TLG 2020 007 :: THEODOSIUS :: Περὶ κλίσεως τῶν εἰς ων ὀξυτόνων (e cod. Haun. 1965) THEODOSIUS Gramm. Περὶ κλίσεως τῶν εἰς ων ὀξυτόνων (e cod. Haun. 1965) Source: Hilgard, A. (ed.), Excerpta ex libris Herodiani technici. Leipzig: Teubner, 1887: 22–24. Citation: Page — (line) | ||
5 | 〈Περὶ τῶν εἰς ων ὀξυτόνων.〉 Τὰ εἰς ων ἀπὸ θηλυκῶν παρωνομασμένα φυλάττει τὸ ω,† καθά καρών καρῶνος, κιθάρα Κιθαιρών Κιθαιρῶνος, ἑλίκη Ἑλικών Ἑλικῶνος. Τὰ εἰς ων τοπικὰ τὸ ω φυλάττει, πυλών πυλῶνος, Ἰτών Ἰτῶνος. Τὰ εἰς ων ὀνόματα μηνῶν Ἀθηναίων ὀξύνονται καὶ διὰ τοῦ ω κλίνονται, οἷον Ἑκατομ‐ βαιών Ἑκατομβαιῶνος, Μεταγειτνιών Μεταγειτνιῶνος, Ἀνθεστηριών Ἀνθεστηριῶνος. | |
---|---|---|
10 | Τὰ εἰς ων ὀξύτονα κοινὰ τῷ γένει τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς, οἷον κηδεμών κηδεμόνος ὁ κηδεμών καὶ ἡ κηδεμών, περικτιών περικτιόνος ὁ περικτιών καὶ ἡ περικτιών, ἀλαζών ἀλαζόνος ὁ ἀλαζών καὶ ἡ ἀλαζών. Τὰ εἰς ων ὀξύτονα ἐθνικὰ τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς, Μυγδών Μυγδόνος, Σιδών Σιδόνος, 〈Ψ 743〉 ἐπεὶ Σιδόνες πολυδαίδαλοι, [Χάρων Χάρονος, Παίων Παίονος τὸ ἐθνικόν | |
15 | 〈Φ 155〉 Παίονας ἄνδρας], Παφλαγών Παφλαγόνος, Λαιστρυγών Λαιστρυγόνος. Τὰ εἰς ων λήγοντα καθαρὰ ἀρσενικὰ ὀξύτονα μὴ ὄντα ἐθνικὰ πάντα διὰ τοῦ ω κλίνεται, οἷον παιών παιῶνος (ἐπὶ τοῦ ὕμνου), πλειών πλειῶνος (ὁ ἐνιαυτός), αἰών αἰῶνος, λυμεών λυμεῶνος, ἀπατεών ἀπατεῶνος, Καρνειών Καρνειῶνος (ἔστι δὲ ὄνομα πόλεως), Ἐλεών Ἐλεῶνος 〈Β 500〉 οἵ τ’ Ἐλε‐ ῶν’ ἐνέμοντο. Δεῖ προσθεῖναι «μὴ διχρόνῳ συνεσταλμένῳ παραληγόμενα»· ταῦτα γὰρ τρέ‐ | |
20 | πουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς, περικτιών περικτιόνος, Γηρυών Γηρυόνος, Κερκυών Κερκυόνος· τὸ δὲ Κνακιών Κνακιῶνος καὶ τὸ Ἀσιών Ἀσιῶνος καὶ τὸ κυρηβιών κυρηβιῶνος (δηλοῖ δὲ τὰ καθαρ‐ ματώδη) φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς. Τὰ εἰς ων λήγοντα ὀξύτονα περιεκτικὰ φυλάττουσι τὸ ω, οἷον ἀγών ἀγῶνος· περιέχει γὰρ γυμνασίας καὶ παλαίσματα. | |
25 | Τὰ εἰς βων ἀρσενικὰ ὀξύτονα διὰ τοῦ ω κλίνονται, βουβών βουβῶνος, ἀρραβών ἀρραβῶνος, Ἀλαβών Ἀλαβῶνος (ἔστι δὲ ὄνομα ποταμοῦ). Τὰ εἰς γων λήγοντα διὰ τοῦ ο κλίνονται, Πηλαγών Πηλαγόνος (ἔστι ὄνομα ἔθνους), Πη‐ λεγών Πηλεγόνος, ἀρηγών ἀρηγόνος· τὸ ἀγών ἀγῶνος περιεκτικὸν ὂν φυλάττει τὸ ω. Τὰ εἰς δων ἀρσενικὰ ὀξύτονα μὴ τῷ υ παραληγόμενα διὰ τοῦ ο κλίνονται, ὀδών ὀδόνος | |
30 | (σημαίνει δὲ τὸν ὀδόντα), σινδών σινδόνος· λέγεται γὰρ καὶ ἀρσενικῶς ἐν Νηρηΐσι παρ’ Αἰσχύλῳ· λεπτὸς δὲ σινδὼν ἀμφιβαλλέσθω χροΐ· Ἀπιδών Ἀπιδόνος (ὄνομα ἥρωος), Μακεδών Μακε‐ δόνος· τὸ μέντοι Καλυδών καὶ Ἀμυδών (οὕτω δὲ ἥρωες ἐκλήθησαν, ἀφ’ ὧν καὶ αἱ πόλεις) τὸ υ ἔσχον ἐν τῇ παραληγούσῃ καὶ διὰ τοῦ ω ἐκλίθησαν, Καλυδών Καλυδῶνος καὶ Ἀμυδών Ἀμυδῶνος. | |
Τὰ εἰς ων λήγοντα ὀξύτονα ἔχοντα ἕν τι τῶν διπλῶν ἢ τὸ ς ἐπίθετα ὄντα ἢ ἐθνικὰ διὰ | 22 | |
23 | τοῦ ο κλίνονται, Αὐσών Αὐσόνος, πρηξών πρηξόνος, Ἀμαζών Ἀμαζόνος· λέγεται γὰρ καὶ ἀρσενικῶς, ὡς παρὰ Κρατίνῳ· ἵν’ Ἀμαζόνες ἄνδρες ἔασιν· ἀλαζών ἀλαζόνος· τὸ γὰρ ἐθνικὸν διὰ τοῦ ω κλίνεται πρὸς ἀντιδιαστολὴν τοῦ ἐπιθέτου, καὶ ἔστιν ἡ χρῆσις· τὸ κισσών κισσῶνος ὡς περιεκτικὸν τὸ ω φυλάττει, ὡς τὸ παρθενών παρθενῶνος. Πρόσκειται «ἐπίθετα ὄντα ἢ ἐθνικά» διὰ τὸ Ὀλιζών | |
5 | Ὀλιζῶνος· τοῦτο γὰρ κύριον ὂν φυλάττει τὸ ω, ἐξ οὗ ἡ πόλις 〈Β 717〉 Ὀλιζῶνα τρηχεῖαν. Τὰ εἰς ων λήγοντα ἀρσενικὰ ὀξύτονα πρὸ τοῦ ω ἔχοντα ἕν τι τῶν δασέων μὴ ὄντα ἐθνικὰ διὰ τοῦ ω κλίνονται, πιθών πιθῶνος, κιθών κιθῶνος (οὕτω δὲ λέγουσι τὸν χιτῶνα Ἴωνες), Μαρα‐ θών Μαραθῶνος, νυμφών νυμφῶνος, Προμαχών Προμαχῶνος (ἔστι δὲ ὄνομα Μίνωος). Πρόσκειται «μὴ ὄντα ἐθνικὰ» διὰ τὸ Σιθών Σιθόνος· τοῦτο γὰρ ἐθνικὸν ὂν τρέπει τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς. | |
10 | Τὰ εἰς ων λήγοντα ἀρσενικὰ ὀξύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ψιλῶν μὴ ὄντα ἐθνικὰ φυλάττουσι τὸ ω, ἀγκών ἀγκῶνος, χαλκών χαλκῶνος, πευκών πευκῶνος, ἱππών ἱππῶνος, φοινικών φοινικῶνος, Πλατανιστών Πλατανιστῶνος (ἔστι δὲ ὄνομα ποταμοῦ). Πρόσκειται «μὴ ὄντα ἐθνικά» διὰ τὸ Βιστόνος· τοῦτο γὰρ ἐθνικὸν ὂν τρέπει τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς. Τὰ εἰς ων λήγοντα ὀξύτονα ἔχοντα πρὸ τοῦ ω τὸ λ ἢ τὸ ρ φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς | |
15 | γενικῆς, αὐλών αὐλῶνος, μυλών μυλῶνος, ἀμπελών ἀμπελῶνος, οἰορών οἰορῶνος (οὕτω δὲ ἡ χάραξις τῶν ἀρότρων παρὰ τῷ Ἐρατοσθένει λέγεται), Χαιρών Χαιρῶνος, Κιθαιρών Κιθαιρῶνος· τὸ Μιμαλλών Μιμαλλόνος 〈ὡς θηλυκὸν〉 οὐκ ἀντίκειται ἡμῖν· σημαίνει δὲ τὴν Βάκχην. Τὰ εἰς μων δισύλλαβα ἀρσενικὰ ὀξύτονα εἰ μὲν ἐπὶ τόπου τάσσοιτο, τὸ ω φυλάττει καὶ ἐπὶ τῆς γενικῆς, χειμών χειμῶνος, λειμών λειμῶνος, κευθμών κευθμῶνος, δρυμών δρυμῶνος· εἰ δὲ | |
20 | μηδὲν τοῦτο σημαίνει, διὰ τοῦ ο, Στρυμών Στρυμόνος (ἔστι δὲ ὄνομα ποταμοῦ), κρεμών κρεμόνος, παρὰ τῷ Ἐρατοσθένει περιπλέγδην κρεμόνεσσι· σημαίνει δὲ τοὺς ἀκρεμόνας. Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς ὀξύτονα τῷ ε παραληγόμενα διὰ τοῦ ο κλίνονται, ἡγεμών ἡγεμόνος, κηδεμών κηδεμόνος, ἀκρεμών ἀκρεμόνος· τὰ μὴ 〈τῷ〉 ε παραληγόμενα διὰ τοῦ ω κλί‐ νονται, τελαμών τελαμῶνος, καλαμών καλαμῶνος, πλαταμών πλαταμῶνος. Τὸ θηλαμών θηλαμόνος, | |
25 | ὃ σημαίνει τὴν τροφόν, δηλονότι θηλυκὸν μὴ φυλάξαν τὸ ω οὐκ ἀντίκειται τῷ κανόνι· καὶ τὸ δαι‐ τυμών δαιτυμόνος οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κοινὸν τῷ γένει, ὁ δαιτυμών καὶ ἡ δαιτυμών· τὸ δὲ Αἰθυμών ὡς ἐθνικὸν ἔτρεψε τὸ ω εἰς ο ἐν τῇ γενικῇ, ὡς τὸ Παφλαγών. Τὰ εἰς νων λήγοντα ὀξύτονα φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, πλατανών πλατανῶ‐ νος, ξενών ξενῶνος, πλυνών πλυνῶνος, δαφνών δαφνῶνος· σεσημείωται τὸ κανών κανόνος μὴ | |
30 | φυλάξαν τὸ ω. Περὶ τῶν εἰς ων θηλυκῶν. Τὰ εἰς δων ἐπὶ πόλεων τῷ η παραληγόμενα τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς, Ἰσσηδών Ἰσσηδόνος, Καλχηδών Καλχηδόνος, Ἀνθηδών Ἀνθηδόνος. † Δεῖ προσ‐ θεῖναι χωρὶς τοῦ Ἰηνών Ἰηνῶνος καὶ τοῦ Ἑρμιών Ἑρμιῶνος· καὶ ταῦτα ἐπὶ πόλεών εἰσι σεσημειω‐ μένα· καὶ τὸ Ἰβιών Ἰβιῶνος (ἔστι δὲ ὄνομα νήσου). Ἐν τοῖς ὀξυτόνοις τοῖς μὴ οὖσιν ἐπὶ πόλεων | |
35 | σημειούμεθά τινα φυλάττοντα τὸ ω ποιητικῶς, τυφεδών τυφεδῶνος (σημαίνει δὲ τὴν καῦσιν)· ταῦτα | 23 |
24 | διὰ τοῦ ω δεῖ γράφειν· καθόλου γὰρ τὰ εἰς ων ὀξύτονα θηλυκὰ ἐπὶ πόλεων διὰ τοῦ ο κλινόμενα ποιητικὴν ἔχουσι συστολήν, χωρὶς τοῦ Ἀπειληδών, Ἀνθηδών, Πεφρηδών, Χαλκηδών, Καρχηδών, Ἰσσηδών· ταῦτα γὰρ διὰ τὸν χαρακτῆρα διὰ τοῦ ο ἐκλίθη, μόνου τοῦ Ὀλοσσών Ὀλοσσόνος, ὡς πολλάκις εἴρηται, σεσημειωμένου. Καὶ ἐκ τοῦ ἐναντίου δὲ ὅσα τῶν εἰς ων ὀξυτόνων μὴ ἐπὶ πόλεων | |
5 | ὄντα διὰ τοῦ ω ἐκλίθησαν, ποιητικὴν ἔχουσιν ἔκτασιν. | 24 |