TLG 2020 005 :: THEODOSIUS :: Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio) THEODOSIUS Gramm. Epitome catholicae Herodiani [Sp.] (fort. auctore quodam Theodosio Byzantio) Citation: Page — (line) | ||
202(1t) | EX | |
2t | THEODOSII, BYZANTII, UT VIDETUR, | |
---|---|---|
3t | EPITOME CATHOLICAE HERODIANI. | |
4t | Cod. 2603 bibl. reg. Paris. | |
1 | Προσῳδία ἐστὶ ποιὰ τάσις ἐγγραμμάτου φωνῆς ὑγιοῦς κατὰ τὸ ἀπαγγελτικὸν τῆς λέξεως ἐκφερομένης μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν, ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη, ἤτοι κατὰ | |
5 | τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. Ἰστέον οἱ ὁρισμοὶ ἀπὸ γένους καὶ διαφορῶν συνεστήκασι· κἀνταῦθα γοῦν τὸ μὲν ποιὰ τάσις ἀντὶ τοῦ γένους ἐστί· καὶ γὰρ καθολικόν τε ἐστὶν ἡ τάσις ἐπὶ χειρὸς καὶ ποδὸς καὶ λίθων καὶ ἄλλων πολλῶν λέ‐ | |
10 | γεται· τὸ δὲ ἐγγραμμάτων καὶ τὰ λοιπὰ ἀντὶ συστα‐ τικῶν διαφορῶν. Ἡ προσῳδία οὖν, φησί, τάσις ἐστὶ φωνῆς ποιά, ἤγουν ποιότητά τινα ἔχουσα· ἢ γὰρ ἐπι‐ τεταμένη ἐστὶν ἢ ἀνειμένη ἢ μέση, τουτέστιν ἢ ὀξύ‐ τονος ἢ περισπώμενος. Ἐπεὶ δ’ ἡ φωνὴ διττή ἐστιν, | |
15 | ἢ γὰρ ἔναρθρος ἐγγράμματος, ὡς ἡ ἐκ διανοίας ἀν‐ θρωπίνης παραπεμπομένη, ἢ ἄναρθρος, τουτέστι μὴ δυναμένη γραφῆναι, ὡς ἡ τῶν ἀλόγων ζώων καὶ ὁ ἦχος ὁ ἀπὸ σιδήρου ἢ ξύλου ἤ τινος τοιούτου γε‐ νόμενος· ἔστι δὲ καὶ τούτων ἑκατέρα διττή· ἢ γὰρ | |
20 | σημαντική ἐστιν, ἢ ἀσήμαντος καὶ ἄναρθρος. ση‐ | 202 |
203 | μαντική, ὡς ἡ τοῦ κυνὸς ὑλακή· σημαίνει γὰρ πα‐ ρουσίαν τινὸς ἐπιδημήσαντος, ἄναρθρος δὲ ἀσήμαν‐ τος, ὡς ὁ ἐκ λίθων ἦχος γινόμενος, ἔναρθρος δὲ ἀσή‐ μαντος ὡς τὸ σκινδαψὸς τὸ κλίτηρι καὶ τὰ τοιαῦτα· | |
5 | ἔναρθρος δὲ σημαντικὴ ὡς ὕδωρ, θάλασσα καὶ ὅσα κατὰ πραγμάτων φωναὶ τίθενται· ἐπεὶ γοῦν καὶ ἄναρ‐ θροί εἰσι φωναὶ τάσιν ἔχουσιν ὡς ὁ ἀπὸ σιδήρου καὶ ξύλου, ἃς καὶ κυρίας οὐκ ἂν εἴποιμεν φωνάς. Διὰ τοῦτο προσέθηκεν ἐγγραμμάτους· πάλιν δὲ ἐπεὶ εἰσὶ | |
10 | μὲν καὶ ἐγγράμματοι φωναί, ὡς εἰρήκαμεν, οὐ δη‐ λοῦσι δέ τι, τούτου χάριν εἶπεν ὑγιοῦς, ἤγουν ση‐ μαινούσης τι. Ἔν τισι δὲ τῶν βιβλίων καὶ ὑγιῶς εὑ‐ ρίσκεται πρὸς τάσιν ἀποδιδομένη, τουτέστι σημαί‐ νουσά τι, ἤγουν ἡ πεποιημένη φωνὴ τάσις, οὐκ ὀφεί‐ | |
15 | λει ἔτυχεν ἐκφέρεσθαι, ἀλλὰ πάντως ὑγιῶς καὶ ὀρ‐ θῶς, ὅθεν σαφέστερον δηλῶν τίς ἐστιν ὑγιὴς τάσις, ἀπήγαγε κατὰ τὸ ἐπαγγελτικὸν τῆς λέξεως ἐκφερομέ‐ νης, τουτέστιν ἡ τάσις ὀρθή ἐστιν, ἥτις κατὰ ἐπαγ‐ γελίαν ἤγουν σημασίαν τῆς λέξεως ἐκφέρεται, οἷον τὸ | |
20 | ἁγνός εἰ μὲν σημαίνει τὸν καθαρόν, ὀξύνεται· εἰ δὲ σημαίνει τὴν βοτάνην παροξύνεται· πάλιν τὸ ἀργός εἰ μὲν ὀξύνεται, σημαίνει τὸν ῥάθυμον, εἰ δὲ βαρύ‐ νεται, ὄνομα τόπου, καὶ κυνὸς καὶ ἀνδρός· πρέπει οὖν, φησί, τὴν ποιὰν τάσιν τὴν ἐγγράμματον καὶ ση‐ | |
25 | μαίνουσάν τι, ὡς ἡ σημασία τῆς λέξεως ἀπαιτεῖ, ἐκ‐ φέρεσθαι, καὶ βουλομένῳ σοι τὸ ἀργος τὴν ἀπώλειαν εἰπών ἀργός ἡ τάσις ἀποδοθήτω, ἀλλὰ κατὰ σημα‐ σίαν τῆς λέξεως. Τὸ δὲ μετά τινος τῶν συνεζευγμέ‐ νων περὶ μίαν συλλαβὴν τοῦτο δηλοῖ, ὅτι οὔτε τόνος | |
30 | χωρὶς χρόνου εὑρίσκεται, οὔτε χρόνος χωρὶς τόνου, ὥσπερ καὶ ὁ τόνος ἢ μετὰ χρόνου καὶ πνεύματος. | |
Σαφηνιστέον δὲ τὸ λεγόμενον. Χρόνοι μὲν οὖν εἰσὶ | 203 | |
204 | δύο, μακρός – καὶ βραχύς ⏑, πνεύματα δύο, δασύ ҅ καὶ ψιλή ҆· τόνοι τρεῖς, ὀξεῖα ´, βαρεῖα ` καὶ ἡ περισπωμένη ῀. Ταῦτα τοιγαροῦν ἄνευ ἀλλήλων οὐκ ἐκφωνεῖται, οἷον ὁ Ἥλιος ὄνομα ἔχει καὶ χρόνον μα‐ | |
5 | κρὸν τὸ Η καὶ πνεῦμα δασὺ καὶ τόνον τὴν ὀξεῖαν. Ἰδοὺ καὶ τόνος καὶ χρόνος καὶ πνεῦμα. Ἰστέον δέ, ὅτι τόνος χωρὶς πνεύματος ἐκφέρεται καὶ πνεῦμα χω‐ ρὶς τόνου· ἄνευ δὲ χρόνου οὔτε τόνος οὔτε πνεῦμά ἐστιν, ὥσπερ οὐδὲ χρόνος χωρὶς τόνου· οὐκ ἔστι δὲ | |
10 | συλλαβὴ μὴ ἐπιδεχομένη τόνον κατὰ τοὺς παλαιοὺς τῶν γραμματικῶν· συνεζευγμένα οὖν ὀνομάζει τοὺς τόνους, τοὺς χρόνους, τὰ πνεύματα, ὅτι καὶ τὸν τῆς προσῳδίας ὅρον ἐπιδέχονται καὶ προσῳδίαι καλοῦνται. Τὸ δὲ ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη, | |
15 | ἤτοι κατὰ τὸν ἀναλογητικὸν ὅρον καὶ λόγον εἰπὼν τοὺς τρόπους διδάσκει καθὼς καὶ προσῳδίαι ἐκφέρον‐ ται. Καὶ γάρ, φησίν, ἢ κατὰ διάλεκτον προάγονται ἢ κατὰ ἀναλογίαν καὶ κανόνα· ἀναλογίαν δέ φημι τὴν τῶν ὁμοίων παράθεσιν, οἷον τὸ μὲν ὁμοῖος κατὰ | |
20 | ἀναλογίαν ἐκφέρεται· τὰ γὰρ διὰ τοῦ οιος ἅπαντα προπερισπῶμεν, τὸ ἑτεροῖος, γελοῖος, παντοῖος· διὰ τοῦτο καὶ Ὅμηρος τῇ ἀναλογίᾳ χρησάμενος ἔφη· ὡς ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς εἰς τὸν ὁμοῖον· οἱ δὲ Ἀττι‐ κοὶ ὅμοιος λέγουσι· καὶ πάλιν ἡμεῖς μὲν ἀναλόγως | |
25 | τρόπαιον λέγομεν, ὡς ἔλαιον, σπήλαιον, οἱ δὲ Ἀττι‐ κοὶ τροπαῖον. Καὶ τὸ Ἀχιλλεύς καὶ τὸ Πηλεύς καὶ τὰ ὅμοια ἡμεῖς μὲν ὀξύνομεν, οἱ δ’ Αἰολεῖς βαρύνου‐ σιν. Οὕτω καὶ τὸ εἱρκτή οἱ μὲν Ἀττικοὶ δασύνουσιν, ἡμεῖς δὲ ψιλοῦμεν. Καὶ τὸ Ἀπόλλων ἡμεῖς μὲν ἀνα‐ | |
30 | λόγως τὸ α συστέλλομεν, οἱ δ’ Ἀττικοὶ ἐκτείνουσιν ὡς τὸ Ἀπόλλωνι ἄνακτι τὸν ἠΰκομος τέκε Λητώ. Ἰστέον, ὅτι οὐ τοὺς τόνους μόνους ὡρίσατο καὶ τούτους προσ‐ ῳδίας ἐκάλεσεν, ὥς τισιν ἔδοξε πλανηθεῖσιν ἐκ τοῦ εἰπεῖν ποιὰ τάσις, ἀλλὰ καὶ τοὺς χρόνους καὶ τὰ | |
35 | πνεύματα. Καὶ γὰρ οἱ χρόνοι τάσιν ἔχουσι καθὸ ὁ | 204 |
205 | μὲν ἐκτείνεται, ὁ δὲ συστέλλεται, καὶ τὰ πνεύματα δὲ ἐπεὶ τὸ μὲν ἐκ τοῦ θώρακος πρόεισιν ἐπιτεταμένως, τὸ δὲ ἐξ ἄκρων χειλέων συνεσταλμένως· ἀλλ’ ἐπεὶ τὸν τῆς προσῳδίας ὅρον ὡς οἷόν τε ἐξηγησάμεθα φέρε εἰς πόσα | |
5 | διαιρεῖται ἡ προσῳδία εἴπωμεν. Ποσαχῶς ἡ διαίρε‐ σις διαιρεῖται τοίνυν ἡ προσῳδία εἰς τέσσαρα, εἰς τόνους, εἰς χρόνους, εἰς πνεύματα καὶ εἰς πάθη. Ζη‐ τεῖται κατὰ ποῖον τρόπον τῆς διαιρέσεως διαιρεῖται ἡ προσῳδία εἰς τέσσαρα. Ὀκταχῶς γὰρ γίνεται ἡ διαί‐ | |
10 | ρεσις. Ἔστι γὰρ ἀπὸ γένους εἰς εἴδη, ὡς τὸ ζῶον εἰς ἄνθρωπον καὶ ἵππον, ἢ τὸ φυτὸν ἡ ἐλαία καὶ ἄμπελος, ἢ ἀπὸ εἴδους εἰς ἄτομα, ὡς ἄνθρωπος εἰς τοὺς κατὰ μέρος ἀνθρώπους, ἢ ἀπὸ ὅλου εἰς μέρη καὶ αὕτη διχῶς· ἢ γὰρ ὁμοιομερῆ ἢ εἰς ἀνομοιομερῆ· | |
15 | εἰς ὁμοιομερῆ μέν, ὅταν καὶ τοῦ ὀνόματος ὅλου ἀλ‐ λήλων μετέχουσι τὰ μέρη καὶ τοῦ μερισμοῦ, οἷον ὁ μέγας λίθος τέμνεται εἰς μικρὰ λιθίδια, ἅτινα καὶ τοῦ ὅλου λίθου τὸ ὄνομα καὶ ἀλλήλων ἔχει καὶ τὸν ὁρισ‐ μόν· εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν τὴν κεφαλὴν εἰς | |
20 | ὦτα, εἰς ῥῖνα, εἰς ὀφθαλμούς· ταῦτα γὰρ οὔτε ἀπὸ τοῦ ὅλου ὀνόματος λέγονται οὔτε ἀλλήλων, οὔτε τὸν | |
αὐτὸν ὁρισμὸν τοῦ ὅλου ἢ ἀλλήλων ἐπιδέχονται, κ.τ.λ. | 205 |