TLG 2020 006 :: THEODOSIUS :: Περὶ κλίσεως τῶν εἰς ων βαρυτόνων (e cod. Haun. 1965)

THEODOSIUS Gramm.
(Alexandrinus: A.D. 4–5)

Περὶ κλίσεως τῶν εἰς ων βαρυτόνων (e cod. Haun. 1965)

Source: Hilgard, A. (ed.), Excerpta ex libris Herodiani technici. Leipzig: Teubner, 1887: 16–22.

Citation: Page — (line)

16

(12t)

Θεοδοσίου περὶ κλίσεως τῶν εἰς ων βαρυτόνων.
13 Τὰ εἰς ων πατρωνυμικὰ φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, οἷον Ἀτρείων Ἀτρείωνος, Πηλείων Πηλείωνος, Κρονίων Κρονίωνος· ὅς ῥα παρὰ Κρονίωνι καθέζετο 〈Α 405〉· τὸ γὰρ
15Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην 〈Ξ 247〉 ὑπερβιβασμὸς χρόνου ἐγένετο, καὶ τὸ μὲν ι ἐξετάθη, τὸ δὲ ω συνεστάλη εἰς τὸ ο. Τὰ εἰς ων συγκριτικὰ τρέπουσι τὸ ω εἰς ο μικρόν, οἷον μείζων μείζονος, κρείττων κρείτ‐ τονος, βελτίων βελτίονος. Τὰ ὑποκοριστικὰ πάντα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον Βάκχων Βάκχωνος Βακχυ‐
20λίδης, Σίμων Σίμωνος Σιμωνίδης, Λάκων Λάκωνος Λακωνίδης. Τὰ εἰς ων καθαρὰ βαρύτονα διχρόνῳ παραληγόμενα εἰ μὲν ἐκτείνουσι τὸ δίχρονον, τρέ‐ πουσι τὸ ω εἰς ο, εἰ δὲ συστέλλουσιν αὐτό, φυλάττουσι τὸ ω, οἷον Μαχάων Μαχάονος, Ἱκετάων Ἱκετάονος, Ὑπερίων Ὑπερίονος 〈Θ 480〉 Ὑπερίονος Ἠελίοιο, Ἐχίων Ἐχίονος, Πανδίων Πανδίονος, Ἰξίων Ἰξίονος, ὀπάων ὀπάονος, [Ἰάσων Ἰάσονος] Ἰάων Ἰάονος, κίων κίονος, πίων πίονος, πρίων
25πρίονος. Τὰ δὲ συστέλλοντα τὸ δίχρονον τάδε· Ἠετίων Ἠετίωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος, Ἐρευ‐ θαλίων Ἐρευθαλίωνος, Μοσχίων Μοσχίωνος, Ἐνδυμίων Ἐνδυμίωνος, Ἡφαιστίων Ἡφαιστίωνος, Ἀστερίων Ἀστερίωνος. Τὸ Ὠρίων φυλάττειν τὸ ω ἀναλογώτερόν ἐστιν ὡς συστέλλον τὸ ι, ὡς παρ’ Εὐριπίδῃ, 〈Cycl. 213〉 τά τ’ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι· ὁ γὰρ ποιητὴς διὰ τὸ μέτρον ἐξέτεινε τὸ ι, 〈Σ 488〉 τ’ αὐτοῦ στρέφεται καί τ’ Ὠρίωνα δοκεύει.
30 Τὰ εἰς ων λήγοντα ἀρσενικὰ δισύλλαβα βαρύτονα βραχείᾳ παραληγόμενα φυλάττει τὸ ω, οἷον Κάων Κάωνος, Φάων Φάωνος, Νέων Νέωνος, Θέων Θέωνος, Δίων Δίωνος, [Ἱέρων Ἱέρωνος]· τὸ Κρέων Κρέοντος ὡς μετοχικὸν ὕστερον ἐροῦμεν· τὸ δὲ λέων λέοντος ἔχον θηλυκὸν τὸ λέαινα
διὰ τοῦ ντ· ὁμοίως καὶ τὸ θεράπων θεράποντος καὶ δράκων δράκοντος.16

17

Τὰ εἰς ων καθαρὸν ἀρσενικὰ δισύλλαβα βαρύτονα εἰ ἔχει πρὸ τέλους φύσει μακρὸν διὰ τοῦ ο κλίνεται εἴτε συγκριτικὰ εἴη εἴτε ἄλλο τι, μείων μείονος, Μαίων Μαίονος, 〈Δ 398〉 Μαίον’ ἄρα προέηκεν, πρώων πρώονος, 〈Π 299〉 πρώονες ἄκροι, λῴων λῴονος. Τὰ εἰς ων καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα φύσει μακρᾷ παραληγόμενα
5διὰ τοῦ ο κλίνεται, παιήων παιήονος, προπρήων προπρήονος. Τὰ διὰ τοῦ εων ὑπὲρ δύο συλλαβὰς βαρύτονα πεφύκασι φυλάττειν τὸ ω ἐν τῇ γενικῇ, Γελέων Γελέωνος, Ἀλκμέων Ἀλκμέωνος, Ἡρακλέων Ἡρακλέωνος, Τυφέων Τυφέωνος, Ποσειδέων Ποσειδέωνος, Πορθέων Πορθέωνος· Τελέων Τελέοντος ὡς μετοχικὸν διὰ τοῦ ντ κλίνεται, περὶ οὗ ὕστερον ἐροῦμεν.
10 Τὰ εἰς ων παρώνυμα φυλάττουσι τὸ ω ἐπὶ τῆς γενικῆς, Κύδων Κύδωνος, Αἰγαίων Αἰγαίωνος. Δεῖ προσθεῖναι «χωρὶς εἰ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος συνθέτων»· ταῦτα γὰρ διὰ τοῦ ο κλίνεται, οἷον αἷμα ἄναιμος ἀναίμων ἀναίμονος, 〈Ε 342〉 τοὔνεκ’ ἀναίμονές εἰσι, καὶ κῦμα 〈ἔγκυμοσ〉 ἐγκύμων ἐγκύμονος, κατάπυγος καταπύγων καταπύγονος· διὰ τοῦτο τὸ 〈Ἀκταίων〉 ἀναλογώτερόν ἐστι φυλάτ‐ τον τὸ ω ἐν τῇ γενικῇ, οἷον 〈Eug. Bacch. 337〉 ὁρᾷς τὸν Ἀκταίωνος ἄθλιον μόρον· παρώνυμόν
15ἐστι καὶ οὐκ ἀπὸ τῶν εἰς ος συνθέτων· ἀπὸ γὰρ τοῦ ἀκτὴ γέγονεν ἀκταῖος καὶ Ἀκταίων· ὅτ’ ἂν δὲ γένηται διὰ τοῦ ο, οἷον 〈Eug. Bacch. 230〉 Ἀκταίονός τε μητέρ’, γνῶθι ὅτι διὰ τὸ μέτρον συνεστάλη τὸ ω. Τὸ δὲ 〈Ἰάσων〉 Ἰάσονος τρέπον τὸ ω οὐκ ἀντίκειται ἡμῖν· οὐ γὰρ ἔστι παρώ‐ νυμον διὰ τὴν ἴασιν ἀλλὰ ῥηματικὸν παρὰ τὸ ἰάσομαι μέλλων. Τὸ Ἀγάθων Ἀγάθωνος φυλάττον τὸ ω καὶ ἐπὶ γενικῆς μηδεὶς οἰέσθω ἀπὸ συνθέτου τοῦ ἀγαθός γεγονέναι· οὐδὲ γὰρ τὸ ἀγαθόν
20σύνθετον ἀλλ’ ἁπλοῦν· παρὰ γὰρ τὸ ἄγαν γέγονεν ἀγάζω τὸ θαυμάζω, καὶ ἐκεῖθεν ἀγαστός καὶ ἀγαθός, οἱονεὶ θαυμαστός· εἰ γὰρ ἦν σύνθετον, ἔμελλε τρέπειν τὸ ω εἰς ο ἐπὶ γενικῆς, ὡς τὸ ἀναίμων ἀναίμονος καὶ τὰ ὅμοια. Τὰ εἰς ων κοινὰ τῷ γένει τρέπει τὸ ω εἰς ο, ὁ τέκτων καὶ ἡ τέκτων, ὁ τλήμων καὶ ἡ τλήμων· δεῖ προσθεῖναι «χωρὶς τοῦ αἴθων αἴθωνος καὶ εἴρων εἴρωνος»· ταῦτα γὰρ κοινά εἰσι τῷ
25γένει, ὁ αἴθων καὶ ἡ αἴθων· 〈καὶ〉 «χωρὶς εἰ μὴ ὦσι σύνθετα ἀπὸ τῶν εἰς ων φυλαττόντων τὸ ω ἐν τῇ γενικῇ»· ἔστι γὰρ αἰών 〈αἰῶνοσ〉 καὶ ἐξ αὐτοῦ σύνθετον εὐαίων εὐαίωνος, καὶ ἔστι κοινόν, ὁ εὐαίων καὶ ἡ εὐαίων, καὶ πάλιν χιτών χιτῶνος καὶ ἐν συνθέσει ἀχίτων ἀχίτωνος· ἔστι καὶ αὐτὸ κοινὸν τῷ γένει. Τὰ εἰς ων βαρύτονα ἐθνικὰ φυλάττουσι τὸ ω, οἷον Μύτων Μύτωνος, Καύκων Καύκωνος, 〈Κ 429〉 καὶ Λέλεγες καὶ Καύκωνες, Κύδων Κύδωνος, Ἴτων Ἴτωνος, Λάκων Λάκωνος, Καδ‐
30μείων Καδμείωνος. Δεῖ προσθεῖναι «χωρὶς τοῦ Κίκων Κίκονος»· τοῦτο γὰρ εἰ μὲν κύριον φυλάττει τὸ ω, εἰ δὲ ἐθνικὸν τρέπει, 〈ι 47〉 Κικόνεσσι γεγώνευν. Δεῖ προσθεῖναι «καὶ χωρὶς τοῦ Μέμνων Μέμνονος»· καὶ τοῦτο γὰρ ἐθνικὸν καὶ τρέπει τὸ ω, ὥσπερ καὶ τὸ κύριον. Τὰ εἰς ων δισύλλαβα ἔχοντα δύο σύμφωνα κατὰ σύλληψιν μὴ ὄντα παρώνυμα τρέπουσι τὸ ω ἐν τῇ γενικῇ, ἴδμων ἴδμονος, φράδμων φράδμονος· πρόσκειται «μὴ ὄντα παρώνυμα» διὰ τὸ
35Ἄβρων Ἅβρωνος· παρὰ γὰρ τὸ ἁβρός.17

18

Τὰ εἰς ων λήγοντα σύνθετα εἴτε βαρύτονα ὦσιν εἴτε ὀξύτονα τῶν ἁπλῶν φυλάττουσι τὴν κλίσιν, οἷον χθών χθονός ἐνοσίχθων ἐνοσίχθονος, Μέμνων Μέμνονος 〈Ἀγαμέμνων Ἀγαμέμνονοσ〉, κοιτών κοιτῶνος προκοιτών προκοιτῶνος, χιτών χιτῶνος χαλκοχίτων χαλκοχίτωνος. Τὰ εἰς βων λήγοντα βαρύτονα τὸ ω φυλάττουσι, Στίλβων Στίλβωνος, Στράβων Στράβωνος,
5τρίβων τρίβωνος (ἀρχαίων διδασκάλων ἱματισμός), ἄμβων ἄμβωνος. Τὰ εἰς γων λήγοντα βαρύτονα 〈δισύλλαβα〉 τὸ ω φυλάττουσι, Λύγων Λύγωνος, πώγων πώγωνος, τρίγων τρίγωνος, Αἴγων Αἴγωνος, 〈Theocr. 4,2〉 οὐκ, ἀλλ’ Αἴγωνος· βόσκεν δέ μοι αὐτὰς ἔδωκεν. Τὰ εἰς γων λήγοντα βαρύτονα ὑπερδισύλλαβα ἁπλᾶ διὰ τοῦ ω κλίνεται, Ἐρίγων Ἐρίγωνος,
10Σαλάγγων Σαλάγγωνος (ἔστι ποταμός), ἀρίγων ἀρίγωνος (ἔστι δὲ εἶδος δόρατος). Τὸ Πελάγων Πελάγοντος καὶ τὸ Ἁρπάγων Ἁρπάγοντος τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνονται καὶ τὸ 〈Γ 148〉 Οὐκαλέγων τε καὶ Ἀντήνωρ· καὶ τὸ Εὐάγων Εὐάγοντος ὡς μετοχὴ οὐκ ἀντίκειται τῷ κανόνι, ἐπειδὴ σύνθετόν ἐστι. Πρόσκειται ἐν τῷ κανόνι «ἁπλᾶ» διὰ τὰ σύνθετα· τὸ γὰρ προάγων προάγωνος τοῦ 〈ἀγών〉 ἀγῶνος ἐφύλαξε τὴν κλίσιν· τὸ καταπύγων καταπύγονος διὰ τοῦ ο κλιθὲν
15οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ παρασύνθετόν ἐστι, παρὰ γὰρ τὸ κατάπυγος σύνθετον γενόμενον, ὡς καὶ ἀπὸ τοῦ κῦμα ἔγκυμος ἐγκύμων ἐγκύμονος καὶ ἀπὸ τοῦ αἷμα ἄναιμος ἀναίμων ἀναίμονος καὶ πεῖρα ἄπειρος ἀπείρων ἀπείρονος, 〈ρ 418〉 κατ’ ἀπείρονα γαῖαν. Τὰ εἰς δων λήγοντα βαρύτονα δισύλλαβα διὰ τοῦ ω κλίνονται, εἰ μὴ μετοχικὴν κλίσιν ἀνα‐ δέξονται, οἷον κώδων κώδωνος, Φαίδων Φαίδωνος, χλίδων χλίδωνος (σημαίνει δὲ τὸν περὶ τοὺς
20βραχίονας κείμενον κόσμον). Τὸ Λάδων ὑπὸ Ἀντιμάχου διὰ τοῦ ω κλίνεται, ἐγγύθι δὲ προχοαὶ ποταμοῦ Λάδωνος ἦσαν· ὡσαύτως καὶ ὑπὸ Ἐρατοσθένους ἐκλίθη, Λάδωνος περὶ χεῦμα· ἡ μέντοι Κόριννα διὰ τοῦ ντ τὴν κλίσιν ἐποιήσατο τῷ λόγῳ τῶν μετοχικῶν, οἷον Λάδοντος δονα‐ κοτρόφου· τὸ γὰρ Νέδων ὁ μὲν Καλλίμαχος τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ κλίνει Νέδων Νέδοντος, οἱ δὲ περὶ Δίδυμον καὶ Ἀπίωνα διὰ τοῦ ω ἀναλόγως κλίνουσιν, οἷον Νέδων Νέδωνος.
25Τὸ κνώδων κνώδοντος τῷ λόγῳ τῶν μετοχικῶν μόνως διὰ τοῦ ντ κλίνεται, καὶ ἴσως ὅτι σύνθετόν ἐστι παρὰ τὸ ὀδούς ὀδόντος καὶ τὴν τοῦ ἁπλοῦ κλίσιν ἐφύλαξεν, ὡς παρὰ Σοφοκλεῖ 〈Ai. 1025〉 τοῦδ’ αἰόλου κνώδοντος. Τὰ εἰς δων ὑπερδισύλλαβα μὴ ὄντα παρώνυμα μηδὲ σύνθετα παρὰ τὸ ὀδούς διὰ τοῦ ντ κλίνονται καὶ τρέπουσι δηλονότι τὸ ω ἐν τῇ γενικῇ· τὸ Κελάδων Κελάδωνος παρώνυμον ἀπὸ τοῦ
30κέλαδος· Ἀκίδων Ἀκίδοντος (ἔστι δὲ ποταμός), Λαομέδων Λαομέδοντος, Σαρπήδων Σαρπήδοντος· ἡ γὰρ Σαρπηδόνος γενικὴ ἀπὸ τοῦ Σαρπηδών ὀξυτονουμένης εὐθείας. Πρόσκειται «μὴ ὄντα παρώ‐ νυμα», ὅτι [γὰρ] τὰ παρώνυμα φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, οἷον Κορύδων Κορύδωνος,
Κινάδων Κινάδωνος· ταῦτα γὰρ ἀπὸ τοῦ κόρυδος καὶ κίναδος. 〈Τὸ Κελάδων〉 Κελάδωνος ἐκ τοῦ18

19

κέλαδος· τὸ γὰρ κελάδοντος μετοχή ἐστι. Καὶ τὰ παρὰ τὸ ὀδούς συντεθειμένα διὰ τοῦ ντ κλίνον‐ ται, Χαλκώδων Χαλκώδοντος, Θερμώδων Θερμώδοντος, χαυλιόδων χαυλιόδοντος. Εἰ δέ τις εἴποι, καὶ εἰ κλίνοιντο ταῦτα διὰ τοῦ ντ, διατί προσεθήκαμεν ἐν τῷ κανόνι τῶν διὰ τοῦ ντ κλινομένων «τὰ μὴ ὄντα σύνθετα παρὰ τὸ ὀδούς»; λέγομεν, καὶ διὰ τοῦτο προσεθήκαμεν, ἐπειδὴ ταῦτα πολ‐
5λάκις διὰ τὸ μέτρον ἀποβάλλουσι τὸ τ ἐπὶ τῆς γενικῆς, οἷον ἀμφώδοντος καὶ ἀμφώδονος. Τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν διπλῶν ἢ τὸ ς κύρια μὲν ὄντα φυλάττουσι τὸ ω καὶ ἐπὶ γενικῆς, προσηγορικὰ δὲ ὄντα τρέπουσιν αὐτό. Ἔστωσαν δὲ παραδείγματα τῶν κανόνων ταῦτα· Ῥίζων Ῥίζωνος (ὁ Κάδμου υἱός), Ἄζων Ἄζωνος (ποταμὸς Λυκίας καὶ ὄνομα ἀνδρός), Πρήξων Πρήξωνος, Ἄξων Ἄξωνος, Μύρσων Μύρσωνος, Κτίσσων Κτίσσωνος
10(εἷς τῶν Αἰγύπτου παίδων), Λεύσων Λεύσωνος (ὄνομα κύριον), Γράσων Γράσωνος (ὄνομα κύριον, ᾧ ὁμοίως κλίνεται καὶ τὸ νῦν ἐν τῇ συνηθείᾳ ἐπιθετικῶς λεγόμενον). Τὸ Αἴσων κύριον ὄνομα διχῶς κλίνεται, καὶ διὰ τοῦ ω καὶ διὰ τοῦ ο· διὰ τοῦ ω μὲν κατὰ τὸν κανόνα τοῦτον, Αἴσωνος υἱὸς Κρηθέως ἀφ’ αἵματος· διὰ τοῦ ο δὲ ποιητικῶς διὰ τὸ μέτρον παρὰ τῷ ποιητῇ 〈λ 259〉 Αἴσονά τ’ ἠδὲ Φέρητα. Τὰ μέντοι μὴ ὄντα κύρια ἀλλὰ προσηγορικὰ διὰ τοῦ ο, οἷον ἄξων ἄξονος, κρείσ‐
15σων κρείσσονος, μείζων μείζονος, ἥττων ἥττονος, μάσσων μάσσονος (σημαίνει δὲ τὸν μείζονα), εἰ δὲ καὶ κύριον τοῦτο (σημαίνει τὸν ποταμὸν ἐν Πελοποννήσῳ δηλονότι), τὴν αὐτὴν κλίσιν φυλάττει. Τὸ καύσων καύσωνος παρώνυμον, παρὰ γὰρ τὸ καῦσις, καὶ τούτου χάριν φυλάττει τὸ ω ἐν τῇ γενικῇ. Καὶ ταῦτα μὲν περὶ τῶν δισυλλάβων. Τὰ δὲ ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεσθαι θέλουσιν, οἷον Ἁλίζων Ἁλίζωνος,
20〈Ε 39〉 ἀρχὸν Ἁλιζώνων, Ὀδίον μέγαν, ἔκβαλε δίφρου· Ὀνάσων Ὀνάσωνος, Τελέσων Τελέ‐ σωνος· σεσημείωται τὸ Ἰάσων Ἰάσονος· διὰ τοῦ ο ἐκλίθη· ὁμοίως καὶ Μαχάων Μαχάονος· τὸ δὲ Ὑψίζων Ὑψίζοντος (ὅ ἐστιν ὄνομα ποταμοῦ) τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ ἐκλίθη· τὸ ὀλίζων ὀλίζονος διὰ τοῦ ο, ἐς ὀλίζονας ἀστέρας ἄρκτου· ὡς συγκριτικὸν ἠκολούθησε τῷ μείζονος. Τὰ εἰς ων λήγοντα δισύλλαβα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν δασέων διὰ τοῦ ω κλίνεται,
25οἷον μόθων μόθωνος (σημαίνει τὸν πανοῦργον), κάνθων κάνθωνος, 〈μάλθων μάλθωνοσ〉 (ὁ μαλα‐ κός), Ῥίνθων Ῥίνθωνος (ὄνομα κύριον), σίφων σίφωνος, κύφων κύφωνος, Τύχων Τύχωνος (ὅ ἐστι δαίμων ὁ περὶ τὴν Ἀφροδίτην), Βρύχων Βρύχωνος, πίθων πίθωνος (οὕτως ὁ πίθηκος ὑποκορι‐ στικῶς)· καὶ τὸ γλήχων γλήχωνος βαρυνόμενον φυλάττει τὸ ω, εἰ καὶ παρ’ Ἀττικοῖς ὀξύνεται καὶ θηλυκῶς λέγεται. Ταῦτα μὲν περὶ τῶν δισυλλάβων.
30 Τὰ δὲ ὑπερδισύλλαβα μετοχικὰ μὲν ὄντα διὰ τοῦ ντ κλίνεται, Φαέθων Φαέθοντος, Πυρι‐ φλεγέθων Πυριφλεγέθοντος, Πολυσπέρχων Πολυσπέρχοντος· παρώνυμα δὲ ὄντα διὰ τοῦ ω, Ἀγάθων Ἀγάθωνος, Κιναίθων Κιναίθωνος· τὸ ἐνοσίχθων διὰ τοῦ ο κλιθὲν τοῦ ἁπλοῦ τὴν κλίσιν ἐφύλαξεν. Τὰ εἰς ων λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα ψιλὸν σύμφωνον πρὸ τοῦ ω φυλάττουσι 〈τὸ
ω〉 καὶ ἐπὶ γενικῆς. Χάλκων Χάλκωνος 〈Π 595〉, Χάλκωνος φίλον υἱόν, Σίκων Σίκωνος, Λάμπων19

20

Λάμπωνος, Πλούτων Πλούτωνος, 〈Δούπων Δούπωνοσ〉 (εἷς τῶν κενταύρων). Δεῖ προσθεῖναι τῷ κανόνι «μὴ ὄντα κοινὰ τῷ γένει» καὶ «μὴ ἔχοντα θηλυκὸν διὰ τοῦ αινα». Πρόσκειται «μὴ ὄντα κοινὰ τῷ γένει» διὰ τὸ πέπων καὶ γείτων· ταῦτα γὰρ τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς, οἷον πέπων πέπονος καὶ γείτων γείτονος, ἀλλὰ κοινά εἰσι τῷ γένει, ὁ πέπων καὶ ἡ πέπων. Πρόσκειται
5«μὴ ἔχοντα θηλυκὸν διὰ τοῦ αινα» διὰ τὸ ἄκων ἄκοντος (σημαίνει δὲ τὸ ἀκόντιον), ἐξ οὗ καὶ τὸ 〈Υ 451〉 ἐς δοῦπον ἀκόντων· κλίνεται δὲ διὰ τοῦ ντ ὡς ἔχον θηλυκὸν τὸ ἄκαινα, ὡς δράκων δράκοντος δράκαινα· καὶ τὸ κύριον δὲ ὄνομα παρ’ ἡμῖν τὴν αὐτὴν κλίσιν ἐφύλαξεν, οἷον Δράκοντος τοῦ Στρατονικέως. Πρόσκειται «παρ’ ἡμῖν», ἐπεὶ οἱ Αἰολεῖς Δράκωνος εἰρήκασι τὴν γενικὴν διὰ τοῦ ω ἐπὶ τοῦ κυρίου ὀνόματος τῷ λεχθέντι κανόνι ἑπόμενοι· ἐπὶ δὲ τοῦ θηρίου δράκοντος καὶ αὐτοὶ
10λέγουσι. Τὸ δὲ Λάκων εἰ καὶ ἔχει θηλυκὸν διὰ τοῦ αινα τὸ Λάκαινα ἀλλ’ οὖν τῷ προλεχθέντι κανόνι ἐφύλαξε τὸ ω ἐπὶ τῆς γενικῆς, οἷον Χαρίτων Χαρίτωνος, Σαλάκων Σαλάκωνος, Ἀρίστων Ἀρίστωνος, Ἑκάτων Ἑκάτωνος. Τὰ εἰς ων δισύλλαβα ἔχοντα πρὸ τοῦ ω ἕν τι τῶν ἀμεταβόλων φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, οἷον Ἕρμων Ἕρμωνος, Σίμων Σίμωνος, Τίμων Τίμωνος, Κόνων Κόνωνος, Σίνων Σί‐
15νωνος, Φαίνων Φαίνωνος, Ζήνων Ζήνωνος, Δόλων Δόλωνος, Σόλων Σόλωνος, Φίλων Φίλωνος, Χάρων Χάρωνος, Κέρων Κέρωνος (ἔστι δὲ ὄνομα ποταμοῦ), Δαύρων Δαύρωνος, Χείρων Χείρωνος (ἐπὶ τοῦ κενταύρου· τὸ γὰρ συγκριτικὸν τρέπει τὸ ω εἰς ο), Μάρων Μάρωνος, Νέρων Νέρωνος, Νάρων Νάρωνος (ὄνομα ποταμοῦ)· ὁ δὲ Νίκανδρος διὰ τὸ μέτρον συνέστειλεν τὸ ω. Σεσημείωται τὸ Πάμμων Πάμμονος, οἷον 〈Ω 250〉 Πάμμονά τ’ Ἀντίφονόν τε καὶ 〈Δ 433〉 πολυπάμμονος
20ἀνδρὸς ἐν αὐλ, ὥς φησιν Ὅμηρος. Τὰ εἰς ων προηγουμένου ἀμεταβόλου ῥηματικὰ ὄντα βαρύτονα διὰ τοῦ ο κλίνεται, οἷον κτήσω ἀκτήμων ἀκτήμονος, Εὐκτήμων Εὐκτήμονος (ἔστι δὲ ὄνομα κύριον), τλήσω τλήμων τλήμονος, γνώσω γνώμων γνώμονος καὶ ἐν συνθέσει ἐπιγνώμων ἐπιγνώμονος, νοήσω νοήμων νοήμονος, ἐλεήσω ἐλεήμων ἐλεήμονος, παλαίσω Παλαίμων Παλαίμονος· ὁμοίως καὶ τὸ Ἀνδραίμων Ἀνδραίμονος· δαίσω
25δαίμων δαίμονος, ἡγήσω Ἡγήμων Ἡγήμονος (ἔστι δὲ ὄνομα κύριον), αἰδήσω αἰδήμων αἰδήμονος, δειδήσω δειδήμων δειδήμονος. Τὸ γέρων γέροντος καὶ τένων τένοντος μὴ ὑποπίπτοντα μήτε τῷ λόγῳ τῶν κοινῶν τῷ γένει μήτε τῶν ῥηματικῶν τὴν τῶν μετοχικῶν ἔσχον κλίσιν, ὧν καὶ τὴν κατά‐ ληξιν ἐμιμήσαντο· ὡς γὰρ δέρων δέροντος οὕτω καὶ γέρων γέροντος, καὶ ὡς σθένων σθένοντος οὕτω καὶ τένων τένοντος.
30 Τὰ εἰς ων βαρύτονα προηγουμένου ἀμεταβόλου παρώνυμα ὄντα μὴ ἀπὸ τῶν εἰς ος συν‐ θέτων γινόμενα φυλάττουσι τὸ ω, οἷον ἁγνός Ἅγνων Ἅγνωνος, ἀγρός Ἄγρων Ἄγρωνος, μακρός Μάκρων Μάκρωνος, πατρός Πάτρων Πάτρωνος, δρόμος Δρόμων Δρόμωνος, κέραμος Κεράμων Κε‐ ράμωνος. Πρόσκειται «μὴ [ὄντα] ἀπὸ τῶν εἰς ος συνθέτων γινόμενα», ἐπειδὴ ταῦτα τρέπουσι τὸ ω εἰς ο ἐπὶ γενικῆς, ὡς αἷμα ἄναιμος ἀναίμων ἀναίμονος, χεῖμα δύσχειμος δυσχείμων δυσχείμονος.
35 Τὰ εἰς λων ὑπὲρ δύο συλλαβὰς βαρύτονα διὰ τοῦ ω κλίνεται, οἷον Ἀπόλλων Ἀπόλλωνος, Κεφάλων Κεφάλωνος, Ἁρπάλων Ἁρπάλωνος, Ἀγκύλων Ἀγκύλωνος, Ἀσκάλων Ἀσκάλωνος (ὄνομα κύριον,
ἐξ οὗ ἡ πόλις).20

21

Τὰ εἰς μων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα ἔχοντα δὶς τὸ μ διὰ τοῦ ο κλίνεται, οἷον Ἐχέμμων Ἐχέμμονος, 〈Ε 160〉 Ἐχέμμονά τε Χρόμιόν τε· Φιλάμμων Φιλάμμονος, ὡς παρ’ Ἡσιόδῳ ἣ τέκεν Αὐτόλυκόν τε Φιλάμμονά τε κλυτὸν αὐδήν· ὅσοι δὲ διὰ τοῦ ω κλίνουσι, τὴν τοῦ ἁπλοῦ βούλονται καὶ αὐτὰ ἔχειν κλίσιν, φημὶ δὴ τοῦ Ἄμμων Ἄμμωνος· παιδοθρέμμων
5παιδοθρέμμονος, ὑδατοθρέμμων ὑδατοθρέμμονος. Σεσημείωται τὸ Φοιβάμμων Φοιβάμμωνος διὰ τοῦ ω κλιθέν, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι τοῦ Ἄμμωνος τὴν κλίσιν ἐφύλαξεν. Τὰ εἰς μων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύτονα βραχεῖ παραληγόμενα διὰ τοῦ ω κλί‐ νονται, Ἀρτέμων Ἀρτέμωνος, Πολέμων Πολέμωνος, Διδύμων Διδύμωνος, Σολόμων Σολόμωνος. Τὰ εἰς μων λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς α συνεσταλ‐
10μένον [κατὰ τὴν παραλήγουσαν] βαρύτονα ὄντα φυλάττουσι τὸ ω καὶ ἐπὶ τῆς γενικῆς, Ποτάμων Ποτάμωνος, Νασάμων Νασάμωνος (ἔστι δὲ ὄνομα ἐθνικὸν καὶ κύριον), Κεράμων Κεράμωνος· τού‐ τοις ἠκολούθησεν τὸ Φοιβάμμων Φοιβάμμωνος κατὰ γενικὴν καὶ διὰ τῶν δύο μμ γραφέν· τεράμων τεράμωνος· σεσημείωται δὲ ἡ χρῆσις παρὰ Πλάτωνι ἐν Σοφιστῇ τῷ διαλόγῳ· ὁ γὰρ Ἀνακρέων ὡς μετοχικὸν τεράμοντος ἔκλινεν· σημαίνει δὲ τὸν κάλαμον.
15 Τὰ εἰς νων λήγοντα ὑπὲρ δύο συλλαβὰς ὡς ἐπὶ τὸ πλεῖστον μετοχικά εἰσι καὶ τὴν τῶν μετοχικῶν κλίσιν ἀναδέχονται, Ὑγιαίνων Ὑγιαίνοντος (ἔστι δὲ ὄνομα ἰατροῦ), Θρασύνων Θρασύ‐ νοντος, Αὐξάνων Αὐξάνοντος (ἔστι δὲ ὄνομα κύριον). Πρόσκειται δὲ «ὡς ἐπὶ τὸ πλεῖστον μετο‐ χικά» διὰ τὸ ἀμείνων ἀμείνονος· τοῦτο γὰρ συγκριτικὸν ὂν τὴν τῶν συγκριτικῶν κλίσιν ἐφύλαξεν. Τὰ εἰς ρων ὑπὲρ δύο συλλαβὰς βαρύτονα εἰ μὴ παρασύνθετα εἴη διὰ τοῦ ω κλίνεται,
20Τιτάρων Τιτάρωνος, ὡς Λυκόφρων 〈881〉 Μόψον Τιταιρώνειον· Ἱέρων Ἱέρωνος, Κικέρων Κι‐ κέρωνος. Τὰ μέντοι παρασύνθετα διὰ τοῦ ο, πεῖρα ἄπειρος ἀπείρων ἀπείρονος, προπείρων προ‐ πείρονος· οἷς καὶ τὸ 〈Ε 144〉 Ὑπείρονα ποιμένα λαῶν συνεξέδραμε κατὰ κλίσιν. Τὸ Ἀχέρων Ἀχέροντος ὡς μετοχικόν· ἐν τῷ τέλει τὸ ῥέων ἔχον τῷ λόγῳ τῶν μετοχικῶν διὰ τοῦ ντ ἐκλίθη· τὸ δὲ Ἀχέρων Ἀχέροντος εἴρηται παρὰ τὸ ἄχεα ῥεῖν.
25 Περὶ τῶν μετοχικῶν ὀνομάτων. Τὰ μετοχικὰ ὀνόματα τὴν τῶν μετοχῶν φυλάττει κλίσιν, εἰ μὴ καταλήξεως τοιαύτης τύχοι, ἥτις ἐν ὀνόματι ἄλλην ἠγάπησε κλίσιν. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· Φαέθων Φαέθοντος, Πυριφλεγέθων Πυριφλεγέθοντος. Τὸ μέντοι Φέρων Φέρωνος κλιθέν, ὡς παρὰ Μυρτίλῳ· Φέρωνος ἄρα ποῦ ἐστιν ἡ ξυναυλία· ἠκολούθησε δὲ τοῖς τοιούτοις κυρίοις, φημὶ δὴ τῷ Πέρων Πέρωνος· καὶ Ἀρτύων Ἀρτύωνος κέκλιται παρὰ κρα‐
30τίνῳ, ἐπειδὴ τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς βαρύτονα τῷ υ παραληγόμενα οὐ κλίνονται διὰ τοῦ ντ, οἷον Ἠλεκτρύων Ἠλεκτρύωνος, Ἀμφιτρύων Ἀμφιτρύωνος. Τὰ εἰς ων βαρύτονα ὑπὲρ δύο συλλαβὰς τῇ αι διφθόγγῳ παραληγόμενα διὰ τοῦ ω κλίνε‐ ται, οἷον Αἰγαίων Αἰγαίωνος, Δαμαίων Δαμαίωνος, Ἀθηναίων Ἀθηναίωνος. Τὰ εἰς ων ὀνόματα βαρύτονα ἔχοντα πρὸ τοῦ ω ἓν τῶν τεσσάρων ἀμεταβόλων ἢ τῶν τριῶν
35δασέων ἢ τῶν ψιλῶν ἢ τῶν διπλῶν συμφώνων μὴ ἔχοντα κατ’ ἐπιπλοκὴν σύμφωνον μηδὲ ὄντα
κοινὰ ἢ συγκριτικὰ μηδὲ ὑποβαλλόμενα ἑνὶ τῶν ἄλλων κανόνων φυλάττουσι τὸ ω, Ἀσκάλων Ἀσκά‐21

22

λωνος, Νέρων Νέρωνος, κώθων κώθωνος, Μελίτων Μελίτωνος, Ὄζων Ὄζωνος· «συγκριτικὸν» δὲ εἴπομεν διὰ τὸ μείζων μείζονος. Τὰ εἰς ων δισύλλαβα κύρια ἔχοντα πρὸ τοῦ ω ἀμετάβολον φυλάττει τὸ ω, Δρόμων Δρό‐
μωνος, Σόλων Σόλωνος, Κόνων Κόνωνος.22