TLG 2020 008 :: THEODOSIUS :: De dialectis [Sp.] (fort. auctore Theodosio alio vel anonymo)

THEODOSIUS Gramm.
(Alexandrinus: A.D. 4–5)

De dialectis [Sp.] (fort. auctore Theodosio alio vel anonymo)

Source: Schneider, R. (ed.), Excerptum Περὶ διαλέκτων [Programm Gymnasium Duisburg] Leipzig: Teubner, 1894: 3–16.

Citation: Dialect — section — (line)

t

1

Ἀρχὴ τῶν διαλέκτων τῶν παρὰ τοῦ κυρίου Θεοδοσίου τοῦ Ἀλεξανδρέως διορθωθεισῶν.

ion

1

Ἡ Ἰὰς διάλεκτος λέγεται ἡ τῶν Ἰώνων ἤγουν τῶν Ἀσιανῶν μετοίκων ὄντων Πελοπο〈ν〉νήσου.

ion

2

Αὕτη τὰ εἰς ας λήγοντα ὀνόματα εἰς ης τρέπει, ἐὰν μὴ ὦσι Δώρια· Ἑρμείας Ἑρμείης, Σωσίας Σωσίης.

ion

3

Τὰ εἰς ης λήγοντα, ὧν ἡ γενικὴ εἰς ου περατοῦται, εἰς εω διαλύουσι· Πέρσης Πέρσεω, Ξέρξης Ξέρξεω.

ion

4

Τὰ εἰς ης ἀρσενικά, ὧν ἡ γενικὴ εἰς ους λήγει, διὰ τοῦ εος κλίνουσιν, οἷον Δημοσθένης Δημοσθένεος, καὶ
τὴν αἰτιατικὴν εἰς εα, οἷον Δημοσθένεα.3

ion

5

Τὰς εἰς ους ληγούσας γενικὰς τὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν γινομένας ἐχουσῶν καὶ τὸ οὐδέτερον εἰς ες λῆγον, διὰ τοῦ εος προφέρουσιν, οἷον εὐσεβής εὐσεβέος, τὸ εὐσεβές τοῦ εὐσεβέος, καὶ ἡ εὐσεβής τῆς εὐσεβέος.

ion

6

Τὰς εἰς ευς ληγούσας εὐθείας ἐπὶ γενικῆς διὰ τοῦ ηος ἐκφέρουσιν· Ἀχιλλεύς Ἀχιλλῆος, βασιλεύς βασι‐ λῆος· κατὰ δὲ Ἡρόδοτον βασιλέος, καὶ κατὰ τοὺς νέους Ἴωνας.

ion

7

Τὰ εἰς ος λήγοντα οὐδέτερα διὰ τοῦ εος κλίνουσι· πλῆθος πλήθεος.

ion

8

Τὰς εἰς εις εὐθείας τῶν πληθυντικῶν τὰς ἀπὸ τῶν εἰς ευς εὐθειῶν ἑνικῶν γινομένας εἰς ηες διαλύουσιν· βασιλῆες, καὶ βασιλέες παρὰ τοῖς νεωτέροις.

ion

9

Τὰ εἰς αι πληθυντικὰ ἐπὶ τῆς γενικῆς διὰ τοῦ εων κλίνουσι· Πέρσαι Περσέων, Ἀθῆναι Ἀθηνέων, ἐπὶ πόλεως. καὶ νύμφαι νυμφέων.

ion

10

Τὰς δὲ ληγούσας δοτικὰς εἰς αις τῶν πληθυντικῶν μεταβάλλουσι, τρέποντες μὲν τὸ α εἰς η καὶ τὸ ι προσ‐ γράφοντες, τῷ δὲ ς προστιθεῖσιν ἕτερον ι, οἷον καλαῖς καλῇσι, Ἀθήναις Ἀθήνῃσι.

ion

11

Τὰς εἰς α ληγούσας μακρὸν εὐθείας τῶν θηλυκῶν εἰς η [αὐτὸ τὸ α] τρέπουσιν· οἷον Ἥρα Ἥρη, χώρα χώρη, καὶ ὥρα ὥρη.

ion

12

Τῶν εἰς ω μέγα ληγουσῶν εὐθειῶν θηλυκῶν τὰς αἰτιατικὰς [αὐτῶν] εἰς ουν περατοῦσι· Λητώ Λητοῦν.

ion

13

Τὸ ι ἐνίων λέξεων ἐξαιροῦσι· τὸ πονεῖσθαι πονέσθαι λέγουσι.

ion

14

Τὰ εἰς ις θηλυκὰ διὰ τοῦ ιος κλίνουσι· σχέσις σχέσιος.

ion

15

Μετάθεσιν τῶν στοιχείων αὐτοὶ ποιοῦσιν, οἷον ἀντὶ καρδίας κραδίας.

ion

16

Τὸν ἐπαναδιπλασιασμὸν ποιοῦσι· λάχωσι λελάχωσιν.4

ion

17

Ἀσυναίρετον τὴν δοτικὴν τῶν ἑνικῶν ἐκφέρουσι· βέλεϊ καὶ ἔγχεϊ.

ion

18

Ἀναστροφὰς καὶ ὑπερβατὰ ποιοῦνται, οἷον· τόνδε προσ‐ έφη ἀντὶ τοῦ πρὸς τόνδε ἔφη, καὶ· νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος ἤσθιον (α 8), ἀντὶ τοῦ κατήσθιον.

ion

19

Τὴν ἄρσιν τοῦ ι ἐκ τῆς 〈ει〉 διφθόγγου ποιοῦσιν· Ἑκτόρεος, χρύσεος, ἀντὶ τοῦ Ἑκτόρειος, χρύσειος.

ion

20

Διαίρεσιν τῶν εἰς ως ληγόντων ἐπιρρημάτων τῶν ἀπὸ τῶν εἰς ης ληγουσῶν εὐθειῶν ἀρσενικῶν γινο‐ μένων εἰς ε ποιοῦσιν, ἀτρεκέως ἀντὶ τοῦ ἀτρεκῶς.

ion

21

Ἐπὶ τῶν αὐτῶν στοιχείων τὰς προφορὰς τῶν τε ἐνεστώ‐ των καὶ τῶν παρεληλυθότων ποιοῦσιν· ἔχω ἔχον, ἕλω ἕλον, ἀγαπῶ ἀγάπουν.

ion

22

Τὰς εἰς εις εὐθείας τῶν πληθυντικῶν εἰς εες μετα‐ βάλλουσιν, ἀληθεῖς ἀληθέες· ἔτι καὶ τὰς ἀπὸ τῶν εἰς υς εὐθειῶν ἑνικῶν εἰς εις πληθυντικὰς εὐθείας· οἷον ὀξύς, ὀξεῖς, ὀξέες.

ion

23

Τὰ εἰς η πληθυντικὰ οὐδέτερα εἰς εα διαλύουσι· τείχεα, καὶ ἐπὶ τῆς γενικῆς τῶν πληθυντικῶν τειχέων λέγουσι.

ion

24

Τὸ υ ἀεὶ προστιθέασι ταῖς λέξεσιν ἐχούσαις τὸ ο μι‐ κρόν· ὄρος οὖρος, ὄνομα οὔνομα.

ion

25

Τὸ δισσὸν ς εἰς ξ τρέπουσι, δισσά διξά.

ion

25a

Τῶν λέξεων ἐξαιροῦσι πολλάκις τὸ ι ἐκ τῆς διφθόγγου· τὸ γὰρ δείξω δέξω λέγουσι καὶ ἀπόδεξις.

ion

26

Τῶν μετοχῶν τὰς παθητικὰς διαλύουσι· λυπούμενος λυπεόμενος, ποιούμενος ποιεόμενος.

ion

27

Τὰς εἰς ων ληγούσας μετοχὰς τῆς πρώτης συζυγίας τῶν περισπωμένων διαλύουσι· φρονῶν φρονέων.

ion

28

Τὸν οὖν σύνδεσμον ὦν λέγουσιν.

ion

29

Ὅσα τῶν ῥημάτων εἰσὶ δασυνόμενα καὶ συντίθεται
μετὰ προθέσεων, οὐ τρέπουσιν αὐτοὶ τὸ ψιλὸν εἰς δασύ, ἀλλὰ διὰ ψιλοῦ συμφώνου ἐκφέρουσι· κατορῶ ἀντὶ τοῦ καθορῶ.5

ion

30

Τοῖς προτακτικοῖς ἄρθροις χρῶνται ἀντὶ ὑποτακτικῶν· τὸν θέλω ἀντὶ τοῦ ὃν θέλω, τὴν ἔπεμψα ἀντὶ τοῦ ἣν ἔπεμψα.

ion

31

Τῷ ω χρῶνται ἀντὶ τοῦ α. τὸν γὰρ ἄνθρωπον ὤνθρω‐ πον λέγουσι καὶ τὸν ἄριστον ὤριστον.

ion

32

Τῷ ωυ ἀντὶ τοῦ αυ διφθόγγου κέχρηνται, οἷον θώυμα ἀντὶ τοῦ θαῦμα.

ion

33

Αἱ τμήσεις τῶν Ἰώνων εἰσί· Πέλοπος νῆσος ἀντὶ τοῦ Πελοπόν〈ν〉ησος, ἄγριον αἶγα ἀντὶ τοῦ αἴγαγρον.

ion

34

Αἱ παραλήψεις τῶν ἀπαρεμφάτων ἀντὶ προστακτικῶν τῶν αὐτῶν εἰσιν· ἐλθὼν εἰς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν (Β 10)
5ἀντὶ τοῦ ἀγόρευε.

ion

35

Αἱ παραλήψεις τῶν ἀρσενικῶν εὐθειῶν τῶν ὀνομάτων ἀντὶ τῶν γενικῶν· οἷον οἱ 〈δὲ〉 δύο σκόπελοι (μ 73) ἀντὶ τοῦ δυο〈ῖν〉 σκοπέλων
5καὶ τὸ ἄμφω δ’ ἑξομένω (Τ 211) ἀντὶ τοῦ ἀμφοτέρων.

ion

36

Μεταβάλλουσι δὲ καὶ τὸ η εἰς α βραχύ· μεμηκυῖα μεμακυῖα, λελησμένος λελασμένος.

ion

37

Τὸ μακρὸν α εἰς η τρέπουσι, οἱ δὲ νεώτεροι καὶ τὸ βραχὺ τρέπουσιν, ἀληθείην τὴν ἀλήθειαν λέγοντες.

ion

38

Αἱ κατὰ τὴν ἀρχὴν τῶν λέξεων ἀφαιρέσεις τῶν συμ‐ φώνων τῶν αὐτῶν εἰσί· λεῖβον εἶβον. ὁμοίως καὶ τῶν
φωνηέντων· ἐκεῖνος κεῖνος, ἑορτή ὁρτή.6

ion

39

Ἐπὶ τῶν ῥημάτων τῶν μετὰ προθέσεων συντιθεμέ‐ νων προστιθέασι μεταξὺ τῶν τε προθέσεων καὶ τῶν ῥημάτων τὴν ων συλλαβήν, οἷον ἐξ ὦν εἷλον ἀντὶ τοῦ ἐξείλοντο, καὶ ἀπ’ ὦν ἔδοντο, ἀντὶ τοῦ ἀπέδοντο.

ion

40

Τὸ προερχόμενον ε κατὰ τοὺς παρῳχημένους ἀφαι‐ ροῦσι· τίκτεν ἀντὶ τοῦ ἔτικτεν, καὶ λέγεν ἀντὶ τοῦ ἔλεγεν.

ion

41

Τῷ π ἀντὶ τοῦ φ χρῶνται· ἀπικόμην ἀντὶ τοῦ ἀφι‐ κόμην, καὶ ἀπεῖλον ἀντὶ τοῦ ἀφεῖλον.

ion

41a

Ἐν τοῖς τρίτοις προσώποις τῶν ῥημάτων τοῖς εἰς ι ἢ εἰς ε ψιλὸν λήγουσι καὶ ἐν ταῖς δοτικαῖς τῶν πλη‐ θυντικῶν καὶ συμφώνου ἐπιφερομένου ἐνίοτε προστι‐ θέασι τὸ ν διὰ τὴν τοῦ μέτρου ἀνάγκην.

ion

42

Τοῖς ἐνεστῶσιν ἀντὶ τῶν ἀορίστων χρῶνται, ὡς τὸ ἵνα εἰδῶμεν ἀντὶ τοῦ ἵνα γνῶμεν.

ion

43

Αἱ προ〈σ〉θέσεις τοῦ ι τῶν Ἰώνων εἰσίν, οἷον κεινὴ ἀντὶ τοῦ κενή.

ion

44

Ἡ ἐναλλαγὴ τῆς οι διφθόγγου εἰς ες τῶν Ἰώνων ἐστίν· ἐρίηρες ἀντὶ τοῦ ἐρίηροι, καὶ υἱέες ἀντὶ τοῦ υἱοί καὶ υἱεῖς.

ion

45

Τῶν εἰς ας ληγόντων οὐδετέρων καὶ διὰ τοῦ τος κλι‐ νομένων ἀποβάλλουσι τὸ τ καὶ κλίνουσι διὰ καθαροῦ τοῦ ος, οἷον κρέαος γήραος.

ion

46

Τὸ ἐθέρμανα καὶ ἐκάθαρα ἐθέρμηνα καὶ ἐκάθηρα λέ‐ γουσι διὰ τοῦ η.
Τέλος τῶν Ἰωνικῶν ἰδιωμάτων.

dor

1

Ἡ Δωρὶς διάλεκτος τρέπει τὸ η εἰς α μακρόν· ἅλιος
ἀντὶ τοῦ ἥλιος, ἁμέρα ἀντὶ τοῦ ἡμέρα.7

dor

2

Τῷ α ἀντὶ τοῦ ω χρῆται ἐπὶ τῆς γενικῆς τῶν πλη‐ θυντικῶν· πασᾶν ἀντὶ τοῦ πασῶν.

dor

3

Τὸ ε καὶ ο εἰς τὴν ευ δίφθογγον κιρνᾷ· ἐμέο ἐμεῦ, σέο σεῦ.

dor

4

Τῷ ω ἀντὶ τοῦ ου χρῆται ἐπὶ τῶν ὀνομάτων· μῶσα ἀντὶ τοῦ μοῦσα, βωκόλος ἀντὶ τοῦ βουκόλος· ἐπὶ δὲ τῶν θηλυκῶν μετοχῶν τῶν τῇ ου διφθόγγῳ παρα‐ ληγομένων ἀντὶ τῆς ου τῇ οι διφθόγγῳ χρῶνται·
5λέγοισα ἀντὶ τοῦ λέγουσα.

dor

5

Διπλασιασμοῖς τῶν αὐτῶν συμφώνων χρῶνται· ὅττι ἀντὶ τοῦ ὅτι, ὁππότε.

dor

6

Ἀφαιρέσεις τοῦ ι ποιοῦνται· ἔστι δὲ τοῦτο τὸ ἰδίωμα καὶ τῇ Ἀττικῇ διαλέκτῳ καὶ τῇ Αἰολίδι.

dor

7

Τὰς ἀποκοπὰς ποιεῖ· δῶ ἀντὶ τοῦ δῶμα, σκέπα ἀντὶ τοῦ σκέπασμα.

dor

8

Ἐπὶ τῶν εἰς ας ληγόντων ὀνομάτων, ὧν ἡ γενικὴ εἰς ου, διὰ τοῦ α τὴν γενικὴν ἐκφέρουσι· κοχλίας κοχλία, Παπίας Παπία.

dor

9

Τὰς εἰς ους ληγούσας γενικὰς τὰς ἀπὸ τῶν εἰς ης εὐθειῶν γινομένας διὰ τοῦ ευς ἐκφέρουσι· Διογένης Διογένους Διογένευς.

dor

10

Τὰς ἀπὸ τῶν εἰς ευς εὐθειῶν αἰτιατικὰς εἰς η συναι‐ ροῦσι· τὸν Τυδέα τὸν Τυδῆ, τὸν Ἰδομενέα τὸν Ἰδο‐ μενῆ, τὸν βασιλέα τὸν βασιλῆ.

dor

11

Ἐξαιροῦσιν ἐκ τῶν κλίσεων τὸ δ καὶ τὸ τ· Πάρις Πάριος κλίνουσι, καὶ οὐ Πάριδος, καὶ κρέας κρέαος,
καὶ οὐ κρέατος, καὶ κέρας κέραος.8

dor

12

Τὸ ι τῆς ει διφθόγγου ἀφαιροῦσιν ἐκ τῶν εὐθειῶν, οἷον χαρίες ἀντὶ τοῦ χαρίεις καὶ τιμῆες ἀντὶ τοῦ τιμήεις.

dor

13

Τὸ α καὶ ο εἰς α κιρνᾷ, οἷον Μενέλαος Μενέλας, καὶ Νικόλαος Νικόλας.

dor

14

Τὰ εἰς ιξ διὰ τοῦ γ κλινόμενα διὰ τοῦ κ κλίνεται· τέττιξ τέττικος.

dor

15

Τὴν διὰ τῶν δύο σς ἐκφερομένων τετάρτην συζυγίαν τῶν βαρυτόνων διὰ τοῦ ς καὶ γ ποφέρει· ὀρύσγω ἀντὶ τοῦ ὀρύσσω.

dor

16

Τὴν δὲ διὰ τοῦ ζ ἐκφερομένην συζυγίαν διὰ τοῦ ς καὶ δ προφέρει· φράσδω ἀντὶ τοῦ φράζω.

dor

17

Τὴν ἐν τῇ παραληγούσῃ τῶν Ἀττικῶν παρακειμένων βραχεῖαν συλλαβὴν μακρὰν ποιεῖ· ἀκήκουα λέγοντες ἀντὶ τοῦ ἀκήκοα.

dor

18

Τὸ ς τῶν τῆς τετάρτης συζυγίας μελλόντων εἰς τὸ ξ τρέπει, οἷον ἁρπάξω ἀντὶ τοῦ ἁρπάσω.

dor

19

Πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπᾷ· τυψῶ λέγουσι καὶ γραψῶ καὶ ποιησῶ. τοὺς δὲ μέσους μέλ‐ λοντας τούτων διὰ τῆς ου διφθόγγου ἐκφέρουσι· τυψοῦμαι λέγοντες καὶ γραψοῦμαι καὶ ποιησοῦμαι.

dor

20

Τὸ πεινήσω πεινά̆σω, τὸ διψήσω διψά̆σω λέγουσι.

dor

21

Τὸ ι ἐξαιρεῖ ἀπὸ τῶν λέξεων καὶ ἀναβιβάζει τὸν τόνον· λάβεν καὶ λάλεν λέγουσι ἀντὶ τοῦ λαβεῖν καὶ λαλεῖν.

dor

22

Προστίθησιν ἐπὶ τοῖς 〈εἰσ〉 ναι λήγουσιν ἀπαρεμφά‐ τοις τὴν με συλλαβὴν πρὸ τῆς ναι· βήμεναι λέγουσιν ἀντὶ τοῦ βῆναι.

dor

23

Τοῖς ἄρθροις τοῖς ἀπὸ φωνήεντος ἀρχομένοις προστί‐ θησι τὸ τ, τοὶ βοῦται καὶ τοὶ ποιμένες ἀντὶ τοῦ οἱ ποιμένες.9

dor

24

Τὴν ἐκεῖνος ἀντωνυμίαν τῆνος λέγουσιν, ἀφαιροῦντες τὸ ε, τὸ δὲ κ τρέποντες εἰς τ, τὴν δὲ δίφθογγον διαιροῦσι καὶ τὸ μὲν ε εἰς η τρέπουσι, τὸ δὲ ι ἐκ‐ βάλλουσιν.

dor

25

Τὴν ὑπό πρόθεσιν ὑπαί λέγουσι.

dor

26

Τὸ ς εἰς τ τρέπουσι, τύ λέγοντες ἀντὶ τοῦ σύ.

dor

27

Τὸ συρίζω τυρίσδω λέγουσιν· ἐπὶ δὲ τοῦ δευτέρου καὶ τρίτου προσώπου ἀφαιροῦσι τὸ ι τῆς ει διφθόγγου· τυρίσδες ἀντὶ τοῦ συρίζεις καὶ τυρίσδε ἀντὶ τοῦ συρίζει.
Τέλος τῶν Δωρικῶν ἰδιωμάτων.

aeol

1

Ἡ Αἰολὶς τὸ β προστίθησι τῷ ρ, τοῦ υ ψιλοῦ ἐπι‐ φερομένου ἢ τοῦ α, οἷον βρύτηρ λέγοντες ἀντὶ τοῦ ῥυτήρ, καὶ βράκος ἀντὶ τοῦ ῥάκος.

aeol

2

Τῷ π χρῆται ἀντὶ τοῦ μ, ὄππατα λέγοντες ἀντὶ τοῦ ὄμματα.

aeol

3

Τὰ ἀμετάβολα διπλασιάζει· ἀγείρω καὶ Αἰολικῶς ἀγέρρω.

aeol

4

Προστίθησι τὸ υ ἐπὶ τοῦ ε· χεύαντας λέγουσι ἀντὶ τοῦ χέαντας.

aeol

5

Τῷ υ ἀντὶ τοῦ ο χρῆται, ὔμοιον λέγοντες ἀντὶ τοῦ ὅμοιον, καὶ ὄνυμα ἀντὶ τοῦ ὄνομα, ἀφ’ οὗ καὶ τὸ
συνώνυμος.10

aeol

6

Ταῖς συγκοπαῖς χρῆται· ὦρσεν λέγουσιν ἀντὶ τοῦ ὥρμησεν.

aeol

7

Τὰ ὀξύτονα τῶν ὀνομάτων παροξύνει· Ἄτρευς λέγοντες ἀντὶ τοῦ Ἀτρεύς, Πήλευς.

aeol

8

Τὰ μακρᾷ παραληγόμενα τῶν ῥημάτων βραχύνει· φθέρω λέγουσιν ἀντὶ τοῦ φθείρω καὶ λέβω ἀντὶ τοῦ λείβω.

aeol

9

Τὰ εἰς ας λήγοντα ὀνόματα εἰς αις μεταποιεῖ· Θόαις λέγουσιν ἀντὶ τοῦ Θόας καὶ μέλαις ἀντὶ τοῦ μέλας, πλὴν τοῦ Αἴας καὶ τῶν ὁμοίων, διὰ τὴν ἐπαλληλίαν τῶν δύο διφθόγγων. Αἴας γὰρ καὶ αὐτοὶ λέγουσι.

aeol

10

Κλητικαῖς ἀντὶ εὐθειῶν χρῶνται, ὡς καὶ οἱ Ἀττικοί, ὁ ἱππότα λέγοντες ἀντὶ τοῦ ἱππότης.

aeol

10a

Ὦ Ἄπολλον, καὶ ὦ Πόσιδον.

aeol

11

Τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας γενικὰς πλη‐ θυντικὰς διὰ τοῦ αων ἐκφέρουσι· νύμφαι νυμφάων, πύλαι πυλάων.

aeol

12

Τὰ εὐκτικὰ τοῦ πρώτου ἀορίστου διὰ τοῦ εια προ‐ φέρουσιν, οἷον τύψεια λέγουσιν ἀντὶ τοῦ τύψαιμι.

aeol

13

Ἰστέον δὲ ὅτι οἱ Βοιωτοὶ προστιθέασι τὸ ο ἐπὶ τῆς 〈εἰσ〉 α ληγούσης γενικῆς τῆς ἀπὸ τῶν εἰς ας εὐθειῶν γινομένης, οἷον Αἰνείας, ἡ γενικὴ κοινῶς μὲν Αἰνείου, Δωρικῶς δὲ Αἰνεία, καὶ προσθέσει τοῦ ο κατὰ τοὺς
5Βοιωτούς, Αἰνείαο.

aeol

14

Τὸ η εἰς τὴν ει δίφθογγον τρέπουσιν οἱ Αἰολεῖς,
εἵρωες λέγουσιν ἀντὶ τοῦ ἥρωες.11

aeol

15

Τὰς τῶν εἰς ευς ληγόντων ὀνομάτων γενικὰς διὰ τοῦ ιο προφέρουσι· βασιλίος λέγοντες ἀντὶ τοῦ βασιλέως καὶ Ἀχιλλίος ἀντὶ τοῦ Ἀχιλλέως· ὅθεν καὶ τὸ Ζεύς Διός κλίνουσι κατὰ τὴν αὐτὴν ἀκολουθίαν, ὅπερ ἐπεκρά‐
5τησε καὶ παρὰ τοῖς κοινοῖς.

aeol

16

Ἐπὶ τῶν μὴ ἐχόντων ῥημάτων τὴν μετοχὴν εἰς ς λήγουσαν μετ’ ὀξείας, ἰσοσύλλαβον ποιοῦσι τὸ τρίτον τῶν πληθυντικῶν τῷ πρώτῳ· οἷον ἐμάθομεν ἐμάθοσαν, εἴδομεν εἴδοσαν, ὅθεν τὸ παρὰ τῇ θείᾳ γραφῇ εἰρη‐
5μένον (psalm. xcvii [xcviii], 4)· εἴδοσαν πάντα τὰ πέρατα τὸ σωτήριον τοῦ θεοῦ, Αἰολικὸν ἰδίωμά ἐστιν.

aeol

17

Ἀντὶ θηλυκῶν ὀνομάτων ἀρσενικὰ λαμβάνει. ἕσπερος λέγουσιν ἀντὶ τοῦ ἑσπέρα.

aeol

18

Διὰ τῶν αὐτῶν στοιχείων τούς τε ἐνεστῶτας καὶ παρατατικοὺς ἐκφέρουσιν, οἷον ἔχω, καὶ ὁ παρατα‐ τικὸς ἔχον.

aeol

19

Τὸ τύπτε τύπτεσκε λέγουσι καὶ τὸ βόα βόασκε· καὶ τὸ εἱστήκειν εἱστήκεα καὶ τὸ ἐτετύφειν ἐτετύφεα· τὰ δὲ πληθυντικὰ εἱστήκεμεν καὶ ἐτετύφεμεν καὶ εἱστή‐ κεσαν καὶ ἐτετύφεσαν.

aeol

20

Τὰ δασέα εἰς ψιλὰ τρέπουσι, κύθρα λέγοντες ἀντὶ τοῦ χύτρα.

aeol

21

Τὸ δύνασαι καὶ ἐπίστασαι κατὰ ἀποβολὴν τοῦ ς ἐκ‐ φέρουσι· δύνααι καὶ ἐπίστααι, κατὰ δὲ συναίρεσιν τῶν δύο αα δύνῃ καὶ ἐπίστῃ, προσγραφομένου τοῦ ι.

aeol

22

Τὸ ἐτύφθησαν ἐτύφθων λέγοντες καὶ τὸ ἐλήφθησαν ἐλήφθων.
Τέλος τῶν Αἰολικῶν ἰδιωμάτων.

att

1

Ἡ Ἀτθὶς ἤγουν ἡ τῶν Ἀττικῶν διάλεκτος χρῆται τῇ
περιττολογίᾳ, οἷον λέγω λόγον, καὶ τρέχω δρόμον.12

att

2

Τῶν αὐτῶν ἐστι καὶ ἡ ἔλλειψις· τύπτω ἀμφοτέραις, λείπει γὰρ τὸ χερσίν.

att

3

Καὶ τούτων τῶν Ἀττικῶν ἐστι τὸ Λαμβάνειν τὸ 〈ἐν〉 οἷς ἀντὶ τοῦ διότι, καὶ τὸ οὕνεκα ἀντὶ τοῦ ὅτι, καὶ τὸ αὖ ἀντὶ τοῦ πάλιν, καὶ ἑκὼν εἶναι οὐ σιωπήσομαι, καὶ τὸ εἰς Ἅιδου, καὶ τρέχω τὸν περὶ ψυχῆς, καὶ τὸ
5τοῦ θράσους, τῆς ἀναιδείας.

att

4

Τούτων εἰσὶ καὶ αἱ ἐλλείψεις τῶν ἄρθρων, οἷον θεὸς ἦν μὲν ἀεί.

att

5

Τούτων ἐστὶ καὶ ἡ ἔλλειψις τοῦ ὑπαρκτικοῦ ῥήματος.

att

6

Τούτων ἐστὶ καὶ τὸ ἀπὸ κοινοῦ λαμβάνειν τὰς λέξεις.

att

7

Τούτων ἐστὶ καὶ ἡ ἀντίπτωσις, ἤγουν νυκτὸς καὶ ἡμέρας, ἀντὶ τοῦ νύκτα καὶ ἡμέραν.

att

8

Τούτων ἐστὶ τὸ λέγειν· ἔαρος μὲν ἀνθεῖ τὰ δένδρα, χειμῶνος δὲ ἀπανθεῖ, καὶ ἀντὶ τοῦ εἰπεῖν· δέον γεγε‐ νῆσθαι τόδε, λέγουσιν· ἐγένετο τόδε. καὶ τὸ λαμ‐ βάνειν πληθυντικὰ ἀντὶ ἑνικῶν.

att

9

Τούτων ἐστὶ καὶ τὸ πραγματικῶς εἰς ἑνικὸν συν‐ τάσσειν τὰ πληθυντικά, οἷον ἀγαθὸν οἱ λόγοι· τουτ‐ έστιν ἀγαθὸν πρᾶγμα.

att

10

Τούτων ἐστὶ καὶ τὸ λέγειν· λεκτέα καὶ πρακτέα, ἀντὶ τοῦ λεκτέον καὶ πρακτέον.

att

11

Τούτων ἐστὶ καὶ τὸ λέγειν· πολεμίαν ἵππον ἤλασε, καὶ πολὺν τὸν αἰχμάλωτον εἵλκυσε.

att

12

Τούτων ἐστὶ καὶ τὸ λαμβάνειν ὀνόματα εἰς τόπον ἐπιρρήματος, βαρὺς ἐπερράγη λέγοντες ἀντὶ τοῦ βαρέως.

att

13

Τούτων ἐστὶ καὶ τὸ ἐπιφέρειν πληθυντικὸν ῥῆμα ἑνικῷ ὀνόματι, οἷον ὁ δῆμος κάθηνται.

att

14

Τούτων ἐστὶ καὶ τὸ ἀρσενικῶς ἐκφέρειν τὰ θηλυκά,
οἷον στερὸς ἀνθρώπου φύσις ἀντὶ τοῦ στερά.13

att

15

Τούτων ἐστὶ καὶ τὸ λαμβάνειν τὰ συγκριτικὰ ἀντὶ τῶν ἁπλῶν, ἤγουν τῶν θετικῶν, καὶ τὸ λαμβάνειν τὰ ὑπερθετικὰ ἀντὶ συγκριτικῶν.

att

16

Τούτων ἐστὶ καὶ τὸ ἀπὸ μέρους συνεκδοχικῶς δηλοῦν τὸ ὅλον, οἷον ἔφαγον ἄρτου ἀντὶ τοῦ ἄρτον, καὶ ἔπινον οἴνου ἀντὶ τοῦ οἶνον.

att

17

Τούτων ἐστὶ τὸ ἐκφέρειν εἰς ους τάς τε εὐθείας καὶ τὰς αἰτιατικὰς τὰς πληθυντικὰς ἐπὶ τῶν συγκριτικῶν, οἱ καλλίους λέγοντες ἀντὶ τοῦ οἱ καλλίονες, καὶ τοὺς καλλίους ἀντὶ τοὺς καλλίονας.

att

18

Τούτων ἐστὶ καὶ τὸ λέγειν ἐπὶ τῶν τρίτων προσώπων τῶν ῥημάτων τῶν προστακτικῶν λεγέσθω καὶ νοείσ‐ θων ἀντὶ τοῦ λεγέσθωσαν καὶ νοείσθωσαν.

att

19

Καὶ τὴν γενικὴν τῶν πληθυντικῶν τῆς μετοχῆς ἀντὶ προστακτικοῦ τρίτου προσώπου τῶν πληθυντικῶν λαμβάνειν, τούτων ἐστί· ποιούντων καὶ λεγόντων ἀντὶ τοῦ ποιείτωσαν καὶ λεγέτωσαν.

att

20

Τούτων ἐστὶ καὶ τὸ λέγειν ἀγωνίζομαι πρᾶγμα. καὶ Ἀριστοφάνης (eq. 614)·
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω. τὸ γὰρ κοινὸν οὐχ οὕτως, ἀλλὰ ἀγωνίζομαι περὶ τοῦ
5πράγματος.

att

21

Τούτων ἐστὶ καὶ τὸ λέγειν· ἀγάλλομαι ποιεῖν. τὸ γὰρ κοινὸν οὐχ οὕτως, ἀλλὰ ἀγάλλομαι ποιῶν. καὶ τὸ οὐδέν λαμβάνειν ἀντὶ τοῦ οὐδαμῶς.

att

22

Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ α καὶ ε εἰς α μακρόν, οἷον τὰ ἐμά τἀμά.

att

23

Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον, οἷον πλέον πλεῖν.

att

24

Τούτων εἰσὶ καὶ αἱ ἐπεκτάσεις· δευρί, νυνί.

att

25

Τούτων ἐστὶ καὶ ἡ κρᾶσις τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον, οἷον τὸ ἔνδυμα τοὔνδυμα.

att

26

Τούτων ἐστὶ καὶ ἡ χρῆσις τοῦ ρ ἀντὶ τοῦ ς· θάρρος
λέγοντες ἀντὶ τοῦ θάρσος, καὶ ἄρρην ἀντὶ τοῦ ἄρσην.14

att

27

Τούτων ἐστὶ καὶ ἡ τροπὴ τῶν δύο σς εἰς δύο ττ, θάλαττα λέγοντες ἀντὶ τοῦ θάλασσα.

att

28

Τούτων ἐστὶ καὶ ἡ τροπὴ τοῦ ς εἰς ξ· ξύμβολον λέ‐ γοντες ἀντὶ τοῦ σύμβολον.

att

29

Τούτων ἐστὶ καὶ ἡ συναλοιφή· θοἰμάτιον λέγοντες ἀντὶ τοῦ τὸ ἱμάτιον.

att

30

Τούτων ἐστὶ καὶ ἡ χρῆσις τῶν κλητικῶν ἀντὶ εὐθειῶν, ὡς καὶ οἱ Αἰολεῖς ποιοῦσιν, ἱππότα ἀντὶ τοῦ ἱππό‐ της λέγοντες καὶ νεφεληγερέτα Ζεύς ἀντὶ τοῦ νεφε‐ ληγερέτης.

att

31

Τούτων ἐστὶ καὶ ἡ διὰ τοῦ εως κλίσις τῶν ἀπὸ τοῦ αος εὐθειῶν ὀξυνομένων ἢ καὶ προπαροξυνομένων, οἷον Μενέλαος καὶ Ἀττικῶς Μενέλεως, Νικόλαος καὶ Ἀττικῶς Νικόλεως, ναός καὶ Ἀττικῶς νεώς.

att

32

Τούτων ἐστὶ καὶ ἡ διὰ τοῦ ω μεγάλου κλίσις ἐπὶ τῶν εἰς ις καὶ εἰς ευς εὐθειῶν· ὄφις ὄφεως, Ἀχιλ‐ λεύς Ἀχιλλέως.

att

33

Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν γενικῶν συναίρεσις τῶν ἀπὸ τῶν εἰς ευς καθαρὸν εὐθειῶν· Ἐρετριεύς Ἐρετριέως καὶ κατὰ συναίρεσιν Ἀττικὴν Ἐρετριῶς· ἡ δὲ ἐπὶ τῶν μὴ καθαριευουσῶν τῶν Ἰώνων καὶ τῶν
5Δωριέων ἐστὶν ἰδίωμα.

att

34

Τούτων ἐστὶ καὶ ἡ συναίρεσις τῶν δοτικῶν· τῷ βα‐ σιλεῖ καὶ Ἡρακλεῖ.

att

35

Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν ἀπὸ τοῦ πούς ὀνομάτων συντιθεμένων κατὰ ἀποβολὴν τοῦ ς κλίσις· τρίπους τρίπου.

att

36

Τούτων ἐστὶ καὶ ἡ ἀπὸ τῶν εἰς ας οὐδετέρων εἰς ως κλίσις· κρέας κρέως.

att

37

Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν ῥημάτων τοῦ α καὶ ο εἰς
ω μέγα κρᾶσις· ἐκρέμαο ἐκρέμω.15

att

38

Τούτων ἐστὶ καὶ ἡ κατὰ ἀποβολὴν τοῦ ς κλίσις ἐπὶ τῶν εἰς ως ληγόντων ὀνομάτων καὶ διὰ τοῦ τος κλι‐ νομένων ἢ διὰ τοῦ ος καθαροῦ, οἷον ὁ γέλως τοῦ γέλω, ὁ ἥρως τοῦ ἥρω.

att

39

Τούτων καὶ ἡ διὰ τοῦ ω μεγάλου τοῦ δύω γραφή.

att

40

Τούτων ἐστὶ καὶ ἡ τῶν ἀπὸ προθέσεων ἀρχομένων ῥημάτων ἐπὶ τῶν παρῳχημένων αὔξησις· ἀντιβολῶ ἠντιβόλουν, ἀμφισβητῶ ἠμφισβήτουν.

att

41

Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν δισυλλάβων ῥημάτων τῆς τε πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων κατὰ τὸν παρακείμενον τοῦ ε εἰς ο τροπή· λέλοχα ἀντὶ τοῦ λέλεχα.

att

42

Τούτων καὶ ἡ ἐπὶ τῶν διὰ τοῦ ιζω ῥημάτων τῶν ὑπὲρ δύο συλλαβὰς τῶν τῷ ι παραληγομένων ἀπο‐ βολὴ τοῦ ἐν τῷ μέλλοντι ς καὶ ἀμοιβὴ τῆς βαρείας εἰς περισπωμένην· κουφίζω κουφίσω καὶ Ἀττικῶς
5κουφιῶ.

att

43

Τούτων ἐστὶ καὶ ἡ ἐπὶ τῶν εἰς μι εὐκτικῶν τῶν τῇ οι διφθόγγῳ παραληγομένων τροπὴ τοῦ μι εἰς ην, οἷον ποιοῖμι, καὶ Ἀττικῶς ποιοίην.
Τέλος.16