TLG 2020 004 :: THEODOSIUS :: Περὶ τόνου [Sp.] (fort. auctore Theodoro Prodromo)

THEODOSIUS Gramm.
(Alexandrinus: A.D. 4–5)

Περὶ τόνου [Sp.] (fort. auctore Theodoro Prodromo)

Source: Göttling, K. (ed.), Theodosii Alexandrini grammatica. Leipzig: Libraria Dykiana, 1822: 198–201.

Citation: Page — (line)

198

(1t)

THEODOSII
2tALEXANDRINI GRAMMATICI
3tΠΕΡΙ ΤΟΝΟΥ.
4tEx codice Theodosii Parisino 2554. fol. 82 r.
1Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτερον μακροκατάλη‐ κτον περισπᾶται, εἴτε ἀπαθὲς εἴη εἴτε πεπονθός· πρῶ‐ τον μὲν ὅλα τὰ μονοσύλλαβα ὀνόματα τῶν στοιχείων· εἶ, μῦ, νῦ, ξῖ, οὖ, πῖ, ῥῶ, ταῦ, ὖ, φῖ, χῖ, ψῖ, ὦ·
5ἔπειτα καὶ ταῦτα κῆρ, φῆρ, σῆς, σταῖς, οὖς, φῶς, πῦρ, σκῶρ, πᾶν, κρῖ. Τὰ εἰς ας κύρια ἰσοσυλλάβως κλινόμενα καὶ ἐπὶ τέλους ἔχοντα τὸν τόνον, περισπᾶται ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Λᾶς τοῦ Λᾶ, καὶ ὅτε τὸν ποταμὸν δηλοῖ καὶ
10ὅτε τὴν πόλιν, καὶ τὸ ἐπὶ τοῦ λίθου δή· καὶ αὐτὸ γὰρ ἰσοσυλλάβως κλίνεται, εἰ καὶ μὴ ἔστι κύριον· δι‐ συλλάβως δὲ κλίνεται ὁ λᾶας, τοῦ λᾶα, Μηνᾶς Μηνᾶ, Ζηνᾶς Ζηνᾶ, κερκιδᾶς κερκιδᾶ. Τὰ εἰς ους ὀνόματα ἁπλᾶ περισπᾶται· βοῦς, χροῦς,
15χοῦς, νοῦς, πλοῦς, φλοῦς, θροῦς, χαλκοῦς, Σιμοῦς, ἀργυροῦς, σεσημειωμένου τοῦ πούς καὶ ὀδούς· ἁπλᾶ διὰ τὸ εὔνους, εὔπλους. Τὰ εἰς υς μονοσύλλαβα περισπᾶται· μῦς, σῦς, δρῦς· συναπηνέχθη δὲ αὐτῷ ἰχθῦς, ὀφρῦς, ἀπφῦς,
20διονῦς, ὀσφῦς.198

199

Πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται· καλοῦ, σοφοῦ, Πρωτεῦ, Πηλεῦ, ναῦ, ῥοῦ, νοοῦ, ποιοῦ, ἐμεῦ, φεῦ, αὖ. σεσημείωται τρία· ἰδού, ἰού, οὔ· δεικτικὸν τὸ
5ἰδού, σχετλιαστικὸν τὸ ἰού, ἀπαγορευτικὸν τὸ οὔ. Πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπω‐ μένην ποιεῖ, οἷον Ἑρμέας Ἑρμῆς, Ἡρακλέης Ἡρακλῆς, τιμήεις τιμῇς, Σιμόεις Σιμοῦς, Ξενοφόων Ξενοφῶν, φάος φῶς, φθόϊς φθοῖς, βόαξ βῶξ, κρέασι κρῆσι· τὸ
10μέντοι Σαπφόα καὶ Λητόα, καίτοι συναιρεθέντα εἰς τὴν Σαπφώ καὶ Λητώ, ὅμως οὐ περιεσπάσθη· ἐπειδὴ πᾶσα πτῶσις ὁμοφωνήσασα τῇ εὐθείᾳ καὶ τὸν τόνον αὐτῆς λαμβάνει, οἷον ἡ μοῦσα ὦ μοῦσα· ἐπ’ ἀμφο‐ τέρων μία φωνὴ καὶ εἷς ὁ τόνος· τὸ ξύλον ὦ ξύλον·
15ἅπαξ οὖν τῆς εὐθείας ὀξυνθείσης συνωξύνθη καὶ ἡ αἰ‐ τιατική· πάντα γὰρ τὰ εἰς ω θηλυκὰ ὀξύνεται· ὁμοφωνήσασα καὶ ἡ αἰτιατικὴ τὸν τόνον αὐτῆς ἀπη‐ νέγκατο· ἀμέλει τὴν ἠόα συναναιροῦντα (sic) καὶ τὴν ἠῶ, καὶ τὴν αἰδόα καὶ τὴν αἰδῶ περισπῶμεν,
20ὅτι οὐχ ὁμοφώνησαν (sic) τῇ εὐθείᾳ· ἠώς γὰρ καὶ αἰδώς ἦσαν αἱ εὐθεῖαι· εἰ δέ τις λέγει· πῶς οὖν τὸ Δημοσθένης συναιρεθὲν οὐ περιεσπάσθη, ἐροῦμεν, ὅτι οὐκ ἔστιν ἡ συναίρεσις ἐξ ὀξείας καὶ βαρείας, ἀλλ’ ἐκ δύο βαρειῶν· τὰ δὲ συνῃρημένα ἐκ δύο βαρειῶν πά‐
25λιν βαρύνονται, οἷον Πάνθοος Πάνθους, εὐγήραος εὐγήρως· εἰ δέ τις λέγοι· πῶς οὖν τὸ χάλκεος συναι‐ ροῦν τὰς δύο βαρείας περιεσπάσθη ἐν τῷ χαλκοῦς, καὶ χρύσεος χρυσοῦς, ἐροῦμεν, ὅτι ταῦτα οὐ τῷ λόγῳ τῆς συναιρέσεως περιεσπάσθη, ἀλλὰ τῷ λόγῳ τῶν εἰς
30ους ἁπλῶν, ως προείπομεν. Πᾶσα γενικὴ ἢ καὶ δοτικὴ μακροκατάληκτος ἐπὶ
τέλους ἔχουσα τὸν τόνον περισπᾶται ὁμοίως ἐπὶ ἑνικῶν199

200

καὶ δυϊκῶν καὶ πληθυντικῶν· τοῦ καλοῦ, τοῖν καλοῖν, τῶν καλῶν, τῆς καλῆς, ταῖν καλαῖν· αἱ μέντοι γενικαὶ τῶν ἀττικῶν ὀνομάτων τοῦ νεώ καὶ τοῦ λεώ ὠξύνθη‐ σαν ἑτέρῳ λόγῳ· τὸ γὰρ πτωτικὸν ω ἀπέστραπται
5τὴν περισπωμένην· πτωτικὸν δὲ λέγομεν τὸ ἐν τοῖς πτωτικοῖς ἐπὶ τέλους εὑρισκόμενον ἄνευ πάθους, οἷον πάντα τὰ εἰς ω λήγοντα δυϊκά, πᾶσαι αἱ εἰς ω αἰ‐ τιατικαί· τὸ γὰρ Ποσειδῶ, κυκεῶ καὶ ἱδρῶ καὶ ταῶ οὐ τελικὸν ἔχει τὸ ω, ἀλλ’ ἐξ ἀποκοπῆς τοῦ Ποσει‐
10δῶνα, κυκεῶνα καὶ ταῶνα καὶ ἱδρῶτα· τὸ ἠῶ καὶ αἰδῶ οὐκ ἀπαθὲς εἶχον τὸ ω, ἀλλ’ ἐκ κράσεως τοῦ ω καὶ α· τὸ ῥῶ καὶ ὦ ὀνόματα τῶν στοιχείων οὐ πτωτικὸν εἶχον τὸ ω ἀλλὰ ἄκλιτον, ὅθεν καὶ τὰς εἰς ω δοτικὸν λέγομεν εἰς ι καταλήγειν· ἐπεὶ εἰ εἶχον
15τελικὸν τὸ ω οὐκ ἂν περιεσπάσθησαν, φημὶ δὴ τῷ καλῷ, τῷ σοφῷ· τὰ γοῦν εἰς ους ἐν πάσαις ταῖς πτώ‐ σεσιν περισπώμενα ἐν τῇ εὐθείᾳ τῶν δυϊκῶν ὀξύ‐ νεται· διπλοῦς διπλοῦ διπλοῦν· διπλὼ δὲ στρατηγώ ὀξυτόνως· εἰ δέ τις λέγει· πῶς οὖν τὸ τυφῶς τυφῶ
20καὶ ταῶς ταῶ περιεσπάσθη κατὰ τὴν γενικήν, ἐροῦμεν, ὡς πᾶσα εὐθεῖα ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιοῦσα ὁμότονον αὐτὴν ἔχει· ὁ Μηνᾶς, τοῦ Μηνᾶ, ὁ νοῦς, τοῦ νοῦ. Πᾶν ῥῆμα μακροκατάληκτον ἐπὶ τῆς μακρὰς ἔχον
25τὸν τόνον περισπᾶται, ποιῶ, χρυσῶ· φημὶ δὲ σεση‐ μειωμένου τοῦ διΐ. Πᾶν ἐπίῤῥημα μονοσύλλαβον ἔχον δίχρονον ἐκτε‐ ταμένον περισπᾶται ἀδειλωτί· σφῶ, νῦν, μῶν, γρῦ· τὸ γὰρ ῥά ἐκ τοῦ ῥαδίως ἐστί, διὸ ὀξύνεται.
30Πᾶν ἐπίῤῥημα μονοσύλλαβον πευστικὸν περισπᾶ‐
ται· ποῦ, ποῖ, πῆ, πῶς.200

201

Τὰ εἰς ως ἐπιῤῥήματα τῶν γενικῶν ὀνομάτων ἔχουσι τοὺς τόνους· καλῶν καλῶς, φίλων φίλως· τὸ δὲ ὥς ὀξύνεται, ἐπεὶ ἀπὸ τοῦ ὅς γέγονε, ὡς καὶ οὕ‐ τως ἀπὸ τοῦ οὗτος.
5 Πᾶσα λέξις εἰς ουν λήγουσα ἢ βαρύνεται ἢ πε‐ ρισπᾶται, οὐδέποτε δὲ ὀξύνεται· βαρύνεται μὲν εὔ‐ νουν, εὔχρουν, περισπᾶται δὲ κενοῦν, ὀστοῦν· δι‐ καίως οὖν καὶ τὸ οὖν σύνδεσμος περισπασθήσεται. Πᾶσα φύσει μακρά, πρὸ βραχείας ληκτικῆς ἐν ἑνὶ
10μέρει λόγου ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται, μῆλον, δῶρον, οἶκος· κἂν εὑρεθῇ δὲ ἐπὶ τέλους οἱ αι καὶ οι ἀντὶ βραχειῶν λογίζονται· μοῦσαι, Αἰνεῖαι, κοῦραι, πῶλοι· ἐν μέντοι τοῖς εὐκτικοῖς ῥήμασιν ἢ ἐπιῤῥήμασιν τέλειαι λογίζονται μακραὶ ἡ αι καὶ οι·
15τὸ γὰρ νοῆσαι εἰ μὲν εἴη ἀπαρέμφατον περισπᾶται· ὁ δὲ εὐκτικὸς παροξύνεται· τὸ δὲ οἶκοι εἰ μὲν εἴη ὄνομα περισπᾶται, εἰ δὲ ἐπίῤῥημα, παροξύνεται. Αἱ μέντοι τῶν ἀπτώτων ἐπεκτάσεις οὐ τρέπουσι τὴν ὀξεῖαν εἰς περισπωμένην, εἰ εἴθε, ναί ναίχι.
20 Πᾶσα αἰτιατικὴ εἰς ν λήγουσα μονοσύλλαβος πε‐ ρισπᾶται· κλεῖν, λῖν, μῦν.
Περὶ τῶν γενικῶν ἐν τῷ περὶ πτώσεων εἴρηται.201