὲ οὐχὶ μᾶλλον τὰ σεμνότερα ἐπεμαρτύρησε τοῖς ἁγίοις ἡ γραφή, μή τί γε κυρίῳ Χριστῷ.
20 16. Λεγέτωσαν δὲ ἡμῖν οἱ ἐκθαμβηταὶ τῶν προβάτων καὶ πτύρται τῶν περιστερῶν καὶ σοβηταὶ τῶν τοῦ Χριστοῦ ἀρνίων τε καὶ θρεμμάτων, ποῦ παρεσκευάσθη Μωυσῆς τὴν τεσσαρακονθήμερον; ποῦ τὰ πρὸς χρείαν ἐποιεῖτο Ἠλίας ἐν τῷ Χορρὰ χειμάρρῳ, ὁπηνίκα ἄρτον μὲν τὸ πρωϊνὸν ἤσθιε, κρέα δὲ τὸ δειλινὸν ἀπὸ τῆς τῶν κοράκων παρακομιδῆς διὰ θεοῦ
25προστάγματος; ἠλίθιον γὰρ ἦν τὸ τὴν γραφὴν περὶ τούτων λέγειν, ὡς νῦν τούτοις ἠλίθιον τὸ ἐξετάζειν. τίς γὰρ ὠφέλεια ἐν τοῖς τοιούτοις; ἢ τί τὸ χρήσιμον ἀλλ’ ἢ μόνον εἰς ἀπιστίαν, τῆς προλήψεως προφάσεις διὰ ψυχρολογίας καὶ ἀνατροπῆς ματαίας ἔχον; λεγέτωσαν δὲ πάλιν ἡμῖν,
τίνι τῷ λόγῳ ὅτε ἠθέλησεν ὁ θεὸς ἐποίησε τῶν υἱῶν Ἰσραὴλ ἐν τεσσα‐429 in vol. 3
Haer
.

3

.

430

ράκοντα ἔτεσι μήτε τὰς τρίχας κομῆσαι μήτε τὰ ὑποδήματα παλαιωθῆναι μήτε τὰ ἱμάτια κατατριβῆναι ἢ ῥυπανθῆναι. μὴ ἄρα καὶ οὗτοι ἀπ’ οὐ‐ ρανοῦ ἐληλύθεισαν; μὴ θεοὶ οἱ τοιοῦτοι ὑπῆρχον; καίτοι γε οὐκ ἐν ἐπαίνοις ὑπάρχοντες, ἀλλ’ ἐν πολλοῖς θεὸν παραζηλώσαντες· μὴ οὐκ ἦσαν ὁμοιο‐
5παθεῖς ἡμῖν; ἀλλ’ ἵνα δείξῃ ὁ θεὸς ὅτι τὰ πάντα ἐν αὐτῷ δύναται καὶ ἐγχωρεῖ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἵνα γὰρ μή τινες εἰς ἐκείνους πάλιν λογίσωνται τὰ ὑπὲρ φύσιν διὰ τὰ αὐτοῖς ἐν θαυμασμῷ γινόμενα παρὰ θεοῦ, τουτέστιν ὅτι τρίχες οὐκ ἐκόμων καὶ ἱμάτια οὐκ ἐπαλαιοῦντο καὶ τὰ ἄλλα, καὶ ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,» εἰς ἡμῶν
10χάριν ἀσφαλισάμενον τὸ θεῖον γράμμα φησί «λαβέτω ἕκαστος πάσσαλον σιδηροῦν ἐν τῇ ζώνῃ ἑαυτοῦ, ἵν’ ὅταν εἰς τόπον καθιζάνῃ, σκάψῃ καὶ χώσῃ τὴν ἰδίαν κόπρον, ὅτι λαὸς ἡγιασμένος ἐστὲ καὶ κύριος ἐν‐ δημεῖ εἰς μέσον τῆς παρεμβολῆς». εἰς τοῦτο δὲ καὶ ἱστορίαν παῖδες Ἑβραίων παραφέρουσιν, ὅτι διήρκεσεν αὐτοῖς ὁ τύπος ἄχρι τινὸς καιροῦ ἕως
15ὅτου ὁ θεὸς ἠθέλησε δεῖξαι ἐν αὐτοῖς τοῦτο τὸ θαῦμα, καίτοι γε αὐτῶν ἐσθιόντων καὶ κρέα καὶ ὀρτυγομήτραν, συμβεβηκέναι αὐτοὺς μήτε τούτου χρείαν ἔχειν. 17. Καὶ εἰ παρὰ τοῖς Ἑβραίοις διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν δόξαν ἤτοι κατὰ πρόσθεσιν χαριστικῶς 〈μᾶλλον〉 ἤτοι κατὰ ἀλήθειαν
20τοῦτο ᾄδεται, καίτοι γε αὐτῶν εἰδότων ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ πρὸς αὐτῶν συνηγορούμενοι [καὶ] φθαρτοὶ καὶ οὐ θεοί, καὶ ἐκ σαρκὸς καὶ αἵματος καὶ ψυχῆς, τίς παρὰ τούτων ἀνέξεται ἀκούων τὰ [οὐκ] ἀτόλ‐ μητα περὶ Χριστοῦ τοῦ ἄνωθεν ἐλθόντος θεοῦ λόγου καὶ τῆς αὐτοῦ ἐν ἅπασιν ἐνδόξου καὶ ἀληθινῆς ἐνσάρκου παρουσίας; ἐν ᾗ ἐπλήρωσε τὸ
25εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρτίας». ἐξῆν γὰρ αὐτῷ ἐν ἀληθείᾳ ἔχοντι σάρκα τὴν ἡμετέραν μὴ πράττειν τὰ δοκοῦντα ἡμῖν εὐτελῆ καὶ πράττειν ὁποῖα σεμνὰ ἐτύγχανε καὶ πρέποντα ἀναλόγως τῇ θεότητι, δι’ οὗ καὶ οἱ υἱοὶ Ἰσραὴλ οὐκ ἐκόμησαν καὶ τὰ ἱμάτια αὐτῶν οὐκ ἐρρυπάνθη καὶ ταῦτα 〈ἃ〉 κατὰ παράδοσιν αὐτοῖς συμ‐
30βέβηκεν. ὅτι δὲ καὶ ἱμάτια εἶχεν ἐξ ἀνθρώπων κατεσκευασμένα ἀναμ‐ φίβολον· «διεμερίσαντο γὰρ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ ἔβαλον κλῆρον». εἰ δὲ ἱμάτιον ἦν ἐξ ἀνθρώπων, δῆλον ὅτι ἐξ ἐρέας ἦν καὶ ἐκ λίνου· τὰ δὲ ἐκ λίνου καὶ ἐξ ἐρέας γεγενημένα ἄψυχά τινα ἦν καὶ
ἀναίσθητα. ἀλλ’ ὅτε ἠθέλησε δεῖξαι αὐτοῦ τὸ δυνατὸν τῆς θεότητος,430 in vol. 3
Haer
.

3

.

431

«μεταμορφωθεὶς ἔδειξε τὸ πρόσωπον αὐτοῦ ὡς τὸν ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡσεὶ χιόνα». «πάντα γὰρ τῷ δυνατῷ δυνατά», εἰς τὸ ὑπὸ θῆξιν παρὰ προσδοκίαν καὶ τὰ ἀναίσθητα καὶ τὰ ἄπνοα εἰς δόξαν καὶ φαιδρότητα μετασκευάσαι, ὡς τὴν ῥάβδον Μωυσέως, ὡς τὰ ὑποδήματα
5τῶν υἱῶν Ἰσραήλ. πᾶσι γὰρ ὡμολόγηται ὅτι οἱ ἅγιοι ἀπόστολοι ἄνθρωποι ἦσαν, φθαρτοὶ τὰ σώματα ὡς ἡμεῖς, ἄφθαρτοι δὲ διὰ τὴν ἐνοικήσασαν αὐτοῖς θεοῦ δόξαν, καὶ σκιὰ μὲν Πέτρου πάντας τοὺς προσφερο‐ μένους ἔχοντας ἀσθενείας ἰᾶτο καὶ σουδάρια καὶ σιμικίνθια τῶν ἱματίων Παύλου δυνάμεις ἐργάζονται.
10 18. Καὶ πῶς οὗτοι θεὸν πολυπραγμονοῦσιν αἰσχράς τινας ὑπονοίας τεκταινόμενοι, περὶ ὧν οὐδεμία χρεία γεγένηται πώποτε πρὸς διαλογήν, οὐ προφήτῃ, οὐκ εὐαγγελιστῇ, οὐκ ἀποστόλῳ, οὐ συγγραφεῖ; ὅσα γὰρ τοιαῦτα οὗτοι λέγουσι, κἂν μυρία ἐπέκεινα τούτων κακῶς ὑπονοήσω‐ σιν, οὐκ ἀνατρέψουσι τὴν πατρικὴν ἡμῶν πίστιν, τὴν τῇ ἀληθείᾳ Χριστὸν
15〈ἄνθρωπον〉 καταγγέλλουσαν. ἐγεννήθη γὰρ Χριστὸς ἐν σαρκὶ κατὰ ἀλήθειαν ἀπὸ Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου καὶ εὐθὺς ἀπὸ κυήσεως Ἐμμανουὴλ καλεῖται, ὅ ἐστι θεὸς μεθ’ ἡμῶν, οὐκέτι 〈δὲ〉 δεύτερον γεννᾶται. καὶ ἀπέδρα εἰς τὴν Αἴγυπτον τὸ παιδίον μετὰ Ἰωσὴφ καὶ Μαρίας, ἐπειδὴ ἐζήτουν τὴν ψυχὴν τοῦ παιδίου, ὡς δυναμένου αὐτοῦ
20ἐν σαρκὶ ἀποκτανθῆναι· ἀλλὰ προσεκυνήθη ὑπὸ τῶν μάγων ὡς θεὸς ἀληθινός, ἐν σαρκὶ γεννηθεὶς 〈ἀληθείᾳ〉 καὶ οὐ δοκήσει. καὶ ἀνελθὼν ἀπὸ Αἰγύπτου, κατὰ φόβον τοῦ Ἰωσὴφ οὐκ εἰσῆλθεν εἰς Ἱερουσαλήμ, δι’ Ἀρχέλαον, ὡς δυναμένου τοῦ παιδίου κρατηθῆναι καὶ πρὸ τοῦ καιροῦ * ἐν σαρκὶ παθεῖν ὅπερ ἔμελλε πάσχειν. * ἀλλὰ διεκωλύθη ὑπὸ Ἰωάννου,
25ἐπιγνωσθεὶς ὑπὸ τοῦ δούλου δεσπότης, ὅτι θεὸς ἦν ἐνανθρωπήσας ἐν ἀληθείᾳ. οὐ κατεδέξατο δὲ τὴν τοῦ ἰδίου δούλου ἐν τῇ τοιαύτῃ ὑποθέσει τιμήν, ἵνα «πληρώσῃ πᾶσαν δικαιοσύνην» ἐν σαρκί, ἐν ἀληθινῇ καὶ τελείᾳ ἐνανθρωπήσει «τὸν ὑπογραμμὸν» τῆς σωτηρίας «ἡμῖν ὑπολιμπάνων». ἀλλὰ καὶ κέκμηκεν ἀπὸ τῆς ὁδοιπορίας ἐν ἀληθείᾳ, καὶ οὐχ ἁπλῶς ἔκαμεν,
30ἀλλὰ καὶ ἐκαθέσθη, διότι ἀληθινῶς ἐνηνθρώπησεν, 〈καὶ〉 ἐβόα λέγων431 in vol. 3
Haer
.

3

.

432

«δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», ἵνα δείξῃ τὴν αὐτοῦ θεότητα ἱκανὴν οὖσαν πάντα τὰ πλήθη τοῦ κόσμου τὰ πρὸς αὐτὸν ἀφικνούμενα ἀναπαῦσαι. ἀλλὰ καὶ ἐπειράσθη ὑπὸ τοῦ δια‐ βόλου, καὶ ἔμεινε τεσσαράκοντα ἡμέρας μήτε ἐσθίων μήτε πίνων, ἵνα
5δείξῃ τὸ ἀνενδεὲς τῆς αὐτοῦ θεότητος. οὐ γὰρ πεινῶν ὑπέμεινεν, ὡς φι‐ λοσοφικῶς καθ’ ἡμᾶς ἐγκρατευόμενος καὶ αὑτὸν ἄγχων καὶ βιαζόμενος, ἀλλὰ ἀνυστερήτως διὰ τὴν ἀληθινὴν αὐτοῦ θεότητα. καὶ «ὕστερον», φησὶν ἡ γραφή, «ἐπείνασεν», ἵνα δείξῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν τῆς θεότητος, ἐνδιδούσης τῇ ἐνσάρκῳ παρουσίᾳ τῶν εὐλόγων χρειῶν
10καὶ ἀληθινῶν μετέχειν, ἵνα μὴ τὸ ἀληθινὸν τῆς ἀκολουθίας ἀφανίσῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν. καὶ γὰρ καὶ ἐπὶ τῆς συκῆς ἐπείνασε καὶ πηλὸν ἀληθινὸν ἐποίησεν· ἀλλὰ λόγον εἶπε πρὸς τὴν συκῆν ὁ θεὸς καὶ ἐγένετο, καὶ ἐπὶ τῆς νηὸς ἐπετίμησε τῷ ἀνέμῳ καὶ ἐπαύσατο, καὶ διὰ τοῦ πτύσματος καὶ πηλοῦ τῷ λόγῳ τῆς αὐτοῦ θεότητος καὶ τῷ πτύσματι
15τῆς αὐτοῦ ἐνανθρωπήσεως καὶ τῷ πηλῷ πάλιν ὡς τῷ Ἀδὰμ καὶ τούτῳ τὸ ἐλλιπὲς μέλος πλάττων ἐχαρίσατο, τῶν πάντων τελείως ἐν αὐτῷ ὄντων, ἐν σαρκὶ πασχόντων, ἐν θεότητι δὲ ἀπαθῶν ὄντων, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν, ὅλως μὴ πάσχων λοιπόν, ὅλως «μηκέτι ἀποθνήσκων». Εἰ δέ τινες διὰ τὸ μὴ ἀπὸ σπέρματος ἀνδρὸς τὸ σῶμα αὐτὸν
20εἰληφέναι ἀλλοῖον νοήσουσιν, οὐ πάντως διὰ τοῦτο οὐκ ἔστι κατὰ τὸ ἡμέτερον σῶμα. ἐξότε γὰρ ἀπὸ Μαρίας ὡμολόγηται, ἡμέτερον ἦν. καὶ γὰρ Μαρία οὐκ ἄλλη ἦν παρὰ τὰ ἡμέτερα σώματα, ἐπεὶ καὶ ὁ Ἀδὰμ οὐκ ἀπὸ σπέρματος ἀνδρὸς ἦν, ἀλλ’ ἐκ τῆς γῆς πεπλασμένος. καὶ οὐ πάντως, ἐπειδὴ ἀπὸ τῆς γῆς ἦν καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλοῖος
25ἦν παρὰ τὰ ἡμέτερα σώματα. ἡμεῖς γὰρ ἐξ αὐτοῦ γεγεννήμεθα καὶ οὐκ ἐσμὲν ἀλλοῖοι παρὰ τὸ ἐκείνου σῶμα, καίτοι γε ἐκ σπέρματος ἀνδρὸς καὶ ἀπὸ μήτρας γυναικὸς γεγεννημένοι. Ἀλλὰ ταῦτα μέν τινες σοφιζόμενοι πολλάκις καὶ ἐν τῇ διανοίᾳ ἔχοντες [ἐκ] τοῦ προκειμένου ἐξέπεσον, τινὲς δὲ πάλιν ἐξ αὐτῶν τῶν πρὸς ἡμᾶς
30ἐρχομένων ἄλλα μυρία καὶ ἐπέκεινα περιττολογοῦντες τὸν ἄνδρα τὸν ἐν πολλοῖς ἐπαίνοις φημιζόμενον διέβαλλον. καὶ τῷ μὲν ὄντι περιττότερον οἶμαι τοῦ δέοντος, ἢ κατὰ ἰδιωτείαν ἢ κατὰ ἀπαρακολουθησίαν *, ἢ κατ’ αὐτοὺς ἐξερχόμενοι καὶ ἀποφθεγγόμενοι τὴν ταραχὴν εἰργάσαντο.
ἀλλὰ νῦν μοι περὶ τῶν περιττῶν ἕως ὧδε ἀρκείτω ὁ λόγος, συνιόντων432 in vol. 3
Haer
.

3

.

433

τῶν ἐντυγχανόντων, ὅτι οὔτε φθόνῳ τετηκότες οὔτε μίσει τῷ πρὸς τὸν ἄνδρα *. εὐχόμεθα γὰρ αὐτὸν μὴ μερισθῆναι ἀπὸ τῆς τοῦ Χριστοῦ ἐκκλη‐ σίας καὶ τῆς γλυκύτητος τῆς πάσης ἀδελφότητος, ἀλλὰ ἀποθέσθαι αὐτὸν τῆς τοῦ λόγου τούτου φιλονεικίας τὴν ἔνστασιν καὶ ἐπιστρέψαι κατὰ
5τὸ εἰρημένον «ἐπίστρεφε ἐπίστρεφε ἡ Σουμανῖτις, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί». ὅμως περὶ τοῦ προκειμένου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας. 19. Τελείαν οὐ βούλεται λέγειν τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, ἀλλὰ καὶ τὴν σωτηρίαν ἀποκρούεταί τινων, φόβον ἐμποιῶν καὶ λέγων ὅτι οὐ δεῖ τέλειον ἄνθρωπον τὸν αὐτὸν ἀνειληφέναι λέγειν, δῆθεν ἀπὸ
10τοῦ ῥητοῦ τοῦ εἰρημένου «ἀναλαμβάνων πραεῖς ὁ κύριος». οὐδὲν δὲ θαυ‐ μαστὸν οὔτε διαφοράν τινα ἐν τούτῳ τις ἔχει δεῖξαι, τῷ εἰπεῖν ἀναλαβεῖν σάρκα τὸν κύριον ἢ λαβεῖν τελείαν ἐνανθρώπησιν ἢ ὥσπερ πολλάκις ἐν ἡμῖν ὁμωνύμως πολλαὶ λέξεις τυγχάνουσιν. «ἀναλαμβάνων» γάρ φησι «πραεῖς ὁ κύριος» καὶ «ἀνέλαβέ με ἐκ τῶν ποιμνίων τῶν προβάτων», καὶ
15«ἀνελήφθη» καὶ «εἶπον δύο ἄνδρες· τί ἑστήκατε, ἄνδρες Γαλιλαῖοι; οὗτος ὁ ἀφ’ ὑμῶν ἀναληφθείς». καὶ οὐ πάντως τὸ ἀναλαβεῖν μίαν ἔχει διαφορὰν ἐν τῷ λέγειν ἀνέλαβεν ἢ ἔλαβεν ἢ ἀνεπλάσατο εἰς ἑαυτὸν τὴν ἰδίαν ἐναν‐ θρώπησιν, οὔτ’ ἀπὸ τῆς λέξεως ἡμᾶς ταύτης πτύρουσιν οἱ βουλόμενοι κατὰ τῶν ἀκεραίων ἐπεγείρεσθαι καὶ 〈λέγοντες ὅτι οὐχ〉 οὕτως χρὴ
20λέγειν. καὶ μή τις νομίσῃ διαβάλλειν ἡμᾶς ἢ χλευαστικῶς λέγειν περὶ τῆς ὑποθέσεως ταύτης τὰ ῥήματα. πολλάκις γὰρ ἐσκεψάμην περὶ τούτου γράφειν *, ἵνα μή τις νομίσῃ ἡμᾶς κατ’ ἔχθραν κατ’ αὐτοῦ ἐπεγείρεσθαι. οὐδὲν γὰρ ἡμᾶς [οὐδεὶς] ἔβλαψεν, ὡς κατὰ τὸ ἀνθρώπινον λέγω, οὐδὲ τὰ ἡμῶν ἐν κόσμῳ ἀφήρπασεν. σκεπτόμενος δὲ τοῦ μὴ γράφειν ἠναγ‐
25κάσθην ὑπ’ αὐτῆς τῆς ἀληθείας, ἵνα μή 〈τινα〉 παραλείψω τῶν παρὰ τὴν πίστιν τι πεφρονηκότων, ὡς καὶ ὕστερον οἱ θεοσεβεῖς ἐντυχόντες ἐπιγνώσονται ὅτι οὐχ ἕνεκα ζήλου κοσμικοῦ ἡμῖν ὁ λόγος. μᾶλλον γὰρ
ὠφέλει ἡμᾶς ὁ ἀνὴρ τὰ μέγιστα * τῶν κατὰ κόσμον καὶ κατὰ τὴν ἀγάπην,433 in vol. 3
Haer
.

3

.

434

εἴπερ ὁμοφρόνως τῇ ἁγίᾳ θεοῦ ἐκκλησίᾳ κατὰ πάντα τοῖς πᾶσι συνετί‐ θετο καὶ μὴ ξένον τι παρεισήγαγε ῥῆμα. ἤτοι οὖν παρ’ αὐτῷ ἢ τοῖς παρ’ αὐτοῦ μεμαθητευμένοις ὁ λόγος ἄλλως νοούμενος διὰ τοῦ τοιούτου σχήματος καὶ προφάσεως ἐν παρόδῳ ᾄδεται, οὐκ ἔχω λέγειν. πολλάκις
5δὲ διενοήθημεν καὶ ἔκπληκτοι γεγόναμεν, ὅτι ἕνεκεν τοῦ λόγου τούτου ἡ ἔνστασις τῆς φιλονεικίας καὶ τοῦ ἀγῶνος ἕως θανάτου παρ’ αὐτῶν ἐκδικεῖται. καὶ ἐκ τούτου ἔγνωμεν ὅτι τάχα περιττοτέρᾳ τινὶ ὑπονοίᾳ παρ’ αὐτοῖς ὁ λόγος ᾄδεται. 20. Ὅταν γὰρ ἐρωτήσῃς τινὰς ἐξ αὐτῶν, διαφόρως μὲν οἱ πάντες
10ἀναγγέλλουσι, τινὲς δὲ λέγουσι μὴ τελείαν εἰληφέναι τὸν κύριον ἐναν‐ θρώπησιν μηδὲ τέλειον αὐτὸν γεγονέναι ἄνθρωπον. ἐπειδὴ δὲ τοῦτο φευκτὸν ἐγίνετο πολλοῖς, λοιπὸν ὕστερον εἰρωνείᾳ ἐκέχρηντο, ὡς ὕστερον ἐκ τοῦ στόματος αὐτῶν ἀκριβῶς μεμαθήκαμεν. ἐπὶ τῆς Ἀντιοχέων γὰρ γενόμενοι τοῖς ἀκραίμοσιν αὐτῶν συντετυχήκαμεν, ἐν οἷς καὶ Βιτά‐
15λιος ὁ ἐπίσκοπος ὑπῆρχεν, εὐλαβέστατος ἀνὴρ τῷ βίῳ καὶ τῇ καταστάσει καὶ τῇ πολιτείᾳ. ἐλέγομεν δὲ συμβουλεύοντες καὶ παρακαλοῦντες συμφω‐ νῆσαι τῇ πίστει τῆς ἁγίας ἐκκλησίας καὶ ἐᾶσαι τὸ φιλόνεικον ῥῆμα. ὁ δὲ Βιτάλιος ἔλεγε· τί γάρ ἐστι τὸ ἀνὰ μέσον ἡμῶν; εἶχε γὰρ οὗτος διάστασιν πρὸς αἰδέσιμόν τινα ἄνδρα καὶ ἐπίσημον, Παυλῖνον τὸν ἐπίσκο‐
20πον, καὶ Παυλῖνος πρὸς τὸν εἰρημένον Βιτάλιον, ὑφ’ ἡμῶν μετακληθέντα. βουλόμενοι τοίνυν ἀμφοτέρους εἰς εἰρήνην συμβιβάσαι (ἀμφότεροι γὰρ ἐδόκουν ὀρθόδοξον πίστιν κηρύττειν καὶ ἕκαστος διάστασιν εἶχε διά τινα πρόφασιν· ὁ μὲν γὰρ Βιτάλιος Παυλίνῳ ἐπέφερεν ὡς περὶ Σαβελλίου ὀνόματος ῥῆμα)—διὸ γενομένων ἡμῶν * ἐπεσχέθημεν τῆς πρὸς τὸν
25Παυλῖνον τελείας κοινωνίας, ἕως ὅτε μετὰ ἐκθέσεως ἡμᾶς ἐγγράφου ἔπεισεν, 〈δι’〉 ἧς ἤδη πρότερον ἀπολογίας χάριν πρὸς τὸν μακαρίτην Ἀθανάσιον ἐποιήσατο τὴν συγκατάθεσιν. προσήνεγκε γὰρ καὶ ἐπέδωκεν ἡμῖν ταύτης τὸ ἀντίγραφον μεθ’ ὑπογραφῆς, σαφῶς περὶ τριάδος ἔχον ὁμοῦ καὶ περὶ νοῦ τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, χειρὶ αὐτοῦ τοῦ
30μακαρίτου πατρὸς ἡμῶν Ἀθανασίου, ἣν ἔκθεσιν καθυπέταξα. καὶ ἔστιν ἥδε·
Ἀντίγραφον 〈διὰ〉 χειρὸς Παυλίνου τοῦ ἐπισκόπου. 21. Ἐγὼ Παυλῖνος ὁ ἐπίσκοπος οὕτω φρονῶ καθὼς παρέλαβον ἀπὸ τῶν πατέρων, ὄντα καὶ ὑφεστῶτα πατέρα τέλειον καὶ ὑφεστῶτα
35υἱὸν τέλειον καὶ ὑφεστὼς τὸ πνεῦμα τὸ ἅγιον τέλειον. διὸ καὶ ἀπο‐434 in vol. 3
Haer
.

3

.

435

δέχομαι τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς ὑποστάσεως ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως· εὐσεβὲς γάρ ἐστι φρονεῖν καὶ ὁμολογεῖν τὴν τριάδα ἐν μιᾷ θεότητι. καὶ περὶ τῆς ἐνανθρωπήσεως τῆς δι’ ἡμᾶς γενομένης τοῦ λόγου τοῦ πατρὸς
5οὕτω φρονῶ καθὼς προγέγραπται, ὅτι κατὰ τὸν Ἰωάννην «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μετα‐ βολὴν αὐτὸν πεπονθέναι, ἀλλ’ ὅτι δι’ ἡμᾶς ἄνθρωπος γέγονεν, ἔκ τε τῆς ἁγίας παρθένου καὶ ἁγίου πνεύματος γεννηθείς. οὔτε γὰρ ἄψυχον οὔτε ἀναίσθητον οὔτε ἀνόητον σῶμα εἶχεν ὁ σωτήρ. [καὶ ἐν
10τῇ χειρὶ τοῦ ἐπισκόπου Ἀθανασίου·] οὐ γὰρ οἷόν τε ἦν τοῦ κυρίου ἀνθρώπου δι’ ἡμᾶς γενομένου ἀνόητον αὐτοῦ εἶναι τὸ σῶμα. ὅθεν ἀναθεματίζω τοὺς ἀθετοῦντας τὴν ἐν Νικαίᾳ ὁμο‐ λογηθεῖσαν πίστιν καὶ μὴ ὁμολογοῦντας ἐκ τῆς οὐσίας ἢ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί. ἀναθεματίζω δὲ καὶ τοὺς λέγοντας
15τὸ πνεῦμα τὸ ἅγιον κτίσμα διὰ τοῦ υἱοῦ γεγονός. ἔτι δὲ ἀναθεματίζω τὴν Σαβελλίου καὶ Φωτεινοῦ καὶ πᾶσαν αἵρεσιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν καὶ πᾶσι τοῖς προγεγραμμένοις.
Ἐπληρώθη. 22. Ἐλέγομεν δὲ καὶ τῷ ἀδελφῷ Βιταλίῳ καὶ τοῖς σὺν αὐτῷ· τί
20καὶ ὑμεῖς λέγετε; εἴ τι ἐστὶν ἀνὰ μέσον ὑμῶν, διορθώσασθε. ὁ δὲ ἔφη· λεγέτωσαν 〈αὐτοί〉. ἔφησαν δὲ ὅτι οὐ λέγουσι τὸν Χριστὸν τέλειον γεγονέναι ἄνθρωπον. ὁ δὲ εὐθὺς ἀπεκρίθη ὅτι ναί, ὁμολογοῦμεν τὸν Χριστὸν τέλειον ἄνθρωπον εἰληφέναι. ἦν δὲ τοῦτο θαυμαστὸν τοῖς ἀκούσασι καὶ χαρᾶς ἔμπλεον. εἰδότες 〈δὲ〉 ἡμεῖς τὴν διάνοιαν τῶν 〈διὰ〉 προφάσεων
25τὸν νοῦν τῶν ἰδίων ἀδελφῶν σφετεριζόντων τὸ ἀκριβὲς ἐνεμείναμεν ἐρωτῶντες ὅτι φύσει σάρκα ὁμολογεῖς τὸν Χριστὸν εἰληφέναι; ὁ δὲ συνε‐ τίθετο ὅτι ναί. ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου ἄνευ σπέρματος ἀνδρὸς καὶ διὰ πνεύματος ἁγίου; ὁ δὲ καὶ τοῦτο ὡμολόγει. φύσει ἐκ τῆς παρ‐ θένου ἐλθὼν τὴν σάρκα ἀνείληφεν ὁ θεὸς λόγος, ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ
30μετὰ βάρους συνετίθετο. ἤδη δὲ ἐν χαρᾷ καθιστάμεθα, ἐπειδὴ παρά τινων πρὸς ἡμᾶς εἰς Κύπρον ἐλθόντων ἠκούσαμεν τῶν προειρημένων παίδων ὅτι οὐδ’ ὅλως ἡ σὰρξ ἀπὸ Μαρίας ὡμολογεῖτο. ὅτε δὲ αὐτὸς ὁ εὐλαβέστατος ἀνὴρ ἐκ Μαρίας τὴν σάρκα ἀνειληφέναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡμολόγησε, πάλιν παρ’ ἡμῶν ἠρωτᾶτο εἰ καὶ ψυχὴν
35εἴληφεν. ὁ δὲ καὶ εἰς τοῦτο ὁμοίως μετὰ βάρους συνετίθετο, ὡς οὐ χρὴ435 in vol. 3
Haer
.

3

.

436

λέγειν ἄλλως, ἀλλὰ κατὰ πάντα ἀληθεύειν. χρὴ γὰρ τὸν περὶ ἀληθείας ἀνθρώποις γράφοντα τὸν πάντα νοῦν δοῦναι, πρὸ ὀφθαλμῶν μὲν τὸν φόβον τοῦ θεοῦ ἔχειν, καὶ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς γραφῆς ἐπαγγελίαν συντάττειν.
5 23. Ὡμολόγει οὖν ὁ Βιτάλιος καὶ ψυχὴν τὴν ἀνθρωπίνην εἰληφέναι· οὗτος γὰρ ἦν ὁ εἰπὼν ὅτι ναί, τέλειος ἄνθρωπος ἦν ὁ Χριστός. εἶτα μετὰ τὸ ἐρωτῆσαι ἡμᾶς περὶ ψυχῆς καὶ σαρκὸς τότε ἠρωτήσαμεν· νοῦν ἔλαβεν ἐλθὼν ὁ Χριστός; ὁ δὲ εὐθὺς ἠρνήσατο λέγων, οὐχί. εἶτα ἡμεῖς πρὸς αὐτόν· πῶς οὖν λέγεις τέλειον γεγονέναι ἄνθρωπον; ὁ δὲ τὸν λογισμὸν
10τὸν ἴδιον ἀπεκάλυπτε τῆς διανοίας, ὅτι τέλειον ἄνθρωπον λέγομεν εἶναι, εἰ τὴν θεότητα ποιήσομεν ἀντὶ τοῦ νοῦ καὶ τὴν σάρκα καὶ τὴν ψυχήν, ὡς εἶναι τέλειον ἄνθρωπον ἐκ σαρκὸς καὶ ψυχῆς καὶ θεότητος ἀντὶ τοῦ νοῦ. τῆς οὖν φιλονεικίας γνωσθείσης καὶ πολλὰ ἡμῶν περὶ τούτου δια‐ λεχθέντων καὶ ἀπὸ γραφῆς συστησάντων, ὅτι χρὴ ὁμολογεῖν τὰ πάντα
15τελείως εἰληφότα τὸν θεὸν λόγον, τελείως τε οἰκονομηκέναι ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ 〈τὴν ἐνανθρώπησιν〉 καὶ ἐν τελειότητι 〈ἔχειν〉 ταύτην καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνηνωκέναι καὶ ἐνδόξως πνευματικὴν αὐτὴν ὅλην καὶ οὐκ ἄλλην σὺν τῇ ἰδίᾳ θεότητι ἐν ἑαυτῷ ἡνωμένην ἔχειν, τὴν ὅλην τελείωσιν μίαν θεότητα ἀποτετελεκέναι καὶ καθέζεσθαι ἐν οὐρανῷ
20ἐν δεξιᾷ τοῦ πατρός, ἐπὶ θρόνου δόξης τῆς αὐτοῦ ἀϊδίου κυριότητός τε καὶ βασιλείας, λοιπὸν ἀνέστημεν μὴ πεπεικότες ἀμφότερα τὰ μέρη διὰ τὴν προκειμένην φιλονεικίαν. νενόηται δὲ ἡμῖν ἀπὸ τούτου ὅτι οὐχ ἕνεκεν τοῦ νοῦ αὐτοῖς ὁ λόγος, ἀλλὰ ἐπὶ τοῦ νοῦ ἕτερόν ἐστι τὸ φρόνημα. ποτὲ γὰρ οὐχ ὡμολόγουν οὔτε ψυχὴν αὐτὸν εἰληφέναι. ἡμῶν δὲ ἀνθυποφερόντων
25καὶ λεγόντων, τί γάρ ἐστιν ὁ νοῦς; ὑπόστασιν τοῦτον νομίζετε εἶναι ἐν τῷ ἀνθρώπῳ; οὐκοῦν πολλοστός ἐστιν ὁ ἄνθρωπος; εἶτα παρά τισιν ἐνομίζετο εἶναι τὸ πνεῦμα τὸ ἀεὶ ἐν τῇ θείᾳ γραφῇ ἐν τῷ ἀνθρώπῳ ᾀδό‐ μενον. ὅτε δὲ ἐδείξαμεν ὡς οὐχ ὁ νοῦς ἐστι τὸ πνεῦμα, τοῦ ἀποστόλου σαφῶς λέγοντος «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι», ἐντεῦθεν πολλοὶ
30μὲν ἦσαν οἱ λόγοι, οὐκ ἠδυνήθημεν δὲ αὐτοὺς πεῖσαι φιλονεικοῦντας.436 in vol. 3
Haer
.

3

.

437

24. Εἶτα πάλιν τισὶν ἡμῶν λεγόντων, τί γάρ; ὑπόστασιν τὸν νοῦν εἶναι λέγετε; τινῶν δὲ αὐτὸν λεγόντων μὴ εἶναι ὑπόστασιν, ἀπὸ τοῦ ἡμᾶς πεπεικέναι αὐτοὺς ὅτι οὐ χρὴ νομίζειν αὐτὸν οὔτε τὸ καλούμενον ἀνθρώπου πνεῦμα, διὰ τὸ εἰπεῖν «ψαλῶ τῷ νοΐ, ψαλῶ καὶ τῷ πνεύματι»,
5μὴ ἐχόντων αὐτῶν πρὸς τοῦτό τι λέγειν, ἐλέγομεν· οὐκοῦν εἰ οὐκ ἔστιν ὑπόστασις ὁ νοῦς, ἀλλὰ κίνησις τῆς ἡμῶν πάσης ὑποστάσεως, νοῦν δὲ λέγετε τὸν Χριστὸν κατὰ τοῦτο τὸ μέρος, ἆρα οὖν φαντάζεσθε ἀνυπόστατον εἶναι τὸν Χριστὸν καὶ μόνον ἕως λόγου καὶ δοκήσεως τὴν ἐνδημίαν τῆς ἐνσάρκου παρουσίας αὐτὸν πεποιηκότα. ὡσαύτως οὐκ εἶχον ἀποδοῦναι
10λόγον. καὶ πολλὴ ἡμῖν γέγονε τότε † λυπηρὰ ἡ τῆς ζωῆς κατάστασις, ὅτι ἐν τοῖς προειρημένοις ἀδελφοῖς καὶ ἐπαινετοῖς ἐβλήθησαν ἁπλῶς φιλονεικίαι, ἵνα διαστάσεις ἐν ἡμῖν πάντοτε ὁ προειρημένος τῶν ἀνθρώ‐ πων πολέμιος διάβολος ἐξεργάσηται. πολλὴ δέ ἐστι τῆς τοιαύτης αἰτίας, ἀδελφοί, ἡ κατ’ ἔννοιαν βλάβη. εἰ μὲν γὰρ ἐξ ἀρχῆς περὶ τούτου οὐκ
15ἐκινήθη λόγος, ἁπλούστατον ἦν. τί γὰρ τοῦτο τὸν κόσμον ὤνησε τὸ καινοτόμημα ἢ τὴν ἐκκλησίαν ὠφέλησεν ἢ οὐχὶ μᾶλλον ἔβλαψε, μῖσος καὶ στάσιν ἐργασάμενον; ἐπειδὴ δὲ ὁ λόγος προεβλήθη, φοβερὸς γέγονεν. οὐ γὰρ εἰς τὸ κρεῖσσον τῆς ἡμῶν σωτηρίας· ἄρνησις γάρ ἐστιν οὐ μόνον ἐν τούτῳ τῷ μέρει τῷ μὴ ὁμολογοῦντι, ἀλλὰ καὶ ἐν βραχυτάτῳ τινί.
20οὐ χρὴ γὰρ οὐδὲ κἂν ἐν τῷ τυχόντι παρεξέρχεσθαι τῆς ὁδοῦ τῆς ἀληθείας. λέξωμεν τοίνυν καὶ κατὰ ταύτης τῆς ὑποθέσεως, βουλόμενοι μὴ ἔξω τῆς ἑαυτῶν ζωῆς βαίνειν μηδὲ τὸν κανόνα καταλιμπάνειν τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ ὁμολογίας. οὐδενὶ γὰρ πώποτε τῶν παλαιῶν τοῦτο εἴρηται, οὔτε προφήτῃ οὔτε ἀποστόλῳ οὔτε εὐαγγελιστῇ, οὐ τινὶ τῶν
25ἐξηγητῶν ἕως τούτων τῶν ἡμετέρων χρόνων, ἐξ οὗ καιροῦ ἀπὸ τοῦ προειρημένου λογιωτάτου ἀνδρὸς τὸ τοιοῦτον σοφιστικὸν προῆλθε ῥῆμα. παιδείᾳ γὰρ οὐ τῇ τυχούσῃ ὁ ἀνὴρ ἐξήσκηται, ἀπὸ τῆς τῶν λόγων προ‐ παιδεύσεώς τε καὶ Ἑλληνικῆς διδασκαλίας ὁρμώμενος, πᾶσάν τε διαλεκ‐ τικὴν καὶ σοφιστικὴν πεπαιδευμένος, ἀλλὰ καὶ τὸν ἄλλον βίον σεμνότατος,
30† καὶ τῶν πρὸς ὀρθοδόξους ἀεὶ ἐν ἀγάπῃ ἐν πρώτῳ ἀριθμῷ ταττόμενος ἕως τούτου τοῦ λόγου διέμεινεν. ἀλλὰ καὶ ἐξορίαν ὑπέμεινε, διὰ τὸ μὴ 〈βούλεσθαι〉 τοῖς Ἀρειανοῖς συγκατιέναι. καὶ τί με δεῖ λέγειν; πολλὴ ἡμῶν ἡ λύπη καὶ πένθος ἡ ζωή, ὅτι λυπεῖν εἴωθεν ὁ διάβολος ἡμᾶς ἀεί,
ὡς ἤδη πολλάκις εἶπον.437 in vol. 3
Haer
.

3

.

438

25. Ἄρξομαι τοίνυν περὶ τούτου τοῦ ῥητοῦ λέγειν, ἵνα μηδέν τι, ὡς ἔφην, τῆς ἀληθείας παραλείψω. τί ἡμᾶς ὠφέλησε τὸ παρεκβάλλειν τὸν νοῦν ἀπὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ; εἰ γὰρ ὅλως τοῦ βοηθῆ‐ σαι, ἵν’ οὕτως εἴπω, τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ θεῷ λόγῳ καὶ
5υἱῷ θεοῦ ὁ ὑμέτερος λογισμὸς προήχθη, ἵνα μὴ εἴπωμεν αὐτὸν εἰληφέναι νοῦν, ὅπως μὴ νοήσωμεν ἐλάττωσιν περὶ τὴν αὐτοῦ θεότητα, πολλῷ μᾶλλον προτιμότεροι ἡμῶν τυγχάνουσι Μανιχαῖοι καὶ Μαρκιωνισταὶ καὶ ἄλλαι αἱρέσεις, μὴ σάρκα αὐτῷ προσάπτειν βουλόμενοι, ἵνα μὴ ἐλάττωσιν τῇ θεότητι αὐτοῦ περιποιήσωνται. ἀλλ’ οὐ κατὰ τὴν τῶν ἀνθρώπων
10βούλησιν ἡ ἀλήθεια ἔχει τὴν δύναμιν, ἀλλὰ κατὰ τὴν αὐτῆς διακυβερ‐ νητικὴν σοφίαν καὶ οἰκονομικὴν ἀκαταληψίαν. τοίνυν ἡμῶν οὕτως ὁμο‐ λογούντων καὶ μὴ κατὰ τὸν Μανιχαῖον ἐχόντων (οὐ χάριν γὰρ ἐκεῖνος δώσει, δοκῶν εἰς ἔπαινον Χριστοῦ σάρκα λέγειν αὐτὸν μὴ εἰληφέναι, ἀλλὰ μᾶλλον τῆς ἀληθείας 〈ἐκ〉πεσεῖται, δοκήσει ὁμολογῶν τὴν ἔνσαρ‐
15κον Χριστοῦ παρουσίαν), οὕτω καὶ ἐν τῷ παρόντι τοῖς ἡμετέροις ἀδελφοῖς ἔσται ἡ χυδαιολογία ματαία χάρις τυγχάνουσα. ὡμολόγηται γὰρ παρ’ αὐτοῖς τε καὶ παρ’ ἡμῖν * ἐὰν μὴ θέλωσιν ἑτέρως φρονεῖν, καθώς τινες πολλάκις ἀπ’ αὐτῶν ὄντες ἑάλωσαν πιεζόμενοι, διὰ τοῦτο καὶ ἀρνούμενοι σάρκα ἀληθινὴν τὸν Χριστὸν εἰληφέναι, ὡς ἄνω μοι
20εἴρηται, ὅτι τινὲς ἐτόλμησαν λέγειν ὁμοούσιον εἶναι τὴν σάρκα τῇ αὐτοῦ θεότητι. ἀλλ’ ἐκεῖνοι μὲν παρεκβαλλέσθωσαν ὡς 〈μὴ〉 μεταγνόντες καὶ ἐλεγχθέντες ἐπὶ τῷ τοιούτῳ ἀτοπήματι παρὰ τοῖς περὶ σαρκὸς ἐν αὐτοῖς καλῶς φρονοῦσι. πάντως γάρ που ὁ αὐτὸς εὐλαβέστατος Ἀπολι‐ νάριος οὐκ ἀρνήσεται.
25 26. Εἰ τοίνυν σάρκα εἴληφεν ἐλθὼν ὁ λόγος καὶ ἀπὸ Μαρίας ἐν ἀλη‐ θείᾳ, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου, ἐγκυμονη‐ θεὶς δὲ ἐν ἀληθείᾳ καὶ ἀναπλασάμενος ἑαυτῷ 〈τὴν σάρκα〉, ὡς θεὸς καὶ πλάστης ὢν τοῦ πρωτοπλάστου ἀνθρώπου καὶ πάντων, ἄρα γε οὐκ ἠλαττώθη ἐλθὼν ὁ λόγος, ἀλλ’ ἔμεινεν ἐν τῇ ἰδίᾳ ἀτρέπτῳ φύσει. οὐ
30γὰρ λαβὼν τὴν σάρκα τροπὴν ὑπέστη, ὡς ὁμοούσιος θεῷ πατρὶ καὶ οὐκ ἀλλότριος παρὰ τὸν πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα. εἰ τοίνυν ὡμολόγηται σαφῶς σάρκα αὐτὸν εἰληφέναι καὶ ἡδρύνθαι, ἄρα οὐκ ἐκτὸς ψυχῆς τυγχάνει. πᾶν γὰρ τὸ ἁδρυνόμενον πλὴν τῶν ἀκινήτων ἐκ ψυχῆς
καὶ σώματος συνέστηκε, κατὰ τὸ εἰρημένον «ὁ δὲ Ἰησοῦς προέκοπτεν ἐν438 in vol. 3
Haer
.

3

.

439

σοφίᾳ καὶ ἡλικίᾳ», ἵνα δείξῃ διὰ τῆς ἡλικίας τὴν σάρκα· ἡλικία δὲ ἀπὸ τῆς ψυχῆς, ὡς ἔφην, καὶ σώματος τελειοῦται. μετὰ δὲ τὸ εἰπεῖν «προ‐ έκοπτεν ἡλικίᾳ» ἀκολούθως φησί «καὶ σοφίᾳ». ὁ ὢν δὲ σοφία πατρὸς πῶς προέκοπτεν ἐν σοφίᾳ, εἰ ἀλλότριον ἦν τὸ σκεῦος νοῦ ἀνθρωπίνου; καὶ
5εἰ ἄνευ νοὸς ἐτύγχανε, πῶς σοφίᾳ ἐν ψυχῇ καὶ σώματι προέκοπτε; καὶ ὁρᾷς πόση τίς ἐστι βεβιασμένη διάνοια τῶν τὸν νοῦν παρεκβαλλόν‐ των; ἀλλά, φησίν, οὐ λέγω ὅτι νοῦν εἴληφεν ἀνθρώπινον, ἐπεὶ ποιήσομεν αὐτὸν ἐπιθυμοῦντα, ἐρεθιζόμενον· ἐπειδὴ γὰρ ἐν ἡμῖν ἐπιθυμητὴς ὁ νοῦς τυγχάνει. καὶ ἁπλῶς πολλὴ τῶν ἀνθρώπων ἐρεσχελία, ὡς εἴρηκεν
10«ἐποίησεν ὁ θεὸς ἁπλοῦν σὺν τὸν ἄνθρωπον, αὐτοὶ δὲ ἐποίησαν ἑαυτοῖς λογισμοὺς πολλούς». εἰ γὰρ ὅλως ὁμολογούντων ἡμῶν νοῦν εἰληφέναι τὸν ἀνθρώπινον νοήσομεν εἰς ἑαυτὸν τῆς ἡμετέρας ἐλαττώσεως τὰ μέρη, πολλῷ μᾶλλον ὁμολογούντων ἡμῶν σάρκα αὐτὸν εἰληφέναι δώσομεν κατὰ τὸ μέρος τοῦτο κατὰ τὸν αὐτὸν λόγον, ὅτι ἐν σαρκὶ ἠλάττωται·
15ὅπερ μὴ γένοιτο. ὡς οὖν 〈οὐκ〉 ἐν τῇ σαρκὶ ἠλαττώθη, καίπερ ἀληθινὴν σάρκα ἔχων, ἐλθὼν ὁ λόγος, οὐδὲ ἐν τῷ νῷ τὰ μὴ πρέποντα τῇ αὐτοῦ θεότητι διανενόηται, ἀλλ’ ὅσα ἦν εὔλογα σαρκὶ καὶ ψυχῇ καὶ νῷ ἀνθρωπίνῳ, ταῦτα ἐπετέλει ἐλθὼν ὁ κύριος, ἵνα μὴ ταράξῃ τῆς ἀληθινῆς ἐνσάρκου παρουσίας τὴν ἀκολουθίαν. εὔλογον γὰρ ἦν πεῖνα καὶ δίψα καὶ κάματος
20καὶ ὕπνος, ὁδοιπορία τε καὶ λύπη, κλαυθμὸς καὶ ἐμβρίμησις. ταῦτα δὲ ἀκολούθως ἐν αὐτῷ τελεσθέντα εὔλογα τῆς ἐνσάρκου ἀληθινῆς παρουσίας 〈τὴν ἀλήθειαν〉 ὑπέφηνεν. 27. Οὐ γὰρ γέγραπται ὅτι ἐπεθύμησεν ἐπιθυμίαν φαύλην. ἀγαθὴν δὲ ἐπιθυμίαν ἐπεθύμησε φήσας «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα
25φαγεῖν μεθ’ ὑμῶν». ἐπιθυμία δὲ ἐκ θεότητος οὐ γίνεται, οὐδὲ ἐκ σαρκὸς μονωτάτης οὐδὲ ἐκ ψυχῆς ἀνοήτου, ἀλλὰ ἐκ τελείας ἐνανθρωπήσεως σώματος καὶ 〈ψυχῆς καὶ〉 [τοῦ] νοῦ καὶ παντὸς οὗτινος τοῦ ἐν ἀνθρώπῳ τυγχάνοντος. ἔσχε γὰρ ταῦτα ἐλθὼν ὁ λόγος, σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ πάντα εἴ τι ἐστὶν ἄνθρωπος, χωρὶς ἁμαρτίας, χωρὶς ἐλαττώματος,
30κατὰ τὸ εἰρημένον «πεπειραμένος κατὰ πάντα ὡς ἄνθρωπος, χωρὶς ἁμαρ‐ τίας». εἰ δὲ 〈κα〉τὰ πάντα πεπείραται, τὰ πάντα ἔσχεν ἐλθὼν ὁ λόγος. πάντα δὲ ἔχων ἀήττητος ἐν αὑτῷ ἦν, ἄχραντά τε διετήρησε, τέλειος
ὢν θεός, ἐκ σαρκὸς γεγεννημένος καὶ τελείως τὰ πάντα πληρώσας,439 in vol. 3
Haer
.

3

.

440

ὡς πληρωτὴς ὢν ὅλου τοῦ σκεύους, μὴ μερισθεὶς τῇ τῆς σαρκὸς ἀναρ‐ μόστῳ ἐπιτηδεύσει, μὴ παρελκυσθεὶς τῷ τοῦ νοῦ ἀλλοίῳ ἐν ἡμῖν φρονή‐ ματι. οὐ γὰρ ὁ νοῦς ἡμῶν εἰς τὸ ἁμαρτάνειν ἡμῖν γεγένηται, ἀλλὰ διὰ τὸ σκοπεῖν τῶν ἐν ἡμῖν ἀναθεωρουμένων κατ’ ἀμφοῖν πραγμάτων τὰ
5τέλεια καὶ τὴν ἐργασίαν τῆς δικαιοσύνης καὶ ἐναντιότητος. «νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται» καὶ «ὀφθαλμὸς κατανοεῖ καὶ νοῦς ὁρᾷ». ὅρασις τοίνυν καὶ γεῦσις καὶ διάκρισις ὁ νοῦς ἐν ἡμῖν ὑπάρχει, ἐκ θεοῦ ἡμῖν κεχαρισμένος, οὔπω δὲ συγκαταθετικὸς τῶν ἀεὶ γινομένων, ἐὰν μὴ θέλῃ ὁ ἄνθρωπος. ἡ δὲ σὰρξ ἀεὶ ἐν πάσῃ γραφῇ ἀπο‐
10κηρύττεται διὰ τὴν ἐν αὐτῇ γινομένην ἐπιθυμίαν, οὐ πάντως δὲ αὐτὴν τὴν σάρκα ἀποκηρύττει, ἀλλὰ τὰ ἐξ αὐτῆς γινόμενα ἀπεκήρυξεν ὁ λόγος, ὡς ἔφη ὁ ἀπόστολος «οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν», διὰ τὰ ἐκ τῆς σαρκὸς ἐπιφυόμενα. ἵνα δὲ ἀποκρού‐ σηται τῶν αἱρέσεων τὴν διάνοιαν, μή πως νομίσωσι τὴν σάρκα ἀπὸ τῆς
15τῶν νεκρῶν ἀναστάσεως ἀπηλπίσθαι, λέγει «δεῖ τὸ φθαρτὸν τοῦτο ἐν‐ δύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν», ἵνα μὴ παρεκβάλλων τὰ ἔργα τῆς σαρκός, ἃ σάρκα εἴωθεν ἡ γραφὴ καλεῖν, νομισθείη τὴν ἐλπίδα τῆς ἀναστάσεως τῆς σαρκὸς παρεκβάλλειν. τὰ γὰρ ἔργα τὰ ἐν αὐτῇ γινόμενα φαῦλα σαφῶς ἀπεκήρυξεν, αὐτὴν δὲ τὴν σάρκα
20ἅγιον ναὸν ἐπέδειξεν ἐν τῷ ἁγιάσαντι αὐτοῦ τὴν σάρκα, κατὰ τὸ γεγραμ‐ μένον ὅτι «θρησκεία δὲ καθαρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπ‐ τεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου», καὶ ἐν ἄλλῳ «μακάριοι οἱ ἁγνὴν τὴν σάρκα τηρήσαντες». πολλάκις δὲ κατ’ αὐτῆς λέγουσα ἡ γραφὴ ἐδίδαξεν ἡμᾶς τὰς
25ἐπιθυμίας καὶ ἡδονὰς ἐξ αὐτῆς βλαστάνειν, κατὰ δὲ τοῦ νοῦ οὐδὲν ἐξηγεῖ‐ ται ἡ γραφή, ἀλλὰ «ψαλῶ τῷ νοΐ, ψαλῶ τῷ πνεύματι» καὶ «ἐὰν ψαλῶ πάλιν τῷ πνεύματι, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». καὶ ὁρᾷς ὅτι ἐν αὐτῷ καρπὸς ἐν τῷ νῷ· κἄν τε μὴ ᾖ καρπός, οὐ πάντως τὸν νοῦν κατέλεξεν ἐν ἁμαρτίαις, ἀλλὰ δι’ αὐτοῦ μᾶλλον τὸν καρπὸν ἀπεφήνατο.
30 28. Τί δὲ τοῦτο πρὸς τὴν τοῦ κυρίου ἡμῶν δύναμιν τῆς θεότητος ἐνσκήψει; τί δὲ ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; τῆς ἁγίας γυναικὸς γαστήρ;
μήτρα παρθένου; τοκετῶν πόροι; ἀγκάλαι Συμεῶνος; Ἄννης ὑποδοχή;440 in vol. 3
Haer
.

3

.

441

Μαρίας βασταγμός; τῆς πόρνης ἁφαί; τρίχες γυναικὸς ποδῶν ἁπτόμεναι; ἀλλὰ τὰ δάκρυα; ἀλλὰ μνήματος αἱ θέσεις; σινδὼν γὰρ εἰλήσας τὸ σῶμα αὐτοῦ οὐ περιεγένετο ἐκείνου τοῦ ἀκραιφνοῦς καὶ τῆς αὐτοῦ μεγίστης δυνάμεως. καὶ γὰρ ἔτι ἐν κοιλίᾳ τυγχάνων Ἰωάννης ἐσκίρτα, χαίρων ἐπὶ τῇ τοῦ δεσπότου
5αὐτοῦ πρὸς αὐτὸν εἰσόδῳ διὰ τῆς ἐγκυμονήσεως τῆς ἁγίας παρθένου. γεννηθεὶς δὲ καὶ ἐν φάτνῃ κείμενος οὐ λέληθεν ἀγγέλων χορόν. παρεμ‐ βολαὶ δὲ ἐπὶ τῇ τοῦ βασιλέως τοῦ αἰῶνος εἰσόδῳ δορυφορεῖν ἀπεστέλλοντο, ὕμνοι ἐπινίκιοι ἐτελοῦντο, εἰρήνη ἐν τοῖς ποιμέσιν ἐκηρύττετο. ἀλλὰ τί ἠμαύρωσε τὴν αὐτοῦ δύναμιν; ἔτι γὰρ ὄντος αὐτοῦ βρέφους καὶ βαστα‐
10ζομένου ἀστέρος μὲν γίνεται σημεῖα ἀπὸ ἀνατολῶν, μάγων παρουσία, προσκύνησίς τε καὶ δωροφορία, γραμματέων ζήτησις βασιλεῖ, ἡ περὶ αὐτοῦ ἀπόκρισις καὶ ὁμολογία. τὰ δὲ ἄλλα πάντα, ὅσα περιέχει ἡ ἀκολου‐ θία, τί ἐνέσκηψε τῇ αὐτοῦ θεότητι; ποῖον ἐπικάλυμμα ἔσχεν, ὡς ἐν ἡμῖν, ἡ σαρκὸς κατοχή; ἐπιτιμᾷ μὲν κλύδωνι καὶ τοῖς ἀνέμοις καὶ τῇ
15θαλάσσῃ, καὶ οὐκ ἐπέχεται ἀπὸ τῆς σαρκὸς ἡ τῆς αὐτοῦ θεότητος δύναμις, ἐπιτελοῦσα τὸ κατὰ φύσιν τῆς θεότητος. ἀλλὰ καὶ ὄγκου καὶ βάρους τῆς σαρκὸς ὑπαρχούσης οὐ βάρει συνέχεται. περιπατεῖ γὰρ ὡς 〈ἐπὶ ξηρᾷ〉 ἐπὶ τοῖς ὕδασιν, ὡς ἄτρεπτος θεός, ἐν σαρκὶ μὲν ὑπάρχων, οὐκ ἀπὸ σαρκὸς δὲ ἀλλοιούμενος. καὶ καλεῖ 〈μεγάλῃ〉 φωνῇ «Λάζαρε,
20δεῦρο ἔξω», οὐκ ἀντίθετον ἔχων τὴν σάρκα, οὐδὲ τῆς θεότητος ἐν σαρκὶ τῇ τελείᾳ ἐνανθρωπήσει δεδουλωμένης. 29. Καὶ πολλά μοί ἐστι 〈περὶ τού〉του λέγειν· ἀλλὰ καὶ ἐκ νεκρῶν ἀνίσταται καὶ ἀναμοχλεύει τὰ καθ’ Ἅιδου καὶ ἑλὼν ἀνήνεγκε τὴν αἰχμα‐ λωσίαν καὶ ἀναστὰς τὸ τριήμερον ἐν αὐτῇ τῇ ἁγίᾳ σαρκὶ καὶ ψυχῇ τῇ
25ἁγίᾳ καὶ νῷ καὶ παντὶ τῷ σκεύει καὶ ἐν τῇ θεότητι ἡνωμένος τέλειος γέγονεν ἄνθρωπος, συνενώσας τὴν ἐνανθρώπησιν ἑαυτοῦ τῇ θεότητι, «θανάτου αὐτοῦ μηκέτι κυριεύοντος». τῇ δὲ θεότητι συνηνωμένος τὸ παχυμερὲς λεπτομερὲς ἐτελείου, «εἰσερχόμενος θυρῶν κεκλεισμένων», καὶ μετὰ τὴν εἴσοδον δεικνὺς «σάρκα καὶ ὀστέα», ἵνα τὸ σωτήριον τῆς
30δυνάμεως ὑποφάνῃ, ἵνα τὴν ἡμῶν ἐλπίδα ὑποδείξῃ ὅτι τὰ πάντα ἐτελείωσεν
ἐλθὼν ὁ λόγος καὶ ἐν αὐτῷ τῷ σώματι ἀναληφθεὶς ἐνδόξως ἐκάθισεν441 in vol. 3
Haer
.

3

.

442

ἐν δεξιᾷ τοῦ πατρός, οὐκ ἀπὸ τοῦ ὄγκου πιεζόμενος, οὐκ ἐκτὸς τοῦ σώ‐ ματος ὑπάρχων, τὸ δὲ σῶμα πνευματικὸν ἐγείρας. εἰ τὸ ἡμέτερον «σπεί‐ ρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται σῶμα ψυχικόν, ἐγεί‐ ρεται σῶμα πνευματικόν», πόσῳ γε μᾶλλον τοῦ μονογενοῦς υἱοῦ τοῦ
5θεοῦ; διὸ πεπλήρωται «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὐδὲ ἐάσεις τὴν ψυχήν μου εἰς Ἅιδην». ἀλλὰ ταῦτά μοι πάντα περὶ τῆς τελείας αὐτοῦ ἐνανθρωπήσεως εἴρηται, ἵνα μή τινες νομίσωσι διὰ τὸ σάρκα αὐτὸν ἀνειληφέναι τελείαν μὴ ἄρα καὶ τὰ τῆς σαρκὸς ἄλογα ἔπραξεν. οὐδεὶς γὰρ τῶν εὐσεβῶς πιστευόντων εἰς αὐτὸν τοῦτο νοεῖ ἢ λέγει. εἰ
10δὲ οὐδεὶς νοεῖ περὶ αὐτοῦ τὰ τῆς σαρκὸς ἄλογα πεπραχέναι, οὔτε τὰ τοῦ νοῦ ἄλογα αὐτὸν πεποιηκέναι νοήσειεν. καὶ ὅτι μὲν τελείως ἐνην‐ θρώπησεν ἐλθὼν ὁ λόγος, τοῦτο δῆλον. καὶ ἐὰν εἴπωμεν τελείως, οὐ δύο Χριστοὺς ἔχομεν, οὐ δύο βασιλέας υἱοὺς θεοῦ, ἀλλὰ τὸν αὐτὸν θεὸν τὸν αὐτὸν ἄνθρωπον, οὐχ ὡς ἐν ἀνθρώπῳ οἰκήσαντα, ἀλλ’ αὐτὸν ὅλον
15ἐνανθρωπήσαντα, οὐκ ἄνθρωπον ὄντα ἐλθόντα εἰς προκοπὴν θεότητος, ἀλλὰ θεὸν ἀπ’ οὐρανῶν ἐλθόντα καὶ εἰς ἑαυτὸν ἀναπλασάμενον τὴν ἰδίαν ἐνανθρώπησιν κατὰ τὴν αὐτοῦ δυνατὴν θεότητα, ὡς λέγει ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». τὸ δὲ λόγος σὰρξ ἐγένετο, ἵνα μή τινες νομίσωσιν ὅτι πρῶτον ἄνθρωπος ἦν καὶ ἦλθε Χριστὸς εἰς ἄνθρωπον, διὰ τοῦτο λόγον πρῶτον
20ἔταξε τὸ θεῖον εὐαγγέλιον, εἶτα τὴν σάρκα ὡμολόγησεν ὅτι «ὁ λόγος σὰρξ ἐγένετο». οὐ γὰρ εἶπεν, ἡ σὰρξ λόγος ἐγένετο, ἵνα δείξῃ πρῶτον λόγον ἀπ’ οὐρανῶν ἐλθόντα, εἰς ἑαυτὸν δὲ ὑποστήσαντα τὴν σάρκα ἀπὸ τῆς μήτρας τῆς ἁγίας παρθένου καὶ πᾶσαν τὴν ἐνανθρώπησιν τελείως εἰς ἑαυτὸν ἀναπλασάμενον. κἄν τε γὰρ εἴπῃ, «ὁ λόγος σὰρξ ἐγένετο»,
25οὐχ ὅτι ἐτράπη ὁ λόγος εἰς σάρκα καὶ γέγονεν ὁ λόγος σὰρξ ἢ ἡ θεότης μετεβλήθη εἰς σάρκα, ἀλλὰ σὺν τῇ θεότητι ἔλαβε τὴν ἰδίαν αὐτοῦ ἐναν‐ θρώπησιν ἐλθὼν ὁ θεὸς λόγος. 30. Καὶ «προέκοπτε», φησίν, «ἐν ἡλικίᾳ Ἰησοῦς καὶ σοφίᾳ». ὁ δὲ νοῦν μὴ ἔχων ἀνθρώπινον πῶς προέκοπτε; καθὼς ἤδη μοι εἴρηται·
30ὡς καὶ μαρτυρεῖ τούτῳ τῷ λόγῳ ὁ ἅγιος τοῦ θεοῦ προφήτης Ἠσαΐας φήσας «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός, ἐφ’ ᾧ εὐδόκησα». καὶ ὁρᾷς ὅτι τὸ συνήσει ἐπὶ τελείαν ἐνανθρώπησιν φέρεται; οὐ δύναται γάρ τις συνιέναι νοῦν μὴ ἔχων, οὔτε ἐπὶ τῇ θεότητι τοῦτο πληροῦται. οὐκ ἐπιδεὴς γὰρ συνέσεως ἡ οὖσα αὐτοσύνεσις, οὐδὲ ἐπιδέεται σοφίας ἡ
35οὖσα αὐτοσοφία, ἀλλὰ τὸ συνήσει ἐπὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ λαμβάνεται.442 in vol. 3
Haer
.

3

.

443

πόθεν δὲ ἐπείνα, λέγε μοι. εἰ μὲν γὰρ σὰρξ μόνον ἦν, πῶς ἠδύνατο μνησθῆναι πείνης; καὶ εἰ ἐκ ψυχῆς καὶ σώματος ἦν μόνης, ψυχῆς μὴ ἐχούσης τὸ λογικὸν τοῦ νοῦ, τὸν λογισμὸν τῆς ἐνανθρωπήσεως (οὐ τὸν φαῦλον λέγω, ἀλλὰ τὸν ἐπὶ τῇ εὐλόγῳ χρείᾳ τεταγμένον, συμπρεπόν‐
5τως τῇ θεότητι), πῶς ἠδύνατο πεινάσαι ἢ διανοηθῆναι πεῖναν; πόθεν δὲ λελύπηται, λέγε μοι, ψυχῆς μὴ ἐχούσης νοῦν καὶ τὸ λογίζεσθαι; ἀλόγου 〈γὰρ〉 ψυχῆς οὔσης ἢ σαρκὸς ἀψύχου οὔσης οὔτε ὑπὸ λύπην ὑπέπιπτεν οὔτε εἰς ἀθυμίαν. καὶ πολλά ἐστιν ἃ χρὴ ἡμᾶς διανοουμένους * εἰδέναι, ὅτι τὰ σοφιστικὰ περιττὰ τυγχάνει καὶ πλήττει μᾶλλον τοὺς ὑπὲρ τὸ
10δέον βουλομένους διανοεῖσθαι καὶ μὴ μετρεῖν ἑαυτοὺς ἐν τῷ μέτρῳ τῷ ἡμῖν κατὰ παραίνεσιν εἰρημένῳ ἀπὸ τοῦ ἁγιωτάτου ἀποστόλου τοῦ φήσαντος «μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν». 31. Φέρουσι δὲ ἡμῖν καὶ λέξεις τινὰς ὅτι, φησίν, «ἡμεῖς δὲ νοῦν Χρι‐ στοῦ ἔχομεν». καί φασιν, ὁρᾷς ὅτι τοῦ Χριστοῦ ὁ νοῦς ἕτερος παρὰ τὸν
15ἡμέτερον; καὶ ὢ πολλὴ ἡ τῶν ἀνθρώπων ἀφελότης, ὅτι εἰς ὃ ἑκάτερος βούλεται κλίνει καὶ ἐν ᾧ δοκεῖ σοφίζεσθαι μᾶλλον ἰδιώτης εὑρίσκεται. ἡμῶν γὰρ ὄντων «ἰδιωτῶν τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει», κατὰ τὸ εἰρη‐ μένον, βραχέων δὲ σφόδρα ὄντων, θαυμαζόντων τε τῶν τοιούτων ἀνθρώ‐ πων καὶ ἀπὸ λόγων ὁρμωμένων τὸν νοῦν, ἀπορίας ἡμῖν κατάστασις
20περὶ τὴν διάνοιαν συμβαίνει, ὅτι τὸ ῥητὸν τοῦτο εἰς παράστασιν τῆς τοιαύτης αὐτῶν ἁπλῶς ἀργῆς φιλονεικίας λαμβάνουσιν, ὅλως τοῦ πράγ‐ ματος μὴ ἔχοντος ἔμφασιν ἐπικοινωνοῦσαν τῇ τοιαύτῃ σχέσει. «ἡμεῖς», γάρ φησι, «νοῦν Χριστοῦ ἔχομεν». τί δὲ ἄρα εἴη ὁ Χριστὸς παρ’ αὐτοῖς ἐρωτητέον, ἢ ὁ νοῦς Χριστοῦ τί ἄρα εἴη. ἐνταῦθα δὲ ὑποφαίνουσιν
25ἕτερον τὸν Χριστὸν εἶναι νενοηκότες καὶ ἑτέραν τὴν αὐτοῦ θεότητα. εἰ γὰρ ἀντὶ τοῦ νοῦ τὸν Χριστὸν ὑπολαμβάνουσι, Χριστὸν δὲ τὴν ἔνσαρκον μόνην Χριστοῦ παρουσίαν ὀνομάζουσιν, ἄρα πάλιν εἰς ἑτέραν ζήτησιν ἡμᾶς ἄγειν πειρῶνται. καὶ ὅτι μὲν οὖν 〈οὐκ〉 ἀπὸ τῆς ἐνσάρκου παρουσίας θεὸς λόγος καὶ υἱὸς τοῦ θεοῦ ἑρμηνεύεται
30δῆλον. εἰ 〈δὲ〉 καὶ προῆγον περὶ αὐτοῦ μαρτυρίαι τὸν Χριστὸν αὐτὸν443 in vol. 3
Haer
.

3

.

444

καλοῦσαι καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας, ἐν τῇ παρουσίᾳ πεπλήρων‐ ται, μήτε τῆς θεότητος ἐκτὸς Χριστοῦ ὑπαρχούσης ὀνόματος μήτε τῆς ἐνσάρκου παρουσίας καὶ 〈τῆσ〉 αὐτοῦ ἐνανθρωπήσεως ἄνευ τῆς τοιαύτης ὀνομασίας ὀνομαζομένης, ὡς κατὰ τὸ εἰρημένον «μὴ εἴπῃς ἐν τῇ καρδίᾳ
5σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἀναγαγεῖν ἐκ νεκρῶν», καὶ πάλιν ὁ αὐτὸς λέγει «ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· τὸ δὲ ἀπέστειλας ἄνωθεν 〈τυγχάνει〉 ἔχον τὴν θεωρίαν, ἀλλ’ οὐκ ἐκτὸς ὂν τῶν ὑπὸ Πέτρου εἰρη‐
10μένων ὅτι «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ὑμᾶς τέρασι καὶ σημείοις, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ» καὶ τὰ τούτοις ὅμοια. 32. Εἶτα δὲ πάλιν οἱ γλυκύτατοι ἡμῶν ἀδελφοί, βουλόμενοι κατὰ πάντα φιλονείκους ἡμῖν εἰσφέρειν διανοίας, καὶ τὴν αὐτοῦ θεότητα πεπον‐ θυῖαν οὐκ ἀτολμήτως κηρύττουσιν ἐκ τοῦ ῥητοῦ τοῦ εἰρημένου «εἰ γὰρ
15ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». τινὲς δὲ τῶν αὐτοῦ παίδων μὴ νοοῦντες τοῦτο, ὡς οἶμαι, μετὰ τῶν ἄλλων προβαλλόμενοι βούλονται ἐπισοφίζεσθαι. θαυμάζω γὰρ εἰ αὐτὸς οὕτως φάσκει. οὐ θαυμαστὸν γὰρ ἐὰν εἴπῃ ἡ θεία γραφὴ τὸν κύριον τῆς δόξης ἐσταυρῶσθαι. καὶ γὰρ καὶ κύριον δόξης ὁμολογοῦμεν καὶ αὐτὴν τὴν ἔνσαρκον παρουσίαν·
20οὐ γὰρ διῄρηται ἀπὸ τῆς θεότητος ἡ ἔνσαρκος παρουσία, τῆς ἑκάστης ὑποθέσεως εὐλόγως νοουμένης καὶ ἐπὶ τὸ αὐτὸ τῆς πάσης πραγματείας εἰς μίαν οἰκονομίαν καὶ μίαν τελειότητα ἡμῖν συνηνωμένης. παθητὸς γὰρ ἡμῖν κηρύττεται Χριστὸς καὶ πιστεύεται, οὐ καθ’ ἑαυτὸν παθών, οὐδὲ ὅτι ἄλλος ἐστὶν ὁ πεπονθὼς καὶ ἄλλος ὁ κύριος, οὐδὲ ὅτι ἡ θεότης
25πέπονθεν, ἀλλὰ πέπονθε μὲν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῆς θεότητος ἀτρέπτου μενούσης τε καὶ ἀπαθοῦς, πασχούσης δὲ ἐν τῇ σαρκὶ καὶ ἀπαθοῦς μενούσης. εἰ γὰρ ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν καὶ ὄντως ἀπέθανεν, οὐχ ἡ θεότης ἀπέθανεν, ἀλλὰ ἀπέθανεν ἐν σαρκί, κατὰ τὸ εἰρημένον «θανατω‐ θεὶς σαρκί, ζωοποιηθεὶς δὲ τῷ πνεύματι», καὶ πάλιν «Χριστοῦ παθόντος
30ὑπὲρ ἡμῶν σαρκί». θαυμαστῶς ἡμῖν ὡμολόγηται πεπονθὼς ἐν ἀληθείᾳ444 in vol. 3
Haer
.

3

.

445

καὶ ἀπαθὴς ἐν ἀληθείᾳ, τῆς θεότητος μὴ παθούσης διὰ τὸ ἄτρεπτον καὶ ἀπαθὲς καὶ ὁμοούσιον τῷ πατρί, παθούσης δὲ τῆς σαρκὸς καὶ οὐ μερισθείσης τῆς θεότητος ἀπὸ τῆς ἐνσάρκου παρουσίας ἐν τῷ πάθει. συνῆν γὰρ καὶ ἡ θεότης καὶ ἡ ἐνανθρώπησις, ὅτε ἐπὶ τῷ σταυρῷ ἔπασχε
5μὲν Χριστὸς σαρκί, ἀπαθὴς δὲ ἔμεινε θεότητι, ἵνα τὴν δικαίωσιν μηκέτι ἐν σαρκὶ μόνον ἔχωμεν, ἀλλὰ ἐν τῇ θεότητι, καὶ ἵνα ἐν τῇ θεότητι καὶ ἐν τῇ σαρκὶ κατ’ ἀμφοῖν ἡμῖν σωτηρία γένηται. οὐ γὰρ ψιλὸς ἡμῖν ἄν‐ θρωπος ὁ Χριστός, ἀλλὰ λόγος ἐνυπόστατος ἔνσαρκος 〈γενόμενοσ〉 καὶ θεὸς ἄνθρωπος γεγονὼς ἐν ἀληθείᾳ, ἡμῶν μὴ ἐχόντων τὴν ἐλπίδα
10ἐπ’ ἄνθρωπον, ἀλλ’ ἐν τῇ θεότητι, καὶ ἡμῶν μὴ ἐχόντων θεὸν πάσχοντα, ἀλλ’ ἀπαθῆ, ἐκτὸς δὲ πάθους τὴν σωτηρίαν ἡμῶν μὴ πεποιηκότα, ἀλλ’ ἐν τῷ ὑπὲρ ἡμῶν ἀποθανεῖν καὶ ἑαυτὸν προσενέγκαι τῷ πατρὶ θυσίαν ὑπὲρ τῶν ἡμετέρων ψυχῶν, «ἐν τῷ αἵματι αὐτοῦ καθαρίσας» ἡμᾶς, «σχίσας τὸ καθ’ ἡμῶν χειρόγραφον καὶ προσηλώσας αὐτὸ τῷ σταυρῷ», καθὼς
15πάντη ἡ γραφὴ διδάσκει ἡμᾶς. 33. Καὶ ἔσται μοι περὶ τούτων, εἰ χρεία γένοιτο, εἰς παράστασιν εἰπεῖν πολλά. καὶ γὰρ ἐν ἄλλοις εἰρήκαμεν, τὴν θεωρίαν ταύτην σαφηνί‐ ζοντες περὶ τῆς ἡμῶν βεβαίας σωτηρίας, ὅτι ὡς, ἂν ἐκ ῥαντισμοῦ αἵ‐ ματος τυγχάνῃ βαφὴ ἐν ἱματίῳ, τὸ μὲν σῶμα οὐκ ἔβαψε τοῦ φοροῦντος,
20ἡ δὲ βαφὴ τοῦ ἱματίου οὐκ εἰς τὸ ἱμάτιον λελόγισται, ἀλλ’ εἰς τὸν ἄνθρω‐ πον τὸν φοροῦντα, οὕτω καὶ τὸ πάθος τῇ θεότητι μὲν οὐκ ἐνέσκηψεν, ἀλλ’ ἐν τῇ ἐνανθρωπήσει ἐγένετο, οὐκ ἐλογίσθη δὲ τῇ ἐνανθρωπήσει μόνῃ, [ἀλλ’] ἵνα μὴ πληρωθῇ ἐν τῇ οἰκονομίᾳ τῆς σωτηρίας τὸ «ἐπικατά‐ ρατος πᾶς ὃς ἔχει τὴν ἐλπίδα ἐπ’ ἄνθρωπον», ἀλλ’ ἐλογίσθη καὶ εἰς τὴν
25θεότητα, τῆς θεότητος μὴ πασχούσης, ἵνα ἐν τῇ θεότητι λογισθῇ τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦ πάθους ἡ σωτηρία. ἀλλὰ πάλιν μὴ λεξίθηρ ὤν τις ἑαυτὸν θελήσῃ μᾶλλον συλλογίσασθαι ἤπερ τὸ αἴνιγμα τοῦ ὁμοιώ‐ ματος. οὐ γὰρ πᾶσα παραβολὴ ἐν τῇ γραφῇ ὅλη λαμβάνεται, ὡς τὸ «σκύμνος λέοντος Ἰούδα», διὰ τὸ ἰσχυρότερον τοῦ ζῴου καὶ βασιλικώ‐
30τατον, ἀλλ’ οὐχὶ διὰ τὸ ἄλογον καὶ ἁρπακτικόν. οὕτω καὶ ἐπὶ τοῦ ἱμα‐ τίου, οὐκ ἐνδυομένου καὶ ἐκδυομένου, ἀλλ’ ἅπαξ κατὰ τὸ εἰρημένον
«εὐπρέπειαν ἐνεδύσατο», τὸ δὲ δεύτερον «ἐνεδύσατο δύναμιν καὶ διεζώ‐445 in vol. 3
Haer
.

3

.

446

σατο», πληρουμένης ἐπὶ τούτῳ τοῦ ἁγιωτάτου ἀποστόλου τῆς φωνῆς, τὸ «οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει». Τοίνυν τούτων οὕτως ἐχόντων βούλονται οἱ ἀδελφοὶ ἡμῶν εἰς παράστασιν ἡμῖν φέρειν τὸ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν». κατὰ
5δὲ τὸν λόγον αὐτῶν τὸν ἐπὶ τῇ θεωρίᾳ ταύτῃ φραζόμενον εἰς ὑπόνοιαν ἡμᾶς φέρουσι, μὴ τάχα νενοήκασιν ὡς τοῦ νοῦ ἑτέρου ὄντος τοῦ Χριστοῦ. εἰ δὲ οὐ λογίζονται ἐκτὸς εἶναι τὴν θεότητα τῆς ἐνανθρωπήσεως, ἀλλὰ μίαν εἶναι τὴν οἰκονομίαν, τί ἄρα ἔσται περισσότερον νοῦς Χριστοῦ ὁ λεγόμενος; μὴ ἄρα καθ’ ἑαυτὸν ὁ θεὸς λόγος ἐστί, μὴ ἔχων νοῦν ἀνθρώ‐
10πινον, ὥς φασιν, ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ, νοῦν δὲ ἕτερον ἔχει Χριστὸς παρὰ τὴν αὐτοῦ ὑπόστασιν τῆς θεότητος; ἢ καταχρηστικῶς εἴωθε πᾶν ῥῆμα ὑπέρογκον λέγεσθαι ἡμῖν εἰς παράστασιν τῶν ἐν ἡμῖν πληρουμένων; 34. Καὶ γὰρ τῷ μὲν ὄντι πᾶς θεοσεβὴς οὐ κατὰ τὸν νοῦν τὸν ἀν‐ θρώπινον πολιτεύεται, ἀλλὰ κατὰ τὸν τοῦ Χριστοῦ, τὸν ὑπὸ Χριστοῦ
15πληρούμενον τῇ συνέσει, τὸν κατὰ τὸν Χριστὸν λογιζόμενον ἐν δικαιοσύνῃ, τὸν ἐν Χριστῷ πεπολιτευμένον τῇ ὁμολογίᾳ, τὸν διὰ Χριστὸν σῳζόμενον ἐν τῇ δικαιοπραγίᾳ. οὗτος γάρ ἐστιν ὁ νοῦς Χριστοῦ, ὁ ἐν ἡμῖν δυνάμενος εἶναι καὶ ἐν τόπῳ περιεκτικῷ τὸν Χριστὸν μὴ κατέχειν. πάντη γάρ ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ 〈τὸ〉 ἅγιον πνεῦμα, καὶ ἐν ἡμῖν ὑπάρχει
20πνευματικῶς, ἐὰν αὐτοῦ ἄξιοι γενώμεθα, οὔ τινος τόπου περικλείοντος αὐτὸν καὶ τὸν αὐτοῦ πατέρα καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, τῇ δὲ δυνάμει τῆς αὐτοῦ θεότητος ἐν ἅπασι τυγχάνων ἐστὶ καὶ ἀμιγὴς πάντων ἐστὶ διὰ τὴν αὐτοῦ ἀσυγκοινώνητόν τε καὶ ἀσύγκριτον οὐσίαν καὶ ἀκραιφνῆ καὶ ἀκατάληπτον θεότητα. ὅταν δὲ εἴπῃ ὁ ἀπόστολος «ἡμεῖς δὲ νοῦν
25Χριστοῦ ἔχομεν», ἆρά γε τί λογισώμεθα; εἶχε τὸν ἴδιον ἀνθρώπινον 〈νοῦν〉 ἢ τοῦ Χριστοῦ ἐμφορούμενος νοῦν τὸν μὲν ἴδιον ἀπεβάλλετο, νοῦν δὲ Χριστοῦ εἶχεν ἀντὶ τοῦ ἰδίου; οὐ πάντως. συνομολογήσειε γὰρ ἕκαστος τῶν ἀκουόντων ὅτι τὸν μὲν ἴδιον εἶχε, τοῦ τε Χριστοῦ ἐνεφορεῖτο, τοῦ κοσμήσαντος αὐτὸν κατὰ τὴν θεοσέβειαν καὶ γνῶσιν καὶ θεοῦ πολιτείαν
30ἐπουράνιον. εἰ τοίνυν τὸν ἴδιον ἔχων νοῦν Χριστοῦ ἐνεφορεῖτο νοῦν, ἄρα γε καὶ Χριστὸς αὐτὸς ὁ λόγος νοῦς ἦν, εἴ γε οὕτως δεῖ λέγειν, ἐπειδή τισι τοῦτο ἔδοξε νοῦν καλεῖν θεόν. ἐγὼ δὲ τὸν νοῦν τὸν ἡμέτερον οὐχ ὑπόστασιν ἡγοῦμαι, οὐδέ τις τῶν υἱῶν τῆς ἐκκλησίας, ἀλλ’ ἐνέργειάν
τινα ἐκ θεοῦ ἐν ἡμῖν δεδομένην καὶ οὖσαν. τὸν δὲ Χριστὸν ὑπόστασιν446 in vol. 3
Haer
.

3

.

447

λέγω, ὡς καὶ πάντες πιστοὶ ὁμολογοῦσι, καὶ θεὸν ὁμολογῶ καὶ ὄντα κύριον, ἐκ πατρὸς γεγεννημένον, τέλειον ἐκ τελείου καὶ φῶς ἐκ φωτὸς καὶ θεὸν ἐκ θεοῦ. ἀλλ’ ὅμως κατὰ τὸν αὐτὸν λόγον ὁ ὢν ἐν ἑαυτῷ νοῦς, ὥσπερ ὁ ἅγιος ἀπόστολος διδάσκει περὶ αὐτοῦ ὅτι «ἡμεῖς δὲ νοῦν Χριστοῦ
5ἔχομεν», εἶχεν αὐτὸς καὶ οἱ ὑπ’ αὐτοῦ μαρτυρούμενοι τὸν ἴδιον ἑαυτῶν νοῦν καὶ πάλιν ἐνεφοροῦντο τοῦ Χριστοῦ νοῦ, οὕτως δυναμένης τῆς χάριτος αὐτοῦ ἐν ἑαυτοῖς τελειοῦσθαι. 35. Ἄρα οὖν οὐδὲν διοίσει ἀπὸ τοῦ κατάντικρυς ὁμοιώματος [τὸ] καὶ ἐπὶ Χριστοῦ τοῦτο λαμβάνειν, ὅτι Χριστὸς ὢν ἐν ἑαυτῷ νοῦς, εἰ
10καὶ μετεῖχε νοῦ ἀνθρωπίνου, ὡς καὶ σαρκὸς μετέσχε καὶ αἵματος καὶ ψυχὴν εἶχε τὴν ἀνθρωπείαν, οὐ πάντως ἀπὸ τοῦ νοὸς ᾐχμαλωτεύετο. εἰ γὰρ ὁ κατὰ φύσιν ἴδιον νοῦν κεκτημένος ἀπόστολος τὸν ἀνθρώπινον καὶ τὸν ἐκ συμμετοχῆς δωρεᾶς καὶ χαρίσματος καὶ χάριτος, οὐκέτι κατὰ τὸν νοῦν τὸν ἴδιον ἐπολιτεύετο, ἀλλ’ ὑπερβαινούσῃ τινὶ φύσεως ἀγωγῇ τῷ
15Χριστοῦ νῷ κατεκοσμεῖτο, πόσῳ γε μᾶλλον ὁ θεὸς λόγος ἐν ἑαυτῷ ἔχων τὴν πᾶσαν τελειότητα, αὐτοτέλειος ὤν, αὐτόθεος ὤν, αὐτοδύναμις, αὐτό‐ νους, αὐτόφως, καὶ τοῦ νοῦ καὶ παντὸς τοῦ σώματος πληρωτὴς ἐγένετο, μᾶλλον δὲ τελειωτής, καὶ ἐν ἅπασι διὰ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἡμῖν τὸ σωτήριον ἐξειργάσατο; παρενεκτέον τοίνυν τὸν τοιοῦτον λόγον,
20μὴ ἔχοντα ἔμφασιν περὶ τῆς τοιαύτης ὑποθέσεως, καὶ παρενεκτέον τὸ μὴ ὁμολογεῖν πάντα τέλεια ἐν Χριστῷ, ἄνευ ἁμαρτίας. πάντα γὰρ ἀλη‐ θινῶς ἐποίησεν ἐλθὼν ὁ λόγος, τὰ προγεγραμμένα περὶ αὐτοῦ τελειῶν κατὰ τὸ γεγραμμένον «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει» καὶ τὰ ἑξῆς· ἐν ἀληθείᾳ ἐγκυμονηθεὶς καὶ οὐκ ἐν δοκήσει, συλλαμβανόμενος ἐν γαστρὶ
25ἐν ἀληθείᾳ, ἐνδημῶν σαρκὶ ἐν ἀληθείᾳ, σάρκα ἔχων καὶ ψυχὴν ἐν ἀλη‐ θείᾳ καὶ νοῦν ἐν ἀληθείᾳ, καὶ πάντα εἴ τί ἐστιν ἄνθρωπος ἐν ἀληθείᾳ χωρὶς ἁμαρτίας, καὶ γεγεννημένος ἐκ παρθενικῆς μήτρας καὶ ἁγίας παρθένου ἐν ἀληθείᾳ, οὐκ ἐκ σπέρματος ἀνδρός, ἐν ἀληθείᾳ δὲ σάρκα ἔχων καὶ ψυχὴν καὶ νοῦν, ὡς ἔφην, καὶ διὰ τῶν τοκετικῶν πόρων ἐν
30ἀληθείᾳ εὑρισκόμενος καὶ ἐν φάτνῃ ἐν ἀληθείᾳ σπαργανούμενος, ὑπὸ Μαρίας βασταζόμενος καὶ ἐν Αἰγύπτῳ κατερχόμενος καὶ ἀπ’ Αἰγύπτου μεταφερόμενος καὶ εἰς Ναζαρὲτ ἀναστρεφόμενος, καὶ ἐν Ἰορδάνῃ παραγε‐ νόμενος καὶ ὑπὸ Ἰωάννου βαπτιζόμενος, καὶ ὑπὸ διαβόλου πειραζόμενος, καὶ μαθητὰς ἐκλεγόμενος ἐν ἀληθείᾳ, καὶ βασιλείαν οὐρανῶν κηρύξας
35ὡς τὰ πάντα ἐν ἀληθείᾳ εὑρίσκεται, ὑπό τε Ἰούδα παραδιδόμενος, καὶ447 in vol. 3
Haer
.

3

.

448

ὑπὸ Ἰουδαίων συλλαμβανόμενος, Ποντίῳ Πιλάτῳ προσφερόμενος καὶ ὑπ’ αὐτοῦ θανάτῳ κατακρινόμενος, σταυρῷ παραδιδόμενος, «διψῶ» λέγων «δότε μοι πιεῖν», ἐν ἀληθείᾳ λαμβάνων ὄξος μετὰ χολῆς, γευόμενος καὶ μηκέτι ποτὸν προσιέμενος, σταυρῷ προσπηγνύμενος ἐν ἀληθείᾳ κράζων
5«ἠλί ἠλί, λημᾶ σαβαχθανί», ἐν ἀληθείᾳ κλίνων τὴν κεφαλὴν καὶ ἐκπνέων, ἐν ἀληθείᾳ τὸ σῶμα καθαιρούμενον καὶ λαμβανόμενον, ἐν ἀληθείᾳ [καὶ] ἑλισσόμενον ὑπὸ τοῦ Ἰωσὴφ καὶ ἐν μνήματι τιθέμερον, ἐν ἀληθείᾳ λίθῳ ἠσφαλισμένον· κατερχόμενος ἐν θεότητι σὺν ψυχῇ εἰς Ἅιδου καὶ λύων πεπεδημένους ἐν ἀνδρείᾳ καὶ ἐν δυνάμει, ἀνερχόμενος θεὸς λόγος σὺν
10ψυχῇ τῇ ἁγίᾳ, μεθ’ ἧς ἐρρύσατο αἰχμαλωσίας, τὸ τριήμερον ἐν ἀληθείᾳ, ἐγειρόμενος σὺν σώματι καὶ ψυχῇ καὶ παντὶ τῷ ὀργάνῳ ἐν ἀληθείᾳ, εὑρισκόμενος μετὰ τῶν μαθητῶν τὴν τεσσαρακονθήμερον, εὐλογῶν τε αὐ‐ τοὺς ἐν τῷ ὄρει τῶν ἐλαιῶν ἐν ἀληθείᾳ, ἀνερχόμενος εἰς οὐρανὸν ἐν ἀλη‐ θείᾳ, τῶν μαθητῶν αὐτὸν θεωρούντων ἕως τῶν νεφελῶν ἀναλαμβανό‐
15μενον ἐν ἀληθείᾳ, καθεσθέντα καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρὸς ἐν ἀληθείᾳ, ἐν αὐτῷ τῷ σώματι καὶ τῇ θεότητι, ἐν αὐτῇ τῇ τελείᾳ ἐνανθρωπήσει, ᾗ συνήνωσε τὰ ὅλα εἰς ἓν καὶ μίαν πνευματικὴν τελείωσιν, θεὸς ὢν ἐν δόξῃ καθεζόμενος, κρῖναι ζῶντας καὶ νεκροὺς ἐρχόμενος ἐν ἀληθείᾳ. καὶ οὐδέν ἐστι παρηλλαγμένον, ἀλλὰ πάντα τέλεια τελείως
20ἐν αὐτῷ ἐν τελειότητι εἰργασμένα. 36. Καλῶς δὲ ἔχειν περὶ τούτων νομίσαντες ἕως τούτου περὶ τούτων εἰρῆσθαι ἐδικαιώσαμεν. περὶ δὲ ὧν ἐνηχήθημεν πάλιν περιττολογιῶν 〈ἀπὸ〉 τῶν τὰ τοιαῦτα λεγόντων ἀναγκαῖον καὶ αὐτὰ ὑποδεῖξαι. οὐ πάνυ δὲ πεπιστεύκαμεν ὅτι οὕτως παρ’ αὐτοῖς ᾄδεται· ὅμως τὰ ἐνηχη‐
25θέντα οὐ σιωπήσομεν. Τινὲς γὰρ καὶ ἐτόλμησαν λέγειν ὅτι πάλιν τινὲς ἐξ αὐτῶν λέγουσι περὶ Μαρίας, μετὰ τὸ γεγεννηκέναι τὸν Χριστὸν ἐπισυνῆφθαι ἀνδρὶ τῷ Ἰωσήφ. θαυμάζω δὲ εἰ καὶ αὐτοὶ τοῦτο λέγουσιν. εἰσὶ δὲ οἱ τοῦτο λέγοντες, οὓς καὶ αὐτοὺς ἐν τοῖς σχίσμασιν ἠριθμήσαμεν, αἰτηθέντες
30καὶ γράψαντες ἐπιστολὴν ἐν τῇ Ἀραβίᾳ πρός τινας κατὰ τῶν τοῦτο λεγόντων. πολλὰ δὲ ἐκεῖσε περὶ τούτου εἰρήκαμεν ἐν τῇ κατ’ αὐτοὺς ὑποθέσει. καθεξῆς δὲ ἐν θεῷ καὶ αὐτὴν ἰδιάζουσαν καθυποτάξω. Ἄλλοι δὲ ἔφασαν τὸν γέροντα εἰρηκέναι ὅτι ἐν τῇ πρώτῃ ἀναστάσει
χιλιονταετηρίδα τινὰ ἐπιτελοῦμεν, τοῖς αὐτοῖς ἐμπολιτευόμενοι ὁποίοις448 in vol. 3
Haer
.

3

.

449

καὶ νῦν, ὡς καὶ νόμον καὶ ἄλλα φυλάττοντες καὶ πάντα τῆς χρήσεως τῆς ἐν τῷ κόσμῳ, γάμου τε καὶ περιτομῆς καὶ τῶν ἄλλων μετέχοντες· ὅπερ οὐ πάνυ περὶ αὐτοῦ πεπιστεύκαμεν. ὡς δέ τινες διεβεβαιώσαντο, τοῦτο ἔφησαν αὐτὸν εἰρηκέναι.
5 Καὶ ὅτι μὲν γέγραπται περὶ τῆς χιλιονταετηρίδος ταύτης [ὅτι] ἐν τῇ Ἀποκαλύψει Ἰωάννου καὶ ὅτι παρὰ πλείστοις ἐστὶν ἡ βίβλος πεπι‐ στευμένη καὶ παρὰ τοῖς θεοσεβέσι, δῆλον. τὴν δὲ βίβλον ἀναγινώσκοντες οἱ πλεῖστοι καὶ εὐλαβεῖς, περὶ τῶν πνευματικῶν εἰδότες καὶ 〈τὰ〉 ἐν αὐτῇ πνευματικῶς ἔχοντα 〈πνευματικῶσ〉 λαμβάνοντες ἀληθῆ μὲν
10ὄντα, ἐν βαθύτητι δὲ σαφηνιζόμενα πεπιστεύκασιν. οὐ μόνον γὰρ τοῦτο ἐκεῖ βαθέως εἴρηται, ἀλλὰ καὶ ἄλλα πολλά. 37. Ἐν δὲ τῷ παρόντι καιρῷ διὰ τὴν συντομίαν μόνον ἐν ὑπομνήσει γεγένημαι τῷ λόγῳ, ὅπως γνῶσιν οἱ θεοσεβεῖς ὅτι παντὶ βουλομένῳ ὑπερβαίνειν τοὺς ὅρους τῆς ἁγίας θεοῦ ἐκκλησίας καὶ παραδόσεως τῆς
15προφητικῆς καὶ ἀποστολικῆς πίστεώς τε καὶ διδασκαλίας * τὴν ἐλπίδα, ἀπὸ τῆς μιᾶς ὑποθέσεως τοῦ μικροῦ καὶ βραχέος λόγου κατὰ τὸ ἀκαριαῖον καὶ τυχὸν ἐν παρεκβάσει γινομένου 〈τοῦ〉 φρονήματος, εἰς πολλὰς λοιπὸν κενοφωνίας καὶ σφαλερὰς ὑπονοίας ὁ λογισμὸς καὶ εἰς ἀναρμόστους καὶ ξένας ζητήσεις καὶ «ἀπεράντους γενεαλογίας», κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου
20εἰρημένα, τραπήσεται. εἶναι γὰρ τοῦτο εὔηθες πολὺ καὶ μηδὲ χρείαν ἔχον ἑρμηνείας παντὶ σαφές ἐστι τῷ σύνεσιν κεκτημένῳ· ὅτι οὐδὲ ἐπι‐ δέεται ζητήσεως ἡ τοιαύτη σοφία καὶ ὑπόθεσις τοῦ λόγου. εἰ γὰρ ἐγει‐ ρόμεθα πάλιν περιτέμνεσθαι, τίνι τῷ λόγῳ οὐ προειλήφαμεν τὸ περι‐ τέμνεσθαι; ἄρα οὖν κατὰ τοῦτο ἀναγκαιότερον ἡμῶν 〈πράττοντεσ〉 τυγχά‐
25νουσιν οἱ ἀπεντεῦθεν τὸ τέλειον ἐπιγνόντες καὶ προειληφότες τελειοῦ‐ σθαι ἐν τῇ τότε μελλούσῃ τελειότητι. ποῦ οὖν τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει» καὶ «οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε», καὶ ποῦ τὸ παρὰ
τῷ κυρίῳ εἰρημένον «ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκον‐449 in vol. 3
Haer
.

3

.

450

ται, ἀλλὰ ἰσάγγελοί εἰσι»; τὸ δὲ «καθήσεσθε ἐπὶ τῆς τραπέζης 〈τῆς βασιλείασ〉 τοῦ πατρός μου ἐσθίοντες καὶ πίνοντες» καὶ «ὅταν αὐτὸ πίω καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν» μετὰ προσθήκης τοῦ καινόν καὶ τοῦ «ἐπὶ τῆς τραπέζης τῆς βασιλείας» ἕτερον τὸν νοῦν σημαίνει.
5καὶ γὰρ καὶ αὐτοί φαμεν μεμαθηκότες ἀπὸ τῶν θείων λόγων μετάληψίν τινα πόματος καὶ βρώματος ἀμβροσίου· περὶ ὧν εἴρηται ὅτι «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 38. Ἀλλά φησιν ὅτι πρῶτον μὲν ἐν τῇ χιλιονταετηρίδι τῶν φυσικῶν
10μεταλαμβάνομεν ἡδέων ἄνευ καμάτου καὶ λύπης, μετὰ δὲ τὴν χιλιονταετη‐ ρίδα, τότε μεταλαμβάνομεν ὧν εἴρηται κατὰ τὸ εἰρημένον «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν». ἀντίθετος δέ ἐστιν ὁ λόγος πρὸς τὴν
πᾶσαν τῆς γραφῆς θεωρίαν. εἰ γὰρ «ὁ νόμος οὐδένα ἐτελείωσε», νόμον450 in vol. 3
Haer
.

3

.

451

δὲ μετὰ ἀνάστασιν φυλάττειν προσταττόμεθα, καὶ εἰ ὁ «ἅγιος νόμος» ὁ διὰ Μωυσέως ὑπὸ κυρίου δοθεὶς «παιδαγωγὸς εἰς Χριστὸν ἡμῖν γέγονεν» ὡς ὑποδεέστερος τῶν τελειουμένων, τῷ μείζονι καὶ τελειοτάτῳ προσ‐ άγειν πεπιστευμένος, Χριστοῦ δὲ τοῦ τελείου ἐλθόντος καὶ δεσπότου καὶ
5παρειληφότος ἐκ χειρὸς τοῦ παιδαγωγήσαντος τῶν εἰσαγομένων τουτ‐ έστι τῶν πιστῶν τὴν ἁγίαν παρθένον καὶ ἐκκλησίαν καὶ ἡμῶν ἐπιγνόν‐ των διὰ μὲν νόμου τοῦ παιδαγωγοῦ τὸν μείζονα καὶ «τελειωτὴν Ἰησοῦν» 〈καταργεῖται〉, πῶς οὐχὶ μᾶλλον βραχείας ἐννοίας καὶ εὐηθείας σημεῖον δειχθήσεται ὁ λόγος τῶν τὰ τοιαῦτα λεγόντων ὅτι μετὰ τὴν τοῦ Χριστοῦ
10τελείωσιν πάλιν παιδαγωγοῦ χρεία, ὅπως ἐπιστρέψωμεν ἐπὶ τὴν «ἀρχὴν τῶν στοιχείων» καὶ διδαχῆς καὶ «ἐπιθέσεως χειρῶν», κατὰ τὸ γεγραμμένον, σαφῶς ἡμῖν τοῦ ἀποστόλου λέγοντος ὅτι «πᾶν τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ γίνεται», ὡς περὶ παλαιᾶς διαθήκης καὶ νομοθεσίας 〈σημαίνων〉. «μετατιθεμένης», γάρ φησι, «τῆς ἱερωσύνης
15ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται». εἰ δὲ μετετέθη ἡ παλαιὰ καὶ ἀνεκαινίσθη ἡ νέα, τίς ἡμῖν πάλιν τολμηρῶς παρεισάγοι παλαιὰν εἰς χρῆσιν, τὴν καινὴν εἰς παλαίωσιν μετατιθέμενος, «τῆς μὲν χάριτος ἀποπεσεῖν» παρασκευάζων καὶ ἀπὸ τῆς ὠφελείας Χριστοῦ ἡμᾶς ἐκτρέπειν πειρώμενος;
20 Συντόμως δὲ ταῦτα τῷ λόγῳ διελόντες καὶ τοῦτο ἱκανὸν λογισάμενοι διὰ τὸ πλάτος τῆς συντάξεως, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί, θεὸν βοηθὸν συνήθως ἐπικαλούμενοι εἰς τὴν τῶν λοιπῶν ὑπόθεσίν τε καὶ ὑπόδειξιν
καὶ τούτων ἀνατροπήν.451 in vol. 3
Haer
.

3

.

452

Κατὰ Ἀντιδικομαριαμιτῶν νη, τῆς δὲ ἀκολουθίας οη. 1. Ἀπὸ ταύτης τῆς παρά τισι Διμοιριτῶν κεκλημένης ἢ χωρὶς νοῦ ἐνσάρκου Χριστοῦ παρουσίας † ὀνομαζομένης, ἐφύη τινὰ ἕτερα πράγματα, μάλιστα ἐν τῇ Ἀραβίᾳ, ἀνηνέχθη δὲ τῇ ἡμῶν ταπεινότητι περὶ τούτων
5ὑπό τινων εὐλαβῶν. καὶ πρῶτον μὲν ἐπιστολὴν περὶ τῆς ὑποθέσεως ταύτης γεγραφήκαμεν. ὅμως δὲ διὰ τὴν ἀκολουθίαν τοῦ ἀριθμοῦ καὶ ἐνταῦθα αὐτὴν διόλου τὴν ἐπιστολὴν 〈παραθέμενοι〉 μετὰ καὶ τῶν εὐλόγως ταύτῃ προστεθειμένων ἢ ἀπὸ αὐτῆς ἐξαιρουμένων εἰς τὴν αἵρεσιν ἐροῦμεν. Ἀντιδικομαριαμιτῶν γάρ τινες, ὥσπερ ἐχθρίαν πρὸς τὴν παρθένον
10ἔχοντες καὶ βουλόμενοι κατευτελίζειν ἐκείνης τὸ κλέος, φθόνῳ τινὶ ἀρ‐ θέντες ἢ σφάλματι καὶ χρᾶναι βουλόμενοι διανοίας ἀνθρώπων, ἐτόλμησαν λέγειν τὴν ἁγίαν Μαρίαν μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν ἀνδρὶ συνῆφθαι, φημὶ δὲ αὐτῷ τῷ Ἰωσήφ. φασὶ δέ, ὡς ἄνω μοι εἴρηται, ὅτι ἀπ’ αὐτοῦ τοῦ πρεσβύτου Ἀπολιναρίου ἐξήχηται ὁ λόγος ἢ ἀπό τινων τῶν
15αὐτῷ μεμαθητευμένων· καὶ ἀμφιβάλλω * περὶ δὲ τῶν ταῦτα λεγόντων ἀνάγκην ἔχω λέγειν. ἵνα δὲ μὴ εἰς δεύτερον κάματον ἑαυτὸν περι‐ βάλλοιμι, καθεξῆς ἣν προεῖπον γραφεῖσαν ἐπιστολὴν εἰς τὴν Ἀράβων χώραν ὑποτάξω. καὶ ἔστιν ἥδε· 2. Κυρίοις μου τιμιωτάτοις καὶ ποθεινοτάτοις τέκνοις καὶ ἀδελφοῖς
20γνησίοις καὶ ὁμοπίστοις ὀρθοδόξοις ἀπὸ ἱερέως ἄχρι λαϊκοῦ καὶ κατη‐ χουμένοις τοῖς κατὰ τὴν Ἀραβίαν, Ἐπιφάνιος ἐλάχιστος ἐπισκόπων ἐν κυρίῳ χαίρειν. Θαυμάζειν ἔστιν ἐν τῷ παρόντι καιρῷ καὶ μὴ θαυμάζειν· θαυμάζειν μέν, ὅτι ἐπὶ τῇ ἡμετέρᾳ γενεᾷ πάντα πληροῦται, καὶ μὴ θαυμάζειν·
25δεῖ γὰρ πληροῦσθαι. ὁσημέραι γὰρ κατὰ πρό〈σ〉θεσιν νῦν γίνεται ἡμῖν ἐκ λογισμῶν ἀνθρωπίνων καὶ διανοημάτων σοφιστικὴ ὑπόνοια καὶ ἐπὶ τὸ χεῖρον προκόπτουσα, καταλιμπάνουσά τε τὴν ἀποστολικὴν διδασκαλίαν, καθὼς ὁ ἁγιώτατος ἀπόστολος προεῖπεν ὅτι «ἀποστήσον‐ ταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες μύθοις καὶ διδα‐
30σκαλίαις δαιμονίων» καὶ τὰ ἑξῆς. εἴ τι γὰρ ἔνι ἀνερευνᾶν καὶ ἐπινοεῖν
ὁδοὺς πονηράς, ταῦτα μᾶλλον σπουδάζουσιν οἱ ἄνθρωποι * ἤπερ452 in vol. 3
Haer
.

3

.

453

πληροῦντες τὴν ἐντολὴν τὴν λέγουσαν καλὰ καὶ εὐπρόσδεκτα ζητεῖν καὶ 〈τὸ〉 «ὁ λόγος ἅλατι ᾖ ἠρτυμένος, ὅπως δῷ χάριν τοῖς ἀκούουσι». καὶ εἰ ταῦτα διανοηθείημεν, ὅτι πόθεν συμβαίνει καθ’ ἑκάστην ἡμέραν ἀνακαινίζεσθαι ἡμῖν τὰ φαῦλα, ἐσόμεθα καὶ αὐτοὶ ὡς ἀπαίδευτοι καὶ
5μὴ προσέχοντες τοῖς θείοις καὶ προρρητικοῖς λόγοις. δεῖ γὰρ ταῦτα πληροῦσθαι. ἐν ἅπασι γὰρ μέρεσι τῆς πίστεως δεῖ τελει〈οῦ〉σθαι τὸ εἰρημένον «ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» ποῦ γὰρ ἔφθασεν «ἡ διάνοια τῶν ἀνθρώπων ἐγκειμένη ἐπὶ τὸ πονηρὸν ἐκ νεότητος»; ποῖα μέρη τῆς πίστεως οὐκ ἀπώλεσεν; ἐν
10ποίοις δὲ λόγοις ἡ κακοβουλία τὸ χρήσιμον οὐκ ἐτάραξε τῶν τε πρε‐ πωδεστάτων καὶ ἐν καταστάσει 〈ὄντων〉 λογικῆς φύσεως, ἧς τὸ πρέπον ἦν τὰ σεμνὰ μᾶλλον διανοεῖσθαι καὶ τούτοις προστιθέναι βιάζεσθαι (εἰ καὶ ἔδει παρὰ φύσιν), καὶ μὴ μᾶλλον τὰ ἀληθινὰ εἰς τὰ ἄσεμνα παρατρέπειν βιαζομένους ἐπὶ τὸ χεῖρον;
15 3. Λοιπὸν γάρ, ἐπειδὴ πάντα ἡμῶν πεπλήρωται τῇ γενεᾷ, τά τε βλάσφημα καὶ τὰ ἐκτὸς ἁγίου πνεύματος, ἐφ’ ἕτερα πάλιν καινὰ τρέπον‐ ται. οἱ μὲν γὰρ τὸν πατέρα βλασφημοῦσι, τὸν τῶν ὅλων θεὸν καὶ δημιουργόν, οἱ ἀμφὶ τὴν γνῶσιν λεγόμενοι, οἱ δ’ αὖ πάλιν Μαρκίωνες καὶ Ἀρχοντικοὶ καλούμενοι καὶ τούτοις οἱ συνεπόμενοι Μανιχαῖοι, οἱ
20τὴν ὀνομασίαν δικαιότατα εἰληφότες ἐκ δικαίας τινὸς οἰκονομίας θεοῦ, τὸ μανιῶδες 〈κεκτημένοι〉 ὄνομα· οὗτοι πάντες μετὰ πλειόνων αἱρέσεων, Καϊανῶν φημι Σηθιανῶν Μελχισεδεκιανῶν Κολορβασίων Κερδωνιανῶν καὶ τῶν ἄλλων, βλασφημεῖν εἰς τὸν τῶν ὅλων πατέρα 〈τολμῶσι〉 ἐν τῷ τοῦτον ἀρνεῖσθαι εἶναι 〈τὸν〉 θεὸν τὸν ἐν νόμῳ καὶ ἐν προφήταις
25λαλήσαντα, δικαίως τε προσκυνούμενον ὑπὸ πάντων κτισμάτων ὡς κτίστην καὶ δημιουργόν· οὗτοι μετὰ τοῦ σεβάσματος ἀναιρεῖν πειρῶν‐ ται καὶ τὴν δεσποτείαν, τὸν μὲν ὄντως ὄντα ἀρνούμενοι, ἕτερον δὲ τὸν μὴ ὄντα τῇ μυθώδει αὐτῶν ὑπονοίᾳ φανταζόμενοι, ἵνα ἐκ τοῦ ὄντος πέσωσι καὶ ὃν ὑπονοοῦσι μὴ εὕρωσιν. οὕτω γὰρ ἡ ληρωδία
30καὶ ἡ τοῦ διαβόλου σπορὰ τῶν λόγων τοιαύτην εἴωθε ταραχὴν ἐμ‐ ποιεῖν καὶ θόλωσιν, διὰ λογισμῶν βλασφήμων ἐπεγείρουσα τὴν τῶν
κεκτισμένων ἀνθρώπων διάνοιαν περὶ τοῦ 〈κατὰ τοῦ〉 αὐτῶν δεσπότου453 in vol. 3
Haer
.

3

.

454

στρατεύεσθαι ταῖς κακαῖς ὑπονοίαις καὶ ἐπαρνησιθεΐαις. ἀλλά γε πάλιν ἐκ τούτου ἐκτραπέντες τινὲς ἐφ’ ἕτερα βαδίζειν τετολμήκασι, τὸν μόνον ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, τὸν μονογενῆ παῖδα Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, τὸν ὄντως ὄντα, ἐκ πατρὸς
5γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως, τὸν ἀεὶ ὄντα ἐκ τοῦ πατρὸς καὶ σὺν πατρὶ ὄντα, γεγεννημένον δὲ ἀκαταλήπτως καὶ ἀχράντως, ὁμοού‐ σιον τῷ πατρὶ ὄντα καὶ οὐκ ἀλλοῖον παρὰ τὸν πατέρα· οἱ μὲν αὖθις μανέντες δίκην λυσσητήρων κυνῶν ἐπὶ τὸν ἴδιον αὐτῶν δεσπότην ὑλα‐ κτοῦσι, καθάπερ ἐξ ὑπαρχῆς Ἰουδαῖοι 〈οἱ〉 τοῦτον ἀγνοήσαντες
10κέκληνται «κύνες ἐνεοί», εἰκότως παρὰ τοῦ προφήτου ταυτησὶ τῆς ἐπωνυμίας κατηξιωμένοι [τοὔνομα] 〈ἕνεκεν〉 τῆς αὐτῶν περὶ τὸν κύριον καὶ τὴν αὐτοῦ παρουσίαν ἀναισχύντου ὀρμῆς, ὡς ἔστιν ἀληθὲς ἰδεῖν. φασὶ γὰρ τοὺς λυσσῶντας κύνας ἐνεοὺς καλεῖσθαι διὰ τὸ νωδοὺς ἀποτελεῖσθαι ἐκ τῆς καταλιμπανούσης αὐτοὺς διανοίας.
15 4. Οὕτω γὰρ τῶν κυνῶν ἡ φύσις, ἐπὰν εἰς λύσσαν ἐκτραπείη· οἵ ποτε δεσπότην γινώσκοντες καὶ τοὺς αὐτοῦ υἱεῖς, οἰκείους τε καὶ τοὺς ἄλλους πάντας τοῦ οἰκοδεσπότου γνησίους, ὅταν λάβῃ αὐτοὺς ἡ μανία, ἀλλοιοῦνται τὰ πρόσωπα ἐνώπιον τῆς αὐτῶν ὁρά‐ σεως καὶ ἐπ’ αὐτοὺς ἐγείρονται τοὺς γνησίους, οὕς ποτε τιμῶντες τῇ
20μὲν κέρκῳ ἔσαινον, τοῖς δὲ τρόποις ὑπετάσσοντο. αὐτίκα οἱ προσδο‐ κῶντες Χριστοῦ τὴν παρουσίαν, οἱ ἑτοιμαζόμενοι δέξασθαι τὸν νυμφίον, οἱ προφήτας εὐχόμενοι κατιδεῖν, οἱ πείθεσθαι θείοις λόγοις ὑποσχό‐ μενοι, οἱ τῷ Μωυσῇ ἐν συνθήκῃ εἰσεληλυθότες, ὅτι «γενοῦ σὺ τὰ πρὸς κύριον», καὶ «πάντα ὅσα ἐὰν εἴποι σοι ὁ κύριος ἀκουσόμεθα καὶ ποιήσο‐
25μεν», ὅτε εἶδον τὸν αὐτῶν δεσπότην παραγενόμενον, ἀγνοήσαντες τὴν μορφὴν καὶ τοὺς τύπους τῆς ἀληθείας, οὓς οἱ προφῆται πρὸ αὐτοῦ ἐν σαρκὶ γενομένου διετύπουν, διεχάραττον, κατήγγελλον, ἐσήμαινον· πρῶτον μὲν οὖν αὐτῷ ἔλεγον «τίς οὗτος ὃς λαλεῖ βλασφημίας;» ἄλλοτε δὲ δαιμόνιον αὐτὸν ἔχειν οὐκ αἰσχυνόμενοι τετολμήκασιν εἰπεῖν, ἔτι
30δὲ καὶ Σαμαρείτην αὐτὸν ἀποκαλεῖν οὐκ ἠρυθρίων. πέρας οὖν, καθάπερ
μοι προδεδήλωται, ὡς μεμηνότες κύνες ἐπανέστησαν, καὶ τὰς μὲν454 in vol. 3
Haer
.

3

.

455

χεῖρας προσέπηξαν *, ὡς ἀεὶ μετὰ τῆς μανίας ὁ κύων ἀνακρεμάσας * αὐτοῦ τὰς χεῖρας ἐπέρχεται καὶ τὰ πρόσωπα τῶν ἰδίων αὐτοῦ δεσπο‐ τῶν καταγλύφειν οὐκ αἰσχύνεται. παρέδωκαν ἐκεῖνοι τὸν αὐτῶν κύριον εἰς τὸ σταυρωθῆναι, προφήτας τε τοὺς οἰκειακοὺς τοῦ αὐτοῦ δεσπότου
5τὸν μὲν ἔπρισαν, τὸν δὲ λίθοις κατέλευσαν, ἄλλον δὲ φόνῳ μαχαίρας διεχρήσαντο. μετὰ τούτους δὲ ὡσαύτως νῦν οἱ νέοι Ἰουδαῖοι ἀλλεπαλλή‐ λως τῇ αὐτῇ κεχρημένοι ἀγωγῇ, οἱ μὲν φυσικοὶ Ἰουδαῖοι κατὰ σάρκα μὲν ἠρνήσαντο, οἱ δὲ νῦν ἀρνούμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ τελείαν πρὸς πατέρα γνησιότητα κτίσμα αὐτὸν καὶ ποίημα καὶ ἀλλότριον
10πατρός, παντάπασι μεμηνότες καὶ 〈ἐμ〉βεβροντημένοι, ἀδιαλείπτως διισχυρίζονται. 5. Ἐκ τούτων δὲ πάλιν ἄλλοι ἀφέντες τὰς προειρημένας βλασ‐ φήμους διδασκαλίας καὶ ὡς εἰπεῖν αὐτὴν τὴν ὑπὲρ φύσιν θεασάμενοι ἐπουράνιον θεωρίαν καὶ τὰ ἄνω ἐμβατεύσαντες καὶ πολυπραγμονή‐
15σαντες, ὡς ἄνωθεν ἥκοντες αὐθαδείᾳ ἀπαγγέλλουσι καὶ ἰσχυρῶς διισχυ‐ ρίζονται, ἐκβάλλοντες ἐκ τῆς θεότητος τὸ ἅγιον πνεῦμα. καὶ τὸν μὲν πατέρα οὐκ ἤρνηνται οὔτε τὴν τοῦ υἱοῦ πρὸς αὐτὸν γνησιότητα, ἐφ’ ἑτέραν δὲ πάλιν ὁδὸν βαδίζουσιν, ἵνα πάντοθεν πληρωθῇ τὸ «ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν». τί γὰρ ἀλλ’ ἢ εἰς τὸ πνεῦμα τὸ ἅγιον
20λοιπόν, τὸ οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, τὸ ἐκ τῆς αὐτῆς θεότητος ὂν καὶ μὴ ἐνδεχόμενον εἶναι ἀλλότριον τῆς θεότητος, βούλονται, ὡς αὐτοὶ ἐξουσίαν ἔχοντες, κελεύειν μᾶλλον θεῷ ἤπερ κελεύεσθαι; οὐκ αἰσχυνόμενοι γὰρ ἀλλότριον τὸ πνεῦμα λέγουσι καὶ δοῦλον καὶ κτίσμα καὶ πρόσφατον καὶ ποιητὸν καὶ εἴ τι ἕτερον αἰσχρὸν πρὸς ὑπόνοιαν
25περὶ αὐτοῦ ἑαυτοῖς μᾶλλον ἐπινοοῦσι προσπορίσασθαι. ἐπεὶ οὖν ὁ κόσμος νυνὶ οὕτως μᾶλλον * πληγεὶς πληγὴν ἀνίατον ἀπιστίας, ἵνα μηδέν τι παραλείψῃ ἡ ἀνομία ἡ τοὺς ἀνθρώπους ἀπόλλουσα τῇ κα‐ κονοίᾳ καὶ ἀπιστίᾳ καὶ ἀγνωσίᾳ, οἷα τοὺς ἀποδράσαντας τῆς περὶ τὴν ἁγίαν τριάδα βλασφημίας εἰς ἕτερα πάλιν ἡ ἀργὴ καὶ κακόβουλος
30ἔννοια περιέσπασεν, ἵνα μηδεὶς λάθοι ἁμαρτάνων. Καινὸν γάρ τι ἀκούω περὶ τῆς ἁγίας Μαρίας τῆς ἀειπαρθένου τινὰ
διανοεῖσθαι καὶ τολμᾶν βλάσφημόν τινα ὑπόνοιαν ἐπ’ αὐτὴν ἐνσκήπτειν,455 in vol. 3
Haer
.

3

.

456

εἰς τὸ ἐκ πανταχόθεν εἶναι τὸν χρόνον ἡμῶν δίκην κακοῦ ὄφεως καὶ θηρὸς ἰοβόλου ἐν σκότῳ ἐμφωλεύοντος καὶ τοῖς δήγμασι πάντας πειράζοντος, τὸν μὲν περὶ τὸ πρόσωπον, ἄλλον περὶ τὴν πτέρναν, ἕτερον περὶ τὴν χεῖρα, ἵνα μηδένα λάθοι τὸ δῆγμα τῆς ἀπιστίας, ἀλλὰ
5ὁ δοκῶν ἐν τούτῳ ἀποδρᾶναι ἑτέρως τὸν ἰὸν μὴ λάθῃ, ὁ δὲ ἐν ἄλλῳ ὑγιῆ ἔχων τὴν πίστιν ἄλλως πως βλάπτεσθαι ἑαυτὸν προξενήσειεν. 6. Πόθεν αὕτη ἡ κακόνοια; πόθεν ἡ τοσαύτη τόλμα; αὐτὸ τὸ ὄνομα οὐ μαρτυρεῖ, οὐ πείθει σε, ὦ φιλόνεικε; τίς ποτε ἢ ἐν ποίᾳ γενεᾷ τετόλμηκε καλεῖν τὸ ὄνομα Μαρίας τῆς ἁγίας καὶ ἐρωτώμενος οὐκ
10εὐθὺς ἐπήνεγκε τὸ παρθένος; ἐξ αὐτῶν γὰρ τῶν ἐπιθέτων ὀνομάτων καὶ τῆς ἀρετῆς ὑποφαίνει τὰ τεκμήρια. ἀξιώματα μὲν γὰρ ὀνομασιῶν εἰλήφασιν οἱ δίκαιοι ἑκάστῳ πρεπόντως καὶ ὡς ἥρμοζε. καὶ τῷ μὲν Ἀβραὰμ προσετέθη τὸ «φίλος θεοῦ» καὶ οὐ διαλυθήσεται, τῷ δὲ Ἰα‐ κὼβ τὸ Ἰσραὴλ καλεῖσθαι καὶ οὐκ ἀλλοιωθήσεται, καὶ τοῖς ἀποστό‐
15λοις τὸ Βοανεργές, τουτέστιν υἱοὶ βροντῆς, καὶ οὐκ ἀποκαταλειφθήσε‐ ται, καὶ τῇ ἁγίᾳ Μαρίᾳ τὸ παρθένος καὶ οὐ τραπήσεται· ἄχραντος γὰρ διέμεινεν ἡ ἁγία. «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς;» ὢ καινῆς μα‐ νίας, ὢ καινῶν πραγμάτων. πολλὰ δὲ ἔστιν ἕτερα ἃ ἐν τοῖς παλαιοῖς χρόνοις οὐκ ἐτολμήθη τοῖς πατράσι, νῦν δὲ ἄλλος μὲν βλασφημεῖ εἰς
20τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἕτερα λαλῶν εἰς αὐτὴν τὴν θεότητα, ἄλλος δὲ ἐλλιπῆ ποιεῖται ἐν ἑαυτῷ τὴν τῆς πάσης ἐνσάρκου παρουσίας πραγματείαν, ἕτερος δὲ ἐν τῇ ἀναστάσει ἀσχάλλει τῶν νεκρῶν, ἕτερος δὲ 〈κατ’ ἄλλο〉 μέρος. καὶ ἁπαξαπλῶς, ὢ τῆς ἡμῶν τεθολωμένης γενεᾶς, ἧς ἡ ζωὴ ἐν κινδύνῳ διάκειται, ἐκ πανταχόθεν περιαντλουμένη
25κακαῖς ἀπὸ διαβόλου ἐπισποραῖς διανοημάτων τε καὶ λογισμῶν κακο‐ πιστίας. πῶς τολμῶσι τὴν ἄχραντον παρθένον καὶ τὴν οἰκητήριον καταξιωθεῖσαν γενέσθαι τοῦ υἱοῦ, τὴν εἰς ταυτὸ τοῦτο ἐκλεχθεῖσαν ἐκ τῶν μυριάδων τοῦ Ἰσραήλ, * ὅπως σκεῦος καὶ οἰκητήριον ἠξιωμένον εἰς σημεῖον μόνον ὑπάρξῃ τοκετῶν;
30 7. Ἤκουσα γὰρ παρά τινος ὥς τινες τολμῶσι περὶ ταύτης λέγειν ὅτι μετὰ τὸ γεγεννηκέναι τὸν σωτῆρα συνήφθη ἀνδρί. καὶ οὐ θαυ‐ μάζω. ἀεὶ γὰρ ἡ ἄγνοια τῶν μὴ τὰ ἀκριβῆ ἐγνωκότων τῶν θείων
γραφῶν μηδὲ ἱστορίαις προσεγγισάντων, ἀφ’ ἑτέρων εἰς ἕτερα τρέπει456 in vol. 3
Haer
.

3

.

457

καὶ περισπᾷ τὸν ἀπ’ ἰδίου νοὸς βουλόμενόν τι περὶ τῆς ἀληθείας ἰχνηλατεῖν. πρῶτον γὰρ ὅτε ἡ παρθένος παρεδίδοτο τῷ Ἰωσήφ, κλήρων εἰς τοῦτο ἀναγκασάντων αὐτὴν ἥκειν, οὐ παρεδόθη αὐτῷ εἰς συνάφειαν, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ἐπειδὴ χῆρος ἦν. ἀλλὰ διὰ τὸν
5νόμον μὲν ἀνὴρ κέκληται τῆς αὐτῆς, κατὰ δὲ τὴν ἀκολουθίαν ἐκ τῆς τῶν Ἰουδαίων παραδόσεως δείκνυται ὡς οὐχ ἕνεκεν τοῦ ζευχθῆναι αὐτῷ παρεδίδοτο αὐτῷ ἡ παρθένος, ἀλλ’ ὅπως διαφυλαχθείη εἰς μαρτύριον τῶν ἐσομένων ὅτι οὐ νόθος ἡ τῆς ἐνσάρκου παρουσίας οἰ‐ κονομία ἐπεδήμησεν, ἀλλὰ μεμαρτυρημένη ἐν ἀληθείᾳ, ἐκτὸς μὲν σπέρ‐
10ματος ἀνδρός, ἐν πνεύματι 〈δὲ〉 ἁγίῳ οἰκονομηθεῖσα ἐν ἀληθείᾳ. πῶς γὰρ ἠδύνατο ὁ τοσοῦτος γέρων παρθένον ἕξειν γυναῖκα, ὢν ἀπὸ πρώτης γυναικὸς χῆρος τοσαῦτα ἔτη; οὗτος μὲν γὰρ ὁ Ἰωσὴφ ἀδελφὸς γίνεται τοῦ Κλωπᾶ, ἦν δὲ υἱὸς τοῦ Ἰακώβ, ἐπίκλην δὲ Πάνθηρ καλου‐ μένου· ἀμφότεροι οὗτοι ἀπὸ τοῦ Πάνθηρος ἐπίκλην γεννῶνται. ἔσχε
15δὲ οὗτος ὁ Ἰωσὴφ τὴν μὲν πρώτην αὐτοῦ γυναῖκα ἐκ τῆς φυλῆς Ἰούδα, καὶ κυΐσκει αὐτῷ αὕτη παῖδας τὸν ἀριθμὸν ἕξ, τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο, καθάπερ τὸ εὐαγγέλιον τὸ κατὰ Μάρκον καὶ κατὰ Ἰωάννην ἐσαφήνισαν. ἔσχε μὲν οὖν πρωτότοκον τὸν Ἰάκωβον τὸν ἐπικληθέντα Ὠβλίαν, ἑρμηνευόμενον τεῖχος, καὶ δίκαιον ἐπικληθέντα,
20Ναζιραῖον δὲ ὄντα, ὅπερ ἑρμηνεύεται ἅγιος. καὶ πρῶτος οὗτος εἴληφε
τὴν καθέδραν τῆς ἐπισκοπῆς, ᾧ πεπίστευκε κύριος τὸν θρόνον αὐτοῦ457 in vol. 3
Haer
.

3

.

458

ἐπὶ τῆς γῆς πρώτῳ· ὃς καὶ ἐκαλεῖτο ὁ ἀδελφὸς τοῦ κυρίου, καθάπερ καὶ ὁ ἀπόστολος συνᾴδει τούτοις, ὧδέ που λέγων «ἕτερον δὲ τῶν ἀπο‐ στόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου» καὶ τὰ ἑξῆς. ἀδελφὸς δὲ τοῦ κυρίου οὗτος καλεῖται διὰ τὸ ὁμότροφον, οὐχὶ
5κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν. Μαρία μὲν γὰρ ὁρμασθεῖσα τῷ Ἰωσὴφ ἐδόκει γυνὴ εἶναι τοῦ ἀνδρός, μὴ ἔχουσα πρὸς αὐτὸν σωμάτων συνά‐ φειαν. ἐκ ταύτης δὲ τῆς ὑποθέσεως ἡ γειτνίασις ἀγχιστείας τῶν υἱῶν Ἰωσὴφ πρὸς τὸν σωτῆρα ἐν ἀδελφῶν τάξει κέκληται, μᾶλλον δὲ καὶ ἐλογίσθη· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἰωσὴφ μὴ σχὼν κοινωνίαν πρὸς τὴν
10γέννησιν τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἐν τάξει πατρὸς λογίζεται κατ’ οἰκομονίαν, καθὼς λέγει Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τοῦ σω‐ τῆρος ὅτι «ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ», ὡς καὶ αὐτὴ ἡ Μαριὰμ ἔφη πρὸς αὐτὸν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἰδού, ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε ὀδυνώμενοι». τίς οὖν ἂν εἴποι τὸν Ἰωσὴφ
15πατέρα τοῦ κυρίου, ὃς οὐδὲν πρὸς αὐτὸν εἶχεν αἴτιον, μάλιστα τῆς ἐνσάρκου παρουσίας ἐκτὸς σπέρματος ἀνδρὸς ὑπαρχούσης; ἀλλὰ διὰ τῆς οἰκονομίας τοῦτον εἴληφε τὸν κλῆρον τὰ πράγματα. 8. Τίκτει μὲν τοῦτον τὸν Ἰάκωβον ἐγγύς που περὶ ἔτη γεγονὼς τεσσαράκοντα, πλείω ἐλάσσω. μετ’ αὐτὸν δὲ γίνεται παῖς Ἰωσῆ
20καλούμενος. εἶτα μετ’ αὐτὸν Συμεών, ἔπειτα Ἰούδας, καὶ δύο θυγατέρες, ἡ Μαρία καὶ ἡ Σαλώμη καλουμένη, καὶ τέθνηκεν αὐτοῦ ἡ γυνή. καὶ μετὰ ἔτη πολλὰ λαμβάνει τὴν Μαρίαν χῆρος, κατάγων ἡλικίαν περί που ὀγδοήκοντα ἐτῶν καὶ πρόσω ὁ ἀνήρ. καὶ μετὰ ταῦτα λαμβάνει τὴν Μαρίαν, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει· «μνηστευθείσης» γάρ φησι «τῆς
25Μαρίας», καὶ οὐκ εἶπε γαμηθείσης. καὶ πάλιν ἄλλοτε «οὐκ ᾔδει αὐτήν»· θαυμάσαι δὲ ἔστιν ἐπὶ πᾶσιν οἷς † αἱ προφάσεις θηρῶνται αἱ πονηραί, καὶ ὧν οὐκ ἔστι χρεία ἐρευνᾶν τὰς αἰτίας καὶ ζητεῖν τὰ μὴ ζητούμενα, ἀπὸ δὲ τῶν ἀναγκαίων τρέπεσθαι ἐπὶ μωρὰς ζητήσεις, ἵνα πάντως που ἐκ πανταχόθεν συναφθῇ ἡμῖν ὄλεθρος ἀπιστίας καὶ βλασφημίας
30διὰ τὰς πρὸς τοὺς ἁγίους ἀτιμίας. καὶ πρῶτον μὲν οὖν ἐλέγχει αὐτοὺς πανταχόθεν ἡ ἀκολουθία, ὅτι πρῶτον μὲν γέρων ὑπὲρ ὀγδοήκοντα
ἔτη γεγονὼς οὐκ ἔλαβε παρθένον εἰς χρῆσιν, ἀλλὰ μᾶλλον ᾠκονομήθη458 in vol. 3
Haer
.

3

.

459

αὐτῷ εἰς τὸ φυλάττειν. δεύτερον δὲ πάντως που καὶ αὐτὸς ὑπῆρχεν «δίκαιος», καὶ οὐκ ἐτόλμα ὁ ἀκούσας ὅτι «ἐκ πνεύματος ἁγίου» ἐστὶ τὸ ἐν αὐτῇ ἔτι ἐπιβάλλεσθαι μετὰ τοιαύτην οἰκονομίαν, χρῆσθαί 〈τε〉 τῷ σκεύει τῷ καταξιωθέντι χωρῆσαι ὃν οὐρανὸς καὶ γῆ οὐκ ἐχώρει δι’
5ὑπερβολὴν τῆς αὐτοῦ δόξης. εἰ γὰρ καὶ νῦν 〈πολλοὶ πιστοὶ〉 εἰς ὄνομα αὐτοῦ παρθένοι διατελεῖν ἀγωνίζονται καὶ ἁγνεύειν καὶ ἐγκρατεύεσθαι, πῶς μᾶλλον οὐκ ἦν πιστότερος Ἰωσὴφ καὶ αὐτὴ ἡ Μαρία «πάντα συμβάλλουσα εἰς καρδίαν αὐτῆς», ὡς γέγραπται; ἀλλὰ * μετὰ τοσαύτην καὶ τοιαύτην καὶ τηλικαύτην οἰκονομίαν συναφθῆναι πάλιν γέροντα
10παρθένῳ ἁγνῇ καὶ τετιμημένῃ καὶ σκεύει χωρήσαντι τὸν ἀχώρητον καὶ ὑποδεξαμένῳ τοιοῦτον μυστήριον σημείου ἐπουρανίου καὶ ζωῆς ἀνθρώπων; 9. Πόθεν γὰρ οὐ δείξομεν ὅτι ἁγνὴ διετέλεσεν ἡ παρθένος; δει‐ ξάτωσαν ἡμῖν εὐθὺς ὅτι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν κύησιν τινὰς
15ἐγέννησεν ἡ Μαρία. εἴπωσι τὰ ὀνόματα πλάττοντες οἱ πλαστουργοὶ καὶ ῥαψῳδοὶ τῆς ἀπάτης καὶ κακομηχανίας· καὶ οὐκ ἔχουσι δεῖξαι. οὐ γὰρ συνήφθη ἔτι παρθένος· μὴ γένοιτο. εἰ γὰρ ἐγέννησεν ἀεί ποτε σὺν αὐτῷ ὑπάρχουσα τῷ σωτῆρι, ἅμα ἐλέγοντο καὶ τὰ τέκνα αὐτῆς 〈αὐτῷ〉 συνεῖναι. πλανᾷ δὲ αὐτοὺς τὸ εἰρημένον «ἰδού, ἡ μήτηρ
20σου καὶ οἱ ἀδελφοί σου ἔξω ἕστηκαν ζητοῦντές σε». καὶ οὐκ οἴδασιν ὃ πρὸ τούτου ἦν γεγραμμένον, ὅτι «οἱ ἀδελφοὶ αὐτοῦ 〈οὐκ〉 ἐπίστευον εἰς αὐτόν». προβαίνοντες γὰρ καὶ ἡμεῖς τῷ χρόνῳ καὶ θαυμάζοντες ἐπὶ τοῖς ἐν ταῖς θείαις γραφαῖς ὡς εὐτελῶς γεγραμμένοις, ἰδοὺ κατὰ πᾶν ἐν αἰσθήσει γινόμενοι εὐχαριστοῦμεν θεῷ τῷ προασφαλισαμένῳ
25διὰ τῶν δοκούντων βραχέων ῥημάτων ἐν τῇ θείᾳ γραφῇ παριστᾶν πάσης γραφῆς τὴν ἀλήθειαν. ἀεὶ γὰρ ἀκούοντες περὶ Ἰακώβου ὅτι οὗτος ἀδελφὸς ἐκαλεῖτο τοῦ κυρίου θαυμάζοντες ἐλέγομεν, τίς ἡ χρεία; νῦν δὲ ἔγνωμεν δι’ ἣν αἰτίαν οὕτως προεῖπεν ἡ θεία γραφή· ἀλλὰ πάντως ἵνα ὅταν ἀκούωμεν ὅτι «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί
30σου ἔξω ἑστήκασι ζητοῦντές σε», μάθωμεν ὅτι περὶ Ἰακώβου λέγει καὶ τῶν ἄλλων υἱῶν Ἰωσὴφ καὶ οὐ περὶ υἱῶν Μαρίας τῶν μὴ γινο‐
μένων. δῆλον γὰρ ἦν ὅτι μείζων ἦν ὁ Ἰάκωβος τῇ ἡλικίᾳ κατὰ τὴν459 in vol. 3
Haer
.

3

.

460

ἔνσαρκον τοῦ κυρίου παρουσίαν· ἀδελφοὺς δὲ αὐτοὺς λέγει διελέγ‐ χουσα ἡ γραφὴ καὶ ὀνομαστὶ καλοῦσα Ἰάκωβον καὶ Ἰωσῆ καὶ Συμεῶνα καὶ Ἰούδαν καὶ Σαλώμην καὶ Μαρίαν, ἵνα μάθωσι τοίνυν τίνος υἱὸς τυγχάνει καὶ ἐκ ποίας μητρὸς ὁ Ἰάκωβος, νοήσωσι δὲ κατὰ τὴν
5ἡλικίαν τίς ἐστι μείζων. Ὁ γὰρ Ἰησοῦς σταυροῦται ἐν ἔτει τριακοστῷ τρίτῳ τῆς αὐτοῦ ἐνσάρκου παρουσίας, τοῦ δὲ Ἡρῴδου ἦν κατ’ ἐκεῖνο καιροῦ, υἱοῦ δὲ Ἀρχελάου, ἔτος εἰκοστόν. 10. Ἐν γὰρ τῷ τριακοστῷ τρίτῳ ἔτει τοῦ πρώτου Ἡρῴδου, υἱοῦ Ἀντιπάτρου, γεννᾶται ὁ σωτὴρ ἐν
10Βηθλεὲμ τῆς Ἰουδαίας, ὅπερ ἦν τεσσαρακοστὸν δεύτερον Αὐγούστου βασιλέως. καὶ ποιήσας ἔτη δύο λαμβάνεται ὑπὸ τοῦ Ἰωσὴφ εἰς Αἴγυπ‐ τον, διὰ τὰ ὑπὸ τῶν μάγων τῷ Ἡρῴδῃ εἰρημένα, τοῦ Ἡρῴδου ζητοῦντος τὸν παῖδα 〈ἀπολέσαι〉. κάτεισι δὲ εἰς Αἴγυπτον καὶ 〈δια〉‐ τελεῖ ἐκεῖσε ἄλλα δύο ἔτη. καὶ τελευτᾷ Ἡρῴδης ὁ βασιλεὺς ἔτει τρια‐
15κοστῷ ἑβδόμῳ. διαδέχεται δὲ τοῦτον Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτεσιν ἐννέα. καὶ οὕτως ἡ πραγματεία τελειοῦται, καὶ παραδίδοται σταυρῷ ὀκτωκαιδεκάτῳ μὲν ἔτει Τιβερίου Καίσαρος, τοῦ δὲ Ἀγρίππα ἐπικληθέντος μεγάλου, Ἡρῴδου δὲ νεωτέρου, υἱοῦ δὲ Ἀρχελάου, ἔτος ἦν εἰκοστόν. οὐδαμοῦ δὲ ἠκούσαμεν τὸν Ἰωσὴφ υἱοὺς πεποιηκότα.
20ἀλλ’ οὔτε μετὰ τὸ ἐλθεῖν ἀπὸ τῆς Αἰγύπτου ὁ αὐτὸς ἐβίωσεν ἐπὶ πολλοῖς ἔτεσι· τέταρτον γὰρ ἦν ἔτος τῷ σωτῆρι, τῷ δὲ Ἰωσὴφ ὑπὲρ ἔτος ὀγδοηκοστὸν τέταρτον, ὅτε ἐκ τῆς Αἰγύπτου χώρας παρεγένετο. καὶ διέμεινεν ἄλλα ἔτη ὀκτὼ ὁ Ἰωσὴφ περιών· καὶ ἐν τῷ 〈δω〉δεκάτῳ ἔτει ἀνιόντων ἐπὶ Ἱερουσαλὴμ ἐζητήθη, ὅτε οὐχ εὑρίσκετο ἐν τῇ
25ὁδοιπορίᾳ ὡς ἔχει τὸ κατὰ Λουκᾶν εὐαγγέλιον. μέσον δὲ τούτων460 in vol. 3
Haer
.

3

.

461

τῶν ἐτῶν τελευτᾷ Ἰωσὴφ καὶ ἀνετράφη οὐκέτι ὑπὸ τὸν Ἰωσήφ, ἀλλ’ εἰς τὸν οἶκον τοῦ Ἰωσήφ. ὅθεν οὐκέτι τὸ εὐαγγέλιον φάσκει λέγον ὅτι ἦλθεν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοί, ἀλλ’ «ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν». ἀλλ’
5οὐδὲ ὅτε ἔλεγον αὐτῷ ἐν τῇ Γαλιλαίᾳ, «οὐδεὶς ταῦτα ποιῶν θέλει ἐν κρυπτῷ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτόν», οὐκ εἶπεν ὅτι εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλ’ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς τοῦ Ἰωσὴφ μηκέτι ὑπάρχοντος κατὰ τὸ σῶμα. εἶτα δὲ ἐπ’ αὐτῇ τῇ τελειώσει, ὅτε ὁ σωτὴρ ἐν τῷ σταυρῷ ἕστηκεν, ὡς ἔχει
10τὸ κατὰ Ἰωάννην εὐαγγέλιον, στραφείς, φησίν «εἶδε τὸν μαθητὴν ὃν ἠγάπα ὁ κύριος, καὶ εἶπεν αὐτῷ περὶ Μαρίας· ἰδού, ἡ μήτηρ σου» καὶ τῇ αὐτῇ λέγει «ἰδού, ὁ υἱός σου». εἰ ἦσαν δὲ τέκνα τῇ Μαρίᾳ καὶ εἰ ὑπῆρχεν αὐτῇ ἀνήρ, τίνι 〈τῷ〉 λόγῳ παρεδίδου τὴν Μαρίαν τῷ Ἰωάννῃ καὶ τὸν Ἰωάννην τῇ Μαρίᾳ; τίνι δὲ τῷ λόγῳ Πέτρῳ μᾶλλον
15οὐ παραδίδωσι; τίνι δὲ τῷ λόγῳ Ἀνδρέᾳ, Ματθαίῳ τε καὶ Βαρθολο‐ μαίῳ; ἀλλὰ δῆλον ὅτι Ἰωάννῃ διὰ τὴν παρθενίαν. «ἰδού, γάρ 〈φησιν〉, ἡ μήτηρ σου», καίτοι γε οὐκ ἦν μήτηρ αὐτοῦ τοῦ Ἰωάννου κατὰ σάρκα, ἀλλ’ ἵνα δείξῃ αὐτὴν μητέρα 〈ὡσ〉 ἀρχηγὸν τῆς παρθενίας, ἐπειδὴ ἐξ αὐτῆς ἡ ζωὴ ἦν. καὶ τῷ Ἰωάννῃ, καίτοι γε ὄντι κατὰ σάρκα
20ἀλλοτρίῳ, ἔλεγεν, ἵνα διδάξῃ τιμᾶν τὴν ἰδίαν αὐτοῦ μητέρα, ὅτι τῷ μὲν ὄντι κατὰ σάρκα ἐξ αὐτῆς αὐτὸς ὁ κύριος γεγέννηται, ἵνα μή τις νομίσῃ δόκησιν εἶναι τὴν πραγματείαν καὶ οὐκ ἀλήθειαν. εἰ μὴ γὰρ ἦν αὐτοῦ ἀληθῶς μήτηρ, κατὰ σάρκα κυήσασα αὐτόν, οὐκ ἂν περὶ αὐτῆς τὴν ἐπιμέλειαν ἐποιεῖτο παραδοῦναι τὴν ἀειπάρ‐
25θενον, μητέρα γεγονυῖαν διὰ τὴν οἰκονομίαν, ἄχραντον δὲ διὰ τὴν πρὸς τὸν αὐτὸν τιμὴν καὶ τὸ σκεῦος τὸ θαυμαστόν. λέγει δὲ τὸ εὐαγγέλιον «καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης ἔλαβεν αὐτὴν πρὸς ἑαυτόν». εἰ δὲ εἶχεν ἄνδρα, εἰ εἶχεν οἶκον, εἰ εἶχε τέκνα, εἰς τὰ ἴδια ἀνεχώρει. καὶ οὐ πρὸς τὸν ἀλλότριον.
30 11. Ἀλλὰ μὴ τοῦτο στραφῇ εἰς βλάβην τισὶ καὶ δόξωσιν ἐν τούτῳ λαμβάνειν πρόφασιν, συνεισάκτους καὶ ἀγαπητὰς ἐπικαλου‐ μένας ἑαυτοῖς ἐπινοεῖν διὰ κακομήχανον ὑπόνοιαν. ἐκεῖσε γὰρ τὰ πράγματα ἐτελεῖτο κατ’ οἰκονομίαν, [δὲ] διῃρημένων τῶν πραγμάτων
ἀπὸ τῆς ἄλλης ἁπάσης κατὰ θεὸν ὀφειλούσης φυλάττεσθαι ἀκριβείας.461 in vol. 3
Haer
.

3

.

462

καὶ γὰρ ὅτε τοῦτο γεγένητο καὶ παρείληφεν αὐτὴν πρὸς ἑαυτόν, οὐκέτι παρέμεινε παρ’ αὐτῷ. ἀλλὰ καὶ εἰ δοκοῦσί τινες 〈ἡμᾶσ〉 ἐσφάλ‐ θαι, ζητήσωσι τὰ ἴχνη τῶν γραφῶν καὶ εὕρωσιν ἂν οὔτε θάνατον Μαρίας οὔτε εἰ τέθνηκεν οὔτε εἰ μὴ τέθνηκεν, οὔτε εἰ τέθαπται οὔτε
5εἰ μὴ τέθαπται, καίτοι γε τοῦ Ἰωάννου περὶ τὴν Ἀσίαν [ἐν]στει‐ λαμένου τὴν πορείαν· καὶ οὐδαμοῦ λέγει ὅτι ἐπηγάγετο μεθ’ ἑαυτοῦ τὴν ἁγίαν παρθένον, ἀλλ’ ἁπλῶς ἐσιώπησεν ἡ γραφὴ διὰ τὸ ὑπερ‐ βάλλον τοῦ θαύματος, ἵνα μὴ εἰς ἔκπληξιν ἀγάγῃ τὴν διάνοιαν τῶν ἀνθρώπων. ἐγὼ γὰρ οὐ τολμῶ λέγειν, ἀλλὰ διανοούμενος σιωπὴν
10ἀσκῶ. τάχα γάρ που καὶ ἴχνη εὕρομεν τῆς ἁγίας ἐκείνης καὶ μακαρίας, ὡς οὔτε εὑρεῖν ἔστι τὸν θάνατον αὐτῆς. πῆ μὲν γὰρ ὁ Συμεὼν φάσκει περὶ αὐτῆς «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», πῆ δὲ τῆς Ἀποκαλύψεως Ἰωάννου φασκούσης ὅτι «καὶ ἔσπευδεν ὁ δράκων
15ἐπὶ τὴν γυναῖκα τὴν γεννήσασαν τὸν ἄρρενα, καὶ ἐδόθησαν αὐτῇ πτέρυγες ἀετοῦ, καὶ ἐλήφθη εἰς τὴν ἔρημον, ὅπως ἂν μὴ λάβῃ αὐτὴν ὁ δράκων». τάχα δὲ δύναται ἐπ’ αὐτῇ πληροῦσθαι· οὐ πάντως δὲ ὁρίζομαι τοῦτο, καὶ οὐ λέγω ὅτι ἀθάνατος ἔμεινεν· ἀλλ’ οὔτε δια‐ βεβαιοῦμαι εἰ τέθνηκεν. ὑπερέβαλε γὰρ ἡ γραφὴ τὸν νοῦν τὸν ἀν‐
20θρώπινον καὶ ἐν μετεώρῳ εἴασε διὰ τὸ σκεῦος τὸ τίμιον καὶ ἐξοχώτα‐ τον, ἵνα μή τις ἐν ὑπονοίᾳ γένηται περὶ αὐτῆς σαρκικῶν πραγμάτων. κἄν τε οὖν τέθνηκεν, οὐκ ἔγνωμεν, καὶ εἰ τέθαπται οὐ συνῆπται σαρκί· μὴ γένοιτο· τίς δὲ φρενοβλάβειαν ἑαυτῷ συναγαγὼν θελήσει ἐνσκῆψαι βλάσφημόν τινα ὑπόνοιαν καὶ ἐπᾶραι στόμα, χαλάσαι τε γλῶτταν,
25διελεῖν τε χείλη ἐκ διανοίας κακῆς, μᾶλλον δὲ ἀντὶ ὕμνων καὶ δόξης ὕβρεις τινὰς ἐπινοεῖν καὶ ἐμπαροινεῖν εἰς τὴν ἁγίαν παρθένον καὶ μὴ τιμᾶν τὸ τετιμημένον σκεῦος; 12. Εἰ δὲ καὶ ἀπὸ ἄλλης τινὸς θεωρίας χρὴ λαβεῖν τὰ πράγματα, ψηλαφήσωμεν καὶ φυσιολογιῶν σχέσεις. φασὶ τὴν λέαιναν μὴ τίκτειν,
30πλὴν μιᾶς γαστρὸς μόνης, ἔχειν δὲ τὴν αἰτίαν τοιάνδε· τὸ ζῷον μέν ἐστι γοργότατον, χαροπὸν δὲ τῷ εἴδει, ἐμβριθέστατον τῇ ἀλκῇ, ὡς εἰπεῖν βασιλικώτατον γένος ἐπὶ τὰ ἄλλα ζῷα. ἔχειν δὲ τὴν σύλ‐
ληψιν ἐξ ἑνὸς συζύγου, τελεῖν δὲ τὸ καταβαλλόμενον σπέρμα εἴκοσι462 in vol. 3
Haer
.

3

.

463

ἓξ μῆνας ἐν τῇ νηδύϊ, ὥστε τὸν σκύμνον ἔνδον ἐπὶ τελειότητα φέ‐ ρεσθαι διὰ τὸν χρόνον, εἰς τὸ καὶ τοὺς πάντας ὀδόντας ἔχειν ἤδη, πρὶν ἢ ἐκ τῆς γαστρὸς προέλθοι, καὶ τοὺς ὄνυχας ἐν ἡλικίᾳ στασίμῳ, τούς τε πασσαλίσκους καλουμένους καὶ κυνόδοντας, τάς τε μύλας
5καὶ τὰ ἄλλα ὅσα περιέστι τῷ ζῴῳ. ἐν τῷ οὖν εἶναι αὐτὸν ἐν τῇ κοιλίᾳ ἐν ταῖς σκιρτήσεσι, κινήσεσί τε καὶ τοῖς ἄλλοις τρόποις διὰ τῶν ὀνύχων κατασπᾶν, ξέειν τε τὰς ἐγκυμονικὰς μήτρας τε καὶ ὑστέρας. ἐν τῷ οὖν ἐπὶ τῷ τίκτειν τὴν μητέρα ἥκειν κατ’ ἐκείνην τὴν ἡμέραν παντὸς ἀργαλέου κυοφορικῆς φύσεως ἀλλοτρίαν τὴν γαστέρα γίνεσθαι. μετὰ
10γὰρ τοῦ τοκετοῦ καὶ τὰς ὑστέρας καὶ τὰς μήτρας ἐκκρίνεσθαι ἅμα φασὶν οἱ φυσιολόγοι, ὥστε μηκέτι τὴν θήλειαν ὀρέγεσθαι, εἰ μή τις ἄρα βία γένοιτο, μήτε μήν, εἰ καὶ τύχοι συναφείᾳ τινὶ ἀναγκασθῆναι, ἔτι δύνασθαι κυΐσκειν, μὴ οὐσῶν τῶν μητρῶν εἴτ’ οὖν ὑστερῶν. ἆρα γοῦν δέδωκεν ἡμῖν καὶ αὕτη ἡ ἀκολουθία πορίσασθαι εἰς τὴν ἐπιζητουμένην
15πραγματείαν ἔννοιάν τινα σχέσεως ἐπὶ τὸ συμφέρον μᾶλλον ἢ ἐπὶ τὸ βλάπτον. εἰ γὰρ «σκύμνος λεόντος Ἰούδα» αἰνίττεται Ἰακὼβ λέγων τὸν Χριστὸν καί που ἐν τῇ Ἀποκαλύψει Ἰωάννου «ἰδού, ἐνίκησεν ὁ λέων» φησίν «ὁ ἐκ φυλῆς Ἰούδα καὶ ἐκ σπέρματος Δαυίδ» (λέοντι ἄρα παρεικασμένου τοῦ κυρίου, οὐχὶ κατὰ φύσιν, ἀλλὰ διὰ τὸ αἴνιγμα
20καὶ διὰ τὸ βασιλικὸν εἶναι τὸ ζῷον, 〈τὸ〉 πάντων ζῴων ἰταμώτατόν τε καὶ ἰσχυρότατον καὶ τἄλλα πάντα χαριέστατον), ἆρά γε καὶ τὴν γεννήσασαν λέαιναν εἴποιμ’ ἄν. πόθεν γὰρ λέων γεννᾶται πάντως, εἰ μὴ λέαινα ἡ μήτηρ κληθήσεται; λεαίνῃ δὲ δευτέρα οὐ γίνεται κύησις· ἄρα οὐκέτι κύησιν οἶδεν ἡ Μαρία, οὐκέτι συνάφειαν σωμάτων ἡ ἁγία
25παρθένος. 13. Ἀλλὰ καὶ ἑτέρας ἴδωμεν θεωρίας ἵν’ ἡ * ἀκόλουθος τῷ Ἰησοῦ ἅμα αὐτῷ πάντοτε τυγχάνουσα. «ἐκλήθη Ἰησοῦς εἰς γάμους» καὶ »〈ἦν〉 ἡ μήτηρ αὐτοῦ ἐκεῖ». καὶ 〈οὐδαμοῦ〉 οἱ ἀδελφοὶ καὶ οὐδαμοῦ Ἰωσήφ. 〈φησὶ γάρ〉 «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»·
30καὶ οὐκ εἶπε «τί ἐμοὶ καὶ ὑμῖν, ἄνθρωποι;» παρειστήκει Μαρία ἡ Μαγ‐ δαληνὴ καὶ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ μήτηρ Ῥούφου καὶ
Μαρία ἡ ἄλλη καὶ Σαλώμη καὶ ἄλλαι· καὶ οὐκ εἶπεν, ἦν ὁ Ἰωσὴφ463 in vol. 3
Haer
.

3

.

464

ἐκεῖ ἢ ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, 〈ὃσ〉 Ϟϛ 〈ὢν〉 ἐτῶν τελευτᾷ, παρθένος γεγονώς· ἐφ’ οὗ κεφαλῆς σίδηρος οὐκ ἀνῆλθεν, ὃς οὐκ ἐκέχρητο βαλανείῳ, ὃς ἐμψύχου οὐ μετέσχεν· ὃς χιτώνιον δεύτερον οὐκ ἐνεδύσατο· ὃς τριβωνίῳ ἐκέχρητο λινῷ μονωτάτῳ,
5καθάπερ ἐν τῷ εὐαγγελίῳ φησίν «ἔφυγεν ὁ νεανίας, καὶ ἀφῆκε τὴν σινδόνα, ἣν ἦν περιβεβλημένος». Ἰωάννης γὰρ καὶ Ἰάκωβος καὶ Ἰάκωβος, οἱ τρεῖς οὗτοι ταύτην τὴν πολιτείαν ἐσχήκασιν, οἱ δύο μὲν παῖδες τοῦ Ζεβεδαίου καὶ ὁ παῖς τοῦ Ἰωσὴφ Ἰάκωβος, ἀδελφὸς δὲ τοῦ κυρίου διὰ τὸ ὁμοδίαιτον, διὰ τὸ σύντροφον, διὰ τὸ ἐν τάξει
10ἀδελφοῦ αὐτὸν ἐσχηκέναι δι’ ἣν εἶχεν Ἰωσὴφ μόνον πρὸς τὴν Μαρίαν γνησιότητα ἀπὸ τοῦ ὁρμασθῆναι αὐτὴν αὐτῷ. μόνον τούτῳ τῷ Ἰακώβῳ ἐξῆν ἅπαξ εἰσιέναι τοῦ ἔτους εἰς τὰ ἅγια τῶν ἁγίων, διὰ τὸ Ναζιραῖον αὐτὸν εἶναι καὶ μεμίχθαι τῇ ἱερωσύνῃ. ἔνθεν γὰρ ἡ Μαρία κατὰ δύο τρόπους συγγενὴς ἐτύγχανε τῆς Ἐλισάβετ, καὶ
15ὁ Ἰάκωβος διέφερε τῇ ἱερωσύνῃ, ἐπειδήπερ αἱ δύο φυλαὶ συνήπτοντο μόναι πρὸς ἀλλήλας, ἥ τε βασιλικὴ τῇ ἱερατικῇ καὶ ἡ ἱερατικὴ τῇ βασιλικῇ, ὡς καὶ ἄνω ἐν τῇ ἐξόδῳ Ναασσὼν ὁ ἀπὸ τοῦ Ἰούδα φύλαρχος λαμβάνει τὴν Ἐλισάβετ τὴν ἀρχαίαν, 〈τὴν〉 θυγα‐ τέρα Ἀαρών, ἑαυτῷ γυναῖκα. ὅθεν πολλαὶ τῶν αἱρέσεων 〈τὴν〉
20κατὰ σάρκα γενεαλογίαν τοῦ σωτῆρος ἀγνοοῦσι καὶ διὰ τὸ ἀπορεῖν αὐτοὺς ἀπιστοῦσι καὶ δοκοῦσιν ἀντιλέγειν τῇ ἀληθείᾳ, λέγοντες· πῶς ἡ ἀπὸ φυλῆς Δαυὶδ καὶ Ἰούδα δύναται συγγενὴς εἶναι τῆς Ἐλισάβετ τῆς ἀπὸ τοῦ Λευί; 14. Οὗτος ὁ Ἰάκωβος καὶ πέταλον ἐπὶ τῆς κεφαλῆς ἐφόρεσε·
25καὶ ποτὲ ἀβροχίας γενομένης ἐπῆρε τὰς χεῖρας εἰς οὐρανὸν καὶ προσ‐ ηύξατο, καὶ εὐθὺς ὁ οὐρανὸς ἔδωκεν ὑετόν. ἐρεοῦν δὲ ἱμάτιον οὐδέποτε
ἐνεδύσατο. τὰ δὲ γόνατα αὐτοῦ ἐσκληρίασαν δίκην καμήλων, ἀπὸ464 in vol. 3
Haer
.

3

.

465

τοῦ πάντοτε κάμπτειν αὐτὰ ἐνώπιον κυρίου δι’ ὑπερβολὴν εὐλαβείας. τοῦτον οὖν ὀνόματι οὐκέτι ἐκάλουν, ἀλλ’ ὁ δίκαιος ἦν αὐτῷ ὄνομα. οὗτος οὐδέποτε ἐν βαλανείῳ ἐλούσατο, οὗτος ἐμψύχου οὐ μετέσχε, καθὼς ἄνω μοι προδεδήλωται, οὗτος σανδάλιον οὐχ ὑπεδήσατο.
5καὶ πολλὰ ἦν περὶ τοῦ ἀνδρὸς λέγειν καὶ τῆς ἐναρέτου αὐτοῦ πολιτείας. ὁρᾷς οὖν ὅτι ὁ οἶκος παντάπασιν ἀξιολογώτατος ἦν. εἰ γὰρ οἱ παῖδες τοῦ Ἰωσὴφ ᾔδεισαν παρθενίας τάξιν καὶ Ναζιραίων τὸ ἔργον, πόσῳ γε μᾶλλον ὁ πρεσβύτης καὶ τίμιος ἀνὴρ ᾔδει φυλάττειν παρθένον ἁγνὴν καὶ τιμᾶν τὸ σκεῦος, ἔνθα που ἐνεδήμησεν ἡ τῶν
10ἀνθρώπων σωτηρία; «οὔτε αὐτὴ ἡ φύσις διδάσκει ἡμᾶς» ὅτι ἀνὴρ μὲν ἦν πρεσβύτης, ὑπερβεβηκὼς πολὺ τῇ ἡλικίᾳ, μέγας γεγονὼς ἐν ἀνδράσι, πιστὸς τὸν τρόπον, εὐλαβὴς τὸ εἶδος; φάσκει γὰρ τὸ εὐαγγέλιον ὅτι «ἀνὴρ φοβούμενος τὸν θεὸν ἐζήτει λάθρα ἀπολῦσαι αὐτήν». τελευτᾷ δὲ οὗτος ὁ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ
15υἱὸς Ἰωσὴφ ἐν Ἱεροσολύμοις, βιώσας μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν ἔτεσιν εἴκοσι τέσσαρσι, πλείω ἐλάσσω, ὢν ἐτῶν Ϟϛ ὑπὸ τοῦ γνα‐ φέως τῷ ξύλῳ παισθεὶς τὴν κεφαλήν, ῥιφεὶς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ καὶ κατελθὼν καὶ μηδὲν ἀδικηθείς, κλίνας δὲ τὰ γόνατα καὶ προσευξάμενος ὑπὲρ τῶν αὐτὸν ῥιψάντων καὶ φάσκων· συγχώρη‐
20σον αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, ὡς καὶ Συμεὼν πόρρω ἑστώς, ὁ τούτου ἀνεψιός, υἱὸς δὲ τοῦ Κλωπᾶ, ἔλεγε «παύσασθε, τί λιθάζετε τὸν δίκαιον; καὶ ἰδού, εὔχεται ὑπὲρ ὑμῶν τὰ κάλλιστα». καὶ οὕτως γέγονε τὸ αὐτοῦ μαρτύριον. 15. Εἰ τοίνυν ὁ τούτου παῖς τοσούτων ἐτῶν ὑπῆρχε, πῶς ἄρα
25ὁ τούτου πατὴρ βλέπων φρικώδη πράγματα, ἀγγέλους τὴν γέννησιν τοῦ υἱοῦ δορυφοροῦντας, ὑμνοῦντας ἀπ’ οὐρανῶν καὶ λέγοντας «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», καὶ τῶν ποιμένων ἡκόντων εἰς τὸ σπήλαιον, ἔνθα ἐγεννήθη, καὶ ταῦτα ἀγγελλόντων καὶ τοῦ Ἰωσὴφ ἀκούοντος, τοῦ πρεσβύτου καὶ ὑπερ‐
30βάντος τῷ χρόνῳ, τὰ τοσαῦτα σημεῖα καὶ θαύματα, πῶς ἐτόλμα ἐμπαροινεῖν καὶ ἐνυβρίζειν σῶμα ἅγιον, ἐν ᾧ κατῳκίσθη θεός; ἐξ
οὗπερ σώματος συνελέγη ἡμῖν ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία,465 in vol. 3
Haer
.

3

.

466

ὅθεν ἡ ἁγία ἄχραντος σὰρξ ἡμῖν ᾠκοδομήθη ἐν τῇ θεότητι τοῦ σω‐ τῆρος, ὡς ὁ ἄγγελος ἐκεῖσε ὁ Γαβριήλ 〈φησιν〉 λέγων «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». πῶς ἄρα ἐτόλμα
5συναφθῆναι τῇ τοσαύτῃ καὶ τοιαύτῃ ἁγίᾳ παρθένῳ Μαρίᾳ; τί δὲ ὠφέλησεν ἡμᾶς, εἰ καὶ συνήφθη (ὅπερ μὴ γένοιτο), περὶ τούτου ζητεῖν; ποῖον δὲ μᾶλλόν ἐστιν αἱρετώτερον, τὸ παραδοῦναι τὰ πράγ‐ ματα θεῷ ἢ 〈τὸ〉 βιάζεσθαι ἡμῖν τὰ χείρονα; ὅτι μὲν οὐκ ἐγράφη ἡμῖν ὅτι, ἐὰν μὴ πιστεύσωμεν ὅτι συνήφθη πάλιν ἡ Μαρία, οὐκ ἔχομεν
10ζωὴν αἰώνιον, ἀλλὰ εἰς κρίμα ἐρχόμεθα, δῆλον. ἐγράφη δὲ 〈ζητεῖν〉 τί καλά, ἀλλὰ τί δίκαια, τί σεμνά, «ἵνα δῶμεν χάριν καὶ τοῖς ἀκούουσιν». εἴασαν δὲ οἱ ἄνθρωποι τὰ ἀναγκαῖα, τὰ περὶ πίστεως ἀληθείας, τὰ ἐν δοξολογίᾳ θεοῦ, καὶ ὅθεν δ’ ἂν εὕρωσιν ἑαυτοῖς προσπορίζονται πρὸς βλάβην, 〈ἃ〉 φεῦ καὶ διανοεῖσθαι, μάλιστα τῆς γραφῆς μὴ λε‐
15γούσης. 16. Εἰ μὲν γὰρ ἔλεγεν ἡ γραφή, ἀπεδιδόαμεν ἂν * τὴν ἀλήθειαν καὶ οὐδὲν διενοούμεθα. μὴ γὰρ ὁ γάμος ἄσεμνος; μὴ βέβηλος ἡ κοίτη; μὴ οὐκ ἔστιν «ἡ κοίτη ἀμίαντος»; μὴ παραχαράσσεται γάμος; ἀπὸ δὲ προφητῶν καὶ ἀρχιερέων ἐπέχεται διὰ τὴν πρὸς τὸ μεῖζον ὑπηρεσίαν.
20μετὰ γὰρ τὸ προφητεῦσαι Μωυσῆν οὐκέτι γυναικὶ συνῆπται, οὐκέτι τέκνα κυΐσκει, οὐκέτι γεννᾷ ὁ τοιοῦτος. σχολ[ι]αίτερον γὰρ τὸν βίον ἔσχε πρὸς τὸν δεσπότην. πῶς γὰρ ἠδύνατο ἐν ὄρει Σινᾷ «τεσσαρά‐ κοντα νύκτας καὶ τεσσαράκοντα ἡμέρας» διατελεῖν γάμῳ προσανέχων; ἢ πῶς ἠδύνατο τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ πρὸς οἰκονομίαν
25θεοῦ ἕτοιμος εἶναι, πρὸς ἱερωσύνην τε σχολάζειν; καὶ πῶς τὰ μυστήρια διηγεῖσθαι καὶ τὸ συνομιλεῖν θεῷ τῷ γάμῳ συνημμένος διατελεῖν; εἰ γὰρ περὶ ἡμῶν φάσκει ὁ ἅγιος ἀπόστολος διαρρήδην καὶ λέγει * «πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ», πόσῳ γε μᾶλλον περὶ προφητῶν ἔσται οὗτος ἀληθὴς ὁ λόγος; προφῆτις τοίνυν καὶ ἡ
30Μαρία. «εἰσῆλθε» γάρ φησι «πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε466 in vol. 3
Haer
.

3

.

467

καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον» καὶ τὰ ἑξῆς. σημαίνει δὲ ἐνταῦθα τὴν τοῦ Γαβριὴλ εἴσοδον πρὸς τὴν Μαρίαν, ὅτε ἐξῆλθεν εὐαγγελίσασθαι αὐτῇ ὅτι μέλλει γεννᾶν υἱὸν θεοῦ σωτῆρα τῷ κόσμῳ,
5οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου. ἀλλὰ καὶ τῷ Φιλίππῳ τῷ εὐαγγελιστῇ «τέσσαρες ἦσαν θυγατέρες προφη‐ τεύουσαι»· ἐπροφήτευον δ’ ἄρα δι’ ἣν κατηξιοῦντο ἔχειν παρθενίαν. καὶ Θέκλα μὲν συναντᾷ Παύλῳ τῷ ἁγίῳ καὶ διαλύεται γάμον, ὁρ‐ μαστὸν ἔχουσα εὐειδέστατον, πρωτεύοντα δὲ πόλεως, πλούσιον
10ἄγαν, εὐγενέστατον δὲ [ἐν] τῷ βίῳ καὶ διαφανέστατον· καὶ περιφρονεῖ τῶν ἐπιγείων ἡ ἁγία, ἵνα τῶν ἐπουρανίων ἐγκρατὴς γένηται. εἰ τοίνυν οὗτοι ταῦτα, πόσῳ γε μᾶλλον ἡ Μαρία, ἐφ’ ἣν ἡ θαυμασία πᾶσα οἰκονομία γεγένηται; πόθεν τοίνυν συνάξω διανοίας εἰς τὸ ἀγαθὸν καὶ ἐκτρέψω τὸν ζόφον τῶν τὰ δεινὰ ἐγκισσησάντων, καθά‐
15περ γέγραπται «συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν»; οὗτοι γὰρ ἀληθῶς συλλαμβάνουσι πόνον διανοημάτων, τίκτουσι δὲ ἀνομίαν βλασφημιῶν. 17. Ἀλλὰ μή τις ἐκεῖνα ὑπονοείτω καὶ ἑτέρως αὐτὰ ὑποσπείρειν ἑαυτῷ πειρώμενος λεγέτω· πῶς οὖν εἶπε τὸ εὐαγγέλιον· ὅτι «εὑρέθη
20ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου ἡ Μαρία, πρὶν ἢ συνελθεῖν αὐτούς»; ἆρα οὖν προσεδοκᾶτο ἡ συνέλευσις καὶ τούτου χάριν εἶπε «πρὸ τοῦ συνελθεῖν»; ἀλλὰ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ τὸ αὐτὸ πάλιν εὐαγγέλιόν φησι [«καὶ εὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν εἰσελθεῖν αὐτούς», ἢ καὶ «ἐγέννησε καὶ οὐκ ἔγνω αὐτήν», ἢ καὶ] «ἐγέννησε τὸν υἱὸν αὐτῆς
25τὸν πρωτότοκον» [καὶ «οὐκ ᾔδει αὐτήν»], καὶ «οὐκ ἔγνω αὐτὴν, ἕως ὅτου ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον». καὶ οὐκ οἴδασιν οἱ τὰς θεω‐ ρίας τῶν γραφῶν διαιρεῖν ἐπαγγελλόμενοι καὶ τὰ μετέωρα καὶ βαθύτατα περιεργάζεσθαι ἐπιχειροῦντες ὅτι ἡ θεωρία τοιοῦτον ἔχει τὸν τρόπον. εἰ γὰρ πάλιν ἐγέννησεν ἡ Μαρία, ἔδει καὶ τῶν ἄλλων ἀδελφῶν εἰπεῖν τὰ
30ὀνόματα. εἰ δὲ 〈πρωτότοκος καλεῖται〉, ἐπειδὴ «πρωτότοκός ἐστι πάσης κτίσεως» ὁ μονογενής, μὴ θορυβοῦ. οὐ γὰρ εἶπεν ὅτι ἐγέννησε τὸν
πρωτότοκον αὐτῆς, ἀλλ’ «οὐκ ἔγνω αὐτὴν ἕως ὅτου ἐγέννησε τὸν υἱὸν467 in vol. 3
Haer
.

3

.

468

αὐτῆς», καὶ οὐκ εἶπε τὸν πρωτότοκον αὐτῆς, ἀλλὰ «τὸν πρωτότοκον». ἐπὶ μὲν γὰρ τῷ υἱῷ αὐτῆς ἐσήμανεν 〈τὸ〉 ἐξ αὐτῆς κατὰ σάρκα γεγεν‐ νῆσθαι, ἐπὶ δὲ τῇ τοῦ πρωτοτόκου ἐπωνυμίᾳ οὐκέτι τὸ αὐτῆς ἔθετο, ἀλλὰ πρωτότοκον μόνον. οὗτος γάρ ἐστιν ὁ παρὰ τῷ ἀποστόλῳ
5εἰρημένος «πρωτότοκος πάσης κτίσεως», μὴ συνημμένος τῇ κτίσει, ἀλλὰ πρὸ κτίσεως γεγεννημένος. οὐ γὰρ εἶπε πρωτόκτιστος, ἀλλὰ πρωτότοκος διαιρουμένης τῆς ἀναγνώσεως ἐπὶ τὸ βέλτιον καὶ ἀσφαλέ‐ στερον, τῷ πρῶτον μὲν λέγειν πρωτότοκος, ἔπειτα ὑποβεβηκυῖαν λέγειν τὴν κτίσιν. τὸ μὲν γὰρ πρωτότοκος ἐπὶ τοῦ υἱοῦ λαμβάνεται,
10ἡ δὲ κτίσις διὰ τοῦ υἱοῦ 〈γεγένηται〉. «ἐγέννησε τοίνυν τὸν υἱὸν αὐτῆς, τὸν πρωτότοκον», οὐκ αὐτῆς δὲ τὸν πρωτότοκον, ὡς αὐτῆς μελλούσης ἄλλον κυΐσκειν. «καὶ οὐκ ᾔδει αὐτήν»· πόθεν γὰρ ᾔδει ὅτι τοσαύτην χάριν λήψεται γυνή; ἢ πόθεν ᾔδει ὅτι τοιαύτην δόξαν δοξασθήσεται 〈ἡ〉 παρθένος; γυναῖκα μὲν ᾔδει αὐτὴν τῇ πλάσει καὶ θήλειαν τῇ φύσει
15καὶ ἐκ μητρὸς Ἄννης καὶ ἐκ πατρὸς Ἰωακείμ, συγγένισσαν δὲ τῆς Ἐλισάβετ, ἐξ οἴκου καὶ πατριᾶς τοῦ Δαυίδ, οὐκ ᾔδει δὲ ὅτι τοιαύτην δόξαν τιμηθήσεταί τις ἐπὶ τῆς γῆς, μάλιστα γυνή. οὐκ ᾔδει οὖν αὐτὴν ἕως οὗ εἶδε τὸ θαῦμα, οὐκ ᾔδει αὐτῆς τὸ θαῦμα ἕως ὅτου εἶδε «τὸ γεγεν‐ νημένον ἐξ αὐτῆς». ὅτε δὲ ἔτεκεν, ἔγνω καὶ τὴν τοῦ θεοῦ τιμήν, ὅτι
20αὐτὴ ἦν ἡ ἀκούσασα «χαῖρε κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ». 18. Αὕτη ἐστὶν ἡ παρὰ μὲν τῇ Εὔᾳ σημαινομένη, δι’ αἰνίγματος λαβοῦσα τὸ καλεῖσθαι «μήτηρ ζώντων». ἐκεῖ μὲν γὰρ μήτηρ ζώντων κέκληται, καὶ 〈τοῦτο〉 μετὰ τὸ ἀκοῦσαι «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ», μετὰ τὴν παράβασιν. καὶ ἦν θαῦμα ὅτι μετὰ τὴν παράβασιν ταύτην
25τὴν μεγάλην ἔσχεν ἐπωνυμίαν. καὶ κατὰ μὲν τὸ αἰσθητὸν ἀπ’ ἐκείνης τῆς Εὔας πᾶσα τῶν ἀνθρώπων ἡ γέννησις ἐπὶ γῆς γεγένηται· ὧδε δὲ ἀληθῶς ἀπὸ Μαρίας αὐτὴ ἡ ζωὴ τῷ κόσμῳ γεγέννηται, ἵνα ζῶντα γεννήσῃ καὶ γένηται ἡ Μαρία μήτηρ ζώντων. δι’ αἰνίγματος οὖν ἡ Μαρία μήτηρ ζώντων κέκληται. περὶ γὰρ τῶν δύο γυναικῶν ἐλέχθη
30«τίς δέδωκε γυναικὶ 〈ὑφάσματοσ〉 σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην;»
ἐπειδὴ γὰρ ἡ πρώτη σοφὴ Εὔα ὑφαίνουσα 〈ἦν〉 ἱμάτια τὰ αἰσθητὰ468 in vol. 3
Haer
.

3

.

469

διὰ τὸν Ἀδάμ, ὅνπερ ἐγύμνωσεν· αὐτῇ γὰρ ἐδόθη οὗτος ὁ κάματος. ἐπειδὴ γὰρ δι’ αὐτῆς ἡ γύμνωσις εὕρηται, αὐτῇ δέδοται τὸ ἀμφιεν‐ νύειν τὸ σῶμα τὸ αἰσθητὸν διὰ τὴν γύμνωσιν τὴν αἰσθητήν. τῇ δὲ Μαρίᾳ δέδοται ὑπὸ θεοῦ, ὅπως τέκῃ ἡμῖν ἀρνίον καὶ πρόβατον, καὶ ἐκ
5τῆς δόξης αὐτοῦ τοῦ ἀρνίου καὶ προβάτου γένηται ἡμῖν ὡς ἀπὸ πόκου ἐν σοφίᾳ δι’ ἀρετῆς αὐτοῦ ἔνδυμα ἀφθαρσίας. ἀλλὰ καὶ ἕτερον περὶ τούτων διανοεῖσθαι ἔστι θαυμαστόν, περί τε τῆς Εὔας καὶ τῆς Μαρίας. ἡ μὲν γὰρ Εὔα πρόφασις γεγένηται θανάτου τοῖς ἀνθρώποις· δι’ αὐτῆς γὰρ «εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον». ἡ δὲ Μαρία πρό‐
10φασις ζωῆς, δι’ ἧς ἐγεννήθη ἡμῖν ζωή. καὶ διὰ τοῦτο ὁ υἱὸς τοῦ θεοῦ παρεγένετο εἰς τὸν κόσμον. καὶ «οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπε‐ ρίσσευσεν ἡ χάρις». καὶ ὅθεν γέγονε θάνατος, ἐκεῖ προέλαβεν ἡ ζωή, ἵνα ζωὴ ἀντὶ θανάτου γένηται, ἐκκλείσασα τὸν θάνατον τὸν ἐκ γυ‐ ναικός, πάλιν ὁ διὰ γυναικὸς ἡμῖν ζωὴ γεγενημένος. καὶ ἐπειδὴ ἐκεῖ
15μὲν ἔτι οὖσα παρθένος ἡ Εὔα ἐν παρεκβάσει παρακοῆς γέγονε, πάλιν διὰ τῆς παρθένου γέγονεν ἡ ὑπακοὴ τῆς χάριτος, εὐαγγελισθείσης τῆς ἀπ’ οὐρανοῦ καθόδου ἐνσάρκου παρουσίας καὶ ζωῆς αἰωνίου. ἐκεῖ γάρ φησι πρὸς τὸν ὄφιν «καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον αὐτῆς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ
20σπέρματος αὐτῆς». οὐδαμοῦ δὲ σπέρμα εὑρίσκεται γυναικός, * ἀλλ’ ἢ κατὰ τὸ αἴνιγμα ἐπὶ τῆς Εὔας λαμβάνεται ἡ ἔχθρα πρὸς τὰ ὑπ’ αὐτοῦ γεννώμενα τοῦ τε ὄφεως καὶ τοῦ ἐν τῷ ὄφει γενομένου διαβόλου καὶ φθόνου. 19. Ἀλλ’ οὖν γε κατὰ τὸ τελειότατον οὐ δύναται ἐν αὐτῇ τὸ πᾶν
25πληρωθῆναι. πληρωθήσεται δὲ ὡς ἀληθῶς ἐν τῷ σπέρματι τῷ ἁγίῳ, τῷ ἐξαιρέτῳ, τῷ μονωτάτῳ, τῷ ἀπὸ Μαρίας μόνον εὑρεθέντι καὶ οὐκ ἀπὸ συζυγίας ἀνδρός. οὗτος γὰρ ἦλθεν «ἀνελεῖν» τήν τε δύναμιν «τοῦ δράκοντος καὶ σκολιοῦ ὄφεως φεύγοντος» καὶ τὴν πᾶσαν οἰκουμένην κατειληφέναι λέγοντος. διὰ τοῦτο παρεγένετο ἐκ γυναικὸς ὁ μονο‐
30γενής, εἰς ἀναίρεσιν μὲν τοῦ ὄφεως, τουτέστι τῆς κακοδιδασκαλίας καὶ φθορᾶς καὶ ἀπάτης, πλάνης τε καὶ ἀνομίας. οὗτός ἐστιν ἀληθῶς «ἀνοίγων μήτραν μητρός». πάντες γὰρ ὅσοι ἐγεννήθησαν πρωτότοκοι,
ἵνα καὶ σεμνότερον εἴπωμεν, οὐκ ἠδυνήθησαν τοῦτο πληροῦν ἀλλ’469 in vol. 3
Haer
.

3

.

470

ἢ μόνος ὁ μονογενής, «μήτραν παρθένου ἀνοίξας». ἐν τούτῳ γὰρ μόνῳ τετελείωται καὶ ἐν ἄλλῳ οὐδενί. ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς ὑποθέσεως ἔστιν ἰδεῖν. ἐπὶ Μαρίας γὰρ λαμβάνεται ἡ λέξις, καὶ περὶ τῆς ἐκκλησίας ἔσται μοι τοῦτο λέγον «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα
5αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». ὁ δὲ ἅγιος ἀπόστολός φησι «τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλη‐ σίαν». καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν· ὅτι ἐπὶ μὲν τῷ Ἀδὰμ «ἔπλασε» λέγων, ἐπὶ δὲ τῇ Εὔᾳ οὐκέτι πεπλάσθαι λέγων, ἀλλ’ «οἰκο‐
10δομεῖσθαι». «ἔλαβε» γάρ φησι «μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ᾠκο‐ δόμησεν αὐτῷ εἰς γυναῖκα», ἵνα δείξῃ τὸν μὲν κύριον ἀπὸ Μαρίας ἀναπλάσαντα ἑαυτῷ σῶμα, ἀπ’ αὐτῆς δὲ τῆς πλευρᾶς οἰκοδομηθῆναι ἐκκλησίαν, ἐν τῷ νυχθῆναι αὐτοῦ τὴν πλευρὰν καὶ τὰ μυστήρια τοῦ αἵματος καὶ ὕδατος ἐν ἡμῖν λύτρα γενέσθαι.
15 20. Ἀλλ’ ὅμως ἔγνω τὴν Μαρίαν ὁ Ἰωσήφ, οὐ κατὰ γνῶσίν τινα χρήσεως, οὐ κατὰ γνῶσιν κοινωνίας, ἀλλ’ ἔγνω αὐτήν, τιμῶν τὴν ἐκ θεοῦ τετιμημένην. οὐ γὰρ ᾔδει αὐτὴν τοιαύτης δόξης οὖσαν, ἕως ὅτε εἶδε κύριον ἐκ γυναικὸς γεγεννημένον. καὶ τὸ «πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα», ἵνα μή ποτε κρατήσῃ ὁ λόγος τῶν
20νομιζόντων ἐκ κοινωνίας ἀνδρὸς εἶναι τὸ 〈ἐκ〉 τοῦ θεοῦ οἰκονομηθὲν μυστήριον. ἔλεγε γάρ, πρὶν ἢ τοῦτο γενέσθαι ὅπερ προσεδοκᾶτο. οὐ γέγονε δὲ τοῦτο τὸ πρᾶγμα. εἰ γὰρ καὶ προσεδοκᾶτο ἡ παρθένος τῷ Ἰωσὴφ εἰς συνάφειαν, ὡς οὐδὲ ἐπεδέχετο διὰ τὸ γηραλέον, ὅμως προλαμβάνει ἡ γραφὴ καὶ ἡμῖν ὑποτίθεται καὶ τὴν διάνοιαν ἐπασφαλί‐
25ζεται, δυνατῆς οὔσης τῆς ὑποθέσεως κατὰ τὸν θεῖον τόκον, 〈τοῦ〉 πεῖσαι 〈ἡμᾶσ〉 μηκέτι 〈ἐξεῖναι〉 ἐγγίζειν ἀνδρὶ πρὸς συνάφειαν τῇ παρ‐ θένῳ, ὡς καὶ ὁ ἄγγελος τὸν Ἰωσὴφ ἔπεισε μὴ εἶναι τὴν ὑπόνοιαν ἥνπερ αὐτὸς ἐνόμιζεν. ὅμοιον γὰρ τῷ προρρηθέντι «πρὶν ἢ συνελθεῖν αὐτούς», ὡς προσδοκωμένου, οὐ γενομένου δέ, τὸ «δίκαιος ὢν ἐζήτει μὴ παρα‐
30δειγματίσαι αὐτήν, ἀλλὰ λάθρᾳ ἀπολῦσαι αὐτήν», ὡς φαύλου μὲν γινομένου ἀπὸ τοῦ παραδειγματίσαι αὐτήν, οὐ γενομένου δέ· ὡς
ὁ ἄγγελος διδάσκει λέγων «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν470 in vol. 3
Haer
.

3

.

471

γυναῖκά σου», τὴν μηδέπω γενομένην, καὶ εἰ ἐν ὑπονοίᾳ σφάλματος παρὰ σοί ἐστιν, ἀλλ’ οὐδὲ οὕτως οὖσαν ὡς οἴει, καὶ τὰ ἑξῆς. εὐθὺς γὰρ ἀκολούθως λέγει «τὸ γὰρ γεννηθὲν ἐν αὐτῇ», ὡς ἤδη γεγεννη‐ μένου, πάλιν δὲ τὸ «τέξεται υἱόν» ὡς ἐπὶ μέλλοντος· οὕτως γὰρ ἦν. διὰ
5δὲ τὸ πεπιστῶσθαι ἡ προαναφώνησις, ὡς καὶ τὸ «πρὶν ἢ συνελθεῖν» * ἀρκούμενοι ὅτι οὐδ’ ὅλως γεγένηται. «ἕως ὅτου ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» τοῖς αὐτοῖς ἐστιν ἑρμηνευόμενον, διὰ τὸ θαυμαστὸν τῆς περὶ τὴν παρθένον γνώσεως 〈τὴν〉 πρὸς θεὸν τετιμημένην. 21. Μὴ νομίσῃ δέ τις ἐκ τοῦ λέγειν «πρὸ τοῦ συνελθεῖν αὐτούς»
10ὅτι μετέπειτα συνῆλθον· οὐδὲ γὰρ ἔχει τις δεῖξαι ἢ σημᾶναι· ἀλλ’ ἵνα δείξῃ ἄχραντον τὴν κύησιν τοῦ σωτῆρος, τοῦτο ἡ γραφὴ ἐπεβεβαιώ‐ σατο. τὸ οὖν «οὐκ ἔγνω αὐτήν» διὰ τὴν δόξαν· τὸ δὲ πρωτότοκον, ἐπειδὴ πρωτότοκός ἐστι πρὶν ἢ τὰς κτίσεις εἶναι καὶ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς», κατὰ τὸν ἀπόστολον, οὐ κατὰ τὸν ἀπὸ Μαρίας
15〈τοκετόν〉, ὡς ἄλλων υἱῶν ἀπ’ αὐτῆς ὄντων, ἀλλ’ ἐν τοῖς καταξιω‐ θεῖσι λαβεῖν δι’ αὐτοῦ τὴν υἱοθεσίαν, ὅτε υἱὸς αὐτῆς γέγονεν ἀλη‐ θῶς κατὰ σάρκα, ἵνα μὴ δόκησις ὑποληφθείη. ἀλλὰ καὶ πρωτότοκος καὶ υἱὸς αὐτῆς τῆς παρθένου, οὐ διὰ τὸ αὐτὴν ἄλλους υἱούς, ὡς ἔφην, ἔχειν. ὅμοιον γάρ ἐστι τοῦτο τῷ πρώτῳ 〈τῷ〉 πρὸ τῆς ἐνδημίας. ὁ γὰρ
20πρωτότοκος ὢν ἀληθῶς πατρὸς ἄνω πρὸ πάσης κτίσεως οὐκ ἀπὸ τοῦ ἄλλους μετ’ αὐτὸν ἐκ πατρὸς γεγεννῆσθαι λέγεται πρωτότοκος. οὐ γάρ ἐστιν αὐτῷ ἀδελφὸς δεύτερος, διότι μονογενής. οὕτω καὶ ἐπὶ τῆς ἐνσάρκου παρουσίας ἀεὶ [καὶ] πρωτότοκός ἐστι Μαρίας, ἀλλὰ μονογενὴς τῇ Μαρίᾳ πέφυκε, μὴ ἔχων δεύτερον ἀδελφὸν ἀπ’ αὐτῆς.
25καὶ παύσωνται οἱ καθ’ ἑαυτῶν μεμηχανημένοι τὰ βλαβερὰ μᾶλλον ἤπερ τὰ πρὸς ὠφέλειαν. μὴ μή, παρακαλῶ. ὁ τιμῶν κύριον τιμᾷ καὶ ἅγιον 〈σκεῦοσ〉, ὁ δὲ ἀτιμάζων ἅγιον 〈σκεῦοσ〉 ἀτιμάζει καὶ τὸν ἑαυτοῦ δεσπότην. ἔστω Μαρία παρ’ ἑαυτῇ ἡ ἁγία παρθένος, τὸ ἅγιον σκεῦος. ταῦτα γὰρ τὰ πρὸς βλάβην 〈ἐπινοηθέντα〉 ἡμᾶς οὐκ ὠφελεῖ· ἡμᾶς δὲ
30δεῖ σεμνότερον διανοεῖσθαι, ἵνα μὴ ὑψαυχενίαν κτησώμεθα ἢ διχόνοιαν ἢ περιττολογίαν. περὶ παντὸς γὰρ ἀργοῦ λόγου λόγον δώσομεν,
κατὰ τὸ γεγραμμένον· 〈διὸ〉 ἑαυτοὺς μεριμνήσωμεν, τὰ ἑαυτῶν ἐπισκε‐471 in vol. 3
Haer
.

3

.

472

ψώμεθα, μὴ τὰ ἑαυτῶν εἰς τοὺς ἁγίους ῥίψωμεν, μὴ ἀφ’ ἑαυτῶν τὰ τῶν ἁγίων διασκεψώμεθα. 22. Πάντως γὰρ βιαζόμενοί τινες καὶ ἐπὶ τὸ λαγνίστερον τρεπόμε‐ νοι καὶ ἐν αὑτοῖς ἔχοντες φθοριμαίαν ὑπόνοιαν βούλονται καὶ τοὺς
5ἁγίους χραίνειν, εἰς εὔλογον ἀπολογίαν τῆς ἑαυτῶν κακῆς καὶ ἀσθενοῦς ὑπονοίας· πρὸς οὓς ὁ ἀπόστολός φησιν «ἤθελον μὲν πάντας εἶναι ὡς ἐμαυτόν». τὸ δὲ ἐμαυτὸν πῶς ἄρα λέγει ἀλλ’ ἢ διὰ τὸ ἁγνεύειν; «διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω». ὑπεξῃρέθη δὲ ἡ ἀντωνυμία. ἐλεγκτικῶς γὰρ εἶπε καὶ ἐπιστρεφέστερον. εἶχε γὰρ εἰπεῖν,
10διὰ τὰς πορνείας ὑμῶν. τὸ ὑμῶν τοίνυν περιεῖλεν, ἵνα μὴ δόξῃ εἰς ὕβριν τινῶν τοῦτο εἰρηκέναι. ἐρρέθη δὲ εἰς κατάκρισίν τινων τῶν μὴ θελόντων θεῷ σχολάζειν μετὰ τὸ κατὰ τὸν νόμον βιοῦν καὶ εὐλόγως ἐπιγνῶναι τὸ αὐτῶν σκεῦος εἰς παιδοποιίαν, ὡς καὶ οἱ παλαιοὶ πατέρες ἡμῶν τούτῳ τῷ εἴδει κέχρηνται· ὡς καί που εὑρήκαμεν λέγουσαν τὴν
15γραφήν «Ῥεβέκκα δὲ ἐξ ἑνὸς κοίτην ἔχουσα». τὸ «δὲ ἐξ ἑνός» εἰπὼν σεμ‐ νότερον μὲν διηγήσατο, ἔδειξε δὲ τὴν σύλληψιν δικαίαν οὖσαν· μετὰ γὰρ τὸ ἐσχηκέναι τέκνα δείκνυσι μηκέτι τῇ γυναικὶ αὐτὸν συναφθέντα. Ἀλλ’ ἐπειδήπερ ῥᾴδιον καὶ εὐχερές ἐστιν ἐπὶ τὰ φαῦλα μᾶλλον τρέπεσθαι τὴν διάνοιαν ἤπερ ἐπὶ τὰ ἀναγκαῖα, ὀλισθηροῦ ὄντος τοῦ
20ἡμετέρου ἀνθρωπίνου λογισμοῦ, καὶ οὐ τάχιον εὐθύνοντος αὐτοῦ τὴν ὁρμὴν ἐπὶ τὴν εὐθεῖαν ὁδὸν τοῦ κυρίου, ἀλλὰ κλίνοντος πῆ μὲν ἐπὶ τὰ δεξιά, πῆ δὲ ἐπὶ τὰ ἀριστερὰ καὶ βαρέως πληροῦντος τὸ παρὰ τῷ Σαλομῶντι εἰρημένον «μὴ κλίνῃς ἐπὶ τὰ δεξιά, μηδὲ ἐπὶ τὰ ἀριστερά», πάλιν ἄλλως ἡμῖν στρεφομένης τῆς κακίας περὶ τοὺς αὐτοὺς λογισμοὺς
25καὶ ὠθούσης ἡμῶν τὸ σῶφρον ἐφ’ ἑτέρας πάλιν ὁδοὺς βαδίζειν, ἀσφαλι‐ σώμεθα οὖν μή πως τὸ περισσοτέρως ἐγκωμιάσαι τὴν παρθένον γένηταί τινι εἰς ἄλλο πρόσκομμα φαντασίας. 23. Οἱ μὲν γὰρ εἰς τὸν υἱὸν βλασφημοῦντες, καθάπερ μοι ἄνω προδεδήλωται, φύσει ἀπαλλοτριοῦν αὐτὸν τῆς τοῦ πατρὸς θεότητος
30ἐφιλοτιμήσαντο· ἄλλοι δὲ πάλιν ἑτέρως φρονήσαντες, ὡς δῆθεν τιμῆσαι περισσοτέρως προαχθέντες, τὸν αὐτὸν εἶναι πατέρα εἶπον καὶ τὸν αὐτὸν υἱὸν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα· ἔστι δὲ τοῖς μέρεσιν ἀμφοτέροις ἀνίατος ἡ πληγή. οὕτω περὶ τῆς ἁγίας ταύτης καὶ μακαρίτιδος ἀει‐
παρθένου οἱ μὲν ἐξυβρίσαι τετολμήκασιν, ὡς συναφθεῖσαν αὐτὴν σαρκὶ472 in vol. 3
Haer
.

3

.

473

μετὰ τὴν μεγίστην ἐκείνην καὶ ἀκραιφνῆ οἰκονομίαν τοῦ κυρίου τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. καὶ ἔστι τοῦτο πάσης μοχθηρίας δυσσε‐ βέστατον. ὡς δὲ τοῦτό φαμεν 〈τεθαυμακέναι〉 ἐνηχηθέντες τινὰς οὕτω τετολμηκέναι ῥᾴστως ἐπιδοῦναι ἑαυτοὺς τῇ ἁμαρτίᾳ, οὕτω καὶ
5τὸ ἕτερον τεθαυμάκαμεν πάλιν ἀκηκοότες· ἄλλους γὰρ πάλιν 〈ἀκη‐ κόαμεν〉 ἀφραίνοντας εἰς τὴν ὑπὲρ τῆς αὐτῆς ἁγίας ἀειπαρθένου ὑπό‐ θεσιν ἀντὶ θεοῦ ταύτην παρεισάγειν ἐσπουδακότας καὶ σπουδάζοντας, καὶ ἐν ἐμβροντήσει τινὶ καὶ φρενοβλαβείᾳ φερομένους. διηγοῦνται γὰρ ὥς τινες γυναῖκες ἐκεῖσε ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῶν μερῶν τῆς Θρᾴκης
10τοῦτό γε τὸ κενοφώνημα ἐνηνόχασιν, ὡς εἰς ὄνομα τῆς ἀειπαρθένου κολλυρίδα τινὰ ἐπιτελεῖν καὶ συνάγεσθαι ἐπὶ τὸ αὐτὸ καὶ εἰς ὄνομα τῆς ἁγίας παρθένου ὑπὲρ τὸ μέτρον τι πειρᾶσθαι, ἀθεμίτῳ 〈τε〉 καὶ βλασφήμῳ ἐπιχειρεῖν πράγματι καὶ εἰς ὄνομα αὐτῆς ἱερουργεῖν διὰ γυναικῶν· ὅπερ τὸ πᾶν ἐστιν ἀσεβὲς καὶ ἀθέμιτον, ἠλλοιωμένον ἀπὸ
15τοῦ κηρύγματος τοῦ ἁγίου πνεύματος· ὥστε εἶναι τὸ πᾶν διαβολικὸν ἐνέργημα καὶ πνεύματος ἀκαθάρτου διδασκαλίαν. πληροῦται γὰρ καὶ ἐπὶ τούτους τὸ «ἀποστήσονταί τινες τῆς ὑγιοῦς διδασκαλίας, προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμονίων». ἔσονται γάρ φησι «νεκροῖς λατρεύοντες» ὡς καὶ ἐν τῷ Ἰσραὴλ ἐσεβάσθησαν. καὶ ἡ τῶν
20ἁγίων κατὰ καιρὸν εἰς θεὸν δόξα ἄλλοις γέγονε τοῖς μὴ ὁρῶσι τὴν ἀλήθειαν εἰς πλάνην. Ἐν γὰρ Σικίμοις, τουτέστιν ἐν τῇ νυνὶ Νεαπόλει, θυσίας οἱ ἐπιχώριοι τελοῦσιν εἰς ὄνομα τῆς Κόρης, δῆθεν ἐκ προφάσεως τῆς θυγατρὸς Ἰεφθάε, τῆς ποτὲ προσενεχθείσης τῷ θεῷ εἰς θυσίαν· καὶ
25τοῖς ἠπατημένοις τοῦτο γέγονεν εἰς βλάβην εἰδωλολατρείας καὶ κενο‐ λατρείας. ἀλλὰ καὶ τὴν θυγατέρα τοῦ Φαραώ, τιμήσασαν τὸν δοῦλον τοῦ θεοῦ Μωυσέα, ἀνελομένην τε καὶ ἀναθρέψασαν, διὰ τὸ περίφημον τότε τοῦ παιδίου ὑπὲρ τὸ δέον τιμήσαντες Αἰγύπτιοι ἀντὶ θεοῦ, καὶ τοῦτο εἰς κακὴν παράδοσιν τοῖς ἀνοήτοις παρέδωκαν εἰς θρησκείαν.
30καὶ προσκυνοῦσι τὴν Θέρμουτιν τὴν θυγατέρα τοῦ Ἀμενώφ, ἕως τότε473 in vol. 3
Haer
.

3

.

474

Φαραώ, ἐπειδὴ ὡς προεῖπον ἀνέθρεψε τὸν Μωυσέα. καὶ πολλὰ τοιαῦτα ὅμοια γέγονεν ἐν κόσμῳ εἰς πλάνην τῶν ἠπατημένων, οὐ τῶν ἁγίων αἰτίων ὄντων τισὶν εἰς πρόσκομμα, τῆς 〈δὲ〉 διανοίας τῶν ἀνθρώπων μὴ ἠρεμούσης, ἀλλ’ ἐπὶ τὰ πονηρὰ ἐκτρεπομένης. ἤτοι γὰρ ἀπέθανεν
5ἡ ἁγία παρθένος καὶ τέθαπται—ἐν τιμῇ αὐτῆς ἡ κοίμησις καὶ ἐν ἁγνείᾳ ἡ τελευτὴ καὶ ἐν παρθενίᾳ ὁ στέφανος· ἤτοι ἀνῃρέθη, καθὼς γέγραπται «καὶ τὴν ψυχὴν αὐτῆς διελεύσεται ῥομφαία»—ἐν μάρτυσιν αὐτῆς τὸ κλέος καὶ ἐν μακαρισμοῖς τὸ ἅγιον αὐτῆς σῶμα, δι’ ἧς φῶς ἀνέτειλε τῷ κόσμῳ· ἤτοι δὲ ἔμεινε· καὶ γὰρ οὐκ ἀδυνατεῖ τῷ θεῷ πάντα ποιεῖν
10ὅσαπερ βούλεται· τὸ τέλος γὰρ αὐτῆς οὐδεὶς ἔγνω—πέρα τοῦ δέοντος οὐ χρὴ τιμᾶν τοὺς ἁγίους, ἀλλὰ τιμᾶν τὸν αὐτῶν δεσπότην. παυ‐ σάσθω τοίνυν ἡ πλάνη τῶν πεπλανημένων. οὔτε γὰρ θεὸς ἡ Μαρία οὔτε ἀπ’ οὐρανοῦ ἔχουσα τὸ σῶμα, ἀλλ’ ἐκ συλλήψεως ἀνδρὸς καὶ γυναικός, κατ’ ἐπαγγελίαν δέ, ὥσπερ ὁ Ἰσαάκ, οἰκονομηθεῖσα. καὶ
15μηδεὶς εἰς ὄνομα ταύτης προσφερέτω· ἑαυτοῦ γὰρ τὴν ψυχὴν ἀπόλλει, μήτε πάλιν ἐμπαροινείτω ἐξυβρίζων τὴν ἁγίαν παρθένον. μὴ γὰρ γένοιτο, οὐ συνήφθη σαρκὶ μετὰ τὴν κύησιν, οὐδὲ πρὸ τῆς κυήσεως τοῦ σωτῆρος. 24. Καὶ ταῦτα μὲν τὰ ὀλίγα εἰς ἑαυτοὺς διασκοπήσαντες ἐγράψαμεν
20τοῖς βουλομένοις καταμαθεῖν τῆς γραφῆς τὴν ἀλήθειαν καὶ μὴ μάτην παροινεῖν τοῖς λόγοις καὶ βλάσφημόν τινα ἑαυτοῖς ἐξοπλίζεσθαι γλῶτταν. εἰ δὲ βούλονταί τινες ἀντέχεσθαι οὐδὲ καταδέχεσθαι τὰ ἐπωφελῆ, ἀλλὰ μᾶλλον τἀναντία, καὶ ἀφ’ ἡμῶν τῶν εὐτελῶν ἔσται ῥητέον τὸ «ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω», μή τις τοῖς
25ἀποστόλοις «κόπον παρεχέτω», μήτε ἡμῖν μηκέτι. ἃ γὰρ ᾔδειμεν σεμ‐ νότερα καὶ ἐπωφελῆ τῇ ἐκκλησίᾳ, ταῦτα περὶ τῆς ἁγίας παρθένου εἰρήκαμεν, συνηγοροῦντες τῇ κατὰ πάντα κεχαριτωμένῃ, ὡς εἶπεν ὁ Γαβριήλ «χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ». εἰ δὲ ὁ κύριος μετ’ αὐτῆς, πῶς ἔσται ἐν συζυγίᾳ ἑτέρᾳ; πῶς δὲ σαρκὶ πλησιάζουσα
30ἔσται, ὑπὸ κυρίου φυλαττομένη; οἱ ἅγιοι ἐν τιμῇ, ἡ ἀνάπαυσις αὐτῶν ἐν δόξῃ, ἡ ἀπεντεῦθεν αὐτῶν ἐκδημία ἐν τελειότητι, ὁ κλῆρος αὐτῶν ἐν μακαριότητι, ἐν μοναῖς ἁγίαις, ὁ χορὸς μετ’ ἀγγέλων, ἡ δίαιτα ἐν
οὐρανῷ, τὸ πολίτευμα ἐν θείαις γραφαῖς, τὸ κλέος ἐν τιμῇ ἀσυνεικάστῳ474 in vol. 3
Haer
.

3

.

475

καὶ διηνεκεῖ, τὰ βραβεῖα ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν. Προσαγορεύουσιν ὑμᾶς πάντες οἱ ἀδελφοί, προσείπατε δὲ καὶ αὐτοὶ πάντας τοὺς παρ’ ὑμῖν ἀδελφοὺς πιστοὺς ὀρθοδόξους, στυγοῦν‐
5τας ὑπερηφανίαν, μισοῦντας κοινωνίαν Ἀρειανῶν καὶ Σαβελλιανῶν ἐρεσχελίαν, τιμῶντας δὲ ὁμοουσίως τὴν τριάδα, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν καὶ θεότητα μίαν καὶ ἁπαξαπλῶς μίαν δοξολογίαν, καὶ μὴ σφαλλομένους περὶ τὴν τοῦ σω‐ τῆρος ἡμῶν σωτήριον οἰκονομίαν καὶ ἔνσαρκον παρουσίαν, ἀλλὰ
10πιστεύοντας τελείως τὴν Χριστοῦ ἐνανθρώπησιν, τέλειον θεόν, τέ‐ λειον τὸν αὐτὸν ἄνθρωπον χωρὶς ἁμαρτίας, λαβόντα αὐτὸ τὸ σῶμα ἀπὸ Μαρίας καὶ ψυχὴν λαβόντα καὶ νοῦν καὶ πάντα εἴ τί ἐστιν ἄνθρω‐ πος χωρὶς ἁμαρτίας, οὐ δύο ὄντα, ἀλλ’ ἕνα κύριον, ἕνα θεόν, ἕνα βασι‐ λέα, ἕνα ἀρχιερέα, θεὸν καὶ ἄνθρωπον, ἄνθρωπον καὶ θεόν, οὐ δύο,
15ἀλλ’ ἕνα, συνενωθέντα οὐκ εἰς σύγχυσιν, οὐδ’ εἰς ἀνυπαρξίαν, ἀλλ’ εἰς μεγάλην χάριτος οἰκονομίαν. ἔρρωσθε. Τῷ δὲ τῆς ἐπιστολῆς ἀντιγράφῳ ἀρκεσθέντες καλῶς ἔχοντι, πρὸς τὴν τούτων ἀντίθεσιν ἕως ὧδε ἱκανῶς ἔχειν δοκιμάζοντες καὶ ταύτην ἐν θεῷ ὑπερβεβηκότες ὡς ἑρπετὸν ἀπὸ ὀπῆς προκῦψαν, διὰ συνετῆς
20θεοῦ διδασκαλίας τε καὶ δυνάμεως, τῆς ὡς στύρακος πνεούσης εὐοδμίαν ἐν κόσμῳ ἐπ’ ἀρετῇ * καὶ ἁγίων παίδων τῆς παρθενίας, ἀπὸ Μαρίας ἀρξαμένης τῆς ἁγίας διὰ τοῦ ἐξ αὐτῆς φῶς τῷ κόσμῳ ἀνατείλαντος, διελέγξαντες καὶ τὸν κακὸν ἰὸν τῆς ἑρπετώδους μοχθηρίας αὐτῶν ἐπι‐ δείξαντες, ἐπὶ τὰς ἑτέρας πάλιν βαδίσωμεν εἰς τελείωσιν τῆς πάσης ἐν
25θεῷ πραγματείας.
25
— — — Κατὰ Κολλυριδιανῶν τῶν τῇ Μαρίᾳ προσφερόντων νθ, τῆς δὲ
ἀκολουθίας
οθ. 1. Ἑξῆς δὲ ταύτῃ 〈ἄλλη〉 εἰς φήμην πέφηνεν αἵρεσις, περὶ ἧς ἤδη ὑπεμνήσαμεν ὀλίγα ἐν τῇ πρὸ ταύτης, διὰ τῆς εἰς Ἀραβίαν γραφείσης
30ἐπιστολῆς τῆς περὶ τῆς Μαρίας ἐχούσης. καὶ αὐτὴ δὲ ἡ αἵρεσις πάλιν
ἐν τῇ Ἀραβίᾳ ἀπὸ τῆς Θρᾴκης καὶ τῶν ἄνω μερῶν τῆς Σκυθίας ἀνεδείχθη475 in vol. 3
Haer
.

3

.

476

καὶ εἰς ἡμῶν ἀκοὰς ἀνηνέχθη· ἥτις ἐστὶ καὶ αὐτὴ γελοῖος καὶ χλεύης ἔμπλεως παρὰ τοῖς συνετοῖς εὑρισκομένη. ἀρξώμεθα 〈γοῦν〉 περὶ αὐτῆς φρᾶσαι καὶ τὰ κατ’ αὐτὴν διηγήσασθαι· εὐηθείας γὰρ μᾶλλον κριθήσεται ἤπερ συνέσεως αὕτη, καθὼς καὶ ἄλλαι ὅμοιαι ταύτῃ ἦσαν. ὡς γὰρ ἄνω
5πολὺ διὰ τῆς πρὸς Μαρίαν ὕβρεως οἱ δόξαντες ταῦτα ὑπονοεῖν βλαβερὰς ὑπονοίας 〈ἐν〉σπείρουσι λογισμοῖς ἀνθρώπων, οὕτω καὶ οὗτοι ἐπὶ τὸ ἕτερον μέρος κλίναντες ἐν ἀκρότητι βλάβης καταλαμβάνονται, ὅπως κἀκεῖνο τὸ παρά τισι τῶν ἔξωθεν φιλοσόφων ᾀδόμενον καὶ ἐν αὐτοῖς πληρωθήσεται ἐν τῷ λέγειν, αἱ ἀκρότητες ἰσότητες. ἴση γὰρ ἐπ’ ἀμφοτέ‐
10ραις ταύταις ταῖς αἱρέσεσιν ἡ βλάβη, τῶν μὲν κατευτελιζόντων τὴν ἁγίαν παρθένον, τῶν δὲ πάλιν ὑπὲρ τὸ δέον δοξαζόντων. οὗτοι γὰρ οἱ τοῦτο διδάσκοντες τίνες εἰσὶν ἀλλ’ ἢ γυναῖκες; γυναικῶν γὰρ τὸ γένος εὐόλι‐ σθον, σφαλερὸν δὲ καὶ ταπεινὸν τῷ φρονήματι. καὶ αὐτό〈θι〉 γὰρ ἔδοξεν ἀπὸ γυναικῶν ὁ διάβολος ἐξεμεῖν, ὡς καὶ ἄνω παρὰ Κυϊντίλλῃ καὶ Μα‐
15ξιμίλλῃ καὶ Πρισκίλλῃ περιγέλαστα [τὰ] διδάγματα, οὕτω καὶ ἐνταῦθα. τινὲς γὰρ γυναῖκες κουρικόν τινα κοσμοῦσαι ἤτοι δίφρον τετράγωνον, ἁπλώσασαι ἐπ’ αὐτὸν ὀθόνην, ἐν ἡμέρᾳ τινὶ φανερᾷ τοῦ ἔτους [ἐν ἡμέραις τισὶν] ἄρτον προτιθέασι καὶ ἀναφέρουσιν εἰς ὄνομα τῆς Μαρίας, αἱ πᾶσαι δὲ ἀπὸ τοῦ ἄρτου μεταλαμβάνουσιν, ὡς ἐν αὐτῇ τῇ εἰς τὴν Ἀραβίαν ἐπιστολῇ
20γράφοντες ἐκ μέρους περὶ τούτου διελέχθημεν. νῦν δὲ σαφῶς τὰ περὶ αὐτῆς λέξομεν, καὶ τὰς κατ’ αὐτῆς ἀνατροπὰς θεὸν αἰτησάμενοι κατὰ τὸ δυνατὸν παραθησόμεθα, ὅπως τῆς εἰδωλοποιοῦ ταύτης αἱρέσεως τὰς ῥίζας ἐκτεμόντες ἀπό τινων τὴν τοιαύτην λύσσαν καταλῦσαι ἐν θεῷ δυνηθῶμεν.
25 2. Ἄγε τοίνυν, θεοῦ δοῦλοι, ἀνδρικὸν φρόνημα ἐνδυσώμεθα, γυναι‐ κῶν δὲ τούτων τὴν μανίαν διασκεδάσωμεν. τὸ πᾶν γὰρ θήλεος ἡ ὑπόνοια καὶ Εὔας πάλιν τῆς ἀπατωμένης τὸ νόσημα, μᾶλλον δ’ ἔτι τοῦ ὄφεως τοῦ ἐρεθιστικοῦ θηρὸς καὶ τοῦ λαλήσαντος ἐν αὐτῇ ἡ τῆς πλάνης ὑπόσχεσις, μηδὲν 〈ὑγιὲσ〉 εἰς μέσον φέρουσα οὐδὲ τὰ ὑπισχνούμενα τελειοῦσα ἀλλ’
30ἢ μόνον θάνατον ἀπεργαζομένη, τὰ μὴ ὄντα ὡς ὄντα καλοῦσα καὶ διὰ τῆς ὁράσεως τοῦ ξύλου παρακοὴν ἐργαζομένη καὶ ἀποστροφὴν ἀπ’ αὐτῆς
τῆς ἀληθείας διὰ τοῦ ἐπὶ πολλὰ τρέπεσθαι. νομίζειν δὲ ἔσται ὁποῖα476 in vol. 3
Haer
.

3

.

477

ὁ ἀπατεὼν ἔσπειρε λέγων «ἔσεσθε ὡς θεοί», οὕτω καὶ τούτων τὸ φρόνημα κεπφούμενον τῇ τοῦ προειρημένου θηρὸς ἐπάρσει, ἐφ’ ᾗ φύσει πάλιν τὸν θάνατον ἐργάζεται, ὡς καὶ πολλάκις εἶπον. πρῶτον μὲν γὰρ εὐθὺς διασκοπεῖν 〈μέλλοντι〉 ἀπ’ αἰῶνος καὶ δεῦρο, τίνι οὐ σαφές ἐστιν ὅτι
5δαιμόνων ἐστὶ τὸ δίδαγμα καὶ σχῆμα καὶ ἠλλοιωμένον τὸ ἐπιχείρημα; θεῷ μὲν ἀπ’ αἰῶνος οὐδαμῶς γυνὴ ἱεράτευσεν, οὐκ αὐτὴ Εὔα, καίτοι γε ἐν παρεκβάσει γενομένη, ἀλλ’ οὐκ ἐτόλμησεν ἔτι ἀσεβὲς τοιοῦτον ἀποτελέσαι ἐπιχείρημα· οὐ μία τῶν ταύτης θυγατέρων, καίτοι γε τοῦ Ἄβελ εὐθὺς ἱερουργήσαντος θεῷ καὶ τοῦ Κάϊν θύσαντος ἐνώπιον κυρίου
10θυσίας, ἀλλ’ οὐ προσδεδεγμένας, Ἐνώχ τε εὐαρεστήσαντος καὶ μετατεθέντος, Νῶε δὲ προσενέγκαντος ἐκ τῶν τῆς κιβωτοῦ περισσευμάτων εὐχαριστη‐ ρίους προσφορὰς κυρίῳ, εὐγνώμονος διαθέσεως ὑποδεικνύοντος τεκμήριον, ὁμολογοῦντος τὴν χάριν τῷ σεσωκότι. Ἀβραὰμ δὲ ὁ δίκαιος ἱερουργεῖ θεῷ, καὶ Μελχισεδὲκ ὁ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ Ἰσαὰκ θεῷ
15εὐάρεστος εὑρίσκεται, καὶ Ἰακὼβ κατὰ δύναμιν προσήνεγκεν ἐπὶ τοῦ λίθου, ἀπὸ τοῦ φακοῦ ἐπιχέας ἔλαιον. οἱ τούτου δὲ υἱεῖς· Λευὶς μὲν εὑρίσκεται καθεξῆς ἱερωσύνην ἀναδεδεγμένος· ἐξ αὐτοῦ δὲ τοῦ γένους οἱ τὸ ἱερατικὸν τάγμα ἀναδεδεγμένοι, φημὶ δὲ Μωυσῆς ὁ προφήτης καὶ ἱεροφάντωρ, Ἀαρών τε καὶ οἱ τούτου παῖδες, Ἐλεάζαρ τε καὶ Φινεὲς
20καὶ Ἰθάμαρ ὁ τούτου ἔκγονος. καὶ τί μοι τὰ πλήθη λέγειν τῶν ἱερουργη‐ σάντων θεῷ ἐν παλαιᾷ διαθήκῃ; ὡς Ἀχιτὼβ εὑρίσκεται ἱερουργῶν, οἵ τε Κορῖται καὶ οἱ Γερσωνῖται καὶ Μεραρῖται, τὴν Λευιτικὴν πεπι‐ στευμένοι τάξιν, ὅ τε οἶκος Ἠλεὶ καὶ οἱ μετ’ αὐτὸν οἱ ἀπὸ τῆς συγγενείας αὐτοῦ ἐν τῷ οἴκῳ Ἀβιμέλεχ καὶ Ἀβιάθαρ, Χελκίας τε καὶ Βουζεί,
25ἄχρι Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, Ἔσδρα τε τοῦ ἱερέως καὶ τῶν ἄλλων. καὶ οὐδαμοῦ γυνὴ ἱεράτευσεν. 3. Ἐλεύσομαι δὲ καὶ εἰς τὴν καινὴν διαθήκην. εἰ ἱερατεύειν γυναῖκες θεῷ προσετάσσοντο ἢ κανονικόν τι ἐργάζεσθαι ἐν ἐκκλησίᾳ, ἔδει μᾶλλον αὐτὴν τὴν Μαρίαν ἱερατείαν ἐπιτελέσαι ἐν καινῇ διαθήκῃ, τὴν καταξιω‐
30θεῖσαν ἐν κόλποις ἰδίοις ὑποδέξασθαι τὸν παμβασιλέα, θεὸν ἐπουράνιον, υἱὸν τοῦ θεοῦ, ἧς ἡ μήτρα ναὸς γενομένη καὶ κατοικητήριον εἰς τὴν τοῦ κυρίου ἔνσαρκον οἰκονομίαν κατὰ φιλανθρωπίαν θεοῦ καὶ ἔκπληκτον μυστήριον ἡτοιμάσθη. ἀλλ’ οὐκ εὐδόκησεν. ἀλλ’ οὐδὲ βάπτισμα διδόναι πεπίστευται, ἐπεὶ ἠδύνατο ὁ Χριστὸς μᾶλλον παρ’ αὐτῆς βαπτισθῆναι
35ἤπερ παρὰ Ἰωάννου. ἀλλὰ Ἰωάννης μὲν παῖς Ζαχαρίου ἐν τῇ ἐρήμῳ477 in vol. 3
Haer
.

3

.

478

διετέλεσε βάπτισμα ἀφέσεως ἁμαρτιῶν πεπιστευμένος, ὁ δὲ τούτου πατὴρ θεῷ ἱεράτευσε καὶ τῇ ὥρᾳ τοῦ θυμιάματος ὀπτασίαν εἶδε. Πέτρος τε καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς, Θαδδαῖος, καὶ Ἰάκωβος Ἀλφαίου, καὶ Ἰούδας Ἰακώβου καὶ
5Σίμων ὁ Καναναῖος, καὶ Ματθίας ὁ εἰς πλήρωσιν τῶν δώδεκα ἐκλελεγ‐ μένος, οὗτοι πάντες ἐξελέγησαν ἀπόστολοι 〈κατὰ〉 τὴν γῆν «ἱερουργοῦντες τὸ εὐαγγέλιον» ἅμα Παύλῳ καὶ Βαρνάβᾳ καὶ λοιποῖς, καὶ μυστηρίων ἀρχηγέται σὺν Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου καὶ πρώτῳ ἐπισκόπῳ Ἱεροσολύμων. ἐξ οὗπερ ἐπισκόπου καὶ τῶν προειρημένων ἀποστόλων
10κατεστάθησαν διαδοχαὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἐν οἴκῳ θεοῦ, καὶ οὐδαμοῦ γυνὴ ἐν τούτοις κατεστάθη. «ἦσαν δέ, φησί, τέσσαρες θυ‐ γατέρες Φιλίππῳ τῷ εὐαγγελιστῇ προφητεύουσαι», οὐ μὴν ἱερουργοῦσαι, καὶ «ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουήλ», ἀλλ’ οὐχ ἱερατείαν πεπι‐ στευμένη. ἔδει γὰρ πληροῦσθαι τὸ «προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ
15αἱ θυγατέρες ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται». καὶ ὅτι μὲν διακονισσῶν τάγμα ἐστὶν εἰς τὴν ἐκκλησίαν 〈δῆλον·〉 ἀλλ’ οὐχὶ εἰς τὸ ἱερατεύειν οὐδέ τι ἐπιχειρεῖν ἐπιτρέ‐ πεται, ἕνεκεν δὲ σεμνότητος τοῦ γυναικείου γένους ἢ δι’ ὥραν λουτροῦ ἢ ἐπισκέψεως πάθους ἢ πόνου καὶ ὅτε γυμνωθείη σῶμα γυναίου, ἵνα
20μὴ ὑπὸ ἀνδρῶν ἱερουργούντων θεαθείη, ἀλλ’ ὑπὸ τῆς διακονούσης, ἣ ἐπιτάσσεται ἀπὸ τοῦ ἱερέως ἐπιμελεῖσθαι πρὸς τὴν ὥραν τῆς ἐπιδεομένης γυναικὸς ἐν τῇ ὥρᾳ τῆς τοῦ σώματος αὐτῆς γυμνώσεως, τοῦ τάγματος τῆς εὐταξίας καὶ ἐκκλησιαστικῆς εὐνομίας ἐπιστημόνως ἐν μέτρῳ κανόνος σφόδρα ἠσφαλισμένου. διὸ οὔτε ἐπιτρέπει ὁ θεῖος λόγος γυναικὶ
25ἐν ἐκκλησίᾳ «λαλεῖν» οὔτε «αὐθεντεῖν ἀνδρός». καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. 4. Παρατηρητέον δὲ ὅτι ἄχρι διακονισσῶν μόνον τὸ ἐκκλησιαστικὸν ἐπεδεήθη τάγμα, χήρας τε ὠνόμασε καὶ τούτων τὰς ἔτι γραοτέρας πρεσ‐ βύτιδας, οὐδαμοῦ δὲ πρεσβυτερίδας ἢ ἱερίσσας προσέταξε. καὶ γὰρ
30οὔτε διάκονοι ἐν τῇ ἐκκλησιαστικῇ τάξει ἐπιστεύθησάν τι μυστήριον ἐπιτελεῖν, ἀλλὰ μόνον διακονεῖν τὰ ἐπιτελούμενα. πόθεν δὲ πάλιν ἡμῖν ὁ καινὸς μῦθος οὗτος ἐγήγερται; πόθεν γυναικῶν τῦφος καὶ μανία γυναικω‐
νῖτις; πόθεν τρεφομένη ἡ κακία, διὰ τῆς † πάλιν θήλεος ἡμῖν τὸ θῆλυ478 in vol. 3
Haer
.

3

.

479

τῆς ὑπονοίας τοῖς φρονήμασιν ἐπιχέουσα τὸ σφέτερόν 〈τε〉 ἡδυπα‐ θείας ἐργαζομένη, ἀπὸ τοῦ προκειμένου ἔξω βαίνειν τὴν τάλαιναν τῶν ἀνθρώπων φύσιν ἐπιχειρεῖ ἀναγκάζειν; ἀλλὰ μὴν τοῦ Ἰὼβ δεξώμεθα τὸ φρόνημα τὸ στερεὸν τοῦ ἀθλητοῦ, ἐξοπλισώμεθα τὴν δικαίαν ἀπό‐
5κρισιν ἐπὶ τοῖς χείλεσιν ἀναλαβόντες, εἴπωμεν καὶ αὐτοί «ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας». πόθεν γὰρ οὐκ ἐμβρόντητον τὸ τοιοῦ‐ τον φανήσεται παντὶ τῷ σύνεσιν ἔχοντι καὶ * ἐν θεῷ κεκτημένῳ; πόθεν οὐκ εἰδωλοποιὸν τὸ ἐπιτήδευμα καὶ τὸ ἐγχείρημα διαβολικόν; προφάσει γὰρ δικαίου ἀεὶ ὑπεισδύνων τὴν διάνοιαν ὁ διάβολος τῶν ἀνθρώπων
10τὴν θνητὴν φύσιν θεοποιῶν εἰς ὀφθαλμοὺς ἀνθρώπων ἀνδροείκελα ἀγάλ‐ ματα διὰ ποικιλίας τεχνῶν διέγραψε. καὶ τεθνήκασι μὲν οἱ προσκυνού‐ μενοι, τὰ δὲ τούτων ἀγάλματα μηδέποτε ζήσαντα (οὔτε γὰρ νεκρὰ δύναται λέγεσθαι τὰ μηδέποτε ζήσαντα) προσκυνητὰ παρεισάγουσι, διὰ μοι‐ χευσάσης διανοίας * ἀπὸ τοῦ ἑνὸς καὶ μόνου θεοῦ, ὡς ἡ πολύκοινος
15πόρνη ἐπὶ πολλὴν ἀτοπίαν πολυμιξίας ἐρεθισθεῖσα καὶ τὸ σῶφρον ἀπο‐ τριψαμένη τῆς τοῦ ἑνὸς ἀνδρὸς εὐνομίας. ναὶ μὴν ἅγιον ἦν τὸ σῶμα τῆς Μαρίας, οὐ μὴν θεός, ναὶ δὴ παρθένος ἦν ἡ παρθένος καὶ τετιμημένη, ἀλλ’ οὐκ εἰς προσκύνησιν ἡμῖν δοθεῖσα, ἀλλὰ προσκυνοῦσα τὸν ἐξ αὐτῆς σαρκὶ γεγεννημένον, ἀπὸ οὐρανῶν δὲ ἐκ κόλπων πατρῴων παραγενόμενον.
20καὶ διὰ τοῦτο τὸ εὐαγγέλιον ἐπασφαλίζεται ἡμᾶς λέγον, αὐτοῦ τοῦ κυρίου φήσαντος ὅτι «τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου»· ἵνα 〈γὰρ〉 ἀπὸ τοῦ «γύναι, τί ἐμοὶ καὶ σοί» μή τινες νομίσωσι περισσότερόν 〈τι〉 εἶναι τὴν ἁγίαν παρθένον, γυναῖκα ταύτην κέκληκεν, ὡς προφητεύων, τῶν μελλόντων ἔσεσθαι ἐπὶ τῆς γῆς σχισμάτων τε καὶ αἱρέσεων χάριν,
25ἵνα μή τινες ὑπερβολῇ θαυμάσαντες τὴν ἁγίαν εἰς τοῦτο ὑποπέσωσι τῆς αἱρέσεως τὸ ληρολόγημα. 5. Χλεύης γάρ ἐστι τὸ πᾶν καὶ γραῶν [ὁ] μῦθος ὡς εἰπεῖν τῆς αἱρέ‐ σεως τὸ διήγημα. ποία δέ τις γραφὴ διηγήσατο περὶ τούτου; ποῖος προφητῶν ἐπέτρεψεν ἄνθρωπον προσκυνεῖσθαι, οὐ μὴν γυναῖκα λέγειν;
30ἐξαίρετον μὲν γάρ ἐστι τὸ σκεῦος, ἀλλὰ γυνή, καὶ οὐδὲν τὴν φύσιν παρ‐ ηλλαγμένη, τὴν δὲ γνώμην καὶ τὴν αἴσθησιν ἐν τιμῇ τετιμημένη, ὥσπερ τὰ σώματα τῶν ἁγίων· καὶ εἴ τι περισσότερον πρὸς δοξολογίαν εἴποιμι, ὡς Ἠλίας ἐκ μητρὸς παρθένος καὶ οὕτω μένων εἰς τὸ διηνεκὲς καὶ ἀνα‐
λαμβανόμενος, θάνατον δὲ οὐχ ἑωρακώς· ὡς ὁ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος479 in vol. 3
Haer
.

3

.

480

τοῦ κυρίου ἀναπεσών, «ὃν ἠγάπα ὁ Ἰησοῦς»· ὡς Θέκλα ἡ ἁγία, καὶ Μαρία ἡ ἔτι ταύτης τιμιωτέρα δι’ ἣν κατηξίωται οἰκονομίαν. ἀλλ’ οὔτε Ἠλίας προσκυνητός, καίπερ ἐν ζῶσιν ὤν, οὔτε Ἰωάννης προσκυνητός, καίτοι γε διὰ ἰδίας εὐχῆς τὴν κοίμησιν αὑτοῦ ἔκπληκτον ἀπεργασάμενος, μᾶλλον
5δὲ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ἀλλ’ οὔτε ἡ Θέκλα οὔτε τις τῶν ἁγίων προσ‐ κυνεῖται. οὐ γὰρ κυριεύσει ἡμῶν ἡ ἀρχαία πλάνη 〈τοῦ〉 καταλιμπάνειν τὸν ζῶντα καὶ προσκυνεῖν τὰ ὑπ’ αὐτοῦ γεγονότα. «ἐλάτρευσαν γὰρ καὶ ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» καὶ «ἐμωράνθησαν». εἰ γὰρ ἀγγέλους προσκυνεῖσθαι οὐ θέλει, πόσῳ μᾶλλον τὴν ἀπὸ Ἄννης γεγεννη‐
10μένην, τὴν ἐκ τοῦ Ἰωακεὶμ τῇ Ἄννᾳ δεδωρημένην, τὴν δι’ εὐχῆς καὶ πάσης ἐπιμελείας κατὰ ἐπαγγελίαν πατρὶ καὶ μητρὶ δοθεῖσαν, οὐ μὴν ἑτέρως γεγεννημένην παρὰ τὴν τῶν ἀνθρώπων φύσιν, ἀλλὰ καθὼς πάντες ἐκ σπέρματος ἀνδρὸς καὶ μήτρας γυναικός; εἰ γὰρ καὶ ἡ τῆς Μαρίας ἱστορία καὶ παραδόσεις ἔχουσιν ὅτι ἐρρέθη τῷ πατρὶ αὐτῆς Ἰωακεὶμ
15ἐν τῇ ἐρήμῳ ὅτι ἡ γυνή σου συνειληφυῖα, 〈ἀλλ’〉 οὐχ ὅτι ἄνευ συζυγίας τοῦτο ἐγένετο, οὐδὲ ὅτι ἄνευ σπέρματος ἀνδρός, ἀλλὰ τὸ μέλλον ἔσεσθαι προεθέσπιζεν ὁ ἄγγελος ἀποσταλείς, ἵνα μή τις γένηται δισταγμὸς διὰ τὸ ἐν ἀληθείᾳ γεγενημένον καὶ τὸ ἐκ θεοῦ ἤδη τεταγμένον καὶ τῷ δικαίῳ ἐπηγγελμένον.
20 6. Καὶ πάντη τὰς γραφὰς ὁρῶμεν 〈ὡσαύτωσ〉 διηγουμένας. Ἠσαΐας γὰρ προκηρύττει περὶ τῶν μελλόντων εἰς τὸν υἱὸν τοῦ θεοῦ πληροῦσθαι, λέγων «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ». καὶ ἐπειδὴ παρθένος ἦν ἡ γεννήσασα καὶ θεὸς [ὁ] μεθ’ ἡμῶν ἑρμηνευόμενος 〈ὁ〉 ἐν γυναικὶ κυϊσκόμενος,
25ἵνα μὴ ἐν δισταγμῷ ὑπονοίας τῷ προφήτῃ γένηται ἡ ἀλήθεια, ὁρᾷ ἐν ὁράσει καὶ διηγεῖται ἐκ πνεύματος ἁγίου ἀναγκαζόμενος ὁ προφήτης, καὶ φησί «καὶ εἰσῆλθε πρὸς τὴν προφῆτιν», διηγούμενος περὶ τῆς τοῦ Γαβριὴλ εὐαγγελικῆς εἰσόδου, ὃς ἀπεστάλη ὑπὸ θεοῦ διηγήσασθαι τὴν 〈τοῦ〉 μονογενοῦς υἱοῦ τοῦ θεοῦ εἴσοδον εἰς τὸν κόσμον καὶ γέννησιν
30ἀπὸ Μαρίας. «καὶ ἐν γαστρὶ ἔλαβε» φησί «καὶ ἔτεκεν υἱόν. καὶ εἶπε κύριος πρός με· κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ
καὶ τὰ σκῦλα Σαμαρείας» καὶ τὰ ἑξῆς. καὶ πάντα ταῦτα οὔπω ἦν τετε‐480 in vol. 3
Haer
.

3

.

481

λεσμένα· ἤμελλε δὲ τοῦτο γίνεσθαι ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ πληροῦσθαι μετὰ χίλια ἔτη καὶ ἑξακόσια, πλείω ἐλάσσω. καὶ τὰ μετὰ τοσαύτας γενεὰς μέλλοντα 〈γίνεσθαι〉 ὡς ἤδη γενόμενα ἑώρα ὁ προφήτης. ἆρα ψεῦσμα ἦν; μὴ γένοιτο. ἀλλὰ ἀσφαλῶς τὸ παρὰ τοῦ θεοῦ οἰκονομηθὲν
5ὡς ἤδη τετελειωμένον ἐκηρύττετο, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀλήθεια, ἵνα μὴ εἰς δισταγμὸν ἔλθῃ ἐν ὑπονοίᾳ τοῦ προφήτου τὸ τοιοῦτον ἔκθαμβον καὶ ἔκπληκτον μυστήριον μέλλον ἔσεσθαι. ἢ οὐχ ὁρᾷς αὐτὸ τὸ κήρυγμα τὸ ἐπιφερόμενον, ὡς λέγει αὐτὸς ὁ ἅγιος Ἠσαΐας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως
10οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ» καὶ τὰ ἑξῆς. καὶ βλέπε πῶς τὰ πρῶτα ὕστερα διηγεῖται καὶ τὰ ὕστερα ὡς γεγονότα ἑρμηνεύει, φήσας «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». παρῳχημένον γὰρ λέγεται εἶναι· οὐ γὰρ εἶπεν, ἄγεται, καὶ οὔπω ἦν ἀχθεὶς
15ὁ ὑπὸ Ἠσαΐου κηρυττόμενος. ἐλέγετο δὲ τῷ προφήτῃ ὡς ἤδη γεγενη‐ μένον τὸ ἔργον. ἀπαράβατος γὰρ ἦν ἡ θεοῦ μυσταγωγία. ἐξ αὐτῆς δὲ ὑποβαίνων οὐκέτι ὡς γενόμενα ἔλεγεν, ἵνα μὴ πλάνην πάλιν ἀπεργάσηται, ἀλλὰ φησίν «αἴρεται ἐκ τῆς γῆς ἡ ζωὴ αὐτοῦ». ἐκ δὲ τῶν δύο προφάσεων δείκνυσι τὴν ἀλήθειαν, ὅτι τὸ «ἤχθη» ἤδη ἐτελειοῦτο καὶ τὸ «αἴρεται»
20μετέπειτα ἐπληροῦτο, ἵνα ἀπὸ τοῦ γεγονέναι νοήσῃς τὸ ἀληθὲς καὶ τὸ πάγιον τῆς τοῦ θεοῦ ἐπαγγελίας, ἀπὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι τὸν χρόνον ἀπεικάσῃς τῶν ἀποκαλυπτομένων μυστηρίων. 7. Οὕτω καὶ ἐπὶ τῇ Μαρίᾳ ὁ ἄγγελος προέλεγεν ὅπερ ἔμελλεν εἰσερ‐ χόμενος ὁ πατὴρ ταύτης εἰς τὸν οἶκον τὸν ἴδιον παρὰ θεοῦ κομίζεσθαι,
25τὸ δι’ εὐχῆς αἰτηθὲν διὰ τῆς τοῦ πατρὸς καὶ 〈τῆσ〉 μητρὸς αἰτήσεως, ὅτι «ἰδού, ἡ γυνή σου συνειληφυῖα ἐν γαστρί», ἵνα βεβαίως περαιώσῃ τὴν διάνοιαν τοῦ πιστοῦ ἐν τῇ ἐπαγγελίᾳ. τοῦτο δὲ γέγονέ τισιν εἰς πλάνην. ἀδύνατον γάρ τινα παρὰ τὴν τῶν ἀνθρώπων φύσιν ἐπὶ τῆς γῆς γεννᾶσθαι. μόνος γὰρ διέπρεψεν * αὐτῷ μόνῳ παρεχώρησεν ἡ φύσις. οὗτος ὡς πλάστης
30καὶ ἐξουσιαστὴς τοῦ πράγματος ἑαυτὸν ἀπὸ παρθένου ὥσπερ ἀπὸ τῆς481 in vol. 3
Haer
.

3

.

482

γῆς ἀνεπλάσατο, θεὸς ἀπ’ οὐρανῶν ἐλθών, σάρκα ἐνδυσάμενος ὁ λόγος ἐξ ἁγίας παρθένου· οὐ μὴν δὲ προσκυνουμένης τῆς παρθένου, οὐδὲ ἵνα θεὸν ταύτην ἀπεργάσηται, οὐχ ἵνα εἰς ὄνομα αὐτῆς προσενέγκωμεν, οὐχ ἵνα γυναῖκας πάλιν ἱερείας μετὰ τοσαύτας γενεὰς ἀποδείξῃ. οὐκ
5εὐδόκησεν ὁ θεὸς τοῦτο ἐν Σαλώμῃ γενέσθαι, οὐκ ἐν αὐτῇ τῇ Μαρίᾳ. οὐκ ἐπέτρεψεν αὐτῇ δοῦναι βάπτισμα, οὐκ εὐλογῆσαι μαθητάς, οὐ τὸ ἄρχειν ἐπὶ τῆς γῆς ἐκέλευσεν, ἢ μόνον ἁγίασμα αὐτὴν εἶναι καὶ κατα‐ ξιωθῆναι τῆς αὐτοῦ βασιλείας. οὐ τὴν καλουμένην μητέρα Ῥούφου, οὐ τὰς ἀκολουθησάσας ἀπὸ Γαλιλαίας, οὐ τὴν Μάρθαν τὴν ἀδελφὴν
10Λαζάρου καὶ Μαρίαν, οὔτινα τῶν ἁγίων γυναικῶν 〈τῶν〉 καταξιωθεισῶν ὑπὸ τῆς αὐτοῦ παρουσίας σωθῆναι, ἐξυπηρετησαμένων 〈τε〉 αὐτῷ ἐκ τῶν ἰδίων ὑπαρχόντων, οὐ τὴν γυναῖκα τὴν Χανανῖτιν, οὐ τὴν αἱμορροοῦσαν καὶ σεσωσμένην, οὔτινα τῶν ἐπὶ τῆς γῆς γυναικῶν † τοῦτο ποιεῖν προσ‐ έταξε τὸ ἀξίωμα. πόθεν τοίνυν πάλιν ἡμῖν κυκλοδράκων, πόθεν ἀνακαινί‐
15ζεται τὰ σκολιὰ βουλεύματα; ἐν τιμῇ ἔστω Μαρία, ὁ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα προσκυνείσθω, τὴν Μαρίαν μηδεὶς προσκυνείτω. οὐ λέγω γυναικί, ἀλλ’ οὐδὲ ἀνδρὶ 〈ὡσ〉 θεῷ προστέτακται 〈προσφέρειν〉 τὸ μυστήριον, οὐδὲ ἄγγελοι χωροῦσι δοξολογίαν τοιαύτην. ἐξαλειφέσθω τὰ κακῶς γραφέντα ἐν καρδίᾳ τῶν ἠπατημένων, ἀμαυρούσθω ἐξ ὀφθαλμῶν
20τὸ ἐγκίσσημα τοῦ ξύλου· ἐπιστρέψῃ πάλιν τὸ πλάσμα πρὸς τὸν δεσπότην, ἐντρεπέσθω Εὔα μετὰ τοῦ Ἀδὰμ θεὸν τιμᾶν μόνον, μὴ ἀγέσθω τῇ τοῦ ὄφεως φωνῇ, ἀλλ’ ἐμμενέτω τῇ τοῦ θεοῦ προστάξει «μὴ φάγῃς ἀπὸ τοῦ ξύλου». καὶ ἦν τὸ ξύλον οὐ πλάνη, ἀλλὰ διὰ τοῦ ξύλου γέγονεν ἡ παρακοὴ τῆς πλάνης. μὴ φαγέτω τις ἀπὸ τῆς πλάνης τῆς διὰ Μαρίαν τὴν ἁγίαν·
25καὶ γὰρ εἰ καὶ «ὡραῖον τὸ ξύλον», ἀλλ’ οὐκ εἰς βρῶμα, καὶ εἰ καλλίστη ἡ Μαρία καὶ ἁγία καὶ τετιμημένη, ἀλλ’ οὐκ εἰς τὸ προσκυνεῖσθαι. 8. Αὗται δὲ πάλιν «ἀνακαινίζουσι τῇ Τύχῃ τὸ κέρασμα καὶ ἑτοιμά‐ ζουσι τῷ δαίμονι» καὶ οὐ θεῷ «τὴν τράπεζαν», κατὰ τὸ γεγραμμένον, καὶ σιτοῦνται σῖτα ἀσεβείας, ὥς φησιν ὁ θεῖος λόγος «καὶ αἱ γυναῖκες
30τρίβουσι σταῖς, καὶ οἱ υἱοὶ συλλέγουσι ξύλα ποιῆσαι χαυῶνας τῇ στρατιᾷ482 in vol. 3
Haer
.

3

.

483

τοῦ οὐρανοῦ». φιμούσθωσαν ὑπὸ Ἰερεμίου αἱ τοιαῦται γυναῖκες, καὶ μὴ θροείτωσαν τὴν οἰκουμένην. μὴ λεγέτωσαν· «τιμῶμεν τὴν βασίλισσαν τοῦ οὐρανοῦ». οἶδε γὰρ Ταφνὰς ταύτας τιμωρεῖσθαι, οἴδασιν οἱ τόποι Μαγδούλων τούτων τὰ σώματα ὑποδέχεσθαι εἰς σῆψιν. μὴ πείθου, Ἰσραήλ,
5γυναικί, ἀνάκυπτε ἀπὸ κακῆς γυναικὸς συμβουλίας. «γυνὴ γὰρ τιμίας ψυχὰς ἀνδρῶν ἀγρεύει». «ταύτης γὰρ οἱ πόδες τοὺς χρωμένους μετὰ τοῦ θανάτου ἄγουσιν εἰς τὸν Ἅιδην». «μὴ πρόσεχε φαύλῃ γυναικί. μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονη‐
10μένον μᾶλλον μαχαίρας διστόμου». μὴ πείθου ταύτῃ τῇ γυναικὶ τῇ φαύλῃ. πᾶσα γὰρ αἵρεσις φαύλη γυνή, πλέον δὲ ἡ τῶν γυναικῶν αἵρεσις αὐτὴ καὶ ἡ τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα. τιμάσθω ἡ μήτηρ ἡμῶν Εὔα ὡς ἐκ θεοῦ πεπλασμένη, μὴ ἀκουέσθω δέ, ἵνα μὴ πείσῃ τὰ τέκνα φαγεῖν ἀπὸ τοῦ ξύλου καὶ ἐντολὴν παραβῆναι. μετανοείτω δὲ καὶ αὐτὴ
15ἀπὸ κενοφωνίας, ἐπιστρεφέτω αἰσχυνομένη καὶ φύλλα συκῆς ἐνδυομένη. κατανοείτω δὲ ἑαυτὸν καὶ ὁ Ἀδάμ, καὶ μηκέτι αὐτῇ πειθέσθω. ἡ γὰρ τῆς πλάνης πειθὼ καὶ γυναικὸς εἰς τὸ ἐναντίον συμβουλία θάνατον τῷ ἰδίῳ συζύγῳ ἐργάζεται, οὐ μόνον δέ, ἀλλὰ καὶ τοῖς τέκνοις. κατέ‐ στρεψε τὸ πλάσμα Εὔα διὰ τῆς παραβάσεως, ἐρεθισθεῖσα διὰ τῆς τοῦ
20ὄφεως φωνῆς καὶ ἐπαγγελίας, πλανηθεῖσα ἀπὸ τοῦ κηρύγματος καὶ ἐφ’ ἑτέραν βαδίσασα διάνοιαν. 9. Διὰ τοῦτο ὁ πάντων δεσπότης καὶ σωτὴρ βουλόμενος θεραπεῦσαι τὸ ἄλγος καὶ οἰκοδομῆσαι τὸ κατεστραμμένον καὶ διορθώσασθαι τὸ ἠλαττωμένον, ἐπειδὴ ἀπὸ γυναικὸς «ὁ θάνατος εἰς τὸν κόσμον 〈εἰσῆλθεν〉»
25κατελθὼν ἐκ γυναικὸς παρθένου αὐτὸς ἐγεννήθη, ἵνα τὸν θάνατον ἐκκλείσῃ καὶ τὸ ἐλλεῖπον πληρώσῃ καὶ τὸ ἠλαττωμένον τελειώσῃ. στρέ‐ φεται δὲ ἡμῖν πάλιν ἡ κακία, ἵνα τὸ ἐλάττωμα εἰς τὸν κόσμον προαγάγῃ. ἀλλ’ οὔτε νέοι οὔτε γέροντες πείθονται τῇ γυναικὶ διὰ τὴν ἄνωθεν σωφρο‐ σύνην. οὐ πείθει ἡ Αἰγυπτία τὸν σώφρονα Ἰωσὴφ οὐδὲ παρεκτρέπει,
30καίτοι γε διὰ πολλῆς μηχανίας ἐργασαμένη τὸ δεινὸν πρὸς τὸν παῖδα τῆς συμβουλίας. ἀλλ’ οὐ πείθεται ἄνθρωπος ἐκ πνεύματος ἁγίου λαβὼν τὴν φρόνησιν, οὐ τὸ σῶφρον ἀφανίζει, ἵνα μὴ τὴν εὐγένειαν κατευτελίσῃ.
καταλιμπάνει τὰ ἱμάτια καὶ τὸ σῶμα οὐκ ἀπόλλυσιν. ἀποδιδράσκει483 in vol. 3
Haer
.

3

.

484

τὸν τόπον, ἵνα μὴ πέσῃ τῇ παγίδι· πρὸς καιρὸν τιμωρεῖται, ἀλλ’ εἰς τὸν αἰῶνα βασιλεύει· ἐν δεσμωτηρίῳ βάλλεται, ἀλλ’ αἱρετὸν ἐν φυλακῇ καταμένειν «καὶ ἐν γωνίᾳ ὑπαίθρου», «ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους». καὶ πόσα ἔστι λέγειν; ἤτοι γὰρ ὡς αὐτὴν προσκυνοῦντες
5τὴν Μαρίαν αὐτῇ προσφέρουσι τὴν κολλυρίδα αἱ ἀργαὶ αὗται γυναῖκες ἤτοι ὑπὲρ αὐτῆς προσφέρειν ἐπιχειροῦσι τὴν προειρημένην ταύτην σα‐ θρὰν κάρπωσιν, τὸ πᾶν ἐστιν ἠλίθιον καὶ ἀλλότριον καὶ ἐκ δαιμόνων κινήσεως φρύαγμά τε καὶ ἀπάτη. Ἵνα δὲ μὴ παρεκτείνωμεν τὸν λόγον, ἀρκέσει τὰ εἰρημένα ἡμῖν.
10ἡ Μαρία ἐν τιμῇ, ὁ κύριος προσκυνείσθω. οὐδενὶ γὰρ ἐργάζονται οἱ δίκαιοι πλάνην. «ἀπείραστος γάρ ἐστιν ὁ θεὸς κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα», οὐδὲ οἱ αὐτοῦ δοῦλοι, πρὸς ἀπάτην. «ἕκαστος δὲ πειράζεται ἐκ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκυεῖ θάνατον.»
15 Ἱκανῶς δὲ ἔχειν περὶ πάντων τούτων νομίσαντες, ἀγαπητοί, καὶ ταύτην ὡς εἰπεῖν τὴν κανθαρίδα, τὴν τῷ εἴδει μὲν χρυσίζουσαν, πτερω‐ τὴν δὲ ὡς εἰπεῖν καὶ πετομένην, ἰοβόλον οὖσαν καὶ δηλητήριον ἐν ἑαυτῇ κεκτημένην, τῷ λόγῳ τῆς ἀληθείας συντρίψαντες, ἐπὶ τὴν ἔτι μίαν περι‐ λειφθεῖσαν ἴωμεν, πάλιν θεὸν ἐπικαλούμενοι παραστῆναι εἰς τὸ τὰ τῆς
20ἀληθείας ἰχνηλατεῖν μέρη καὶ κατὰ τῆς ἐναντιότητος τὴν ἀνατροπὴν τελείαν ἐργάσασθαι.
21
— — — Κατὰ Μασσαλιανῶν, οἷς συνάπτονται Μαρτυριανοί, ἐξ Ἑλλήνων ὄντες, καὶ Εὐφημῖται καὶ Σατανιανοί, ξ, τῆς δὲ ἀκολουθίας π. 1. Κόρον οὐκ ἔχει ἡ ἀναισχυντία οὐδὲ πλησμονὴν ἡ ἀφροσύνη, ἀλλ’
25ἐπὶ πάντα ἥπλωσεν ἑαυτῆς τὸν λογισμὸν καὶ κέχηνε τὸ στόμα, τοῦ λυμή‐
νασθαι τὰ τοῦ Ἀδὰμ καὶ Νῶε σπέρματα, διαφόρως τὸ σῶφρον ἀπο‐484 in vol. 3
Haer
.

3

.

485

τριβομένη καὶ τὸ πορνικὸν φρόνημα πολυτρόπως τοῖς ἀδικουμένοις ὑπο‐ σπείρουσα. φύσει γὰρ μετὰ ταύτας πάλιν τὰς αἱρέσεις μωρά τις καὶ πάσης ἀφροσύνης ἔμπλεως ἐπανέστη ἡμῖν ἑτέρα τις, γελοῖος μὲν ὅλη, ἀσύστατον ἔχουσα τὸ φρόνημα, καὶ ἀνδρῶν καὶ γυναικῶν ἠπατημένων. Μασσαλιανοὶ
5δὲ οὗτοι καλοῦνται, ἑρμηνευόμενοι εὐχόμενοι. ἦσαν δὲ πρὸ χρόνου τινός, ὡς ἀπὸ τῶν καιρῶν Κωνσταντίου καὶ δεῦρο, ἄλλοι πάλιν Εὐφη‐ μῖται εἴτ’ οὖν Μασσαλιανοὶ καλούμενοι, ἐξ ἧς τάχα οἶμαι καὶ αὕτη τὸν μιμηλὸν ζῆλον ἔσχεν. ἀλλ’ ἐκεῖνοι μὲν ἐξ Ἑλλήνων ὡρμῶντο, οὔτε Ἰουδαϊσμῷ προσανέχοντες οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε ἀπὸ Σαμα‐
10ρειτῶν, ἀλλὰ μόνον Ἕλληνες ὄντες δῆθεν καὶ θεοὺς μὲν λέγοντες, μηδενὶ δὲ 〈τούτων〉 προσκυνοῦντες, ἑνὶ δὲ μόνον δῆθεν τὸ σέβας νέμοντες καὶ καλοῦντες Παντοκράτορα. τινὰς δὲ οἴκους ἑαυτοῖς κατασκευάσαντες ἢ τόπους πλατεῖς, φόρων δίκην, προσευχὰς ταύτας ἐκάλουν. καὶ ἦσαν μὲν τὸ παλαιὸν προσευχῶν τόποι ἔν τε τοῖς Ἰουδαίοις ἔξω πόλεως καὶ
15ἐν τοῖς Σαμαρείταις, ὡς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕρομεν, ἔνθα ἡ πορφυρόπωλις Λυδία τοῖς περὶ τὸν ἅγιον Παῦλον ἀπήντηκεν, ὡς καὶ οὕτως τὸ θεῖον γράμμα διηγεῖται, ὅτι, φησίν, «ἐδόκει τόπος προσ‐ ευχῆς εἶναι»· καὶ προσῆλθον καὶ ἐδίδασκον οἱ ἀπόστολοι τὰς συνελθούσας κατ’ ἐκεῖνο καιροῦ γυναῖκας. ἀλλὰ καὶ προσευχῆς τόπος ἐν Σικίμοις,
20ἐν τῇ νυνὶ καλουμένῃ Νεαπόλει, ἔξω τῆς πόλεως ἐν τῇ πεδιάδι ὡς ἀπὸ σημείων δύο, θεατροειδὴς οὕτως ἐν ἀέρι καὶ αἰθρίῳ τόπῳ ἐστὶ κατα‐
σκευασθεὶς ὑπὸ τῶν Σαμαρειτῶν πάντα τὰ τῶν Ἰουδαίων μιμουμένων.485 in vol. 3
Haer
.

3

.

486

2. Οὗτοι δὲ οἱ πρότερον Μασσαλιανοὶ ἐξ Ἑλλήνων ὁρμώμενοι, οἱ πρὸ τῶν νυνὶ τῶν δῆθεν ἀπὸ ὀνόματος Χριστοῦ ὁρμωμένων, καὶ αὐτοὶ πῆ μὲν ἔν τισι χώραις τοιαῦτα τοπάριά τινα κατασκευάσαντες, ὡς προσευχὰς καλούμενα καὶ εὐκτήρια, ἐν ἄλλοις δὲ τόποις φύσει καὶ ἐκκλησίας
5ὁμοίωμά τι ἑαυτοῖς ποιήσαντες, καθ’ ἑσπέραν καὶ κατὰ τὴν ἕω μετὰ πολλῆς λυχναψίας καὶ φώτων συναθροιζόμενοι, ἐπὶ πολύ τε καταλεγ‐ μάτιά τινα ὑπὸ τῶν παρ’ αὐτοῖς σπουδαίων καὶ εὐφημίας τινὰς δῆθεν εἰς τὸν θεὸν ποιούμενοι, ὡς 〈διὰ〉 καταλεγματίων καὶ εὐφημιῶν ὥσπερ θεὸν ἐξιλεούμενοι, ἑαυτοὺς ἀπατῶσιν. ἡ δὲ ἀγνωσία τυφλή τις οὖσα
10πάντα ταῦτα δοκήσει οἰήσεως τοῖς πεπλανημένοις παρασκευάζει. ἐκεραυνο‐ βολήθη δὲ πρὸ χρόνου ἓν τῶν τοιούτων κατασκευασμάτων, οὐκ ἔχω δὲ λέγειν ἐν ποίῳ τόπῳ, τάχα δὲ ἐν τῇ Φοινίκῃ τοῦτο ἠκούσαμεν. ἀλλὰ καί τινες τῶν ἀρχόντων ζηλωταὶ πολλοὺς ἐκ τούτων ἀπέκτειναν, διὰ τὸ παραχαράττειν τὴν ἀλήθειαν καὶ ἀντιμιμεῖσθαι ἐκκλησίας τρόπον,
15μὴ ὄντας Χριστιανούς, μήτε ἐξ Ἰουδαίων ὁρμωμένους. οἶμαι δὲ Λουπ‐ πικιανὸς ὁ στρατηλάτης εἷς ἦν τῶν τοὺς αὐτοὺς Εὐφημίτας 〈τοὺς ἀπὸ〉 τῶν Ἑλλήνων 〈ὁρμωμένουσ〉 τιμωρησάμενος, ἐξ ἧς προφάσεως ἐφύη πάλιν αὐτοῖς δευτέρα πλάνη. λαβόντες γάρ τινες τὰ τῶν τότε ἀποκταν‐ θέντων σώματα διὰ τὴν τοιαύτην Ἑλληνικὴν ἀνομίαν καὶ θάψαντες
20ἔν τισι τόποις, ἐκεῖ πάλιν τὰ αὐτὰ εὔφημά τε ἐπιτελοῦσι καὶ Μαρτυρια‐ νοὺς ἑαυτοὺς ἐπωνόμασαν, δῆθεν διὰ τοὺς ὑπὲρ τῶν εἰδώλων μαρτυρήσαν‐ τας. 3. Ἄλλοι δὲ πάλιν ἐκ τούτων ἔτι βαθύτερόν τι διανοούμενοι, ὡς κατὰ τὴν αὐτῶν εὐήθειαν συμβούλῳ τῇ διανοίᾳ χρώμενοι εἶπον· ὁ Σατα‐
25νᾶς μέγας ἐστὶ καὶ ἰσχυρότερος καὶ πολλὰ ἐπιτελεῖ κακὰ τοῖς ἀνθρώποις. διὰ τί οὐ μᾶλλον πρὸς τοῦτον καταφεύγομεν καὶ αὐτῷ προσκυνοῦμεν, αὐτόν τε τιμῶμεν καὶ αὐτὸν εὐφημοῦμεν, ἵνα διὰ τῆς κολακευτικῆς θεραπείας * μὴ ἐνεργήσῃ ἡμῖν τὰ πονηρά, ἀλλ’ ὡς δούλων αὐτοῦ ἡμῶν γεγονότων, φασί, φείδηται ἡμῶν; καὶ οὕτω καὶ οὗτοι Σατανιανοὺς ἑαυτοὺς
30ἐπωνόμασαν.486 in vol. 3
Haer
.

3

.

487

Ὁμοῦ δὲ τούτων τὴν αἵρεσιν ἐν ταὐτῷ συνεθήκαμεν καὶ τοὺς προειρη‐ μένους 〈τοὺσ〉 μέλλοντας ὑφ’ ἡμῶν νυνὶ λέγεσθαι, ἐπειδὴ γὰρ τὰ ἴσα ἐν ὑπαίθρῳ ἐξαγόμενοι, ἔξω βεβηκότες τῆς ἀληθείας, ἐπὶ τὸ εὔχεσθαι καὶ ὑμνεῖν ἐσχολάκασιν. ἀλλὰ πάντα μὲν ταῦτα περιγέλαστα ὄντα ἀβλαβῆ ἐτύγ‐
5χανε, μὴ δυνάμενα παρεκκλίνειν τὸν νοῦν ἀπὸ τῆς ἀληθείας· οὐ γὰρ εἰς ὄνομα Χριστοῦ ἐλέγοντο εἶναι, ἀλλὰ Ἕλληνες τὸ πᾶν. νῦν δὲ ἀπ’ ἐκείνων τῶν τρό‐ πων οὗτοι * νῦν καλούμενοι Μασσαλιανοί, ὧν οὔτε ἀρχὴ οὔτε τέλος οὔτε κεφαλὴ οὔτε ῥίζα, ἀλλὰ τὰ πάντα εἰσὶν ἀστήρικτοι καὶ ἄναρχοι καὶ ἠπατη‐ μένοι, μὴ ἔχοντες ὅλως στηριγμὸν ὀνόματος ἢ θεσμοῦ ἢ θέσεως ἢ νομο‐
10θεσίας. δοκοῦσι τοίνυν οὗτοι ἐπὶ τὸ αὐτὸ ἄνδρες τε καὶ γυναῖκες * δῆθεν εἰς Χριστὸν πεπιστευκέναι λέγοντες, ὡς ἀποταξάμενοι τῷ κόσμῳ καὶ τῶν ἰδίων ἀνακεχωρηκότες, ὁμοῦ δὲ ἀναμὶξ ἄνδρες ἅμα γυναιξὶ καὶ γυναῖκες ἅμα ἀνδράσιν ἐπὶ τὸ αὐτὸ καθεύδοντες, ἐν ῥύμαις μὲν πλατείαις, ὁπηνίκα θέρους ὥρα εἴη, διὰ τὸ μὴ ἔχειν, φησί, κτῆμα ἐπὶ τῆς γῆς.
15ἀκώλυτοι δέ εἰσι καὶ ἐκτείνουσι χεῖρας μεταιτεῖν ὡς ἀβίωτοι καὶ ἀκτή‐ μονες. οἱ δὲ λόγοι αὐτῶν ἀφρόνων ἐπέκεινα. ὃν δ’ ἄν τινα ἐπερωτήσῃς
ἐξ αὐτῶν ὁρμώμενον, ἐκεῖνον ἑαυτὸν φάσκει οἷον δ’ ἂν ἐθέλοις. ἤτοι487 in vol. 3
Haer
.

3

.

488

γὰρ προφήτην εἴποις, λέξουσι ὅτι προφήτης εἰμί, ἤτοι Χριστὸν ἐὰν ὀνομάσῃς, φάσκει ὅτι Χριστός εἰμι, ἤτοι πατριάρχην, τὸ αὐτὸ ἑαυτὸν ὀνομάζει ἀναιδῶς, ἤτοι ἄγγελον, καὶ ἑαυτὸν λέγει, καὶ ἁπλῶς ὢ τῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. νηστείαν δὲ οὐδ’ ὅλως οἴδασιν, ἀλλὰ δῆθεν εἰς τὴν
5εὐχὴν ἐσχολακότες καὶ ἀπὸ ὥρας δευτέρας ἢ τρίτης ἢ καὶ τὴν νύκτα, ἐὰν φθάσωσι πεινᾶσαι, πάντα ἀδεῶς ἐργάζονται, ἐσθίοντες καὶ πίνοντες. περὶ δὲ αἰσχρότητος ἢ λαγνείας οὐ πάνυ τι δύναμαι εἰδέναι. πλὴν οὐδὲ τούτου εἰσὶν ἀποδέοντες, μάλιστα ἐπὶ τὸ αὐτὸ κοινῇ τὸ κοιτάζειν ἐσχηκότες ἅμα γυναιξὶ καὶ ἀνδράσιν. οὗτοι δὲ καὶ ἐν Ἀντιοχείᾳ εἰσὶν ἀπὸ τῆς Μέσης
10τῶν ποταμῶν ὁρμώμενοι. 4. Ἔσχον δὲ τὸ βλαβερὸν τοῦτο φρόνημα ἀπὸ τῆς ἀμετρίας τῆς τινων ἀδελφῶν ἀφελείας. τινὲς γὰρ τῶν ἡμετέρων ἀδελφῶν καὶ ὀρθο‐ δόξων, μὴ γινώσκοντες τὸ μέτρον τῆς ἐν Χριστῷ πολιτείας, τὸ κελεῦον ἀποτάσσεσθαι τῷ κόσμῳ, κτημάτων τε ἰδίων καὶ χρημάτων ἀποξενοῦσθαι,
15πωλεῖν τε τὰ ἴδια καὶ μεταδιδόναι πτωχοῖς, λαμβάνειν δὲ τὸν σταυρὸν καὶ ἀκολουθεῖν ἐν ἀληθείᾳ, μὴ 〈εἶναι〉 ἀργὸν μήτε ἄεργον καὶ ἀκαιροφάγον, μηδὲ 〈ἐοικέναι〉 τῷ κηφῆνι τῶν μελισσῶν, «ἐργάζεσθαι δὲ ταῖς ἰδίαις χερσίν», ὥσπερ καὶ ὁ ἅγιος ἀπόστολος Παῦλος ἀποταξάμενος τῷ κόσμῳ, κῆρυξ δὲ ὢν τῆς ἀληθείας, «οὗ αἱ χεῖρες οὐ μόνον ἑαυτῷ ἐπήρκουν,
20ἀλλὰ καὶ τοῖς συνοῦσιν αὐτῷ»· οὐκ οὖσι δὲ ἐκείνοις ἀργοῖς, ἀλλ’ ἅμα συμπαροῦσιν αὐτῷ ἐν τῇ ἐργασίᾳ· ὥς που καυχᾶται λέγων διδάσκει
τε σαφέστατα «ὁ μὴ ἐργαζόμενος μηδὲ ἐσθιέτω»—τινὲς δὲ τῶν προειρη‐488 in vol. 3
Haer
.

3

.

489

μένων ἀδελφῶν, ὡς ἀπὸ τοῦ Μάνη μεμαθηκότες τάχα, ἵν’ οὕτως εἴπω, τοῦ ἀπὸ Περσίδος ἀναβεβηκότος, * ἅτινα οὐκ ἐχρῆν οὕτως εἶναι· σκοπεῖν δὲ μᾶλλον τοὺς τοιούτους παραγγέλλει ὁ θεῖος λόγος τοὺς μηδὲν ἐργα‐ ζομένους. πεπλάνηκε γάρ τινων τὴν οἴησιν ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι
5εἰρημένος «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον». νομίζουσι δὲ τὴν ἀπολλυμένην εἶναι τὴν καλὴν ἐργασίαν, 〈δι’〉 ἧς εἰς δικαιοσύνην ἔχομεν τὸν κάματον· ἥτις ἐπληροῦτο ἐν Ἀβραὰμ διὰ τοῦ μόσχου καὶ ἐν τῇ καματουργίᾳ τῆς χήρας διὰ τοῦ Ἠλίου, καὶ ἐν τῇ ἐργασίᾳ τοῦ Ἰὼβ διὰ τῶν αὐτοῦ παίδων καὶ κτημάτων καὶ πάντων
10τῶν τοῦ θεοῦ δούλων τῶν εἰς δικαιοσύνην καμνόντων ταῖς ἰδίαις χερσίν, «εἰς τὸ ἐπαρκεῖν καὶ τοῖς ἐνδεομένοις», καθὼς καὶ ἐν ἑκάστῳ μοναστηρίῳ, ἔν τε τῇ τῶν Αἰγυπτίων χώρᾳ καὶ ἐν πάσαις χώραις οὕτω κάμνουσιν εἰς δικαιοσύνην· ὡς ἡ μέλιττα, 〈ἐν〉 χερσὶ μὲν ἔχουσα τὸν κηρὸν τῆς ἐργασίας, τὴν δὲ ψεκάδα τοῦ μέλιτος ἐν τῷ στόματι, μετὰ τῆς ἰδίας
15ὑμνηγόρου φωνῆς τὸν τῶν πάντων δεσπότην κατὰ τὴν ἰδίαν αἴσθησιν ὑμνεῖ, ὡς καὶ Σαλομὼν μαρτυρεῖ ὅτι «τὴν σοφίαν τιμήσασα προήχθη», οὕτω καὶ οἱ τοῦ θεοῦ δοῦλοι οἱ ἀληθῶς ἐπὶ τῆς στερεᾶς πέτρας τῆς ἀλη‐ θείας τεθεμελιωμένοι καὶ τὸν οἶκον αὐτῶν ἀσφαλῶς οἰκοδομοῦντες ἰδίαις χερσὶ τὰς λεπτὰς αὐτῶν ἐργασίας ἐργάζονται κατὰ τὴν ἑκάστου
20τέχνην, ἐν στόματι δὲ σχεδὸν πᾶσαν θείαν γραφὴν ἀπαγγέλλουσιν, ἀκμητί τε καὶ ἀόκνως συχνὰς ποιοῦνται τὰς ἀγρυπνίας, τοῦτο μὲν ἐν εὐχαῖς, τοῦτο δὲ ἐν ψαλμῳδίαις, ἐνδελεχῶς δὲ τὰς συνελεύσεις τὰς ἐξ ἔθους ἐνθέσμως τεταγμένας, διημερεύουσί τε πάντοτε 〈κατὰ〉 τὰς ἀδιαλείπτους κατὰ διάστημα ὥρας τὰς εὐχὰς θεῷ ἀκαταγνώστως μετὰ ταπεινοφροσύνης
25πολλῆς καὶ οἰμωγῆς ἐπιπόνου ἀναπέμποντες, ταῖς τε ἰδίαις χερσίν, ὡς ἔφην, ἐργαζόμενοι μετὰ καὶ τῆς πνευματικῆς ἐργασίας, ἵνα μὴ ἐπιδεεῖς γένωνται καὶ εἰς ὑποκρίσεις ἀνθρωπίνας ἐμπέσωσι, [καὶ] οὐκέτι τῷ ἀσεβοῦντι δυνάμενοι τὰ ἀληθῆ λέγειν οὔτε ἐκτὸς ῥύπου εἶναι τῶν ἀπὸ ἀδικίας ἀνθρώπων πλουσίων καὶ πλεονεκτούντων τοὺς πένητας οὔτε
30ἐκτὸς σιτίων τ〈οι〉ούτων γίνεσθαι, μὴ δυνάμενοι ἐκ δικαίων πόνων489 in vol. 3
Haer
.

3

.

490

τὴν ἐφήμερον ἔχειν τροφήν, ἀλλ’ ἀναγκαζόμενοι διὰ τὸ ἐνδεὲς τῆς ἀεργίας τραπέζης πλουσίων μετέχειν. 5. Διὸ παραγγέλλει ὁ θεῖος λόγος φάσκων «μὴ ἐπιθύμει βρωμά‐ των τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς». καὶ πάλιν ἐν
5ἄλλῳ τόπῳ ὅτι «τοιαῦτά σε δεῖ παρασκευάζειν, εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν αὐτοῦ βρωμάτων»· ἐν τούτοις γὰρ ἐδοξάσθησαν οἱ παῖδες οἱ ἐν τῇ Βαβυλῶνι, ἀρνησάμενοι τράπεζαν βασιλέως καὶ αἱρη‐ σάμενοι σπέρμασιν ἀρκεῖσθαι ἢ τραπέζῃ καὶ βρώμασι, χρήμασι καὶ δόξῃ ἀποταξάμενοι, ὡς Μωυσῆς «μᾶλλον εἵλετο συγκακουχεῖσθαι τῷ
10λαῷ τοῦ θεοῦ ἤπερ ἀπολαύειν» τῶν ἐν Αἰγύπτῳ θησαυρῶν, ἐργαζόμενος δὲ ἰδίαις χερσὶν ἔτυχε προφητείας. προβάτων γὰρ οὗτος ποιμὴν κατέστη ὁ εὐγενὴς καὶ υἱὸς θυγατρὸς βασιλέως, ἵνα μὴ ἀργὸν ἐσθίῃ ἄρτον, ὡς καὶ διδάσκει ὁ πατὴρ ἡμῶν Ἰακώβ, λέγων 〈τῷ〉 Λάβαν «δός μοι ἐργασίαν, ἵνα ἐργάζωμαι 〈καὶ ἀπολαύσω〉 τοῦ ἰδίου ἄρτου». καὶ αὐτὸς πάλιν
15ποιμαίνειν προστέτακται παρὰ τοῦ ἰδίου πενθεροῦ, ἵνα μὴ ἀργὸν ἄρτον ἐσθίωσιν οἱ δίκαιοι. τοῖς δὲ ἀποστόλοις εἴρηται ἀρκεῖσθαι τῷ λόγον κηρύττειν, ἵνα μὴ ἀσχολῶνται ἀπὸ πόλεως εἰς πόλιν καὶ ἀπὸ τόπου εἰς τόπον ἐπὶ τὸ κήρυγμα τὴν πορείαν ποιούμενοι. «ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ» καὶ «ἀρκετὸν τῷ ἐργαζομένῳ ἡ τροφὴ αὐτοῦ». καὶ
20τοῖς δὲ ποιμέσιν ὡσαύτως διὰ τὴν τῶν λαῶν συχνὴν ἀσχολίαν καὶ τὴν ἐκκλησιαστικὴν διοίκησιν καὶ ἐνδελεχῆ λειτουργίαν φησὶν ὁ θεῖος λόγος «τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; ἢ τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐ μεταλαμβάνει;» καὶ φησί «τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν»,
25ἵνα τὸν πρεσβύτερον ἢ τὸν ἐπίσκοπον μὴ ἐλαττούμενον τῆς ἐφημέρου τροφῆς καταστήσειε, προτρεπόμενος λαοὺς ἐκ δικαίων πόνων νέμειν τὰ πρὸς τροφὴν τοῖς ἱερεῦσι διὰ ἀπαρχῶν τε καὶ προσφορῶν καὶ τῶν ἄλλων· ὧν ἐξουσίαν ἔχοντες οἱ ἐκ θεοῦ τοὺς λαοὺς ὁδηγεῖν προστεταγ‐ μένοι οὐδὲ τούτοις κέχρηνται κατακόρως οἱ θεῷ τελείως εὐαρεστεῖν
30ἐπαγγελλόμενοι. 6. Καὶ γὰρ ἐξ αὐτῶν 〈τῶν〉 τοῦ θεοῦ ἱερέων 〈τινὲσ〉 καὶ αὐτοὶ μετὰ
τοῦ κηρύγματος τοῦ λόγου μιμούμενοι τὸν ἅγιον αὐτῶν μετὰ τὸν θεὸν490 in vol. 3
Haer
.

3

.

491

ἐν Χριστῷ πατέρα, φημὶ δὲ Παῦλον τὸν ἅγιον ἀπόστολον, καὶ αὐτοὶ κατὰ τὸ δυνατόν, εἰ καὶ μὴ πάντες, ἀλλ’ οἱ πλείους ταῖς ἰδίαις χερσὶν ἐργαζόμενοι, οἵαν δ’ ἂν ἀναλόγως συμπρέπουσαν τῷ ἀξιώματι καὶ 〈τῇ〉 τῆς ἐκκλησιαστικῆς φροντίδος ἐνδελεχείᾳ εὕροιεν 〈ἐργάζονται〉 τέχνην,
5ὅπως μετὰ τοῦ λόγου καὶ τοῦ κηρύγματος ἡ συνείδησις χαίρῃ, [καὶ] διὰ χειρῶν ἰδίων καρποφοροῦσα καὶ ἑαυτῇ ἐπαρκουμένη τοῖς τε ἀδελφοῖς καὶ ἐνδεομένοις τὴν μετὰ χεῖρας οἰκονομίαν, 〈τὴν ἐξ〉 ἀπαρχῶν δέ φημι καὶ προσφορῶν καὶ ἐξ αὐτῶν τῶν διὰ χειρῶν εἰργασμένων, δι’ ὑπερ‐ βολὴν διαθέσεως πρὸς θεὸν καὶ τοὺς πέλας ἑκουσίως μεταδιδοῦσα· καίτοι
10γε μὴ ἀναγκαζομένων αὐτῶν μήτε κατακρινομένων, ἀλλὰ δικαιοσύνης πόνους καὶ ἐργασίαν ἐκκλησιαστικὴν ἐχόντων καὶ κατὰ δικαιοσύνην σιτουμένων, δι’ ὑπερβολὴν δὲ προαιρέσεως τοῦτο αὐτῶν ποιούντων. ἐπιποθεῖ γὰρ αὐτῶν ἡ ἔνθεος ψυχὴ καὶ ἐν φόβῳ θεοῦ ἐστηριγμένη καὶ ἐκ πνεύματος ἁγίου τὴν γνῶσιν κεκτημένη πλούτου ἐπουρανίου, τοῦ
15κατὰ δικαιοσύνην μετὰ ἐπαίνου καὶ κλέους καὶ ἀριστείας, τοῦ διὰ θείων δογμάτων καὶ θείας μελέτης ἁγίας γραφῆς καὶ λογίων θεοῦ, ψαλμῳδιῶν τε καὶ συνάξεων, ἁγίων νηστειῶν τε καὶ ἁγνείας καὶ πολιτείας καὶ τῆς διὰ χειρῶν ἕνεκεν δικαιοσύνης μετὰ προαιρέσεως ἐργασίας. Ἀλλὰ καὶ ἄλλῳ προελήφθησαν τύπῳ οἱ αὐτοὶ τίμιοι ἡμῶν ἀδελφοί,
20οἱ κατὰ Μεσοποταμίαν ἐν μοναστηρίοις ὑπάρχοντες εἴτουν μάνδραις καλουμέναις, κόμαις γυναικικαῖς 〈χρῆσθαι〉 προβαλλόμενοι καὶ σάκκῳ
προφανεῖ ἐπερειδόμενοι. ἔδει δὲ τὰ τῆς ἁγίας παρθένου 〈τοῦ Χριστοῦ,491 in vol. 3
Haer
.

3

.

492

τῆσ〉 μητρὸς ἡμῶν τῆς ἐκκλησίας τέκνα ὑπάρχειν σεμνά, οἰκουρά, θεῷ λατρεύοντα κρυφίως τῷ εἰδότι τὰ κρύφια καὶ ἀποδιδόντι ἐν τοῖς φανεροῖς, κατὰ τὸ γεγραμμένον, καὶ εὐσχημόνως 〈περιπατεῖν〉 διὰ τοὺς ἔξω καὶ μὴ βούλεσθαι λαβεῖν ἀπὸ τῶν ὁρώντων τὸν μισθὸν καὶ τὴν χάριν. ἀλλό‐
5τριον γάρ ἐστι τῆς καθολικῆς ἐκκλησίας σάκκος προφανὴς καὶ κόμη 〈μὴ〉 ἐκτεμνομένη ἀπὸ τοῦ κηρύγματος τῶν ἀποστόλων· «ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κομᾶν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων». 7. Τὸ δὲ χεῖρον καὶ ἐναντίον οἱ μὲν τὸ γένειον, τὴν μορφὴν τοῦ ἀνδρός, ἀποτέμνουσι, τρίχας δὲ τῆς κεφαλῆς πολλάκις κομῶσι. καὶ
10περὶ μὲν οὖν τοῦ γενείου ἐν ταῖς διατάξεσι τῶν ἀποστόλων φάσκει ὁ θεῖος λόγος καὶ ἡ διδασκαλία μὴ φθείρειν τουτέστι μὴ τέμνειν τρίχας γενείου μηδὲ ἑταιρισμῷ κατακο〈σ〉μεῖσθαι μήτε ὑπερηφανίας ὑπό‐ δειγμα δικαιοσύνης τὴν προσέλευσιν ἔχειν. ἔπρεπε γὰρ Ναζιραίοις τοῦτο μόνον διὰ τὸν τύπον. τύπῳ γὰρ ἤγοντο οἱ παλαιοὶ τοῦ μέλλοντος ἔσεσθαι,
15ἔχοντες κόμην ἐπὶ τῆς κεφαλῆς διὰ τὴν εὐχήν, ἕως ὅτου ἦλθεν ἡ εὐχὴ τοῦ κόσμου καὶ ἐτελειώθη· κεφαλὴ δὲ πέφηνεν ὁ Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ ἐγνώσθη τῷ κόσμῳ ὁ ὢν ἀεὶ καὶ μὴ γινωσκόμενος παρὰ τῇ πάσῃ ἀνθρωπότητι ἢ μόνον ἐνίοις τοῖς εἰς αὐτὸν πεπιστευκόσιν, ἵν’ ὅταν γνῶμεν τὴν κεφαλήν, μὴ «καταισχύνωμεν τὴν κεφαλήν». οὐ
20γὰρ ἕνεκεν τῆς ἰδίας κεφαλῆς λέγει, ἀλλ’ ἀπὸ τῆς ἰδίας εἰς Χριστὸν ἐνσκήπτει τὸ τῆς χλεύης ἔργον, ᾗ φησιν ὁ ἀπόστολος «αὐτὴ ἡ φύσις οὐ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι;» αὕτη δὲ ἡ ἀτιμία οὐκ ἐπαινετὴ ὡς ἐκείνη, 〈περὶ ἧς φάσκει ἡ γραφὴ〉 λέγουσα ὅτι «αἰσχύνης καταφρονήσας». οὐ γὰρ διὰ θεὸν ἡ ἀρετή, κἄν τε διὰ θεὸν
25ὑποληφθείη, ἀλλὰ διὰ φιλονεικίαν ὁ τρόπος παρελθόντος τοῦ κατὰ νόμον τύπου καὶ ἐλθούσης τῆς ἀληθείας. λέγει δὲ «εἴ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὔτε αἱ ἐκκλησίαι τοῦ θεοῦ». παρεξέβαλεν οὖν τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ ποιοῦντας, ἐν φιλο‐
νεικίᾳ δὲ ὄντας ἀπό τε τοῦ θεσμοῦ τῶν ἀποστόλων καὶ ἀπὸ τῆς τοῦ θεοῦ492 in vol. 3
Haer
.

3

.

493

ἐκκλησίας. ἀλλὰ ταῦτα ἠναγκάσθημεν λέγειν διὰ τὴν πρόφασιν τῶν προειρημένων Μασσαλιανῶν, ὅτι καὶ αὐτοὶ λαβόντες ἐκεῖθεν τοῦ φρονή‐ ματος τὴν νόσον καὶ ἐκτραπέντες τὴν διάνοιαν ἐξώκειλαν τῇ ἀληθείᾳ, καὶ κατέστη αἵρεσις ἐν δεινότη〈τι〉 ἀργίας καὶ τῶν ἄλλων κακῶν.
5 8. Ταῦτά ἐστιν ἃ περὶ τούτων καὶ αὐτῶν ἀκηκόαμεν τῶν εἰς χλεύην τῷ κόσμῳ καταστάντων καὶ συρφετώδη νοῦν καὶ λόγους ἐξεμούντων, ἀσυστάτων δὲ ὄντων καὶ ἀνελπίστων καὶ τῆς τοῦ θεοῦ οἰκοδομῆς ἔξω βεβηκότων. ὅθεν καὶ περὶ τούτων ὀλίγα διαλαβόντες αὖθις εἰς ἀνατρο‐ πὴν αὐτῶν ἐργασόμεθα. καὶ πρῶτον μὲν ὅτι γυναῖκας μετὰ ἀνδρῶν
10ἐπὶ τὸ αὐτὸ εἶναι οὔτε ἀπὸ παλαιᾶς συνηθείας τῶν φύσει συζυγιῶν γε‐ γενημένων ὁ δίκαιος ὁρίζει λόγος, ἀλλὰ ἄνδρα πρὸς γυναῖκα ἐπὶ τὸ αὐτὸ 〈εἶναι〉 ἕνα πρὸς τὴν μίαν, ὡς Ἀδὰμ πρὸς τὴν Εὔαν, ὡς Σάρρα πρὸς τὸν Ἀβραὰμ εἶχεν, ὡς Ῥεβέκκα τῷ Ἰσαὰκ συνῆπτο. εἰ γὰρ καί τινες τῶν πατέρων δύο καὶ τρεῖς γυναῖκας ἐσχήκασιν, οὐκ ἐν μιᾷ οἰκίᾳ αἱ γυναῖκες
15ἦσαν. χοίρων γὰρ τὸ τοιοῦτον εἶδος καὶ κτηνῶν ἡ τοιαύτη συνάφεια. οὗτοι δὲ μᾶλλον εἰς ἔκπληξιν ἡμᾶς ἀναγκάζουσι φέρεσθαι, ἐπαγγελλο‐ μένων αὐτῶν πρὸς γυναῖκας συνάφειαν μὴ ἔχειν, τοὐναντίον μᾶλλον τὴν χλεύην ἀπεργαζόμενοι καὶ τὴν τελείαν αὐτῶν ἐνδεικνύμενοι αἰσχύνην. εἰ γὰρ καὶ γαμετὰς εἶχον οἱ τοιοῦτοι, σποράδην, οὐκ ἀναμὶξ ταύτας
20ὤφειλον κεκτῆσθαι. εἰ δὲ καί εἰσιν ἐν συζυγίᾳ, οὐκ ἔδει αὐτοὺς τὸ ἐκ θεοῦ καταδειχθέν, ἀνδρὸς πρὸς γυναῖκα συνάφειαν μετὰ εὐσχημοσύνης καὶ σεμνότητος καὶ ἐπιστήμης, [καὶ] ἐξ ἰδίας ἐλευθερίας ἐπὶ τὸ μέσον φέροντας φωρᾶσ〈θ〉αι. εἰ δὲ καὶ ἀπέσχοντο γυναικῶν ἐν ἁγνείᾳ τινὲς ὄντες καὶ ἐν ἐγκρατείᾳ, ἐξύβρισαν τὸ δίκαιον διὰ τῆς ἀνοησίας καὶ τὸ τῆς ἀρετῆς
25πολίτευμα διὰ τῆς ἐν ἀφροσύνῃ ἀφειδοῦς ἐργασίας, οὐ τῶν ἀποστόλων τοῦτο πεπραχότων, οὐ τῶν πρὸ τῶν ἀποστόλων προφητῶν τοῦτο διατα‐ ξαμένων. 9. Μωυσῆς γοῦν ἐν τῇ ἐρήμῳ ἀναλαβὼν τὴν ὑμνηγορίαν ᾄδει τῷ θεῷ ᾆσμα, ἀνελθὼν ἀπὸ θαλάσσης, φάσκων «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως
30γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν». ὁμοῦ δὲ ἐπεφώνουν αὐτῷ οἱ ἄνδρες καὶ οὐδαμοῦ γυναῖκες, ἵνα τὴν εὔτακτον δείξῃ
διάθεσιν, ἵνα τὸ σεμνὸν τῆς εὐταξίας τοῦ νόμου τοῦ θεοῦ κηρύξῃ. εἶτα493 in vol. 3
Haer
.

3

.

494

μετέπειτά φησι «καὶ λαβοῦσα Μαριὰμ τὸ τύμπανον ἦρχε τῶν γυναικῶν καὶ ἔλεγεν· ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται». καὶ γυναῖκες ὁμοῦ ἐπεφώνουν τῇ ὁμοτρόπῳ καὶ ἀπὸ τοῦ αὐτοῦ γένους ὑπαρχούσῃ καὶ ἔν τινι προαγούσῃ, διὰ τὴν ἀνεπιστήμονα καὶ [τὴν] συρφετώδη διάνοιαν
5τῶν ἀναμὶξ ἐργαζομένων ἑτεροδιδασκαλίας. περὶ δὲ τῆς ἀναστάσεώς φησιν ὁ προφήτης «καὶ κόψονται κατὰ φυλήν, φυλὴ κατέναντι φυλῆς· φυλὴ τοῦ Νάθαν καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ τοῦ Ἰούδα καθ’ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς» καὶ τὰ ἑξῆς. οὕτω καὶ οἱ ἀπόστολοι διατάσσουσι τῇ ἐκκλησίᾳ, οὕτω καὶ ὁ κύριος
10διέταξεν ἐν τῷ εὐαγγελίῳ, ἀπὸ μιᾶς τὸ ὑπόδειγμα ἡμῖν κηρύττων, φήσας τῇ μητρὶ αὐτοῦ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα». οὕτως ὁ Γιεζεὶ προσέρχεται τῇ Σουμανίτιδι, ἀπωθούμενος ταύτην, ἵνα μὴ ἀφανίσῃ τὸ τάγμα, ἵνα μὴ ὑβρίσῃ τὸν θεσμὸν τῶν προφητῶν. ὁ δὲ προφήτης πνεύματι ἁγίῳ φερόμενος κατώδυνον ἑώρα τὴν Σου‐
15μανῖτιν, παραμυθίας δὲ χάριν ὑπερβέβηκε τὴν τάξιν καὶ ἀνεδέξατο πρὸς τὴν ὥραν παραμυθίας τῆς γυναικὸς χάριν, ἴσον ἡγησάμενος τὸ ἅπτεσθαι τῶν αὐτοῦ ποδῶν παρὰ συνήθειαν τὴν γυναῖκα 〈ἕνεκεν〉 τῆς αὐτῆς ἐν τῇ διανοίᾳ κακώσεώς τε καὶ λύπης. καὶ τί μοι πολλὰ λέγειν περὶ τούτων τῶν τοὺς κύνας μιμουμένων καὶ τοὺς ὕας ζηλούντων; περὶ δὲ τοῦ εἰπεῖν
20ἑαυτὸν Χριστόν, τίνι μανίας ὂν οὐκ ὀφθείη τὸ δόγμα τῶν σύνεσιν κεκτη‐ μένων ἢ 〈τὸ〉 λέγειν ὅτι προφήτης ἐγώ; τί γὰρ προφητείας παρ’ αὐτοῖς εἶδος φαινόμενον ἢ ποῖον Χριστοῦ θαυμαστὸν ἔργον γίνεται; εἰ δὲ αὐτὸς Χριστός, εἰς ποῖον κύριον ἤλπικέ τε καὶ πεπίστευκε; τί τὰ τῆς πλάνης κενοφωνήματα; τί τῶν ἀνοήτων τὰ δόγματα; ἀλλὰ ἀρκέσει
25καὶ περὶ ταύτης τὰ εἰς αὐτὴν εἰρημένα. 10. Καὶ ἕως ὧδε ἐχέτω τὸ σφραγίσαι καὶ τελειῶσαι τὴν πᾶσαν ἡμῶν περὶ τούτων πραγματείαν, τοῦ θεοῦ ἡμῖν ἐπιφανέντος καὶ βοηθήσαντος, ὡς ὁμολογεῖν ἔστιν ἐκ πάσης ψυχῆς καὶ διανοίας εὐχαριστεῖν 〈τε〉 αὐτῷ τῷ κυρίῳ, ὅτι τὸ ἐπάγγελμα ὃ ἐπηγγειλάμεθα ἐν αὐτῷ τῷ κυρίῳ κατη‐
30ξιώθημεν τελειῶσαι, κατὰ 〈π〉 αἱρέσεων δέ φημι τὴν διήγησιν καὶ ἀνατροπὴν ποιησάμενοι, ἅμα τε καὶ ἀποκαλύψαντες παρ’ ἑκάστῃ τι πράττεται, ὡς κατὰ τὴν ἡμετέραν ὑπόστασιν τῆς ἀσθενοῦς ἀνθρωπό‐ τητος. ἕως γὰρ ἐνταῦθα ὀγδοήκοντα αἱρέσεων, ὧν ἐνηχήθημεν 〈ἐν〉
τῷ κόσμῳ καὶ ἔγνωμεν τὸν ἀριθμὸν καὶ τὰς ὀνομασίας καί τινων τὰς494 in vol. 3
Haer
.

3

.

495

ῥήσεις, προφάσεις τε καὶ σχέσεις, τὰς ὁρμὰς καὶ τὰ αἴτια ἀπαραλείπτως ὑποδείξαντες, θαυμασμῷ φερόμενοι ἐκπεπλήγμεθα τὸ ἐν τῇ θείᾳ γραφῇ εἰρημένον ὅτι «ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, 〈καὶ〉 νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου».
5ὡς οὖν περὶ τῶν παλλακῶν τούτων τῶν ὀγδοήκοντα εἰρηκότες ἀπ’ ἀρχῆς, Βαρβαρισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ Σαμαρειτισμοῦ ὀνομασίας, τῶν οὐκ οὐσῶν ἐνθέσμων γυναικῶν οὐδὲ ἀπὸ τοῦ βασιλέως πεπροικισμένων οὐδὲ ἐν διαθήκαις τῶν τέκνων αὐτῶν κληρονομεῖν δυναμένων (φύσει μὲν γάρ εἰσιν ἑβδομήκοντα πέντε καὶ τούτων
10αἱ μητέρες πέντε, ὥσπερ Ἑλληνισμός, ἀφ’ οὗ Ἕλληνες, καὶ Ἰουδαϊσμός, ἀφ’ οὗ Ἰουδαῖοι, καὶ αἵρεσις Σαμαρειτική, ἀφ’ οὗ Σαμαρειτισμός, καὶ Χριστια‐ νισμός, ἀφ’ οὗ ἐξεκλάσθησαν ὥσπερ κλάδοι αἱ ἀφορισθεῖσαι αἱρέσεις, εἰς ὄνομα Χριστοῦ κληθεῖσαι, μὴ οὖσαι δὲ αὐτοῦ, ἀλλ’ αἱ μὲν ἀπὸ μήκο‐ θεν αὐτοῦ πολὺ διεστῶσαι, αἱ δὲ διά τι ἐλάχιστον ἀποκληρονόμους
15καὶ ξένας αὐτοῦ ἑαυτὰς καταστήσασαι καὶ τὰ αὐτῶν τέκνα τῶν οὐκ οὐσῶν ἐνθέσμων, ἔξω δὲ βεβηκυιῶν, μόνον δὲ τὸ ὄνομα ἐπικεκλημένων Χριστοῦ) περιλειφθήσεται ἡμῖν ἡ περὶ ἀληθείας ἀπόδειξις, αὐτῆς τε τῆς περιστερᾶς τῆς μονωτάτης ὑπὸ τοῦ νυμφίου ἐπαινουμένης. 11. Καὶ ἐν σχολῇ ἡμῶν γενομένων καὶ σφόδρα ἱκετευσάντων θεὸν
20σύντομον μὲν τῇ διαλογῇ, ἀσφαλῆ δὲ τῇ παραδόσει [καὶ] ὑπὲρ ἀληθείας ἀπολογίαν ἐν τῷ ἑξῆς ποιησόμεθα, οὐκ αὐτῆς ὑστέρας οὔσης, ἀλλὰ πρώ‐ της καὶ ἤδη δὲ [τῶν] πρὸ τῶν αἱρέσεων ἐν τῇ ἐνδημίᾳ Χριστοῦ ἀνωτάτω ἡμῖν ὑπομνησθείσης· νῦν δὲ πρώτην οὖσαν * καὶ Χριστῷ συνημμένην ἁγίαν νύμφην ἀπὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας [καὶ τὸ τῆς αὐτοῦ
25παρουσίας], ἥτις ἐστὶ σὺν τῷ Ἀδὰμ πεπλασμένη καὶ ἐν τοῖς πρὸ τοῦ Ἀβραὰμ πατριάρχαις κεκηρυγμένη καὶ μετὰ τοῦ Ἀβραὰμ πεπιστευμένη καὶ διὰ Μωυσέως ἀποκαλυφθεῖσα καὶ ἐν Ἠσαΐᾳ προφητευομένη, ἐν Χριστῷ δὲ ἀναδειχθεῖσα καὶ σὺν Χριστῷ ὑπάρχουσα, ἐν ὑστέρῳ δὲ 〈καιρῷ〉 ὑφ’ ἡμῶν ἐγκωμιαζομένη. δεῖ γὰρ τὸν ἀγωνιζόμενον πρῶτον
30ἐνίστασθαι τῷ ἀγῶνι τῷ τε καμάτῳ καὶ τοῖς ἄλλοις τοῦ ἀγῶνος παλαίσ‐ μασιν, ἵνα ὕστερον τὸν στέφανον κομισάμενος μετὰ τοῦ στεφάνου ἐν ἀγαλλιάσει διατελοίη, οὐ τοῦ στεφάνου ὑστάτου ὄντος, ἀλλὰ προκειμένου μὲν τῆς πάλης, ὕστερον δὲ διδομένου εἰς χαρὰν καὶ εἰς ἀγαλλίασιν τῷ
κεκμηκότι. ταῦτα δὲ περὶ τούτων εἰρηκότες ἐπὶ τοὺς προειρημένους495 in vol. 3
Haer
.

3

.

496

παρέλθωμεν λόγους, δεῖξαι 〈θέλοντεσ〉 πῶς ὀγδοήκοντα μέν εἰσι παλ‐ λακαί, ἑξήκοντα δὲ βασίλισσαι, πῶς μία ἡ παρθένος καὶ ἁγνὴ [καὶ] νύμφη ὁμοῦ καὶ περιστερὰ καὶ ἀμνάς, πόλις δὲ ἁγία θεοῦ καὶ «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας» καὶ «πέτρα στερεά, ἐφ’ ἧς πύλαι Ἅιδου
5οὐ κατισχύσουσιν». ὁμοῦ γὰρ ἐν πᾶσι θεὸν ἐπικαλούμενοι καὶ ἐπικαλεσά‐ μενοι ἐτύχομεν τῆς ἐπαγγελίας πληρῶσαι τὴν ὑπόσχεσιν, τὴν κατὰ αἱρέσεων πασῶν φημι, ᾗτινι ἐπαγγελίᾳ καὶ ἄχρι τῆς τῶν Μασσαλιανῶν ἐφθάσαμεν αἱρέσεως. καὶ αὐτὴν δὲ καταπεπατηκότες τῷ ὑποδήματι τοῦ εὐαγγελίου, ὥσπερ χαμαιλέοντα πολύπουν, ἀειδῆ, ἄμορφον, δυσοδ‐
10μίαν πνέουσαν, ἐν πᾶσι θεῷ εὐχαριστήσωμεν, 〈δοξάζοντεσ〉 πατέρα ἐν υἱῷ, υἱὸν ἐν πατρί, σὺν ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Σύντομος ἀληθὴς λόγος περὶ πίστεως καθολικῆς καὶ ἀποστολικῆς
ἐκκλησίας.
15 1. Τὰ μὲν πολυειδῆ καὶ πολύτροπα καὶ πολυσχιδῆ τῶν σκολιῶν βου‐ λευμάτων τῶν ἐναντίων διαλαβόντες προπετῆ διδάγματα καὶ πρὸς εἶδος καὶ γένος διελόντες φροῦδα καὶ ἕωλα δυνάμει θεοῦ διηλέγξαμεν, τόν τε ἄπειρον τῶν ἀπὸ ἑκάστης αἱρέσεως βλασφημιῶν καὶ αἰσχρολογιῶν καὶ ἀηδεστάτων αὐτῶν μυστηρίων κλύδωνα διανηξάμενοι, μάλα μόλις
20τῶν ζητημάτων * πάντη ἐπιλυσάμενοι καὶ τὴν τούτων μοχθηρίαν ὑπερ‐ βεβηκότες, τοῖς τῆς ἀληθείας γαληνίοις ἐπλησιάσαμεν χωρίοις, πάντα μὲν τόπον δυσθαλάττ〈ι〉ον διαπεράσαντες καὶ πᾶσαν ζάλην καὶ ἀφρισμὸν καὶ κυμάτων κύρτωσιν ὑπομεμενηκότες, σάλον δὲ ὡς εἰπεῖν καὶ ἴλιγγας, βράχη τε οὐ τὰ τυχόντα καὶ θηριοβόλους τόπους θεασάμενοι, ἐν πείρᾳ
25τε τούτων διὰ τῶν λόγων γεγενημένοι, τὸν τῆς εἰρήνης λιμένα νυνὶ θεώμενοι, εἰς ὃν κατᾶραι σπεύδοντες δι’ εὐχῆς πάλιν τὸν κύριον
ἀξιοῦμεν· ἤδη μὲν παντὸς φόβου καὶ θορύβου καὶ ναυτιάσεως ὑπολω‐496 in vol. 3
Haer
.

3

.

497

φῶντες, 〈ἐν〉 ἕξει δὲ καλλίστῃ τὰς ἀπὸ τῆς στερεᾶς αὔρας ἐμπνεόμενοι καὶ ἀσφαλείας 〈τυχόντεσ〉 [καὶ] τοῦ τε εὐδίου λιμένος ἐνισχυόμενοι τῷ πνεύματι ἤδη γεγήθαμεν, πολλὰ μέν, εἰ δεῖ τἀληθῆ λέγειν, μοχθηρὰ ἐπὶ τούτοις καὶ ὕβρεις οὐ τὰς τυχούσας ὑποστάντες καὶ γῆν καὶ θάλατταν
5ὡς εἰπεῖν πεζεύσαντές τε καὶ ποντοπορήσαντες, τῆς μὲν γῆς τὰ τράχη καὶ τῆς ἐρήμου τὰς δυσχωρίας καὶ τῶν προειρημένων πελάγων τοὺς κινδύνους, ὁμοῦ τε πόλιν ὁρῶντες, ἐπ’ αὐτὴν σπεύσωμεν, τὴν ἁγίαν Ἱερουσαλήμ, καὶ τὴν παρθένον Χριστοῦ καὶ νύμφην, ἀσφαλῆ τε βάσιν καὶ πέτραν, σεμνήν τε μητέρα ἡμῶν, Χριστοῦ 〈δὲ〉 νύμφην, εὐκαιρότατα
10καὶ αὐτοὶ λέγοντες «δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ» καὶ τὰ ἑξῆς. 2. Ἄγε τοίνυν, οἱ Χριστοῦ παῖδες υἱοί τε τῆς ἁγίας θεοῦ ἐκκλησίας, οἱ τόδε τὸ σύνταγμα τῶν ὀγδοήκοντα αἱρέσεων ἢ μέρος αὐτῶν διερχόμενοι καὶ σὺν ἐμοὶ τὸν τοιοῦτον ὄγκον τῶν προειρημένων μοχθηρῶν διδασκαλιῶν
15διανηξάμενοι, διαπεζεύσαντές τε τὴν τοσαύτην ἔρημον, φοβεράν τε καὶ ἐν δίψει κατατεταγμένην, ἐπικαλεσώμεθα τὸν τῶν ὅλων κύριον, πάλαι μὲν ἐν ἐπιθυμίᾳ τούτου ὄντες καὶ καθ’ ἕκαστον τόπον τῶν αἱρέσεων τούτων, ὥσπερ ἐν Μερρᾷ τόπῳ καὶ ἐν δίψει τῆς φοβερᾶς ἀβάτου ἐρήμου, ἀεὶ συναντῶντες τοῖς σκολιοῖς αὐτῶν λόγοις, ἐπιφωνήσωμεν καὶ αὐτοί
20«ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός», καὶ πάλιν «πότε ἔλθω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» διὰ τοῦτο τάχιον καὶ αὐτοὶ ἐπικαλεσώμεθα, οὐχ ὡς ἐκεῖνος ἐκάλει τὴν νύμφην, νυμφίος αὐτῆς τυγχάνων καὶ κύριος καὶ δεσπότης καὶ βασιλεὺς καὶ θεὸς καὶ ὑπέρμαχος, ἀλλ’ ὡς δοῦλοι
25αὐτοῦ ἡμεῖς ἐπικαλεσώμεθα, συνῳδὰ [τῷ] αὐτῷ καὶ αὐτοὶ λέγοντες «δεῦρο ἀπὸ Λιβάνου νύμφη, ὅτι ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί»· ὁ παράδεισος τοῦ μεγάλου τεχνίτου, ἡ πόλις τοῦ ἁγίου βασιλέως, ἡ
νύμφη τοῦ ἀσπίλου Χριστοῦ, ἡ παρθένος ἡ ἁγνή, μόνῳ ἑνὶ ἀνδρὶ ἐν πίστει497 in vol. 3
Haer
.

3

.

498

μεμνηστευμένη, ἡ διαφανὴς καὶ «ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ὡς ἥλιος ἐκλεκτή, θάμβος ὡς τεταγμέναι», ἡ μακαριζομένη ὑπὸ τῶν «βασιλίδων» καὶ ἐξυμνουμένη ὑπὸ τῶν «παλλακίδων», ἡ ὑπὸ τῶν θυγατέρων ἐπαινουμένη, καὶ «ἀπὸ τῆς ἐρήμου ἀνερχομένη», «λελευκαν‐
5θισμένη καὶ ἐπὶ τὸν ἀδελφιδοῦν αὐτῆς ἐπιστηριζομένη», ἡ μῦρον πνέουσα, «ἡ ἀπὸ τῆς ἐρήμου ἀνερχομένη, ὡς στελέχη καπνοῦ τεθυμιαμένη, σμύρναν καὶ λίβανον ἀπὸ κονιορτῶν μυρεψοῦ» τοῦ δεδωκότος ἑαυτοῦ τὴν εὐοδμίαν, ὃν προορῶσα ἔλεγε «μύρον ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε», ἡ «ἑστηκυῖα ἐκ δεξιῶν τοῦ βασιλέως, ἐνδεδυμένη
10κροσσωτά, διαχρύσοις πεποικιλμένη», ἡ μηδὲν σκοτεινὸν ἔχουσα, ποτὲ δὲ «μεμελανωμένη», νυνὶ δὲ «καλὴ» καὶ «λελευκανθισμένη», ἵνα ἐν σοὶ γενόμενοι λωφήσωμεν τῶν προδιελθόντων ἡμᾶς στυγερῶν τῶν αἱρέσεων πραγμάτων καὶ ἡσυχάσωμεν ἀπὸ 〈τῶν〉 σάλων τῆς τῶν αὐτῶν τρικυμίας καὶ ἀναψύξωμεν ἐν σοί, ἁγία μήτηρ ἡμῶν ἐκκλησία, καὶ ἐν τῇ ἁγίᾳ ἐν
15σοὶ διδασκαλίᾳ καὶ ἁγίᾳ καὶ μόνῃ πίστει θεοῦ ἐν ἀληθείᾳ. Ἀλλὰ ἄρξομαι περὶ ταύτης τῆς ἁγίας πόλεως θεοῦ τὰ θαυμαστὰ διηγεῖσθαι. τὰ γὰρ δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ὥς φησιν ὁ προ‐ φήτης «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», ἀνθρώποις μὲν πᾶσιν ἀνέφικτα, ἀπίστοις δὲ ἀλλότρια, πιστοῖς δὲ ἀνθρώποις καὶ
20ἀληθινοῖς ἐν μέρει κτητά, ἐν ὑποσχέσει δὲ τελειώσεως [ὡς] παρὰ τοῦ αὐτῶν δεσπότου παρασχεθησόμενα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅπου αὐτὴ ἡ ἁγία παρθένος καὶ κληρονόμος σὺν τῷ ἰδίῳ νυμφίῳ ἐν οὐρανῷ ἔσχε τὸν κλῆρον καὶ τὴν κληρονομίαν. 3. Καὶ πρῶτον μέν, ὅτι ὁ θεὸς ὁ ἐπὶ πάντων ἡμῖν θεὸς ὑπάρχει τοῖς
25ἐκ τῆς ἁγίας ταύτης ἐκκλησίας γεννηθεῖσιν. ἀπόδειξις γὰρ αὕτη πρώτη περὶ ἀληθείας καὶ «ἑδραίωμα πίστεως» τῆς μόνης ταύτης παρθένου καὶ ἁγίας «περιστερᾶς» καὶ ἀκάκου, περὶ ἧς ὁ κύριος ἐν πνεύματι τῷ Σαλομῶντι ἀπεκάλυπτεν ἐν ᾄσματι τῶν ᾀσμάτων καὶ ἔλεγεν «ἑξήκοντά
εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν498 in vol. 3
Haer
.

3

.

499

ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου», μετὰ προσθήκης τοῦ μου καὶ μου. αὐτοῦ γὰρ περιστερὰ καὶ αὐτοῦ τελεία, ὡς τῶν ἄλλων λεγομένων καὶ μὴ οὐσῶν, αὐτῆς δὲ διττῶς ὀνομαζομένης. ἐπὶ γὰρ ταῖς ἄλλαις οὐκ εἶπεν, ὀγδοήκοντά εἰσι παλλακαί μου, ἀλλὰ ταῖς μὲν βασι‐
5λίσσαις διὰ τῆς ἐνδόξου ὀνομασίας τὴν συνάφειαν τῆς τιμῆς ἀπένειμεν, ἐπὶ δὲ ταῖς παλλακαῖς τὸ ἀλλότριον τέλεον ἀπεφήνατο. ὧν τοὺς ἀριθμοὺς εἰς νοῦν λαμβάνοντες κατὰ τὴν ἀναγωγὴν τῆς θεωρίας ἐπεργάσασθαι ἐν τῷ τόπῳ ἀναγκαζόμεθα διὰ τὸ μὴ ὑπερβαίνειν, οὐ ψυχρολογοῦντες, ἀλλ’ ἐν ἀληθείᾳ λόγους διὰ τῶν ἀληθινῶν γραφῶν ταῖς ἀληθιναῖς θεω‐
10ρίαις ἀντεξετάζοντες. ὅτι μὲν γὰρ καὶ ὁ ἀριθμὸς γεγραμμένος ἀπαρά‐ βατός ἐστιν ἑκάστης ὑποθέσεως καὶ οὔτε δύναται τὸ ἐν ἀριθμῷ κατα‐ τεταγμένον ἕωλόν τι εἶναι οὔτε εἰς ἀργότητα ἐν τῇ γραφῇ ἐπιμετρεῖσθαι 〈δῆλον〉. βασίλισσαι δέ εἰσιν αἱ ἤδη πρότερον εἰς γενεαλογίαν ὠνομασ‐ μέναι ψυχαί. ὡς γὰρ βασιλεῖ συνέπονται πλήθη πολλά, τοῦ δὲ βασιλέως
15κεφαλῆς οὔσης, ὥσπερ ἐπὶ σώματος πολλῶν μελῶν ὄντων ἀπὸ τῆς κεφα‐ λῆς ὁ εἷς ἄνθρωπος ἀριθμηθήσεται, οὕτως ἀπὸ τοῦ ἑνὸς βασιλέως τὸ πᾶν πλῆθος τὸ ὑπὸ τὸν βασιλέα εἰς ἕνα ἀναλογισθήσεται. 4. Βασίλισσα τοίνυν ἡ γενεὰ ἐν Χριστῷ κέκληται, οὐ τῆς πάσης γενεᾶς βασιλευσάσης, ἀλλὰ τῆς μιᾶς τῆς ἐπιγνούσης τὸν κύριον δι’ ὀνο‐
20μασίας τοῦ ἀνδρὸς αὐτῆς 〈εἰσ〉 τὸ βασιλικὸν ἀξίωμα καὶ τάξιν φερομένης, ὡς οἷον εἰπεῖν Ἀδὰμ καὶ πᾶσα αὐτοῦ γενεὰ βασίλισσα αὕτη ἀριθμη‐ θήσεται, ἥ τε αὐτοῦ ἀρχὴ καὶ ἡ πατριαρχία, βασιλεύσασα[ι] [μετὰ τῶν] μετ’ αὐτοῦ, διὰ τὴν πρὸς τὸν θεὸν γνῶσιν καὶ ἣν κατηξίωται πρῶτος πλάσιν πλασθῆναι καὶ ὅτι μετάνοιαν πρῶτος ἐνεδείξατο, ὡς ἔχει ἡ ἀκο‐
25λουθία. εἶτα μετὰ τοῦτον Σὴθ καὶ ἡ πᾶσα μετ’ αὐτοῦ ἀνθρωπότης, καὶ Ἐνὼς καὶ Καϊνὰν καὶ Μαλελεὴλ καὶ Ἰάρεδ καὶ Ἐνὼχ καὶ Μαθουσάλα καὶ Λάμεχ καὶ Νῶε· τούτων τῶν ἁγίων [τῶν] καταλογάδην ἐν ἀριθμῷ κατὰ γενεὰν καταριθμηθέντων, ὧν ὁ ἀριθμὸς παρὰ Ματθαίῳ δείκνυται. ἑξήκοντα γὰρ καὶ δύο γενεαί τε καὶ πατριαρχίαι παρ’ αὐτῷ ἐμφέρονται
30διὰ τῶν ὀνομάτων τῶν ἐντελεστέρων ἀνδρῶν, πρὸς τὸν θεὸν τὴν γνῶσιν ἐσχηκότων ἢ δι’ ἑτέραν τινὰ ἀριστείαν τὴν βασιλικήν τε δόξαν καὶ ἐμβρί‐
θειαν μετεσχηκότων, 〈ὧν〉 ὁ κατάλογος τοῦ ἀριθμοῦ ἐμφέρεται ἄχρι499 in vol. 3
Haer
.

3

.

500

τῆς τοῦ Χριστοῦ παρουσίας. καὶ γὰρ γενεαὶ παρεληλύθασιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε δέκα καὶ ἀπὸ τοῦ Νῶε ἄχρι τοῦ Ἀβραὰμ ἄλλαι δέκα, ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἄχρι Δαυὶδ γενεαὶ ιδ, ἀπὸ δὲ Δαυὶδ ἕως τῆς αἰχμαλωσίας γενεαὶ ιδ καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως τοῦ Χριστοῦ
5γενεαὶ ιδ, ὡς εἶναι ἀπὸ τοῦ Ἀδὰμ ἄχρι Χριστοῦ ἑξήκοντα δύο γενεάς, αἵτινες ἑξήκοντα διὰ τὴν συντομίαν ἠρίθμηνται. καὶ γὰρ ἐν τῇ ἐρήμῳ ἑβδομήκοντα δύο στελεχῶν φοινίκων ὑπαρχόντων ἑβδομή‐ κοντα ἡ γραφὴ ὠνόμασε. καὶ εἰς τὸ ὄρος προσκεκλημένων ἑβδο‐ μήκοντα ἑβδομήκοντα δύο εὑρίσκονται σὺν τῷ Ἐλδὰδ καὶ Μωδάδ. καὶ
10ἑβδομήκοντα δύο ἑρμηνεύσαντες ἐπὶ Πτολεμαίου, διὰ δὲ τὴν συντομίαν εἰώθαμεν λέγειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν. οὕτω καὶ νῦν ἑξήκοντα βασίλισσαι οἶμαι εἴρηνται, ἐξαιρουμένου τοῦ τε ἄνωθεν ἀριθμοῦ καὶ τοῦ κάτωθεν, διὰ τὸ * μεσαίτατον τῶν ἑξήκοντα πρὸς τύπους καὶ ἀνα‐ γωγὴν τῆς τελείας θεωρίας. ἐπειδὴ γὰρ δι’ ἓξ δεκάδων * τὴν τῆς ἑξαημέρου
15πληροῦσθαι περίοδον συμβαίνει * εἰς τὸ συνάπτεσθαι ἀπὸ ἑκάστης γενεᾶς ὁσίων ψυχῶν 〈πλῆθυν〉 ἐν θεῷ βασιλευουσῶν κατὰ τὴν πίστιν. ἔνθεν γὰρ καὶ ἓξ ὑδρίαι εὑρίσκονται ἐν Κανᾷ τῆς Γαλιλαίας λίθιναι, αἵτινες λείψασαι πάλιν ἐπληροῦντο, χωρήσασαι ἐν αὐταῖς ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, * περὶ τοῦ μέτρου τῆς παλαιᾶς καὶ νέας διαθήκης καὶ τριάδος
20τοῦ πληρώματος· αἵτινες ἀπὸ τοῦ ὕδατος εἰς οἶνον ἄκρατον μεταβέβληνται, πληρωθεῖσαι εἰς εὐφρασίαν γάμων καὶ υἱῶν τῶν ἀνθρώπων. ἔνθεν γὰρ τὸ ἑξαγωνιαῖον καλεῖται παρὰ τοῖς ἔξωθεν λόγοις διὰ τριάδος καὶ ἑβδομάδος εἰς εἴκοσι ἕνα ἀριθμὸν γεωμετρούμενον, οὗ ἑξαγωνιαίου σημασία ἐστὶ πληρώσεως τοῦ παντὸς ὁρωμένου κύτους, διὰ τὸ τετραχῆ
25ἔχειν, ὡς εἰπεῖν, * τὸ τετραγώνιον ὑποβάθραν τε καὶ τὴν ἄνωθεν τῆς ὀροφώσεως σκέπην ἕκτον ἀριθμὸν τελεῖν. 5. Ἀλλ’ ἵνα μὴ εἰς πλάτος μηκύνω τὸν λόγον, πάλιν ἱκανῶς ἔχειν νομίζω περὶ τῶν ἑξήκοντα βασιλισσῶν ἕως τῆς τοῦ Χριστοῦ παρουσίας γενεῶν ἀριθμη〈θει〉σῶν τὰ εἰρημένα, μετὰ δὲ τὸν Χριστὸν καὶ δεῦρο
30τυγχανουσῶν λοιπὸν γενεῶν, καθὼς αὐτῷ τῷ κυρίῳ μόνῳ ἔγνωσται. οὐ‐500 in vol. 3
Haer
.

3

.

501

κέτι γὰρ κατὰ γενεὰν οἱ ἀριθμοὶ παρά τισιν ἀνηνέχθησαν ἢ κατετάχθησαν, διὰ τὸ ἐπεσφραγίσθαι τὸν ἀριθμὸν τῆς τοιαύτης ὑποθέσεως καὶ ἀποκεκλεῖ‐ σθαι διὰ τοῦ τῶν βασιλισσῶν ἀριθμοῦ ἕως αὐτῆς τῆς ἐνσάρκου παρουσίας ἠριθμημένου. λοιπὸν γὰρ οἱ μετέπειτα συγγραφεῖς ἢ λογογράφοι ἢ χρονο‐
5γράφοι ἢ ἱστορ〈ι〉ογράφοι οὐκέτι γενεὰς ἀριθμοῦσιν, ἀλλ’ ἢ βασιλέων τὰς διαδοχὰς καὶ χρόνους κατὰ τὸν τῶν ἐτῶν ἀριθμὸν ἑκάστου βασιλέως, ὥστε ἐξ ἅπαντος εὖ μάλα τὸν συνετὸν γινώσκειν ὅτι καὶ ἀπὸ τούτου τοῦ ζητήματος τὸ πᾶν τοῦ χρόνου συνετμήθη εἰς τὸν τῶν ξβ γενεῶν ἕως Χριστοῦ ἀριθμόν, διὰ τὸ μηκέτι μετὰ Χριστὸν κατὰ τὴν ὑπόθεσιν ταύτην
10διὰ γενεαλογιῶν τοὺς τοῦ κόσμου χρόνους ἀριθμεῖσθαι, τελειουμένου 〈τοῦ ἀριθμοῦ〉 ἐν μιᾷ συνενώσει τῇ σημαινομένῃ κατὰ τὸ τῆς εὐδοκίας θεοῦ ἀμετάστατον ἔρεισμα· ὡς ἀπὸ τῆς αὐτῆς τὴν τοῦ αἰῶνος συντέλειαν 〈φαίνεσθαι〉 συντεμνομένην καὶ ἐπὶ τὸ μεταβατικὸν τοῦ μέλλοντος αἰῶνος πληρουμένην. διὸ λέγει «μία ἐστὶ περιστερά μου, τελεία μου», ὡς ἕως
15αὐτῆς τῶν πάντων τελειουμένων, κἄν τε χρόνοι 〈ὦσιν〉 καὶ καιροί, ἐνιαυ‐ τοί τε καὶ διαστήματα γενεῶν κατά τε βασιλέας ἢ ὑπάτους ἢ ὀλυμπιάδας ἢ ἡγεμονίας ὁ αἰὼν ἑαυτὸν ἀριθμήσειεν. ὀγδοήκοντα δὲ παλλακαί, αἵτινες ἐν μέσῳ τῶν βασιλίδων καὶ πρὸ τῆς ἐνσάρκου βασιλείας τουτέστι τῆς πίστεως καὶ αὐτῆς ταύτης τῆς νύμφης καὶ παρθένου, καὶ ἀσπίλου τε καὶ
20«περιστερᾶς», τῆς «μόνης τῇ μητρὶ καὶ τῇ τεκούσῃ». 6. Ἐκκλησία γάρ ἐστιν ἀπὸ μιᾶς πίστεως γεγεννημένη, τεχθεῖσα δὲ διὰ πνεύματος ἁγίου, μία τῇ μόνῃ καὶ μία τῇ γεγεννηκυίᾳ. καὶ ὅσαι μετὰ ταύτην ἦλθον καὶ πρὸ αὐτῆς, παλλακίδες ὠνομασμέναι, αἵτινες τὸ πᾶν οὐκ ἀλλότριαι γεγένηνται διαθήκης καὶ κληρονομίας, μὴ πεπροικισ‐
25μέναι δὲ ὑπὸ τοῦ λόγου καὶ μὴ δεξάμεναι ὑποδοχὴν τοῦ ἁγίου πνεύματος, μόνον δὲ συνάφειαν ὑπὸ συνείδησιν πρὸς τὸν Λόγον ἐσχηκυῖαι. καλῶς γὰρ ὁ Ἑβραῖος τὴν παλλακίδα ἔφρασε, φήσας αὐτὴν φελεγέσθα· φελέγ, ὃ ἑρμηνεύεται ἥμισυ, ἔσθα γυνή, ἵνα εἴπῃ ἥμισυ γυναικός. ὅσον μὲν γὰρ ἧκεν εἰς τὸν κύριον, πάντας κέκληκεν εἰς ἐλευθέριον φῶς, φήσας «ὡς
30ἔχετε τὸ φῶς μεθ’ ἑαυτῶν, ἐν φωτὶ περιπατεῖτε», καὶ ὁ ἅγιος ἀπόστολος
λέγων «ὑμεῖς δὲ ἡμέρας ἐστὲ τέκνα καὶ τέκνα φωτός», καὶ πάλιν ἐν τῇ501 in vol. 3
Haer
.

3

.

502

θείᾳ γραφῇ 〈λέγεται〉 «ὁ ποιῶν τὰ φαῦλα μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς». οὕτω καὶ παλλακίδες οὐκ ἐν τῷ προφανεῖ, οὐκ ἐν τῇ τελειώ‐ σει, οὐδὲ ἐν προικὶ ἄγονται τοῖς ἀνδράσιν, εἰ καὶ συνάφειαν σχοῖεν αἱ αὐταὶ πρὸς τὰ σώματα τῶν ἀνδρῶν, οὐ μέντοι γε τὴν τῆς ἐλευθέρας γυναικὸς
5τιμὴν καὶ ὀνομασίαν καὶ βεβαίωσιν καὶ φερνὴν καὶ ἕδνα καὶ προικισμὸν καὶ γνησιότητα ἔχειν δύνανται. παλλακίδες γοῦν αἱ καθεξῆς ἀριθμη‐ θεῖσαι αἱρέσεις, ὡς ἄνω ἔφην, ὀγδοήκοντα. μὴ θαυμαζέτω δέ τις εἰ καὶ ἄλλοις ὀνόμασιν ἑκάστη τούτων κικλήσκεται ἐν ἑκάστῃ χώρᾳ. ἀλλὰ καὶ ἐκεῖνο παρατηρητέον, ὅτι πολλάκις καθ’ ἑαυτὴν πάλιν ἑκάστη αἵρεσις
10σχίσασα εἰς πολλὰ μέρη καὶ ὀνόματα διέστη· οὐ γάρ ἐστι θαῦμα· ἔστι γὰρ καὶ οὕτως. ὀγδοήκοντα δὲ καὶ ἕνα ἀριθμὸν εὑρίσκομεν, ἕνα μὲν διὰ τὴν μίαν τῶν πασῶν διωρισμένην, μόνην δὲ τῷ νυμφίῳ κεκληρωμένην, ὑπ’ αὐτοῦ δὲ ὁμολογουμένην τῇ τοιᾷδε ὀνομασίᾳ, ὅτι «μία ἐστὶ περιστερά μου», καὶ πάλιν «τελεία μου», ὡς τῶν πασῶν παλλακίδων ἀγενῶν οὐσῶν
15καὶ οὐκ ἐν ἀκακίᾳ ἐπιμετρουμένων, οὐδὲ ἐν ἁγνείᾳ καὶ ἡμερότητι. εἰσὶ μὲν οὖν 〈αἱ〉 ἀπ’ ἀρχῆς συναπτόμεναι τῷ καλουμένῳ Βαρβαρισμῷ καὶ Σκυθισμῷ ἄχρι τῶν προειρημένων Μασσαλιανῶν οζ τὸν ἀριθμόν, καὶ Ἑλληνισμός, ἐξ οὗ αἱ Ἑλληνικαὶ αἱρέσεις, καὶ Ἰουδαϊσμός, ἐξ οὗ 〈αἱ〉 Ἰουδαϊκαί, καὶ Σαμαρειτική, ἐξ ἧς αἱ Σαμαρειτικαί· τῶν τριῶν 〈τούτων〉
20ἐπὶ τὸν ἑβδομηκοστὸν ἕβδομον ἀριθμὸν προστιθεμένων εἰς ὀγδοηκοντάδα ἀριθμὸν πληροῦνται καὶ ἡ μία περιλείπεται, τουτέστιν ἡ ἁγία καθολικὴ ἐκκλησία καὶ Χριστιανισμὸς ὄντως ὠνομασμένος ἀπ’ ἀρχῆς καὶ σὺν τῷ Ἀδὰμ καὶ πρὸ τοῦ Ἀδὰμ καὶ πρὸ πάντων τῶν αἰώνων σὺν Χριστῷ, θελή‐ ματι τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ μετὰ πάντων τῶν κατὰ
25γενεὰν θεῷ εὐαρεστησάντων πιστευόμενος καὶ ἐν τῇ αὐτοῦ παρουσίᾳ ἐν κόσμῳ σαφῶς ἀποκαλυφθεὶς καὶ νῦν μετὰ τὰς αἱρέσεις ταύτας πάσας τὰς δὴ παλλακίδας 〈καλουμένασ〉 ὑφ’ ἡμῶν πάλιν ἐξυμνούμενος, ὡς κατὰ τὴν ἀκολουθίαν τοῦ λόγου. 7. Αὐτὸς γὰρ ὁ Λόγος ἐν τοῖς ᾄσμασιν οὕτως ἠρίθμησεν, «ἑξήκοντα
30βασιλίσσας» φήσας, καὶ «ὀγδοήκοντα παλλακίδας, καὶ νεάνιδας ὧν οὐκ ἔστιν ἀριθμός. μία δέ, φησίν, ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν». καὶ ὕστερον δείκνυσι πῶς
παρὰ πᾶσιν εὑρεθήσεται, ὡς ἐντιμοτέρα πασῶν οὖσα καὶ πάντων δεσπό‐502 in vol. 3
Haer
.

3

.

503

ζουσα καὶ αὐτῷ μόνη ἐκλελεγμένη, ἧς τὰ τέκνα κληρονόμα τοῦ βασιλέως καὶ τέκνα ἀληθινά, ὡς «τέκνα τῆς ἐπαγγελίας» καὶ οὐ «τέκνα τῆς παιδίσκης», οὔτε παλλακίδος, οὔτε τῶν ἄλλων τῶν ἀναρίθμως ἑρμηνευομένων. εἰ γὰρ καὶ ἀπὸ Χεττούρας τῆς παλλακίδος ἔσχεν ὁ Ἀβραὰμ τέκνα, οὐ συγκλη‐
5ρονόμα τυγχάνει τὰ τέκνα τῆς Χεττούρας τῷ Ἰσαάκ· δόματα δὲ ἔλαβεν, ὡς ληγάτου χάριν, ἵνα ὁ τύπος μένοι εἰς ἀναγωγὴν τοῦ λόγου, εἰς τὸ μὴ ἀπελπίσαι τινὰς τῆς τοῦ Χριστοῦ κλήσεως. καὶ γὰρ τὰ δόματα, ἃ ἔδωκε τῷ Ἰσμαὴλ καὶ τοῖς υἱοῖς Χεττούρας, τύπος ἦν τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν εἰς ἐπιστροφὴν ἐθνῶν πρὸς τὴν πίστιν καὶ τὴν ἀλήθειαν. τῇ μὲν
10γὰρ Ἄγαρ παιδίσκῃ οὔσῃ καὶ ἀπὸ τοῦ Ἀβραὰμ ἐκβληθείσῃ (ὡς ἡ δου‐ λεύσασα κάτω Ἱερουσαλὴμ μετὰ τῶν τέκνων αὐτῆς, περὶ ἧς εἴρηται «ἀπέρριψα τὴν μητέρα ὑμῶν», καὶ πάλιν «ἔδωκα βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς») ταύτῃ γὰρ τῇ παιδίσκῃ, Ἄγαρ δέ φημι, συμβο‐ λικώτερον δι’ ἐλπίδα ἐπιστροφῆς ἀσκὸν δίδωσιν ὕδατος, ἵνα δείξῃ «τοῦ
15λουτροῦ τῆς παλιγγενεσίας» τὴν δύναμιν, εἰς δόμα ζωῆς τοῖς ἀπίστοις ἀποδοθεῖσαν καὶ εἰς ἐπιστροφὴν πάντων τῶν ἐθνῶν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. τοῖς δὲ υἱοῖς Χεττούρας τὰ δόματα ἦν χρημάτων ὕπαρξις, χρυσὸς καὶ ἄργυρος καὶ ἱματισμός, καὶ ἅτινα ἐν μυστηρίῳ Ἀβραὰμ ἀπέκλει‐ σεν ἐν ταῖς πήραις, «λίβανον καὶ σμύρναν καὶ χρυσόν», τῶν μετὰ τῶν βασι‐
20λέων Σοδόμων καὶ Γομόρρας, τῶν 〈σκυλευθέντων ὑπὸ τῶν〉 περὶ Χοδολλο‐ γόμορ [καὶ Βαρσὰ καὶ λοιπῶν] τῶν τὴν αἰχμαλωσίαν ἀπὸ Σοδόμων καὶ Γομόρρων καὶ λοιπῶν λαβόντων καὶ σκυλευσάντων τὴν [τε] ἵππον καὶ αἰχμαλωτισάντων τὸ πλῆθος τῶν ἀνθρώπων καὶ ἀφαρπαξάντων τὰς ἀπὸ ἑκάστου περιουσίας τε καὶ χρημάτων καὶ τῶν ἄλλων πλῆθος· ἃ αὐτὸς
25ἀπέστρεψεν «ἀπὸ τῆς κοπῆς τῶν βασιλέων» τότε [καὶ] οὔτε ἀποστρέψαι τὰ ἤδη κυρίῳ θεῷ ἀποταχθέντα τολμήσαντος αὐτοῦ, ἀλλὰ δεδωκότος αὐτὰ δόματα μετὰ τῶν ἄλλων τοῖς υἱοῖς αὐτοῦ τοῖς ἀπὸ Χεττούρας, ὡς εὕρομεν ἐν ταῖς παραδόσεσι τῶν Ἑβραίων. 8. Ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τῶν αὐτῶν τέκνων τοῦ Ἀβραὰμ
30τῶν ἀπὸ Χεττούρας ἐκβληθέντων ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἀπελθόντων καὶ κατοικησάντων εἰς τὰ μέρη τὰ Ἀραβικὰ τῆς Μαγωδίας χώρας, 〈διὰ〉 τῶν
ἐλθόντων μάγων ἀπὸ τῆς διαδοχῆς τῶν σπερμάτων ἐκείνων προσενεγκάν‐503 in vol. 3
Haer
.

3

.

504

των τε δόματά τε καὶ δῶρα εἰς συμμετοχὴν τῆς αὐτῆς ἐλπίδος 〈προσηνέ‐ χθησαν〉 τῷ Χριστῷ ἐν Βηθλεὲμ τὰ αὐτὰ δῶρα, ὅτε τὸν ἀστέρα θεασάμενοι ἦλθον· ὧν δώρων τὴν σαφῆ παράστασιν ὁ προφήτης παρίστησι λέγων ὅτι «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν
5Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ταῦτα γὰρ ἀπὸ Δαμασκοῦ ἐν χρόνοις Ἀβραάμ, ὡς προεῖπον, ὑπὸ τῶν βασιλέων τῶν ἐλθόντων εἴληπται καὶ ἀπὸ Σαμαρείας. πότε οὖν ἔλαβεν αὐτὰ «πρὶν ἢ γνῶναι καλεῖν πατέρα ἢ μητέρα», ἀλλ’ ὅτε ἦλθον οἱ μάγοι καὶ «ἤνοιξαν τὰς πήρας ἑαυτῶν» (ἢ τοὺς θησαυρούς, ὡς ἔχει ἔνια τῶν ἀντιγράφων) καὶ
10«προσήνεγκαν καὶ σμύρναν καὶ λίβανον καὶ χρυσόν»; καὶ ὁρᾷς πῶς ἔχουσιν αἱ τῆς ἀληθείας φράσεις καὶ ἀκολουθίαι; ὡς καὶ αὗται αἱ αἱρέσεις παλλα‐ κίδες ὑπάρχουσι καὶ τὰ αὐτῶν τέκνα ἔλαβε δόματα, τὸ ὄνομα μόνον λαβοῦσαι, ὀνόματι μόνον Χριστοῦ κληθεῖσαι καὶ τοὺς ὀλίγους ἀπὸ τῆς θείας γραφῆς λόγους ὑποδεξάμεναι, ἵνα δι’ αὐτῶν συνῶσι τὴν ἀλήθειαν,
15ἐὰν θέλωσιν· εἰ δὲ μὴ θέλοιεν, ἀλλὰ ἀνακάμψωσι πρὸς τὸν Ἡρῴδην (παρ‐ αγγέλλονται γὰρ μὴ ἀνακάμπτειν πρὸς Ἡρῴδην, ἀλλὰ δι’ ἄλλης ὁδοῦ ἀφικνεῖσθαι εἰς τὴν ἑαυτῶν πατρίδα)—ἐὰν δὲ μὴ ποιήσωσι τὰ προστεταγ‐ μένα, μάτην ἑαυτοῖς τὰ δόματα, ὡς ἐκείνοις ἡ ἔλευσις, εἰ ἀνέκαμψαν πρὸς τὸν Ἡρῴδην, διὰ τὸ ὁμοίως τὰς αὐτὰς αἱρέσεις παραχαράσσειν τῶν
20θείων λόγων τὰ διδάγματα. 9. Αὗται οὖν εἰσιν 〈αἱ〉 ὀγδοήκοντα παλλακίδες, ὧν ὁ ἀριθμὸς οὗτος ἐμφέρεται, κἀκεῖναι αἱ βασίλισσαι αἱ κατὰ τὰς γενεὰς ἀριθμηθεῖσαι ψυχαί, τουτέστιν ἄνδρες καὶ πατριάρχαι. νεάνιδες δέ, ὧν οὐκ ἔστιν ἀριθ‐ μός, ἐν ταῖς λοιπὸν κατὰ πάντα κόσμον φιλοσοφίαις καὶ ἑκάστης ψυχῆς
25πολιτείαις, τῆς μὲν οὔσης ἐπαινετῆς, τῆς δὲ οὔ. τίς γὰρ ἀριθμήσειε τοῦ κόσμου τούτου τὴν διαφοράν; πόσαι γὰρ ἄλλαι παρ’ Ἕλλησι μετὰ τὰς προειρημένας τέτταρας φανερωτάτας οὐκ ἔφυσαν καὶ ἔτι μετὰ τὰς αἱρέσεις ἐκείνας καὶ τὰς μετέπειτα κατὰ τὴν ἑκάστου γνώμην ἐν δοκήσει νεανιό‐ τητος καθ’ ἑαυτὰς γινόμεναι ψυχαί τε καὶ γνῶμαι; ὡς Πυρρώνειοι καλοῦν‐
30ταί τινες καὶ ἄλλοι πλείους, ὧν τὰ ὀνόματα καὶ τὰς δόξας καθ’ εἱρμὸν ὑποτάξω, πολλῶν μὲν ὄντων τῶν εἰς γνῶσιν ἡμῶν ἐληλυθότων, πολλοστη‐ μόριον δὲ 〈τοῦτο〉 τῶν ἐν κόσμῳ ὑπαρχόντων. καὶ εἰσὶ μὲν αἱ ἐξ Ἑλλήνων αἵδε, ὧν πρώτην τάξαιμι ἀπ’ ἀρχῆς τὴν Θαλοῦ τοῦ Μιλησίου γνώμην τε
καὶ δόξαν.504 in vol. 3
Haer
.

3

.

505

Αὐτὸς γὰρ Θαλῆς ὁ Μιλήσιος, εἷς ὢν τῶν ἑπτὰ σοφῶν, ἀρχέγονον πάν‐ των ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ πάλιν ἀναλύεσθαι. Ἀναξίμανδρος ὁ τοῦ Πραξιάδου καὶ αὐτὸς Μιλήσιος τὸ ἄπειρον ἀρχὴν
5ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸ τὰ πάντα ἀναλύεσθαι. Ἀναξιμένης ὁ τοῦ Εὐρυστάτου καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα τοῦ παν‐ τὸς ἀρχὴν εἶναι λέγει καὶ ἐκ τούτου τὰ πάντα. Ἀναξαγόρας ὁ τοῦ Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων
10τὰς ὁμοιομερείας ἔφησεν εἶναι. Ἀρχέλαος ὁ Ἀπολλοδώρου, κατὰ δέ τινας Μίλτωνος, Ἀθηναῖος δὲ ἦν, 〈ὁ〉 φυσικός, ἐκ γῆς τὰ πάντα λέγει γεγενῆσθαι. αὕτη γὰρ ἀρχὴ τῶν ὅλων ἐστίν, ὥς φησι. Σωκράτης ὁ τοῦ † Ἐλμάγλου ἢ Σωφρονίσκου καὶ Φαιναρέτης τῆς
15μαίας, ὁ ἠθικός, τὰ καθ’ ἑαυτὸν ἔλεγε μόνον δεῖ〈ν〉 περιεργάζεσθαι τὸν ἄνθρωπον, πλείονα δὲ μή. Φερεκύδης καὶ αὐτὸς γῆν φησι πρὸ πάντων γεγενῆσθαι. Πυθαγόρας ὁ Σάμιος, Μνησάρχου υἱός, θεὸν ἔφη εἶναι τὴν μονάδα καὶ δίχα ταύτης μηδὲν γεγενῆσθαι. ἔλεγε δὲ μὴ δεῖν θύειν τοῖς θεοῖς
20ζῷα μηδὲ μὴν ἐσθίειν τι τῶν ἐμψύχων μήτε κυάμους μήτε οἶνον πίνειν τοὺς σοφούς. ἔλεγε δὲ τὰ ἀπὸ σελήνης κάτω παθητὰ εἶναι πάντα, τὰ δὲ ὑπεράνω τῆς σελήνης ἀπαθῆ εἶναι. ἔλεγε δὲ καὶ μεταβαίνειν τὴν ψυχὴν εἰς πολλὰ ζῷα. ἐκέλευσε δὲ καὶ τοῖς μαθηταῖς αὐτοῦ σιωπᾶν ἐπὶ πεν‐ ταετῆ χρόνον καὶ τὸ τελευταῖον θεὸν ἑαυτὸν ἐπωνόμασε.
25 Ξενοφάνης ὁ τοῦ Ὀρθομένους, Κολοφώνιος, ἐκ γῆς καὶ ὕδατος ἔφη τὰ πάντα γίνεσθαι. εἶναι δὲ τὰ πάντα, ὡς ἔφη, οὐδὲν ἀληθές. οὕτως τὸ ἀτρεκὲς ἡμῖν ἄδηλον, δόκησις δὲ ἐπὶ πᾶσι τέτυκται, μάλιστα τῶν ἀφανέων. Παρμενίδης ὁ τοῦ Πύρητος, τὸ γένος Ἐλεάτης, καὶ αὐτὸς τὸ ἄπειρον ἔλεγεν ἀρχὴν τῶν πάντων.
30Ζήνων ὁ Ἐλεάτης, ὁ ἐριστικός, ἴσα τῷ ἑτέρῳ Ζήνωνι, καὶ τὴν γῆν
ἀκίνητον λέγει καὶ μηδένα τόπον κενὸν εἶναι. καὶ λέγει οὕτως· τὸ κινού‐505 in vol. 3
Haer
.

3

.

506

μενον ἤτοι ἐν ᾧ ἐστι τόπῳ κινεῖται ἢ ἐν ᾧ οὐκ ἔστι. καὶ οὔτε ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ οὐκ ἔστιν· οὐκ ἄρα τι κινεῖται. Μέλισσος ὁ τοῦ Ἰθαγένους, Σάμιος τὸ γένος, ἓν τὸ πᾶν ἔφη εἶναι, μηδὲν δὲ βέβαιον ὑπάρχειν τῇ φύσει, ἀλλὰ πάντα εἶναι φθαρτὰ ἐν δυνάμει.
5 Λεύκιππος ὁ Μιλήσιος, κατὰ δέ τινας Ἐλεάτης, καὶ οὗτος ἐριστικός· ἐν ἀπείρῳ καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ’ οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῷ ὕδατι κώπην. Δημόκριτος ὁ τοῦ Δαμασίππου Ἀβδηρίτης τὸν κόσμον ἄπειρον ἔφη
10καὶ ὑπὲρ κενοῦ κεῖσθαι. ἔφη δὲ καὶ ἓν τέλος εἶναι τῶν πάντων, καὶ εὐθυ‐ μίαν τὸ κράτιστον εἶναι, τὰς δὲ λύπας ὅρους κακίας· καὶ τὸ δοκοῦν δίκαιον οὐκ εἶναι δίκαιον, ἄδικον δὲ τὸ ἐναντίον τῆς φύσεως. ἐπίνοιαν γὰρ κακὴν τοὺς νόμους ἔλεγε, καὶ 〈ὅτι〉 οὐ χρὴ νόμοις πειθαρχεῖν τὸν σοφόν, ἀλλὰ ἐλευθερίως ζῆν.
15 Μητρόδωρος ὁ Χῖος ἔφη μηδένα μηδὲν ἐπίστασθαι, ἀλλὰ ταῦτα ἃ δοκοῦμεν γινώσκειν ἀκριβῶς οὐκ ἐπιστάμεθα, οὐδὲ ταῖς αἰσθήσεσι δεῖ προσέχειν· δοκήσει γάρ ἐστι τὰ πάντα. Πρωταγόρας ὁ τοῦ Μενάνδρου Ἀβδηρίτης ἔφη μὴ θεοὺς εἶναι, μηδὲ ὅλως θεὸν ὑπάρχειν.
20 Διογένης ὁ Σμυρναῖος, κατὰ δέ τινας Κυρηναῖος, τὰ αὐτὰ τῷ Πρωτα‐ γόρᾳ ἐδόξασε. Πύρρων ἀπὸ Ἤλιδος τῶν ἄλλων σοφῶν τὰ δόγματα συναγαγὼν πάντα ἀντιθέσεις αὐτοῖς ἔγραψεν, ἀνατρέπων τὰς δόξας αὐτῶν, καὶ οὐδενὶ δόγ‐ ματι ἠρέσκετο.
25 Ἐμπεδοκλῆς ὁ τοῦ Μέτωνος Ἀκραγαντῖνος πῦρ καὶ γῆν καὶ ὕδωρ καὶ ἀέρα τέτταρα πρωτόγονα εἰσέφερε στοιχεῖα, καὶ ἔλεγεν ἔχθραν ὑπάρχειν πρῶτον τῶν στοιχείων. κεχώριστο, γάρ φησι, τὸ πρότερον, νῦν δὲ συνή‐ νωται, ὡς λέγει, φιλωθέντα ἀλλήλοις. δύο οὖν εἰσι κατ’ αὐτὸν ἀρχαὶ καὶ δυνάμεις, ἔχθρα καὶ φιλία, ὧν ἡ μέν ἐστιν ἑνωτική, ἡ δὲ διαχωριστική.
30Ἡράκλειτος ὁ τοῦ Βλέσωνος Ἐφέσιος ἐκ πυρὸς ἔλεγε τὰ πάντα εἶναι
καὶ εἰς πῦρ πάλιν ἀναλύεσθαι.506 in vol. 3
Haer
.

3

.

507

Πρόδικος τὰ τέσσαρα στοιχεῖα θεοὺς καλεῖ, εἶτα ἥλιον καὶ σελήνην· ἐκ γὰρ τούτων πᾶσι τὸ ζωτικὸν ἔλεγεν ὑπάρχειν. Πλάτων Ἀθηναῖος θεὸν ἔλεγε καὶ ὕλην εἶναι καὶ εἶδος, τὸν κόσμον δὲ γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν ψυχὴν δὲ ἀγένητον καὶ ἀθάνατον
5καὶ θείαν λέγει. εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν θυμικὸν καὶ ἐπιθυ‐ μητικόν. ἔλεγε δὲ τοὺς γάμους καὶ τὰς γυναῖκας δεῖν κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ μηδένα ἰδίᾳ μίαν ἔχειν γαμετήν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι. Ἀρίστιππος ὁ Κυρηναῖος· οὗτος γαστρίμαργος ὢν καὶ φιλήδονος τέλος
10ἔφη τῆς ψυχῆς τὴν ἡδονήν, καὶ ὅστις ἥδεται, εὐδαίμων οὗτος, ὁ δὲ μηδ’ ὅλως ἡδόμενος τρισάθλιος καὶ κακοδαίμων, ὥς φησι. Θεόδωρος ὁ ἄθεος ἐπικληθεὶς ἔφη λῆρον εἶναι τοὺς περὶ τοῦ θεοῦ λό‐ γους. ᾤετο γὰρ μὴ εἶναι θεῖον, καὶ τούτου ἕνεκεν προὐτρέπετο πάντας κλέπτειν, ἐπιορκεῖν, ἁρπάζειν καὶ μὴ ὑπεραποθνήσκειν πατρίδος. ἔλεγε
15γὰρ μίαν πατρίδα εἶναι τὸν κόσμον, καὶ ἀγαθὸν μόνον ἔλεγε τὸν εὐδαιμο‐ νοῦντα, φεύγειν δὲ 〈δεῖν〉 τὸν δυστυχοῦντα, κἂν ᾖ σοφός. καὶ αἱρετὸν εἶναι τὸν ἄφρονα πλούσιον ὄντα καὶ ἀπειθῆ. Ἡγησίας Κυρηναῖος· οὗτος ἔφη μήτε φιλίας μήτε χάριτας εἶναι. μὴ ὑπάρχειν γὰρ αὐτὰς ἔλεγεν, ἀλλὰ χρῄζων τις ἔδωκε χάριν ἢ κρεῖττόν
20τι παθὼν εὐεργετεῖ. ἔλεγε δὲ καί· τῷ φαύλῳ ἀνδρὶ λυσιτελὲς τὸ ζῆν, τῷ δὲ σοφῷ τὸ ἀποθανεῖν, ὥς τινας ἐκ τούτου πεισιθάνατον αὐτὸν καλέσαι. Ἀντισθένης ὁ ἐκ Θρᾴττης μητρός, αὐτὸς δὲ Ἀθηναῖος, τὸ πρῶτον Σωκρατικός, ἔπειτα Κυνικός, ἔφησε μὴ χρῆναι τὰ καλὰ ζηλοτυπεῖν ἑτέρων ἢ τὰ παρ’ ἀλλήλοις αἰσχρά, τὰ δὲ τείχη τῶν πόλεων εἶναι σφαλερὰ πρὸς
25τὸν ἔσω προδότην, ἀσάλευτα δὲ τὰ τῆς ψυχῆς τείχη καὶ ἀρραγῆ. Διογένης ὁ Κυνικός, ἀπὸ Σινώπης τῆς κατὰ τὸν Πόντον πόλεως, τὰ πάντα Ἀντισθένει συνῆν. ἔφησε τὸ ἀγαθὸν † οἰστὸν παντὶ σοφῷ εἶναι, τὰ δ’ ἄλλα πάντα οὐδὲν ἢ φλυαρίας ὑπάρχειν. Κράτης ἀπὸ Θηβῶν τῶν Βοιωτικῶν, καὶ αὐτὸς Κυνικός, ἔλεγεν ἐλευ‐
30θερίαν εἶναι τὴν ἀκτημοσύνην.507 in vol. 3
Haer
.

3

.

508

Ἀρκεσίλαος ἔφασκε τῷ θεῷ ἐφικτὸν εἶναι μόνῳ τὸ ἀληθές, ἀνθρώπῳ δὲ οὔ. Καρνεάδης τὰ αὐτὰ τῷ Ἀρκεσιλάῳ ἐδόξασεν. Ἀριστοτέλης ὁ Νικομάχου, κατὰ μέν τινας Μακεδὼν ἀπὸ Σταγείρων,
5ὡς δὲ ἔνιοι Θρᾲξ ἦν τὸ γένος. ἔλεγε δὲ δύο ἀρχὰς εἶναι, θεὸν καὶ ὕλην, καὶ τὰ μὲν ὑπεράνω τῆς σελήνης θείας προνοίας τυγχάνειν, τὰ δὲ κάτωθεν τῆς σελήνης ἀπρονόητα ὑπάρχειν καὶ φορᾷ τινι ἀλόγῳ φέρεσθαι ὡς ἔτυχεν. εἶναι δὲ λέγει δύο κόσμους, τὸν ἄνω καὶ τὸν κάτω, καὶ τὸν μὲν ἄνω ἄφθαρ‐ τον, τὸν δὲ κάτω φθαρτόν. καὶ τὴν ψυχὴν ἐνδελέχειαν σώματος λέγει.
10 Θεόφραστος Ἐρέσιος τὰ αὐτὰ Ἀριστοτέλει ἐδόξασε. Στράτων [ὢν] ἐκ Λαμψάκου τὴν θερμὴν οὐσίαν ἔλεγεν αἰτίαν πάντων ὑπάρχειν. ἄπειρα δὲ ἔλεγεν εἶναι τὰ μέρη τοῦ κόσμου, καὶ πᾶν ζῷον ἔλεγε νοῦ δεκτικὸν εἶναι. Πραξιφάνης Ῥόδιος τὰ αὐτὰ τῷ Θεοφράστῳ ἐδόξασε.
15 Κριτόλαος ὁ Φασηλίτης τὰ αὐτὰ τῷ Ἀριστοτέλει ἐδόξασε. Ζήνων ὁ Κιτιεὺς ὁ Στωϊκὸς ἔφη μὴ δεῖν θεοῖς οἰκοδομεῖν ἱερά, ἀλλ’ ἔχειν τὸ θεῖον ἐν μόνῳ τῷ νῷ, μᾶλλον δὲ θεὸν ἡγεῖσθαι τὸν νοῦν· ἔστι γὰρ ἀθάνατος. τοὺς δὲ τελευτῶντας ζῴοις παραβάλλειν χρῆναι, ἢ πυρί. καὶ τοῖς παιδικοῖς χρῆσθαι ἀκωλύτως. ἔλεγε δὲ πάντα διήκειν τὸ θεῖον.
20τὰς δὲ αἰτίας τῶν πραγμάτων πῆ μὲν ἐφ’ ἡμῖν, πῆ δὲ οὐκ ἐφ’ ἡμῖν, τουτέστι τὰ μὲν τῶν πραγμάτων ἐφ’ ἡμῖν, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν. ἔλεγε δὲ καὶ μετὰ χωρισμὸν τοῦ σώματος * καὶ ἐκάλει τὴν ψυχὴν πολυχρόνιον πνεῦμα, οὐ μὴν δὲ ἄφθαρτον δι’ ὅλου ἔλεγεν αὐτὴν εἶναι· ἐκδαπανᾶται γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου εἰς τὸ ἀφανές, ὥς φησι.
25 Κλεάνθης τὸ ἀγαθὸν καὶ καλὸν λέγει εἶναι τὰς ἡδονάς, καὶ ἄνθρωπον ἐκάλει μόνην τὴν ψυχήν, καὶ τοὺς θεοὺς μυστικὰ σχήματα ἔλεγεν εἶναι καὶ κλήσεις ἱερὰς καὶ δᾳδοῦχον ἔφασκεν εἶναι τὸν ἥλιον καὶ τὸν κόσμον *
μύστας καὶ τοὺς κατόχους τῶν θείων τελεστὰς ἔλεγε.508 in vol. 3
Haer
.

3

.

509

Περσαῖος τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισε. Χρύσιππος ὁ Σολεὺς νόμους ἔγραψεν οὐ θεμιτούς. ἔλεγε γὰρ δεῖν μίγνυσθαι ταῖς μητράσι τοὺς παῖδας, τοῖς δὲ πατράσι τὰς θυγατέρας. εἰς δὲ τὰ ἄλλα συνεφώνησε Ζήνωνι τῷ Κιτιεῖ. πρὸς τούτοις δὲ ἔλεγε καὶ
5ἀνθρωποβορεῖν. ἔλεγε δὲ τὸ τέλος πάντων τὸ ἡδυπαθὲς εἶναι. Διογένης ὁ Βαβυλώνιος ἔλεγε τὰ σύμπαντα συνίστασθαι ἐξ ἡδονῆς. Παναίτιος ὁ Ῥόδιος τὸν κόσμον ἔλεγεν ἀθάνατον καὶ ἀγήρω, καὶ τῆς μαντείας κατ’ οὐδὲν ἐπεστρέφετο, καὶ τὰ περὶ θεῶν λεγόμενα ἀνῄρει. ἔλεγε γὰρ φλήναφον εἶναι τὸν περὶ θεοῦ λόγον.
10 Ποσειδώνιος Ἀπαμεὺς ἔλεγε τὸ μέγιστον ἐν ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον καὶ ὑγείαν. Ἀθηνόδωρος Ταρσεὺς τὰ αὐτὰ Χρυσίππῳ ἐδόξασε καὶ τὰ αὐτὰ Ζήνωνι ἐδογμάτισεν. Ἐπίκουρος ὁ Νεοκλέους ἐν Ἀθήναις τραφείς, φιλήδονον βίον
15μετῆλθε, καὶ οὐκ ἠρυθρία γυναιξὶ συνὼν δημοσίᾳ ἀκολάστοις καθ’ ἃ πρῴην περὶ αὐτοῦ εἴπομεν. πάλιν ἔλεγε μὴ εἶναι θεοὺς ἀλλ’ ἢ μόνον τύχην διοικεῖν τὰ πάντα, καὶ μηδὲν εἶναι τῶν ἐν τῷ βίῳ ἑκούσιον, μήτε μάθησιν μήτε ἀπαιδευσίαν μήτε ἄλλο μηδέν, ἀλλὰ πάντα ἀκούσια γίνεσθαι πᾶσι. καὶ οὐ χρὴ ψέγειν τινά, ὥς φησιν, οὔτε ἐπαινεῖν· οὐ γὰρ ἑκόντες
20ταῦτα ὑφίστανται. ἔλεγε δὲ μὴ δεῖν φοβηθῆναι τὸν θάνατον. διεβεβαιοῦτο δέ, ὡς ἤδη ἔφην, καὶ ἐξ ἀτόμων τὸ πᾶν τὴν σύστασιν ἔχειν καὶ τὸν κόσμον ἐν ἀπείρῳ εἶναι. 10. Καὶ οὗτοι μὲν οἳ ἐξ Ἑλλήνων εἰς γνῶσιν ἡμῶν ἐληλύθασιν· ἄλλοι δὲ ὅσοι κατὰ τὴν βάρβαρον καὶ Ἑλλάδα Ῥωμα〈ν〉ίαν τε καὶ τὰ
25ἄλλα κλίματα τῆς οἰκουμένης· ἑβδομήκοντα δύο μὲν ἀηδεῖς φιλοσοφίαι ἐν τῇ τῶν Ἰνδῶν ἐμφέρονται φατρίᾳ, τῶν τε γυμνοσοφιστῶν, τῶν τε Βραχ‐ μάνων, ἐπαινετῶν τούτων μόνων, τῶν τε Ψευδοβραχμάνων, τῶν τε νεκυο‐ φάγων, τῶν τε αἰσχροποιῶν, τῶν τε ἀπηλγημένων· ὧν τὸ κατ’ εἶδος λέγειν καὶ τὰ παρ’ αὐτῶν μυσαρὰ γινόμενα περιττὸν ἡγησάμεθα καὶ
30οὐδὲ〈ν〉 ἄξιον, διὰ τὴν πολλὴν ἐν τοῖς ἀνθρώποις φθοράν, κακίας τε
καὶ * ἐργασίαν. ἐν μὲν γὰρ τῇ Μηδίᾳ ἓξ αἱρέσεις πάλιν λέγονται εἶναι509 in vol. 3
Haer
.

3

.

510

διάφοροι, ἐν δὲ τῇ Αἰθιοπίδι ὅσαι, παρὰ Πέρσαις τε ἢ ἐν τῇ Παρθίᾳ ἢ Ἐλαμίτιδι ἢ Κασπίᾳ ἢ Γερμανῶν χώρᾳ, ἢ Σαρματίᾳ ἢ ὁπόσοι ἐν τοῖς Δαύνισιν ἢ παρὰ Ζικχοῖς καὶ Ἀμαζόσι, Λαζοῖς τε καὶ Ἴβηρσι καὶ Βοσ‐ πορηνοῖς ἢ Γηλοῖς ἢ Σηροῖς ἢ τοῖς ἄλλοις ἔθνεσι, 〈πόσαι〉 νόμων τε
5διαφοραὶ καὶ φιλοσοφιῶν καὶ αἱρέσεων καὶ διαφορῶν ἄμετρον πλῆθος. ὡς Σηροὶ μὲν ἄνδρες ἐμπλέκονται, οἴκαδε καθεζόμενοι, μυριζόμενοί τε καὶ θηλευόμενοι, γυναιξὶν ἑτοιμαζόμενοι, αἱ δὲ γυναῖκες τὸ ἀνάπαλιν τὴν τρίχα τῆς κεφαλῆς κουρευόμεναι, ἀνδρείῳ ζώματι ζωννύμεναι καὶ τὰ κατὰ τὴν ἄρουραν πάντα ἔργα ἐκτελοῦσαι. παρὰ Γηλοῖς δὲ τοὐναντίον
10οἱ τὰ φαῦλα δρῶντες πρὸς τῶν νόμων αὐτῶν ἐπαινοῦνται. παρ’ Ἕλ‐ λησι δὲ πόσα μυστήρια καὶ τελεταί; ὡς αἱ μεγαρίζουσαι γυναῖκες καὶ θεσμοφορι〈ά〉ζουσαι ἀλλῆλαι πρὸς ἀλλήλας διαφέρονται· ὅσα τε ἄλλα, τά τε ἐν Ἐλευσῖνι μυστήρια Δηοῦς καὶ Φερεφάττης καὶ τῶν ἐκεῖσε ἀδύ‐ των τὰ αἰσχρουργήματα, γυναικῶν ἀπογυμνώσεις, ἵνα σεμνότερον εἴπω,
15τύμπανά τε καὶ πόπανα, ῥόμβος τε καὶ κάλαθος, ἐρέα ἐξειργασμένη καὶ κύμβαλον καὶ κυκεὼν ἐκπώματι κατεσκευασμένος, ὅσα τε ἄλλα, τὰ ἐν Πυθοῖ Ἀρχεμόρου [τὰ] μυστήρια, ἐν Ἰσθμοῖ[ς] δὲ ἕτερα, Ἀθά‐ μαντός τε καὶ Μελικέρτου τοῦ Ἰνοῦς γόνου· καὶ ὅσοι τὸν φαλλὸν ἀναστρέ‐ φοντες, αἵ τε † φαλλαρίζουσαι αἰσχρουργίας μελετήματα, οἵ τε τὴν
20Ῥέαν θεραπεύοντες ἄνδρες, παρακόψαντες [τε] τὸν παῖδα τὸν ἄρρενα, ἄνευ σχήματος μορίων διατελέοντες, οὔτε μὴν ἄνδρες δυνάμενοι ἔτι εἶναι οὔτε γυναῖκες γεγενημένοι· Διονύσιοί τε ἕτεροι, οἱ τοὺς Κούρητας καὶ τὴν κρεωνομίαν μυοῦντες, τοὺς ὄφεις ἀνεστεμμένοι, εὐάζοντες τὸ
οὐὰ οὐά, ἐκείνην τὴν Εὔαν ἔτι τὴν διὰ τοῦ ὄφεως ἀπατηθεῖσαν ἐπικα‐510 in vol. 3
Haer
.

3

.

511

λούμενοι ἢ διὰ τῆς δασείας φωνῆς τὸν ὄφιν ἀπὸ τῆς Ἑβραΐδος εἰς ἑαυτῶν πλάνην κικλήσκοντες. Εὔα γὰρ κατὰ τὴν ψιλὴν ἀπόδοσιν τὴν γυναῖκα, κατὰ δὲ τὴν δασεῖαν εὑΐα τὸν ὄφιν παῖδες Ἑβραίων ὀνομάζουσι. 11. Καὶ «τί ἐρῶ; ἐπιλείψει γάρ μοι ὁ καιρὸς διηγουμένῳ» περὶ τῶν
5ἀμυθήτως ἐχόντων τῷ ἀριθμῷ ἐν ταῖς τῶν ἀνθρώπων διαφοραῖς πρὸς τῇ ἀρετῇ τε καὶ φαυλότητι· ὅσοι μὲν κατὰ τὴν Αἰγυπτίων χώραν τῷ μὲν Κρόνῳ ἕτεροι τελισκόμενοι, κλοιοῖς ἑαυτοὺς σιδηρέοις καθείρξαντες, χαίτῃ τε ὑπερτάτῃ, ἐσθῆτί τε ῥυπαρᾷ καὶ καταμεμωκημένῃ 〈χρώ‐ μενοι〉, ὡς κρίκοις μὲν τοὺς ἑαυτῶν μυκτῆρας ἐμπείραντες καθ’
10ἑκάστην τῷ Κρόνῳ ἐν τῇ Ἀστῷ καλουμένῃ (πολίχνη δέ ἐστιν αὕτη μητροκωμία κατὰ τὸν Προσωπίτην καλούμενον νομόν) κατὰ τὰς ἐναγεῖς τῆς πανδήμου τῶν πεπλανημένων συνελεύσεως τελετὰς καὶ τῶν παταγιζόντων καὶ ὀργιώντων ἐμμανεῖς δῆθεν ἱεροφαντίας σχημα‐ τίζονται· ἐξώλεις δὲ οὗτοι. παρ’ ἄλλοις δὲ ὅσοι, ὡς οἱ μὲν παρὰ τὸν
15Βουτικὸν ἢ αὐτὴν τὴν Βουτὼ τὴν πολίχνην τὸν Ἁρποκράτην τιθηνοῦντες, οἳ γέροντες μὲν ἤδη εἰσὶ τὴν ἡλικίαν *, οἱ πρὸς τῇ ἱερομηνίᾳ τὰς φαντα‐ σιώδεις τοῦ Ὤρου ἐνθουσιάσεις ἐπιτελεῖν ἐκ τοῦ δαίμονος ἀναγκαζόμενοι. ἕκαστος δὲ τῶν πολιτῶν, καὶ πρεσβύτης ἤδη ὑπεράγαν ἅμα νεανίαις ὁμοτρόποις καὶ ἑτέραις ἡβηδὸν ἡλικίαις, ἱερεῖς τοῦ αὐτοῦ Ὤρου δῆθεν
20καὶ Ἁρποκράτους, ἐπὶ τῆς κάρας ἐξυρημένοι, [μᾶλλον ἕκαστος φέρει] ἀναι‐ δῶς τὸ δουλικὸν ὁμοῦ καὶ ἐπικατάρατον καὶ παιδαριῶδες σῆμα φέροντες, ἀθύρμασί τε παρὰ τοῖς συνετοῖς τοῖς ἀπὸ τοῦ δαίμονος ἑαυτοὺς ἐκδεδω‐ κότες, ἐμμανεῖς τε καὶ ἀφραίνοντες γελοιώμενοί τε ἀσχέτως φέρονται, ἀθή‐ ραις τε καὶ σεμιδάλεσιν, ἄλλαις τε βαναυσοποιίαις πρῶτον μὲν τὰς ὄψεις
25χρίσαντες, εἶτα λέβητι ἀνακοχλάζοντι τὸ πρόσωπον ἐνθέντες ἀπό τε τοῦ προσώπου δῆθεν ὑπὲρ θαύματος ἀπατηλῶς τὰ πλήθη ἐξοιστρήσαντες, μεταδιδόασι τῇ χειρὶ ἀπὸ τοῦ προσώπου ἀπομαξάμενοι ἑκάστῳ τῶν αἰτησάντων εἰς μετάληψιν ὑγείας τε καὶ ἄκους πόνων ἕνεκεν. 12. Τὰς δὲ Μεμφίτιδας 〈καὶ〉 Ἡλιουπολίτιδας ὀργ〈ι〉ώσας, τυμ‐
30πάνῳ τε καὶ αὐλῷ τὸ θέλγη[σ]τρον εἰς ἑαυτὰς λαμβανούσας εἰ διηγησαί‐511 in vol. 3
Haer
.

3

.

512

μην, χορίτιδάς τε καὶ τριε〈τη〉ρίτιδας καὶ τὰς ἐπὶ τῆς Βαθείας καὶ ἐν Μενουθίτιδος ἔξω βεβηκυίας αἰδοῦς τε καὶ καταστάσεως γυναικείας, πόσοις ὄγκοις γλώττης, ἢ πόσῳ πλάτει συντάξεως ἑαυτὸν ἐπιδοὺς ἐπὶ τὸν προειρημένον ἀριθμὸν τὸν ἀμύθητον ἑαυτὸν ἐκδοῦναι δυνήσωμαι;
5εἰ γὰρ καὶ κάματον ὑπερβάλλοντα εἰς ἐμαυτὸν ἀναδεξαίμην, ἀτέλε‐ στον καταλείψαιμι τὴν τούτων κατάληψιν, ἐπειδὴ γὰρ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός» εἴρηται. τά τε ἐν Σάϊ τά τε ἐν Πηλουσίῳ τά τε ἐν Βουβαστῷ τά τε ἐν Ἀβύδῃ τά τε τοῦ Ἀντινόου τεμένη, καὶ τὰ ἐκεῖσε μυστήρια, τὰ ἐν Φαρβήτῳ, τὰ κατὰ τὸν τράγον τοῦ Μενδησίου, ὅσα
10τε ἐν Βουσίρι, πόσα τε ἐν Σεβεννύτῳ, πόσα τε ἐν Διοσπόλει, ὡς πῆ μὲν τῷ ὄνῳ εἰς ὄνομα τοῦ Σήθ, δῆθεν τοῦ Τυφῶνος, τελετὰς ἐργάζονται, ἄλλοι δὲ τὴν Τιθραμβώ, Ἑκάτην ἑρμηνευομένην *, ἕτεροι τῇ Σενέφθυ, ἄλλοι δὲ τῇ Θερμούθι τελίσκονται, ἄλλοι δὲ τῇ Ἴσιδι. καὶ πόσα ἔστι τοιαῦτα λέγειν, ὧν τὸ κατ’ εἶδος εἰπεῖν 〈ἐπιχειροῦντι〉 πολὺς χρόνος
15ἀναλωθήσεται. διὸ περιλήψεται πάντη ὁ λόγος πληρούμενος διὰ τοῦ «νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός». ἑτέρων δὲ πάλιν μυστηρίων πολλῶν καὶ αἱρεσιαρχῶν καὶ σχισματοποιῶν † ὧν μὲν ἀρχηγοὶ παρὰ Πέρσαις Μαγουσαῖοι, παρὰ δὲ Αἰγυπτίοις προφῆται καλούμενοι, τῶν ἀδύτων τε καὶ ἱερῶν ἀρχηγοί, καὶ μάγων Βαβυλωνίων δὲ οἵ τε καλούμενοι Γαζαρη‐
20νοί, σοφοί τε καὶ ἐπαοιδοί, Ἰνδῶν δὲ οἱ Εὐίλεοι καλούμενοι καὶ Βραχ‐ μᾶνες, Ἑλλήνων 〈δὲ〉 ἱεροφάνται τε καὶ νεωκόροι, Κυνικῶν πλῆθος καὶ ἄλλων ἀμυθήτων φιλοσόφων ἀρχηγοί. 13. Τοίνυν, ὡς προεῖπον, παρὰ Πέρσαις Μαγουσαῖοι καλούμενοι, οἱ εἴδωλα μὲν βδελυττόμενοι, † εἰδώλοις δὲ προσκυνοῦντες πυρὶ καὶ
25σελήνῃ καὶ ἡλίῳ. ἄλλοι τε πάλιν ἐν τῇ Ἑλλάδι Μυσοὶ καλούμενοι Ἄβιοι,512 in vol. 3
Haer
.

3

.

513

γάλακτι ἵππων χρώμενοι καὶ τὸ πᾶν ἀγρίαν χώραν κατοικοῦντες. καὶ πόσα δυνήσεται ὁ νοῦς τῶν ἀνθρώπων συλλέγειν τῶν τοσούτων καὶ μεγάλων ὀνομαζομένων καὶ ἐν ταῖς ἐπαινουμέναις 〈ἀριθμουμένων〉, ὅσαι εἰσὶ διαφοραὶ «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός», τῶν μὲν πρὸς ἔπαι‐
5νον, ἄλλων δὲ μὴ ἐπαινουμένων, τῶν μὲν ἀπ’ ἰδίου νοὸς τὰ πρὸς πολιτείας ἄσκησιν καὶ θεσμὸν ἑαυτοῖς συλλεγόντων, ἐν κόμαις τε προόπτως προερ‐ χομένων, ἄλλων δὲ καὶ ἐν σάκκῳ προφανεῖ, ἄλλων δὲ ἁγίων ἀδελφῶν ἐν σάκκῳ καὶ σποδῷ οἴκαδε καθεζομένων, καὶ ἔτι ἄλλων ἐν πολιτείαις καὶ νηστείαις ὑπερβαλλούσαις καμάτῳ προστιθέντων ἐν νεανιότητι,
10〈διὰ〉 τὴν πρὸς τὸν νυμφίον τελείαν συνείδησιν, ἑτέρων δέ, ὡς προεῖπον, οὐκ ὀρθῶς, ἀλλὰ κατά τινα πρόληψιν νοὸς τυραννικῶς παρὰ τὴν ἀλήθειαν νεανιευομένων, ὡς Ζακχαῖος μὲν πρὸ βραχέος τελευτήσας ἐν τῇ ὀρεινῇ τῇ περὶ τὰ Ἱεροσόλυμα, ὃς οὐδενὶ ὅλως συνευχόμενος διετέλεσεν, ἀλλὰ καὶ διὰ τὴν αὐτὴν ὑπόθεσιν τολμηρῶς ἁγίων μυστηρίων ψαύειν καὶ
15ἱερουργεῖν λαϊκὸς ὢν ἀφειδῶς ἐπεχείρει. ἕτερος δέ τις, ὅστις ποτὲ ἦν ἀνὴρ ἐκεῖνος [καὶ] τῶν δοκούντων ἐν ἀκρότητι βίου πεπολιτεῦσθαι, πρὸς τὴν Αἴγυπτον ἐπὶ τὰ ἐρημικὰ κατοικήσας ἐν μοναστηρίῳ, καὶ ἄλλος πρὸς τῷ Σιναίῳ, οἳ ἀπὸ ὀνειράτων ἐνεανιεύσαντο, 〈ὡσ〉 ἐπισκοπῆς δεξάμενοι χειροθεσίαν, καθῆσθαί τε καὶ τὰ ἐπισκόπων πράττειν καὶ
20αὐτοὶ ἐπεχείρουν. ἕτεροι δὲ καὶ οὐκ ὀλίγοι εὐνουχίζειν ἑαυτοὺς παρὰ τὰ προστεταγμένα δῆθεν νεανιεύματος χάριν ἐτόλμησαν. ἕτεροι δὲ δοκοῦντες νεανιεύεσθαι τολμῶσι παρὰ τοὺς κανόνας, ἀπὸ ὀρθοδόξων ὁρμώμενοι, σύλλογον ἑαυτοῖς ἐπισπάσασθαι, ἀλλὰ καὶ ἄνευ ἐπικρίσεως
συνόδου οἰκουμενικῆς ἀναβαπτίζειν τοὺς ἐρχομένους πρὸς αὐτοὺς δῆθεν513 in vol. 3
Haer
.

3

.

514

ἀπὸ Ἀρειανῶν, μηδέπω τοῦ πράγματος ἐξ ἐπικρίσεως ὡς ἔφην συνόδου τμηθέντος, διὰ τὸ ἀναμὶξ τοὺς λαοὺς ὑπάρχειν ἔτι δεῦρο καὶ πολλοὺς μὲν εἶναι ὀρθοδόξους, κατὰ δὲ ὑπόκρισιν πρὸς τοὺς ἀρειανίζοντας συνημ‐ μένους, ἕως ἂν ἀφορισμὸς γένηται τῆς τοιαύτης βλασφήμου αἱρέσεως
5καὶ τότε τὰ κατ’ αὐτῆς ὁρισθήσεται. ἐκ τούτων δὲ τῶν οὕτως ἀναβαπτι‐ ζόντων ἀπ’ ἰδίου κελεύσματος εἰς ἡμετέρας ἀκοὰς ἀφῖκται εἷς ὑπάρχων ἐν τῇ τῶν Λυκίων χώρᾳ πρεσβύτερος· εἰσὶ δὲ καὶ ἄλλοι ὧν ἕκαστος καθ’ ἑαυτὸν εὔχεται καὶ οὐ μετά τινος τὸ παράπαν, ἕτεροι δὲ ἐν κλοιοῖς παρὰ τὸν θεσμὸν τῆς ἐκκλησίας. διόπερ ἐπὶ τέλει παντὸς τοῦ λόγου
10«νεάνιδας» ἔφην «μὴ ἐχούσας ἀριθμὸν» τάς γε κατὰ τὴν ἰδίαν ἔννοιαν ἑαυταῖς νεανιζούσας, οὐ μὴν εἰς τὸ ἀγαθόν, εἰς τὸ τελειοῦν τῆς σοφίας τὰ εἴδη, φρονήσεώς τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης· ἐξ ὧν ἄλλαι νεανίζουσαι ἐπὶ τὸ τυραννικώτερον καὶ ἀπὸ τῆς ἀληθείας 〈ἀλλότριον〉 ἑαυτὰς ἐκτρέπουσιν, ὥστε μὴ εἶναι ἀριθμὸν τούτων.
15 14. Αὐτὴ δὲ ἡ μία περιστερὰ καὶ ἁγία παρθένος θεὸν ὁμολογεῖ πα‐ τέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, πατέρα τέλειον, υἱὸν τέλειον, πνεῦμα ἅγιον τέλειον, ὁμοούσιον τὴν τριάδα, οὐ συναλοιφὴν τὴν τριάδα, ἀλλὰ τὸν υἱὸν ἐκ πατρὸς ἀληθινῶς γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ, οὖσαν δὲ ἀεὶ τὴν τριάδα καὶ μηδέποτε προσ‐
20θήκης ἐπιδεομένην, μὴ ἔχουσαν δέ τι ἐν ἑαυτῇ ὑποβεβηκός, εἰς μίαν δὲ ἑνότητα καὶ μίαν ἀρχὴν τοῦ θεοῦ καὶ πατρὸς ἀναγομένην, καὶ ἐκ ταύτης τῆς τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὰ πάντα κεκτίσθαι, οὐκ ὄντα ποτέ, οὔτε συνόντα τῷ θεῷ, οὔτε προϋπάρξαντα, γενόμενα δὲ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
25πνεύματος. καὶ τοῦτον τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τοῖς αὐτοῦ ἁγίοις καὶ ἀπ’ αἰῶνος καταξιώσαντα ἐν ὀπτασίαις φανῆναι, καθάπερ ἠδύνατο ἕκαστος χωρεῖν κατὰ τὸ χάρισμα αὐτῷ διὰ τῆς θεότητος 〈δο‐ θέν〉, ὅπερ ἐχαρίζετο ἑκάστῳ τῶν καταξιουμένων, πῆ μὲν πατέρα θεάσα‐
σθαι, καθὼς ἠδύνατο ἕκαστος, 〈πῆ δὲ〉 ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, ὡς514 in vol. 3
Haer
.

3

.

515

〈ἐν〉εχώρει· ὡς ἐν στόματι τοῦ Ἠσαΐου ἔλεγεν «ἰδού, συνήσει ὁ παῖς μου ὁ ἀγαπητός», τοῦτο φωνὴ πατρός· καὶ ὡς ὁ Δανιὴλ εἶδε «τὸν παλαιὸν τῶν ἡμερῶν», τοῦτο ὀπτασία πατρός· ὡς δὲ ἐν τῷ προφήτῃ πάλιν «ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην», τοῦτο φωνὴ
5υἱοῦ· ὡς δὲ ἐν Ἰεζεκιήλ «καὶ ἔλαβέ με πνεῦμα θεοῦ» καὶ «ἐξέβαλέ με εἰς τὸ πεδίον», τοῦτο περὶ ἁγίου πνεύματος. καὶ πολλὰ ἔστι τοιαῦτα λέγειν, ὧν ὀλίγων ἀπὸ μέρους ὑπομνησθέντες ἐν παραδρομῇ εἰς τὸ δεῖξαι τὸν χαρακτῆρα τῆς ἐκκλησίας τὰ δύο ῥήματα παρεθέμεθα, μυρίων ὄντων καὶ ἐπέκεινα τῶν ὁμοίων τούτοις ἐν ταῖς θείαις γραφαῖς παλαιᾶς τε
10καὶ καινῆς διαθήκης ἐμφερομένων. καὶ ὅτι αὐτὸς ὁ κύριος ἔπλασε τὸ σῶμα τῷ Ἀδὰμ καὶ «ἐνέπνευσεν αὐτῷ πνοὴν ζωῆς», κτίσας αὐτῷ «ψυχὴν ζῶσαν», καὶ ὅτι αὐτὸς δέδωκε τὸν νόμον τῷ Μωυσῇ ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία θεότης, καὶ ὅτι οἱ προφῆται ὑπὸ τῆς αὐτῆς θεότητος ἀπεστάλησαν, καὶ ὅτι αὐτὸς ἡμῖν ὁ θεός, ὁ Ἰουδαίων τε καὶ
15Χριστιανῶν ὢν θεός, Ἰουδαίους τε καλέσας εἰς δικαίωσιν τοὺς μὴ ἀρνου‐ μένους τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ παρουσίαν καὶ πάντας σῴζων τοὺς κατὰ τὴν ἀληθινὴν αὐτοῦ πίστιν βιοῦντας καὶ μὴ ἀρνουμένους τὴν ἀλή‐ θειαν τοῦ κηρύγματος τῆς ἀληθινῆς καὶ εὐαγγελικῆς αὐτοῦ διδασκαλίας. ἦλθε γάρ, ἦλθεν ὁ μονογενής· καὶ οὕτως ἔχει ἡ μήτηρ ἡμῶν ἐκκλησία,
20ὁ λιμὴν ὁ εὔδιος τῆς εἰρήνης, ἡ εὐφρασία ἡ πνέουσα τὴν «κύπριν» τῆς ἀμπέλου καὶ «βότρυν» φέρουσα ἡμῖν «τῆς εὐλογίας» καὶ τὸ λυσίπονον ἡμῖν πόμα καθ’ ἑκάστην ἡμέραν, αἷμα Χριστοῦ, χαριζομένη ἄκρατον, ἀληθές. 15. Ὅτι ἀληθινῶς ἐγεννήθη Χριστὸς ἀπὸ Μαρίας τῆς ἀειπαρθένου
25διὰ πνεύματος ἁγίου, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ’ ἀπ’ αὐτῆς τῆς ἁγίας παρθένου λαβὼν τὸ σῶμα, ἐν ἀληθείᾳ καὶ οὐκ ἐν δοκήσει, σάρκα ἀληθινῶς, σῶμα ἀληθινῶς, σὺν ὀστέοις καὶ νεύροις καὶ πᾶσι τοῖς ἡμετέ‐ ροις, μηδὲν ἀφ’ ἡμῶν διηλλαγμένος ἢ μόνον τὸ ἔνδοξον τῆς αὐτοῦ ἁγιό‐ τητος καὶ θεότητος καὶ σκεύους ἁγιωσύνης καὶ δικαιοσύνης, καὶ
30ἀναμαρτήτως τὰ πάντα τελείως ἔχων, καὶ ἐσχηκὼς ψυχὴν τὴν ἀνθρω‐
πίνην ἐν ἀληθείᾳ, νοῦν τὸν ἀνθρώπινον ἐν ἀληθείᾳ, οὐχ ὡς ἡμῶν δια‐515 in vol. 3
Haer
.

3

.

516

βεβαιουμένων τὸν νοῦν εἶναι ὑπόστασιν, καθὼς ἄλλοι λέγουσι· τὰ πάντα δὲ μὴ χρανθέντα ἐν ἁμαρτίᾳ, «στόμα» μὴ ψευσάμενον, «χείλη μὴ λαλή‐ σαντα δόλον», καρδίαν μὴ ἐκκλίνασαν εἰς ἐρεθισμόν, νοῦν μὴ ἐκτραπέντα εἰς ἃ μὴ χρή, σάρκα μὴ τὰ σαρκὸς ἡδονῆς ἐργασαμένην· τέλειος ἄνωθεν
5θεός, οὐκ ἐλθὼν κατοικῆσαι ἐν ἀνθρώπῳ, ἀλλ’ αὐτὸς ὅλος ἐνανθρω‐ πήσας, οὐ τραπεὶς τὴν φύσιν, συμπεριειληφὼς δὲ ἅμα τῇ θεότητι τὴν ἰδίαν ἐνανθρώπησιν, ἐν μήτρᾳ παρθένου γεγονὼς ἐν ἀληθείᾳ, κυοφορη‐ θεὶς τὸν χρόνον, γεννηθεὶς διὰ γεννητικῶν πόρων ἀνεπαισχύντως, ἀχράντως, ἀμολύντως, ἀνατραφεὶς καὶ ἐναγκαλισθεὶς ὑπό τε Συμεῶνος καὶ Ἄννης,
10βασταχθεὶς ὑπὸ Μαρίας, πεζεύσας, ὁδοιπορήσας, παιδίον γεγονὼς, ἁδρυνθεὶς τῇ ἡλικίᾳ, τὰ πάντα ἔχων ἐν ἑαυτῷ ἐν τελειότητι, ἐν ἀριθμῷ ἐτῶν λογισθείς, ἐν ἀριθμῷ μηνῶν ἐν κοιλίᾳ κυοφορηθείς, «γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον», ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, βαπτισθεὶς ὑπὸ Ἰωάννου, οὐκ ἐπιδεόμενος λουτρῶν, διὰ δὲ τὸ ἀκόλουθον τῆς ἐν
15νόμῳ ἐνανθρωπήσεως μὴ ταράσσων τὸ δίκαιον, ὅπως «πληρωθῇ», ὡς αὐτὸς ἔφη, «πᾶσα δικαιοσύνη», ἵνα δείξῃ ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο, ἀληθινὴν ἐνανθρώπησιν, κατερχόμενος εἰς τὰ ὕδατα, διδοὺς ἤπερ λαμβά‐ νων, παρεχόμενος ἤπερ ἐπιδεόμενος, φωτίζων αὐτά, ἐνδυναμῶν αὐτὰ εἰς τύπον τῶν μελλόντων ἐν αὐτῷ τελειοῦσθαι, ὅπως οἱ αὐτῷ πεπιστευ‐
20κότες ἐν ἀληθείᾳ καὶ ἔχοντες τὴν πίστιν τῆς ἀληθείας μάθωσιν ὅτι ἀληθινῶς ἐνηνθρώπησεν, ἀληθινῶς ἐβαπτίσθη, καὶ οὕτως διὰ τῆς αὐτοῦ συγκαταθέσεως καὶ αὐτοὶ ἐρχόμενοι λάβωσι τῆς αὐτοῦ καταβάσεως τὴν δύναμιν, καὶ φωτισθῶσιν ὑπὸ τῆς αὐτοῦ φωταγωγίας, πληρουμένου τοῦ ἐν τῷ προφήτῃ ῥητοῦ, εἰς μεταλλαγὴν δυνάμεως, εἰς παροχὴν
25σωτηρίας τῆς δυνάμεως τοῦ ἄρτου ἀπὸ τῆς Ἱερουσαλὴμ λαμβανομένης καὶ τῆς ἰσχύος τοῦ ὕδατος· 16. ἐνταῦθα δὲ ἐν Χριστῷ ἰσχυροποιουμένων τῆς δυνάμεως τοῦ ἄρτου καὶ τῆς τοῦ ὕδατος ἰσχύος, ἵνα μὴ ἄρτος ἡμῖν γένηται δύναμις, ἀλλὰ δύναμις ἄρτου· καὶ βρῶσις μὲν ὁ ἄρτος, ἡ δὲ δύναμις ἐν αὐτῷ εἰς ζωογόνησιν· καὶ οὐχ ἵνα τὸ ὕδωρ ἡμᾶς καθαρίσῃ
30μόνον, ἀλλ’ ἵνα ἐν τῇ ἰσχύϊ τοῦ ὕδατος διὰ τῆς πίστεως καὶ ἐνεργείας καὶ ἐλπίδος καὶ μυστηρίων τελειώσεως καὶ ὀνομασίας 〈δύναμισ〉 τῆς ἁγιαστείας
γένηται ἡμῖν εἰς τελείωσιν σωτηρίας. ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, ἀκούων516 in vol. 3
Haer
.

3

.

517

φωνὴν πατρός, * εἰς ἀκοὴν παρόντων μαθητῶν εἰς τὸ ὑποδεῖξαι τίς ὁ μαρτυρούμενος καὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατερχο‐ μένου, καθάπερ ἐν πολλαῖς αἱρέσεσιν εἰρήκαμεν, ἵνα μὴ συναλοιφὴ ἡ τριὰς νομισθείη, σχηματοποιουμένου τοῦ πνεύματος ἐν ἰδίᾳ ὑποστάσει,
5ἐπικαθεζομένου δὲ τοῦ πνεύματος καὶ «ἐρχομένου ἐπ’ αὐτόν», ἵνα ὀφθῇ ὁ μαρτυρούμενος, ἵνα ἡ σὰρξ ἡ ἁγία φίλη οὖσα καὶ εὐδοκουμένη ὑπὸ τοῦ πατρὸς καὶ τοῦ πνεύματος μαρτυρηθείη, ἵνα ὁ πατὴρ εὐδοκητὴς κηρυ‐ χθείη τῆς τοῦ υἱοῦ ἐνσάρκου παρουσίας, ἵνα ὁ υἱὸς ἀληθινὸς ὀφθείη καὶ πληρωθῇ τὸ εἰρημένον «καὶ μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ μετὰ
10τῶν ἀνθρώπων συνανεστράφη»· ἀνελθὼν ἀπὸ τοῦ Ἰορδάνου, καὶ σαφῶς καὶ ἀληθινῶς ὑπὸ τοῦ διαβόλου πειρασθεὶς ἐν τῇ ἐρήμῳ, καὶ πεινάσας ὕστερον διὰ τὴν ἀκολουθίαν καὶ ἀλήθειαν τῆς ἐνσάρκου παρουσίας καὶ ἐπιλεξάμενος μαθητὰς καὶ κηρύξας ἀλήθειαν καὶ ἰασάμενος τὰ πάθη, καθευδήσας, πεινάσας, ὁδοιπορήσας, θεοσημείας ἐργασάμενος, νεκροὺς ἐγείρας, τυ‐
15φλοῖς τὸ βλέπειν παρασχόμενος, χωλοὺς καὶ παραλυτικοὺς ἰσχυροποιήσας· [ὡς] ἐκήρυξε τὸ εὐαγγέλιον, τὴν ἀλήθειαν, τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν αὐτοῦ φιλανθρωπίαν καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος. 17. Ὁ ὑπὲρ ἡμῶν τὸ πάθος ὑπομείνας ἐν ἀληθείᾳ ἐν τῇ σαρκὶ καὶ ἐν τῇ τελείᾳ ἐνανθρωπήσει, παθὼν ἐν ἀληθείᾳ ἐπὶ τοῦ σταυροῦ, συνούσης
20αὐτῷ τῆς θεότητος, ἀλλ’ οὐ τραπείσης εἰς τὸ πάσχειν, οὔσης δὲ ἀπαθοῦς καὶ ἀτρέπτου, τῶν δύο ἀκολουθιῶν σαφῶς κατανοουμένων, «Χριστοῦ πάσχοντος ὑπὲρ ἡμῶν σαρκί», ἀπαθοῦς δὲ μένοντος ἐν θεότητι, οὐ τοῦ ἀνθρώπου κατ’ ἰδίαν ὄντος καὶ τῆς θεότητος κατ’ ἰδίαν, ἀλλὰ συνούσης τῆς θεότητος, μὴ πασχούσης δὲ διὰ τὸ ἀκραιφνὲς καὶ ἀσύγκριτον τῆς
25οὐσίας, πάσχοντος δὲ 〈τοῦ Χριστοῦ〉 ἐν σαρκὶ καὶ θανατουμένου ἐν σαρκί, ζῶντος δὲ ἀεὶ ἐν θεότητι καὶ ἐγείροντος τοὺς νεκρούς· τοῦ σώματος ταφέν‐ τος ἐν ἀληθείᾳ καὶ ἀψύχου μείναντος τὸ τριήμερον, ἄπνου τε καὶ ἀκινήτου, ἐνειληθέντος διὰ τῆς σινδόνος, κατατεθέντος ἐν τῷ μνήματι, συγκλεισθέν‐
τος διὰ τοῦ λίθου καὶ σφραγῖδος τῶν ἐπιτεθέντων, οὐχὶ τῆς θεότητος517 in vol. 3
Haer
.

3

.

518

συγκλεισθείσης, οὐ τῆς θεότητος ταφείσης, συγκατελθούσης δὲ τῇ ψυχῇ τῇ ἁγίᾳ εἰς τὰ καταχθόνια, ἑλούσης ἐκεῖθεν τὴν τῶν ψυχῶν αἰχμαλω‐ σίαν, κλασάσης «κέντρον θανάτου», «διαρρηξάσης» τὰ κλεῖθρα καὶ «τοὺς μοχλοὺς» τοὺς ἀδαμαντίνους, καὶ «λυσάσης ὠδῖνας Ἅιδου» ἐν ἰδίᾳ ἐξουσίᾳ,
5ἀνελθούσης σὺν τῇ ψυχῇ, «μὴ ἐαθείσης τῆς ψυχῆς εἰς Ἅιδην, μηδὲ τῆς σαρκὸς ἑωρακυίας διαφθοράν», ἀναστησάσης αὐτὴν τῆς θεότητος, ἢ ἀνα‐ στάντος αὐτοῦ τοῦ κυρίου θεοῦ λόγου καὶ υἱοῦ θεοῦ, σὺν ψυχῇ καὶ σώματι καὶ παντὶ τῷ σκεύει, συνενωθέντος λοιπὸν τοῦ σκεύους εἰς πνεῦμα, αὐτὸ τὸ σῶμα πνευματικὸν ὑπάρξαν, τὸ ποτὲ ἁφῇ ὑποκείμενον καὶ μάστιξι
10παραδοθὲν ἑκουσίῳ τῆς θεότητος θελήματι καὶ πειρασθῆναι ὑπὸ τοῦ Σατανᾶ συγχωρηθὲν καὶ πείνῃ προσπελάζειν καὶ ὕπνῳ καὶ καμάτῳ, λύπῃ τε καὶ ἀδημονίᾳ· αὐτὸ τὸ σῶμα τὸ ἅγιον συνενωθὲν λοιπὸν τῇ θεότητι, ἀπαραλείπτως τῆς θεότητος συνούσης τῷ τὰ τοιαῦτα πεπονθότι ἁγίῳ σώματι. ἀνέστη γὰρ καὶ συνήνωσεν αὐτὸ εἰς ἑαυτόν, εἰς ἓν πνεῦμα, εἰς
15μίαν ἑνότητα, εἰς μίαν δοξολογίαν, εἰς μίαν ἑαυτοῦ θεότητα. πέφηνε μὲν γὰρ ἐν ἀληθείᾳ καὶ ἐψηλαφήθη ὑπὸ τοῦ Θωμᾶ, καὶ τοῖς ἀποστόλοις συν‐ έφαγε καὶ συνέπιε, καὶ συνηυλίσθη μετ’ αὐτῶν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. ἀλλὰ «εἰσῆλθε θυρῶν κεκλεισμένων» καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυε νεῦρα καὶ ὀστᾶ, τύπον ἥλων καὶ τύπον λόγχης, ὅτι
20αὐτὸ ἦν ἀληθῶς τὸ σῶμα, ὅτι δὲ συνήφθη εἰς μίαν ἑνότητα καὶ μίαν θεό‐ τητα, μηκέτι προσδοκώμενον παθεῖν, μηκέτι ἀποθνῆσκον, ὥς φησιν ὁ ἅγιος ἀπόστολος «ἀνέστη Χριστός, οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει»· τὸ παθητὸν ἀπαθὲς ἀεὶ μένον, τὸ θεϊκόν, σὺν σώματι καὶ ψυχῇ καὶ πάσῃ τῇ ἐνανθρωπήσει· αὐτόθεος ὤν, ἀνελθὼν δὲ εἰς οὐρανοὺς
25ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρὸς ἐν δόξῃ, οὐκ ἀποθέμενος τὸ σῶμα, ἀλλὰ συνενώσας εἰς τὸ πνευματικὸν ἐν τελειότητι μιᾶς θεότητος, ὡς καὶ τὰ
ἡμῶν σώματα μέλλει «τὰ νῦν σπειρόμενα ψυχικὰ ἐγείρεσθαι πνευματικά,518 in vol. 3
Haer
.

3

.

519

τὰ νῦν σπειρόμενα ἐν φθορᾷ ἐγείρεσθαι ἐν ἀφθαρσίᾳ, τὰ νῦν σπειρόμενα ἐν θανάτῳ ἐγείρεσθαι ἐν ἀθανασίᾳ». εἰ τοίνυν τὰ ἡμέτερα οὕτως, πόσῳ γε μᾶλλον ἐκεῖνο τὸ ἅγιον καὶ ἀνεκδιήγητον καὶ ἀσύγκριτον καὶ ἀκραιφνὲς τῷ θεῷ συνηνωμένον, τὸ ἓν ὂν λοιπὸν μονοειδές; ὡς καὶ ἐν τούτῳ ἐπι‐
5μαρτυρεῖ ὁ ἀπόστολος λέγων «εἰ καὶ ἔγνωμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν». οὐχ ὅτι διεῖλε τὴν σάρκα ἀπὸ τῆς θεότητος, ἀλλ’ αὐτὴν μὲν οὖσαν * καὶ τῷ θεῷ συνηνωμένην, μηκέτι δὲ οὖσαν κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα, ὥς φησι, «κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ταύτην ὁμοῦ θεὸν ἔχουσαν,
10ἀπαθῆ καὶ παθόντα, καὶ ταφέντα καὶ ἀναστάντα καὶ ἀνελθόντα ἐν δόξῃ, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, ὥς φησιν ἐν ἀληθείᾳ, «οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος». 18. Καὶ γὰρ πιστεύει ἡ μήτηρ ἡμῶν αὐτὴ ἡ ἁγία ἐκκλησία, ὡς καὶ αὐτῇ ἀληθῶς κεκήρυκται καὶ ἀληθῶς προστέτακται, ὅτι κοιμηθησόμεθα
15πάντες καὶ ἀναστησόμεθα σὺν σώματι τούτῳ, σὺν ψυχῇ ταύτῃ, σὺν παντὶ τῷ ἡμετέρῳ σκεύει, «ἵνα ἕκαστος ἀπολάβῃ πρὸς ἃ ἔπραξεν». ὅτι γὰρ ἀνάστασις νεκρῶν καὶ κρίσις αἰώνιος καὶ βασιλεία οὐρανῶν καὶ ἀνάπαυσις τοῖς δικαίοις 〈ἀνάκειται〉 καὶ κληρονομία πιστῶν καὶ χορὸς μετ’ ἀγγέλων τοῖς τετηρηκόσι τὴν πίστιν καὶ τὴν ἁγνείαν καὶ τὴν ἐλπίδα καὶ τὰς
20τοῦ κυρίου ἐντολάς, ἀληθές ἐστι καὶ κεκήρυκται καὶ ἠσφάλισται καὶ πεπίστευται ὅτι «οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον» κατὰ τὸ γεγραμμέ‐ νον ἐν τοῖς εὐαγγελίοις. ὅσα γὰρ λέγει καὶ ὁ ἀπόστολος καὶ πᾶσαι αἱ ἅγιαι γραφαὶ ἀληθινὰ τυγχάνει, εἰ καὶ παρὰ τοῖς ἀπιστήσασι καὶ κακῶς νενοη‐ κόσιν ἑτέρως ὑπολαμβάνεται. ἡμῖν δὲ αὕτη ἡ πίστις καὶ αὕτη ἡ τιμὴ
25καὶ αὕτη ἡ μήτηρ ἡμῶν ἡ ἐκκλησία, διὰ πίστεως σῴζουσα καὶ δι’ ἐλπίδος
κρατυνομένη καὶ ἀγάπῃ Χριστοῦ τελειουμένη, ἔν τε τῇ ὁμολογίᾳ ἔν τε519 in vol. 3
Haer
.

3

.

520

τοῖς μυστηρίοις ἔν τε τῇ τοῦ λουτροῦ καθαρσίῳ δυνάμει, ὅτι 〈φησὶν〉 «ἀπελθόντες βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος», εἰς ὄνομα δὲ θεϊκῆς τριάδος, ὀνομασίας μηδεμίαν διαφορὰν ἐχούσης, ἀλλ’ ὁ θεὸς εἷς ἡμῖν ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἐν ἀποστό‐
5λοις, ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ κεκήρυκται καὶ κατήγγελται καὶ πεπί‐ στευται, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, μή τις συναλοιφὴ οὖσα ἡ θεό‐ της, ἀλλὰ τριὰς οὖσα ὄντως τελεία, τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον, μία θεότης, εἷς θεός, ᾧ ἡ δόξα, τιμὴ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
10 19. Αὕτη ἐστὶν ἡ πίστις ἡ τῆς ἡμετέρας ζωῆς πραγματεία, τοῦτο τὸ ἔρεισμα τῆς ἀληθείας, αὕτη ἡ παρθένος Χριστοῦ καὶ περιστερὰ ἄκακος· αὕτη ἐστὶν ἡ ζωὴ καὶ ἡ ἐλπὶς καὶ ἡ βεβαίωσις τῆς ἀφθαρσίας. ἀλλὰ παρα‐ καλῶ πάντας ὑμᾶς τοὺς ἐντυγχάνοντας συγγνῶναι τῇ ἐμῇ ταπεινότητι καὶ ἀσθενείᾳ τοῦ βραχυτάτου μου νοῦ, τοῦ ἀπὸ πολλοῦ τῶν αἱρέσεων ἰοῦ
15ἀποναρκήσαντος καὶ ἀποσικχαίνοντος, ὡς ἀποπτύοντος δίκην καὶ ναυ‐ τιῶντος, δι’ ὧν * ἤτοι αὐστηρῶς πρός τινας φερόμενος ἠνέχθη〈ν〉 [διὰ] ῥημάτων, ἢ καλέσας τινὰς ἀλιτηρίους ἢ ἀγύρτας, ἢ πεπλανημένους ἢ ἀπατεῶνας. διὰ γὰρ τὸν πολὺν πόνον τοῦ ἰοῦ, καίτοι γε μὴ ἔχοντες ἔθος προχείρως ἐπισκώπτειν τινάς, ἀνάγκην ἐσχήκαμεν 〈ἐν〉 τοιούτοις αὐτοὺς
20διαθέσθαι τοῖς ῥήμασιν, ἵνα ἀποστρέφωμεν τὴν διάνοιαν τινῶν, μή πη νομίσωσιν ἡμᾶς διὰ τὸ 〈ἀν〉αφανδὸν μὲν δεδημοσιευκέναι ἀποκαλύψαντας τὰ παρ’ αὐτοῖς λεγόμενα ἢ γινόμενα, μέρος ἔχειν διανοίας συγκατατιθεμένης τῇ παρ’ ἑκάστῃ τῶν αἱρέσεων κακοδοξίᾳ. πεποίημαι δὲ καὶ προοίμιον ἐν ὀλίγῳ εἰς τὴν ἀρχὴν τοῦ συντάγματος, περὶ τούτων αὐτῶν προασφαλιζό‐
25μενος καὶ συγγνώμην αἰτῶν, ἵνα μή τις ἀ〈η〉δίαν τινὰ εἰς ἡμᾶς ἐνσκήψῃ, ὡς ἡττωμένους νομίζων καὶ ἐπὶ τὸ σκώπτειν ὁρμῶντας. ἐδείξαμεν δὲ ἐν τῷ προοιμίῳ καὶ περὶ ποίων ἐμέλλομεν λέγειν αἱρέσεων, εἰς πόσας τε βίβλους διείλομεν τὴν πᾶσαν πραγματείαν, ἐν ἑκάστῳ δὲ βιβλίῳ περὶ πόσων καὶ ποίων εἰρήκαμεν, ὡς καὶ ἐνταῦθα πάλιν ἐπιμνημονεύσας ὁμοίως
30ὑποδείκνυμι εἰς ὠφέλειαν πανταχόθεν τῶν ἐντυγχανόντων.520 in vol. 3
Haer
.

3

.

521

20. Καὶ εἰσὶ μὲν βιβλία τρία, τόμοι ἑπτά. καὶ ἐν τῷ πρώτῳ βιβλίῳ αἱρέσεις μϛ, κατὰ ἀριθμὸν ὀνομάτων ἐγκείμεναι, [καὶ] κατὰ εἱρμὸν πρώτης καὶ δευτέρας ἕως τῆς τελευταίας τυχούσης 〈διὰ τῆσ〉 βίβλου ἐγκειμένης, ὅτι ἡ μὲν πρώτη βίβλος ἔχει αἱρέσεις μϛ ἐν τόμοις τρισί, ἡ δὲ δευτέρα
5βίβλος αἱρέσεις κγ ἐν τόμοις δυσίν, ἡ δὲ τρίτη βίβλος αἱρέσεις ια ἐν τόμοις δυσίν. πάντες τοίνυν οἱ τῷ πονήματι ἡμῶν συμπονοῦντες καὶ σπουδάσματι ἐντυγχάνειν μακροθυμοῦντες διερχόμενοί τε, παρακλήθητε καὶ ἀξιώθητε τὴν ὠφέλειαν ἐπικερδῆσαι, τὰ δὲ ἀηδῆ τῶν αἱρέσεων ἀπὸ τοῦ νοὸς ἀπο‐ τρέψαι. οὐ γὰρ εἰς βλάβην ἀπεκαλύψαμεν, ἀλλ’ εἰς ὠφέλειαν καὶ παρα‐
10τήρησιν τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγὴν τῶν προειρημένων. διελθόντες δὲ τὸν πάντα κάματον ἢ καὶ μέρη, ὑπὲρ ἡμῶν εὔξασθε καὶ καταξιώσατε, ἵνα ὁ θεὸς δῴη μέρος ἡμῖν ἐν τῇ ἁγίᾳ καὶ μόνῃ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ καὶ ἀληθινῇ καὶ ζωτικῇ καὶ σωτηριώδει 〈πίστει〉 καὶ ῥύσηται ἡμᾶς ἀπὸ πάσης αἱρέσεως· καὶ εἴ τι ὡς ἄνθρωποι μὴ δυνάμενοι ἐπὶ τὸ
15πέρας ἀποτείνεσθαι τῆς ἀκαταλήπτου καὶ ἀνεκδιηγήτου θεότητος, ἀλλ’ ὡς στενοχωρούμενοι εἰς ἀπολογίαν ὑπέρ 〈τε〉 θεοῦ διηγήσασθαι ἀνθρω‐ πίνως ἠναγκασμένοι τόλμῃ ἠνέχθημεν, συγγνωμονοῦντος τοῦ θεοῦ καὶ ὑμεῖς αὐτοὶ συγγνωμονήσατε. καὶ πάλιν ὑπερεύχεσθε ἵνα ὁ κύριος ἣν ᾐτη‐ σάμεθα μερίδα ἡμῖν δῴη ἐν τῇ ἁγίᾳ αὐτοῦ πίστει καὶ μόνῃ ἀπηλλαγμένῃ
20πάσης ἐναντιότητος καὶ τῶν ἰδίων ἁμαρτημάτων πολλῶν ὄντων συγχώρησιν ποιήσηται, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας. ἀμήν. 21. Καὶ ἃ μὲν περὶ πίστεως ἔχει αὕτη ἡ μόνη καθολικὴ ἐκκλησία καὶ περιστερὰ ἄκακος, μία οὖσα τῷ ἀνδρὶ αὐτῆς, ὡς λέγει, «μία ἐστὶ περιστερά
25μου», καὶ ὁμοίως περὶ τῶν ἀμυθήτων «νεανίδων ὧν οὐκ ἔστιν ἀριθμός» συντόμως ἔφημεν, περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὁμοου‐ σιότητος, καὶ περὶ τῆς ἐνσάρκου Χριστοῦ καὶ τελείας παρουσίας, καὶ ἄλλων μερῶν τῆς πίστεως. περὶ θεσμῶν δὲ τῆς αὐτῆς ἐν ὀλίγῳ μέν μοί ἐστι πάλιν ἀνάγκη τοῦ παραθέσθαι τῶν αὐτῶν θεσμῶν ἀπὸ μέρους τὸ
30εἶδος, ὅσαπερ φύσει πεφύλακται ἐν αὐτῇ καὶ φυλάσσεται, τὰ μὲν ἐκ προστάγ‐ ματος, τὰ δὲ κατὰ ἀποδοχὴν προαιρέσεως, τοῦ θεοῦ χαίροντος ἐπὶ τῇ ἀρετῇ τῆς αὐτοῦ ἐκκλησίας. καὶ πρῶτον μὲν κρηπὶς καὶ ὡς εἰπεῖν βαθμὸς ἐν αὐτῇ ἡ παρθενία, ἀσκουμένη τε καὶ φυλαττομένη παρὰ πολλοῖς καὶ
ἐνδοξαζομένη. συνέπεται δὲ τῇ αὐτῇ παρθενίᾳ ἡ μονότης παρὰ πλείοσι521 in vol. 3
Haer
.

3

.

522

τῶν μοναζόντων καὶ μοναζουσῶν. μετὰ ταύτην ἐγκράτεια ἐπὶ τὸν αὐτὸν δρόμον ὁρμωμένη. ἔπειτα δὲ χηροσύνη μετὰ πάσης προσοχῆς καὶ ἀχράντου συναναστροφῆς. ταύταις δὲ ταῖς τάξεσιν ἀκόλουθος ὁ σεμνὸς γάμος ἐν μεγάλῃ τιμῇ, ὁ ἐν μονογαμίᾳ μάλιστα καὶ παραφυλακῇ ἐνταλμάτων. εἰ
5δέ τις τελευτησάσης τῆς αὐτοῦ γυναικὸς ἢ ἀνδρὸς τελευτήσαντος τῆς τινὸς γυναικὸς 〈ὀρέγεται〉, ἐφίεται δευτέρᾳ συναφθῆναι ἢ δευτέρῳ μετὰ θάνατον τοῦ πρώτου ἢ τῆς πρώτης. στεφάνη δὲ τούτων πάντων ἢ μήτηρ ὡς εἰπεῖν καὶ γεννήτρια ἡ ἁγία ἱερωσύνη, ἐκ μὲν παρθένων τὸ πλεῖστον ὁρμωμένη, εἰ δὲ οὐκ ἐκ παρθένων, ἐκ μοναζόντων. εἰ δὲ μὴ εἶεν
10ἱκανοὶ εἰς ὑπηρεσίαν ἀπὸ μοναζόντων, ἐξ ἐγκρατευομένων τῶν ἰδίων γυναι‐ κῶν ἢ χηρευσάντων ἀπὸ μονογαμίας. δευτερόγαμον δὲ οὐκ ἔξεστι δέχεσθαι ἐν αὐτῇ εἰς ἱερωσύνην, κἄν τε ἐγκρατευόμενος εἴη 〈ἢ〉 χῆρος, ἀπ’ ἀρχῆς τάξεως ἐπισκόπου καὶ πρεσβυτέρου καὶ διακόνου καὶ ὑποδιακόνου. μετὰ ταύτην τὴν ἱερωσύνην λοιπὸν ἀναγνωστῶν τάγμα ἐξ ὅλων τῶν ταγμάτων,
15τουτέστι παρθένων καὶ μοναζόντων καὶ ἐγκρατευομένων καὶ χηρευσάντων καὶ τῶν ἔτι ἐν σεμνῷ γάμῳ· εἰ δὲ εἴη ἀνάγκη καὶ ἀπὸ τῶν μετὰ θάνατον τῆς πρώτης γυναικὸς δευτέρᾳ συναφθέντων. καὶ γὰρ οὐκ ἔστιν ἱερεὺς ὁ ἀναγνώστης, ἀλλ’ ὡς γραμματεὺς τοῦ λόγου. καὶ διακόνισσαι δὲ καθ‐ ίστανται εἰς ὑπηρεσίαν γυναικῶν μόνον διὰ τὴν σεμνότητα, ἂν χρεία
20κατασταίη λουτροῦ ἕνεκα ἢ ἐπισκέψεως σωμάτων. καὶ αὗται δὲ μονό‐ γαμοι ἐγκρατευσάμεναι ἢ χηρεύσασαι ἀπὸ μονογαμίας ἢ ἀειπάρθενοι οὖσαι. εἶθ’ ἑξῆς τούτων ἐπορκισταὶ καὶ ἑρμηνευταὶ 〈ἀπὸ〉 γλώσσης εἰς γλῶσσαν ἢ ἐν ταῖς ἀναγνώσεσιν ἢ ἐν ταῖς προσομιλίαις. λοιπὸν δὲ καὶ κοπιαταὶ οἱ τὰ σώματα περιστέλλοντες τῶν κοιμωμένων καὶ θυρωροὶ καὶ
25ἡ πᾶσα εὐταξία. 22. Συνάξεις δὲ ἐπιτελούμεναι ταχθεῖσαί εἰσιν ἀπὸ τῶν ἀποστόλων τετράδι καὶ προσαββάτῳ καὶ κυριακῇ· τετράδι δὲ καὶ [ἐν] προσαββάτῳ ἐν νηστείᾳ ἕως ὥρας ἐνάτης, ἐπειδήπερ ἐπιφωσκούσῃ τετράδι συνελήφθη ὁ κύριος καὶ τῷ προσαββάτῳ ἐσταυρώθη. καὶ παρέδωκαν οἱ ἀπόστολοι ἐν
30ταύταις νηστείας ἐπιτελεῖσθαι πληρουμένου τοῦ ῥητοῦ ὅτι «ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις»· καὶ
οὐχ ἵνα χάριν ποιήσωμεν τῷ ὑπὲρ ἡμῶν πεπονθότι, ἡ νηστεία ἡμῖν προσ‐522 in vol. 3
Haer
.

3

.

523

τέτακται, ἀλλ’ ὅπως ὁμολογήσωμεν εἰς ἡμῶν σωτηρίαν 〈γενόμενον〉 τὸ τοῦ κυρίου πάθος, ὃ ὑπὲρ ἡμῶν αὐτὸς ἀνεδέξατο, καὶ ὅπως ὑπὲρ τῶν ἡμῶν ἁμαρτιῶν αἱ νηστεῖαι ἡμῖν εὐλόγιστοι θεῷ γένωνται. καὶ δι’ ὅλου μὲν τοῦ ἔτους 〈οὕτωσ〉 ἡ νηστεία φυλάττεται ἐν τῇ αὐτῇ ἁγίᾳ καθολικῇ
5ἐκκλησίᾳ, φημὶ δὲ τετράδι καὶ προσαββάτῳ ἕως ὥρας ἐνάτης, δίχα μόνης τῆς Πεντηκοστῆς ὅλης τῶν πεντήκοντα ἡμερῶν, ἐν αἷς οὔτε γονυκλισίαι γίνονται οὔτε νηστεία προστέτακται, ἀντὶ δὲ τῶν πρὸς τὴν ἐνάτην συνάξεων τετράδι καὶ προσαββάτῳ, ὡς ἐν ἡμέρᾳ κυριακῇ, κατὰ τὰς πρωϊνὰς αἱ συνάξεις ἐπιτελοῦνται· ἔτι δὲ ἐν ταῖς ν ἡμέραις ὡς προεῖπον τῆς Πεντη‐
10κοστῆς οὐκ ἔστιν οὔτε νηστεία 〈οὔτε γονυκλισία〉 οὔτε ἐν τῇ ἡμέρᾳ τῶν Ἐπιφανείων, ὅτε ἐγεννήθη ἐν σαρκὶ ὁ κύριος, ἔξεστι νηστεῦσαι, κἄν τε περιτύχῃ τετρὰς ἢ προσάββατον. προαιρέσει δὲ ἀγαθῇ οἱ αὐτῆς ἀσκηταὶ διὰ παντός, χωρὶς κυριακῆς καὶ Πεντηκοστῆς, νηστεύουσι καὶ ἀγρυπνίας διὰ παντὸς ἐπιτελοῦσι. τὰς δὲ κυριακὰς ἁπάσας τρυφερὰς ἡγεῖται ἡ ἁγία
15αὕτη καθολικὴ ἐκκλησία καὶ συνάξεις ἀφ’ ἕωθεν ἐπιτελεῖ, οὐ νηστεύει 〈δέ〉· ἀνακόλουθον γάρ ἐστιν ἐν κυριακῇ νηστεύειν. τὴν δὲ τεσσαρακο‐ στὴν τὴν πρὸ τῶν ἑπτὰ ἡμερῶν τοῦ ἁγίου Πάσχα ὡσαύτως φυλάττειν εἴωθεν ἡ αὐτὴ ἐκκλησία ἐν νηστείαις διατελοῦσα, τὰς δὲ κυριακὰς οὐδ’ ὅλως, οὔτε ἐν αὐτῇ τῇ τεσσαρακοστῇ· τὰς δὲ ἓξ ἡμέρας τοῦ Πάσχα ἐν
20ξηροφαγίᾳ διατελοῦσι πάντες οἱ λαοί, φημὶ δὲ ἄρτῳ καὶ ἁλὶ καὶ ὕδατι μόνον χρώμενοι πρὸς ἑσπέραν. ἀλλὰ καὶ οἱ σπουδαῖοι διπλᾶς καὶ τριπλᾶς καὶ τετραπλᾶς ὑπερτίθενται καὶ ὅλην τὴν ἑβδομάδα τινὲς ἄχρι ἀλεκτρυόνων κλαγγῆς τῆς κυριακῆς ἐπιφωσκούσης, ἀγρυπνίαις δὲ διατελοῦσι τὰς ἕξ. πάλιν δὲ συνάξεις ἐπιτελοῦσι τὰς αὐτὰς ἓξ καὶ ὅλην τὴν τεσσαρακοστὴν ἀπὸ
25ἐνάτης ἕως ἑσπέρας. ἔν τισι δὲ τόποις τὴν μετὰ τὴν πέμπτην ἀγρυπνοῦσιν
ἐπιφώσκουσαν εἰς τὸ προσάββατον καὶ τὴν κυριακὴν μόνας. ἔν τισι δὲ523 in vol. 3
Haer
.

3

.

524

τόποις λατρεία οἰκονομίας ἐν τῇ πέμπτῃ γίνεται ὥρᾳ ἐνάτῃ καὶ οὕτως ἀπολύει, μενόντων ἐν τῇ αὐτῇ ξηροφαγίᾳ. ἐν ἄλλοις δὲ τόποις οὐ γίνεται λατρεία τῆς οἰκονομίας ἢ μόνον ἐπιφωσκούσης τῆς κυριακῆς, ὅτε ἀπολύει περὶ τὴν τῶν ἀλεκτρυόνων κλαγγὴν ἐν τῇ ἀναστασίμῳ ἡμέρᾳ, καὶ παν‐
5ηγύρει μεγάλῃ ἡμέρᾳ τοῦ Πάσχα, ὡς προστέτακται. τὰ δ’ ἄλλα μυ‐ στήρια περὶ λουτροῦ καὶ τῶν ἔνδοθεν μυστηρίων, ὡς ἔχει ἡ παράδοσις τοῦ τε εὐαγγελίου καὶ τῶν ἀποστόλων, οὕτως ἐπιτελεῖται. 23. Ἐπὶ δὲ τῶν τελευτησάντων ἐξ ὀνόματος τὰς μνήμας ποιοῦνται, προσευχὰς τελοῦντες καὶ λατρείαν οἰκονομίας. ἑωθινοί τε ὕμνοι ἐν αὐτῇ τῇ
10ἁγίᾳ ἐκκλησίᾳ διηνεκεῖς γίνονται καὶ προσευχαὶ ἑωθιναί, λυχνικοί τε ἅμα ψαλμοὶ καὶ προσευχαί. τινὲς δὲ τῶν μοναζόντων αὐτῆς κατοικοῦσι τὰς πόλεις, τινὲς δὲ καὶ ἐν μοναστηρίοις καθέζονται καὶ ἀπὸ μήκοθεν ἀναχωροῦ‐ σιν. ἤρεσε δέ τισι καὶ κόμας ἔχειν τριχῶν ἕνεκεν δῆθεν πολιτείας ἀπ’ ἰδίου νοός, οὐ τοῦ εὐαγγελίου προστάξαντος, οὐ τῶν ἀποστόλων δεξαμένων·
15ὁ γὰρ ἅγιος ἀπόστολος Παῦλος ἀπέκοψε τοῦτο τὸ σχῆμα. εἰσὶ δὲ πολι‐ τεῖαι ἄλλαι ἐξαίρετοι ἐν τῇ αὐτῇ καθολικῇ ἐκκλησίᾳ φυλαττόμεναι, φημὶ δὲ τοῦ ἀπέχεσθαι κρεῶν πάντων, τετραπόδων τε καὶ ὀρνέων καὶ ἰχθύων, ὠοῦ τε καὶ τυροῦ, καὶ ἕτεραι διάφοροι πολιτεῖαι, ὅτι «ἕκαστος κατὰ τὸν ἴδιον κάματον μισθὸν λήψεται». καὶ οἱ μὲν ἀπέχονται πάντων τούτων,
20οἱ δὲ τετραπόδων μόνων, λαμβάνουσι δὲ ὀρνέων καὶ τῶν μετέπειτα· ἕτεροι δὲ καὶ ὀρνέων ἀπέχονται, λαμβάνουσι δὲ ὠῶν καὶ ἰχθύων· ἕτεροι δὲ οὐδὲ ὠῶν λαμβάνουσιν, ἄλλοι δὲ ἰχθύων μόνων· ἕτεροι δὲ καὶ ἰχθύων ἀπέχονται, τυροῦ δὲ λαμβάνουσιν, ἕτεροι δὲ οὐδὲ τυροῦ λαμβάνουσιν. ἤδη δὲ καὶ ἄλλοι ἄρτου ἀπέχονται, ἕτεροι δὲ καὶ ἀκροδρύων καὶ ἑψεμάτων. πολλοὶ
25δὲ καὶ χαμευνοῦσιν, ἄλλοι δὲ οὐδὲ ὑποδέννυνται. ἄλλοι δὲ σάκκον φοροῦσι κεκρυμμένον, οἱ καλῶς φοροῦντες δι’ ἀρετὴν καὶ μετάνοιαν· ἀπρεπὲς γάρ ἐστιν ἐν προφανεῖ σάκκῳ προϊέναι, ὥς τινες οὕτω πράττουσιν, ἀπρεπὲς δὲ ὡς ἔφημεν καὶ τὸ κλοιοῖς προϊέναι, ὥς τισιν ἔδοξεν. οἱ πλείους δὲ βα‐ λανείου ἀπέχονται. καὶ τινὲς ἀπετάξαντο τῷ βίῳ, τέχνας λεπτὰς καὶ
30ἀπράγμονας ἑαυτοῖς ἐπινοήσαντες, ἵνα μὴ ἀργὸν βίον διατελῶσι μηδὲ524 in vol. 3
Haer
.

3

.

525

τὸν ἄρτον βεβαρημένον ἐσθίωσιν. ἐν ψαλμῳδίαις δὲ οἱ πλείους καὶ εὐχαῖς διηνεκέσιν, ἀναγνώσεσί τε γραφῶν ἁγίων καὶ ἀποστηθισμοῖς ἀσκοῦνται. 24. Περὶ δὲ ξενοδοχίας καὶ φιλανθρωπίας ἐλεημοσύνης τε εἰς πάντας πᾶσιν ὁ τῆς ἁγίας ταύτης καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας θεσμὸς
5κεκήρυκται. τὸ δὲ λουτρὸν ἔχει ἀντὶ τῆς παλαιωθείσης περιτομῆς ἐν Χριστῷ, διαναπαύεταί 〈τε〉 ἐν τῷ μεγάλῳ σαββάτῳ ἀντὶ τοῦ μικροῦ σαββάτου. ἀπέχεται κοινωνίας ἁπάντων αἱρέσεων· ἀποκηρύττει πορνείαν καὶ μοιχείαν καὶ ἀσέλγειαν καὶ εἰδωλολατρείαν καὶ φόνον καὶ πᾶσαν παρα‐ νομίαν καὶ μαγείαν καὶ φαρμακείαν ἀστρονομίαν κληδονισμοὺς παλμῶν
10παρατηρήσεις ἐπαοιδὰς περίαπτα, τὰ δὴ καλούμενα φυλακτήρια. ἀπο‐ κηρύσσει θέατρα καὶ κυνήγια καὶ ἱππικοὺς 〈ἀγῶνασ〉, μουσικούς τε καὶ πᾶσαν κακολογίαν καὶ καταλαλιὰν καὶ πᾶσαν μάχην καὶ βλασφημίαν, ἀδικίαν τε καὶ πλεονεξίαν καὶ τοκοληψίαν. πραγματευτὰς οὐκ ἀποδέχεται, ἀλλὰ ὑποδεεστέρους πάντων ἡγεῖται. προσφορὰς λαμβάνει παρὰ τῶν οὐκ
15ἀδικούντων οὐδὲ παρανομούντων, ἀλλὰ δικαίως βιούντων. εὐχὰς δὲ ἐνδελεχῶς προστάσσεται μετὰ πάσης πυκνότητος καὶ ἐκτενείας καὶ γονυκλισίας ἐν ταῖς 〈τε〉ταγμέναις ὥραις νύκτωρ καὶ μεθ’ ἡμέραν ἀναπέμ‐ πειν θεῷ. ἔν τισι δὲ τόποις καὶ ἐν τοῖς σάββασι συνάξεις ἐπιτελοῦσιν, οὐ πάντη δέ· ἀλλὰ παρὰ τοῖς ἀκρέμοσι φυλάσσεται τὸ μὴ ὀμνύναι ὅλως
20μηδὲ λοιδορήσασθαι μηδὲ καταρᾶσθαι, ἐκ προστάγματος αὐτοῦ τοῦ σωτῆ‐ ρος, μήτε μὴν ψεύσασθαι ὅσον κατὰ τὸ δυνατόν. οἱ πλείους δὲ πιπράσκουσι τὰ ὑπάρχοντα καὶ διδόασι πτωχοῖς. 25. Οὗτος ὁ χαρακτὴρ ταύτης τῆς ἁγίας 〈μητρὸς ἡμῶν〉 μετὰ τῆς προδηλωθείσης πίστεως καὶ οὗτοι οἱ θεσμοὶ ἐν αὐτῇ ἀναφέρονται. οὗτος
25γάρ ἐστιν ὁ χαρακτὴρ τῆς ἐκκλησίας, ἀπὸ νόμου καὶ προφητῶν καὶ ἀπο‐ στόλων καὶ εὐαγγελιστῶν συνηγμένος, ὥσπερ ἐκ πολλῶν μύρων ἀντί‐ δοτος ἀγαθὴ τοῖς χρωμένοις εἰς σωτηρίαν κατεσκευασμένη, ἐκ θελήματος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. οὗτοι οἱ χαρακτῆρες τῆς σεμνῆς
ταύτης νύμφης Χριστοῦ, αὕτη ἡ προὶξ καὶ διαθήκη κληρονομίας καὶ βού‐525 in vol. 3
Haer
.

3

.

526

λημα τοῦ αὐτῆς νυμφίου καὶ ἐπουρανίου 〈βασιλέωσ〉 Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων. ἀμήν. Πάντες οἱ παρ’ ἡμῖν ἀδελφοὶ προσαγορεύουσιν ὑμῶν τὴν τιμιότητα,
5μάλιστα Ἀνατόλιος, ὁ διά τε σημείων καὶ σχεδαρίων τὰ κατὰ τῶν αἱρέσεων τούτων, τῶν ὀγδοήκοντά φημι, μετὰ πολλοῦ καμάτου καὶ προαιρέσεως καλλίστης γράψαι καὶ διορθώσασθαι καταξιωθείς, ἅμα τε καὶ Ὑπάτιος ὁ τιμιώτατος συνδιάκονος, ὁ τὴν μεταγραφὴν ἀπὸ τῶν σχεδαρίων ἐν τετράσι ποιησάμενος, ὑπὲρ ὧν καὶ εὔχεσθαι καταξιώσατε, τιμιώτατοι
10καὶ ποθεινότατοι ἀδελφοὶ ὡς ἀληθῶς. ἡ εἰρήνη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ χάρις, καὶ ἡ ἀλήθεια κατὰ τὸ αὐτοῦ πρόσταγμα μετὰ πάν‐
των ὑμῶν, φιλοκαλώτατοι ἀγαπητοὶ ἀδελφοί. ἀμήν.526 in vol. 3